eul_wid: xie-aaj
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Κ by Etymologicum Magnum

κ.κάππα τὸ στοιχεῖον· ὅτι Κάπυός ἐστιν εὕρεμα· ἢ κάππά τι ὂν, τὸ ἔχον ὄπα, ὅ ἐστι φωνήν· τὰ γὰρ ψιλὰ ὑποκάτω τῆς γλώττης ἔχει τὴν προφορὰν τῆς φωνῆς· καὶ κῆπος, χῆπος τὶς, ὁ ἔχων τὴν πόσιν διὰ τοῦ ὕδατος τοῖς φυτοῖς. Κατεχειροτόνησαν αὐτοῦ: Ἀντὶ τοῦ κατεψηφίσαντο αὐτοῦ. Διαφέρει δὲ ἀποχειροτονία καὶ διαχειροτονία. Καταχειροτονία γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ· ὅτῳ Μειδίας δοκεῖ ἀδικεῖν, ἀνατεινάτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέτειναν τὰς χεῖρας, καὶ ἐκαλεῖτο τοῦτο καταχειροτονία· λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας· καὶ ἑώρα ὁ κῆρυξ ποῖαι πλείους εἰσὶ τῶν φασκόντων αὐτὸν ἀδικεῖν, ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους, ἡ γνώμη ἐκεῖ ἐπεκράτει. Καφηρεύς: Ἔχει μὲν καὶ Εὔβοια πρὸς τῇ ἑξῆς θαλάσσῃ Καφηρέα. Καφηρεὺς δὲ λέγεται τόπος θαλάσσης πρὸς τοῖς αἰγιαλοῖς τραχὺς καὶ τεναγώδης, σκοπέλοις διειλημμένος καὶ ἕρμασι καὶ χοιράσι, καὶ τὰ πρὸς ἀπόβασιν ἀπορώτατος, ἅτε κρημνοῖς περιστοιχιζόμενος, καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ἔτι καὶ διηνεκέσι τοῖς ἀνέμοις καταπνεόμενος, ὡς ὁ παρʼ Ὁμήρῳ προβλὴς σκόπελος, τὸν οὔποτε κύματα λείπει παντοίων ἀνέμων. Καφηρεὺς ὢν καὶ αὐτός. Καὶ ἴσως εἴρηται ἀπὸ τοῦ καταπνεῖσθαι ἀνενδότως· κάπος γὰρ τὸ πνεῦμα· ἀφʼ οὗ καὶ Ὅμηρος, Αἴαντα .... Εἰς Ἀγαμέμνονα δῖον ἄγον κεκαφηότα νίκῃ. Οἱονεὶ πνευστιῶντα, ἤτοι τῷ τοῦ πολεμικοῦ ἀγῶνος καμάτῳ, ἢ τῇ ἀγερωχίᾳ τῆς νίκης, τῆς χαρᾶς αὐτῷ τοὺς ἀναπνευστικοὺς πόρους κατευρυνάσης, καὶ πέρα τοῦ συνήθους ἐπισπᾶσθαι τὸ πνεῦμα κατεπειγούσης· παρʼ ὃ δὴ καί τινες ἔλαθον τελείως ἐκπεπνευκότες, μὴ δυνηθέντες τοσοῦτον τὸ ἔκτοσθεν ἐπισπάσασθαι πνεῦμα, ὅσον ἐξήρκεσε τὴν ἀπὸ τῆς χαρᾶς εὐρυχωρίαν πληρῶσαι· ἢ ὅτι συναπέρχεται τῇ εὐρύτητι τοῦ συμπτώματος πᾶν τὸ ψυχικὸν πνεῦμα, ὡς ἀπό τινος παρὰ λόγον ἐκραγέντος στόματος ἀμέτρως ἐκχεόμενον. Κάββαλις: Ὁ καταβάλλων, ὁ ἀπὸ κάπης ἅλις ἐσθίων· ἢ καββάλης, ὁ καταβάλλων, οἷον ὁ ἀπὸ ἄλλης κάπης ἐσθίων. Κάβαισος: Ὁ ἄπληστος, διὰ διφθόγγου, προπαροξύνεται· παρὰ τὸν κάβον, ὅ ἐστι μέτρον σιτικόν. Κρατῖνος Μαλθακοῖς. Ἔστι δὲ κύριον πεποιημένον παρὰ τὴν αἶσαν. Ὦρος ὁ Μιλήσιος. Καβησός: Πόλις Θρᾴκης· ἀπὸ Καβήσου. Κάβαξ: Πανοῦργος. Κάβειροι: Ὀνόματα θεῶν τεσσάρων, Ἀξίερος, Ἀξιόκερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ· Ἀξιόκερσα, ἡ Περσεφόνη· Ἀξιόκερσος δὲ, ὁ Ἅιδης. Κάβειροι δὲ δοκοῦσι προσηγορεῦσθαι ἀπὸ Καβείρων ὀρέων Φρυγίας· ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. Οἱ δὲ, δύο εἶναι τοὺς Καβείρους· πρεσβύτερον μὲν, Δία· νεώτερον δὲ, Διόνυσον. Κάγκανα: Τὰ ξηρὰ ξύλα καὶ εἰς καῦσιν ἐπιτήδεια, οἱονεὶ κατάκανά τινα ὄντα· παρὰ τὸ καίνειν, τὸ κόπτειν, συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ. Ἢ ὥσπερ παρὰ τὸ τέκω γίνεται τέκανον καὶ τέκνον, οὕτως καὶ παρὰ τὸ καίω γίνεται ῥηματικὸν ὄνομα κάνον· καὶ κατὰ ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ γ, κάγκανον. Καγχαλόωσι: Χαίρουσιν. Ἐκ τοῦ χαίρω, χαρῶ· κατὰ μετάθεσιν τοῦ ρ εἰς λ, χαλῶ. Ἢ παρὰ τὸ χῶ, χλῶ, καὶ χαλῶ· καὶ κατὰ ἀναδιπλασιασμὸν, χαχαλῶ· καὶ πλεονασμῷ τοῦ γ, καὶ τροπῇ τοῦ χ εἰς κ, καγχαλῶ· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων· παρὰ τὸ ἐν χαλάσματι εἶναι τὴν ψυχὴν χαίρουσαν· εἴγε τὸ ἐναντίον ἐν τῇ λύπῃ συνέσταλται. Ἔνθεν τὸ ἄχεσθαι, παρὰ τὸ μὴ διαχεῖσθαι. Ἔστι δʼ ὅτε καὶ τὸ ἐν τῇ λύπῃ συστέλλεσθαι σημαίνει. Τὸ πληθυντικὸν, καγχαλάομεν καγχαλῶμεν· τὸ τρίτον, καγχαλάουσι, καγχαλῶσι· καὶ πλεονασμῷ τοῦ ο ποιητικῶς, καγχαλόωσι, τουτέστιν ἐν χαλάσματι ποιοῦσι τὴν ψυχὴν, Ἰλιάδος γʹ. Κάδος: Σκεῦός τι. Παρὰ τὸ χαδῶ χαδήσω, ὃ δηλοῖ τὸ χωρῶ, ῥηματικὸν ὄνομα χάδος, καὶ κάδος, τὸ χωρητικὸν ἀγγεῖον. Καὶ κάδισκοι, ὑδρίαι χαλκαῖ, εἰς ἃς καθίεντο αἱ ψῆφοι τῶν δικαστῶν. Κάδης: Ὄνομα τόπου παρὰ τῷ προφήτῃ Δαβὶδ, Καὶ συσσείσει κύριος τὴν ἔρημον Κάδης.Σημαίνει καὶ τὸν ἁγιασμόν. Κάδης ἑρμηνεύεται ἡ ἁγία παρὰ τῷ ἁγίῳ Βασιλείῳ. Κάειρα: Σημαίνει τὴν ἀπὸ Καρίας γυναῖκα. Τὸ εἴρα ὃ σημαίνει τὴν ἐκκλησίαν καὶ τὴν μαντείαν καὶ τὸ Κάειρα ἀμφιβάλλονται. Ὥσπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαρος γίνεται μάκαιρα, οὕτως καὶ ἀπὸ τοῦ Κὰρ Καρὸς γίνεται Καῖρα· καὶ κατὰ διάλυσιν Κάϊρα· καὶ τῷ λόγῳ τῶν εἰς ΡΑ θηλυκῶν, Κάειρα διὰ τῆς ΕΙ διφθόγγου. Ζήτει εἰς τὸ πρώειρα. Κάθαρμα: Παρὰ τὸ καθαίρω· ὁ μέλλων, καθαρῶ, κεκάθαρκα, κεκάθαρμαι· οἱονεὶ τὸ ἀποκαθάρισμα. Δεῖ γινώσκειν, ὅτι ἐπὶ τοῦ ἀορίστου τῶν ἀπὸ μελλόντων περισπωμένων τῶν διὰ τῆς ΑΙ διφθόγγου οἱ Ἴωνες τρέπουσι τὸ α εἰς η, καθαρῶ, ἐκάθαρα ἐκάθηρα· μιανῶ, ἐμίανα ἐμίηνα· σημανῶ, ἐσήμανα ἐσήμηνα, καὶ ἐσημηνάμην. Χρῶνται δὲ αὐτῷ καὶ οἱ Ἀθηναῖοι. Καθίζω: Ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἵζω· Ἄλλους μὲν κάθισον Τρῶας. Ἀντὶ τοῦ καθίδρυσον, καθεσθῆναι ποίησον. Ὁ μέλλων, καθίσω. Ἡ δὲ τετάρτη διφορεῖται· ὁ Ἀττικὸς μέλλων, καθιῶ· ἐπὶ γὰρ τῶν διὰ τοῦ ΙΖΩ ῥημάτων. «Τῶν ὑπὲρ δύο συλλαβὰς» πρόσκειται, ἐπειδὴ καὶ ἐπὶ τῶν δισυλλάβων οὐ ποιοῦσι. Καθʼ ἡμῶν: Δεῖ γινώσκειν, ὅτι δασέος φωνήεντος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς δασύ· οἷον κατὰ ἡμῶν, καθʼ ἡμῶν· ἐπὶ ἡμᾶς, ἐφʼ ἡμᾶς. Ψιλοῦ δὲ φωνήεντος ἐπιφερομένου, οὐ τρέπεται τὸ δασὺ σύμφωνον εἰς ψιλὸν, οἷον, Οὐδʼ ἔλαθʼ Ἀτρέος υἱόν. Τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά εἰσι καὶ ἰσχυρότερα τῶν ψιλῶν. Κάθημαι: Ἕω, ἕημι, ἕεμαι· καὶ κράσει, ἧμαι· καὶ μετὰ τῆς κατὰ, κάθημαι. Διατί ἀναβιβάζει τὸν τόνον; Πᾶν παθητικὸν εἰς ΜΑΙ λῆγον ἀπὸ τῶν εἰς ΜΙ κλινόμενον ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· κεῖμαι, ἀπόκειμαι. Κάθου: Ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι, ὁ μέλλων, ἕσω· ὁ δεύτερος ἀόριστος, ἕον· ὁ μέσος, ἑόμην, ἕου· καὶ κράσει, οὗ· τὸ προστακτικὸν μετὰ τῆς προθέσεως, κάθου. Ὁ δὲ Ἡρωδιανὸς, ἀπὸ τοῦ κάθησο, ἀποβολῇ τοῦ σ, καὶ τροπῇ. Καθηκόντως: Δεόντως, πρεπόντως. Καθωσιωμένος: Ἀνακείμενος, ἐγγεγραμμένος. Καθεῦδε: Ἔνθα καθεῦδʼ ἀναβάς. Ἀντὶ τοῦ ἐκοιμᾶτο. Τὰ ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν τοῖς ὁριστικοῖς ἀπαθῆ ὄντα φυλάττει τὸν τόνον ἐν τῇ συνθέσει· οἷον, εἶχον, κατεῖχον· εὗδε, καθεῦδε. Καὶ τὸ καθῆσθαι· Πᾶν ἀπὸ ὁμοτόνου καὶ ὁμοχρόνου θέλει. Καθῆστο: Ἀπὸ τοῦ ἕζω, εἷσμαι· καὶ ἧσμαι. Δωρικῶς· ἥσμην, ἧσο, ἧστο· καὶ ἐν συνθέσει, καθῆστο. Οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι, ἐὰν ἔχωσι δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον· οἷον, ἦγμαι, κατῆγμαι· ἦργμαι, κατῆργμαι. Εἰ δὲ ἀπὸ τοῦ ἕημι ἦν, ἦν ἂν ἧτο, καὶ ἀνεδίδου τὸν τόνον. Ἕω, ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, ἧκα· ὁ παθητικὸς, ἧσμαι· ὁ ὑπερσυντέλικος, ἥσμην· τὸ τρίτον, ἧστο καὶ καθῆστο. Ἢ ἀπὸ τοῦ ἕημι, ὁ μέλλων, ἥσω. Οὐκ ἀνεδόθη δὲ ὁ τόνος· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει· χωρὶς τοῦ οἶδα, σύνοιδα, Αἰολικῶς, καὶ τοῦ οἶσθα, κάτοισθα, Αἰολικῶς, καὶ τοῦ εἶξα, ὑπόειξα, καὶ τοῦ εἶκον, ὑπόεικον. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· εἶχον, κατεῖχον· ᾦγε, ἀνῷγε· ὦσμαι, ἀπῶσμαι· ᾦγμαι, ἀνῷγμαι. Πρόσκειται, «παρῳχημένος ὁριστικὸς,» διὰ τὸ εἰπὲ, ἔξειπε· εὑρὲ, ἔφευρε· καὶ κάθευδε. Ταῦτα γὰρ οὐκ εἰσὶν ὁριστικὰ, ἀλλὰ προστακτικά. Πρόσκειται, «ἀπὸ φωνήεντος ἀρχόμενα,» διὰ τὸ κεῖτο, κατέκειτο· χεῦε, κατέχευε. Πρόσκειται, «ἀπὸ φύσει μακρᾶς,» διὰ τὸ ἵζε, ἔφιζε. Τοῦτο δὲ τὸ ἵζε κοινῶς μὲν μακρὸν ἔχει τὸ ἰῶτα φύσει, ἐξ οὗ τὸ ἐφῖζε προπερισπώμενον· Ἀττικοὶ δὲ ἢ ποιηταὶ συστέλλουσιν αὐτὸ, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχουσιν· ἐξ οὗ τὸ ἔφιζε προπαροξύτονον. Κάθῃ: Ἰστέον ὅτι τὸ κάθῃ, καὶ δύνῃ, καὶ μέμνῃ, καὶ τὰ ὅμοια, παράλογά εἰσι. Τὸ μὲν γὰρ κάθῃ καὶ δύνῃ ἐνεστῶτες εἰσὶ παθητικοὶ τῶν εἰς ΜΙ· ὁ δὲ ἀπὸ τοῦ εἰς ΜΙ παθητικὸς ἐνεστὼς τροπῇ τοῦ κατὰ τὸ τρίτον πρόσωπον τ εἰς σ ποιεῖ τὸ δεύτερον, ὡς ἵσταται, ἵστασαι. Οὕτως οὖν καὶ ἀπὸ τοῦ κάθημαι κάθηται κάθησαι, καὶ δύναμαι δύναται δύνασαι. Τὸ δὲ μέμνῃ παθητικός ἐστι παρακείμενος· πᾶς δὲ παθητικὸς παρακείμενος τοῦ τρίτου τὸ τ τρέπων εἰς σ ποιεῖ τὸ δεύτερον· οἷον, νενόηται νενόησαι. Οὕτως οὖν καὶ μέμνηται, μέμνησαι. Παραλόγως ἄρα καὶ τὰ τρία. Ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· ἔστι μέμνημαι· τὸ δεύτερον, μέμνησαι· καὶ ἀποβολῇ τοῦ σ Ἰωνικῶς γίνεται μέμνηαι· καὶ κατὰ συστολὴν, μέμνεαι· καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων, μέμνῃ· καὶ μένει τὸ ι ἀνεκφώνητον. Ὁμοίως καὶ τὸ κάθημαι καὶ δύναμαι, κάθησαι καὶ δύνασαι, ἀποβολῇ, κάθηαι καὶ δύνααι, καὶ συστολῇ, κάθεαι καὶ δύνεαι, καὶ κράσει τοῦ ε καὶ α εἰς η, κάθῃ καὶ δύνῃ. Οὕτως ὁ Χοιροβοσκός. Κακία: Παρὰ τὸ κάτω κεχωρηκέναι. Κακός: Ἐπὶ τοῦ δειλοῦ, παρὰ τὸ χάζω χάζομαι χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων· ἐπὶ δὲ τοῦ ἄλλου, καταχρηστικῶς· ἐκεῖνον γὰρ πάντες ὑποχωροῦμεν. Σημαίνει τὸν δειλὸν, ὡς τὸ, Τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ. Καὶ τὸν εὐτελῆ, ὡς τὸ, Ὃς δʼ ἤτοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης. Σημαίνει καὶ τὸν πονηρὸν, ὡς τὸ, Λαμπρότερος μὲν ὅγʼ ἐστὶ, κακὸν δέ τε σῆμα τέτυκται. Κακόσχολος: Ὁ χρόνον διατιθέμενος ἐπὶ τὸ χεῖρον, ἢ σκώπτων, ἢ σαινόμενος. Κακόχαρτος ἔρις: Ἡσίοδος. Ἀμφίβολος· ἤτοι γὰρ ἡ ἐπὶ κακῷ χαίρουσα, ἢ ἐφʼ ᾗ οἱ κακοὶ χαίρουσι. Κακοδαίμων: Ὁ θεῷ ἐπαχθὴς, καὶ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Κάκη: Τὴν κάκην ἐπὶ τῆς κακίας τάττουσι· παρὰ τοῦ μετὰ κακίας τὸ ζῆν περιποιουμένου διὰ τὸ ῥίπτειν τὰ ὅπλα. Κάκιθος: Σημαίνει τὸν κολαζόμενον, ἢ κακιζόμενον. Παρὰ τὸ κακίζω κακίσω κάκιστος καὶ κάκιθος, ὁ κάκιστος. Κακκάβη: Σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον. Παρὰ τὸ κάπτω, ὃ σημαίνει τὸ κοιλαίνω, ὄνομα κάβη· καὶ πλεονασμῷ τοῦ κ, καὶ διπλασιασμῷ, κακκάβη. Ἀναλογώτερον δὲ θέλει λέγεσθαι ἡ κάκκαβος· τὸ γὰρ ἀρσενικὸν ὁ κάκκαβος παντελῶς ἀδόκιμον. Κακκείοντες: Οἱ μὲν κακκείοντες ἔβαν. Κατακοιμηθησόμενοι ἐπορεύθησαν. Ἐκ τοῦ κῶ, τὸ κοιμῶμαι, κέω· καὶ πλεονασμῷ τοῦ ι, κείω· ἡ μετοχὴ, κείων κείοντος, κείοντες· καὶ κακκείοντες κατὰ ἀναδιπλασιασμόν. Ἔστι δὲ ἐνεστὼς καὶ παρατατικός· σημαίνει δὲ ἔμφασιν μέλλοντος. Τὸ δὲ κῶ σημαίνει δύο· τὸ κοιμῶμαι, ἐξ οὗ καὶ κοίτη· τὸ καίω, ἐξ οὗ καὶ τὸ, Κειάμενοι πυρὰ πολλά. Ἐκ τοῦ κείω, τὸ κοιμῶμαι, κείοντος· ἡ εὐθεῖα τῶν πληθυντικῶν, κείοντες· μετὰ τῆς κατὰ, κατακείοντες· καὶ συγκοπῇ, κακκείοντες. Τὰ δὲ τοιαῦτα τῶν ῥημάτων ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχοντος δηλοῦνται. Τὸ γὰρ βρωσείω, τὸ βρωτικῶς· καὶ τὸ κακκείοντες, τὸ κοιμητικῶς· καὶ τὸ ὀψείοντες, τὸ ὀπτικῶς ἔχειν. Τώ ῥʼ οἵγʼ ὀψείοντες, Ἰλιάδος ξʹ, ἀντὶ τοῦ ὀπτικῶς ἔχοντες, ἰδεῖν θέλοντες· καὶ τὸ πολεμησείοντες, τὸ πολεμικῶς ἔχοντες. Κάλαθος: Κυρίως εἰς ὃν τὰ κάλλη ἀποτίθεται· κάλλη δέ εἰσι τὰ βεβαμμένα ἔρια· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ δεκτικοῦ τῶν τυρῶν καὶ σταφυλῶν. Ἢ παρὰ τὸ γάλα, γάλαθος, εἰς ὃν τὸ γάλα ἐπιτίθενται τυρεύοντες. Κάλαμος: Παρὰ τὸ καλῶς ἀμᾶσθαι. Καλαμίδας: Τὰς νῦν λεγομένας ὠλένας, ἐπεὶ ἀπὸ καλάμων γίνεται. Ἢ τοὺς θηλυκοὺς καλάμους τοὺς πρὸς σύνδεσμον. Καλαμογλυφεῖν: Οὔτε ἐν τῷ γλύφω ἐνεστῶτι, οὔτε ἐν τῷ γλύφειν ἀπαρεμφάτῳ ἡ σύνθεσις ἐγένετο, ἀλλʼ ἐν τῷ ὀνόματι· οἷον, καλαμόγλυφος, καλαμογλυφῶ. καλαύροψ καλαύροπος, ἡ βουκολικὴ ῥάβδος. Ἔστι δὲ ξύλον κατὰ τὸ ἕτερον μέρος ῥοπὴν ἔχον, ὅ ἐστι καμπήν· παρὰ τὸ ῥέπειν τὸ κάλον εἰς ἓν μέρος, ἐν ᾧ ἐστι παχύ· καὶ ἡ καλουμένη κορδύλα, καὶ κορύνη, καὶ ῥόπαλον. Καλήζω: Κατὰ διάλεκτον. Οἱ Αἰολεῖς τὰ τῆς πρώτης συζυγίας διὰ τοῦ η προφέρουσιν, ἀδικήω· Ὦ Ψάφʼ ἀδικήη. ποθέω, ποθήω· οἷον, Καὶ ποθήω καὶ μάομαι. Οὕτως οὖν καὶ καλῶ· παρὰ μὲν Ἴωσι, καλέω· παρὰ δὲ Αἰολεῦσι, καλήω· παρὰ δὲ Κυπρίοις, καλήζω, τουτέστι τὸ λέγω. Τοῦτο δὲ ἡγοῦνται κατὰ συγκοπὴν γεγονέναι κλήζω· οὐκ ἔστι δέ· εὑρίσκομεν γὰρ αὐτὸ σὺν τῷ ι· ἀλλʼ ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, ὡς χρέος, χρεΐζω, χρηΐζω, καὶ χρῄζω. Καλήμεναι: Καλεῖν· ἀπὸ τοῦ καλήω ἀπαρέμφατον. Καλιά: Κυρίως ἡ ἐκ κάλων κατασκευαζομένη οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἐκ λίθων οἰκιῶν. Ἡσίοδος, Οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιήν. Καλός: Ἐκ τοῦ κάλλος· ἢ παρὰ τὸ κάζω· ὁ μέλλων, κάσω· ῥηματικὸν ὄνομα, καλός. Ἢ παρὰ τὸ καλῶ, ἐκ τοῦ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον, ὡς ἀγαθὸν, ἐφʼ ὃ ἄγαν θέομεν. Ἢ παρὰ τὸ κηλεῖν· πάντες γὰρ κηλούμεθα τῷ καλῷ καὶ θελγόμεθα. Ἢ παρὰ τὸ λῶ, τὸ θέλω. Καλοκαγαθία: Ἀπὸ συντιθεμένου ὀνόματος γίνεται· οἷον θεοῖς ἐχθρὸς, θεοεχθρία, οὕτω καλὸς καὶ ἀγαθὸς, καλοκαγαθία. Καλόπους: Κυρίως ὁ ξύλινος πούς· ΚΑΛΟΝ γὰρ τὸ ξύλον. Κάλοι: Χάλοι τινὲς ὄντες, οἷς χαλᾶται τὰ ἱστία. Καλινδοῦμαι: Τὸ κυλίομαι· οἱ γὰρ Αἰολεῖς τὸ α εἰς υʹ τρέπουσι, τὰς σάρκας σύρκας λέγοντες. Ἐπεὶ οὖν τρέπεται τὸ α εἰς υ, δηλονότι τρέπεται καὶ τὸ υ εἰς α· καὶ οὕτως ἐκ τοῦ κυλίω γίνεται καλίω· καὶ πλεονασμῷ τῶν συμφώνων, καλίνδω. Κάλωας: Ἡ διδασκαλία. Καλῴδιον: Τὸ σχοινίον. Σὺν τῷ ι γράφεται· καὶ ὤφειλεν εἶναι καλίδιον· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, οἷον κάλος κάλου· τότε γὰρ διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παραγωγή· οἷον, γνώμη γνωμίδιον. Ἀλλὰ συνεξηκολούθησε τῷ λαγῴδιον, στῴδιον· σημαίνει τὴν στοάν. Καλύβη: Ἐκ τοῦ καλύπτω κατὰ μετάθεσιν τοῦ π εἰς φ, οἱονεὶ καλύφη τὶς οὖσα. Καλυψώ: Ἡ μὴ ἁπλῆ, καλύπτουσα δὲ τὸ διανοούμενον· Ὅμηρος, δολόεσσα Καλυψώ. Κάλυμνος: Ὁ ἐν Αἰγύπτῳ σῖτος· ἀντὶ τοῦ καλίμνιος· ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήνεγκε τὸ σπέρμα. Νήσους τε Καλυδνάς. Ἃς ὁ Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας, ὡς καλύβας. Κάλχας: Παρὰ τὸ καλχαίνειν, ὅ ἐστι κατὰ βάθος μεριμνᾶν· καὶ κάλχη, ἡ πορφύρα· ὅθεν παρʼ αὐτὴν πορφύρειν, τὸ μεριμνᾶν. Ἢ παρὰ τὸ κάλχη, ὃ σημαίνει τὴν βοτάνην, διʼ ἧς ἡ πορφύρα βάπτεται. Κάλχας δὲ ἐστὶν, ὁ τὰ βάθη τῶν μαντειῶν ἐρευνῶν· ἢ ὁ τοῖς βασιλεῦσι τὰ ἐκ θεοῦ μαντεύματα φανερῶν. Καλχηδών: Περὶ τὸν ποταμὸν πόλιν κτίζουσι· καὶ ὁμωνύμως αὐτῷ τὴν πόλιν ὠνόμασαν. Κάλυξ: Ἄνθος ῥόδου μεμυκός· παρὰ τὸ καλύψω. Ἢ ἡ τοῦ ῥόδου κεφαλὴ, καὶ ἡ νύμφη, καὶ τὸ ἐνώτιον. Καλά: Τὸ καλὰ παρὰ τῷ Ἀλκμᾶνι κάλα ἐστίν· οἷον, Κάλα μελισδόμεναι. Καλλάτις: Πόλις ἐστὶ κτισθεῖσα ὑπὸ Ἡρακλεωτῶν· ὠνόμασται δὲ ἀπὸ τῆς παρακειμένης λίμνης. Ὦρος. Κάλλη: Τὰ ἄνθη· ἢ τὰ πορφυρᾶ ἱμάτια, ἢ τὰ βαπτὰ ἔρια Κάλλαια: Καλοῦνται τὰ κάτωθεν τῶν ἀλεκτρυόνων ὥσπερ γένεια, διὰ τὸ εἶναι ἀνθηρὰ καὶ πορφυρώδη· τὰ πορφυρᾶ γὰρ κάλλη ἐκαλοῦντο. Εὔπολις, Βάπτειν τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ. καὶ Αἰσχύλος, Ἐν ποικίλοις γὰρ θνητὸν ὄντα κάλλεσιν. Ἔνθεν καὶ τὸ καλλάϊνον. Ἔστι δὲ χρῶμα ἀνθηρὸν, ἢ τὸ βένετον χρῶμα οὕτω λεγόμενον. Ἐξ οὗ καὶ κέραμος καλλάϊνος. Κάλλυντρον: Κόσμιον· παρὰ τὸ κορῶ, ὅ ἐστι σαίρειν καὶ καλλύνειν. Καλλωπίζω: Ἐκ τοῦ κάλλος, καὶ τοῦ ὢψ ὠπὸς τὸ πρόσωπον. Κάλλος: Παρὰ τὸ κάζω, τὸ κοσμῶ· ἢ παρὰ τὸ ἅλλω, τὸ πηδῶ. Καλλιπάρηον: Τὰ δὲ παρὰ τὸ κάλλος ἐν συνθέσει γινόμενα διὰ τοῦ ι γράφεται. Καλλιπάρηον, καλὰς παρειὰς ἔχουσαν· ἀπὸ μέρους, καλήν. ΠΑρειὰ δὲ, παρὰ τὸ ἐπαίρω, τὸ συνεσταλμένον μέρος τοῦ σώματος. Τὸ ΡΗ, η. Διατί; Δωρικῶς. Οἱ γὰρ Δωριεῖς τὴν ΕΙ δίφθογγον εἰς η τρέπουσιν· ἢ οἱ Αἰολεῖς. Καλλισφύρου: Εὐπρεποῦς, καλῆς· ἀπὸ μέρους, τῶν σφυρῶν. Κάλλος: Ἐπὶ τοῦ ἡμῖν νοουμένου· τίθεται καὶ ἐπὶ τοῦ μύρου τῆς Ἀφροδίτης, Ὀδυσσείας θʹ. Καὶ, Ἀχαιΐδα καλλιγύναικα, ἀπὸ τῆς καλλιγύναιξ εὐθείας, τὴν καλὰς γυναῖκας ἔχουσαν. Καλλυντήρια καὶ Πλυντήρια: Ἑορταὶ βʹ Ἀθήνῃσι. Καλλιέρημα: Ἐκ τοῦ κάλλος καὶ τοῦ ἔρημον, ὃ σημαίνει τὸ πρόβατον, ὅπερ ὁ ποιητὴς προπερισπωμένως προφέρει, τὰ δʼ ἐρῆμα φοβεῖται. Σημαίνει δὲ τὸ ἱερεῖον, καὶ τὴν θυσίαν. Ἣ ἐκ τοῦ καλλιερῶ καλλιερώσω καλλιέρωμα· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρόν. Καλλιέρημα δέ ἐστιν ἕκαστον τῷ θεῷ φίλον θῦμα· καὶ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν, ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι «πνεῦμα καὶ «καρδίαν συντετριμμένην·» Ἕλληνες δὲ τότε καλλιερεῖν νομίζουσιν, ὅταν δαίμονί τινι θύσαντες ἐπιτύχωσι τινὸς σημείου ἐν τῷ ἥπατι τοῦ ἱερείου· καὶ τοῦτο καλοῦσι καλλιέρημα, ὅταν τῷ δαίμονι φίλον τὸ θῦμα διὰ τῶν φαινομένων ἀπατηλῶν ὀφθείη σημείων. Κάλλιμος: Παρὰ τὸ κάλλος. Ἡ δὲ διὰ τοῦ ΙΜΟΣ παραγωγὴ διὰ τῶν τριῶν γενῶν γίνεται· οἷον, σπόρος, σπόριμος· ἀγωγὴ, ἀγώγιμος· κῦδος, κύδιμος. Γίνεται καὶ ἀπὸ ῥήματος, προσδοκῶ, προσδόκιμος· θηράω θηρῶ θηράσω, θηράσιμος. Καλλίων καὶ Κάλλιστος: Οὐκ ἀπὸ τοῦ καλὸς, ἀλλʼ ἀπὸ τοῦ κάλλος. Καὶ τοῦτο δηλοῖ καὶ ἡ γραφὴ καὶ ἡ σημασία. Ἡ γραφὴ, ὅτι καλὸς διʼ ἑνὸς λ, τὸ δὲ κάλλιστος διὰ δύο· ἡ δὲ σημασία, ὅτι ὁ ποιητὴς τὸν καλὸν ἐπὶ τοῦ ἀνδρείου εἴωθε τάττειν, ὡς ἐκ τοῦ ἐναντίου τὸν κακὸν ἐπὶ τοῦ ἀσθενοῦς· τὸν δὲ Νιρέα εἰδὼς ἀσθενῆ, ὅμως φησὶ περὶ αὐτοῦ, Νιρεὺς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν. Κάμαξ: Ἀρσενικῶς μὲν σημαίνει ὄρυγμα, ἢ τοὺς ἐν τάφρῳ πεπηγμένους πασσάλους πρὸς τὴν τῶν πολεμίων ἐρωήν· θηλυκῶς δὲ, τὰς ῥάβδους ἢ δόνακας παραπεπηγότας ταῖς ἀμπέλοις. Ἡσίοδος, Σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι. Καὶ Ὅμηρος Ἰλιάδος ςʹ, Εἱστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσι. Τουτέστι, πᾶσα δὲ ἐκεχαράκωτο ἡ ἄμπελος κάμαξι, τουτέστι στύλοις, οἵτινες εἰσὶ ξύλα ὀρθὰ παραπεπηγότα ταῖς ἀμπέλοις· παρὰ τὸ κάμνειν ἐν τῷ βαστάζειν τὴν ἄμπελον, οἱονεὶ κάμναξ τὶς οὖσα, καὶ κάμαξ κατὰ ἀποβολὴν τοῦ ν. Καυσία: Εἴρηται μὲν καμελαύκιον, παρὰ τὸ ἐλαύνειν τὸ καῦμα· καὶ γὰρ ἡ καυσία ἔοικε διὰ τὸ πρὸς τὸ καῦμα εἶναι ἐπιτήδειον· ἔστι γάρ τι κάλυμμα κεφαλῆς τοιοῦτον. Ἀντίπατρος Θεσσαλονικεὺς ἐν ἐπιγράμματι, Καυσίη ἣ τὸ πάροιθε Μακεδόσιν εὔκολον ὅπλον καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ. Ὦρος. Κάμηλος: Τὸ ζῷον· ὅτι χαμαὶ καθημένη αἴρει τὸ φορτίον, χάμηλος, καὶ κάμηλος. Ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ κάμπτειν τοὺς μηροὺς ἐν τῷ καθέζεσθαι, κάμηρός τις οὖσα καὶ κάμηλος. Κάμινος: Παρὰ τὸ ὑπομένειν καιομένην. Τὸ ι, μακρόν· τὰ διὰ τοῦ ΙΝΟΣ πρὸ μιᾶς τὸν τόνον ἔχοντα ἐκτείνουσι τὸ ι, πλὴν τοῦ ἐχίνος, καρκίνος· πρὸ δύο δὲ τὸν τόνον ἔχοντα, συστέλλει, πλὴν τοῦ κάμινος. Κάμιρος: Ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ, Λίνδον Ἰήλυσόν τε καὶ ἀργινόεντα Κάμιρον. Τὰ διὰ τοῦ ΙΡΟΣ ἐπὶ πόλεως λεγόμενα καὶ μὴ οὐδέτερα διὰ τοῦ ι γράφεται, Πίστιρος, Στάλιρος, Κύστιρος, Δύσιρος, Σίτιρος. Τὸ ἤπειρος οὐκ ἀντίκειται ἡμῖν· οὐκ ἐπὶ πόλεως γὰρ, ἀλλʼ ἐπὶ χωρίου· οὔτε τὸ Στάγειρος· ἔχει γὰρ οὐδέτερον τὰ Στάγειρα. Τὰ δὲ ἄλλα πάντα διὰ τῆς ΕΙ διφθόγγου γράφεται· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ δισυλλάβου, μάγειρος, κάμειρος. «Χῶρις εἰ μὴ ὦσιν ἀπὸ δισυλλάβου» πρόσκειται, διὰ τὸ ἄϊρος. Κάμνειν: Ἐπὶ τοῦ ποιεῖν καὶ ἐργάζεσθαι, καὶ ἐπὶ τοῦ νοσεῖν, καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαμβάνον δὲ τὴν ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπειπεῖν καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶναι, οἷον, «Ἀπέκαμνον νουθετῶν· ἀποκάμνω παραινῶν.» κάμνω σημαίνει τέσσαρα· τὸ κοπιῶ, Αὐτὰρ ἐπεὶ κάμε χεῖρας ἀναίρων. Τὸ κατασκευάζω, ὡς τὸ, κάμε τεύχων. Καὶ τὸ ἀσθενῶ, ὡς τὸ, Καμνόντων αἰχμαλώτων. Σημαίνει καὶ τοὺς τεθνεῶτας, ὡς, βροτῶν εἴδωλα καμόντων. Καὶ «καμόντας ἀνθρώπους,» ἀντὶ τοῦ τελευτήσαντας, ἀποθανόντας. Κάμω, ὁ μέλλων, καμῶ· ὁ μέσος παρακείμενος, κέκαμα· ὁ δεύτερος ἀόριστος, ἔκαμον· ἡ μετοχὴ, καμὼν καμόντος. Κάμπτω: Ἐκ τοῦ γόνυ γονάπτω, κατὰ παραγωγήν· καὶ συγκοπῇ, γνάπτω· καὶ τροπῇ τοῦ γ εἰς κ, καὶ ἐν ὑπερθέσει, κάμπτω. Καμπή: Ἡ καμπτομένη καὶ κεκαμμένη· καὶ καμπὰς φαμὲν τόπων, ὡς κλάσιν πεπονθότων χωρίων. Λέγεται δὲ καὶ ζῳδάριόν τι κάμπη, ἡ κάμπτουσα· τὰ μὲν τελευταῖα μέρη ἀποτείνει, τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, εἶθʼ οὕτως ἐπισύρει τὰ ὄπισθεν. Καμπύλος: Ἐκ τοῦ κάμπτω. Καμπανοί: Ὅτι Κάμπον ἔκτισαν πρὸς τὴν Κύμην, τόπον οὕτω λεγόμενον· ὅθεν καὶ κάμπη ἐκλήθη. Οὕτως Ὦρος. Κάμμορος: Οἱονεὶ κακόμορος· καὶ συγκοπῇ, κάμμορος. Καμμύω: Ἐκ τοῦ καταμύω, κατὰ τροπήν. Καμμονίην: Κακῶς τῇ λέξει κέχρηται· καμμονία γάρ ἐστι κυρίως, ἡ ἐκ μονομεροῦς νίκη, ἡ ἐκ κατὰ μόνας μάχης γινομένη νίκη, τουτέστιν ἡ μετὰ καταμονῆς νίκη, ἐπὶ πάλης καὶ πυγμῆς, καὶ τῶν ὁμοιοτρόπων ἀγωνισμάτων· ἐπὶ δὲ ἵππων οὐδʼ ἂν χρῄζοι τὸ λεξείδιον. Κανάχιζεν: Ἤχει· καναχὴ, ἡ βοή· ἀπὸ τοῦ κενὸν ἀχεῖν. Καὶ, καναχηδὰ κυλινδόμενοι φορέοντο. Ἀπὸ τοῦ καναχῶ καναχήσω. Κανάστρα: Ἀκρωτήριον τῆς Παλλήνης. Κανδύλη: Βρῶμά ἐστι διὰ γάλατος καὶ μέλιτος κατασκεναζόμενον, ὡς καὶ Ἀμοιτάκην ἔροικον βρῶμα. Κανθός: Ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ κνῆθός τις ὢν, ἀπὸ τοῦ κνήθεσθαι συνεχῶς δακνομένους ὑπὸ τοῦ παρεισρέοντος ὑγροῦ ἐλαίου ῥεύματος δακρύου. Κάνθαρος: Παρὰ τὸ ὄνθος, ἡ κόπρος, καὶ τὸ ὀρούω, τὸ ὁρμῶ. Κάνναθρον: Δίδυμος τὴν πείρινθον πλεκομένην λέγει ῥίπινθον, καὶ κατὰ ἀντίθεσιν πείρινθον· τοῦτο δʼ ὑπὸ Ξενοφῶντος καλεῖσθαι κάνναθρον· ἐπεὶ καὶ κάνη ἡ ψίαθος. Οὕτως Ἐπαφρόδιτος. Ὦρος. Κανοῦν: Εἰς ὃ φέρονται ἱερουργικαὶ μάχαιραι· σημαίνει κυρίως τὴν μάχαιραν, οἱονεὶ τὸ καίνειν ἔχον κείμενον, ὅ ἐστι κόπτειν· ἀπὸ τῶν γινομένων ἐν ταῖς θυσίαις σφαγῶν. Σημαίνει δὲ καὶ κανίσκιον. Παρὰ τὸ χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ κανᾶ καὶ ὀστᾶ καὶ χρυσᾶ καὶ χαλκᾶ οὐκ ἐγένοντο ἀπὸ τοῦ ὀστέα καὶ χρυσέα καὶ χαλκέα· ὤφειλε γὰρ ἂν εἰς η εἶναι ἡ κρᾶσις· ἀλλὰ λέγεται, ὅτι αἱ ἑνικαὶ αὐτῶν διχῶς λέγονται καὶ ἐντελῶς καὶ κατὰ κρᾶσιν· οἷον χάλκεον, χαλκοῦν· ὀστέον, ὀστοῦν· αἱ δὲ ἐντελεῖς εὐθεῖαι τῶν πληθυντικῶν ἀπὸ τῆς ἐντελοῦς εὐθείας τῶν ἑνικῶν γίνονται, αἱ δὲ συνῃρημέναι ἀπὸ τῶν συνῃρημένων, ἀπὸ τοῦ κανοῦν, ὀστοῦν, κανᾶ καὶ ὀστᾶ. κάνωπος δεῖ λέγειν, οὐ κάνωβος· ἐπειδὴ οὐδὲν εἰς ΟΣ λῆγον ὑπὲρ δύο συλλαβὰς παραληγόμενον τῷ ω ἔχει τὸ βῆτα ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς, ἀλλʼ ἢ ἕτερον, ἢ τὸ π, Κρότωπος, ἄνθρωπος· οὕτω καὶ Κάνωπος. Κανών: Παρὰ τὸ καίνω, τὸ κόπτω, ὁ τὰ τῶν λέξεων κόπτων ζητήματα. Ἔστι δὲ εἴδους περιεκτικοῦ. Εἴρηται δὲ κανὼν ἀπὸ τοῦ τεκτονικοῦ κανόνος· ὥσπερ γὰρ ὁ τέκτων κέχρηται κανόνι διὰ τὸ ἐπανορθῶσαι τὸ ἀποτελούμενον, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς κεχρήμεθα τῷ κανόνι διὰ τὸ ἐπανορθῶσαι τὰς λέξεις. Ἔστι δὲ κανὼν, λόγος ἔντεχνος δηλωτικὸς, ἀπευθύνων ὁμοιότητα πρὸς τὸ καθόλου. Κανόνας ἐπὶ τῆς ἀσπίδος, τὰς ῥάβδους, αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ ἐπενοήθη ὑπὸ Καρῶν, ὡς Ἀνακρέων φησί. Κάπη: Ἡ φάτνη· παρὰ τὸ κάπτειν ὅ ἐστιν ἐσθίειν ἱσταμένους τοὺς ἵππους ἐν αὐταῖς. Ἰλιάδος θʹ, δῆσε δʼ ἐπʼ ἀμβροσίῃσι κάπῃσι. Γίνεται κάπτη καὶ κάπη. Ἢ παρὰ τὸ κάπος, κάπη· κάπος δέ ἐστι τὸ πνεῦμα· καὶ Ὅμηρος, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν, ἀντὶ τοῦ ἐξέπνευσε· τουτέστιν ἡ ὑπὸ τῶν ἀσθμάτων καταπνεομένη τῶν ἵππων. Ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κεκοιλάνθαι. Καπνίζω: Ἐκ τοῦ καπνός· τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοή· κυρίως γὰρ καπνὸς λέγεται ἡ ἐκ τῆς καύσεως πνοή· ὅθεν καὶ καπνίζω. Ἢ παρὰ τὸ κάπω, τὸ πνέω, οὗ παράγωγον καπύω καπύσω. Καπνὸς οὖν ὁ ἀποπνέων τὸ πῦρ, ὡς ἐρέφω, ἐρεμνός· στίλβω, στιλπνός. Ἔνθεν πολλάκις φησὶ «πυρὸς ἀϋτμὴν» τὸν καπνόν. Ἢ παρὰ τὸ κάπος, τὸ πνεῦμα, καπὸς καὶ καπνός. Κάπνισάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο, Ἰλιάδος βʹ, ἀντὶ τοῦ πῦρ ἀνῆψαν, καὶ ὠψοποίησαν. Κάπετος: Ἡ τάφρος. Ἐκ τοῦ σκάπτω σκάπετος καὶ κάπετος, παρὰ τὸ ἐσκάφθαι. Καπύη: Πόλις Ἰταλίας, ἣν Ῥῶμος καὶ Ῥωμύλος υἱοὶ Αἰνείου ἔκτισαν, ὥς φησι Κεφάλων ὁ Γεργίθιος. Οὕτως Ὦρος· ἄλλοι δὲ ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Κάπηλος: Ὁ μετάβολος καὶ οἰνοπώλης· παρὰ τὸ χέειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον. Τινὲς οἴονται ἓν ἀνθʼ ἑνὸς εἶναι· οἷον ἐκ τοῦ παρὰ Σοφοκλεῖ, Πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται. Ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος εἰς τὸν πηλόν· ὁ μέν τοι οἶνος οὐκ ἔστι πηλός. Πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἔγκειται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπώλης, καὶ ἕτερον καπηλός. Καθόλου γὰρ τοὺς πωλοῦντάς τι καπήλους ἔλεγον· ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καλεῖ κάπηλα· κάπηλα προσφέρων τεχνήματα. Κάππαρις: Ὅτι ἡ καλὴ καὶ πολλὴ ἐν κάμποις φύεται, οὐχ οὕτως δὲ ἐν κρημνοῖς. Εἴη ἂν οὖν κάμπαρις, παρὰ τοὺς κάμπους καὶ μεταβολῇ τοῦ μ εἰς π, κάππαρις. Ὦρος. Καππάδοξ: Σεσημείωται ἐκ τῶν εἰς ΩΞ ἀρσενικῶν μόνον διὰ τοῦ ο μικροῦ γραφόμενον· καὶ κλίνεται Καππάδοκος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται Καππαδόκου· τὸ δὲ Καππαδόκης, κατὰ μεταπλασμόν· ἐξ οὗ καὶ ὁ Θεολόγος «Οἱ σεμνοὶ Καππαδόκαι» λέγει. Κάρα: Ἡ κεφαλή· ἀπὸ τοῦ κέρας ὃ σημαίνει τὴν τρίχα γίνεται κέρα καὶ κάρα, διὰ τὸ τετριχῶσθαι. Κλίνεται τῆς κάρας. Οἱ δὲ ἐτυμολογοῦσι παρὰ τὸ ἄκρα· καὶ καθʼ ὑπερβιβασμὸν κάρα, ἡ ἀποτερμάτωσις τοῦ ἀνθρώπου. Καὶ κατωκάρα σύνθετον. Κάραβος: Τὸ θαλάσσιον ζῷον, παρὰ τὸ τῇ κάρᾳ βαίνειν, τῆς κεφαλῆς προεχούσης. Ἐξ αὐτοῦ καὶ τὸ ἐπὶ τοῦ πλοίου λεγόμενον. Σημαίνει καὶ τὴν ναῦν, ὡσαύτως· κάρα γὰρ ἡ τρόπις. Καραδοκῶ: Καραδοκεῖν, τὸ τοῦ πράγματος κεφάλαιον ἐπιτηρεῖν ὅπῃ χωρήσει· παρὰ τὸ κάρα, καὶ τὸ δοκῶ, τὸ ἐπιτηρῶ· ἢ τὸ τῇ κεφαλῇ προβλέπειν καὶ ἐλπίζειν ἐκδεχόμενον. Μήποτε τὸ κέαρ ἔγκειται· τὸ μὲν γὰρ καρηβαρεῖν, ἢ τὸ καταβαρεῖσθαι τὴν κεφαλὴν, ἢ παρὰ τὸ βάλλειν αὐτὴν ἀπὸ μέθης. Τιμαχίδας δέ φησιν, ὅτι σύνθετόν ἐστι παρὰ τὸ κάτω κάρα φέρειν τὸ καραδοκεῖν. Κάραμβις: Ἀκρωτήριον Παφλαγονίας· παρὰ τὸ κάρα καὶ τὸ βαίνειν· τὸ γὰρ ἄκρον αὐτῆς ἔξω εἰς τὸ πέλαγος βέβηκεν, ὡς ὁ Περιηγητὴς φησί. Καπετώλιον: Κεφαλὴ τῆς πόλεως· ἢ ὅτι ἐκεῖσε, μέλλοντες κτίσαι, εὗρον κεφαλὴν νεόσφακτον. Κάπουτ γὰρ παρὰ Ῥωμαίοις ἡ κεφαλή. Καρβᾶνες: Οἱ βάρβαροι οἱ ἔχοντες Καρὸς βοήν. Λυκόφρων, Κάρβανον ὄχλον. Κάρδοπος: Λίθος ἢ μάκτρα ἀλεύρου. Νίκανδρος, Καρδόπῳ ἐντρίψας. Καρδία: Διὰ τὸ ἀπαύστως σαλεύεσθαι. Εἰς τὸ καρκίνος. Καρδαμύττειν: Τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν καὶ εἰς ἐπίμυσιν ἄγειν οἱ Ἀττικοὶ φασίν. Εἴρηται ἀπὸ τοῦ καρδάμου. Κάρη: Ἡ εὐθεῖα τὸ κάρηνον· σημαίνει δὲ τὸ ἀκρωτήριον· σημαίνει δὲ καὶ τὴν κεφαλήν. Ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, τὰ κάρηνα· καὶ συγκοπῇ, κάρη. Ὅτι δὲ πέπονθε τὸ κάρη, καὶ οὐχ ὑγιὲς, δῆλον. Τὰ γὰρ εἰς η λήγοντα οὐδέτερα οὐδέποτε ἑνικῆς πτώσεως ἐστὶν, ἀλλʼ ἢ δυϊκὰ, ἢ πληθυντικὰ, ὡς τὰ βέλη. Τοῦτο δὲ τὸ κάρη, οὔτε εὐθεῖα ἐστὶν ἑνικὴ, οὔτε πληθυντική. Κατὰ συγκοπὴν ἄρα ἐστὶν αἰτιατικὴ πληθυντικῶν οὐδετέρων ἐκ τοῦ κάρηνα. Κάρη, ὄνομα οὐδέτερον· ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, τὰ κάρηνα· ἡ εὐθεῖα τῶν ἑνικῶν, τὸ κάρα. Τὸ ΡΑ, μακρὸν, ὥσπερ τὸ ἡμέρα. Ἢ ὅτι τὰ εἰς α λήγοντα οὐδέτερα συστέλλει τὸ α, πλὴν τοῦ κάρα. Ἰστέον ὅτι, ὡς λέγει ὁ τεχνικὸς, τὸ κάρα, λίπα, ἄλειφα, ἀποκοπή ἐστιν. Ἀεὶ δὲ ὁ ποιητὴς τῷ κάρη χρῆται. Ἐκ τοῦ κέρας γίνεται, ὃ σημαίνει τὴν τρίχα, τροπῇ Ἰωνικῇ τοῦ α εἰς η. Ἢ παρὰ τὸ κείρω ἔκαρον· ἢ ἐκ τοῦ κρὰς κρατός. Ἀπὸ τοῦ κάρα γίνεται οὐδέτερον τὸ κάρηνον, Ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα. ἀκροπόλεις, ἐξοχάς· ἐξ οὗ βασίλεια. Σημαίνει καὶ τὴν κεφαλὴν, ὡς τὸ, τῇ ῥα μάλιστα ἀνδρῶν πίπτε κάρηνα. Κάρητος: Τῶν εἰς ΑΡ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ΤΟΣ κλίνονται, ὄνειαρ ὀνείατος, ἄλειφαρ ἀλείφατος· οὕτως κάρηαρ καρήατος· οὐ χρὴ γὰρ ἀπὸ τῆς κάρηας εὐθείας πεπλάσθαι· οὐδὲν γὰρ εἰς ΑΣ λῆγον ὑπὲρ βʹ συλλαβάς ἐστιν οὐδέτερον. Τὸ γὰρ καλλικρέας καὶ βουκέρας, σύνθετα. Ὡς δέλεαρ οὖν, οὕτως κάρηαρ καρήατος, καὶ κατὰ συγκοπὴν, κάρητος. Ἡ δοτικὴ, κάρητι. Τῶν δὲ δισυλλάβων τὰ φύσει μακρᾷ παραληγόμενα. διὰ τοῦ ΤΟΣ, ἦμαρ, ἤματος· εἶδαρ, εἴδατος· οὖθαρ, οὔθατος, ὁ μαστός. Τὰ δὲ βραχείᾳ παραληγόμενα, ἢ θέσει μακρᾷ, διὰ τοῦ ΡΟΣ, θέναρ, θέναρος· ὕπαρ, ὕπαρος, τὸ ἀληθὲς ἐνύπνιον, τὴν λεγομένην ὀπτασίαν· ἄλκαρ ἄλκαρος· σημαίνει τὴν βοήθειαν. Σεσημείωται φρέατος, στέατος. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι φρεῖαρ καὶ στεῖαρ ἦν, καὶ ὡς ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν ἐκλίθη διὰ τοῦ ΤΟΣ, φρείατος, καὶ στείατος, ἀποβολῆ τοῦ ι, στέατος. Λέγει δὲ ὁ Ἡρωδιανὸς ἐν Μονοβίβλῳ, ὅτι τὰ εἰς ΑΡ οὐδέτερα παραληγόμενα τῷ ω, ἄκλιτά εἰσι· μῶμαρ, σημαίνει δὲ τὸν μωμόν· βῶμαρ, σημαίνει τὸν μέγαν· νῶκαρ, σημαίνει τὴν στέρησιν τῆς ψυχῆς. Οὕτως ὁ Χοιροβοσκός. Καρίς: Ὡς παρὰ Κρατίνῳ, Ἔχων πρόσωπον καρίδος μασθλητίνης. Ἀντὶ τοῦ δερματίνης. Παρὰ τὸ σκαίρω σκαρὶς καὶ καρίς· ἢ παρὰ τὸ κάρα καρίς· καὶ γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. Τινὲς δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ κάρα καὶ τοῦ ἲς ἰνὸς, ἡ ἔχουσα ἐν τῇ κεφαλῇ ἶνας· οἷς ἀντίκειται καὶ ὁ τόνος, ὅτι εἰ ἦν ἀπὸ τῆς ἰνὸς, βαρύνεσθαι ὤφειλε· πᾶν γὰρ μονοσύλλαβον ἐν τῇ συνθέσει βαρύνεται· καὶ ἡ κλίσις· ἐπειδὴ τὸ μὲν καρὶς διὰ τοῦ ΔΟΣ κλίνεται· εἰ δὲ ἦν ἀπὸ τοῦ ἲς, εἶχεν ἂν κλίνεσθαι διὰ τοῦ ΝΟΣ· τὰ γὰρ εἰς ΙΣ σύνθετα τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν· οἷον, ἀκτὶν, ἀκτῖνος· εὐάκτιν, εὐάκτινος· γλώχιν, γλώχινος· τριγλώχιν, τριγλώχινος. Καρκίνος: Ζῷον θαλάσσιον, ὁ λεγόμενος πάγουρος· παρὰ τὸ τῇ κάρᾳ κινεῖσθαι, καράκινός τις ὢν, ὁ κινῶν τὴν κάραν ἐπὶ συχνῷ, ἤγουν τὴν κεφαλήν. Κάρκαιρε: Εἰς τὸ καρδία. Καρδία: Παρὰ τὸ κράτος, ἡ ἡγεμονικωτάτη, ἢ ἡ κρανομένη, οἱονεὶ κραδία, ἡ εὐγενεστάτη· ἢ παρὰ τὸ κραδαίνω, τὸ σείω· ἀεικίνητος γὰρ ἡ καρδία· καὶ γίνεται κραδία. Ἀλλὰ τὸ γὰρ πάθος τῆς λέξεως μετάθεσίς ἐστι. Κάρος: Ἡ σκότωσις· παρὰ τὸ κάρα βλάπτειν. Τὸ δὲ ἐν Ἰλιάδος ιʹ, τίω δέ μιν ἐν καρὸς αἴσῃ, ἀντὶ τοῦ ἐν μοίρᾳ θανάτου, ὡς θάνατον περιφραστικῶς· ἵνʼ ᾖ ἀπὸ τοῦ κὴρ, κηρὸς, κατὰ συστολὴν τοῦ η, καρός. Ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου· πρῶτον γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ· καὶ ἔδοξαν εἶναι ἀτιμότατοι. Καρδαμύττειν: Ἀπὸ τοῦ καρδάμου· ὃ ἄν τις προσενέγκηται, συνεχῶς τὰ βλέφαρα μύει· ἢ παρὰ τὸ τὰς κόρας μύειν. Καρδιωσάμενοι: Τὴν τοῦ θύματος καρδίαν τῇ πιμελῇ καλύψαντες καὶ ἐπιθέντες τῷ πυρί. Καρπός: Παρὰ τὸ κάρφος, ὃ σημαίνει τὸν ξηρὸν, γίνεται καρφὸς, καὶ καρπὸς, παρὰ τὸ κεκάρφθαι, ὃ ἐστὶν ἐξηράνθαι. Ἢ παρὰ τὴν ἅρπην, τουτέστιν ὁ τῇ δρεπάνῃ συναγόμενος. Ἢ ἀπὸ τοῦ κείρω, τὸ κόπτω, ὁ παρακείμενος, κέκαρκα· ὁ παθητικὸς, κέκαρμαι· ἐξ αὐτοῦ καρπὸς, ὁ κοπτόμενος καὶ προσφερόμενος εἰς βρῶσιν. Πρὸς ἀντιδιαστολὴν δὲ ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα. Σημαίνει δὲ δύο· κυρίως γὰρ καρπὸς λέγεται, ὁ πρὸς ἄμητον ἡτοιμασμένος ἄσταχυς· οὗτος γὰρ ἡνίκα λευκανθῇ καὶ ξηρανθῇ, ἕτοιμός ἐστι πρὸς θερισμόν. Σημαίνει καὶ τὸ κοῖλον τῆς χειρὸς, ὡς τὸ, κύσε χεῖρʼ ἐπὶ καρπῷ. Ἔνθεν καὶ ὁ τῆς χειρὸς ξηρὸς τόπος καὶ ἄσαρκος καρπὸς λέγεται. Καρπαλίμως: Ἀντὶ τοῦ ταχέως. Παρὰ τὸ ἁρπάζω ἁρπάσω, ἅρπιμος· καὶ πλεονασμῷ τοῦ κ, καὶ συνήθει πλεονασμῷ τῆς ΑΛ, καρπάλιμος. Ἢ ἐκ τοῦ κραιπνὸς κραίπνιμος· ἐκβολῇ τοῦ ι, καὶ μεταθέσει τοῦ ρ, κάρπνιμος· πλεονασμῷ τοῦ α, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον. Ἢ παρὰ τὸ κάπω, τὸ πνέω, ἔνθεν καπύω· ἀφʼ οὗ τὸ ἐκάπυσεν, ἀντὶ τοῦ ἐξέπνευσεν. Ἐκ τούτου γίνεται κάπος, τὸ πνεῦμα· πλεονασμῷ τοῦ ρ, γίνεται καρπός· καὶ κάρπιμος, ὡς γόνος γόνιμος, καὶ πόμπος πόμπιμος· εἶτα πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, γίνεται καρπάλιμος. Κάρρων: Οἷον, Ναὶ κάρρων βώς. Τρίτος τύπος ἐστὶ συγκριτικοῦ. Ὡς ἀπὸ τοῦ παχὺς παχύτερος, παχίων πάχιστος, ὁ τρίτος τύπος, πάσσων, ὁ παχύτερος· οὕτως κρατὺς κρατύτερος, κρατίων κράτιστος, ὁ τρίτος τύπος, κράσσων· ὑπερθέσει, κάρσων, καὶ κάρρων, ὡς ἡ μυρσίνη, μυρρίνη. Κάρτα: Παρὰ τὸ κρατὺς κρατέα, ὡς ταχὺς ταχέα· καὶ κατὰ συγκοπὴν, καὶ μεταθέσει, κάρτα. Καρυκευμάτων: Ἀρτυμάτων· καὶ καρυκεύουσα, ἡδύνουσα, γλυκαίνουσα· καρύκη γὰρ βρῶμα Λύδιον ἐκ πολλῶν ἡδυσμάτων συνεστηκὸς καὶ αἵματος. Ἔστι δὲ εἶδος ὑποτρίμματος, ἐκ πλειόνων ἀρτυμάτων συντιθέμενον· καρυκεύειν δὲ, τὸ ταράττειν. Καρύκκη: Ἕψημά τι διʼ αἵματος καὶ ἀρτυμάτων παντοίων. Ὁ δὲ Δίδυμος Λύδιον βρῶμα φησὶν ἐκ πολυτελοῦς σκευασίας συγκείμενον· ἐγὼ δὲ οἶμαι καρύκην αὐτὸ λέγεσθαι, ἐπειδὴ μέλαν ἐστί· φησὶ γὰρ ἐν τῇ κωμικῇ λέξει οὕτω, «Καρύκιον, καρυοβαφές·» καὶ «κάρυος ῥόος,» ὁ μέλανος ῥόος. Οὐκοῦν ἐκ τούτου οἶμαι λέγεσθαι καρύκην. Καρχαρέος κύων: Καρχαρέοι κύνες, οἱ τραχεῖς, ἀπὸ τοῦ κάρφος, καὶ καρχαρόδους, ὁ κεχαραγμένους ἔχων τοὺς ὀδόντας, τουτέστι στρογγύλους καὶ ὀξεῖς καὶ ἐναλλάσσοντας ἑαυτῶν, ὡς λύκος, πάρδαλις, λέων. Ἀπὸ τοῦ χαράσσω μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους· καὶ κατὰ ἀναδιπλασιασμὸν, χαρχαρόδους, καὶ καρχαρόδους· σημαίνει δὲ τοὺς τραχεῖς· τὸ γὰρ τραχὺ καὶ σκληρὸν δύναται χαράσσειν· ἢ τοὺς ἀπωξυμμένους. Ἀμφόδοντα δὲ λέγεται ζῷα, ὅσα οὐκ ἐνηλλαγμένους ἔχουσι τοὺς ὀδόντας στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς, ὥς ἐστιν ἄνθρωπος, ἵππος, ὄνος, καὶ τὰ ὅμοια. ΧΑΥλιόδοντα δὲ, ὅσα ἔξωθεν ἔχουσι τοὺς ὀδόντας ὑπερφερεῖς, ὥς ἐστι σῦς, ἐλέφας, ἀσπάλαξ. Κασίγνητος: Παρὰ τὸ κάσις, ὃ σημαίνει τὸν ἀδελφὸν, καὶ τὸ γνὴς γνητὸς, ὃ σημαίνει τὸν γνήσιον· τοῦτο ἐκ τοῦ γεννῶ. Καὶ αὐτοκασίγνητος, σχήματος ἐστὶ συνθέτου· τὸ γὰρ κατʼ ἀρχὰς συντιθέμενον μένει ὡσαύτως σύνθετον· τὸ δὲ κατὰ τὸ τέλος συντιθέμενον λέγεται παρασύνθετον, ὡς τὸ Φίλιππος, φιλιππίζω. Κάστωρ: Σημαίνει δύο· ὄνομα κύριον, ὡς τὸ, Κάστορά θʼ ἱππόδαμον. Καὶ γίνεται παρὰ τὸ κάζω, τὸ κοσμῶ. Σημαίνει καὶ τὸ ζῷον, καὶ γίνεται παρὰ τὸ γαστὴρ, γάστωρ καὶ κάστωρ· ὑπογάστριον γὰρ τὸ ζῷον, καὶ σχεδὸν ὅλον κοιλία. Καστανέα: Πόλις Μαγνησίας· ὅθεν καὶ τὰ καστάνεια κάρυα, τὰ ἀπὸ Καστάνης τινός. Κασσίτερος: Παρὰ τὸ θᾶσσον τείρεσθαι. Κάσσα καὶ κασσαβάς: Ἡ πόρνη, ἡ κατωφερής· παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἢ παρὰ τὸ καίω καύσω, καῦσα καὶ κάσσα. Κασσωρίς: Ἡ κατωφερὴς, ἡ πόρνη· καὶ κασσωρεύουσα, τὸ πορνεύουσα. Κασσαβὰς λέγεται ἡ πόρνη, παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἐξ αὐτοῦ γίνεται κατὰ παρασχηματισμὸν κασσωρίς. Αἱ χρήσεις παρὰ Λυκόφρονι. Καυσία: Εἶδος πίλου ἐπὶ τῆς κεφαλῆς, ὡς καὶ τιάρα. Ζήτει εἰς τὸ καμελαύκιον. Κασία: Εἶδος μύρου· γίνεται δὲ παρὰ τὸ κάζω, τὸ κοσμῶ, ὁ μέλλων, κάσω, ἐξ αὐτοῦ κασία, ἡ κοσμοῦσα διὰ τῆς εὐοσμίας τὰς αἰσθήσεις. Κάϋστρος: Ποταμὸς Λυδίας· ἀπὸ Καΰστρου· Κάϋστρος δέ ἐστιν υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετὼ, καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ Βαβυλώνια τείχη κατεσκεύασε. Καυστειρῆς: Ἀπὸ τοῦ καίω καύσω, κέκαυκα, κέκαυμαι κέκαυσαι κέκαυσται, καυστηρός· καὶ κατὰ τροπὴν Βοιωτῶν τοῦ η εἰς τὴν ΕΙ δίφθογγον, καυστειρός. Καττύεσθαι: Ὑποδύεσθαι· ἐκ τῶν καττυμάτων. Καύηξ: Ὁ λάρος, διὰ τὸ ἀδηφάγον· καύη γὰρ ἡ τροφή· ἢ ἀπὸ τοῦ λέγειν καῦ καῦ. Εὐφορίων, Τῆς οὐδʼ αἴθυιαι οὐδὲ κρυεροὶ καύηκες. Καῦμα: Τὸ κεκαυμένον ἄημα. Καῦρος: Ὁ κοῦφος ταῖς φρεσὶ, πλεονασμῷ τοῦ κ, αὖρός τις ὤν· τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν καῦρον ἐπονομάζουσι. Βέλτιον γαῦρον λέγειν διὰ τοῦ γ, ἵνʼ ᾖ ὁ σφοδρῶς ἐπηρμένος καὶ ὑπερήφανος· παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι. Καυλός: Τὸ ἄκρον τοῦ δόρατος, ὃ εἰς τὸ ὀξὺ ἐντίθεται. Γίνεται κατὰ πλεονασμὸν τοῦ κ· αὐλῷ γὰρ ἔοικε. Πᾶν δʼ ἐπίμηκες αὐλὸς λέγεται. Καυχῶ καυχήσω, συζυγίας δευτέρας τῶν περισπωμένων· γίνεται παρὰ τὸ καῦχος· τοῦτο, παρὰ τὸ αὖχος· τοῦτο, παρὰ τὸ εὔχω, τὸ καυχῶμαι. Ἢ παρὰ τὸ αὐχεῖν ἐστι. Σημαίνει δὲ τὸ αὐχεῖν ἐπὶ χρηστοῖς πράγμασι· Λυκοῦργος δὲ ἐπὶ φαύλοις κέχρηται, ὡς τοὺς ἀκούοντας αἰσχύνεσθαι. Καυλωνία: Ἐκ τοῦ Αὐλωνία, κατὰ πλεονασμὸν τοῦ κ. Καχλάζω: Οἷον, Κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας, λευκὴ καχλάζοντος ἀνέπνεε κύματος ἄχνη. ἄχνη. Ὁ λεπτὸς ἀφρὸς τοῦ κύματος. Καχλάζοντος, οἱονεὶ ταρασσομένου πρὸς ταῖς σπιλάσι ταῖς τραχείαις καὶ ταῖς κοίλαις ἐκβράσεσιν. Πεποίηται δὲ τὸ καχλάζω· ὁ γὰρ ἦχος τοῦ κύματος ἐν τοῖς κοιλώμασι τῶν πετρῶν γινόμενος δοκεῖ μιμεῖσθαι τὸ κάχλα κάχλα. Ἢ ἐκ τοῦ χλῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν καχλάζω· σημαίνει καὶ τὸ σφοδρῶς καταγελᾶν. Εἰς τὸ ὄχλος. Κάψα: Κάπτω ῥῆμα δηλοῦν τὸ χωρῶ· παρὰ τὸ κάψω, κάψα ὡς δόξω δόξα ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων αὐτῇ. Δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω, κάμψα εἶναι καὶ κάψα· Ἐπειδὴ ἐκ κεκαμμένων ξύλων αὐτὴν συνεστήσαντο. Δίων. Κατανίπτης: Ἢ ἐπώνυμον τινὸς, ἢ ἱερωσύνη Ἀθήνῃσι, ὁ τὰ κάτω τοῦ πέπλου τῆς Ἀθηνᾶς ῥυπαινόμενα ἀποπλύνων. Καταῖτυξ: Εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον κατωφεροῦς· παρὰ τὸ κάτω τετύχθαι ὡς πρὸς τὴν αὐλώπιδα τὴν ἀνάτασιν ἔχουσαν. Κατάρρους: Τὸ ἀπὸ τῆς κεφαλῆς καταφερόμενον ῥεῦμα διὰ τῶν μυκτήρων, ὃ καλοῦσιν οἱ ἰατροὶ κατασταγμόν· ἢ τὴν διάρροιαν, ἢ τὸ δυσεντέριον. Κατάκρας: Ἀντὶ τοῦ κατὰ κρατός. Ἀπὸ τοῦ ἀκὴ ἡ ὀξύτης, ἄκα καὶ ἄκρα, πλεονασμῷ τοῦ ρ. Κατακάσα: Ἡ κατωφερὴς καὶ πόρνη εἴρηται· ἢ παρὰ τὸ καταχέεσθαι ἐπὶ παντὶ, ἢ ἡ τοῦ κατακαυθῆναι ἀξία, διὰ τὴν ἀσέλγειαν αὐτῆς. Εἰς τὸ ψύθος. Καταβόστρυχος: Κομῶν τοῖς βοστρύχοις· τὸ γὰρ κατὰ πλήθους ἐμφαντικὸν ἐστίν. Καταίρειν: Ἀντὶ τοῦ ἀναχωρεῖν, ἀποπλεῖν· ἀπὸ τοῦ συμβαίνοντος· συμβαίνει γὰρ ἀποπλεούσης τῆς νηὸς ἐπαίρειν τὰ ἱστία. Καταΐγδην: Ἀπὸ τοῦ καταΐσσων, ἡ εἰς τὸ ἔμπροσθεν ὁρμῶσα καὶ αἴσσουσα. Ἐπέτρεχε κύματι λάβρῳ προπροκαταΐγδην κοίλης ἁλός. Ἀπολλώνιος. Καταγνύναι: Κατάσσειν, κατακλᾶν, συντρίβειν· ἀπὸ τοῦ ἄγνυμι. Κατείνυον: Θριξὶ δὲ πάντα νέκυν καταείνυον, Ἰλιάδος ψʹ, ἀντὶ τοῦ κατεκάλυπτον· ἀπὸ τοῦ ἕω, ἑννύω καὶ εἰνύω. Καταείμενον ὕλη: Μεταφορικῶς, ἠμφιεσμένον ἐν αὐτῷ. Καταείσατο γαίης: Ἀντὶ τοῦ καθώρμησε, κατῆλθε. Κατάσχωμεν καὶ οὐ Κατασχῶμεν: Ἐπειδὴ πᾶς ἀόριστος ὑποτακτικὸς μονοσύλλαβος εἰς ω λήγων, ἔχων τὴν μετοχὴν εἰς σ ὀξύτονον, τὸν αὐτὸν τόνον καὶ ἐν τῇ συνθέσει φυλάσσει· οἷον βὰς, βῶ, ἐὰν ἀναβῶ· δοὺς, δῶ, ἐὰν παραδῶ· εἰ δὲ μὴ ἔχει τὴν μετοχὴν εἰς σ ὀξύτονον, ἀναπέμπει τὸν τόνον· σχῶ, κατάσχω· σπῶ, ἐπίσπω· ὁμοίως καὶ τὰ πληθυντικὰ, κατάσχωμεν, πρόσχωμεν. Καταλογεύς: Ὁ συγγραφεὺς, ὁ συγγράφων κατʼ ὄνομα. Κάχρυς: Αἱ πεφρυγμέναι κριθαὶ κυρίως· καταχρηστικῶς δὲ καὶ πάντα τὰ πεφρυγμένα· καὶ βοτάνη ποιά· καὶ τῆς πευκῆς ἡ βλάστησις. Λέγονται καὶ πυροὶ τινές. Καταλληλώς: Καταλλήλως τῆς ἑαυτοῦ φύσεως ὁ Χριστὸς ἦλθε καὶ ἐνήργει. Ἤγουν ὡς ἑκάστη πέφυκεν, ἀκολούθως, ἁρμοζόντως. Κατάκλεις: Ἐκ τοῦ κλείς· ἀπὸ τοῦ ἐγκεκλεῖσθαι μέχρι αὐτῆς τὰ ἐντός· καὶ αἱ μὲν τοῦ σώματος κατακλεῖδες εἴρηνται, διὰ τὸ ἐπικαμπεῖς εἶναι καὶ ἐοικέναι τοῖς τῶν θυρῶν κλεισίν· ἐπὶ δὲ τῶν ἐρεσσόντων, ὅτι ἐπʼ αὐταῖς ἑζόμενοι τὸ σῶμα ἔκλων. Κατάκλωθες: Κατάκλωθές τε βαρεῖαι. Αἱ ἐπικλώσεις τῶν Μοιρῶν, παρὰ τὸ κλώθω· τοῦτο δὲ παρὰ τὸ κάτω καθέλκειν τοὺς τῶν νημάτων ὁλκούς· κλώθειν γὰρ τὸ νήθειν· ὅθεν καὶ κλώστης, παρὰ τὸν κλώσω μέλλοντα, καὶ κλωστήρ. Κατακρῆθεν: Κατὰ κρατός. Παρὰ τὸ καρὴ ὀξυνόμενον γίνεται καρῆθεν· καὶ κατὰ συγκοπὴν, κρῆθεν· καὶ Ἡσίοδος ἀποκρῆθεν εἶπεν. Καταπροΐξασθαι: Ἀπὸ τῆς προικός· ἣν διαιροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσιν. Ὥσπερ οὖν ἡ προῖξ δωρεὰν δίδοται, οὕτω φασὶν, «Οὐ δωρεάν μου καταγνώσεταί τις· ἀλλʼ ἀποδώσει μισθὸν ὧν ἔπραξε.» Καὶ ὁ ἐπαίτης, καὶ ὁ προῖκα αἰτῶν, προΐκτης λέγεται. Καταπροέσθαι: Ἀντὶ τοῦ καταπροδοῦναι, ἀπὸ τοῦ ἵημι ὁ παθητικὸς παρακείμενος ἕμαι· ὁ ἀόριστος, ἕθην· ὁ μέσος δεύτερος ἀόριστος, ἕμην· τὸ ἀπαρέμφατον, ἕσθαι, καὶ προέσθαι. Κατασπιλάζοντες: Καὶ φιλεπίδημον φόνον κατασπιλάζοντες. Κατακρύπτοντες· ἀπὸ μεταφορᾶς τῶν ὑφάλων πετρῶν, αἵτινες ὑπὸ ὕδατος καλυπτόμεναι τοῖς ἀπροόπτως προσπελάζουσι κίνδυνον ἐπιφέρουσι. Καταλεύσιμον: Τὸν ἄξιον τοῦ καταλευσθῆναι. Καταχήνη: Ἡ χάσμησις. Παρὰ τὸ χαίνω χήνη καὶ καταχήνη. Καταψήχειν: Τὸ ἠρέμα κολακεύειν καὶ κρατεῖν. Εἴρηται ἀπὸ τοῦ καταψῶ καταψήσω· καὶ ἀνεδόθη εἰς ἐνεστῶτα, καταψήχω. Κατέκταθεν: Ἀπὸ τοῦ κτείνω κτενῶ, ὁ πρῶτος ἀόριστος παθητικὸς, ἐκτάνθην, ὡς φαίνω ἐφάνθην· τὸ πληθυντικὸν, ἐκτάνθημεν, ἐκτάνθητε, ἐκτάνθησαν, ἔκταθεν, ὡς ἐφάνθημεν, ἐφάνθητε, ἐφάνθησαν, ἔφανθεν. Ἢ ἔστιν ἕτερον ῥῆμα κτῶ· παράγωγον, κτῆμι· ὁ δεύτερος ἀόριστος, ἔκτην· ὅπερ γίνεται ἔκταν· οἷον, Τὸν σὸν κατέκταν παῖδα· καὶ, ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. Τὸ βʹ, ἔκτας, ἔκτα· ἡ μετοχὴ, κτὰς, ἄνδρα κατακτάς. Ὁ μέσος ἀόριστος, ἐκτάμην· τὸ δεύτερον, ἔκτασο· ὁ πρῶτος ἀόριστος, ἐκτάθην, ὡς ἐφάθην· ἐκτάθημεν, ὡς ἐφάθημεν· τὸ τρίτον, ἐκτάθησαν, ὡς ἐφάθησαν· καὶ ἔκταθεν ἕταροι καὶ κατέκταθεν. Κατʼ ἐνῶπα: Ἀρίσταρχος ὡς κατὰ δῶμα, ἀπὸ εὐθείας τῆς ὤψ· ἡ αἰτιατικὴ, ὦπα. Ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους, κατενῶπα· οἷς καὶ δεῖ πείθεσθαι· ἵνʼ ᾖ ἀπὸ τοῦ ἐνώπια συγκοπῇ ἐνῶπα, ὡς μηρία, μῆρα· σιτία, σῖτα. Ἔνεστι δὲ βοήθεια καὶ τῷ Ἀριστάρχῳ οὕτως. Ἔστιν ἐνωπὴ ἡ πρόσοψις· παρʼ ἣν ἡ αἰτιατικὴ, ἐνωπήν. Ὃν οὖν τρόπον τὴν ἰωκὴν ἴωκα εἶπε μεταπλάσας, οὕτω καὶ τὴν ἐνωπὴν ἐνῶπα. Κατεπόθη: Ἔστι ῥῆμα πῶ· παράγωγον, πῶμι· ὁ μέλλων, πώσω, πέπωκα, πέπομαι, μικρὸν εἰς τὰ παθητικά· ὁ ἀόριστος, ἐπόθην, ἀντὶ τοῦ ἐβυθίσθην. Κατεμαυτόν: Ἰστέον ὅτι ἡ εὐθεῖα ἐμαυτὸς καὶ ἐγαυτὸς οὐ δύναται εἶναι· ὅτι πᾶσα σύνθετος ἀντωνυμία θέλει εἶναι καὶ ὁμοιόπτωτος καὶ ὁμοιοπρόσωπος καὶ ἰσάριθμος· οἷον, τὸ ἐμαυτοῦ καὶ ἰσάριθμόν ἐστι καὶ ὁμοιόπτωτον καὶ ὁμοιοπρόσωπον, ἀπὸ τοῦ ἐμοῦ αὐτοῦ· ἀμφότερα γὰρ, τό τʼ ἐμοῦ καὶ αὐτοῦ, ἑνικά εἰσι καὶ τρίτου προσώπου καὶ πτώσεως γενικῆς. Ἐὰν οὖν γένηται ἡ εὐθεῖα τούτων ἐμαυτὸς, ἔμελλεν εἶναι ἀνομοιόπτωτος· ὅπερ ἐστὶν ἀδύνατον ἐπὶ συνθέτου ἀντωνυμίας. Τὸ γὰρ αὐτὸς ἔστιν εὐθεῖα· τὸ δὲ ἐμὲ, αἰτιατικὴ, καὶ οὐκ ἔστιν εὐθεῖα· ἀπὸ γὰρ τοῦ ἐμὸς οὐκ ἠδύνατο γενέσθαι· ἐπειδὴ οὐδέποτε κτητικὴ ἀντωνυμία ποιεῖ σύνθετον ἀντωνυμίαν. Ἀπὸ γὰρ τῶν πρωτοτύπων ἀντωνυμιῶν γίνονται αἱ σύνθετοι ἀντωνυμίαι· οἷον ἐμοῦ αὐτοῦ, ἐμαυτοῦ· ἐμοὶ αὐτῷ, ἐμαυτῷ· ἐμὲ αὐτὸν, ἐμαυτόν. Ἐγαυτὸς οὐ δύναται εἶναι· ἐπειδὴ αἱ σύνθετοι ἀντωνυμίαι πρότερον ἐν τῇ ἁπλότητι τὰς δύο συνθέσεις ἐπιδέχονται, τήν τε αὐτοπαθῆ καὶ τὴν ἀλλοπαθῆ, καὶ οὕτω συντίθενται· οἷον, ἐμοῦ ἤκουσας, καὶ ἐμοῦ ἤκουσα. Διὰ τοῦτο γὰρ ἐπενοήθησαν αἱ σύνθετοι ἀντωνυμίαι, ἵνα διάκρισιν ποιήσωσι τῆς ἀλλοπαθοῦς, καὶ σχῶσι τὸ αὐτοπαθὲς μόνον· αἱ δὲ ἁπλαῖ, τὸ ἀλλοπαθές. Τὸ οὖν ἐγὼ αὐτὸς, ἐπειδὴ ἐν τῇ ἁπλότητι οὐκ ἐπιδέχεται τὰς δύο συντάξεις τήν τε ἀλλοπαθῆ καὶ τὴν αὐτοπαθῆ, εἰκότως οὐ δύναται ποιῆσαι σύνθετον ἀντωνυμίαν· ὅτι γὰρ ἡ ἐγὼ αὐτὸς τὴν ἀλλοπαθῆ μόνον ἔχει καὶ οὐχὶ τὴν αὐτοπαθῆ, δῆλον ἐντεῦθεν· λεγόντων ἡμῶν ἐγὼ αὐτὸς ἤκουσα, λέγοντος τίνος, ἄρα Σωκράτους; ἀλλὰ Ἀλκιβιάδου· ὥστε οὖν ἀλλοπαθής ἐστιν, αὐτοπαθὴς δὲ οὐ δύναται εἶναι ἡ ἐγὼ αὐτός· ἐπειδὴ οὐδέποτε εὐθεῖα εἰς εὐθεῖαν δρᾷ, ἤγουν ἐνεργεῖ· οὐδεὶς γὰρ λέγει Σωκράτης Πλάτων ἤκουσεν, ἀλλὰ Σωκράτης Πλάτωνος ἤκουσεν. Ἐπειδὴ οὖν ἐγὼ αὐτὸς εὐθεῖαι εἰσὶ δύο, ἡ ἐγὼ καὶ αὐτὸς, τούτου χάριν οὐ δύναται εἶναι αὐτοπαθής. Τοιαῦτα ἔχομεν εἰπεῖν καὶ περὶ τοῦ μὴ δύνασθαι στῆναι τὸ ἐγὼ αὐτὸς, καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικά. Ζήτει. Κατήφεια: Ἀπὸ τοῦ κάτω τὰ φάη βάλλειν τοὺς ὀνειδιζομένους ἢ λυπουμένους· καὶ κατηφὴς, ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς, ἤγουν ὁ αἰσχυνόμενος. Παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται παράγωγον φάω καὶ φάος· καὶ ἐν συνθέσει μετὰ τῆς κατὰ προθέσεως γίνεται καταφαὴς, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν τοὺς ὀφθαλμούς. Κατηφόνες: Ἰλιάδος ωʹ, Σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες. Ἄξιοι καταφονευθῆναι· ἐπονείδιστοι ἢ αἰσχύνης μεστοὶ, ἀπὸ τοῦ κατηφής· θηλυκὴν γὰρ προσηγορίαν ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησε. Κατηλυσίη: Κατηλυσίη ζεφύροιο. Σημαίνει τὴν κάθοδον καὶ τὴν ἐπέλευσιν, ἐλευσίη τὶς οὖσα καὶ ἠλυσίη, καὶ μετὰ τῆς κατὰ προθέσεως. Κατῃόνων: Κατήντλουν. Ἔχει τὸ ἰῶτα· ἀπὸ γὰρ τοῦ καταιονῶ καταιονᾷς. Κατημαξευμένα: Κοινὰ, καταπεπατημένα, τετριμμένα, γεγυμνασμένα. Κατῄρεε: Κατελάμβανε. Παρὰ τὸ αἱρῶ περισπώμενον, ὃ σημαίνει τὸ καταλαμβάνω. Μηδέ σε λήθη αἱρείτω. Κατηγορεῖν: Λέγεται κοινῶς τὸ κατά τινος ἀγορεύειν· οἷον ὡς «τὸ γένος λέγεται κατηγορεῖσθαι τῶν εἰδῶν.» Λέγομεν καὶ τοὺς περί τινων ὡς ἀδικούντων λέγοντας. Ζήτει. κατηγορίαν ποιούμενοι τῆς πόλεως, καὶ κατὰ τῆς πόλεως. Κατισχνωθέντα: Λεπτυνθέντα. Ἐκ τοῦ ἰσχνόω ἰσχνῶ ἰσχνώσω, τρίτης συζυγίας τῶν περισπωμένων. Κατουλάς: Καλεῖται ἡ σκοτεινὴ νὺξ, διὰ τὸ ὀλοὴν αὐτὴν εἶναι· οἷον, Νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν. Κατόπιν: Κατόπιν ἑορτῆς ἥκομεν. Οἷον, μετὰ τοῦτο. Κατωμαδόν: Κατὰ τοὺς ὤμους τῶν ἵππων. Κατέλευσαν: Ἀντὶ τοῦ ἔχωσαν λίθοις. Τὸ θέμα, καταλεύω· ὁ μέλλων, καταλεύσω. Σημαίνει δὲ τὸ κατά τινος λίθους βάλλω. Παρὰ τὸ λάας. Καταμόνας: Ἐπίρρημα τοπικόν· οἱ δὲ λέγουσι μοναδικόν. Γίνεται δὲ ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ μόνος· τοῦτο παρὰ τὸ μὴ εἶναι μετὰ ἑτέρου· ἢ παρὰ τὸ μένω, τὸ ἐπιμένω. Καί: Σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ ΤΕ· διαφέρει δὲ αὐτοῦ κατὰ τάξιν. Ὁ μὲν γὰρ ΤΕ τὰ ὄπισθεν συμπλέκει, ὁ δὲ καὶ τὰ ἐπιφερόμενα, ὡς τὸ, Ἀρκεσίλαός τε καὶ Λέων· Ἀγαμέμνων καὶ Μενέλαος. Καίω: Ἐκ τοῦ κῶ γίνεται καίω· ὁ μέλλων, καύσω· ἀφʼ ὧν γὰρ οἱ Ἀττικοὶ τὸν ι ἀποβάλλουσι κατὰ τὸν ἐνεστῶτα, πλεονάζουσι τὸ υ κατὰ τὸν μέλλοντα· κλαίω κλαύσω. Καινός: Ὁ νέος· οἶμαι ὅτι ἐκ τοῦ κραίνω, τὸ τελειῶ, κραινός τις ὢν, κατʼ ἔλλειψιν τοῦ ρ, οἱονεὶ ὁ ἤδη ἐπιτελεσθείς. Καινεύς: Ὄνομα κύριον, ὁ ἥρως, διὰ τὸ καινὸν τοῦ γένους, διὰ τὸ γυναῖκα καὶ ἄνδρα γένεσθαι. Ἦν δὲ Ἐλάτου μὲν παῖς, Λαπίθων δὲ βασιλεύς. Καικίας: Κάϊκός ἐστιν ὄνομα ποταμοῦ· ὅθεν καὶ Καικίας, ὁ ἐκεῖθεν πνέων ἄνεμος. Τὰ διὰ τοῦ ΙΚΟΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον, Γρήνικος, Κάϊκος. Καιρός: Ὄνομα ἁπλοῦν. Γίνεται παρὰ τὸ κάρη, ὃ σημαίνει τὴν ὥραν· ἐξ οὗ καὶ ἀκαριαῖος· καρὸς καὶ καιρός. Καίριος: Διὰ τοῦ ι, ὡς δεσμὸς δέσμιος, βωμὸς βώμιος. Καίριον: Εὔκαιρον, εὔστοχον, μέτριον· καὶ, καίριον οὐδὲν λέγεις. Ἀντὶ τοῦ οὐδὲν ἐπιτήδειον τῷ καιρῷ. Σημαίνει καὶ τὸ ἐπικίνδυνον· Οὐκ ἐν καιρίῳ ὀξὺ πάγῃ βέλος. Ἰλιάδος δʹ, ἀντὶ τοῦ οὐκ ἐν ἐπικινδύνῳ τόπῳ, οὐδʼ ἐν τῷ πρὸς ἀναίρεσιν ἐπιτηδείῳ τόπῳ τοῦ σώματος. Οἶμαι ἀπὸ τοῦ κὴρ, ὃ σημαίνει τὴν θανατηφόρον μοῖραν, γίνεται καρὸν καὶ καίριον, ἤγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον. Καιροσέων: Οἱ μὲν, τῶν κροσσωτῶν· οἱ δὲ, ἀπὸ τῶν καιρωμάτων· οὕτως δὲ καλεῖται καίρως καὶ καίρωμα, ἡ παραπλοκὴ τοῦ στήμονος, ἡ διαπλεκομένη ὑπὲρ τοῦ μὴ συγχεῖσθαι αὐτόν. Καὶ τὰς ἐρίθους καιρωτίδας εἶπε Καλλίμαχος, καὶ τὸ Δηλίων ὕφασμα, ὑδάτινον καίρωμα. Πᾶσα λέξις ἀπὸ τῆς ΚΕ συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ καιρὸς καὶ καινὸς, Καῖσαρ, Καισαρεὺς, Καισάρεια. Καί σφεας: Ἰστέον ὅτι τὸ καί σφιν, οὐκ ἔστιν ἀπὸ τοῦ σφίσιν, βαρυτόνου, ἀλλʼ ἀπὸ τοῦ σφὶν ἐγένετο Καί σφιν· καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ ἐγένετο Καί σφισιν· καὶ τὸ Καί σφεας, οὐκ ἔστιν ἀπὸ τοῦ σφέας βαρυτόνου, ἀλλʼ ἀπὸ τοῦ σφᾶς γίνεται Καί σφας· καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ γίνεται Καί σφεας. Καὶ τὸ, ἐπεὶ οὒ ἕθεν ἐστὶ χερείων οὐκ ἔστιν ἀπὸ τοῦ ἕθεν· ἀλλʼ ἀπὸ τοῦ οὗ τρίτου προσώπου σημαίνοντος τοῦ αὐτοῦ γίνεται οὔεθεν, τουτέστιν οὐδαμῶς· καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ ἐγένετο Οὔ ἑθεν. Οὕτω Ζηνόδοτος. Καῖσαρ: Ῥωμαϊστὶ ἀνατομὴ ἑρμηνεύεται· ἀποθανούσης γὰρ τῆς μητρὸς Ἰουλίου Καίσαρος, ἀνατεμόντες αὐτῆς τὴν γαστέρα ἐξέβαλον αὐτὸν ἀγέννητον. Κέασε: Συνέτριψε, διέσχισεν. Κέας: Ἰστέον ὅτι τὸ Κέας καὶ Κλεύας οὐ κλίνεται διὰ τοῦ ΝΤ ὡς Αἴας Αἴαντος, ἐπειδὴ οὐκ ἔχει τὸ α φύσει μακρόν· Κέης γὰρ ἦν καὶ Κλεύης, καὶ τροπῇ Δωρικῇ, Κλεύας καὶ Κέας· καὶ φυλάττει τὴν ἰσοσύλλαβον κλίσιν· δηλοῦσι δὲ καὶ τὰ πατρωνυμικὰ, Κεάδης καὶ Κλευάδης ὄντα. Κεγχρίνης: Εἶδος ὄφεως. Νίκανδρος, Δήεις κεγχρίνεω δολιχὸν τέρας. Οὕτως ὠνόμασται διὰ τὸ φαίνεσθαι αὐτὸν τὸν καιρὸν τοῦ κέγχρου· ἢ διὰ τὸ ποικίλον εἶναι καὶ κατεστίχθαι· ὥσπερ γὰρ κέγχρους τινὰς ἐπὶ τὰ νῶτα ἔχει. Κέβλη: Ἐκ τοῦ κεφαλὴ γίνεται κατὰ συγκοπήν. Κέδρος: Θηλυκῶς λέγεται τὸ δένδρον, οὐδετέρως δὲ, ὁ καρπός· Ἀλλὰ θύε τὰς κέδρους. Κέδρος: Παρὰ τὸ καίεσθαι ῥᾳδίως· ἢ παρὰ τὸ κεντῶ· κεντρώδης γάρ ἐστιν· ἢ παρὰ τὸ ἕδος, ὃ σημαίνει τὸ ἔδαφος, πλεονασμῷ τοῦ ρ, ἕδρος καὶ κέδρος· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἑδραίως ἵστασθαι, ἢ παρὰ τὸ ἐν τῷ καίεσθαι ἱδροῦν. Ἢ ἐκ τοῦ κέω κέδρος· τὸ γὰρ πρωτότυπον τούτου ἔστι διὰ τοῦ ε, κέω· καὶ τροπῇ τοῦ ε εἰς α, κάω· καὶ πλεονασμῷ τοῦ ι, καίω. Κεδνός: Συνετὸς, σώφρων, τίμιος, κηδεμονικώτατος. Ἔστι ῥῆμα κοῶ, σημαῖνον τὸ νοῶ, ὁ μέλλων, κοήσω· καὶ ῥηματικὸν ὄνομα, κοεδνὸς, ὡς τέρπω, τερπνὸς, καὶ κατὰ συγκοπὴν κεδνός. Ἢ κηδανός τις ὢν, οὗ ἄν τις κήδοιτο. Κεδάζω: Τὸ σκορπίζω. Ἀπὸ τοῦ χέω, χεδάζω καὶ κεδάζω· ἢ ἀπὸ τοῦ σκεδῶ. Λέγεται καὶ μετὰ τοῦ σῖγμα, καὶ χωρὶς τοῦ σῖγμα. Γράφεται διὰ τοῦ ε ψιλοῦ· ἔδω, τὸ ἐσθίω· μέδω. Ταῦτα γὰρ διφοροῦνται· εἰσὶ γὰρ βαρύτονα καὶ περισπώμενα, ὡς παρὰ τῷ ποιητῇ, Δωδώνης μεδέων· καὶ ἐδῶ, ἐξ οὗ ἔδεσται, ἐδεστὸν, καὶ ἀνέδεστον, τὸ μὴ ἐσθιόμενον. Περισπώμενα, πεδῶ, μεδῶ, σκεδῶ· σεσημείωται τὸ αἰδοῦμαι. Κεκάμω: Ἐπὴν κεκάμω. Ἐπειδὰν κοπιάσω, Ἰλιάδος αʹ. Κάμω· ὁ δεύτερος ἀόριστος, ἔκαμον· ἐὰν κάμω· καὶ ἀναδιπλασιασμῷ, κεκάμω, ὡς λάχωσι λελάχωσιν. Ἐὰν γράφηται, ἐπεί κε κάμω, ὁ κε ἐστὶ σύνδεσμος παραπληρωματικὸς, ὁμοίως τῷ, Ἡδʼ εἴπερ τε τύχῃσιν. Ἐὰν δὲ, ἐπὴν κεκάμω πολεμίζων, ἐνδιπλασιάζεται τὸ ῥῆμα κεκάμω· ἀναδιπλασιασμὸς ἡ ΚΕ συλλαβὴ, καὶ ἔστιν ἐνεστώς. Κεκαδών: Θυμοῦ καὶ ψυχῆς κεκαδών. Ἀντὶ τοῦ στερήσας, χωρίσας. Παρὰ τὸ χάζω, ἔχαδον· ἡ μετοχὴ, χαδὼν καὶ κεκαδών. Κεκάδοντο: Ταρασσόμενοι ἐσκορπίζοντο καὶ ἔφευγον. Ἀπὸ τοῦ χάζω χάσω κέχαδα· ὁ δεύτερος ἀόριστος, ἔχαδον, ὡς φράζω, ἔφραδον· καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, ἔκαδον· ὁ παθητικὸς μέσος, ἐκαδόμην, ἐκαδόμεθα, ἐκάδοντο· καὶ προσελεύσει τοῦ κ, κεκάδοντο. Ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ, ὁ βʹ ἀόριστος, ἔχαδον, ἐχαδόμην, ἐχάδοντο· καὶ κατὰ τροπὴν, ἐκάδοντο· καὶ ποιητικῷ ἀναδιπλασιασμῷ, ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσαντος. Κεκαδησόμεθα: Ἀπὸ τοῦ χάζω γίνεται χαδῶ, χαδήσω· τὸ τρίτον, χαδήσει· τροπῇ, καδήσει· καὶ ἀναδιπλασιασμῷ, κεκαδήσει. Οὐκέτι νῶϊ ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ, ὑστάτιόν περ. Ἀντὶ τοῦ λυπησόμεθα, φροντιοῦμεν, Ἰλιάδος θῆτα, τουτέστιν οὐκέτι σώους θῶμεν τοὺς Ἕλληνας, καὶ κηδεμονίαν αὐτῶν καὶ φροντίδα ποιησόμεθα, κἂν ἐξ ὑστέρου. Οἶμαι ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχάζω καὶ ἀχαδῶ· καὶ ἀποβολῇ, χαδῶ χαδήσω χαδήσομαι, καδήσομαι· καὶ κατὰ ἀναδιπλασιασμόν. Κεκασμένε: Κεκοσμημένε. Ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ, κάσω, κέκασκα, κέκασμαι, κεκασμένε. Κεκαφηότα: Κακῶς κεκαφηότα θυμὸν, Ἀντὶ τοῦ ἐκπεπνευκότα, Ἰλιάδος εʹ· κάφος γὰρ τὸ πνεῦμα· παρὰ τὸ κάπτω, καφῶ, καφήσω, κεκάφηκα· καὶ ἀποβολῇ τοῦ κ· ἡ μετοχὴ, κεκαφηώς. Κεκινέαται: Ἀπὸ τοῦ κινῶ κινήσω, κεκίνηκα, κεκίνημαι, κεκίνηνται· καὶ Ἰακῶς, κεκινέαται. Καιροσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον: Ἐκ τοῦ καιρόεις καιρόεντος, τὸ θηλυκὸν καιρόεσσα καιροέσσης· τὸ πληθυντικὸν, καιρόεσσαι, καιροέσσων· καὶ καθʼ ὑπερβιβασμὸν, καιροσσέων. Κέκληκα: Ὡς ἀπὸ τοῦ καμῶ, καμήσω, κεκάμηκα, καὶ ἐν συγκοπῇ, κέκμηκα, οὕτω καὶ ἀπὸ τοῦ καλῶ κεκάληκα, κατὰ συγκοπὴν, κέκληκα. Ὅσοι κεκλήατο βουλήν. Ἀντὶ τοῦ κεκλημένοι ἦσαν εἰς τὴν συμβουλήν. Κλῶ κλήσω κέκλημαι κεκλήμην. Κεκλήσῃ: Φίλη κεκλήσῃ ἄκοιτις. Οἱ μὲν λέγουσι σύνδεσμον εἶναι παραπληρωματικὸν τὸν ΚΕ· οἱ δὲ, ῥῆμα. Καὶ εἴ ἔστι ῥῆμα, μέλλοντος μέσου ἐστὶ, κεκλήσομαι, κεκλήσῃ. Κεκληγώς: Κεκραγὼς, βοῶν· μετοχή ἐστι συζυγίας τετάρτης· ἐκ τοῦ κράζω, ὁ παρακείμενος, κέκραγα· καὶ οἱ Ἴωνες τρέπουσι τὸ α εἰς η, καὶ τὸ ρ εἰς λ, καὶ γίνεται κέκληγα· καὶ ἡ μετοχὴ, κεκληγώς. Κεκλήγοντες: Ὡς ἀρήγοντες· μετοχή ἐστιν εὐθείας τῶν πληθυντικῶν. Ὥσπερ ἀπὸ τοῦ πέπληγα μέσου παρακειμένου γίνεται πεπλήγω ἐνεστὼς, οὕτω καὶ ἀπὸ τοῦ κέκληγα γίνεται κεκλήγω ἐνεστώς· καὶ ἡ μετοχὴ, κεκλήγων κεκλήγοντος. Κεκλίαται: Ἰστέον ὅτι οἱ καθαριεύοντες παρακείμενοι τὸ α μόνον προσλαμβάνουσι κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν· καὶ εἰ μὲν μακρᾷ παραλήγονται, συστέλλουσι ταύτην, καὶ οὕτω ποιοῦσι τὸ Ἰωνικόν· ὡς πεποίηται πεποιέαται, οὕτως ἀπὸ τοῦ κλείω γίνεται κέκλειται· καὶ συστολῇ τῆς ΕΙ διφθόγγου, Αἵθʼ ἁλὶ κεκλίαται. Ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω. Ἀντὶ τοῦ ἐκεκάλυπτο, περιεκέκλειστο, καὶ περιέκειτο. Οἶμαι ἀπὸ τοῦ κλίνω· ἄλλοι δὲ ἀπὸ τοῦ κλείω κλείσω· ὁ παρακείμενος, κέκλεικα, κέκλειμαι, χωρὶς τοῦ σ παρʼ Ἕλλησιν· ἐλλείψει τοῦ ε, κέκλιμαι. Οὕτω καὶ τὸ, Στήλῃ κεκλιμένος. Ἀντὶ τοῦ ὑπὸ στήλης περιεχόμενος, καὶ τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλημένος ἀντὶ ἀσπίδος. Τοιοῦτον καὶ τὸ, Λίμνῃ κεκλιμένος Κηφισίδι. Ἀντὶ τοῦ παρακείμενος, γειτνιῶν, περιεχόμενος. Ἔνθεν καὶ τὸ, ἐκέκλιτο λίμνῃ. Ἔλλειψις ἄρα τοῦ ε, ὥσπερ ἀπὸ τοῦ κλείω κλείσω κλεὶς, καὶ δικλὶς, καὶ, Δικλίδες ὑψηλαί. Κεκλιμένοι: Ἀντὶ τοῦ κεκαλυμμένοι, κεκρυμμένοι· ἀπὸ τοῦ κλείω, τὸ σφαλίζω, κατὰ συστολὴν τοῦ ε. Κεκλαμένων φύλλων: Εἰ μὲν οὕτως, ἀντὶ τοῦ κεκλασμένων· εἰσὶ δέ τινες εἰρηκότες κεκλιμένων, ὥστε πρὸς ἀντίθεσιν εἶναι πρός τι, ἐνδείᾳ τοῦ σ· ἀλλʼ εἴπομεν, ὅτι τὰ τοιαῦτα ποιητικά εἰσι. Κέκλετο: Παρεκελεύσατο· ἀπὸ τοῦ κέλετο, πλεονασμῷ τοῦ κ· καὶ ἐκέκλετο, ἀντὶ τοῦ ἐκέλευεν· ἀπὸ τοῦ κέλω ἐκέλετο, καὶ ἐκέκλετο. Ἢ ἀπὸ τοῦ κλῶ κλήσω. Εἰ παρὰ τὸ κέλω λαμβάνεται, πλεονασμός ἐστι τοῦ κ, κέλω, κελόμενοι, καὶ, Ἀλλήλοισί τε κεκλόμενοι. πλεονασμῷ τοῦ κ, ἀντὶ τοῦ παρακελευόμενοι. Εἰ δὲ παρὰ τὸ καλῶ κλῶ, οὐκ ἔστι πλεονασμὸς, ἀλλὰ ἀναδιπλασιασμός. Ἔστι γὰρ κλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν, κέκλω· οὐ γὰρ μόνον διὰ τοῦ ι γίνονται οἱ ἀναδιπλασιασμοὶ, ἀλλὰ καὶ διὰ τοῦ ε, μένω, μνῶ, μέμνω· φένω, φνῶ, πέφνω. Οὕτως Ἡρωδιανός. Καὶ ἐπεκέκλετο, ἀντὶ τοῦ ἐπεκαλεῖτο. Ἀπὸ τοῦ κέκλω. Κεκορυθμένα χαλκῶι: Ἀντὶ τοῦ ἐστομωμένα τῷ σιδήρῳ, ἠμφιεσμένα, ηὐτρεπισμένα· ἢ ἠκονημένα τῷ σιδήρῳ, ἀπὸ τοῦ τὴν κορυφὴν θήγειν ἤγουν ἀκονᾶν εἰς ὀξύτητα· ἀπὸ τοῦ κορύσσω, τὸ καθοπλίζω. Ἢ ἐκ τοῦ κόρυς κόρυθος, κορύθω· ὁ μέλλων, κορύσω· ὁ παρακείμενος, κεκόρυκα· ὁ παθητικὸς, κεκόρυσμαι· ἡ μετοχὴ, κεκορυσμένος· καὶ οἱ Ἀττικοὶ τρέπουσι τὸ σ εἰς θ, τὸ κλαυσμὸς, κλαυθμὸς, λέγοντες, καὶ τὸ ἀρισμὸς, ἀριθμός. Κεκορυθμένος: Κεκορυθμένος αἴθοπι χαλκῷ. Ἀντὶ τοῦ καθωπλισμένος τῷ λαμπρῷ σιδήρῳ· ἀπὸ μέρους τὸ πᾶν· ἀπὸ τοῦ κόρυθος κορυθῶ· κεκορυθημένος, καὶ κεκορυθμένος. Κέκονα: Παρὰ Σοφοκλεῖ· ἀπὸ τοῦ κτείνω, ὁ μέσος παρακείμενος, ἔκτονα, πλεονασμῷ τοῦ κ, καὶ ἐκβολῇ τοῦ τ. Κεκοτηότα: Ἀπὸ τοῦ κοτῶ κοτήσω, κεκότηκα, κεκοτηκὼς, καὶ ἀποβολῇ τοῦ κ. Οἱ Ἴωνες γὰρ εἰώθασιν ὑποστέλλειν τὸ κ, πεπτηκώς· Πεπτηὼς γὰρ ἔκειτο. κεκορηκὼς, ἄμφω κεκορηότε ποίης. Οὕτως ἔχει καὶ τὸ, κεκοτηότι θυμῷ. Πάλιν δὲ τὸ η εἰς βραχὺ α μεταβάλλουσιν, ὡς τὸ λεληκυῖα, λελακυῖα· μεμηκυῖα, μεμακυῖα· οὕτως καὶ βεβηκὼς βεβαώς· κλίνεται βεβαότος, ἑσταότος, γεγαότος, τεθναότος· καὶ κατὰ συναλοιφὴν, βεβῶτος, ἑστῶτος, γεγῶτος, τεθνῶτος. Τὸ δὲ ἑστὼς καὶ τὰ ὅμοια ὀξύνονται· ἐπειδὴ οὐκ ἦν ἡ συναίρεσις ἐξ ὀξείας καὶ βαρείας. Κεκρύφαλον: Μέρος κοιλίας· παρὰ τὸ κρύπτεσθαι. Ὡς φύλλον δέ ἐστιν. Κέκρικα: Τὰ γὰρ εἰς ΝΩ ῥήματα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλλει τὸ ν κατὰ τὸν παρακείμενον. Οἱ ποιηταὶ δὲ προσλαμβάνουσιν, ὡς τὸ, ὁ δʼ ἐκλίνθη. Ἰστέον ὅτι λέγει ὁ κανών· «Ὅτε δὲ διʼ ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος διʼ αὐτοῦ καὶ τοῦ κ· οἷον κείρω, κερῶ, κέκαρκα· πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα, καὶ τῶν ὁμοίων.» Εἰσὶ δὲ ταῦτα. τέμω, τεμῶ· νέμω, νεμῶ· δέμω, δεμῶ· βρέμω, βρεμῶ. Τούτοις συνεξηκολούθησε καὶ τὸ μένω, μενῶ. Δεῖ δὲ γινώσκειν, ὅτι σεσημείωται καὶ ταῦτα, κρίνω κρινῶ κέκρικα, πλύνω πλυνῶ πέπλυκα, κλίνω κλινῶ κέκλικα, καὶ τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβαλε τελείως κατὰ τὸν παρακείμενον τὸ ἀμετάβολον. Καὶ κερδαίνω δὲ εὕρηται χωρὶς τοῦ ἀμεταβόλου κεκέρδακα. Ζήτει εἰς τὸ ῥηματικὸν τοῦ Χοιροβοσκοῦ. Κέκτημαι: Λέγει ὁ Ἡρωδιανὸς, ὅτι κατὰ πλεονασμὸν τοῦ κ Αἰολικῶς· τὸ γὰρ κοινὸν ἔκτημαί ἐστιν, ὡς τὸ, Ἴλιον ἐκτῆσθαι. Τὰ γὰρ ἀπὸ τοῦ ΚΤ οὐκ ἀναδιπλασιάζονται· ὃν τρόπον οὐδὲ τὰ ἀπὸ τοῦ ΠΤ. Ὁμοίως καὶ τὸ πέπταμαι ἀπὸ τοῦ ἔπταμαι, πλεονασμῷ τοῦ π πρὸ π. Κελαδεινός: Παρὰ τὸ κέλαδος γίνεται, ὃ σημαίνει τὸν θόρυβον καὶ τὴν ταραχὴν, ὡς τὸ, Ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν. Καὶ κελαδεινὴ κέκληται ἡ Ἄρτεμις, παρὰ τὸν γινόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, τουτέστιν ἡ κυνηγετική. Ῥόος κελάδων, βαρυτόνως· κλίνεται κελάδοντος. Κελαρύζω: Κυρίως ἐπὶ τῶν ὑδάτων, τὸ μετὰ ποιοῦ ἤχου καὶ ψόφου ῥεῖν, ὡς Ὅμηρος Ἰλιάδος φʹ, τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει. Ἀντὶ τοῦ, ποιὸν ἦχον ἀποτελεῖ τὸ ὕδωρ. Σημαίνει δὲ καὶ τὸ ἁπλῶς ἠχεῖν. Γίνεται παρὰ τὸ κρῶ σημαίνει τὸ φωνῶ παράγωγον κρύζω· καὶ μετὰ τοῦ ΛΑ, ἐπιτατικοῦ μορίου, καὶ πλεονασμῷ τοῦ ε, κελαρύζω. Κελαινόν: Τὸ μέλαν· κελὸν γὰρ λέγεται κατὰ διάλεκτον τὸ μέλαν. Τὰ δὲ εἰς ΝΟΣ καθαρὰ τῇ ΑΙ διφθόγγῳ ἢ τῇ ΟΙ παραλήγεται, εἰ μὴ τριγενὲς ᾖ, ἢ θηλυκὸν ἔχει βαρύτονον, ὡς αἶνος. Κελαινεφής: Ἐπὶ μὲν τοῦ Διὸς, παρὰ τὸ κελαινὸν καὶ τὸ νέφος γίνεται κελαινονεφὴς, ὁ τὰ νέφη μελαίνων· καὶ συγκοπῇ τῆς ΝΟ συλλαβῆς, κελαινεφής. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι καθόλου τὰ ὑπερδισύλλαβα βαρύτονα σύνθετα ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογῇ τοῖς δισυλλάβοις, χωρὶς τοῦ ἀλέξω ῥήματος· οὐ γὰρ φύσει βαρύνεται· ὁ μέλλων γὰρ αὐτοῦ, ἀλεξήσω· οἷον γανύω, γανύεις, γανύει, Γανυμήδης· ὑφαίνω, ὑφαίνει, ὑφαιμένης, καὶ οὐ λέγεται ὑφαινομένης· οὕτως ἐκ τοῦ μελαίνω καὶ τοῦ νέφος γίνεται κατὰ συγκοπὴν, ὡς τανύω τανύπεπλος. Ἐπὶ δὲ τοῦ αἵματος, ἐκ τοῦ φῶ τὸ φαίνω καὶ τοῦ κελαινὸν γίνεται κελαινοφὴς, ὡς ἐπὶ τοῦ θηροφόνα, θηρεφόνα· καὶ δῆλον ὅτι οὐ συγκοπῇ. Οὕτως Ἡρωδιανός. Κέλεαι: Κέλω σημαίνει τὸ προστάσσω· ἐκ τοῦ κελεύω, κατὰ συγκοπὴν τῆς ΕΥ διφθόγγου. Τὸ παθητικὸν, κέλομαι· τὸ γʹ, κέλεται· Ἄλλους μὲν κέλεται Τρῶας. Ἀντὶ τοῦ κελεύει· καὶ ἀποβολῇ τοῦ τ γίνεται Ἰωνικῶς, κέλεαι· κέλεαι δέ με. Ἀντὶ τοῦ κελεύεις δέ με. Κελεός: Ὄρνεον ταχύτατον· ἀφʼ οὗ κέλλειν, τὸ ταχέως βαδίζειν· καὶ τὸν ἱστόποδα κελεὸν λέγουσιν ἀστεϊζόμενοι. Κελέοντες: Κυρίως οἱ ἱστόποδες· καταχρηστικῶς δὲ καὶ τὰ καταπεπηγότα ξύλα, ἃ καὶ σταυροὺς καλοῦσι. Κελέβη: Εἶδος ποτηρίου ξυλίνου· παρὰ τὸ κάλον, ὃ σημαίνει τὸ ξύλον, καὶ τὸ εἴβω, τὸ ῥέω. Κελευτιόω: Τὸ κελεύω. Ὡς κυνηγέτης κυνηγετῶ, οὕτως κελεύτης κελευτῶ· παράγωγον, κελευτιόω, ὡς φυσῶ, φυσιόω. Ἔνιοι δὲ διὰ τοῦ σῖγμα, κελευσιόω. Κέλευμα: Ἐκ τοῦ κελεύω. Σώφρων, Οἵγε μὴν κόγχοι ὥσπερ ἐξ ἑνὸς κελεύματος. Κέλευθος: Ἡ ὁδὸς, ἀπὸ τοῦ ἔλευθος, ἐλεύθω, πλεονασμῷ τοῦ κ. Τὸ δὲ ὑγρὰ κέλευθα, ὃ σημαίνει τὴν διὰ θαλάσσης ὁδὸν, κατὰ μεταπλασμὸν γένους ἐστίν· ἀντὶ γὰρ θηλυκοῦ οὐδέτερον εἶπε. Γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπὸ τοῦ ὁ τράχηλος, τὸ τράχηλον· ἔνθεν πληθυντικῶς παρὰ Καλλιμάχῳ, τὰ τράχηλα γυμνάζει. Καὶ λύχνους, λύχνα· δίφρους, δίφρα· καὶ ἀπὸ τοῦ ἐρετμὸς, τὸ ἐρετμόν· ἔνθεν, ἐρετμὰ προήκεα· καὶ δακτύλους, δάκτυλα· ὁ τάρταρος ἀρσενικῶς, καὶ κατὰ μεταβολὴν ἡ τάρταρος παρὰ Πινδάρῳ· καὶ οὐδέτερον, τὸ τάρταρον, Ἡσίοδος, Τάρταρά τʼ ἠερόεντα. Τοιοῦτον καὶ τὸ, ὑγρὰ κέλευθα. Κελητίζει: Ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς. Ἀντὶ τοῦ ἱππεύειν, ἵππον κέλητα ἐλαύνειν. Ἐκ τοῦ κέλης κέλητος γίνεται κελητῶ· καὶ κατὰ παραγωγὴν, κελητίζω. Κέλης δέ ἐστιν ἵππος ὁ μονάμπυξ καὶ δρομικὸς, ὁ νῦν σελλάριος λεγόμενος· ἐπεὶ τὸ παλαιὸν ὡς ἐπίπαν τοῖς ἅρμασιν ἐχρῶντο. Κέλης δὲ λέγεται παρὰ τὸ διεσκελισμένον τινὰ καθῆσθαι εἰς αὐτόν. Οὕτως Ἐπαφρόδιτος, ὡς λέγει Ὦρος· ὁ δὲ Ὠρίων λέγει, ὅτι κέλης λέγεται παρὰ τὸ κέλλειν, ὃ σημαίνει τὸ βαδίζειν καὶ τρέχειν· ὅθεν καὶ κέλευθος· παρὰ τοῦτο καὶ τὸ ἐξώκειλεν, ἀντὶ τοῦ ἐξέβαλεν, ἔρριψεν· καὶ ἐπακτροκέλης· ἔστι δὲ εἶδος πλοίου λῃστρικοῦ, ὅ ἐστι γαλαία. Κελτοί: Κελτὼ, Βρετάνου θυγάτηρ, ἐρασθεῖσα Ἡρακλέους, παρεκάλει αὐτὸν αὐτῇ μιγῆναι· καὶ τοῦτο πράξας Ἡρακλῆς, ἀπέλιπε τὸ τόξον αὐτῇ, εἰπὼν, ἐὰν ἄρρην γεννηθῇ, βασιλέα αὐτὸν γενέσθαι, εἰ δύναται τεῖναι τὸ τόξον· καὶ ἐγεννήθη παῖς Κελτός· ἀφʼ οὗ Κελτοὶ ἔθνος. Κελτικὴ ἀπὸ τοῦ Κελτοῦ, υἱοῦ Ἡρακλέους καὶ Στερόπης τῆς Ἄτλαντος θυγατρός. Κελύφη: Τὰ καλύμματα· ἀπὸ τοῦ καλύπτειν. Καὶ κάλυξ, ἡ καλύπτουσα τὰ ῥόδα. Κέλυφος, τὸ λέπυρον τοῦ ὠοῦ. Κέλωρ: Σημαίνει τὴν φωνὴν, παρὰ τὸ κέλω, τὸ προστάσσω· ἢ παρὰ τὸ καλῶ, κάλωρ καὶ κέλωρ. Κέλερ: Ὄνομα κύριον. Ἀπὸ δὲ τούτου τοὺς ταχεῖς Ῥωμαῖοι καὶ ὀξεῖς κέλερας λέγουσι. Κεμάς: Ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεί, Ἰλιάδος κ, τουτέστι νεογνὸν ἔλαφον ἢ δορκάδα. τρέσσε δʼ ἤΰτέ τις κεμὰς, ἥντε κυνῶν ἐφόβησεν ὁμοκλή. Κεμάς ἐστιν ἡ ἐκ νεβροῦ μεταβληθεῖσα ἔλαφος, κοιμάς τις οὖσα· ἢ ἡ νεογνὴ ἔλαφος. Διαφορὰν δέ φασιν εἶναι κεμάδος καὶ νεβροῦ· κεμάδα γὰρ εἶναι τὴν ἐπικοιμωμένην τῷ σπηλαίῳ· νεβρὸν δὲ, τὸν μείζονα, καὶ ἐπὶ βορὰν νεμόμενον· καὶ ἀχηνέα, παρὰ τὸ ἄχειν καὶ λυπεῖσθαι περὶ τὰ ἴδια τέκνα, καὶ μήπω δυναμένην ἐξιέναι τοῦ σπηλαίου διὰ σμικρότητα. Κενός: Οἱ μὲν, παρὰ τὸ σκηνῶ, σκηνὸς, σκενὸς καὶ κενὸς, ἐν ᾧ ἐστι τὶ σκηνώσασθαι καὶ βάλλειν. Ἢ παρὰ τὸ καίω κανὸς καὶ κενὸς, ὁ κεκαυμένος καὶ σποδὸς ὤν. Ἢ ὅτι τὰ κεκαυμένα κοῦφα καὶ ἐλαφρὰ γίνεται· ἢ παρὰ τὸ κινῶ κινὸς καὶ κενός· τὰ γὰρ κοῦφα καὶ κενὰ εὐκίνητα καὶ εὐβάστακτα. Ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ, γενὸς καὶ κενὸς, ὁ χωρῆσαι δυνάμενος τὶ διὰ τὸ μηδὲν ἔχειν. Ἢ παρὰ τὸ χέω χενὸς καὶ κενός· ἢ παρὰ τὸ ξέω, ξενὸς ὁ κατεξεσμένος, καὶ κενός· καὶ πλεονασμῷ τοῦ ε, κενεός. Σημαίνει τρία· διὰ τοῦ ε ψιλοῦ, σημαίνει τὸν μάταιον καὶ κοῦφον· καὶ διὰ τῆς ΑΙ διφθόγγου σημαίνει τὸ νεωστὶ κατεσκευασμένον· ἐξ οὗ καὶ ἐγκαίνιον· σημαίνει καὶ τὸ παράδοξον καὶ θαυμαστόν. Κενεός: Ποίου εἴδους; Πλεονασμοῦ ἐπέκτασις. Καὶ τί ἐστιν ἐπέκτασις; Συλλαβῆς πλεονασμὸς κατὰ τὸ μέσον τὸν οἰκεῖον τόνον φυλάττων, οἷον ἀδελφὸς ἀδελφεός. Κενεών: Ὁ κατὰ τὸν λαγόνα τόπος, ἡ λαπάρα· παρὰ τὸ κενὸς εἶναι ὀστέων· καὶ γὰρ λαπάρα λέγεται διὰ τὸ λελάφθαι ὅ ἐστι ἐκκενῶσθαι τὸν τόπον, πρὸς σύγκρισιν τῶν πλευρῶν. Λαπάξαι γὰρ τὸ κενῶσαι. Κενεμβατῶ: Τὸ κενῶς ἐπιβαίνω. Κενθίππη: Τόπος Ἄργους· διὰ τὸ πρῶτον ἐκεῖ κεντῆσαι τὸν Πήγασον ἵππον Βελλεροφόντην. Κένσαι: Προστακτικὸν μέσου ἀορίστου· ἀπὸ τοῦ κέντω κένσω. Δύναται καὶ ἀπὸ τοῦ κεντῶ κεντήσω· καὶ συγκοπῇ, κένσω· ἐκέντησα, κεντῆσαι, καὶ κένσαι συγκοπῇ. Κέντριον: Παρὰ τὸ κέντω, πλεονασμῷ τοῦ ρ, κέντρον καὶ κέντριον. Κεντρηνεκέας: Κεντρηνεκέας ἔχον ἵππους. Τοῖς κέντροις ὅ ἐστι ταῖς μάστιξιν εἴκοντας· παρὰ τὸ συνεχῶς καὶ διηνεκῶς κεντρίζεσθαι. Κεντρῶνες: Κυρίως λέγονται τὰ ἐκ διαφόρων χροιῶν συνεραμμένα εἰς ἕν· οἷς ὡμοίωνταί πως Ὁμηρόκεντρα. Κεντρότυπον: Τὸν μαστιγίαν, ἀπὸ τοῦ τύπτειν. Κένται: Ἔστι διαλέκτου. Ὡς γὰρ τὸ παρʼ ἡμῖν φίλτατον φίντατον, καὶ δέλτα δέντα, οὕτως Κέλται Κένται. Κένταυρος: Ἀφʼ οὗ τὸ τῶν Κενταύρων γένος· ὃς οὕτως ὠνόμασται ἀπὸ τοῦ τὸν πατέρα αὐτοῦ Ἰξίονα κεντεῖν τὴν αὖραν· φασὶ γὰρ αὐτὸν τῆς Ἥρας ἐρασθέντα συγγενέσθαι αὐτῇ ὁμοιωθείσῃ νεφέλῃ· ἐξ ἧς ἐτέχθη ὁ Κένταυρος, μέχρι μὲν ὀμφαλοῦ τὸ τοῦ πατρὸς ὁμοίως ἔχων, τὰ δὲ κάτω, ἀλόγου, διὰ τὸ τὰς νεφέλας τοῖς ἀλόγοις ὁμοίας εἶναι. Ζήτει τὴν ἱστορίαν πλατύτερον ἐν Ὀδυσσείας λʹ. Κέπφος: Ἀπὸ τοῦ ὀρνέου, ὅ ἐστι κοῦφον καὶ ἐπιπλέον τοῖς ὕδασιν. Κεραβάτης: Ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, τουτέστι τὰς κορυφὰς, βαίνων, οἱονεὶ ὀρειβάτης· κέρατα γὰρ καλοῦσι πάντα τὰ ἄκρα, ὥς φησι Πίνδαρος Ὑψικέρατα πέτραν. Ἀντὶ τοῦ ὑψηλὰ ἀκρωτήρια. Κεραΐζειν: Τὸ πορθεῖν, καὶ κενοῦν, καὶ διαφθείρειν· ἡ μεταφορὰ ἀπὸ τῶν κέρασι χρωμένων ζῴων· ἢ παρὰ τὴν κῆρα, τὸν θάνατον. Κεραϊστής: Τόπος Μιλήτου· ἀπὸ τοῦ τὸν Ἀπόλλωνα κέρατα τοῦ ἄρρενος τράγου ἀμελγομένου ὑπʼ αὐτοῦ πῆξαι ἐκεῖ, ὡς Καλλίμαχος. Κεραμεύς: Παρὰ τὸ κέραμος· τοῦτο παρὰ τὴν ἔραν ἔραμος, καὶ κέραμος. Ἀπολλόδωρος τὴν κεκαυμένην γῆν ἔραν φησίν· οἱ δὲ, παρὰ τὸ κεκάφθαι τῇ ἔρᾳ. Κεραμεικός: Ἀπὸ τοῦ κεραμεὺς κεραμέως, κεραμεϊκός· καὶ συναιρέσει, κεραμεικός. Γίνονται δὲ τρεῖς λαμπαδηδρομίαι ἐν Κεραμεικῷ, Ἀθηνᾶς, Ἡφαίστου, Προμηθέως. Ἄλλως· Κεραμεικὸς, τόπος Ἀθήνῃσι, ὅπου συνετέλουν οἱ Ἀθηναῖοι κατʼ ἐνιαυτὸν λαμπαδοῦχον ἀγῶνα. Πρὸς δὲ τὸν τόπον τοῦτον πύργον τινὰ ὑπάρχειν φασίν· ἐφʼ ὃν συμβουλεύει ἀναβάντα θεωρεῖν τὴν λαμπάδα, καὶ ὅταν ἀφεθῇ, ἀφεῖναι καὶ αὑτὸν κάτω, Ἀριστοφάνης. Κεραννύς: Μετοχὴ ἀντὶ τοῦ κεράσας. Ἔστι κέρας· ἐξ αὐτοῦ κερῶ ἀντὶ τοῦ κεραννύω, ὡς πετῶ πεταννύω. Ἢ κερῶ κερύω, καὶ κεραννύω· καὶ παράγωγον, κεράννυμι· ἡ μετοχὴ, κεραννύς. Πάντα δὲ τὰ τοιαῦτα διὰ δύο ΝΝ γράφεται, ζωννύω, σβεννύω, καὶ τὰ ὅμοια. Κεράσαι δέ ἐστι, τὸ ἐπιχεῖν οἶνον· ἀπὸ παλαιοῦ ἔθους· πάλαι γὰρ ἐχρῶντο κέρατι ἀντὶ προχόου. Οὕτω Πείσανδρος ἱστορεῖ· καὶ Ὅμηρος Ἰλιάδος θʹ, Οἶνόν τʼ ἐγκεράσασα πιεῖν. Ἀντὶ τοῦ ἐγχέασα εἰς κέρας· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν ἐν τοῖς κέρασιν ἔπινον. Κέραιρε: Κίρνα. Ἀπὸ τοῦ κεράω κερῶ, κεραίρω, ὡς μενῶ, μεναίνω, μεναινῶ. Ἢ κέραιε, ἐκ τοῦ κερῶ, κεραίω. Κέρας: Παρὰ τὸ κάρα· ἐπεὶ τῆς κεφαλῆς ἐστιν· ἔνθεν καὶ τὸ κεραΐζειν ἐπὶ τῶν ζῴων, ἐπεὶ τοῖς κέρασι μάχονται· καὶ ὁ κεραυνὸς, φθαρτικὸς ὢν, ὁ διὰ τὸ αὔειν βλάπτων, ὅ ἐστι καίων· καὶ τὸ κεράω· καὶ τὸ κέρμα, κατακεκομμένον εἰς πολλά. Κέρας: Ἡ θρὶξ, διὰ τὸ τοῖς κέρασιν ὁμοίως ἐκφύεσθαι· οἱ δέ φασιν, ὅτι ἡ ἐκ τοῦ βάθους ἰκμὰς ὑπὸ τῆς θερμασίας ἀναφερομένη, κἄπειτα τῇ τοῦ δέρματος τάσει σφιγχθεῖσα, κερατοῦται· ἢ ἡ συνεχῶς κειρομένη. Λέγεται κέρας καὶ ὁ ποταμὸς, ὡς παρὰ Ἀπολλωνίῳ, Ἔστι δέ τις ποταμὸς ὕπατον κέρας Ὠκεανοῖο. Κέρας δὲ λέγουσι πάντας τοὺς ποταμοὺς τοὺς ἀπὸ Ὠκεανοῦ καταφερομένους. Κέρας λέγεται καὶ ἡ κεφαλή. Σημαίνει καὶ τὴν δόξαν, ὡς τὸ, Καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. Καὶ γίνεται παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας, καὶ κέρας· τὴν γὰρ δόξαν πάντες ἐπιθυμοῦσι. Σημαίνει καὶ τὸ κέρατον, ὡς τὸ, Τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει. Σημαίνει καὶ τὴν τρίχα, καὶ γίνεται παρὰ τὸ κείρω, τὸ κόπτω, ὡς τὸ, Τοξότα λωβητὴρ κέρα ἀγλαέ. Ἀντὶ τοῦ καλλωπιζόμενε τῇ τοξικῇ ἢ τῇ τριχώσει· κέρας γὰρ οἱ παλαιοὶ καὶ τὴν τρίχα ἐκάλουν. Κλίνεται κέρατος κέραος καὶ κέρως· καὶ μετάγεται εἰς εὐθεῖαν· ὅθεν γίνεται μονόκερως μονοκέρωτος· ἡ γενικὴ τῶν πληθυντικῶν, μονοκερώτων. Κεραός: ἔλαφον κεράον. Εὔκερων, μεγάλα κέρατα ἔχοντα, ἄρρενα· αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφυοῦσιν. Ἐκ τοῦ κέρας κέρατος γίνεται κέραος καὶ ὀξύνεται, ὀφεῖλον βαρύνεσθαι· ἀλλὰ συνεξηκολούθησε τῷ Δαναὸς, ἀλαός. Κεραξόος: Κεραοξόος ἤραρε τέκτων, κερατουργὸς, κερατογλύφος· ἀπὸ τῆς κέραος Ἰωνικῆς γενικῆς γίνεται καὶ τοῦ ξέω. Κερόεις: Ἀπὸ τῆς κέρατος γενικῆς, κερατόεις· καὶ συγκοπῇ, κερόεις· τὸ θηλυκὸν, κερατόεσσα· καὶ συγκοπῇ, κερόεσσα· καὶ κράσει, κεροῦσα. Κέρας βοός: Οἱ μὲν, κυρίως· οἱ δὲ, τὴν τρίχα· ἄμεινον δὲ νοεῖν κεράτιόν τι προσκεῖσθαι τῷ ἀγκίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιάν. Ἰλιάδος ωʹ. Κερασβόλον: Ἔστι μὲν τῶν ἅπαξ εἰρημένων τῷ Πλάτωνι· φαίνεται δὲ ἐπὶ σπερμάτων ταττόμενον, τῶν οὔτε ἐκφερόντων καρπὸν, οὔτε πυρὶ οὔθʼ ὕδατι τηκομένων· ταῦτα γὰρ εἶναι φασὶ τὰ ὑπὸ τῶν σπορέων κατὰ τῶν κεράτων βληθέντα τῶν βοῶν· ἀφʼ ὧν καὶ τὸ ὄνομα ἔσχε. Παραδέδοται γάρ τις περὶ αὐτῶν λόγος τοιοῦτος, ὡς ἀτεράμνων ὄντων τῶν οὕτως εἰς τὴν γῆν καταπεσόντων σπερμάτων. Τοὺς οὖν ὑπὸ ἀπαιδευσίας ἀπαθεῖς τε καὶ ἀπειθεῖς τοῖς νόμοις κερασβόλους προσηγόρευσαν. Κέρδος: Παρὰ τὸ χεὶρ χερὸς, χέρδος, καὶ κέρδος, τὸ διὰ τῶν χειρῶν διδόμενον ἐπʼ ὠφελείᾳ. Ἐτυμολογεῖται δὲ παρὰ τὸ κέαρ καὶ τὸ ἅδω, τὸ ἀρέσκω, τὸ τὴν ψυχὴν εὐφραῖνον· ἢ παρὰ τὸ κέαρ καὶ τὸ ἡδύ. Κερδαίνειν: Ἀπὸ τοῦ κέρδους, ἢ ἀπὸ τοῦ τὸ κέαρ ἰαίνειν. Κερδώ: Ἡ ἀλώπηξ. Ὡς παρὰ τὸ Εἰδοθέα Εἰδὼ, οὕτως καὶ παρὰ τὸ κερδαλέα ἡ ἀπατητικὴ γίνεται κερδὼ ὑποκοριστικῶς. Κερδαλέος: Ὁ συνετὸς καὶ παραλογιστικός. Τὰς γὰρ ἐντρεχείας κέρδη ἐκάλουν· παρὰ τὸ ἡδύνειν τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν διὰ λόγων κλέπτειν. Κερδαλεόφρον: Πανοῦργε τὸ φρόνημα· ἢ περὶ τὰ κέρδη τὸν νοῦν ἔχων, τουτέστι κερδαίνειν φρονῶν· παρὰ τὴν φρένα καὶ τὸ κέρδος· τουτέστιν, ὁ κερδαίνειν φρονῶν. Ἢ διὰ λόγων τὴν ψυχὴν ἀπατῶν. Κέρδιον: Βέλτιον, κρεῖσσον· ἀπὸ τοῦ κέρδους. Ἔστι δὲ οὐδέτερον· τὸ ἀρσενικὸν, κερδίων. Τρίτον τύπον οὐκ ἔχει. Τὸ δὲ οὐδέτερον ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρσενικοῦ, ὦ κέρδιον. Διατί προπαροξύνεται; Ἐπειδὴ τὰ συγκριτικὰ ἅπαντα προπαροξύνεται, οἷον ἐνδοξότερος. Ἐπεὶ οὖν τὸ καλλίων καὶ τὰ ὅμοια διὰ τὴν ἐπὶ τέλους μακρὰν οὐκ ἠδύνατο προπαροξυνθῆναι, τὸν κεχρεωστημένον τόνον ἐν τῇ εὐθείᾳ ἀνεδέξατο ἐν τῇ κλητικῇ. Εἰς τὸ γλύκιον. Ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν. Ἀντὶ τοῦ συνετώτατος. Κέρδιστον γὰρ τὸν συνετώτατον φασίν· οὐ γὰρ ἂν τὸν πρόγονον αὐτοῦ πανουργότατον εἶπεν. Οἱ δὲ νεώτεροι τὴν λέξιν ἐπὶ τοῦ φιλοκερδοῦς λαμβάνουσιν. Ἰλιάδος ζʹ. Κερκίς: Κρέκω γὰρ προκατάρχει ῥῆμα· οἷον, Γλυκεῖα μᾶτερ, οὔτι δύναμαι κρέκειν τὸν ἰστόν. Παρὰ τὸ κρέκω, τὸ πλήττω, κρεκίς τις οὖσα· παρὰ τὸ κρέκειν, ὅ ἐστιν ἠχεῖν· καὶ καθʼ ὑπερβιβασμὸν, κερκίς· καὶ τοῦ λέοντος ἡ οὐρὰ, κέρκος. Ἐκ τοῦ κέρκω, κέρκος· πληκτικὴ γάρ ἐστι. Καὶ εἶδος φυτοῦ· Τώ μοι ἀναδραμέτην ἅτε κερκίδες. Καὶ ἴσως ἐκ τοῦ φυτοῦ ἐποίουν τὰς κερκίδας ταῖς γυναιξί. Κέρκωπες: Οὕτως πρότερον ἐκαλοῦντο οἱ Κύκλωπες· ὅθεν καὶ τοὺς πονηροὺς καὶ κακοὺς ἄνδρας Κέρκωπας φαμέν. Ἐκλήθησαν δὲ, ἢ διὰ τὸ κερδαλέον αὐτῶν καὶ πανοῦργον, ἢ ἀπὸ μητρὸς Κερκώπης. Ἢ Κέρκωπες λέγονται οἱ ἀπατεῶνες, ἀπὸ τῆς τῶν κυνῶν μεταφορᾶς, οἳ ταῖς ὄψεσι καὶ ταῖς κέρκοις σαίνοντες δάκνουσιν. Κέρκουρος: Τὸ μακρὰν ἔχον πρύμναν σκάφος. Κέρκουρος: Εἶδος πλοίου βραχέος. Κέρκος: Θηλυκῶς, σκεῦος τὶ, ὥσπερ καὶ τρίπους, ἢ θύρα χαλκῆ. Κερκόλυρα: Οὕτως ὁ Ἀλκμὰν ἐχρήσατο. Κέρσαι: Κόψαι. Ἐκ τοῦ κείρω, κερῶ, Αἰολικῶς, κέρσω. Κέρκυρ: Πρὸς τοῦτο Κέρκυρ οὐκ εἴρηται. Οὐ πρόκειται ἡμῖν, εἰ ἄρα δύναται γενέσθαι, ἀλλὰ τὶ εἰρήκασιν Ἕλληνες. Ἀλκμάν φησι, Καὶ Κέρκυρος ἡγεῖται. Ἀπὸ εὐθείας τῆς Κέρκυρ. Ἀλλʼ οὐκ εἴρηται· οὐκ ἄρα ἔχεται τῆς ἀποκοπῆς· ἀλλὰ κλίσεώς ἐστι μᾶλλον, οὐ μεταπλασμὸς, εἴπερ εὐθεῖα Κέρκυρ, ὃ μὴ γὰρ εἴρηται, ὥσπερ τὸ ψίθυρ, μάρτυρ. Ἀλλὰ μὴν οὐδὲ Ἴλλυρ· ἀλλὰ τὸ Ἴλλυρας μεταπέπλασται κατὰ τὴν αὐτὴν πτῶσιν. Ὥστε ταῦτα μεταπλασμός· τοὺς Ἰλλυριοὺς καὶ Κερκυραίους· οὐ γὰρ εἴρηται οὔτε ἡ εὐθεῖα, οὔτε ἡ γενικὴ, οὔτε ἡ δοτική· ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται. Εἴρηται δὲ ψίθυρ καὶ μάρτυρ, ἀφʼ ὧν ἡ κλίσις. Οὕτως Ἡρωδιανός. Κέρτομος: Ὁ χλευαστὴς, ὁ τὸ κέαρ τέμνων τῶν ἀκουόντων, διὰ τὸ παραλογιστικὸν τῶν λόγων· καὶ κερτόμιον, τὸ παραλογιστικόν· ὁ τὴν ψυχὴν χλευάζων λόγοις τοιούτοις· καὶ κερτομίοις ἔπεσιν, ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς. Κερτομέων: Ἐρεθίζων, χλευάζων· σχῆμα παρασύνθετον ἐκ τοῦ κέρτομος. Ἐπεκερτόμει, ἐπεχλεύαζεν, ἔσκωπτεν, ἠρέθιζεν. Κερκώπων: Δολίων, πανούργων. Ἢ γένος πιθήκων. Καθάπερ τῇ κέρκῳ ἡ ἀλώπηξ τοὺς θηρευτικοὺς κύνας ἀπατᾷ τῇδε κἀκεῖσε περιτρεπομένη, ἐφαμίλλως καὶ οὗτοι τοὺς ἁπλουστέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων. Κεστρίνους: Τὰ τομία καὶ τεμάχη τῶν ἰχθύων. Κεστός: Ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ καὶ πᾶν γυναικῶν φαντασιῶδες ἔνδυμα· Ἰλιάδος ξʹ, Ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα. Ζωστήρ ἐστιν οὕτω καλούμενος, ἀπὸ τοῦ πολυκέντητος εἶναι ταῖς ῥαφαῖς. Ἢ παρὰ τὸ κάζω, τὸ κοσμῶ, γίνεται ῥηματικὸν ὄνομα καστὸς καὶ κεστὸς, ὁ κεκοσμημένος καὶ διαπεποικιλμένος καὶ διακεκεντημένος. Ἢ παρὰ τὸ κέντω βαρύτονον ἔνθεν καὶ κέντορες ἵππων· ὁ μέλλων Αἰολικῶς, κένσω· ὅθεν τὸ, Κένσαι, ὁμοκλήσας ὁ παρακείμενος, κέκεκα· ὁ παθητικὸς, κέκεσμαι, κέκεσται, κεστός. Κεύθω: Τὸ κρύπτω. Ἐκ τοῦ κεύσω, γίνεται κευσμὸς καὶ κευθμὸς, ὡς μηνισμὸς μηνιθμός. Ἐκ τούτου γίνεται κευθμών. Ἀπὸ τοῦ κεύθω γίνεται κευθάνω, ἐκεύθανον, ἀντὶ τοῦ ἔκρυπτον. Κεφαλή: Ἤτοι παρὰ τὸ κάρφεσθαι, τὸ ξηραίνεσθαι, ὁ κατάξηρος τόπος καὶ ὀστώδης· ξηρὰ γὰρ καὶ ὀστώδης· ἢ κατὰ Ἀπολλόδωρον, καλύφη τις οὖσα, παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν ἐγκέφαλον. Τινὲς δὲ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη, κεφαή τις οὖσα, κατὰ πλεονασμὸν τοῦ λ. Οἱ δὲ, παρὰ τὸ κάπω, τὸ πνέω, καπαλὴ, καὶ κεφαλὴ, οἱονεὶ ἡ διαπνέουσα· παρὰ τὸ πνεῖν· ὅθεν καὶ κῆπος, ὁ διαπνεόμενος τόπος· διὸ καὶ ἐν ταῖς οἰκίαις τὸν ἀποτετμημένον τόπον πρὸς ἄνεμον ἀνάπνευσιν κῆπον λέγουσιν. Ἢ παρὰ τὸ κέλυφος, ὃ σημαίνει τὸ κάλυμμα. Κεφαλέων: Ὁ κανών· οἱ Αἰολεῖς, διὰ τοῦ ΑΩΝ· οἱ Δωριεῖς, διὰ τοῦ ΕΩΝ· ὁ δὲ Ζηνόδοτος γράφει τὸ ΛΑΙ δίφθογγον, ὡς κτητικὸν αὐτὸ λαμβάνων. Κακῶς δέ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν μερῶν παραλαμβανόμενον κατὰ τεθνηκότος θέλει παραλαμβάνεσθαι· οἷον, βοεία κεφαλὴ, ἡ τοῦ τεθνηκότος βοὸς κεφαλή· ἀνθρώπειος ποὺς, ὁ τοῦ τετελευτηκότος· οὐ γὰρ ἐπὶ ζῶντος εἴποι τὶς ἄν. Διὸ καὶ μέμφονται τὸν Ζηνόδοτον· ἐπειδὴ τὸ, ἀρνῶν ἐκ κεφαλαίων, κτητικὸν ἀνεγίνωσκεν· κτητικῇ γὰρ φωνῇ ἐχρήσατο ἔτι ζώντων ἀρνῶν. Οὐκ ἔπαθε πλεονασμὸν, ἀλλὰ συναίρεσιν. Κεφαλληνία: Ἀπὸ Κεφάλου τινὸς, ὃς ἀκουσίως ἀνελὼν Πρόκριν τὴν Ἐρεχθέως μητέρα, ἔξεισι τῆς Ἀττικῆς, καὶ σὺν Ἀμφιτρύωνι στρατεύεται κατὰ Τηλεβόων· ἔπειτα δὲ ἐκ Λυσίππης ἔσχεν Σαμαῖον καὶ Κράνεων καὶ Παλαίων· ἀφʼ ὧν οἱ ἐν τῇ Κεφαλληνίᾳ Πρόνοοι, Σαμαῖοι, Κράνειοι, Παλεῖς προσηγορεύθησαν. Οὕτως Ἐπαφρόδιτος ἐν ὑπομνήματι τῆς Ὀδυσσείας. Κεχανδότα: Ἀντὶ τοῦ χωροῦντα. Ἐκ τοῦ χάζω, χάσω, κέχαδα, κεχαδὼς κεχαδότος· καὶ πλεονασμῷ τοῦ ν. Κεχαροίατο: Χαίρω· ὁ βʹ ἀόριστος, ἔχαρον· ὁ μέσος, ἐχαρόμην· καὶ τὸ εὐκτικὸν, χαροίμην· κατὰ ἀναδιπλασιασμὸν, κεχαροίμην· τὸ τρίτον τῶν πληθυντικῶν, κεχάροιντο, καὶ τὸ Ἰωνικὸν, κεχαροίατο, ἀντὶ τοῦ χαρείησαν, ὡς μνήσαιντο, μνησαίατο· λέγοιντο, λεγοίατο· πύθοιντο, πυθοίατο. Εἰς τὸ ΔΕΥοίατο. Κεχαρηότα: Οὔτε ἀπὸ τοῦ χαίρω γίνεται, ἐπειδὴ ὁ παρακείμενος κέχαρκα ἐστὶν, οὔτε ἀπὸ τοῦ χαιρῶ· ἀλλʼ ἀπὸ τοῦ χαίρω, γίνεται χαρῶ, ὡς φαίνω, φανῶ· οὗ ὁ παρακείμενος, κεχάρηκα· ἡ μετοχὴ, κεχαρηκώς· καὶ κατὰ ἀφαίρεσιν τοῦ κ, κεχαρηότα. Κεχολώσεται: Ὁ δέ κεν κεχολώσεται, ἀντὶ τοῦ ὀργισθήσεται. Ἐκ τοῦ χολῶ χολώσω, κεχόλωκα, κεχόλωμαι κεχόλωσαι· καὶ ὁ μετʼ ὀλίγον μέλλων, κεχολώσομαι. Διαφέρει δὲ τοῦ μέλλοντος· ὅτι ὁ μὲν μέλλων, ἀόριστός ἐστιν· ὁ δὲ μετʼ ὀλίγον μέλλων, ὡρισμένος. Κεῖος: Σημαίνει τὸν πολίτην τῆς Κέω· Κέως δὲ νῆσος ἐστίν. Ὠνόμασται ἀπὸ τοῦ Κέω τοῦ Ἀπόλλωνος καὶ Ῥοδοέσσης νύμφης. Ἐκ τοῦ Κέω γίνεται Κέϊος· καὶ κατὰ συναίρεσιν, Κεῖος. Κῶς, νῆσος ἐστίν· ὠνομάσθη ἀπὸ Κῶ, ἥτις θυγάτηρ Μέροπος καὶ Ἐχεμείας ἦν. Ἡ Κῶς, τῆς Κῶ. Τὸ δὲ παρʼ Ὁμήρῳ Ἰλιάδος ξʹ, Καί μιν ἔπειτα Κόωνδʼ εὖ ναιομένην ἀπένεικας. ἀπὸ ἄλλης εὐθείας ἐστὶ, τῆς Κόως. Κείρειν: Τὸ κόπτειν· ἀπὸ τοῦ αἴρειν καὶ ἀποκόπτειν τὸ κέρας, ἤγουν τὴν τρίχα. Κείω: Σημαίνει τὸ καίω· ἀνεφάνη γὰρ τὸ ε, ὡς ἐν τῷ, Κέδρου τʼ εὐκεάτοιο. κείων, τὸ κοιμησόμενος, ἀπὸ τοῦ κέω· Ὄρσο κέων. Πλεονασμῷ, κείων· κίω δὲ, τὸ πορεύομαι, διὰ τοῦ ἰῶτα, ἀπὸ τοῦ ἴω. Κειμήλια: Τὰ ἀπόθετα χρήματα. Ὡς παρὰ τὸν θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτω καὶ παρὰ τὸν κείσω κείσομαι μέλλοντα γίνεται κειμήλιον. Ἢ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ μείλια, διʼ ὧν τινὰ ἐκμειλισσόμεθα, ἤγουν τὰ χρήματα. Κειρία: Σημαίνει τὰ σχοινία, τὰ ἐντάφια δεσμά. Ἢ κειρία σημαίνει τὸ σχοινίον τὸ δεσμεῦον τὴν κλίνην. Λέγεται δὲ καὶ θηλυκῶς· γίνεται παρὰ τὸ κείρω, τὸ κόπτω, τουτέστι παρὰ τὸ εἰς λεπτὰ κόπτεσθαι αὐτά. Ἢ παρὰ τὸ κέρας, ὃ σημαίνει τὴν τρίχα, κερία· καὶ πλεονασμῷ τοῦ ι, κειρία· καὶ γὰρ ἐκ τῶν τριχῶν ἦσαν τὸ παλαιόν. Ἢ παρὰ τὸ εἴρω, τὸ συμπλέκω, εἰρία· καὶ πλεονασμῷ τοῦ κ. Κεῖθι: Ἀντὶ τοῦ ἐκεῖσε, ἐπὶ τόπου· γίνεται ἐκ τοῦ ἐκεῖνος. Τὸ ΚΕΙ, δίφθογγον. Διατί; Τὰ εἰς ΘΙ λήγοντα ἐπιρρήματα τὴν παραλήγουσαν θέλει φυλάττειν τῶν εἰς ΘΕΝ ἐπιρρημάτων. Κεῖθεν: Ἀπὸ τοῦ ἐκεῖθεν γίνεται· ἢ ἀπὸ τοῦ κεῖνος, κείνοθεν, ὡς Λέσβος, Λεσβόθεν· καὶ κατὰ συγκοπὴν, κεῖθεν. Κεῖνός θʼ ὣς ἀγόρευεν: Ὁ μὲν Ἡρωδιανὸς ἀναγινώσκει εἰς τὸ ΚΕΙ περισπωμένην, καὶ εἰς τὸ ΝΟΣ ὀξεῖαν, καὶ εἰς τὸ ΩΣ βαρεῖαν· ὁ δὲ Ἀρίσταρχος, Κεῖνος τόσσʼ ἀγόρευεν. Ζητοῦσι δέ τινες, ποῖον ἐστὶν ἀναλογώτερον, τὸ κεῖνος, ἢ τὸ ἐκεῖνος. Ἔστι δὲ εἰπεῖν, ὅτι κατά τι μέν ἐστιν ἀναλογώτερον τὸ κεῖνος, κατά τι δὲ τὸ ἐκεῖνος· καθὸ μέν ἐστι λέγειν, ὅτι οὐδέποτε πρωτότυπος ἀντωνυμία ἀπαθὴς οὖσα ὑπερβαίνει τὴν δισυλλαβίαν, οἷον ἐγὼ, αὐτὸς, οὗτος· τὸ κεῖνος ἐστὶν ἀναλογώτερον. Πρόσκειται, «πρωτότυπος,» διὰ τὸ νωΐτερος, σφωΐτερος· παράγωγοι γὰρ αὗται αἱ ἀντωνυμίαι. «Ἀπαθὴς» εἶπε, διὰ τὸ οὑτοσὶ, ἐκεινοσί. Καθὸ δὲ αἱ μονοπρόσωποι ἀντωνυμίαι ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι, οἷον οὗτος, αὐτὸς, ὅδε, ἀναλογώτερόν ἐστι τὸ ἐκεῖνος, ἵνα ἀπὸ φωνήεντος ἄρξηται. Κεῖνος: Οὐκ ἔστιν ἐνταῦθα σχῆμα· θεματικὴ γάρ ἐστι· τὸ ε γὰρ φωνῆεν πέφυκε πλεονάζειν, οἷον ὥρων, ἑώρων· ἀφαιρεῖται δὲ, ὅτε μετὰ συμφώνου ἐστίν· οἷον ἔφη, φῆ· οὕτως ἐκεῖνος, κεῖνος· ἀφαίρεσις ἄρα. Καὶ πάλιν οὐδέποτε μονοπρόσωπος ἀντωνυμία ἀπὸ συμφώνου ἄρχεται, ἀλλʼ ἀπὸ φωνήεντος, αὐτὸς, ὅδε. Μήποτε ἄρα ἐκεῖνος, καὶ κατὰ ἀφαίρεσιν κεῖνος. Πρόσθεσις δὲ λέγεται τοῦ ε, ἐπειδὴ αἱ πρωτότυποι ἀντωνυμίαι ἀπαθεῖς οὖσαι οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν. «Ἀπαθεῖς» εἶπε, διὰ τὰς ἐπεκτεταμένας, αὐτοσὶ, οὑτοσί. Ὅθεν τὸ ἐκεῖνος, ὑπὲρ τὴν δισυλλαβίαν. Μήποτε τὸ κεῖνος ἐστὶ κυριώτερον· ὅθεν πρὸς μὲν τὴν ποσότητα τῶν συλλαβῶν, κεῖνος· πρὸς δὲ τὸ ἀπὸ φωνήεντος ἀρχόμενον, ἐκεῖνος. Ὅθεν διὰ διφθόγγου γράφεται, ἐπειδὴ οἱ Δωριεῖς κεῖνος λέγουσι διὰ τοῦ η, ὡς μεῖον, μῆον. Κεῖμαι: Ἰστέον ὅτι τὸ κεῖμαι καὶ ἧμαι ἐλέγχονται μήτε ἀπὸ τῶν εἰς ω εἶναι, μήτε ἀπὸ τῶν εἰς ΜΙ· ὅτι τὰ ἀπὸ τῶν εἰς ω ἢ τῷ ο παραλήγεται, ὡς τὸ τύπτομαι· ἢ τῷ ω, ὡς τὸ βοῶμαι· ἡ τῷ ΟΥ, ὡς τὸ χρυσοῦμαι· καὶ τὰ ἀπὸ τῶν εἰς ΜΙ ἢ τῷ ε παραλήγεται ἐν τοῖς παθητικοῖς, ὡς τὸ τίθεμαι· ἢ τῷ ἄλφα συνεσταλμένῳ, ὡς τὸ ἵσταμαι· ἢ τῷ ο, ὡς τὸ δίδομαι· ἢ διχρόνῳ συνεσταλμένῳ, ὡς τὸ ζεύγνυμαι. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἐλέγχονται ταῦτα εἶναι ἀπὸ τῶν εἰς ΜΙ ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ ἧσαι καὶ κεῖσαι. Πᾶς γὰρ ἐνεστὼς εἰς ΜΑΙ λήγων ἔχει τὸ δεύτερον εἰς ΣΑΙ λῆγον, ἀπὸ τῶν εἰς ΜΙ ὤν· οἷον, τίθεμαι, τίθεσαι· οὕτως ἧμαι, ἧσαι· κεῖμαι, κεῖσαι Ὀτρυντείδη. Ἔστι δὲ ὁ σχηματισμὸς αὐτοῦ οὕτως· ἔστιν ἕω τὸ κάθημαι καὶ κέω βαρύτονα· καὶ κατὰ παραγωγὴν τονικὴν ἑῶ καὶ κεῶ περισπώμενα, ὡς κύω, κυῶ· ἕλκω, ἑλκῶ· ῥίπτω, ῥιπτῶ. Εἶτα κατὰ παραγωγὴν τῶν εἰς ΜΙ γίνεται ἕημι καὶ κέημι· ὁ παθητικὸς ἐνεστὼς, ἕεμαι καὶ κέεμαι· καὶ κατὰ κράσιν τῶν δύο ΕΕ, πῇ μὲν εἰς η, πῇ δὲ εἰς ΕΙ δίφθογγον, ἧμαι καὶ κεῖμαι. Ζήτει εἰς τὸ ἕαται. Κήδω: Τὸ φροντίζω· παρὰ τὸ κήδω, τὸ ἀνιῶμαι, γίνεται ἐκ τοῦ παρεπομένου· τοῖς γὰρ φροντίζουσι παρέπεται τὸ ἀνιᾶσθαι. Ἢ ἐκ τοῦ ἔδω, τὸ ἐσθίω, τροπῇ τοῦ ε εἰς η. Καὶ πλεονασμῷ τοῦ κ· κατεσθίουσι γὰρ τρόπον τινὰ ἑαυτοὺς οἱ μεριμνῶντες· ὅθεν καὶ μελεδώνη, ἡ φροντὶς, παρὰ τὸ τὰ μέλη ἔδειν. Τὸ δὲ κήδω, τὸ λυποῦμαι, οὐχ εὗρον ἐτυμολογούμενον· ὡς οἶμαι δὲ, ὅτι ἀπὸ τοῦ καίεσθαι εἴρηται. Καίω γὰρ κήδω· τοῖς γὰρ λυπουμένοις παρέπεται ἡ ἔκκαυσις. Καὶ ἀνάσχεο κηδομένη περ, ἀντὶ τοῦ λυπουμένη. Κήδετο γὰρ Δαναῶν, ἀντὶ τοῦ ἐφρόντιζεν· Ἀρίσταρχος δὲ, ἀντὶ τοῦ ἠνιᾶτο, καὶ ἔστι μετὰ τῆς περί· ἵνʼ ᾖ, ἠνιᾶτο γὰρ περὶ Δαναῶν. Σέ τε κήδων ἠδὲ σὰ τέκνα. Καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν, ὅς κέ με κήδει. Ἀντὶ τοῦ λυπεῖν καὶ βλάπτειν. Κατακεῖσθαι: Διατὶ πάντων τῶν ἀπαρεμφάτων τὸν τόνον τῶν ὁριστικῶν φυλασσόντων, καταφιλεῖται, καταφιλεῖσθαι, τὸ κατάκειται οὐκ ἐγένετο κατάκεισθαι; Λέγεται, ὅτι καθόλου ἐπὶ τῶν τοῦ ὁριστικοῦ ἀπαρεμφάτων παθητικῶν ἐνεστῶτος καὶ παρατατικοῦ ἀναβιβάζουσι τὸν τόνον, εἰ μή που μακρᾷ φύσει παραλήγεται· ποιεῖσθαι οὕτως καὶ περικεῖσθαι. Κήδεα: Λύπας, πένθη· ἐκ τοῦ κήδω· παρὰ τὸ ἀνιᾶσθαι καὶ οἱονεὶ καίεσθαι. Κήδαρ: Σημαίνει τὸ σκοτεινόν· παρὰ τὸ κήδω, τὸ κοιμῶμαι. Κήδω: Σημαίνει τὸ θάπτω· καὶ γίνεται παρὰ τὸ χῶ, τὸ χωννύω· οὗ ὁ μέλλων, χήσω· καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται κήδω κατὰ τροπὴν τοῦ χ εἰς κ, καὶ τοῦ σῖγμα εἰς δ· ἐκ τούτου γίνεται παράγωγον κηδεύω. Ἢ ἐκ τοῦ κήδω, τὸ φροντίζω· καὶ ὡς φωλεύω, φωλεὸς, οὕτως γίνεται κηδεύω, κηδεός· κηδεός ἐστι νέκυς, ὁ φροντίδος καὶ κηδεμονίας ἄξιος, καὶ κηδεύσεως, τουτέστι ταφῆς. κηδεσταὶ λέγονται ὅ τε πατὴρ τῆς γεγαμημένης, καὶ αὐτὸς ὁ γαμῶν· κῆδος γάρ ἐστιν ἡ κατʼ ἐπιγαμίαν συγγένεια, ἐπεὶ ἐκ προνοίας καὶ κηδεμονίας συνίσταται. Γίνεται δὲ παρὰ τὸ κήδω, τὸ φροντίζω. Ἐκ δὲ τοῦ κῆδος, κηδεστὴς, ὁ κατʼ ἐπιγαμβρίαν συγγενὴς, τουτέστιν ὅ τε πατὴρ τῆς γεγαμημένης, καὶ αὐτὸς ὁ γαμῶν· ἐκ προνοίας γὰρ καὶ φροντίδος οἱ ἀμφότεροι συνίστανται. Τὸ δὲ Κηδέστης, τὸ κύριον ὄνομα, βαρύνεται, ὡς θύος, Θυέστης· ὄρος, Ὀρέστης· τὸ δὲ κηδεστὴς, ὀξύνεται ὡς προσηγορικόν. Κηδεστοί: Οἰκειότατοι, φροντιστικώτατοι. Καὶ, Ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· ἀντὶ τοῦ ὁ φροντιζόμενος. Ὡς παρὰ τὸ κάλλος γίνεται καλλίων· καὶ τὸ ὑπερθετικὸν, κάλλιστος· οὕτω παρὰ τὸ κῆδος κηδίων κήδιστος. Κηκάς: Ἡ λοιδορία· ἐκ τοῦ κακός. Ἢ κηκάς ἐστιν ἡ κακόλογος λοιδορία· ἐξ οὗ καὶ κηκασμὸς, ἡ λοιδορία. Λυκόφρων, Βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι, ἤγουν ταῖς λοιδορίαις καὶ χλεύαις τετραχημένοι. Καὶ Καλλίμαχος, Κηκάδι σὺν γλώσσῃ· καὶ τὸ παρʼ Ὁμήρῳ οὕτως ἐκδέχονται, Ἀλλὰ κακῶς ἀφίει, ἀντὶ τοῦ λοιδόρως καὶ μεθʼ ὕβρεως. Οἱ δὲ κῆκα τὴν μελανίαν λέγουσιν· ὅθεν Ῥωμαῖοι τὸν τυφλὸν κέκον λέγουσιν. Ἔστι καὶ κηκὰς ἀλώπηξ, κακωτικὴ, κακοῦργος, καὶ πονηρά· ὡς Νίκανδρος ἐν Θηριακοῖς, Πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ. Κήκιε: Τὸ ἔρρει καὶ κατέβαινεν, ἐκ τοῦ κίω, τὸ περιπατῶ, ὡς τὸ, μέλαν δʼ ἀνεκήκιεν αἷμα. Ἐκ τοῦ ἀνέκαθεν. Κῆλα: Τὰ βέλη· ὁτὲ δὲ, σημεῖα· παρὰ τὸ καίω· ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, οὗ ὁ μέλλων, ἥσω, ἀντὶ τοῦ ἀφήσω, πέμψω γίνεται ἧλον καὶ κῆλον. Κυρίως δὲ τὸν κεραυνὸν καὶ τὸν πρηστῆρα σημαίνει ἡ λέξις· καὶ βέλη θεῖα, τουτέστιν ἀστραπὰς καὶ βροντάς· παρὰ τὸν κήσω μέλλοντα, δηλοῦντα τὸ καύσω· ὅθεν καὶ πυρὶ κηλέῳ, τουτέστι καυστικῷ, πλεονασμῷ τοῦ ε. Εἰς τὸ κηλίς. Παρὰ τὸν κήσω μέλλοντα, ὡς τὸ, Αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. Τουτέστι τὰ πάνυ κεκαυμένα ὑπὸ ἡλίου, καὶ ξηρά. Κηληθμός: Ἡ μεθʼ ἡδονῆς ἡσυχία, ὡς τὸ, Κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. Ὀδυσσείᾳ. Κυρίως ἡ διὰ τῆς ἀκοῆς ἡδονὴ καὶ τέρψις καὶ θέλξις, οἷον κηληδηθμὸς, καὶ συγκοπῇ· ἢ χαλήθυμός τις ἐστί· καὶ συγκοπῇ καὶ τροπῇ, κηληθμός. Γίνεται ἐκ τοῦ χῶ, χήσω, χαλῶ, χηλῶ καὶ κηλῶ, οἱονεὶ τέρπω καὶ χαλῶ· καὶ κηλούμενος, ὁ τερπόμενος· οἱ γὰρ πραϋνόμενοι, διακεχυμένοι καὶ ἐφηπλωμένοι γίνονται. Καὶ κατεκήλησεν, ἀντὶ τοῦ κατεπράϋνε καὶ κατέθελξεν, ἢ κατεμάρανεν· οἱ δὲ, οὐκ ἄποθεν τοῦ κλᾶσθαι ἐτυμολογοῦσι. Κήλη: Τὸ πάθος· παρὰ τὸ κάλον, ὅ ἐστι ξύλινον καὶ σκληρόν· ἀφʼ οὗ παρώνυμον κάλη καὶ κήλη· ἐπεὶ τὰ μέρη ἐκεῖνα εἰς ὄγκον ἐπιδιδόμενα μείζονα τοῦ συνήθους γίνεται· ἀφʼ οὗ καὶ σκληρά. Κῆλον: Κῆλον λέγεται τὸ ξύλινον βέλος, παρὰ τὸ κάλον, ὃ δηλοῖ τὸ ξύλον· ἀφʼ οὗ καὶ καλοπόδιον, ὁ ξύλινος πούς· ἐξ οὗ μετὰ τοῦ νεύειν γίνεται καλόνειον καὶ κηλόνειον, τὸ ἀνανεῦον καὶ κατανεῦον ξύλον, ὁ ξύλινος ἀντλητὴρ, τὸ παρʼ ἡμῖν λεγόμενον γεράνειον. Κηλώνιον δὲ, ἐπὶ τοῦ ἵππου· κήλων γὰρ λέγεται ὁ θερμὸς εἰς συνουσίαν· παρὰ τὸν κήσω μέλλοντα· δηλοῖ τὸ καύσω. Κηκίς: Βάμμά τι καὶ στύμμα τι, ἢ καρπὸς δρυὸς ἐπιτήδειος εἰς βαφὴν κλινῶν. Κηλίς: Ῥύπος, μίασμα, μόλυσμα· ἔνθεν ἐπὶ τῆς ἐσθῆτος τῆς ἐχούσης σημεῖον καὶ μολῦνον αὐτήν. κῆλα δὲ τὰ σημεῖα, οἷον δῆλα, τροπῇ τοῦ δ εἰς κ. Καὶ ἐφʼ ὕβρεως λέγεται, Οὗτος κηλίδας ἔχει. Οἷον μολύσματα, οὐ καθαρός ἐστι. Κημός: Παρὰ τὸ κάμπτω καμμὸς καὶ κημὸς, τῆς θέσει μακρᾶς τραπείσης εἰς φύσει μακρόν. Ἔστι δὲ καὶ πλέγμά τι ἐκ σχοινίων. Κῆπος: Ὁ ἀποτετμημένος τόπος πρὸς ἀνάπνευσιν, καὶ καταπνεόμενος. Παρὰ τὸ κάπω, τὸ πνέω, κάπος καὶ κῆπος. Ἢ παρὰ τὸ σκάπτω, σκάπος καὶ σκῆπος, καὶ ἀφαιρέσει καὶ ἐκτάσει. Ἐκ τοῦ δὲ κῆπος καὶ τοῦ οὐρῶ, τὸ φυλάττω, γίνεται κηπουρὸς, ὡς οἰκουρός. Κῆρ: Περισπωμένως σημαίνει τὴν ψυχὴν, γένους οὐδετέρου· γίνεται παρὰ τὸ κέαρ, ὃ δηλοῖ αὐτὴν τὴν ψυχήν· γίνεται παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ θερμοῦ ἐπίσης ἔχοντος. Κέκραται δὲ ἐκ τῶν στοιχείων. Κῆρ δὲ, ἀπὸ τοῦ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα· ἢ παρὰ τὸ καιρίαν δέχεσθαι τὴν πληγήν· ἢ παρὰ τὸ καίω. Καὶ τί μετέχει; Τὸ γὰρ ἔμφυτον θερμὸν φασὶν εἶναι τὴν ψυχήν. Παρὰ τὴν καῦσιν· ἢ παρὰ τὸ κῶ, τὸ καίω, κέαρ· καὶ κατὰ συναίρεσιν, κῆρ· ἢ παρὰ τὸ ἔαρ, ὅ ἐστι πνεῦμα. Ἐκ τοῦ κῆρ κηρὸς κηρόθεν καὶ κηρόθι ἐπίρρημα, τὸ ἐκ ψυχῆς. Κήρ: Ὀξυτόνως, γένους θηλυκοῦ, καὶ σημαίνει τὴν θανατηφόρον μοῖραν· καὶ γίνεται παρὰ τὸ καίω, κέκηα· καυστικὴ γὰρ ἐστὶ καὶ ἀφανιστικὴ, ἤτοι καῆναι ἐπιφέρουσα· καὶ ἐν ᾅδου ποταμοὶ, Πυριφλεγέθων καὶ Ἀχέρων. Ἐκ τοῦ ἔκηα. Τοὺς γὰρ ἀποθνήσκοντας ἔκαιον οἱ παλαιοί. Κὴρ οὖν, ὁ θάνατος· καὶ κηραμύντης, ὁ Ἡρακλῆς. Ὁ τὰς κῆρας διώκων· ἀλεξίκακος γάρ. Παλαίμων δὲ ὁ αὐτὸς, διὰ τὸ παλαῖσαι αὐτὸν τῷ Διΐ· πευκεὺς δὲ, ἐν Ἀβδήρῳ τιμᾶται. Κηρεσσιφορήτους: Τοὺς ὑπὸ εἱμαρμένης ἠγμένους, μοιροφορήτους· ἢ οὓς αἱ Μοῖραι ἀποίσουσι. Κηρουλκός: Ἡ ἕλκουσα εἰς κῆρα, ὅ ἐστιν εἰς θάνατον· ἀφʼ οὗ, θανατηφόρος. Κῆρυξ: Ἀπὸ τοῦ κηρύσσω κηρύξω γίνεται ἀποβολῇ τοῦ ω· τοῦτο παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνὴν, γηρύσσω καὶ κηρύσσω. Παρὰ τὸ γέρας, γῆρυς, ἐπὶ τῶν ἐντίμων λέγεται. Κυρίως προφητῶν ψαλμῳδία. Ἢ ὥσπερ παρὰ τὸ πτερὸν γίνεται πτερῶ πτερύσσω, οὕτω καὶ παρὰ τὸ ἐρῶ, τὸ λέγω, γίνεται ἐρύσσω καὶ ἠρύσσω· καὶ πλεονασμῷ τοῦ κ. Κλίνεται κήρυκος, τὸ ΡΥ μακρὸν, ὡς πέρδικος. Ἡ γὰρ ὀφειλομένη ἐν τῇ εὐθείᾳ μακρὰ μετῆλθεν ἐν τῇ γενικῇ. Ὤφειλε δὲ καὶ ἡ εὐθεῖα ἔχειν μακρὸν τὸ υ. Ἄλλως· οὐδέποτε πρὸ τῶν διπλῶν εὑρήσεις δίχρονον ἐκτεταμένον· ἐπὶ ἑνὸς μόνου στίχου συνεστάλη ἐν τῷ, Κήρυκι Ἠπυτίδῃ. Κηρύκειον: Εἰσὶ τινὰ ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων διὰ τῆς ε καὶ ι διφθόγγου γραφόμενα, ὡς κυκλώπειον, τὸ τοῦ Κύκλωπος, φοινίκειον, τὸ τοῦ φοίνικος· οὕτως καὶ κηρύκειον. Ἰστέον ὅτι ἔστι καὶ κηρύκιον διὰ τοῦ ι· ὅπερ ἐπὶ μόνης τῆς ῥάβδου λέγεται τοῦ Ἑρμοῦ. Κηρύκειον: Ἔστι προσηγορικὸν καὶ σημαίνει πᾶσαν ῥάβδον κήρυκος· ἔστι καὶ κτητικὸν σημαῖνον τὸ τοῦ κήρυκος, ὡς παρὰ Σοφοκλεῖ, Γράμμα κηρύκειον. Ἔστι καὶ ὄνομα λόφου τῆς Ἐφέσου, ἐν ᾧ ἀνῆλθεν ὁ Ἑρμῆς κατὰ βούλησιν τῶν θεῶν, καὶ ἐκήρυξε τὴν γέννησιν τῆς Ἀρτέμιδος. Διὰ διφθόγγου. Ἔστι καὶ κηρύκειον σημαῖνον τὴν κήρυξιν. Ἔστι καὶ πληθυντικῶς τὰ κηρύκεια, καὶ σημαίνει τὸν μισθὸν τὸν διδόμενον ἐπὶ τῇ κηρύξει· ὅπερ λέγεται ἐν τῇ συνηθείᾳ μήνυτρα. Τὸ κηρύκιον ῥάβδος ἦν μετρίου μήκους, ἄνω πρὸς τῇ ἀρχῇ ὄφεις ἔχουσα ἐσχηματισμένους ἀντεμβαλλομένους ἀλλήλοις εἰς τύπον τοῦ φ στοιχείου. Ταύτην οἱ κήρυκες φέροντες ὥδευον τοῦ ἀσφαλοῦς χάριν. Κηρυβίων: Καθαρματῶδες ἐστὶ τὸ ὄνομα· κηρύβια γὰρ κυρίως τὰ ἀποβράσματα τῶν κυάμων. Κρατῖνος, Δασὺν ἔχων τὸν πρωκτὸν, ἅτε κηρύβιʼ ἐσθίων. Εἰ μὴ ἄρα περιεκτικὴ ἔννοια ἐστὶν ἕνεκα ἐμφάσεως, καὶ ὑγιῶς ὀξύνεται, ὡς ἄπειρος, ἀπείρων· καὶ ἄναιμος, ἀναίμων· οὕτω κατάπυγος, καταπύγων καταπύγονος· καὶ συστέλλεται ἐν τῇ γενικῇ. Κηφηΐδα γαῖαν: Νίκανδρος, ἀπὸ Κηφέως, τὴν Αἰθιοπίαν. Κηφισός: Ποταμός ἐστι παρακείμενος τῇ λίμνῃ· ἐξ οὗ λίμνῃ κεκλιμένος Κηφισίδι. Κηφῆνες: Ἐκ τοῦ κωφὸς, κωφὴν καὶ κηφήν. Κηρός: Παρὰ τὸ καίω, καύσω, ἔκαυσα· ἀποβολῇ τοῦ υʹ καὶ σ, ἔκαα· ἐξ αὐτοῦ καρὸς καὶ κηρὸς, ὁ καιόμενος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ καίεσθαι ῥᾳδίως· ἢ ὅτι καιόμενος ῥεῖ. Κῆχος: Ἐπίρρημα· ἀντὶ τοῦ ποῦ. Τὸ ΚΗ, η Δωρικῶς· καὶ τροπῇ τοῦ π εἰς κ· πῆχος γὰρ ἦν. Ἀπὸ τοῦ πῇ, ὃ σημαίνει τὸ ποῦ, ὡς τὸ, Πῇ ἔβη Ἀνδρομάχη; Ἐκ τοῦ πῇ καὶ τοῦ ἄγχι γίνεται πῆχος καὶ κῆχος. Ζήτει εἰς τὸ πόπανον. Κηώεις: Ἐκ τοῦ κέω, τὸ κοιμῶμαι, κεώεις· καὶ τροπῇ, κηώεις· ἐπὶ τοῦ θαλάμου, ὁ πρὸς τὸ κοιμᾶσθαι ηὐτρεπισμένος καὶ εἰργασμένος οἶκος· καὶ ὁ ποιητὴς, Ὄρσο κέων, ὦ ξεῖνε. Ἀντὶ τοῦ κοιμήθητι διεγερθείς. Σημαίνει καὶ τὸν τεθυμιαμένον· ἀπὸ τοῦ τὰ θυμιάματα εἰς αὐτὸν καίεσθαι. Κηώδης: Ὁ τεθυμιαμένος· παρὰ τὸ καίω. Κητώεις: Παρὰ τὸ κῆτος· τοῦτο παρὰ τὸ κῶ, τὸ κεῖμαι· ἢ παρὰ τὸ χῶ χήσω, τὸ χωρῶ, χῆτος καὶ κῆτος. Κιανίς: Ἀφίκοντο Κιανίδος ἤθεα γαίης. Κίος πόλις Μυσίας, ἀπὸ Κίου τοῦ ἡγησαμένου τῶν Μιλησίων τῆς ἀποικίας. Τὸ ἐθνικὸν, Κιανός· Τοὔνεκεν εἰς ἔτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί. Κατῴκισαν δὲ αὐτὴν Μυσοὶ, εἶτα Κάρες· καὶ τρίτον, Μιλήσιοι. Ἔστι δὲ καὶ ποταμὸς ὁμωνύμως τῆς Μυσίας παραρρέων τῇ γῇ. Ἡ δὲ Κίος ἔστι πόλις, ἡ νῦν Προυσίοις ἡ Προῦσα. Κίβδηλον: Ἀπὸ ἱστορίας· οἱ γὰρ Ἀθηναῖοι τῷ πρὸς τοὺς Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασι τὸν τοῦ χ τύπον ἐγχαράττοντες, ἀπέρριπτον βδελυσσόμενοι. Κυρίως δὲ λέγεται κίβδηλον, τὸ ὑπόχαλκον χρυσίον. Κιβωτός: Παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν, ἤγουν τὴν τροφήν. Ὤφειλε διὰ διφθόγγου· ἀλλʼ ἡ παράδοσις τὸ ι ἔχει· καὶ λέγει Ὦρος, ὅτι ἴσως παρὰ τὸ κίβος ἐστὶ τὸ σημαῖνον τὴν τροφήν. Κιβδηλίς: Ἡ ἐν τοῖς μετάλλοις σκωρία. Κίβισις: Σημαίνει κιβωτὸν ἢ πήραν. Καλλίμαχος, εἰ γὰρ ἐπιθήσει πάντα ἐμὴ κίβισις. Εἴρηται δὲ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὴν βόσιν· ἢ παρὰ τὸ κίειν, τὸ πορεύεσθαι καὶ ὁρμᾶν, ἡ εἰς τὸ κίειν καὶ ἰέναι βόσιν ἔχουσα, τουτέστι τροφήν. Καὶ Ἡσίοδος ἐν Ἀσπίδι, ἀμφὶ δέ μιν κίβισις θέε θαῦμα ἰδέσθαι. Σχόλιον. Ἐβάσταζεν ἐν δεκτικῷ τινὶ ἀγγείῳ τὴν κεφαλὴν τῆς Γοργόνος ὁ Περσεύς. Κιγκλίς: Ἡ καγκελοθυρίς, θύρα δικτυωτή. Μάλιστα δὲ ἐπὶ τῶν δικαστηρίων τοιαῦται ἦσαν, ἵνα ταχέως ἀνοίγωνται καὶ κλείωνται· συνεχῶς γὰρ εἰσῄεσαν καὶ ἐξῄεσαν. Γέγονεν οὖν παρὰ τὸ κλείω. Ἢ κυκλίς τις· παρὰ τοὺς κύκλους τοὺς ἀποτελουμένους κλειομένης αὐτῆς. Καὶ κιγκλίσαι, τὸ ἀσφαλίσαι· παρὰ τὴν Ἀττικὴν κιγκλίδα· καὶ κιγκλίζειν, τὸ πειράζειν. Καὶ κίγκλος, ὀρνιθάριον· ἢ κιγκλὶς, ὄρνις λεγομένη, πυκνὰ τὴν οὐρὰν κινοῦσα, ἣν ἐν τῇ συνηθείᾳ ἔνιοι σεισοπυγίδα καλοῦσιν· εἴρηται διὰ τὸ συνεχῶς τὰ οὐραῖα πτερὰ ἐν τῷ αὐτῷ κινεῖν· ἢ παρὰ τὸ σείειν τὴν πυγὴν, ὅ ἐστι τὴν οὐράν· σεισοφίκης παρʼ ἡμῖν ὀνομάζεται. Κίδαρις: Τὴν κίδαριν ἀνεδήσατο. Ἐκ τριχῶν ὕφασμα, καμελαύκιον· ἢ περίθεμα κεφαλῆς· πῖλος βασιλικός. Κιδαλία: οἷον, Κιδαλίης κρήνιδος ἐπλανήθην. Ἐκ Πινδάρου, Χεῖρα Κιδαλίας. Εἰς τὴν χεῖρα αἰτιατικὴν μὴ ποιήσης ἔκθλιψιν· Κιδαλία γὰρ ἐστίν. Κίθαρις: Ἀπὸ τοῦ κεύθειν τὸν ἔρωτα ἡ κιθαρῳδία. Κίθαρις: Κιθάρα· παρὰ τὸ κινεῖσθαι ῥᾳδίως· ἢ παρὰ τὸ κινεῖν εἰς ἔρωτα τοὺς ἀκούοντας· ἢ παρὰ τὸ κινεῖν τοὺς θαιρούς. Κίθαρος: Καθʼ ὁμοιότητα τῶν ὀστῶν πρὸς τὰς χορδάς· ὁ δὲ Δοῦρις ἀπὸ τοῦ Κιθαιρῶνος φησίν· ὅτι Ἀμφίων ἐκεῖσε ἐμουσικεύετο. ὅτι τὸ Κιθαιρὼν ὀξύνεται, τοπικὴν ἔχον ἔννοιαν· ὁμοίως καὶ Μαραθὼν, καὶ τὸ Ἀργανθών· τὸ μέντοι Ἱπποθῶν περισπᾶται, διαιρεῖται γὰρ Ἱπποθόων· τὸ Κολοφὼν καὶ κατηφὼν ὀξύνεται ὡς θηλυκά. Κίκις: Σημαίνει τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Γίνεται παρὰ τὸ κίκυς, ὃ σημαίνει τὴν ἰσχὺν, τροπῇ τοῦ υ εἰς ἰῶτα. Παρὰ τὸ κίω, τὸ πορεύομαι, γίνεται κίκυς· ὁ γὰρ ἰσχυρὸς ἐκ τῆς κινήσεως φαίνεται. Κίκονες: Ἔθνος, ἀπὸ Κίκονος τοῦ Ἀπόλλωνος καὶ Ῥοδόπης. Κικλήσκω: Ἀπὸ τοῦ κλῶ, τὸ καλῶ, γίνεται κλήσκω· καὶ κατὰ ἀναδιπλασιασμὸν, κικλήσκω, ὡς τρώσω, τιτρώσκω. Κιλίκιοι τράγοι λέγονται οἱ δασεῖς· τοιοῦτοι γὰρ ἐν Κιλικίᾳ γίνονται τράγοι· ὅθεν καὶ τὰ ἐκ τριχῶν συντιθέμενα κιλίκια λέγονται. Κιμμερίους: Φησὶν Ἡρακλείδης ὁ Ποντικὸς ὑποκάτω τοῦ Πόντου εἶναι. Γράφεται καὶ Κερβερίων· καὶ ἔοικε καὶ Σοφοκλῆς περιπεπτωκέναι τῇ τοιαύτῃ γραφῇ· ὁμοίως καὶ Ἀριστοφάνης ἐν Βατράχοις· οἷον, Ἦ Κερβερίους λέγω. Πρωτέας δὲ ὁ Ζευγματίτης χειμερίους γράφει· ἀεὶ γὰρ οὗτοι ἐν χειμῶνι εἰσίν. Ἔνιοι δὲ Κεμμερίων· κέμμερον γὰρ λέγουσι τὴν ὁμίχλην. Καὶ Σκυθικὸν ἔθνος Κιμμέριοι. Κινῶ: Ἔστιν ἲν καὶ ἲς, δικατάληκτον ὄνομα, καὶ σημαίνει τὴν δύναμιν· ἐξ οὗ γίνεται ῥῆμα ἰνῶ· καὶ πλεονασμῷ τοῦ κ, κινῶ. Σεσημείωται τὸ κίω κινῶ, καὶ κύω κυνῶ. Καὶ ἔστι μακρὸν τὸ ι. Ἀπὸ δὲ τοῦ κινῶ κινήσω γίνεται κίνησις καὶ Κινησίας, ὡς παρὰ τὸ σώσω, Σωσίας. Κινώπετα: Τὰ ἑρπετὰ, τὰ θηρία, τὰ οἱονεὶ κινούμενα ἐν τῷ πέδῳ, ὅ ἐστι τῇ γῇ, κινώπεδα τινὰ ὄντα. Κινάμωμον: Ἡρόδοτος ἐν τρίτῃ λέγει οὕτως· Ὄρνιθας λέγουσι ταῦτα τὰ κάρφεα φέρειν, ἃ ἡμεῖς παρὰ Φοινίκων μαθόντες καλοῦμεν κιννάμωμον. Κίναδος: Ἐπὶ τοῦ θηρίου, παρὰ τὸ ἄδην κινεῖσθαι· πολυκίνητα γὰρ τὰ θηρία. Καὶ ἡ λοιδορία οἰκείως ἂν ἔχοι ἐπὶ τῶν πολυκινήτων. Εἴρηται δὲ παρὰ Μιλησίῳ, Οἱ δὲ καταποθῆναι ὑπὸ τοῦ κινάδεος. Καὶ Ἀριστοκλῆς, καὶ ὑπεστρέψατο πανδημεὶ καὶ συνέμιξε τῷ κινάδει. Εἰ δὲ ὄντως ἐρᾷ καὶ τὴν ψυχὴν, τί, ὡς ἂν καὶ αὐτὴ ἄνθρωπος ἔχουσα ἐξ ἀνθρώπων, πέπονθεν. Εἴρηται παρὰ τὸ κίναδος τοῦθʼ ὅπερ τοὺς Σικελιώτας ἐπὶ τῇ τῶν κακούργων φθέγγεσθαι καταδίκῃ. Κίναιδος: Ὁ κενὸς αἰδοῦς, ὡς Διόνυσος. Ἢ ἀσελγὴς, παρὰ τὸ κινεῖν τὰ αἰδοῖα. Κινύμενος: Κινούμενος, ἐπὶ πρᾶξιν ὁρμῶν. Ἀπὸ τοῦ κινῶ κινύω κίνυμι. Κινυρή: Ὀδυρτικὴ, θρηνητική. Κυρίως δὲ κινύρεσθαι ἐπὶ βοὸς εἴρηται, παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. Καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν ταύτην παρὰ Ἀπολλοδώρῳ φησὶν ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν· καὶ μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυμολογίας. Κινυρόμεναι: Μέλπουσαι, ᾄδουσαι· ἀπὸ τῆς κινύρας· καὶ κινύρετο, ἐθρήνει. Κινάκη: Ὁ ἀκινάκης κινάκης παρὰ Σοφοκλεῖ. Τὸ μὲν γὰρ Ἀνακρεόντειον χωρὶς τοῦ ἰῶτα γράφεται· γέγονεν ἔκθλιψις τοῦ ἰῶτα, καὶ κράσει τοῦ ΩΑ, «τὠκινάκη,» ὥσπερ ὦ Ἄπολλον, ὦπολλον. Ἐὰν δὲ ἔχῃ τὸ ι, δηλονότι ἀφαιρέσει τοῦ α, οἷον, ἀστεροπὴ, στεροπή· ἀστραπὴ, στραπή· οἷον, Σὺν τῇδε τἠστραπῇ. Ἐν δὲ τοῖς ἀντιγράφοις ἔχει τὸ ι, καὶ δῆλον ὅτι στραπῇ. Κίνδαψος: Εἶδος ὀργάνου. Λέγει δὲ καὶ ὁ Διονύσιος, ὅτι ἔθνος ἐστὶν Ἰνδικόν· οἷον κινδαψώ. Ἔοικεν οὖν ἀπὸ τοῦ ἔθνους ὠνομάσθαι. Κίνδυνος: Κινόδυνός τις ὢν, παρὰ τὸ κινεῖν εἰς ὀδύνην ἢ εἰς δέος. Ἰστέον δὲ ὅτι τὰ εἰς ΥΝ λήγοντα προσθέσει τοῦ ΟΣ κλίνεται· οἷον, Φόρκυν, Φόρκυνος· ἡ γὰρ Φόρκυν αἰτιατικὴ, οἷον, Φόρκυν θʼ Ἱππόθοόν τε, ἀπὸ τοῦ Φόρκυς Φόρκυος ἐστὶ τὸν Φόρκυν, ὡς βότρυος, τὸν βότρυν. Κίνδυν, κίνδυνος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται ὁ κίνδυνος τοῦ κινδύνου, ὥσπερ ὁ ψὰρ τοῦ ψαρὸς, καὶ ὁ ψάρος τοῦ ψάρου. Ἡ κυνὸς γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς κὺν εὐθείας, ἀλλʼ ἀπὸ τῆς κύων κύονος, καὶ κατὰ συγκοπὴν, κυνός. Κιονίς: Ἥτις λέγεται καὶ γαργαρεὼν παρʼ Ἱπποκράτῃ, παρὰ τὸν γινόμενον περὶ αὐτὸν ἦχον ἐν τῷ ἀναγαργαρίζειν· οἱ δὲ, σταφυλὴν, ἀπὸ τοῦ συνεχῶς καταστάζεσθαι. Κιονὶς δὲ εἴρηται ἢ παρὰ τὴν χύσιν τῶν ὑγρῶν, ἢ παρὰ τὸ κίονος ἔχειν τύπον καθʼ ἑαυτὴν οὖσαν ἐπιμήκη. Κιόκρανα: Ἐκ τοῦ κιοκάρανα κατὰ συγκοπὴν, ὡς ἀπὸ τοῦ κάρανος, κράνος. Κίων: Ὁ λίθος· ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς ὕψος· ἢ παρὰ τὴν ἰὼν μετοχὴν, πλεονασμῷ τοῦ κ. Καὶ οἱ μὲν Ἀττικοὶ ἀρσενικῶς λέγουσιν, οἱ δὲ Ἴωνες, θηλυκῶς· οἷον, Χρυσᾶς ὑφιστᾶν κίονας τῷ θαλάμῳ, Πίνδαρος. Κινάβρας: Ἔστι κυρίως ἡ τῶν τράγων δυσωδία· λέγεται καὶ ἁπλῶς ἡ δυσωδία, ἢ καὶ ἡ πήρα. Κιών: Ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον, δευτέρου ἀορίστου, καὶ ἡ μετοχὴ κιὼν, ἀντὶ τοῦ πορευθείς. Ἔστι καὶ κείω, τὸ κοιμῶμαι· καὶ κήω, τὸ καίω, διὰ τοῦ η. Κίρκη: Ἡ κιρνῶσα τὰ φάρμακα· ἢ παρὰ τὴν κερκίδα. Τὰς δὲ παιπαλώδεις γυναῖκας ἀπʼ ἐκείνης κίρκας καλοῦμεν, ἐπεὶ φαρμακὶς ἦν ἐκείνη. Κίρκαιον: Τόπος καὶ πεδίον Σκυθίας, ἔνθα ἡ Κίρκη διέτριβε. Κίρκαιον δὲ εἶπε, τὸ ῥιζοφόρον· Κίρκαιον τότε δὴ κικλήσκεται. Τὴν δὲ Κίρκην φασὶ θυγατέρα Αἰήτου εἶναι καὶ Ἑκάτης τῆς Περσέως, ἀδελφὴν Μηδείας. Ἀπολλώνιος. Κίρρις: Ὁ ἰχθύς· ἐπειδὴ κίρρος ἐστὶ τὴν χροιάν· κερὶς δὲ, διὰ τοῦ ε ψιλοῦ. Κίρρις, εἶδος ἱέρακος. Ὁμοίως δὲ λέγεται παρὰ Κυπρίοις κίρρις ὁ Ἄδωνις· παρὰ Λάκωσι δὲ, ὁ λύχνος. Κίρρα, κρίσα: Πόλις τῆς Φωκίδος. Ἀπὸ τούτου λέγουσι Κρισαῖον κόλπον. Καὶ Ὅμηρος, Κρῖσάν τε ζαθέην. Ὑπερθέσει γίνεται Κίρσα, ὡς χερσόνησος, χερρόνησος. Λεωκρίνης δὲ ἡγεῖται δύο εἶναι πόλεις, ἄλλην τὴν Κρῖσαν, καὶ ἄλλην τὴν Κίρραν. Εὐθύνεται δὲ ὑπὸ πολλῶν· οὔτε γὰρ τῶν γεωγράφων εἶπέ τις πόλεις δύο διαφόρους, ἀλλʼ οὐδὲ τῶν περιηγητῶν, μόνος δὲ αὐτός· καὶ τοῦτο διʼ ἄγνοιαν καὶ ἰδιωτισμὸν τοῦ πάθους· ὅθεν ἱστορίαν δίδωσι διεψευσμένην. Ἡ αὐτὴ οὖν Κρῖσα καὶ Κίρρα. Περὶ Παθῶν. Κίσηρις: Τὸ κισήριον, παρὰ τὸ κινεῖσθαι ἐν τῷ σαίρειν· ἢ ὅτι κίσηλις ἦν· καὶ κατὰ μεταβολὴν τοῦ λ εἰς ρ, κίσηρις. Παρὰ τὸ κὶς καὶ τὸ λὶς, ὁ ὑπὸ κιὸς λίς· λίθος γάρ ἐστι διαβεβρωμένος· κὶς γὰρ θηρίον ἐστὶν ἐσθίον πυροὺς καὶ κριθάς. Κισσύβιον: Τὸ ἀγροικικὸν ποτήριον· ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκεύαζον τὰ ποτήρια· κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτηρίων ἡ λέξις τίθεται· παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον· οἷον, χύω χύσω, χυσίβιον, καὶ κισσύβιον. Κισσῶ: Συζυγίας δευτέρας τῶν περισπωμένων. Σημαίνει τὸ μετὰ ἡδονῆς συλλαμβάνειν τὴν γυναῖκα. Γίνεται παρὰ τὸ κίσσα· ἐπειδὴ τὸ ὄρνεον λίχνον ἐστὶ, καὶ πρὸς τὰς συνουσίας καὶ τὰς ἡδονὰς κατωφερές. Ἐτυμολογεῖται παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν, καὶ κίττα λέγεται, ὅταν ἐν γαστρὶ ἔχουσα γυνὴ περὶ τὸν δεύτερον ἢ τρίτον μῆνα ὀρέγηται ἀτόπων τινῶν, οἷον ὄστρακα, λίθους, ἢ ἄνθρακας, ἢ ὄμφακας. Γίνεται δὲ ἀπὸ τῶν μοχθηρῶν ἀπὸ τῆς μήτρας ἀτμῶν φερομένων ἐπὶ τὸν στόμαχον. Κίτριον: Φάνης ὁ Ἐρέσιος ἔννοιαν ἡμῖν δίδωσι, μήποτε ἀπὸ τῆς κέδρου τὸ κίτριον ὠνόμασται· καὶ γὰρ τὴν κέδρον φασὶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα, ὡς τὸ κίτριον. Ἀθηναῖοι δὲ ἀπὸ τόπου αὐτὸ ἐτυμολογοῦσιν. Ὦρος. Κιχάνω: Ἀπὸ τοῦ κίω, τὸ πορεύομαι καὶ περιπατῶ, πλεονασμῷ τοῦ χ, γίνεται κίχω βαρύτονον, καὶ περισπώμενον κιχῶ· καὶ παράγωγον εἰς ΜΙ, κίχημι· ὅθεν τὸ, Ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη. Εὐκτικὸν δευτέρου ἀορίστου, ἀντὶ τοῦ καταλάβοι. Τινὲς κιχοίη. Γίνεται καὶ κιχῶ κιχείω, ὡς βρώσω βρωσείω. Ἐκ τοῦ κιχῶ, παράγωγον κιχάνω. Τὰ διὰ τοῦ ΗΧΩ ῥήματα, μὴ ἔχοντα ὀνόματα ἀντιπαρακείμενα, εἰ μὲν βαρύνεται, διὰ τοῦ η γράφεται. «Μὴ ἔχοντα ὀνόματα» εἶπε, διὰ τὸ λείχω, τὸ κατεσθίω, ὡς τὸ, Καὶ τὸν χοῦν ἔλειξαν. Ἐξ οὗ καὶ λοιχὸς, ὁ λαίμαργος· καὶ τραπεζολοιχός. Εἰ δὲ περισπᾶται διὰ τοῦ ι γράφεται, στιχῶ, ἐξ οὗ τὸ, ἐστιχόωντο· καὶ, Αἰὲν ὁμοστιχάει διχῶ, ἐξ οὗ, διχόωσι σελήνην. Σεσημείωται δύο· βληχῶ, ὅ ἐστι ποιὰ φωνὴ τῶν προβάτων· καὶ τὸ ἠχῶ, ἐξ οὗ ἤχησαν· ἐν δὲ τοῖς βαρυτόνοις τὸ γλίχω. Κιχήλας: Πλεονασμῷ τοῦ η· κίχλας γάρ· οἷον, κρέα τʼ ὀρνίθεια κιχηλῶν. Κιχρῶ: Ἐκ τοῦ χρῶ, τὸ παρέχω, γίνεται κατὰ ἀναδιπλασιασμὸν χιχρῶ· καὶ διὰ τὴν ἐπαλληλίαν, κιχρῶ· ἐξ οὗ, χρηστὸς ἀνὴρ, ὁ οἰκτείρων καὶ κιχρῶν. Κιχλισμός: Πορνικὸς γέλως, πολὺς καὶ ἄκοσμος· διὰ δὲ τοῦ κ, κικλισμὸς, ἦχον τινὰ ἀποτελοῦν. Κλαγγῇ: Κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς, ἐπιρρήματα εἰσὶ ποιότητος. Γίνεται δὲ τὸ κλαγγῇ ἐκ τοῦ κλάζω· πεποίηται δὲ ἡ φωνὴ ἐπὶ τῆς προσκρούσεως τῶν βελῶν. Κλαγγὴ δὲ ἡ βοὴ τῶν γεράνων. Ἰλιάδος γʹ, Ἠΰτέ περ κλαγγὴ γεράνων πέλει. Ἀπὸ γὰρ τῆς τοῦ ἤχου ἰδιότητος οἱ σοφώτατοι τῶν ποιητῶν τὰ τοιουτότροπα τῶν ὀνομάτων σχηματίζουσι. Κλαγγηδόν: Κλαγγηδὸν προκαθιζόντων, Ἰλιάδος βʹ, ἀντὶ τοῦ μετὰ βοῆς. Ἔστι δὲ ἐπίρρημα ποιότητος· καὶ γίνεται ἐκ τοῦ κλαγγή· τοῦτο ἐκ τοῦ κλάζω, κλάγξω, ἔκλαγξαν, ἤχησαν, ἐκτύπησαν· μιμεῖται δὲ τὴν τοῦ χαλκοῦ βοήν. Ἢ ἀπὸ τοῦ κράζω, τροπῇ καὶ πλεονασμῷ τοῦ γ, ὡς τὸ ἐρίδουπος, ἐρίγδουπος. Καὶ ὤφειλεν ὁ ἐνεστὼς ἔχειν τὸ ν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ ἐν μιᾷ λέξει εὕρηται. Τὸ ἐνζεῦξαι δύο λέξεις εἰσίν. Ὅμοιόν ἐστι καὶ τὸ πλάγχθη, ὁ σημαίνει τὸ ἐπλανήθη καὶ ἀπεκρούσθη· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, ἀπὸ τοῦ σιδήρου ὁ σίδηρος. Ἀπὸ τοῦ πλάζω, πλάζομαι, πλάχθη· καὶ πλεονασμῷ τοῦ γ, πλάγχθη ἀπὸ τοῦ πλάζω γινόμενον, καὶ μὴ ἔχον τὸ ν· ἔστι γὰρ πλανῶ πλανάζω, καὶ συγκοπῇ πλάνζω, καὶ ἔχει τὸ ν· ἀλλὰ διὰ τὸν εἰρημένον κανόνα ἀποβάλλει τὸ ν. Πλάζω οὖν, καὶ ὁ μέλλων, πλάγξω· καὶ ἔχει οὗτος· ὁ δὲ ἐνεστὼς οὐκ ἔχει. Λοιπὸν ἐκ τοῦ κλάζω, ὅπερ γίνεται ἐκ τοῦ κρῶ κράζω καὶ κλάζω, ὁ μέλλων, κλάγξω, γίνεται ῥηματικὸν ὄνομα κλαγγή. Κλάδος: Παρὰ τὸ καλὸν εἶδος ἔχειν. Κλῶ: Σημαίνει πέντε· τὸ καλῶ, ἐξ οὗ καὶ κλῆρος· τὸ ἐπαινῶ, ἐξ οὗ καὶ κλεῖ, τὸ ἐπαινεῖ· τὸ κλάνω, ἐξ οὗ καὶ κλαίω· κλῶ, τὸ φωνῶ, ἐξ οὗ καὶ κατὰ παραγωγὴν, κλύω· κλῶ, τὸ ἐμποδίζω, ἐξ οὗ καὶ κλᾶν, τὸ ἐμποδίζειν. Κλαίω: Διχῶς παράγωγόν ἐστιν· ἐκ τοῦ κλῶ, τὸ κλάνω· διακλᾶται γὰρ ἡ φωνὴ τῶν ἀνθρώπων ἐν τῷ κλαίειν· ἢ καὶ ἡ ψυχή ἐστιν ἡ τὸ κλᾶσθαι παρέχουσα· ἢ ἀπὸ τοῦ κλῶ κλαίω, τοῦ σημαίνοντος τὸ καλῶ· εἰώθασι γὰρ οἱ ἄνθρωποι καλεῖν τοὺς ἀποθανόντας ἐν τῷ κλαίειν καὶ θρηνεῖν· ἢ ἐκ τοῦ καλῶ κλάω, καθʼ ὑπέρθεσιν· εἰώθασι γὰρ οἱ κλαίοντες ἀνακαλεῖσθαι τοὺς τεθνεῶτας. Τὸ παθητικὸν, κλαίομαι. Αἴτιον τῆς τῶν παθητικῶν ῥημάτων γενέσεως ἡ τῶν ἐνεργητικῶν ἐστι πλαγίων μετάβασις. Εἰκότως. Καὶ τὰ παθητικὰ ἄρα τῶν προκειμένων ἐνεργητικῶν τοῦ κλαίω καὶ θρηνῶ καὶ τῶν ὁμοίων ὑφίσταται. Διατί τρέπεται τὸ ι εἰς υ ἐν τῷ κλαύσω μέλλοντι, ἐν δὲ τῷ παίω καὶ τοῖς ὁμοίοις οὐ τρέπεται; Λέγομεν, ὅτι ἐπειδὴ τὸ κλαίω ἀποβάλλει τὸ ι καὶ γίνεται κλάω, ὡς καίω κάω, καὶ αὐτὸ τὸ ἀποβαλλόμενον ι καὶ υ ἐν τῷ μέλλοντι· τὸ δὲ παίω καὶ δαίω οὐ γέγονε πάω ἢ δάω· καὶ εὐλόγως οὐκ ἐγένετο ὁ μέλλων παύσω καὶ δαύσω, ἀλλὰ παίσω καὶ δαίσω. Κλαυθμός: Παρὰ τὸ κλαίω, κλαύσω, κλαυσμὸς, καὶ κλαυθμός. Ἢ παρὰ τὸ κλῶ, τὸ κλάνω· κλῶνται γὰρ αἱ φωναὶ τῶν θρηνούντων. Κλέος: Ἡ δόξα, παρὰ τὸ κλείω, τὸ δοξάζω. Ὅμηρος, ἐγὼ δέ σε κλείω κατʼ ἀπείρονα γαῖαν. Ἀντὶ τοῦ, ἄν μοι δῷς τι, περιφημίσαι σε ἔχω εἰς πᾶσαν τὴν γῆν. Ἢ παρὰ τὸ κλύειν, τὸ ἀκούειν, ἡ ἐξακουομένη φήμη. Ἢ παρὰ τὸ καλῶ· τὴν γὰρ δόξαν πάντες καλοῦμεν πρὸς ἑαυτούς. Κλέα: Δόξας. Παρὰ τὸ κλύεσθαι, ὅ ἐστιν ἀκούεσθαι. Ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν. Ἰστέον ὅτι τὸ κλέα καὶ χρέα ἀπὸ τοῦ κλέεα καὶ χρέεα γέγονε κατὰ συγκοπήν. Ζήτει εἰς τὸν πρῶτον κανόνα τοῦ Χοιροβοσκοῦ. Κλέος: Πίνδαρος, οὐκ οἶδα ὅπου, φησὶ κλεός. Κελεὸς, καὶ συγκοπῇ, κλεός. Ὀξῦναί σε δεῖ. Κλεωναί: Τόπος ἐστὶ περὶ τὴν Νεμέαν, ὅστις οὕτως ἐκλήθη διὰ τὸν ἐκεῖ φονευθέντα ὑπὸ Ἡρακλέους λέοντα. Λεοναὶ, κατὰ πλεονασμὸν τοῦ κ καὶ κατὰ αὔξησιν, Κλεωναί. Κλεοφόντης: Τὰ εἰς ΗΣ παρʼ οὐδετέρων συντιθέμενα εἰς ΟΥΣ ἔχει τὴν γενικήν. «Παρʼ οὐδετέρων συντιθέμενα» εἴρηται, ἵνα κατὰ τὸ τέλος ἔχωσι τὸ οὐδέτερον, καὶ μὴ κατὰ τὴν ἀρχήν. Τὸ γὰρ Κλεοφόντης Κλεοφόντου παρʼ οὐδετέρου συντίθεται, ἀλλʼ ὅμως οὐκ ἔχει τὴν γενικὴν εἰς ΟΥΣ, ὅτι οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὴν ἀρχὴν ἔχει τὸ οὐδέτερον. Παρὰ τὸ κλέος γὰρ καὶ τὸ φόντης, ὃ σημαίνει τὸν φονεύσαντα. Κλέπτης: Ἀπὸ τοῦ καλύπτω, καλύπτης τὶς ὤν· λάθρα γὰρ ὑφαιρεῖται. Κλέπτω σημαίνει δύο· ἐπὶ τοῦ κυρίως νοουμένου· τίθεται καὶ ἐπὶ τοῦ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Κλέπτε νόῳ. Κλεψύδρα: Ὄργανον ἀστρονομικὸν, ἐν ᾧ μετροῦνται αἱ ὧραι. Κλεύθομαι: Ἐὰν μὲν ὑπὸ τὸν ᾅδην κρύπτωμαι, ἔστι κεύθομαι, καὶ πλεονασμῷ τοῦ λ· ἐὰν δὲ παράγωγον, κελεύθομαι κλεύθομαι. Κλειτός: Ἐκ τοῦ κλέος γίνεται κλέω· καὶ πλεονασμῷ τοῦ ι, κλείω· σημαίνει τὸ δοξάζω. Ἐκ τούτου γίνεται κλειτὸς καὶ Κλειτοφῶν καὶ Κλειταγόρας. Κλεισθένης: Παρὰ τὸ κλέος καὶ τὸ σθένος Κλεοσθένης· καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ΕΙ δίφθογγον, Κλεισθένης, ὥσπερ δέον δεῖν, καὶ πλέον πλεῖν. Κλειτή: Μία τῶν Ἀμαζόνων, ἥτις ἐλθοῦσα εἰς Ἰταλίαν ᾤκησε καὶ πόλιν ἔκτισεν, ἣν ἀπʼ αὐτῆς Κλειτὴν ὠνόμασαν, καὶ ἐβασίλευσε τοῦ τόπου· καὶ αἱ ἀπʼ αὐτῆς δεχόμεναι τὴν βασιλείαν, Κλειταὶ ὠνομάσθησαν. Εὗρον δὲ ἐν Ἀπολλωνίῳ καὶ σχόλιον, ὅτι Κυζίκου γαμετὴ ἦν, Μέροπος θυγάτηρ Περκωσίου τὸ γένος, μάντεως. Διχῶς δὲ ὁ τόνος· οἱ δὲ πλείους ὀξύνουσι, καὶ σημαίνει τὴν ἔνδοξον. Κλεῖν: Ἀπὸ τοῦ κλεὶς κλειδὸς κλειδὶ κλεῖδα, καὶ συγκοπῇ τῆς ΔΑ, κλεῖ· ἀλλʼ ἐπειδὴ πᾶσα αἰτιατικὴ μονοσύλλαβος ἀρσενικὴ ἢ θηλυκὴ, αὐτὴ καθʼ ἑαυτὴν οὖσα, εἰς ν θέλει λήγειν, τούτου χάριν προσέλαβε τὸ ν, καὶ γέγονε κλεῖν. Κλεῖθρα: Ἀπὸ τοῦ κλεὶς γέγονεν, ἢ ἀπὸ τοῦ κλείσω. Τὸ κλείω δὲ οἱ Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσιν· ἐξ οὗ καὶ τὸ κλῇθρα διὰ τοῦ η καὶ ι γράφεται. Κληΐς: Παρὰ τὸ κλείω κλείσω, ἀποβολῇ τοῦ ω, κλεὶς, καὶ διαλύσει, κλεΐς· καὶ ἐπαυξήσει τοῦ ε εἰς η, κληΐς. Τὸ ι, μακρόν· ἐπειδὴ τὰ εἰς ΙΣ ὀξύτονα θηλυκὰ, ὅτε ἐκτείνουσι τὸ ι, σύμφωνον ἔχουσι πρὸ αὐτοῦ, οἷον σφραγὶς, βαλβίς· ὅτε δὲ καθαρὸν, συστέλλει αὐτὸ, οἷον Βρισηῒς, Χρυσηῒς, νηΐς. Σεσημείωται τὸ κληῒς καθαρὸν, καὶ ἐκτεῖνον τὸ ι.... τὸ δὲ κλεὶς ... ἐπεὶ εἶχε καὶ βαρεῖαν καὶ διὰ διφθόγγου, ἀλλʼ ἀπὸ τοῦ δὶς καὶ τοῦ κληῒς γίνεται δικληΐς, καὶ κατὰ συγκοπὴν τοῦ η, καὶ συστολῇ τοῦ ι, δικλίς. Ὅμοιον δέ ἐστι καὶ τὸ κιγκλίς· οὕτως δὲ λέγεται ἡ καγκελωτὴ θύρα· σημαίνει δὲ τὴν κατακλεῖδα, παρὰ τὸ κατακλεῖσθαι ὑπʼ αὐτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον. Ὅθεν καὶ Δημοσθένης φησὶ, Τὴν κλεῖν κατεαγότα. Κληΐδες: Αἱ τῶν ἐρεσσόντων καθέδραι, παρὰ τὴν κλάσιν τῶν γονάτων, ἣν ποιοῦνται οἱ καθεζόμενοι· ἔνθεν καὶ ὀκλαδίαι, οἱ ταπεινοὶ δίφροι· καὶ τὸ ΜΕτοκλάζειν, παρὰ τὸ ἐγκλᾶν καὶ κάμπτειν τὸ γόνυ. Τὸ κληῒς μετὰ τοῦ πολὺς γίνεται πολυκλήϊς· καὶ ἀναβιβάζει τὸν τόνον. Τὰ γὰρ εἰς ΙΣ θηλυκὰ … εἰ μὲν βαρύνεται, ἐν τῇ συνθέσει προπαροξύνεται, οἷον πόλις, ἀκρόπολις· μῆτις, πολύμητις, καὶ ἀγκυλόμητις· εἰ δὲ ὀξύνεται, εἰ μὲν τοῦ αὐτοῦ γένους ὦσι, τὸν αὐτὸν φυλάττει τόνον· οἷον, αἰγὶς, καταιγίς· νυχὶς, παννυχίς· οἰκὶς, περιοικίς· εἰ δὲ ἀρσενικοῦ γένους ὦσιν, εἰ μὲν ἐκτείνουσι τὸ δίχρονον ἐν τῇ συνθέσει, παροξύνονται· οἷον ἀκτὶς, χρυσάκτις ἥλιος· κνημὶς, εὐκνήμις· κληῒς, πολυκλήϊς· εἰ δὲ βραχὺ αὐτὸ ἔχει, προπαροξύνεται ἐν τῇ συνθέσει· οἷον πατρὶς, εὔπατρις καὶ λειπόπατρις· ἀσπὶς, ῥίψασπις· σημαίνει τὸν δειλὸν στρατιώτην, παρὰ τὸ ῥίπτειν τὴν ἀσπίδα καὶ φεύγειν. Ἰλιάδος βῆτα, Καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύω. Πολυκαθέδροις· ἐξ οὗ καὶ πολυκώποις. Τινὲς πολυκληῗσι προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν, ἐπὶ κληῗσι κάθιζον. Οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. Ἔστιν οὖν ὁ λόγος ὑπὲρ τοῦ βαρυτόνου λέγων οὕτως· τὰ εἰς ΙΣ λήγοντα θηλυκὰ ὀξύτονα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσει μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει· εἰ δὲ μεταληπτικὸν γένοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρύτονον τάσιν. Κανόνος παραδείγματα· τοῦ μὲν προτέρου, περισκελίς· τοῦ δὲ δευτέρου, δύσελπις. Ταύτῃ οὖν τὸ μὲν καταιγὶς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται· οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρύνεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἂν τὸ εὐκλήϊς· καὶ τὸ εὐκνήμις ἐπὶ τῆς Ἀθηνᾶς· ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης. Κλῆρος: Ἐκ τοῦ καλῶ γίνεται κλῶ, κλήσω· ῥηματικὸν ὄνομα κλῆρος, ὁ καλῶν ἐφʼ ἑαυτὸν τὸν λαχόντα· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ κάλον, ὃ σημαίνει τὸ ξύλον· ἐπειδὴ ἐν τοῖς ξύλοις ἐχαράσσοντο οἱ κλῆροι· ἢ ἐπεὶ ἐν ξύλοις ἐνεγράφοντο τὰ ὀνόματα αὐτῶν. Καὶ ὁ ποιητὴς, Ὅς μιν ἐπιγράψας κυνέῃ βάλεν. Ἰλιάδος ηʹ, ἀντὶ τοῦ ἐπιξέσας, γράμμασί τισι σημειωσάμενος. Σημαίνει δὲ ψήφους τινάς· ὅπερ καὶ λαχμός λέγεται· ἐν αἷς ἐσημειοῦντο καὶ ἔγραφον τὰ ὀνόματα αὐτῶν, ὡς τὸ, Ὦ φίλοι ἦ τοι κλῆρος ἐμός· καὶ, Ἔβαλον κλήρους· καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν. Σημαίνει καὶ τὴν ὕπαρξιν καὶ κληρονομίαν, ὡς τὸ, Παῖδες ὑπέρθυμοι διὰ κλήρους ἐδάσαντο· καὶ, κλῆρος ἀκήρατος· ὅ ἐστι τὰ κτήματα. Λέγεται κλῆρος καὶ τὸ σύστημα τῶν διακόνων καὶ πρεσβυτέρων. Λέγεται παρὰ Ἀθηναίοις κλῆρος καὶ μέτρον γῆς· ὅθεν καὶ κληροῦχοι, οἱ τοὺς κλήρους τὰ μέτρα τῆς γῆς κατέχοντες. Κληρονομία: Ἐκ τοῦ κληρονομῶ· τοῦτο, ἐκ τοῦ κληρονόμος· τοῦτο, ἐκ τοῦ κλῆρος καὶ τοῦ νόμος. Τὸ α, μακρόν. Διατί; Τὰ διὰ τοῦ ΙΑ παροξύτονα θηλυκὰ τῷ ι μόνῳ παραληγόμενα ἐκτείνει τὸ α, οἷον ἀργία, καρδία. Πρόσκειται, «παροξύτονα·» τὰ γὰρ προπαροξύτονα συνεσταλμένον ἔχει τὸ α, οἷον ψάλτρια, καὶ τὰ ὅμοια. Πρόσκειται, «τῷ ι μόνῳ παραληγόμενα·» τὰ γὰρ διφθόγγῳ παραληγόμενα συστέλλει τὸ α· οἷον ταχεῖα, εὐσέβεια· χωρὶς τῶν ἀπὸ τῶν διὰ τοῦ ΕΥΩ· ταῦτα γὰρ ἐκτείνει τὸ α, οἷον χορεύω χορεία, ῥητορεύω ῥητορεία. Κλητῆρες: Ζήτει εἰς τὸ τέλος. Κλήζω: Σημαίνει τὸ φημίζω· εἴρηται ἐκ τοῦ καλήζω. Τὸ δὲ κλήδην οὐκ ἔχει τὸ ι· ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλʼ ἀπὸ τοῦ κλῶ κλήσω. Κλήδην καλοῦντας: Κηρύσσοντας. Ἀπὸ τοῦ καλῶ κλῶ κλήσω κλήδην· ἐξ οὗ καὶ κληδὼν καὶ κλῆσις. Κληδών: Ἡ θεία φήμη· παρὰ τὸ κλέος, ὃ σημαίνει τὴν φήμην. Ὡς τὸ, Ἡμεῖς δὲ κλέος οἷον ἀκούομεν. Κλῆτος: Διὰ τοῦ η, σημαίνει τὴν ἔλευσιν καὶ τὴν συνάθροισιν· καὶ ἔστιν οὐδέτερον, καὶ βαρύνεται· εἰ δὲ ὀξύνεται, ἀρσενικόν ἐστι, καὶ σημαίνει τὸν κεκλημένον· καὶ διὰ τοῦ ι σημαίνει δύο, μέρος τὶ τῆς οἰκίας, τὸ καλούμενον πρόσκλιτον ἢ κατάκλιτον· ὡς τὸ, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Σημαίνει καὶ τὸν εὐώνυμον τόπον, τὸ εὐώνυμον μέρος· ὡς τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Κλειτύς: Ὁ μὲν Ἀπίων τὸ κατωφερὲς τῶν ὑδάτων· ἄμεινον δὲ τὰ ἀποκλίματα καὶ ἐξέχοντα τῶν ὀρέων, παρὰ τὸ κεκλίσθαι· ἢ παρὰ τὸ κλετὸς ὃ σημαίνει τὸ αὐτὸ γίνεται κλετύς· καὶ πλεονασμῷ τοῦ ι, κλειτύς. Κλιτόριον: Ὄνομα πόλεως. Ἀπὸ τοῦ κλύω Κλιτόριον, τροπῇ τοῦ υ εἰς ι. Ἔστι δὲ καὶ πηγὴ ἐν ταύτῃ τῇ πόλει· ἧς ὁ γευόμενος ἀποστρέφεται τὸν οἶνον. Σημαίνει δὲ καὶ τὸ αἰδοῖον τῆς γυναικός· ὅθεν καὶ κλιτοριάζειν λέγεται τὸ αἰσχρῶς ἅπτεσθαι. Κλίμαξ: Ἡ σκάλα. Ἀπὸ τοῦ κλίνω κλίναξ καὶ κλίμαξ. Εἰ δὲ σημαίνει τὴν ἄμπελον, γράφεται διὰ τοῦ η· καὶ γίνεται παρὰ τὸ κλάνω κλάμαξ καὶ κλήμαξ. Κλίμα μέν ἐστι μέρος τὶ τοῦ κόσμου· κλῆμα δὲ, εἶδος ἀμπέλου. Κλινοπέτης: Κλινήρης· κλινήρης δὲ, παραλελυμένος. Κλίνη: Ἀπὸ τοῦ κλίνω· εἰς αὐτὴν γὰρ ἐγκλίνοντες ἀναπαυόμεθα. Τοῦτο δὲ παρὰ τὸ κλῶ· κλάσιν γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα τῆς ὀρθότητος. Κλισμοῖς: Θρόνοις ἔχουσιν ἀνακλίσεις. Παρὰ τὸ κλίνω, τὸ ἀνακλίνω. Κλισία: Ἀπὸ τοῦ κλίνω, ὃ σημαίνει τὸ περιέχω, γίνεται ὅθεν καὶ κλίσις, ἡ περιέχουσα· καὶ κλισία. Σημαίνει δὲ τὴν σκηνὴν, ὡς τὸ, Τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον. Σημαίνει καὶ τὸν θρόνον, ὡς τὸ, Τῇ δʼ ἅμʼ Ἀδρήστη κλισίην ἐΰτυκτον ἔθηκε. Σημαίνει καὶ τὴν ἔπαυλιν, ἀπὸ τοῦ ἐν αὐτῇ κλίνεσθαι τὰ θρέμματα. Κλίσιον: Σημαίνει τὸν τόπον ἔνθα ἵσταται τὰ ζεύγη. Ὁ μὲν τεχνικὸς, διὰ τῆς ΕΙ διφθόγγου γράφει· ὁ δὲ Ἡρωδιανὸς, διὰ τοῦ ι λέγει, ὅτι παρὰ τὸ κλίνω ἐστὶ, καὶ σημαίνει τὸ περιέχω. Καὶ ἐκεῖθεν κλίσις, καὶ κλίσιον, τὸ ὑποκοριστικόν· Τοῦτο παρὰ μὲν Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύνεται, οἷον, περὶ δὲ κλίσιον θέε πάντῃ. Παρὰ δὲ τοῖς Ἀττικοῖς ἐκτείνεται τὸ ι, καὶ παροξύνεται, ὡς τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα τριβραχέα προπαροξύνεται, στόμα, στόμιον· θρόνος, θρόνιον· πτὺξ πτυχὸς, πτύχιον· οὕτως καὶ κλίσις κλίσιον. Τὰ δὲ δακτυλικὰ πρὸ μιᾶς ἔχει τὸν τόνον. Κλιντῆρες: Εἶδος φορείου, ἢ κλινίδιον ἔχον ἀνακλίσεις, οἷον τὸ νῦν κλινοκαθέδριον. Κλιμακίδες: Αἱ τῶν πλοίων ἀποβάθραι. Κλιμακίσας: Ζήτει εἰς τὸ ἐκ κλίμακος. Κλύω: Σημαίνει δύο· τὸ δοξάζω, καὶ γίνεται ἀπὸ τοῦ κλέος, ἡ δόξα, κλέω καὶ κλύω, ὡς ἀπὸ τοῦ ῥέω ῥύω, καὶ χέω χύω, καὶ ξέω ξύω· σημαίνει καὶ τὸ ἀκούω, καὶ γίνεται παρὰ τὸ καλῶ κλῶ, κλύω· κατὰ παραγωγὴν, κλῦμι, ἔκλυν ἔκλυς, κλῦθι· καὶ κατὰ ἀναδιπλασιασμὸν, κέκλυθι. Κλῦτε φίλοι: Ἀντὶ τοῦ ἀκούσατε· ῥῆμα ἀορίστου δευτέρου· ἐξ οὗ ἔχει μακρὸν τὸ υ· ὁ γὰρ ἐνεστὼς, βραχύ. Κέκλυτέ μευ: Τὸ ΚΛΥ, βραχύ. Τὰ γὰρ προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι. Ἔστι τῶν εἰς ΜΙ προστακτικὸν, χρόνου ἐνεστῶτος. Ἀπὸ τοῦ κλύω κλῦμι, κλῦθι· τὸ δεύτερον τῶν πληθυντικῶν, κλύτε· καὶ κατὰ ἀναδιπλασιασμὸν, κέκλυτε. Ἀλλʼ ἴσως τὶς ἐρεῖ, ὅτι ταῦτα συστέλλει, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ υ. Ἰστέον ὅτι πολλὰ παρατίθησιν ἡμῖν ὁ Ἀπολλώνιος μακροκατάληκτα, ὡς τὸ, δῶθι· Δῶθι δέ μοι κλέος ἐσθλόν. Ἀπὸ τοῦ δίδωθι. Οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τὸ κέκλυθι μακρὸν ἔχει τὸ υ. Ἰστέον ὅτι τὸ κέκλυθι, καὶ τὸ κέκραχθι, ὡς οἱ πλεῖστοι καὶ ἡ χρῆσις μαρτυρεῖ, παρακειμένου εἰσί· τοῦ γὰρ παρακειμένου τὰ προστακτικὰ ποτὲ μὲν εἰς ε λήγει, οἷον τέτυφε· ποτὲ δὲ εἰς ΘΙ, οἷον τέτυφθι. Οὕτως οὖν καὶ κέκλυθι. Οὕτως εὗρον ἐν τῷ Ζηνοδότου. Κλυτός: Παρὰ τὸ κλύω, τὸ δοξάζω, γίνεται κλυτὸς, ὁ ἔνδοξος· καὶ κλυτὰ, τὰ λαμπρὰ καὶ ἔνδοξα· καὶ, Ἄϊδι κλυτοπώλῳ, ἐπιθετικῶς, ἀντὶ τοῦ τῷ ἱππικῷ, τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι, διὰ τὴν ἁρπαγὴν τῆς Περσεφόνης· ἢ ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται· ἢ οὗ κλυτὴ γίνεται ἡ ἐπιπώλησις· οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγάς. Κλύμενος: Ὄνομα κύριον ἥρωος· παρὰ τὸ κλύω, τὸ δοξάζω. Ἔστι καὶ ἐπίθετον Ἅιδου, τουτέστιν ὁ πάντας καλῶν πρὸς ἑαυτόν· ἢ ὁ ὑπὲρ πάντων ἀκουόμενος. Κλοιός: Σημαίνει τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι. Παρὰ τὸ κλείω κλοιός· καὶ κατὰ ἔκτασιν, κλῳός· κλείει γὰρ παρατιθέμενος. Κλονίος: Ὄνομα κύριον, διατί παροξύνεται; Τὰ εἰς ΟΣ λήγοντα τριβραχέα ἐπὶ κυρίων παροξύνεται· οἷον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. Ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ ἅλιος, ἄνιος, ξένιος, κρόνιος. Τὰ εἰς ΟΣ ἀρσενικὰ, μὴ ὄντα κύρια, τῷ ι παραληγόμενα, προπαροξύνεται· οἷον δήλιος ὁ φανερὸς, δόλιος, Λύδιος, Πύλιος, φλόγιος. Κλυταιμνήστρα: Παρὰ τὸ κλυτὸν, ὃ σημαίνει τὸ ἔνδοξον, καὶ τὸ μήδω, τὸ φροντίζω, γίνεται Κλυτομήστρα, τουτέστιν ἡ ἔνδοξα φροντίζουσα· τροπῇ τοῦ ο εἰς α, καὶ προσθέσει τοῦ ι, γίνεται Κλυταιμνήστρα. Κλονόεντα: Ταράσσοντα· ἀπὸ τοῦ κλίνω. Κλοπιτεύειν: Κολπιτεύειν, ὑπερθέσει τοῦ λ. Κλώψ: Ὁ κλέπτης, ὁ λῃστής. Παρὰ τὸν κλέψω μέλλοντα γίνεται ἀποβολῇ τοῦ ω κλὲψ, καὶ κλόψ· καὶ κατʼ ἔκτασιν, κλὼψ, ὡς βλέπω βλέψω βλὲψ καὶ βλὼψ, ὁ στραβός. Κμέλεθρα: Δεῖ γινώσκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίσκεται ἐν ἀρχῇ λέξεως· τοῦ γὰρ πολύκμητος οὐχ εὕρηται ἐν χρήσει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητός· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκοπίακα, οὐκ ἔστιν ἀπὸ τοῦ κμῶ, ἀλλʼ ἀπὸ τοῦ κεκάμηκα. Λέγει δὲ ὁ Ἡρωδιανὸς, τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖς Γλώσσαις τὸ κμέλεθρα· σημαίνει δὲ τὰς δοκούς. Κνάμψω: Ἀπὸ τοῦ κνῶ γίνεται κνάπτω, ὡς χῶ χάπτω καὶ ῥηματικὸν ὄνομα κνάφος· σημαίνει δὲ τὸ ἀκανθῶδες φυτὸν, ᾧ τὰ ἄθικτα τῶν ἱματίων ἐπισύροντες κατεργάζονται. Ἀλκαῖος, Μὴ μέγαν περὶ κνάφον περιστείχει ἕνα κύκλον. Κναφεύς: Παρὰ τὸ κνάπτω· ὅπερ ἐστὶν ἀπὸ τοῦ κνῶ, τὸ ξύω· ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱματίων κροκύδα. Οὕτω Φιλόξενος ἐν τῷ Περὶ Μονοσυλλάβων ῥημάτων. Ἐὰν δὲ διὰ τοῦ γ γναφεὺς, παρὰ τὸ κνάπτω, ὑπερθέσει τοῦ ν, καὶ τροπῇ τοῦ κ εἰς γ. Κλισία: Ἡ σκηνὴ καὶ ὁ θρόνος. Παρὰ τὸ ἀνακλίνεσθαι ἡμᾶς ἐν αὐταῖς κεκοπωμένους. Κέκλισαι, κλίσις, καὶ κλισία, ὡς κόνις κονία, θέσις θεσία, καὶ συνθεσία. Κλώδωνας: Οἱ Μακεδόνες τὰς μαινάδας καὶ βάκχας καλοῦσιν. Ἴσως ἀπὸ τοῦ κατόχους γινομένας κλώζειν, ὅ ἐστι τὸ διὰ τῶν στομάτων ποιὸν ἦχον ἀποτελεῖν καὶ θορυβεῖν. Κνέφας: Τὸ σκότος· παρὰ τὸ κενὸν φάους εἶναι, κενέφας, καὶ συγκοπῇ. Ἢ ἀπὸ τοῦ ΝΗ στερητικοῦ μορίου καὶ τοῦ φάους γίνεται νήφας, καὶ κατὰ συστολὴν καὶ πλεονασμῷ τοῦ κ, κνέφας. Εἴρηται δὲ καὶ κνέφος, ὡς οὖδας οὖδος. Κνήμη: Παρὰ τὸ κινῶ κινήσω, κινήμη· καὶ συγκοπῇ, κνήμη, οἱονεὶ τὰ τῆς κινήσεως αἴτια, τὰ ὄπισθεν τοῦ σκέλους. Λέγεται δὲ καὶ ἡ ἰγνύη· μυὼν δὲ, παρὰ τὸ σαρκῶδες καὶ νευρῶδες. Κνημίδες δέ εἰσι τὰ ἐν ταῖς κνήμαις φορούμενα φυλακτήρια τῶν στρατιωτῶν. Ἢ παρὰ τὸ ἱκνεῖσθαι ἱκνήμη καὶ κνήμη. Ἰστέον δὲ ὅτι τὸ ἔμπροσθεν λέγεται ἀντικνήμιον· τὸ δὲ ὄπισθεν, γαστροκνήμιον, διὰ τὸ σεσαρκῶσθαι καὶ γέμειν σάρκας, ὥστε ὑπερέχειν. Κυρίως δὲ κνήμη λέγεται καὶ τὰ διαιροῦντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. Κνῆμαι δέ εἰσιν αἱ ἐντὸς τοῦ τροχοῦ ῥάβδοι ἐμπεπηγμέναι πρὸς τῇ χοινικίδι. Καὶ τὰς ἐξοχὰς καὶ προβάσεις καὶ καθύγρους τόπους τῶν ὀρῶν κνημοὺς λέγουσιν, ὡς τὸ, Ἴδης ἐν κνημοῖσι. Κνῆ: Ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν, Ἰλιάδος λʹ, ἀντὶ τοῦ, ἐπέκοπτε δὲ καὶ τυρόν. Κνήστει χαλκείηι: Μαχαιρίῳ τυροτόμῳ. Ἐκ τοῦ κνῶ κνύω, τὸ ζέω, γίνεται κνῆμι· ὁ παρατατικὸς, ἔκνην, ἔκνης, ἔκνη, κνῆ· ἐξ οὗ καὶ κνῆστις ἡ μάχαιρα, καὶ κνηστήριον. Κνημός: Ὁ τραχὺς καὶ σκληρὸς τόπος. Κνίσα: Ἡ ἀναθυμίασις τοῦ καπνοῦ. Ἀπὸ τοῦ κνῶ, ὃ σημαίνει τὸ ξύω, γίνεται κνίζω· ὁ μέλλων, κνίσω· ἐξ οὗ κνίσα. Κνισμὸς γὰρ τῆς ψυχῆς ἡ ὀσμὴ, κατὰ τῆς ὀσφρήσεως. Ἢ ἀπὸ τοῦ κνίζω, ὃ σημαίνει τὸ λεπτύνω· λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον· καὶ τὸ, Συκάμινα κνίζων, τουτέστι τῷ ὄνυχι διακαθαίρων. Καὶ ἐν τῷ Νόμῳ, Ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπωμα. Δοκεῖ δὲ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ· αὐτό τε τὸ λῖπος, καὶ τὸν ἐπίπλουν, καὶ τὸ κρέας, καὶ τὴν ἀναθυμίασιν. Τὸ ΚΝΙ, βραχύ· τὰ γὰρ διὰ τοῦ ΙΖΩ ῥήματα τὸ ι βραχὺ ἔχει. Καὶ τὸ ΣΑ, βραχύ· ἐπειδὴ τὰ εἰς α λήγοντα θηλυκὰ, ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α. Ἐκτέταται δὲ ἀμφότερα ποιητικῶς. τὸ δὲ, Ἐμπλείην κνίσσης τε καὶ αἵματος. Ἀντὶ τοῦ λίπους, Ὀδυσσείας ςʹ. Κνώδαλα: Κυρίως μὲν τὰ τῆς θαλάσσης ζῷα, διὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, κινώδαλά τινα ὄντα· καταχρηστικῶς δὲ καὶ ἐπὶ πάντων τῶν θηρίων, κυνώδαλά τινα ὄντα, διὰ τὸ ὑπὸ τῶν κυνῶν ἁλίσκεσθαι. Κνώσσειν: Τὸ κοιμᾶσθαι. Παρὰ τὸ κενὰ καὶ ἀργὰ εἶναι τὰ ὄσσα, τουτέστι τοὺς ὀφθαλμοὺς, κενώσσειν· καὶ κατὰ συγκοπὴν, κνώσσειν. Κνύσσω: Παρὰ τὸ ὄσσω, τὸ βλέπω· ἢ παρὰ τὸ κενοῦσθαι τοῦ βλέπειν. Κνυζηθμός: Κλαυθμὸς, ἄσημος φωνὴ ἐπὶ τῶν κυνῶν. Ἀπὸ τοῦ κνυζῶ κνυζήσω. Τὸ δὲ κνυζῶ, ἔστι πρώτης καὶ δευτέρας συζυγίας· ἔστι καὶ τρίτης, ὡς τὸ, Κνυζώσω δέ τοι ὄσσε. Τὸ δὲ κνυζοῦν, ἐπὶ τοῦ κακῶσαι καὶ διαφθεῖραι· ἐπιφέρει γὰρ πάρος περικαλλέʼ ἐόντε. Τινὲς ἀπὸ τῶν κυνῶν, κυνῶ καὶ κνυζῶ· ὅπερ ἐστὶν ἀπρεπές. Οἱ δὲ, παρὰ τὴν κόνυζαν ὅ ἐστιν εἶδος φυτοῦ κονυζῶ· ὅπερ ἐστὶν ἀπίθανον. Εἴρηται δὲ κνυζοῦν, τὸ ξύειν, παρὰ Δωριεῦσι, καὶ τὸ ἀχρειοῦν. Φιλόξενος· ἀπὸ τοῦ κνῶ γίνεται παράγωγον κναίω, τὸ διαφθείρω. Ὡς ἀπὸ τοῦ στῶ στίζω, καὶ πρῶ πρίζω, οὕτως ἀπὸ τοῦ κνῶ κνίζω παράγωγον, καὶ κνύζω· ἐξ οὗ καὶ κνύζα. Ἢ κνίζα ἡ τῆς ὀσφρήσεως προΐξις· καὶ ὡς ῥίζα ῥιζῶ, οὕτως καὶ κνύζα κνυζῶ. Τὸ δὲ κνύζω σημαίνει τὸ ξύω, ὡς παρὰ Σώφρονι ἐν Μίμοις, Κνύζομαι οὐδὲν ἰσχύων. Τὸ δὲ κνύζα, ὡς λέγει Ἡρωδιανὸς, εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν, οἷον, χαμαιζήλοιο κονύζης. εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυσωμένου, οὐ συγκοπή ἐστιν, ἀλλʼ ἀπὸ τοῦ κνύω· ἀφʼ οὗ κνύος ἡ φθορὰ, οἷον, κατὰ κνύος ἔχευεν, ψίλωτο δὲ κάρηνα. Γίνεται κνύζα, ὡς παρὰ Ἀνακρέοντι ἐν ἰάμβῳ, Κνύζη τὶς ἤδη καὶ πέπειρα γενομένη σὴν διὰ μαργοσύνην Κοιλία: Ἀπὸ τοῦ κοῖλος εἶναι. Ἢ ἀπὸ τοῦ λεαίνειν τὴν τροφὴν καὶ χυλοῦν, χολία καὶ κοιλία. Ἢ παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ περιφερές· τοῦτο δὲ παρὰ τὸ κεῖσθαι ὅλον. Ἢ παρὰ τὸ κῶν, τὸ κοῖλον, τὸ βαθύ. Ἢ κοιλία, καρὰ τὸ κλύειν τὰ λεῖα. Κοιμῶμαι: Ὁ μὲν Θεόγνωτος, ἀπὸ τοῦ κῶ, τοῦ σημαίνοντος τὸ ὑπνῶ, γίνεται κείω, ὡς θῶ, θείω· σῶ, σείω· ὁ παθητικὸς ἐνεστὼς, κείομαι, καὶ συγκοπῇ κεῖμαι, ἀφʼ οὗ ῥηματικὸν ὄνομα κοίμη· ἐξ οὗ ῥῆμα, κοιμῶ κοιμᾷς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν δευτέρας συζυγίας εἰσὶν ὡς ἐπὶ τὸ πλεῖστον. Ὁ δὲ Ὦρος, παρὰ τὸ κείω κοιμὸς, ὡς λείπω λοιμός· καὶ ῥῆμα κοιμῶ. Εἰς δὲ τοὺς Ἐπιμερισμοὺς, ἐκ τοῦ κῶ, τὸ κοιμῶμαι· ἐξ οὗ γίνεται κέω κέημι, κέεμαι κεῖμαι· καὶ ἐξ αὐτοῦ κοιμῶ, κοιμήσω. Κοινός: Σημαίνει τρία· τὸν μεμολυσμένον, ὡς τὸ, Ὁ τὸ αἷμα τοῦ Χριστοῦ κοινὸν ἡγησάμενος. Καὶ γίνεται ἀπὸ τοῦ φοινὸς, τροπῇ τοῦ δασέος εἰς ψιλὸν, κοινός· κυρίως γὰρ, ὁ ἐξ αἵματος μεμολυσμένος. Σημαίνει καὶ τὸν μηδὲν πλέον τῶν ἄλλων διαφέροντα, διὰ τὸ εἰς κοινὸν ἰέναι τὰ μέρη· σημαίνει καὶ τὸν ἀναμεμιγμένον τοῖς πᾶσιν· ἐξ οὗ καὶ ῥῆμα κοινῶ κοινώσω, ὅθεν καὶ κοινωνὸς ὁ κεκοινωμένος καὶ ἀναμεμιγμένος πολλοῖς· οἶμαι ὅτι παρὰ τὸ κείω, τὸ κεῖμαι, κεινὸς καὶ κοινὸς, ὁ πᾶσι προκείμενος. Ἢ ὁ εὔκολος γινόμενος πᾶσι. Γινὸς καὶ κοινός. Ἢ κοῖμος, ὁ συγκοιμώμενος τινί. Ἢ παρὰ τὸ γῶ, τὸ δέχομαι, γοινὸς καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος. Λέγεται δὲ Κοῖνος βασιλεὺς Μακεδόνων. Μαρσύας ἱστορεῖ ὅτι Κνῶπις, τὸ γένος Κόλχος, εἰς Μακεδονίαν ἐλθὼν, διέτριβε παρὰ Καράνῳ. Υἱοῦ δὲ γενομένου τῷ Καράνῳ, καὶ βουληθέντι τὸν παῖδα ἀπὸ τοῦ ἰδίου πατρὸς ὀνομάζειν Λάκωνος, ἀνθίστατο ἡ μήτηρ, καὶ αὐτὴ ἀπὸ τοῦ ἰδίου πατρὸς ὀνομασθῆναι τὸν παῖδα βουλομένη· Κνῶπις δʼ ἐρωτηθεὶς, εἶπε μηδετέρου ὀνομάζεσθαι αὐτόν· διόπερ Κοῖνος ἐκλήθη. Ἔνιοι δὲ ἁμαρτάνουσι, Καῖνον αὐτὸν καλοῦντες. Κοῖος: Ὁ πατὴρ τῆς Λητοῦς· παρὰ τὸ κοεῖν, ὅ ἐστι νοεῖν καὶ συνιέναι, ὅ ἐστι συνετός. Κοῖόν τε, Κρεῖόν θʼ, Ὑπερίονά τʼ, Ἰαπετόν τε. Οἱ Αἰολεῖς τὸ κ ἀντὶ τοῦ π κέχρηνται. Οὗτοι δὲ Τιτᾶνες καλοῦνται καὶ Τιτανίδες, ὡς Ἀκουσίλαος· ἀλληγορία δὲ, Κοῖον, τὴν ποιότητα· Κρεῖον δὲ, τὴν κρίσιν· Ὑπερίονα, κουφότητα· τὸν δὲ Ἰαπετὸν, βαρύτητα. Ἡσίοδος ἐν Θεογονίᾳ. Κοίρανος: Ὁ ἀρχηγὸς, καὶ ἡγεμών. Ὥσπερ παρὰ τὸ ἀθρεῖν, τὸ βλέπειν, λέγεται Ὀθρὺς τὸ ὄρος κατὰ τροπὴν τοῦ α εἰς ο, ἀφʼ οὗ ἐστιν ἀθρεῖν τὰ μακρὰν ἀφεστηκότα· οὕτω καὶ παρὰ τὸ καιρὸς γίνεται κοίρανος, καίρανός τις ὢν, ὁ τοῦ καιροῦ κύριος καὶ ἄρχων. Ἐκ τούτου ῥῆμα, κοιρανέω κοιρανῶ· καὶ ἡ μετοχὴ, Ὣς ὅγε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν. Ἀντὶ τοῦ διατάσσων ἐπερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. Ἐντελές ἐστιν, ἢ συνῃρημένον. Τὰς γὰρ εἰς ΩΝ μετοχὰς ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γινομένας οἱ Ἴωνες διὰ τοῦ ΕΩΝ προφέρουσιν· οἷον, φρονῶν, φρονέων· νοῶν, νοέων· οὕτως κοιρανῶν, κοιρανέων. Κοῖμος: Ὁ πάντα ἐν αὐτῷ διατεταγμένα ἔχων καὶ κεκοσμημένα. Κοίτη: Ἐκ τοῦ κεῖμαι κεῖται, κοίτη, ἐν ᾗ ἐστι κεῖσθαι κοιμωμένους. Ὁ δὲ Θεόγνωτος, ἐκ τοῦ κῶ, τὸ ὑπνῶ, γίνεται κείω κείομαι κεῖμαι. Κοῖτις: Ἀττικῶς ἡ μικρὰ κίστη· τὴν γὰρ κίστην κοίτην λέγουσιν. Ἔστι δὲ ἐν αἷς κοιταζόμεναι αἱ γυναῖκες ἀποτίθενται τὰ χρυσία. Κοῖφι: Κατὰ συνήθειαν κοῖφι καλοῦμεν· κυρίως δὲ κῆφι ῥητέον ὡς Ἑλληνίζων, εἴπως ἱεροῦ ἀτμοῦ ἀριθμός. Οὕτως ἑρμ. Κοάλεμον αἱματοπότην, Ἀριστοφάνης Ἱππεῦσι. Σημαίνει τὸν μωρὸν, παρὰ τὸ κοῶ ῥῆμα, δηλοῦν τὸ νοῶ, ὡς τὸ, Ἡ δʼ ἐκόησεν οὕνεκα γένος ἔσκεν· Καλλίμαχος. Γίνεται ῥηματικὸν ὄνομα κόεμος, ὡς ἔχω ἔχεμος καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, κοάλεμος· οἱ δὲ, παρὰ τὸ κοεῖν καὶ τὸ ἠλέματον τὸ μάταιον, ὁ μάταια νοῶν. Κόβαλος: Ὁ λῃστής· ἀπὸ τῆς κόπιδος, κοπίβαλός τις ὤν. Ὅθεν καὶ κοβαλεύειν καταχρηστικῶς εἴρηται, τὸ μεταφέρειν τὰ ἀλλότρια μισθοῦ κατʼ ὀλίγον. Ἄλλοι δὲ, ὧν ἐστι καὶ Ὦρος, ὅτι κόβαλα λέγονται τὰ κατεστωμυλμένα· καὶ κοβάλους, τοὺς λάλους· ἀπὸ τοῦ κόψαι πεποιημένης τῆς λέξεως· ὅθεν καὶ κόπιν λέγουσι τὸν λάλον καὶ κομψόν. Ἀπʼ αὐτοῦ καὶ δημοκόπος, καὶ ὀρτυγοκοπεῖν· καὶ κοβαλία, ἡ προσποίητος καὶ μετὰ ἀπάτης κατὰ μίμησιν παιδιά· καὶ κόβαλος, ὁ ταύτῃ χρώμενος· καὶ ἡ παρὰ πονηροῦ ἀνθρώπου κολακεία. Κοδρίδης: Ἀπὸ τοῦ Κόδρος Κοδρίδης γίνεται· σημαίνει τὸ τοῦ Κόδρου, ὥσπερ παρὰ τὸ Κρόνος Κρονίδης. Κόθορνος: Γυναικεῖον ὑπόδημα τετράγωνον τὸ σχῆμα, ἁρμόζον ἀμφοτέροις τοῖς ποσί. Κόθουρος: Σημαίνει τὸν κούνδουρον· Κηφήνεσσι κοθούροις εἴκελος ὀργήν. Γένος μελισσῶν ὁ κηφὴν ἀργότατον καὶ ἄκεντρον, κεύθουρός τις ὢν, ὁ τὸ κέντρον κεκρυμμένον ἔχων, παρὰ τὸ κεύθειν τὴν οὐράν· ἢ ὁ κολοβὴν οὐρὰν ἔχων, κόλουρος. Ἢ κοθούροις, κόρῳ πλήθουσιν. Ἢ κοτούροις, τοῖς κότον ἔχουσιν ἐν τῇ οὐρᾷ. Ἢ ἀργοῖς, παρὰ τὴν καθέδραν· κάθηνται γὰρ παρατηροῦντες τὴν ὥραν, ἐν ᾗ ἐκβαίνουσιν αἱ μέλισσαι, ἵνα εἰσελθόντες ἐσθίωσι τὸ μέλι. Κόκκυξ: Ὄρνεον ἐαρινὸν, παραπλήσιον ἱέρακι· ἢ δειλότατον, ὥς φησιν Ἀνακρέων. Κόκκυ: Ἀττικοὶ τὸ ταχύ. Κοκύας: Ὁ πρόγονος. Ἔστι δὲ Ἰακὴ ἡ λέξις· σημαίνει δὲ τοὺς ἤδη κεκομμένους. Κοκκότιον: Ὁ δῆμος Ἑλληνιστὶ, κυρίως ἁπάσης τῆς οἰκουμένης γῆς. Κόλαξ: Ὁ ταπεινῶς θεραπεύων τινά· παρὰ τὸ κόλον· σημαίνει δὲ τὸ ταπεινὸν καὶ μὴ ὁλόκληρον. Κόλος καὶ ἐπί τινος ἐντέρου, παρὰ τὴν κοιλότητα. Ἢ παρὰ τὸ κολλᾶσθαι, κόλλαξ τὶς ὤν· σημαίνει δὲ τὸν παράσιτον, καὶ παραμένοντα τινί. Κολαφίζω καὶ Κόλαφος: Παρὰ τὸ κόλον ἀφεῖσθαι ἀπὸ τοῦ τυπτομένου μέρους, ἤγουν ἀσθενὲς καὶ ταπεινὸν πρὸς τὰ λοιπὰ μέρη. Ὁ δὲ Ἀπίων, ἀπὸ τοῦ κολάψαι. Τὸ δὲ ὄνομα Ἑλληνικὸν παρὰ Ἐπιχάρμῳ, Ὡς ταχὺ κόλαφος περιπατεῖ δεινός. Ἢ ἀπὸ τοῦ τοὺς κονδύλους ἀφεῖσθαι ἐν ἐκείνῳ τῷ μέρει. Κόλαφος ἡ διδομένη διὰ τῶν μέσων δακτύλων πληγή. Ἄλλοι δὲ παρὰ τὸ κολούειν τὸ φῶς. Κολεός: Ἡ ξιφοθήκη. Παρὰ τὸ κεκοιλάνθαι. Ἢ παρὰ τὰ κῆλα, τὰ τόξα. Κολακρέται: Οἱ τῶν ἀργυρίων ταμίαι, οἳ τὸ τριώβολον ἐταμιεύοντο. Κολοσσός: Σημαίνει καὶ τὸ εἴδωλον· κυρίως δὲ κολοσσοὶ λέγονται οἱ ὑπερμεγέθεις ἀνδριάντες, παρὰ τὸ κολούειν ὅ ἐστιν ἐλαττοῦν τὰ ὄσσε τουτέστι τοὺς ὀφθαλμοὺς διὰ τὸ μέγεθος, ὡς μὴ ἐφικνουμένων τῶν ὀφθαλμῶν ὁρᾶν. Κολοσυρτός: Ἡ ἐκ τῶν φρυγάνων κόνις, ὁ συρφετός· κόλα γὰρ τὰ φρύγανα· ἀπὸ τοῦ τὰ κόλα σύρειν. Νεοπτόλεμος, Μεγάλως αἰρομένης τῆς κόνεως, καὶ ἐς ἠέρα ἰκνευμένης. Τὸ γὰρ κοῖλον κυρτώσεως καὶ ὑπεροχῆς μετέχει. Διαφέρει κόνεως· βέλτιον ὁ ὑπὸ τῶν κόλων συρόμενος κονιορτός. Σημαίνει καὶ τὴν ταραχὴν, καὶ τὸν θόρυβον, Ἰλιάδος μʹ, Ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα. Παρὰ τὸ τὰ κόλα ἐπισύρειν· ἢ τὸν κολῳὸν καὶ συριγμόν. Κόλλοψ: Ὁ ἐκ τῶν αὐχενίων δερμάτων καὶ τοῦ τραχήλου γινόμενος πασσαλίσκος, περὶ ὃν δεσμοῦσι τὴν νευράν. Κόλλοπας δὲ τὰ μέρη ἐκεῖνα καλοῦσιν, ἐπειδὴ ἐξ αὐτῶν ἑψομένη ἐγένετο ἡ κόλλα. Κολώνη καὶ Κολωνός: Ἄμφω ἀκρωτήρια σημαίνουσι. Κολοφών: Τὸ μέγα πέρας καὶ ὑψηλὸν ἀκρωτήριον· λαμβάνεται καὶ ἐπὶ μεγάλων κακῶν. Κολώνεια: Κτητικὸς τύπος εἰς ἰδιότητα ἀναπέμπεται. Φασὶ γὰρ τότε τὸν Διόνυσον τὸν ἐπὶ Ταρσηνοὺς ἀπιόντα πόλεμον, τοὺς γεγηρακότας τῶν Σειληνῶν μετὰ τῆς ἀχρήστου ἡλικίας ἐν Ἰταλίᾳ καταλιπεῖν· τοὺς δὲ τραπῆναι ἐπὶ ἀμπέλων ἐπιμέλειαν, καὶ εὔοινον γένεσθαι τὴν Ἰταλίαν· τοὺς δὲ γεωργοὺς οἱ Ἰταλοὶ κολώνους ἐκάλουν· ὡς καὶ ἱδρύσασθαι τοιαῦτα ἀγάλματα οἰνοφοροῦντα ἐν ἀσκοῖς. Ἐσπούδαζον δὲ, καὶ ἃς ᾤκουν πόλεις οἱ Ἰταλοὶ, τιμὴν ταύταις παρέχειν, ἀνιστάντες δαίμονά τινα ὡς πρεσβύτην ὅμοιον Σειληνῷ, ἵνα καὶ τῇ κοινωνίᾳ τῶν ἱερῶν συγκραθῶσιν. Αἱ δὲ πέδαι περιτιθέμεναι δηλοῦσι τὸ ὑπήκοον, τῷ συνδεδέσθαι αὐτοῖς τὰς πόλεις τὰς ἐχούσας τὰ τοιαῦτα ἀγάλματα. Ταῦτα εἴρηται Χάρακι ἱστοριογράφῳ. Κολωιός: Ὁ θόρυβος· ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον. Ἀπὸ τοῦ κλῶ, τὸ φωνῶ καὶ κλάζω, γίνεται κλὸς, καὶ πλεονασμῷ, κολοιός· κρακτικὸν γὰρ τὸ ζῷον. Ἀπὸ δὲ τοῦ κλῶ γίνεται κλύω· καὶ καθʼ ὑπέρθεσιν, κύκλος, τὸ κυκλοτερὲς ἔχον τὸν τράχηλον. Κολοίφρυξ: Ὁ ὁλόφρυξ. Τὸ κ περισσόν. Κολυμβᾶν: Ἐτυμώτερον οἱ Δωριεῖς λέγουσι κολυμφᾶν, ἀπὸ τοῦ κολοὺς φαίνεσθαι τοὺς ἐν ὕδασιν, ὅ ἐστι κολοβοὺς καὶ μὴ ὁλοτελεῖς. Κόλπος: Παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κοῖλπος· καὶ ἀφαιρέσει τοῦ ι, κόλπος. Ἢ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ. Ἕπεται γὰρ τῷ κοίλῳ καὶ περιφερεῖ βάθει. Κολλῶ: Ἐκ τοῦ κόλλα κολλῶ. Τοῦτο ἀπὸ τοῦ ἕλω, τὸ κρατῶ, ἕλλα καὶ κόλλα, ἡ τὰ διῃρημένα συγκρατοῦσα. Ναύμαχα κολλήεντα, Ἰλιάδος οʹ. Ναύμαχα, μακρὰ δόρατα πρὸς ναυμαχίαν ἐπιτήδεια, κολλήσει ἐκ πολλῶν συγκεκολλημένα, ἵνα γένηται μακρὰ, οἷον σύνθετα καὶ οὐ μονόξυλα. Κόλλα δὲ, παρὰ τὸ κεκομμένην οὖσαν εἰς οὐλότητα μετελθεῖν. Κολλητὰς σανίδας: Ἰλιάδος ιʹ, περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. Κόλλοπες: Τὰ τῶν ὑῶν καὶ βοῶν σκληρὰ δέρματα περὶ τὸν τράχηλον, ἐξ ὧν καὶ τοὺς νῦν λεγομένους κολλάβους ἐποίουν. Κόλλαβοι δὲ οἱ μικροί· παρὰ τὸ ἐκ τῶν μεγάλων κολοβοῦσθαι. Ἐλέγετο δὲ καὶ τὸ νωτιαῖον δέρμα, διὰ τὸ τὴν κόλλαν ἐξ αὐτοῦ γίνεσθαι. Ὅθεν Ἀριστοφάνης τὴν σκληρότητα Αἰσχύλου ἐνδεικνύμενος, ἔφη, Οἶμαι γὰρ αὐτὸν κόλλοπι ἐοικέναι. Κολλούρια: Τὰ κολοβὰς ἔχοντα τὰς οὐράς. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄρτων δύναται λέγεσθαι, καὶ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων. Κόμανα: Παρὰ τὸ κόμη γίνεται θηλυκὸν Κομάνη· τὸ οὐδέτερον, Κόμανον, καὶ τὰ Κόμανα· λέγεται γὰρ τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην φεύγοντα μετὰ τῆς ἀδελφῆς ἐκεῖσε τὴν κόμην ἀποκείρασθαι. Κομμαγήνη: Πόλις Κόμανα θύϊλλος, μεθερμηνεύεται σύσκια, κατὰ τὴν τῶν Ἰώνων φωνήν. Ἔνθεν ἡ Κομμαγήνη· καὶ ἡ κόμη, ὅτι σκιάζει τὴν κεφαλήν. Κομμεῖν: Τὸ τὸ σῶμα ὡραΐζειν· ἐπεὶ καὶ κομμωτικὴν λέγουσι τὴν κοσμοῦσαν· εἴρηται ἀπὸ τοῦ κόμπου. Καὶ κομμός. Ὥσπερ παρὰ τὸν γράψω μέλλοντα γίνεται γραμμὸς καὶ ὑπογραμμὸς, οὕτω καὶ παρὰ τὸν κόψω, κομμός. Κομῶ: Ἡ μὲν πρώτη συζυγία σημαίνει τὸ ἐπιμελείας ἀξιῶ· ὅθεν καὶ τὸ κομείτην δυϊκὸν, ἀντὶ τοῦ ἐκόμουν, ἐπιμελείας ἠξίουν, Ἰλιάδος οʹ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν γίνεται κομίζω, τὸ ἐπιμελοῦμαι καὶ περιποιῶ· ἐξ οὗ καὶ τὸ, Φίλε κασίγνητε κόμισαί τέ με. Ἀντὶ τοῦ ἐπιμελείας με καταξίωσον καὶ περίσωσον, Ἰλιάδος εʹ. Ἡ δευτέρα συζυγία σημαίνει τὸ ἀγάλλομαι καὶ εὐφραίνομαι, καὶ τὸ τὰς τρίχας φέρω, ἢ τρέφω· καὶ γίνεται ἐκ τοῦ κόμη. Κομῶ· ποίας συζυγίας; Εἰ μὲν σημαίνει τὸ ἐπιμελοῦμαι, πρώτης· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οὐ μόνον ἐν τῇ συνθέσει τῶν ῥημάτων εἰώθασι μεταβολαὶ γίνεσθαι συζυγιῶν, ἀλλὰ καὶ ἐν τῇ ἁπλότητι· οἷον συλῶ, συλᾷς, δευτέρας τῶν περισπωμένων, ἱεροσυλῶ δὲ, πρώτης· καὶ ὁρκῶ τρίτης ἔστιν, εὐορκῶ δὲ, πρώτης· τὸ καυχῶ, δευτέρας, τὸ δὲ αὐχῶ, πρώτης. Ὁμοίως καὶ ἐπὶ τῶν εἰς ΜΙ· φημὶ, τὸ λέγω, δευτέρας ἐστὶ συζυγίας· ἠμὶ δὲ, κατὰ ἀφαίρεσιν τοῦ φ, πρώτης. καρηκομόωντας, τοὺς τὰς κεφαλὰς κομῶντας ἀνδρείας χάριν, καὶ θεραπευτάς. Ἀπὸ τοῦ κομῶντας, ἐν διαιρέσει, κομόωντας. Κόμη: Ἐκ τοῦ κείρω, τὸ κόπτω, κόρη· καὶ τροπῇ τοῦ ρ εἰς μ, κόμη, ἡ θρίξ. Ἢ παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος· ὥσπερ γὰρ κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας. Οἱ δὲ, παρὰ τὸ κομεῖν, τὸ ἐπιμελείας ἀξιοῦσθαι. Καὶ κυρίως ἐπὶ τῆς κεφαλῆς εἴρηται τοῦτο. Κομίζω: Ἐκ τοῦ κόσμος κοσμίζω· καὶ ἀποβολῇ τοῦ σ, κομίζω. Ἐκ δὲ τοῦ κομίζω γίνεται κομιδὴ, ἡ θεραπεία καὶ ἐπιμέλεια, καὶ συναγωγὴ, ἢ λῆψις, εἴρηται δὲ ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς· ἥτις γίνεται τελειωθέντων τῶν καρπῶν. Ἀπὸ γοῦν τοῦ κομιδὴ ὀνόματος γίνεται ἐπίρρημα κομιδῆι νέος, ἀντὶ τοῦ πάνυ νέος καὶ λίαν, πάμπαν, τελείως. Τὸ ὄνομα, ὀξύτονόν ἐστι· τὸ δὲ ἐπίρρημα, περισπώμενον, καὶ σημαίνει τὸ παντελῶς. Λέγεται δὲ καὶ ἡ ἀπόληψις τινὸς κομιδὴ, ἀπὸ τοῦ κομίσασθαι καὶ ἀπολαβεῖν. Καὶ κομίστρια, ἡ τροφός. Κομενταρίσιοι: Τοὺς ἐπὶ τῶν ὑπομνηματογράφων πράττοντας ὁ νόμος καλεῖ, καὶ ὑπηρετοῦντας ταῖς ἐγκληματικαῖς δίκαις, ὑπασπιζόντων αὐτῶν ἀπληκταρίων καὶ κουβικουλαρίων μετὰ πλήθους ῥαβδούχων, σιδηρέων δεσμῶν καὶ ποιναίων ὀργάνων, σαλευόντων τῷ φόβῳ τὸ δικαστήριον. Εἰσὶ δὲ καὶ οἱ νῦν λεγόμενοι χαρτουλάριοι. Κόμης: Ἰστέον ὅτι τὸ κόμης τὸ ἐπὶ τῆς Ἑλληνικῆς ἀξίας κατὰ τὴν Ἑλληνικὴν ἀναλογίαν οὐ δύναται διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τοῦ η· τὸ δὲ κύριον ὄνομα διχῶς εὑρέθη παρὰ τοῖς ἀρχαίοις κλινόμενον. Εὑρίσκεται γὰρ ἡ γενικὴ Κόμου καὶ Κόμεω Ἰωνικῶς, ὥσπερ Ἀτρείδης Ἀτρείδεω· καὶ Κομάδης τὸ πατρωνυμικὸν, ὥσπερ Βορεάδης· εὑρίσκεται δὲ κλινόμενον καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν, Κόμητος· ὅταν δὲ ἰσοσύλλαβον εὑρεθῇ, ἀπολογίαν ἔχει τοιαύτην· Τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν, εἰς ΗΣ γινόμενα, μὴ ἔχοντα οὐδέτερα εἰς ΕΣ, εἰς τὴν ΟΥ δίφθογγον τὴν γενικὴν ἔχει· λέσχη, ὁ λέσχης, τοῦ λέσχου· ἀράχνη, ὁ ἀράχνης, τοῦ ἀράχνου· γυνὴ, μισογύνης, μισογύνου· κόμη, ὁ κόμης, τοῦ κόμου· γύη, ὁ γύης, τοῦ γύου. Κόμπος: Ὁ ψόφος· παρὰ τὸ κενὴν ὄπα ἔχειν, τουτέστι φωνήν. Τὸ μὲν οὖν προσηγορικὸν οὕτως ὡς τέμπος· Κόμπος εἶ. Εὐριπίδης Φοινίσσαις· κομπὸς δὲ λόγος, τὸ ἐπίθετον. Κομψός: Εἴρηται μὲν ἡ λέξις καὶ ἐπὶ τοῦ πανούργου, καὶ ἐπὶ τοῦ μετρίου καὶ ἐπιεικοῦς. Ἀμφότερα οὖν παρὰ τὸ κάμπτω, καμπτὸς καὶ κομψός· ἀλλʼ ἐπὶ μὲν τοῦ πανούργου, τὸ καμπύλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ ἐπιεικοῦς, παρὰ τὸ εὐκαμπῆ αὐτὸν εἶναι, οἷον εὐπειθῆ καὶ προσηνῆ. Οὕτως Εἰρηναῖος ὁ Ἀττικιστὴς ἐν τῷ κ στοιχείῳ. Κομμώτρια: Ἐμπλέκτρια, ἡ κοσμοῦσα καὶ ψιλοῦσα τὰς γυναῖκας κούρισσα. Κολωνός: Ὄρος, βουνὸς, λόφος, ἀνάστημα. Πᾶν οὖν ἀνάστημα γῆς κολωνὸς λέγεται. Σημαίνει δὲ καὶ σκόπελον. Ἀθήνησι δὲ δύο κολωνοὶ, ἵππιος, καὶ ἀγοραῖος, ἐφʼ οὗ τοὺς μισθαρνοῦντας ἀνέφερον· καὶ μισθαρνοῦσαι, κολωνικαί· καὶ ἄλλο χωρίον ἐκαλεῖτο κολωνὸς ἱππότης. Κόναβος: Ὁ ἦχος· παρὰ τὸ βοὴν κινεῖν· ἢ παρὰ τὸ δονῶ δόναβος καὶ κόναβος. Ἢ ἐκ τοῦ κόνις καὶ τοῦ βοή· κυρίως γὰρ κόναβος λέγεται ἡ ἐν τῇ γῇ βοή· ὥσπερ καὶ ἔρα, ἡ γῆ, ἔραβος καὶ ἄραβος, ἡ ἐν τῇ γῇ βοή. Λοιπὸν λέγουσι τινὲς, ὅτι ἐκ τοῦ κόνις γίνεται κόνιβος· καὶ τροπῇ τοῦ ι. Οὐκ ἔστι δέ· οὐδέποτε γὰρ τὸ ι εἰς α τρέπεται· ἀλλʼ ἔστι μᾶλλον ἐκ τοῦ κονία τὸ αὐτὸ σημαίνοντος τῷ κόνις καὶ τοῦ βοὴ, κονίαβος· καὶ συγκοπῇ, κόναβος. Καὶ ῥῆμα κοναβῶ ἐξ αὐτοῦ. Κόνδαξ: Παρὰ τὸ κῶ, τὸ κεῖμαι, γίνεται κόαξ· καὶ πλεονασμῷ τῶν συμφώνων, κόνδαξ. Κόνδυλος: Παρὰ τὴν κάμψιν τῶν δακτύλων, ὡσανεὶ κάνδυλοι ὄντες· περὶ αὐτοὺς γὰρ ἡ κάμψις τῶν δακτύλων ἐγγίνεται. Καὶ ἡ πληγὴ δὲ ὁμωνύμως τῷ σχήματι τῶν κονδύλων λέγεται κόνδυλος· καὶ κόλαφος, ἡ διδομένη διὰ μέσων δακτύλων πληγή. Ἐτυμολογεῖται δὲ ὁ κόνδυλος καὶ οὕτως· κένδυλός τις ὢν, ὁ εἰς τὰ κενὰ δυόμενος τῶν ῥαπιζομένων. Κενὰ δὲ σαρκῶν τὰ μέρη. Οὕτω Σώρανος. Κόνις: Ἡ πεδιὰς, ὡς τὸ, Οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. Καὶ ἡ ἐκ τέφρας σποδὸς, ὡς τὸ, Ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κακκεφαλῆς. Ἐνταῦθα τὴν σποδὸν, παρὰ τὸ ἐκκεκαῦθαι. Λέγει δὲ καὶ τὴν αὐτὴν κονίην· ὑπὸ δὲ στέρνοισι κονίη ἵστατʼ ἀειρομένη. Κονία: Κόνις, μάχη. Παρὰ τὸ κονῶ, κόνις κόνιος, καὶ κονία, ὡς Κύπρος Κύπριος, Κυπρία. Ἢ ἀπὸ τῆς κινήσεως, κίνις τὶς οὖσα καὶ κόνις. Ἢ ἐκ τοῦ καίνω, τὸ κόπτω καὶ διαφθείρω, ἡ εἰς μικρὰ κεκομμένη γῆ καὶ τετμημένη· δηλοῖ γὰρ τὴν εἰς λεπτομερῆ οὐσίαν χωρήσασαν γῆν. Ἢ ἐκ τοῦ καίνω γίνεται κατὰ συγκοπὴν κνῶ, τὸ ξύω· ὅθεν καὶ κνῆμι παράγωγον· ἐξ οὗ τὸ, κνῆ τυρόν. Ἐκ τοῦ κνῶ οὖν, τὸ διακόπτω, γίνεται κνίς· καὶ πλεονασμῷ τοῦ ο, κόνις· ἀπὸ μεταφορᾶς τῶν ξυσμάτων. Ἐκ δὲ τοῦ κόνις γίνεται ῥῆμα κονίω· ὅθεν, Εὐρὺ κονίσουσι πεδίον. Ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Κονίζω: Τὸ ἀγωνίζομαι καὶ παρασκευάζομαι πρὸς τὸν πόλεμον· ἀπὸ τοῦ κόνις· οἱ γὰρ ἀρχαῖοι, ὅτε ἔμελλον ἀγωνίζεσθαι, εἰς τὰς χεῖρας αὐτῶν πτύοντες κόνιν προσελάμβανον διὰ τὸ ἰσχυρῶς κρατεῖν. Κονίσαλος: Ὁ κονιορτὸς, οἱονεὶ ἡ σεσαλευμένη κόνις· ἢ ὡς ἵξω ἵξαλος, οὕτω καὶ παρὰ τὸν κονίσω μέλλοντα γίνεται κονίσαλος. Σημαίνει καὶ τὸ αἰδοῖον. Κονιορτός: Παρὰ τὸ ὄρω ῥῆμα, σημαίνει τὸ διεγείρω, ὁ μέλλων Αἰολικῶς, ὄρσω· ῥηματικὸν ὄνομα, ὀρτὸς, ὡς σπείρω, σπαρτός· καὶ κείρω, καρτός· καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις, κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν. Κονιόπους: Πολυσχιδὲς ὑπόδημα, τὸ μὴ σκεπάζον ὅλον τὸ σῶμα, ἀλλὰ καταπασσόμενον ὑπὸ τῆς κόνεως· ἡ δὲ κόνις, ἀπὸ τῆς χύσεως. Κοντός: Παρὰ τὸ κέντω ῥῆμα βαρύτονον κοντὸς, ὡς τρέφω τροφὸς, καὶ πέμπω πομπός. Ἔστι δὲ καὶ περισπώμενον κεντῶ· ὁ μέλλων, κεντήσω. Κόντιλος: Εὔπολις, εἰ μὴ παίζῃ αὐτοῦ δʼ ὄπισθεν κατέλαβε τὸ κόνδυλον. Ἔστι κοντὸς, κόντιλος. Κόπτος: Ἡ πόλις. Ἔστιν εἰς τὸ κωφός· ἀπὸ τοῦ καίνω, τὸ κόπτω, γίνεται καινόπτω· καὶ συγκοπῇ, κόπτω. κοπάεν ξίφος παρὰ Ἀρχιλόχῳ· ἀπὸ τοῦ κοπάγειν. Ζήτει. Κόπρος: Οἱονεὶ κόπος τὶς οὖσα· βαρεῖ γὰρ τὸ περισσὸν καὶ κοπροποιόν. Ἢ χόσπορός τις οὖσα, ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ χ εἰς κ. Κόπος: Παρὰ τὸ κόπτω. Καὶ τί μετέχει; ὁ γὰρ κόπος κόπτει τὴν δύναμιν. Κόπρια: Παρὰ τὸ τὸν κόπον ἡμῖν ἐκεῖσε ῥεῖν· πᾶς γὰρ μόχθος ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ. Κόπερρα: Τὰ κόπρια Αἰολικῇ διαλέκτῳ, ὡς ὁ Πρίαμος, Πέρραμος· ἀλλότριος, ἀλλότερρος. Ζήτει εἰς τὸ πέρραμος. Κόπις: Εὐριπίδης, Ὁ ποικιλόφρων κόπις ἡδυλόγος δημοχαριστής. Σύντομος, ὀξὺς τῷ λόγῳ, ἤγουν λάλος· ἔνθεν καὶ ὁ δημοκόπος καὶ κόβαλος. Καὶ τὰς τῶν λόγων τέχνας κοπίδας ἔλεγον· Μὴ τὸν Πυθαγόραν εὕρομεν ὄντα ἀληθινῶν κοπίδων. Κόραξ: Παρὰ τὸν κόρον, ὃ σημαίνει τὸ μέλαν· ἢ παρὰ τὸ κάραν μεγάλην ἔχειν. Κόρη: Ἡ παρθένος καὶ ὑγροφυὴς καὶ τρυφερά. ἀπὸ τοῦ κορεῖν, τὸ καλλωπίζειν· ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται. Ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν· ἔνθεν καὶ νεωκόρος· ἢ παρὰ τὸ κόρον ἐμποιεῖν τῇ ἰδέᾳ. Ἢ παρὰ τὸ κείρω, ἡ κειρομένη ἔτι νεάζουσα. Κόρη δὲ ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ χόρη τὶς οὖσα, ἀπὸ τοῦ διʼ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα. Καὶ κατὰ κόρρης λέγεται τὸ τὴν σιάγονα πλῆξαι. Ὁ δὲ Ἐρατοσθένης ἅπασαν τὴν τῆς κεφαλῆς πληγήν. κόρσην γὰρ τὴν κεφαλὴν λέγεσθαι φησί· μεταβεβλῆσθαι δὲ τὸ σ εἰς τὸ ρ Ἀττικῶς, ὡς ἐπὶ τῆς μυρρίνης καὶ τοῦ ταρροῦ· ἔστι γὰρ μυρσίνη καὶ ταρσός. Κορήσατε: Σύρατε, ποιήσατε· κόρημα γὰρ τὸ σαρόν· καὶ κορῶ, τὸ σαρῶ· καὶ περικόρημα, τὸ περισάρωμα. Κόρινθος: Ἀπὸ Κορίνθου τοῦ Μαραθῶνος· ἢ ἀπὸ Κορίνθου τοῦ Πέλοπος. Κόρριον: Παρὰ τὸν κόρον ἐστίν· οἷον, Νῦν μὰν ὦ κόριον. Κορεσθῆναι: ὅτι κουροτρόφον τὴν γῆν καλοῦσι· καὶ τὸν ἐκ ταύτης καρπὸν, κόρην· ὅθεν καὶ τὸ πληρωθῆναι τῆς τροφῆς κορεσθῆναι λέγουσιν, ἀπὸ τῆς Κόρης, ἣν παρὰ Πλούτωνι καὶ κατὰ γῆν οὖσαν, κἀκείνου νομιζομένην γυναῖκα, ὅμως κόρην λέγουσι, διὰ τὴν τοῦ καρποῦ κατʼ ἐνιαυτὸν γινομένην γέννησιν. Φώτιος. Κορθύεται: Ἰλιάδος ιʹ, ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται. Κορυφοῦται, αὔξεται· ἀπὸ τοῦ κορύσσω. Ἢ ἀπὸ τοῦ κόρυς κόρυθος, κορυθύω, καὶ κορθύω. Ἔνιοι ἐπὶ τοῦ σωρεύεσθαι ἤκουσαν· κόρθυς γὰρ ὁ σωρός. Κόρη: Κώλυσις τοῦ ῥεῖν, ἤτοι πρὸ τοῦ τόκου, ἤτοι πρὸ τῶν αἱμάτων. Καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ· ὡς ἐκ τοῦ κοίλου ῥέειν τὸ δάκρυον. Λέγεται ἐκ τούτου καὶ κολλούριον, τὸ κωλύον τὸ ῥέειν. Κόρος: Ὁ βασιλεὺς τῶν Περσῶν, ὁ παλαιός· ἡλίου γὰρ ἔχει τὸ ὄνομα· κοῦρον γὰρ καλεῖν εἰώθασιν οἱ Πέρσαι τὸν ἥλιον, Ὦρος. Κοροπλάστης: Ὁ τὰ ζῷα διαπλάσσων· οὐ γὰρ μόνον κούρους ἢ κόρας ὁμοίας πλάσσει, ἀλλὰ πᾶν ζῷον· καὶ κοροπλάθους, τοὺς ἐκ κηροῦ ἢ πηλοῦ, ἢ τοιαύτης τινὸς ὕλης, πλάττοντας κόρας ἢ κούρους· κόρη γὰρ, τὸ σμικρὸν ἀγαλμάτιον, τὸ γύψινον ἢ πήλινον. Κορώνη: Τὸ ζῷον· παρὰ τὸ κρώζω κρώνη, καὶ πλεονασμῷ τοῦ ο, κορώνη· ἢ παρὰ τὸ καῦρον ἢ γαῦρον, ὅπερ σημαίνει τὸ κακόν. Τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ ὀρνέου καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου, καὶ ἐπὶ τοῦ κρίκου τῆς θύρας. Τὸ ζῷον, ὡς τὸ, Οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐμφορέοντο. Εἶναι δέ φησιν ὁ Ἀπίων τὴν αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ. Ἐπὶ δὲ τοῦ κρίκου τῆς θύρας, Ἀργύρεον δʼ ἐφυπερθύριον, χρυσῆ δὲ κορώνη. Ἐπὶ δὲ τῆς τοῦ τόξου ἐγκοπῆς, Πᾶν δʼ εὖ λειήνας χρυσῆν ἐπέθηκε κορώνην. Νῦν τὸ ἐπικαμπὲς ἄκρον λέγει τοῦ τόξου, ὅθεν ἀπήρτισται ἡ νευρά. Κορωνός: Ὁ γαῦρος καὶ ὑψαυχενῶν· παρὰ τὸ κάρη, κατὰ μετάθεσιν τοῦ α εἰς ο. Ἀρχίλοχος, Βοῦς ἐστιν ἡμῖν ἐργάτης ἐν οἰκίῃ κορωνὸς ἔργων ἴδρις. Κορωνίσι: Σὺν νηυσὶ κορωνίσι. Ἐπικαμπεῖς ἐχούσαις τὰς ἄκρας, ὅ ἐστι τὰς πρύμνας, τουτέστι καμπυλοπρύμνοις· παρὰ τὸ ἄνω ἐξηρμένας εἶναι, διὰ τὸ εἰς ὕψος ἀνέχειν· ἐκ τοῦ κάρα, διʼ ἧς ὑψοῦ ἀνέχεται. Ἔστι δὲ ὑποκοριστικὸν ἐκ τοῦ κορώνη κορωνίς. Τίθεται ἐπὶ τῆς πρύμνης τῆς νεὼς, διὰ τὸ ἐν ἄκρῳ τοῦ πλοίου γίνεσθαι. Σημαίνει καὶ τὸ ἀκρότατον τῶν αἱρέσεων, οἷον, ἡ κορωνὶς τῆς σοφίας. Κορωνίς: Ἀκρώρεια· ἢ τὸ τελευταῖον τῆς οἰκοδομῆς. Σημαίνει καὶ ὄνομα κύριον· καὶ τὸ προσηγορικὸν τὸ ἐπιτιθέμενον ἐν τῷ τέλει τῶν βιβλίων· καὶ εἶδος στεφάνης πεπλεγμένης ἐξ ἴου. Κόπρος: Σημαίνει τρία· ἡ τῶν κήπων, ὡς καὶ ἡμεῖς· Δμῶες ἀναγκαῖοι τέμενος μέγα κοπρίσαντες. Λέγουσιν οὕτω καὶ τὴν κόνιν, οἷον, κυλινδόμενος κατὰ κόπρον· καὶ, ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ· λέγει καὶ τὴν στάσιν τῶν βοῶν· οἷον, Μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε. Κόρση: Ἡ κεφαλή· ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ τοῦ κορυφοῦσθαι· οἱ δὲ φασὶ κέρση, ἀπὸ τοῦ κείρεσθαι· ὅθεν καὶ κορσωτὴρ, ὁ τὰς τρίχας τίλλων καὶ κουρεύων· κλίνεται κορσωτῆρος· καὶ κόρσαι, αἱ τρίχες. Αἰσχύλος, Λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ. Ἢ παρὰ τὸ κείρεσθαι· καὶ γὰρ τὸ κεῖραι κόρσαι λέγεται. Κορώνη: Καὶ ἐπὶ τοῦ τόξου, καὶ ἐπὶ τῆς θύρας, καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, ἡ καὶ κορωνὶς, διὰ τὸ ἐπικαμπές. Εἴρηται δὲ ταῦτα ἀπὸ τῆς κορώνης τοῦ ζῴου· εὐλύγιστον γὰρ ἔχει καὶ οἷον ἐπικαμπῆ τὸν τράχηλον. Καὶ ἐπὶ μέρους δὲ σώματος, ὡς ἐπὶ τοῦ ἀγκῶνος, οἷόντε παράγεσθαι. Οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. Κορυβαντιᾷ: Μαίνεται, ὀρχεῖται. Κορύβαντες: Δαίμονές τινες, οἳ ἐτάχθησαν φυλάσσειν τὸν Δία, κρύβαντές τινες, κατὰ πλεονασμὸν τοῦ ο, ἀπὸ τοῦ κρύβειν τὸν Δία, ὅτε κατέπινεν ὁ Κρόνος τὰ ἀπὸ τῆς Ῥέας τέκνα. Ἢ οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέψαντες. Κορυφή: Τὸ μέσον τῆς κεφαλῆς, ὅτι τῆς κάρας ἐστὶν ὀροφὴ, ἤγουν σκεπασμὸς τῆς κεφαλῆς. Ἢ ἀπὸ τοῦ κρύπτω, κρύψω, κέκρυφα, κρυφὴ καὶ κορυφὴ, παρὰ τὸ κρύπτεσθαι ὑπὸ τῶν τριχῶν. Φιλόξενος δὲ ἐν τῷ περὶ Ἰάδος διαλέκτου λέγει, ὅτι παρὰ τὸ κάρη γίνεται καρύπτω καὶ κορύπτω· ἐκ τούτου κορυφή. Ἰστέον δὲ ὅτι τὸ αὐτό ἐστι κορύσσω καὶ κορύπτω· ὅθεν καὶ Ὅμηρος, Πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, ἐπήγαγε τὸ κορυφοῦται, ὡς εἰς τὸ αὐτὸ καταστρέφοντος τοῦ ῥήματος. Κορύσσω δὲ σημαίνει καὶ τὸ καθοπλίζω, καὶ τὸ παρασκευάζω. Ὀξύνεται· ὁ κανών· τὰ εἰς ΦΗ λήγοντα ὀνόματα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς υ συνεσταλμένον, ὀξύνεται, γλυφὴ, τρυφὴ, κορυφή. Κόροιφος: Οἰφεῖν, τὸ συνουσιάζειν· ὅθεν καὶ Θεόκριτος φησὶν, Εὖ γʼ ὤνθρωπε φιλοῖφα· τό τοι γένος ἢ σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδει. φιλῶν τὸ συνουσιάζειν. Ἢ τὸν ὡς κόρην οἰφώμενον, τουτέστιν ὀχευόμενον. Ἢ παρὰ τὸ τὴν τρίχα ὑφειμένην καὶ ἡπλωμένην ἔχειν, οἷον κέρουφός τις ὤν· κέρας γὰρ ἡ θρίξ. Οἱ δὲ κέρας λέγουσι τὸ αἰδοῖον· καὶ κέρουφον, τὸν τὸ αἰδοῖον ἔχοντα ὑφειμένον καὶ μαλακόν. Κορύνη: Ῥόπαλον· παρὰ τὸ κάρη, ὅπερ παρὰ τὸ κάρηνον γέγονε κατὰ ἀποκοπὴν, καρύνη· καὶ τροπῇ, κορύνη, ἡ κατὰ τὸ κάρα νεύουσα ῥάβδος, τὸ παχεῖαν κεφαλὴν ἔχον ξύλον· ἢ κατὰ τὸ κάλον νεύουσα. Κόρυς: Ἡ περικεφαλαία. Παρὰ τὸ κάρη κάρυς καὶ κόρυς· ἢ παρὰ τὸ κόρση γίνεται, ὃ σημαίνει τὴν κεφαλήν. Κορυθάϊκι: Ἀπὸ τῆς κόρυθος καὶ τοῦ ἀΐσσω, τὸ ὁρμῶ, ἀΐξω ἄϊξ γίνεται κορυθάϊξ. Κορυθαίολος: Ὁ τὴν κόρυθα εὐκίνητον ἔχων, ἢ ποικίλην· ἐξ οὗ πολεμικός. Ἀπὸ τῆς κόρυθος καὶ τοῦ αἰολῶ ῥήματος. Ἰστέον ὅτι τὸ κορυθαιόλος ἕκτωρ, οὐκ ἔχει ἐγκείμενον τὸ αἰόλος, ἀλλὰ τὸ αἰόλλω ῥῆμα δηλοῦν τὸ κινῶ· ὅπερ ἐκ τοῦ ἄελλα γίνεται ἀόλλω· καὶ πλεονασμῷ τοῦ ι, ὡς τὸ, Ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ .... αἰόλλει. Ὅ ἐστι συνεχῶς στρέφει καὶ κινεῖ. Ἢ ἀπὸ τοῦ ἀελλῶς γίνεται, ἢ ἀπὸ τοῦ ἄειν τὸ πνέειν καὶ τοῦ εἰλεῖν τὸ αἰόλλω. Εἰ γὰρ ἦν ἀπὸ τοῦ αἰόλος ὀνόματος, ὤφειλε προπαροξύνεσθαι. Κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, ἐν τῇ συνθέσει προπαροξύνεται· οἷον, πλησίος, παραπλήσιος· αἰόλος, παναίολος· χωρὶς εἰ μὴ σύνθετα εἴη ἕνεκεν ἐνεργείας παροξυνόμενα. Κορυθάλη: Ἡ πρὸ τῶν θυρῶν δάφνη τιθεμένη· ὅτι οἱ κλάδοι οὓς κόρους καλοῦσι θάλλουσιν, ὡς καὶ Χρύσιππος· Ἀλλὰ δᾷδας ἡμμένας μοι ταχὺ δότω τὶς ἔνδοθεν, καὶ κοροὺς πλεκτοὺς ἀκραπνεῖς μυρρίνης. Οἱ γὰρ ποιηταὶ ἀνάπαλιν τοὺς κλάδους καὶ ὄζους καὶ ὄρπηκας λέγουσι. Τινὲς δὲ, ὅτι ἡβησάντων τῶν νέων καὶ θυγατέρων δάφνας προετίθουν ἐφηβίοις καὶ γάμοις. Εἰς τὸ δίκρον. κόρυς κόρυθος· ὁ κανών· πᾶσα γενικὴ διὰ τοῦ ΘΟΣ κλινομένη μακρὰν ἔχει τὴν παραλήγουσαν, ὄρνις, ὄρνιθος· μέρμις, μέρμιθος· κώμυς, κώμυθος· σημαίνει δὲ τὴν δέσμην τοῦ χόρτου· πλὴν τοῦ κόρυς κόρυθος· τοῦτο γὰρ τὸν χρόνον τῆς εὐθείας ἐφύλαξεν ἐν τῇ γενικῇ. Κόσμος: Παρὰ τὸ κεῖσθαι ἅμα, ἢ παρὰ τὸ κοσμῶ, ὁ τὰ πάντα ἐν ἑαυτῷ ἔχων κεκοσμημένα καὶ διατεταγμένα. Ἢ ἀπὸ τοῦ κάζω κέκασμαι, ῥηματικὸν ὄνομα κασμός· καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ο, καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος. Σημαίνει τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· σημαίνει καὶ τὸ καλλώπισμα. Κόσμος θʼ ἵππῳ, ἐλατῆρι δὲ κῦδος. Σημαίνει καὶ τὸν πρὸς πλάνην καὶ ἡδονὰς ἄγοντα, ὡς παρὰ τῇ θείᾳ γραφῇ, Ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου καὶ, Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἐκ τῆς ἑρμηνείας τοῦ κατὰ Ἰωάννην· Ἐνταῦθα κόσμον τὸ πλῆθος φησὶ τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον καὶ ταραχώδη καὶ ἀνόητον λαόν· καὶ, Τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηροὺς φησί. Κοσμῆσαι: Σημαίνει καὶ τὸ διατάξαι, ὡς τὸ, Τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ· καὶ τὸ, Αὐτὰρ ἐπεὶ κόσμηθεν. Ἀντὶ τοῦ διετάχθησαν, ἐκοσμήθησαν· ἡ μεταφορὰ ἀπὸ τοῦ κόσμου· ὅθεν ἡ τῶν ὅλων τάξις κόσμος ὑπὸ Πυθαγόρου εἴρηται. Ἡ δὲ διάλεκτος, Δωρική. Ἀπὸ τοῦ κοσμῶ, κοσμήσω, κεκόσμηκα, κεκόσμημαι, ὁ ἀόριστος, ἐκοσμήθην, τὸ τρίτον τῶν πληθυντικῶν, ἐκοσμήθησαν, εἶτα ἀφαιρέσει τοῦ ε καὶ συγκοπῇ γίνεται κόσμηθεν. Ὁμοίως καὶ τὸ τράφεν, δευτέρου ἀορίστου τρίτον τῶν πληθυντικῶν Δωρικῶς καὶ Ἰωνικῶς, καὶ τὰ ὅμοια. Καὶ τὸ φάανθεν, ἀπὸ τοῦ φαίνω, ὁ πρῶτος ἀόριστος παθητικὸς ἐφάνθην· τὸ τρίτον τῶν πληθυντικῶν, ἐφάνθησαν· καὶ ποιητικῶς ἢ Αἰολικῶς ἢ Δωρικῶς, φάανθεν, πλεονασμῷ τοῦ α· ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δωριεῖς τὰ ἔχοντα ῥήματα τὴν μετοχὴν εἰς σ ὀξύτονον, σχηματίζειν τὰ τρίτα τῶν πληθυντικῶν, ὡς τὸ κόσμηθεν. Καὶ τὸ, ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι. Ἀπὸ τοῦ φθίμι, φθίσω, ἔφθικα, ἔφθιμαι, ἐφθίθην, ἐφθίθημεν, ἐφθίθησαν· καὶ Βοιωτικῶς, ἔφθιθεν. Κότινος: Ὁ Ὀλυμπιακὸς στέφανος. ὅτι πάλαι ἐφυλλοβόλουν· τοὺς νικῶντας, ἀπὸ τῶν παρακειμένων φύλλων ἐπιρριπτοῦντες, ἃ δὴ στρῶμνα αὐτοῖς πρὸς τὴν εὐνὴν ἔπιπτον· ὅθεν καὶ κότινον φασὶ καλεῖσθαι τὸν στέφανον τὸν Ὀλυμπιακόν. Ἢ ἀπὸ τῆς κοίτης ἀρξάμενον στέφανον εἶναι τοῖς νενικηκόσι. Σημαίνει δὲ καὶ ἀγριελαίαν. Κότος: Ἡ ὀργή. Παρὰ τὸ κεῖμαι κεῖται γίνεται ῥηματικὸν ὄνομα κότος· ἡ ἐναπομένουσα γὰρ ὀργὴ κότος λέγεται. Ἢ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, γίνεται κέος κόος καὶ κότος, ἡ κοιμωμένη καὶ ἡσυχάζουσα ἐν τῇ ψυχῇ μῆνις. Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Εἰδικοῦ. Τὸ γενικὸν, θυμός. Ἐκ τοῦ κότος γίνεται ῥῆμα κοτῶ· ὅθεν τὸ, Ἀλλήλοις κοτέοντε. Δυϊκὸν, ἀντὶ τοῦ ὀργιζόμενοι. Κοτύλη: Ὁ γλουτὸς, ὅπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦ, παρὰ τὴν κοιλότητα τὴν ἐν αὐτῇ τῇ κοτύλῃ γενομένην. Λέγεται κοτύλη καὶ τὸ κοῖλον τῆς χειρός· ὅθεν καὶ κοτυλήρυτον αἷμα, τὸ πολὺ καὶ τοσοῦτον τῷ πλήθει, ὥστε καὶ τῷ κοίλῳ τῆς χειρὸς δύνασθαι ἀρύεσθαι. Παρὰ τὸ ἀρύω ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει, κοτυλήρυτον. Λέγεται κοτύλη καὶ εἶδος ποτηρίου, καὶ εἶδος μέτρου· κυρίως δὲ τὸ ὁπωσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρχαῖοι διὰ τὴν κοιλότητα· καὶ πᾶν τὸ κοῖλον κοτύλην ἔλεγον. Κοτταβίζω: Συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν· καὶ, Τῶν κὀτταβίων τὰ πολλὰ ἡμέτερα ἦν. κοτταβίζειν, τὸ τῷ κοττάβῳ χρῆσθαι φασὶν Ἀττικοὶ, οὐχὶ τὸ ἐμεῖν, ὥσπερ οἱ νῦν λέγουσιν. Ὁ δὲ κότταβος ἦν τοιοῦτόν τι· λεκάνιον ἐν τῷ μέσῳ κείμενον τοῦ συμποσίου, ἔχον ἐπιπλέον ἕτερον σμικρὸν, ὃ ἔδει καταδῦσαι τὸν πέμψαντα τὸ περιττὸν τοῦ πόματος. Ἦν δὲ τοῦτο σημεῖον τοῦ ἐρᾶσθαι ὑπὸ γυναικὸς ἢ παίδων. Καὶ ἆθλα οἱ νικῶντες ἐλάμβανον πλακουντίσκους, πυραμοῦντας, ἢ σησαμοῦντας, ἅπερ κοττάβια ἔλεγον. Ὁ ἦχος δὲ ἐκαλεῖτο λάταξ. Καὶ ἀποκοτταβίζειν, τὸ ἀπὸ τοῦ ποτηρίου τὸ ὑπολειπόμενον πόμα ἐξερᾶν. Κουλεός: Ἡ ξιφοθήκη. Ἐκ τοῦ κοῖλον κοιλεὸς, καὶ τροπῇ τοῦ ι εἰς υ, κουλεὸς, τὸ κοῖλον καὶ βαθύτατον. Κούρειον: Τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα ἰδιάζοντα, τουτέστιν ἑνὶ τόπῳ μόνον λεγόμενα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται καὶ προπαροξύνεται· οἷον, Λάγειον, τὸ ἱπποδρόμιον Ἀλεξανδρείας, ἀπὸ Λαγοῦ τινός· Χλούνειον, τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης· Λαύρειον, τόπος ἐν Ἀττικῇ ἔχων μέταλλα. Οὕτω καὶ κούρειον· οὕτω δὲ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον τὸ θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰς τοὺς φράτορας. Τοῦτο δὲ καὶ μεῖον ἐλέγετο· καὶ μειαγωγὸς, ὁ τοῦτο εἰσάγων. Ἐκλήθη δὲ, ὅτι τὸ ἱερεῖον εἰς τὸν ζυγὸν ἐντιθέντες ἔκραζον μεῖον μεῖον, τουτέστιν ὀλίγον. Ἡ δὲ ἡμέρα, ἐν ᾗ ἐποιοῦντο, ἐλέγετο κουρεῶτις. Κουρεῶτις: Ἑορτή ἐστιν ἐπὶ τρεῖς ἡμέρας τελουμένη. Ἀθηναίων πρὸς Βοιωτοὺς πόλεμον ἐχόντων περὶ Οἰνόης καὶ Μελαίνων, Ξάνθος ὁ τῶν Βοιωτῶν βασιλεὺς Θυμοίτην τὸν τῶν Ἀθηναίων δυνάστην εἰς μονομαχίαν προεκαλέσατο. Τοῦ δʼ οὐχ ὑποστάντος, Μελάνθιος ὁ Κόδρου πατὴρ ἐμονομάχησε· καὶ νικήσας, ἐνομοθέτησε τὴν ἑορτήν. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ δειπνοῦσι, καὶ καλοῦσιν ἀναρρυσία, διὰ τὸ τοὺς ἄρχοντας ἀνακλῶντας τὰ ἱερεῖα καὶ ἄνω ἐρύοντας θύειν. Καὶ Ὅμηρος, Αὖ ἔρυσαν μὲν πρῶτα. Τῇ δὲ τρίτῃ, τοὺς κούρους εἰσάγουσιν εἰς τὴν ἑορτὴν, καὶ συνιστᾶσι τοῖς συγγενέσι καὶ γνωρίμοις, καὶ ἐγγράφουσιν εἰς τὴν πολιτείαν. Ἡ δὲ ἑορτὴ καλεῖται κουρεῶτις. Κουρόσυνα: κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλικία τις, ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων. Λέγεται δὲ καὶ ὁ ξυρῶν αὐτοῦ τὸ γένειον. Κοῦριξ: Ἐκ τῆς κόρσης, τουτέστι τῆς κεφαλῆς· ὅθεν καὶ ἡ κουρά. Ἐν ὑπομνήματι χʹ Ὀδυσσείας. Ἀλέξης δὲ κοῦριξ, τῶν τριχῶν· ἢ νεανίσκος, παρὰ τὸν κόρον. Κουρά: Ἀπὸ τοῦ κείρω κέκαρμαι κορὰ καὶ κουρά. Κούρη: Παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, οὔρη· καὶ πλεονασμῷ. Ἢ παρὰ τὸ κείρω, τὸ κουρεύω, κόρη καὶ κούρη, πλεονασμῷ τοῦ υ, ἡ κειρομένη ἔτι καὶ νηπιάζουσα. Κουρίδας: Μαχαίρας. Εἰ μὲν παρὰ τὴν κουρὰν παρήχθη παρωνύμως κουρὶς, οὐδὲν ζήτημα· εἰ δὲ παρὰ τὸ κουρεὺς, ἐνέλλιπε τὸ η· κουρεὺς, κουρῆος, κουρηῒς, καὶ κουρίς. Κοῦστος: Φύλαξ. Κουρῆτες: Προπερισπᾶται ἐπὶ τοῦ ἔθνους, ὡς τὸ, Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοί. Οἱ τὴν Πλευρῶνα κατοικοῦντες, ἀπὸ ὄρους τοπικοῦ. Ἢ ἀπὸ τῆς κορᾶς, παρὰ τὸ μὴ κείρεσθαι. Ἐπὶ τῶν νέων δὲ προπαροξύνεται, ὡς τὸ, κούρητες Ἀχαιῶν. Τουτέστιν οἱ νεανίαι. Κουρῆτες δὲ, οἱ τὸν Δία διαθρέψαντες. Κόφινος: Παρὰ τὸ κόπον ἐφεῖναι τοῖς βαστάζουσιν. Ἢ παρὰ τὸ κοῦφον, ὃ σημαίνει τὸ βαθὺ καὶ κοῖλον χώρημα. Κοχλιάριον: Ἀπὸ τοῦ κόχλος γίνεται. Καὶ ὡς ἀπὸ τοῦ κοιλία γίνεται κοιλίδιον, οὕτως καὶ ἀπὸ τοῦ κοχλίας κοχλίου, κοχλίδιον. Κοχλίας δὲ, παρὰ τὸ κόχλω, τὸ γυρίζω· ἢ παρὰ τὸ ὀλῶ, τὸ συστρέφω, γίνεται ὀλίας· καὶ πλεονασμῷ τοῦ ΚΧ, κοχλίας. Κόχλος: Παρὰ τὸ χαλῶ, συγκοπῇ χλῶ, γίνεται χλὸς, καὶ κατὰ ἀναδιπλασιασμὸν, κόχλος, διὰ τὴν ἐπαλληλίαν, τὸ κατʼ εἴλησιν χαλώμενον κάτω· ὅθεν καὶ Θουκυδίδης ἐν τῇ τετάρτῃ διὰ τοῦ α λέγει κάχλακας. Ὡς παρὰ τὸ ἱερὸς γίνεται ἱέραξ, καὶ νέος νέαξ, ὡς παρὰ Καλλιμάχῳ, Καὶ τῶν νεήκων εὐθὺς αἱ τομώτατοι καὶ μύρμος μύρμαξ, οὕτως καὶ κόχλος κόχλαξ. Κραδάων δολιχόσκιον ἔγχος: Ἀντὶ τοῦ κινῶν καὶ σείων. Ἔστι δὲ ἕκτης συζυγίας τῶν βαρυτόνων. Ἐκ τούτου καὶ τὸ κραδαίνω. Οἶμαι δὲ ἀμφότερα γεγενῆσθαι ἀπὸ τοῦ κάρα, καραίνω κραδαίνω καὶ κραδάω. Κράδη: Ἡ συκῆ, διὰ τὸ συνεχῶς κραδαίνεσθαι τοὺς θαλοὺς τῶν κραδῶν. Κράδη δὲ οὐ μόνον τῆς συκῆς οἱ κλάδοι, ἀλλὰ καὶ παντὸς ἀκροδρύου· ἀπὸ τοῦ κραδαίνεσθαι. Κράμβη: Τινὲς κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας· βέλτιον δὲ ἡ τῷ κόρῳ ἀντιβαίνουσα· ὅθεν καὶ πρῶτον ἐν τοῖς συμποσίοις δίδοται, καὶ παρὰ ἀμπέλῳ οὐ φύεται. Κράμα: Παρὰ τὸ κέκραμαι. Κραναή: Ἡ τραχεῖα· Ἰθάκης κραναῆς περ ἐούσης. Τραχείας, ὀρείου, κάρηνα ἐχούσης. Ἢ παρὰ τὸ κραναόν· τοῦτο παρὰ τὸ κράνιον, ὅπερ ἐστὶ τραχὺ καὶ ὀστῶδες. Ἀπὸ δὲ τοῦ κάρα, καράνιον καὶ κράνιον. Κράσπεδον: Τὸ κρεμάμενον ἤτοι κεχαλασμένον εἰς τὸ πέδον. Παρὰ τὸ ἄκρα καὶ τὸ πέδον, ἡ γῆ, κατὰ ἀφαίρεσιν τοῦ α καὶ πλεονασμῷ τοῦ σ, κράσπεδον, οἱονεὶ τὸ ἔξω ὂν, καὶ τῇ γῇ πλησιάζον. Κραταίπεδον: Λιθόστρωτον ἔδαφος, ἢ ψηφολογικὸν, τὸ ἀντίτυπον. Κράτα: Τὴν κεφαλήν· ἀπὸ τοῦ κράτους, ὡς ἐνταῦθα τοῦ ἡγεμονικοῦ τυγχάνοντος· ἢ παρὰ τὸ κραίνειν καὶ βασιλεύειν τοῦ ἄλλου σώματος· ὅθεν καὶ κρανίον· καὶ κέρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα· οὕτω Σωρανός· ὁ δὲ Χοιροβοσκὸς, παρὰ τὸ ὁ κρὰς, τοῦ κρατὸς, τῷ κρατὶ, τὸν κράτα, καὶ κράτα. Κρατὸς ἀπʼ ἀθανάτοιο. Ἀντὶ τοῦ ἀπὸ τῆς ἀθανάτου κεφαλῆς. Ἡ εὐθεῖα, κρὰς, κρατός. Ὁ κανών· τὰ εἰς ΑΣ ὀξύτονα μονοσύλλαβα κύρια εἰσὶ, καὶ διὰ τοῦ ΝΤ κλίνονται· οἷον, Ζὰς, Φθὰς, Πράς· τὸ δὲ κρὰς προσηγορικόν ἐστι· καὶ ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν. Καὶ, ὑπὸ κρασὶν, Ἰλιάδος κʹ, ὑπὸ ταῖς κεφαλαῖς. Κρατῶ: Παρὰ τὸ κράτος· τοῦτο, ἐκ τοῦ κάρα κάρατος καὶ κράτος· ὁ γὰρ κρατῶν καὶ ἄρχων, ἐκεῖνος ἐστὶ κεφαλή. Κράτεια: Παρὰ τὸ κρατῶ κράτεια, ὡς ἀνθῶ, ἄνθεια. Κρατευτάων: Τῶν βάσεων, ὅ ἐστι τῶν λίθων, ἐφʼ ὧν οἱ ὀβελίσκοι τίθενται ὀπτωμένων τῶν κρεῶν. Οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον, κακῶς. Κράστις: Ὁ ἡμίξηρος χόρτος· ὅθεν καὶ τὰ ζῷα κραστίζεσθαι φασὶν, οἷον, ἐμφορεῖσθαι τοῦ τοιούτου χόρτου. Κρατηρίζων: Ἤτοι τὸν οἶνον ἐν κρατῆρι κιρνῶν, ἢ ἀπὸ κρατήρων σπένδων. Κρατερός: Ἰσχυρὸς, ἀπειλητικός. Τὰ εἰς ΤΕΡΟΣ τρισύλλαβα προπαροξύνεται· τοῦτο δὲ ὀξύνεται, διότι οὐκ ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ ΤΕΡΟΣ, ἀλλὰ διὰ τοῦ ΕΡΟΣ. Ὅμοιόν ἐστι καὶ τὸ βλαβερὸς ἐκ τοῦ βλάβη. Τὰ δὲ διὰ τοῦ ΕΡΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τριγενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται, μυσερὸς, κρυερὸς, κρατερός. Διατί ὀξύνεται; Διότι τὰ μὲν ἄλλα ἀπὸ τοῦ παραγώγου ἔσχον τὸ τ· τὸ μὲν πρότερος, ἐκ τῆς πρὸ προθέσεως κατὰ παραγωγήν· τὸ σφέτερος, ἐκ τῆς σφῶν γενικῆς τῶν πληθυντικῶν· τὸ κύντερος, ἐκ τῆς κυνὸς κυνώτερος, καὶ συγκοπῇ, κύντερος· καὶ κύντερον, τὸ χαλεπώτερον· τὸ δὲ κρατερὸς ἐκ τοῦ πρωτοτύπου ἔχει τὸ τ. Ἐκ τοῦ κράτος, γίνεται κρατερὸς, ὡς θάλλω, θαλερός. Κρατὺς ἀργειφόντης: Ἀπὸ τοῦ κράτος κρατὺς, ὡς πλάτος πλατύς. Κραυγή: Ὄνομα ῥηματικόν. Ἐκ τοῦ κράζω κράξω, κέκραχα, κέκραγα, γίνεται κραγή· καὶ πλεονασμῷ τοῦ υ, κραυγή. Κράζω· τὸ ΚΡΑ, βραχύ. Διατί; Τὰ διὰ τοῦ ΑΖΩ ῥήματα δισύλλαβα βαρύτονα ἐκτείνονται, οἷον σφάζω, φράζω· πλὴν τοῦ κράζω. Εἰ δὲ ὦσιν ὑπὲρ δύο συλλαβὰς, συστέλλεται, οἷον ὑπωπιάζω, ἀλαπάζω· πλὴν τοῦ σφαδάζω, ματάζω, τεράζω. Γίνεται δὲ ἐκ τοῦ κρῶ κατὰ παραγωγήν· τοῦτο ἐκ τοῦ κλῶ· τοῦτο ἐκ τοῦ καλῶ, κατὰ συγκοπήν. Ἐκ δὲ τοῦ κράζω, καὶ Ἀττικῷ καὶ Αἰολικῷ διπλασιασμῷ, γίνεται τὸ ἐκέκραξα· ἔθος γὰρ τοῖς Ἀττικοῖς διπλασιασμοῖς χρῆσθαι. Τὸ δὲ κράζω ἀναλογώτερόν ἐστι τοῦ κρώζω τοῦ παρὰ Ἀθηναίοις. Κραίνω: Τὸ ἐπιτελῶ. Παρὰ τὸ κάρα, καραίνω, ὡς χεῖμα, χειμαίνω· καὶ συγκοπῇ, κραίνω. Εἴρηται δὲ κυρίως ἡ λέξις ἐπὶ τοῦ τελειοῦσθαι, καὶ τῇ κεφαλῇ κάτω νεύειν τὸν ὑποσχόμενον. Εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσω, ὄφρα πεποίθῃς. Ὁ παρατατικὸς, ἔκραινον· πλεονασμῷ τῆς ΑΙ διφθόγγου, κραίαινον, καὶ ἐπικραίαινον· ὁ μέλλων, κρανῶ· ὅθεν καὶ τὸ κρανέεσθαι· σημαίνει τὸ κεφαλὴν ἐπιθεῖναι τῷ πράγματι, τελειωθήσεσθαι, ἢ τελείως λείψεσθαι· ὁ ἀόριστος, ἔκρανα· Ἰωνικῶς, ἔκρηνα· τὸ προστακτικὸν, κρῆνον· καὶ πλεονασμῷ τοῦ η, κρήηνον, ἀντὶ τοῦ ἐπιτέλεσον. Κραιπνός: Ὁ ταχύς· καὶ τὸ συγκριτικὸν, κραιπνότερος· παρὰ τὸ κάπω, τὸ πνέω· ὅθεν καὶ κάπος τὸ πνεῦμα· καὶ καπνὸς, τὸ ἐκ καυθέντων ξύλων ἀναπεμπόμενον πνεῦμα. Τοῦτο κατὰ πλεονασμὸν τοῦ ρ γίνεται καρπνός· καὶ καθʼ ὑπέρθεσιν, κραπνός· καὶ πλεονασμῷ τοῦ ι, κραιπνός. Κραιπαλῶ: Δευτέρας συζυγίας τῶν περισπωμένων· γίνεται ἐκ τοῦ κραιπάλη, ὃ σημαίνει τὴν μέθην· τοῦτο παρὰ τὸ κάρα καὶ τὸ πάλλω, ὑπερθέσει καὶ συγκοπῇ. Κρεββάτιον: Παρὰ τὸ κρεμᾶν τὰς βάσεις. Κρέας: Παρὰ τὸ κέαρ, ὃ σημαίνει τὴν ψυχὴν, καθʼ ὑπέρθεσιν· πᾶν γὰρ κρέας ἔμψυχόν ἐστιν, εἴγε πᾶν ἔμψυχον κρέας ἔχει. Ἢ παρὰ τὸ κείρω, τὸ κόπτω· ἢ παρὰ τὸ κερῶ, τὸ συγκεκραμένον ἐκ τεσσάρων στοιχείων. Τινὲς δὲ παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα. Τὸ ΑΣ, βραχύ· τὰ εἰς ΑΣ οὐδέτερα συστέλλει τὸ α, πρὸς ἀντιδιαστολὴν τῶν ἀρσενικῶν ὀνομάτων. Καὶ εἰ μὲν ὦσι καθαρὰ, ἢ ἔχει πρὸ τοῦ α τὸ ρ, ἐπιδέχεται καὶ κλίσιν· εἰ δὲ μὴ, οὐ κλίνεται· οἷον, βρέτας, δέπας, δέμας· χωρὶς τῶν παραληγομένων τῷ λ· οἷον ἅλας, ἅλατος· ἐρυσιπέλας, ἐρυσιπέλατος. Κρεκύδειλος: Ἀπὸ τοῦ κροκόδειλος, κατὰ ἐναλλαγὴν τῶν στοιχείων. Κρεγμῶ: Τῇ κρούσει, Ἀπολλώνιος. Κρεμόω: Ἀπὸ τοῦ κρεμῶ κρεμᾷς γίνεται ποιητικῷ πλεονασμῷ τοῦ ο κρεμόω, ὥσπερ γελῶ γελόω, καὶ ὁρῶ ὁρόω· ἐνεστὼς δέ ἐστι, καὶ οὐ μέλλων· ἐὰν γὰρ τὸ κρεμῶ καὶ ἀγορῶ δῶμεν μέλλοντας εἶναι ἀπὸ τοῦ κρεμάζω καὶ ἀγοράζω, εὑρεθήσονται ἐλάττονας συλλαβὰς ἔχοντες τοῦ ἐνεστῶτος· ὅπέρ ἐστιν ἀδύνατον. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀγοράζω καὶ κρεμάζω γίνεται ὁ μέλλων ἀγοράσω καὶ κρεμάσω· καὶ ἀποβολῆ τοῦ σ, ἀγοράω καὶ κρεμάω· καὶ κράσει, ἀγορῶ καὶ κρεμῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα. Ταῦτα δὲ μέχρι τοῦ παρατατικοῦ κλίνεται· ὁ γὰρ κρεμάσω μέλλων οὐκ ἔστιν ἀπὸ τοῦ κρεμῶ· ἐπειδὴ κρεμήσω ὤφειλεν εἶναι, ὥσπερ βριμῶ βριμᾶς, βριμήσω· ἀλλʼ ἔστιν εἰπεῖν ἐκ τοῦ κρεμάζω· καὶ τὸ ἀγοράσω, οὐκ ἐκ τοῦ ἀγορῶ, ἀλλʼ ἐκ τοῦ ἀγοράζω· ἐπειδὴ ὤφειλεν εἶναι τὸ α μακρόν· ἀλλʼ ἔστι βραχύ. Μήποτε οὖν καὶ τὸ ἀμφιῶ ἢ ἐνεστώς ἐστιν, ἢ μεταβέβηκεν εἰς ἐνεστῶτα. Χωρὶς εἰ μή τις εἴποι, ὅτι τὰ τῷ ι παραληγόμενα τῶν περισπωμένων δευτέρας συζυγίας εἰσὶ, καὶ οὐ πρώτης· οἷον, ἀνιῶ, κοπιῶ. Κρεῖον: Παρὰ τὸ κρέας, κρέον καὶ κρεῖον. Λέγει δὲ Ὦρος, ὅτι τὸ κρεῖον ὅμοιόν ἐστι τῷ θεῖον, ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ. Ἰστέον ὅτι ἡ μὲν κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεωδόχον ἀγγεῖον σημαίνει· ὁ δὲ Εὐφορίων τὸ κρέας λέγει εἶναι· ὁ δὲ Ἡρωδιανὸς, τὴν ἐκ τῶν ὠμῶν κρεάτων πεπληρωμένην τράπεζαν· ὁ δὲ Πτολέμαχος, τὸν ἀπὸ τοῦ στέατος πλακοῦντα φησὶν αὐτὸ σημαίνειν. Χοιροβοσκὸς, ὁ δὲ κρειῶν ἐρατίζων, ἀντὶ τοῦ τῶν κρεάτων ἐπιθυμῶν· ἀπὸ τῶν κρεῶν γίνεται κατὰ πλεονασμὸν τοῦ ι. Οὐκ ἔστι δὲ μετοχὴ, ἀλλʼ ὄνομα. Κρείων: Ὁ βασιλεύς. Ἔστι δὲ ὄνομα μετοχικόν· ἀπὸ γὰρ μετοχῆς παρήχθη εἰς ὄνομα. Ἔστι γὰρ κρατῶ, καὶ σημαίνει τὸ ἄρχω· ἐξ οὗ κατὰ παραγωγὴν γίνεται κρατείω ὡς ὄψω ὀψείω· ἡ μετοχὴ, κρατείων· καὶ συγκοπῇ, κρείων Ἀγαμέμνων. Καὶ ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα. Ὁμοίως καὶ τὸ θηλυκὸν, κρατείουσα· καὶ συγκοπῇ, κρείουσα· σημαίνει τὸ βασιλεύουσα. Κρείσσων: Παρὰ τὸ κρατὺς ὄνομα συγκριτικόν· ὁ πρῶτος τύπος, κρατύτερος· ὁ δεύτερος, κρατίων· καὶ ὁ τρίτος κράσσων· καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ α εἰς ε, καὶ πλεονασμῷ τοῦ ι. Οὐδέποτε δὲ πρὸ τῶν δύο ΣΣ εὑρίσκεται δίφθογγος, πλὴν τοῦ λεύσσω, γλαύσσω, τὸ φωτίζω, καὶ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος γινομένου. Κρήγυον: Τὸ ἀληθὲς καὶ ἀγαθόν· παρὰ τὸ κῆρ, ἡ ψυχὴ καὶ τὸ ἡδὺ, γίνεται κηρήδιον, τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές· ὃ ταυτόν ἐστι τῷ θυμῆρες· καὶ συγκοπῇ καὶ τροπῇ τοῦ δ εἰς γ, γίνεται κρήγυον, τὸ τὴν ψυχὴν ἡδύνον. Κρήδεμνον: Τὸ κεφαλοδέσμιον. Παρὰ τὸ κάρη καὶ τὸ δέω, τὸ δεσμεύω, καρήδεμνον· καὶ συγκοπῇ, κρήδεμνον, τὸ τὴν κεφαλὴν δεσμεῦον. Ὁ δὲ Ἡρωδιανὸς φησὶ, κρήδεμνον λέγεται παρὰ τὸ δέμω, τὸ κατεσκευασμένον καὶ πεποιημένον εἰς κεφαλὴν τῶν νέων. Σημαίνει δὲ καὶ τὰ τείχη, οἷον τὰ περιβλήματα. Κρήμνη: Κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος. Ὡς ἀπὸ τοῦ ἵστημι, ὁ παρατατικὸς, ἵστην ἵστης ἵστη· καὶ τὸ προστακτικὸν, ἵστη· οὕτω καὶ ἀπὸ τοῦ κρημνῶ γίνεται κρήμνημι· ὁ παρατατικὸς, κρήμνην, κρήμνης, κρήμνη· καὶ τὸ προστακτικὸν, κρήμνη. Κρημνός: Παρὰ τὸ κρεμῶ κρεμός· καὶ πλεονασμῷ τοῦ ν, κατὰ τροπὴν τοῦ ε εἰς η, γίνεται κρημνός. Ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω γίνεται κάρανος, καὶ κρημνὸς, ὁ ἐπὶ κάρα νεύων. Κρήνη: Ἡ πηγή. Παρὰ τὸ ῥέω ῥήνη, καὶ κρήνη. Ἢ ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, συγκοπὲν ἐκ τοῦ κερῶ, ὃ δηλοῖ τὸ ἐγχέειν· καὶ ὡς παρὰ τὸ εἴρω, τὸ λέγω, γίνεται εἰρήνη, οὕτω κρῶ κρήνη· καὶ νεοκράτας σπονδὰς Αἰσχύλος, τὰς νεωστὶ ἐγχυθείσας. Καὶ Ὅμηρος, κέρασσε δὲ νέκταρ ἐρυθρόν. Ἀντὶ τοῦ ἐπέχεεν· οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ. Κρηπίς: Παρὰ τὸ ἕρπω ἑρπίς· καὶ ἐν ὑπερβιβασμῷ, ῥεπίς· καὶ πλεονασμῷ τοῦ κ, τροπῇ τοῦ ε εἰς η, γίνεται κρηπὶς, διʼ ἧς ἕρπειν καὶ βαδίζειν δυνάμεθα· ἢ παρὰ τὸ ῥάπτω. Κρῆτες: Παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν· κυνηγετικοὶ γάρ. Ὁ Ἀπολλόδωρος, παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κρησφύγετα: Φρούρια τινὰ οὕτω λεγόμενα, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες· παρὰ τὸ κριτὴν αὐτῶν εἶναι Κρῆτα. Τὸ οὖν κρησφύγετον ἔλεγον σπήλαιον χρήσιμον τοῖς φεύγουσιν εἰς τὸ κρύπτεσθαι. Κρησέρα: Δηλοῖ τὸ πῶμα. Κυρίως δέ ἐστιν ἐπιβόλαιόν τι τῆς κεφαλῆς ποιόν. Ἔνιοι δὲ περιτραχήλιον ποιὸν εἶναι φασί· κακῶς. Ἡ γὰρ λέξις ἀπὸ τοῦ κάρα ὠνόμασται. Τὸ τοῦ κοφίνου ἐπιβόλαιον κρησέρα εἴρηται κατὰ μεταφοράν. Ἀπολλώνιος δὲ γελοίως ἵστασθαι· φησὶ γὰρ ἐπὶ τὰ ἐσκοτωμένα κόσκινα, οἷς ἐπικαλύπτουσι τοὺς κοσκίνους. Ὦρος. Κρῖ λευκόν: Σημαίνει τὴν κριθήν. Ἢ ἀπὸ τοῦ κριθὴ γέγονε κατὰ ἀποκοπήν· ἢ ἀπὸ τοῦ κρῖμνον, τοῦ σημαίνοντος τὸ παχὺ τοῦ ἀλεύρου, ὁμοίως κατὰ ἀποκοπὴν κρῖ· ἔστι γὰρ κρίμνον καὶ γένος κριθῆς. Σημαίνει δὲ καὶ τὸ ἀπόσταγμα τοῦ κυκεῶνος. Κρίβανος: Σημαίνει τὴν κάμινον, ἔνθα ὤπτων τοὺς ἄρτους· παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἡ κάμινος· οἱ δὲ Δωριεῖς κλίβανον λέγουσι. Κριθή: Παρὰ τὸ προκριθῆναι τῶν ἀκροδρύων· ἀκρόδρυα γὰρ ἤσθιον πρὸ τῶν καρπῶν. Ἄλλως. Παρὰ τὸ προκριθῆναι τῶν δρυῶν· ὀπτοὺς γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ὕστερον ἤρξαντο ἀπὸ κριθῆς ἄρτον ἐσθίειν. Ἢ διὰ τὸ κρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἐκ τῶν ἀχύρων ὑπὸ τοῦ ἀνέμου. Τὰ εἰς ΘΗ βαρύνεται, τίθη· πλὴν τοῦ κριθὴ, ποθή. Κρητήρ: Ἐκ τοῦ κρατὴρ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η, ὡς πρᾶγμα, πρῆγμα. Τὸ ΚΡΑ, μακρόν· ἐκ τοῦ κρῶ κράσω· ὅπερ ἀπὸ τοῦ κερῶ· τοῦτο ἀπὸ τοῦ κέρας, ὃ σημαίνει τὸ κέρατον. Οἱ παλαιοὶ γὰρ κέρατι ἐχρῶντο ἀντὶ προχόου. Κριτής: Ὁ τῆς διαφορᾶς χωριστικός· κρίναι γὰρ τὸ διαχωρίσαι καὶ διακρίναι· ἔνθεν καὶ ἀκριτόμυθος, ὁ ἄκριτα καὶ ἀδιαχώριστα λέγων, καὶ μὴ διακρίνων τὰ λεγόμενα. Κλίνεται κριτοῦ· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου τρίτου προσώπου γινόμενα ὀνόματα εἰς ΟΥ ἔχει τὴν γενικήν. Κρίνω σημαίνει τρία· τὸ διαχωρίζω, ὡς τὸ, Κρῖνʼ ἄνδρας κατὰ φῦλα· καὶ, Κρῖνον τὸ διακρινόμενον ταχέως. Καὶ τὸ δικάζω· σημαίνει καὶ τὸ ἐπιλέγω, ὡς τὸ, Κρίνας ἐκ Λυκίας ἐείκοσι φῶτας. Κρίκος: Τὸ κρικέλλιον. Παρὰ τὸ κλείω, κατὰ ἀποβολὴν τοῦ ε, κλίκος, ὁ πάντοθεν περικεκλεισμένος· καὶ τροπῇ τοῦ λ εἰς ρ, κρίκος. Ἢ ὡς ἄλγος ἀλγαλέος καὶ ἀργαλέος. Ἔστι δʼ ὅτε καὶ ἐν ὑπερθέσει γίνεται κίρκος, ὡς καρδία κραδία. Βαρύνεται· ἐπειδὴ τὰ εἰς ΚΟΣ μονογενῆ διβραχέα βαρύνεται· εἰ δέ τι ὀξύνεται, πρὸς ἀντιδιαστολὴν σημαινομένου, ὡς ἔχει τὸ δόκος ἐπὶ τῆς δοκήσεως πρὸς ἀντιδιαστολὴν τοῦ δοκοῦ. Σεσημείωται τὸ φακὸς ὀξύτονον· τὸ δὲ φακῆ περισπᾶται· ἀπὸ γὰρ τοῦ φακέα. Τὸ δὲ κακὸς, τριγενές. Κρίκε: Ἰστέον ὅτι τὸ κρίκε δὲ ζυγόν μιμητικῶς ἐστιν εἰρημένον. Ἐφʼ οὗ τινὲς οὐ προσεσχηκότες τῇ μιμήσει τῆς φωνῆς ἠπόρησαν, ὡς Ἡρωδιανός φησι, πῶς ἀπὸ θέματος τοῦ κρίζω ὢν ὁ δεύτερος ἀόριστος, οὔτε διὰ τοῦ γ ἐστὶν, οὔτε διὰ τοῦ δ, ὡς τὸ φράζω ἔφραδον, καὶ στίζω ἔστιγον, ἀλλὰ διὰ τοῦ κ. Ὅτι δέ ἐστι τὸ κρίζω θέμα, δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητής φησι κεκριγυῖαι· καὶ ῥηματικὸν ὄνομα κριγὴ, ὡς παρὰ Ἱππώνακτι, Κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κῆρυξ. Σχηματίζει δὲ τὸ κρίζω ὁ Ἡρωδιανὸς οὕτως· ἔστι μονοσύλλαβον κρῶ, ἀφʼ οὗ τὸ κράζω, καὶ κρώζω· ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω, ὡς στάζω στίζω, σεβάζω σεβίζω. Τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνεται τὸ κρίκε· ἡμεῖς δὲ οὐ φαμὲν αὐτὸν ἡμαρτῆσθαι, ἀλλὰ πεποιῆσθαι. Οὕτω Ζηνόδοτος. Σημαίνει δὲ τὸ ἐψόφησεν, ἤχησε, ποιὸν ἦχον ἀπετέλεσε. Κριός: Ὥσπερ λέγεται κρείων ὁ βασιλεὺς, οὕτω καὶ κριὸς ὁ ἐξέχων τῆς ποίμνης. Ὁ δὲ Ἡρωδιανός φησι παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων. Σημαίνει δὲ πολλά· ἔστι γὰρ ὁ προηγούμενος τῆς ποίμνης· ἔστι καὶ ὄργανον πολιορκητικόν· ἔστι καὶ εἶδος πλοίου· ἔστι δὲ καὶ εἶδος ἐρεβίνθου· ὁ ἐρέβινθος δὲ ἀρσενικῶς λέγεται. Τινὲς δὲ λέγουσι παρὰ τὸ κέρας γίνεσθαι κεριὸς, καὶ συγκοπῇ, κριός· οὐ καλῶς. Κεραῖος γὰρ ὤφειλεν εἶναι, ὡς κνέφας κνεφαῖος, οὖδας οὐδαῖος. Κρῖος: Ὄνομα Τιτᾶνος· παρὰ τὸ κεκρῖσθαι. Προπερισπᾶται πρὸς ἀντιδιαστολὴν τοῦ κριὸς τοῦ προσηγορικοῦ· ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. Τὰ διὰ τοῦ ΙΟΣ δισύλλαβα ἀρσενικὰ τὴν ΕΙ δίφθογγον ἀποστρέφεται, βίος, δῖος· Χῖος, ὁ πολίτης τῆς Χίου· Θρῖος, ὄνομα ποταμοῦ· Κῖος, ὄνομα κύριον· Πῖος, ὄνομα κύριον· Τῖος, ὄνομα κύριον. Οὕτως οὖν καὶ Κρῖος. Πρόσκειται, «ἀρσενικὰ,» διὰ τὸ νειὸς, ὃ σημαίνει τὴν ἀρουμένην γῆν· ἔστι δὲ θηλυκόν. Σεσημείωται ταῦτα, θεῖος, Κεῖος, ὁ τῆς Κέω πόλεως· πλεῖος, μεῖος, λεῖος, ῥεῖος· οὕτω δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ, παρὰ τὸ ῥεῖα, ὃ σημαίνει τὸ εὐχερές· χρεῖος, παρὰ τὴν χρείαν. Τὸ δὲ Φλίος, σημαίνει δὲ τὸν Διόνυσον, διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσιν αὐτό· τινὲς δὲ, διὰ τῆς ΕΙ διφθόγγου. Κρίμα: Σημαίνει πῇ μὲν τὸ κατάκριμα καὶ τὴν καταδίκην, ὡς τὸ, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει· πῆ δὲ τὴν κρίσιν καὶ τὴν καταδίκην, ὡς τὸ, Κρίμα δίκαιον κρίνατε. Σημαίνει καὶ τοὺς ἐξῃτασμένους τοῦ θεοῦ λόγους. Κροαίνω: Τὸ κτυπῶ καὶ ἠχῶ. Ἀριστοφάνης φησὶ τὸ τοῖς ποσὶ σκιρτᾶν καὶ κροτεῖν. Παρὰ τὸ κροτῶ, κροταίνω· ἀποβολῇ τοῦ τ, κροαίνω· ἢ παρὰ τὸ κρούω, κροαίνω, κατὰ παραγωγὴν, καὶ ἀποβολῇ τοῦ υ. Κρόκη: Παρὰ τὸν κρούσω μέλλοντα γίνεται, ἀποβολῇ τοῦ υ· ᾗ τὸ κρούεσθαι διόλου παρηκολούθησε. Κροκύφαντος: Ὅτι διὰ κρόκης ὑφαίνεται· οἱ δὲ Ἀττικοὶ κεκρύφαλον αὐτὸ καλοῦσιν, ὅτι κρύπτει τὸν φαλὸν, ὅ ἐστιν ἐξοχὴ τῆς κεφαλῆς. Κρόκος: Παρὰ τὸ κίειν καὶ ἀναβλαστάνειν ἐν τῷ κρύει, κρύοκός τις ὤν. Κροκόδειλος: Ἐκ τοῦ κρόκος καὶ τοῦ δειλός· καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται τὸν κρόκον· ὅθεν καὶ οἱ μελιτουργοὶ, ἐπειδὴ ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτίθενται ἔξωθεν κρόκον, ὅνπερ ὁρῶν φεύγει. Ὁ δὲ θαλάσσιος, παρὰ τὸ δειλαίνεσθαι τὰς κρόκας, ὃ σημαίνει τοὺς αἰγιαλούς· οἱονεὶ περὶ τὴν γῆν δειλός. Ὁ δὲ κροκόδειλος, ζωΰφιόν ἐστι μικρόν. Κρόκαλα: Λέγονται αἱ ψῆφοι τῶν ποταμῶν· ἀπὸ τοῦ κροτεῖν καὶ ψοφεῖν. Κρόμυον: Παρὰ τὸ τὰς κόρας μύειν τῶν ἐσθιόντων αὐτό· δριμὺ γάρ. Κρόνος: Ὁ Κρόνος τῆς νοερᾶς ζωῆς ἐστι δοτὴρ, κόρος ὢν τοῦ νοῦ· μᾶλλον δὲ κορὸς νοῦς καὶ καθαρός. Πάντες οὖν οἱ νοερῶς ζῶντες Κρονίαν ἔχουσι πολιτείαν· ὅθεν καὶ βασιλεὺς αὐτῶν ὁ Κρόνος λέγεται. Τὸν Κρόνον φασὶν ἐκ τοῦ κρᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων, καὶ μίξαι τὸ θῆλυ τῷ ἄρρενι. Χρύσιππος δέ φησιν ὅτι καθύγρων ὄντων τῶν ὅλων, καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν ἔκκρισιν τούτων Κρόνον ὠνομάσθαι. Τὰ δὲ περὶ τὴν ἐκτομὴν ἔνιοι οὕτως ἀναλύουσιν· ὅτι τῆς τοῦ Οὐρανοῦ καὶ Γῆς μίξεως γινομένης, ἐζωογονεῖτο πολλά· εἶτα τοῦ Κρόνου ἤτοι τοῦ χρόνου ἕκαστα διακρίναντος, καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζωογονοῦντος, ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἰρήκασιν. Ἄλλοι δέ φασιν αὐτὸν Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος θεῶν εἰς κρίσιν ἐπέβαλε. Νομίζεται δὲ παῖς Οὐρανοῦ καὶ Γῆς, ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἄστρων ὁ χρόνος γίνεται· διὰ γὰρ τούτων καὶ ἡμερονύκτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. Καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. Φώτιος πατριάρχης. Κρονίων: Πατρωνυμικόν. Κλίνεται Κρονίωνος· τὰ εἰς ΩΝ πατρωνυμικὰ φυλάττουσι τὸ ω ἐπὶ γενικῆς. Εὕρηται καὶ συνεσταλμένη ἡ ΝΙ συλλαβὴ, ὡς παρὰ τῷ ποιητῇ, Ὅς ῥα παρὰ Κρονίωνι καθέζετο· τὸ γὰρ, Ζηνὸς οὐκ ἂν ἔγωγε Κρονίονος, ὑπερβιβασμὸν ἔπαθε χρόνου, καὶ τὴν μὲν προπαραλήγουσαν ἐξέτεινε, τὴν δὲ παραλήγουσαν συνέστειλεν. Ἄλλως. Τὸ Κρονίων διὰ τοῦ ι, ἐπειδὴ τὸ Κρονίδης διὰ τοῦ ι· τὰ γὰρ εἰς ΩΝ πατρωνυμικὰ τὴν παραλήγουσαν θέλει ἔχειν τῶν εἰς ΔΗΣ· Ἀτρείδης, Ἀτρείων· Πηλείδης, Πηλείων· οὕτως καὶ Κρονίδης, Κρονίων· τὰ δὲ εἰς ΟΣ, εἰ μὲν καθαρὰ, διὰ τοῦ ἄδης ποιοῦσι τὸ πατρωνυμικόν· οἷον, Θυέστιος, Θυεστιάδης· Τελαμώνιος, Τελαμωνιάδης· εἰ δὲ μὴ καθαρὰ, διὰ τοῦ ΙΔΗΣ, οἷον, Πρίαμος, Πριαμίδης· Κρόνος, Κρονίδης. Κρόσσας: Οἱ μὲν φασὶ κεφαλίδας τοῦ τείχους σημαίνειν, ἄλλοι δὲ τοὺς προμαχῶνας· Ἀρίσταρχος δὲ κλίμακας τινὰς, ἢ ὄργανα πρὸς τειχομαχίαν ἐπιτήδεια· ἄλλοι δὲ τὰ ἀποκρηπιδώματα· καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λέγουσιν· ὃ καὶ βέλτιον, οἱονεὶ κορσοὺς τινὰς ὄντας· παρὰ τὴν κόρσην τὴν κεφαλὴν, ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων, κατὰ μετάθεσιν τοῦ ρ, κρόσσας. Οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. Τὸ δὲ τῆς κλίμακος ὄνομα οὐ γινώσκει Ὅμηρος· οὐδέπω γὰρ ἦν τὰ πολεμικὰ ὄργανα. Καὶ ταῦτα μὲν ὁ Ὠρίων· ἐγὼ δὲ εὗρον σχόλιον παρακείμενον ὑπόνοιαν παρέχον μοι ἵνα σημαίνῃ καὶ τὰς κλίμακας, καὶ τὰ ἐξέχοντα τοῖς τείχεσιν· ἔχει δὲ οὕτως· ὅτι εἰ μὲν διαστέλλοιμεν εἰς τὸν μὲν σύνδεσμον, γένοιτʼ ἂν, Κρόσσας μὲν πύργων ἔρυον. Οἷον, ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων, τὰς ἐξοχὰς φησὶ, περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου διαλέγεται, στήλας τε προβλῆτας, ἀντὶ τοῦ τοὺς προκαταβεβλημένους θεμελίους. Ζήτει εἰς τὸ προκρόσσας. Κρόκος: Παρὰ τὸ ἐν κρυφῇ ἔχειν τὴν πορείαν, ὅ ἐστι τὴν αὔξησιν, οἷον κρύκιός τις ὤν. Οὕτως εὗρον ἐν ὑπομνήμασι τʹ Ἰλιάδος. Κροσός: Παρὰ τὸ ἄκρα καὶ τὸ κάρα· ἢ παρὰ τὸ ἄκρον καὶ τὸ σείω, τὸ ἐν ἄκρῳ σειόμενον καὶ κρεμάμενον. Ἐκ δὲ τοῦ κροσὸς γίνεται κροσῶ, κροσώσω, καὶ κροσωτός. Κρότων: Ὁ φθείρ· ἀπὸ τοῦ κρατεῖν οἷς ἂν ἐμφυῇ. Ὁ δὲ Ὦρος βοτάνης ὄνομα λέγει, διὰ τὸ ὄζειν αὐτῆς τὸ σπέρμα, διατριβόμενον ἐν τοῖς δακτύλοις, ὁμοίως τῷ ζῴῳ· διὰ τοῦτο κρότων ἐκλήθη. Ἔστι δὲ καὶ ὄνομα πόλεως παρʼ αὐτῷ, ἀπὸ Κρότωνός τινος, ὅστις ὑπὸ Ἡρακλέους ἀνῃρέθη. Κρότος: Ἐκ τοῦ κρούω, κρούσω, κέκρουκα, κέκρουμαι, κέκρουται, κρότος, κροτῶ. Κρόταφοι: Κυρίως ἐπὶ τῶν ζῴων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι κέρατα, οἱονεὶ κερατοφόροι τινες ὄντες· ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν· ὡς δὲ Ἀπίων, ὅτι τῆς κόρσης ἅπτονται, τουτέστι τῆς κεφαλῆς. Οὕτως Σωρανός. Ἢ παρὰ τὴν κόρσην, κόρσαφος, καὶ κόρταφος· καὶ ἐν ὑπερθέσει, κρόταφος. Ἢ ὅτι τῆς κόρσης ἁφή ἐστι· κόρση, κρόση· καὶ κρόσας· καὶ τὸ κροσὸς οὕτως ἐτυμολογεῖται ἀπὸ τοῦ τέλους· φησὶ γὰρ, ἡ κεφαλὴ τὸ τελευταῖον ὁ κροσὸς καλεῖται. Ἢ ὅτι ὁ κρουόμενος εἰς αὐτὸν, τάφον ἔχει, καὶ ἔμπληκτος γίνεται, ὡς τὸ, τάφος δʼ ἕλε πάντας Ἀχαιούς. Κρωσσός: Ὑδρία, ἤ τι ἄλλο ἄγγος εἰς τὸ ἐπιχεῖν ὕδωρ· παρὰ τὸ κρῶ, τὸ ἐπιχέω· τοῦτο ἐκ τοῦ κερῶ· ὅθεν κέρασεν. Κρώβυλος: Εἶδος ἐμπλοκῆς· ἢ ὄνομα κύριον. Κρωβίαλος: Κρωβίαλον Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. Αὗται δὲ πόλεις Παφλαγονίας. Ἐν δὲ τῇ Κυτώρῳ φύεται πύξος πολλὴ καὶ διάφορος. Ἀπολλώνιος Ἀργοναυτικοῖς. Κρούω: Ἐκ τοῦ κρῶ, κατὰ παραγωγὴν, κρόω· καὶ πλεονασμῷ τοῦ υ· ἢ κρύω, καὶ πλεονασμῷ τοῦ ο. Κυρίως δὲ ἐπὶ τῶν κερατοφόρων· κορούειν γὰρ τὸ τοῖς κέρασ. παίειν· καὶ κατὰ συγκοπὴν, κρούειν· ὁ παθητικὸς παρακείμενος, κέκρουμαι, κέκρουται, κρότος· καὶ ῥῆμα, κροτῶ. Κρουνός: Τὸ ῥεῦμα· καὶ κρουνῶν, ῥευμάτων. Ἐκ τοῦ κερῶ κρῶ γίνεται κρονὸς καὶ κρουνός· ἢ ἀπὸ τοῦ ῥέω, ῥουνὸς καὶ κρουνός. Κρούζω: Κροβύζω, ἀφαιρέσει τοῦ β, καὶ κράσει τῶν στοιχείων, κρούζω. Κρύος: Παρὰ τὴν γινομένην κροῦσιν τῶν ὀδόντων ἐν τῷ κρύει, ἤγουν ψύχει, γίνεται κροῦος καὶ κρύος. Ἐκ τούτου, κρυερὸς καὶ κρυόεις, φρικτὸς, φοβερός· συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. Ἢ παρὰ τὸ κρατῶ κρατύω, κρύω καὶ κρύος· καὶ κρύος κρυόεις, κρυόεσσα, φρικτὴ, φοβερά. Ἢ ψυχροποιός· ἀφʼ οὗ νεκροποιός. Κρύσταλλος: Τὸ διὰ τοῦ κρύους ἠλλοιωμένον ὕδωρ. Ἢ παρὰ τὸ σταλάσσω καὶ τὸ κρῶ. Κρυμός: Παρὰ τὸ κρύπτω κέκρυμμαι, κρυμμός· καὶ ἀποβολῇ τοῦ μ. Κρυμὸς δὲ ὠνόμασται αὐτὸ τὸ πάγος, ὃ ἐπικρυπτόμεθα· χειμερίου γὰρ καιροῦ τὸ πάθος. Κρύπτω: Ἐκ τοῦ καλύπτω, καρύπτω, καὶ κατὰ συγκοπήν· ἢ ἐκ τοῦ κάρα, καρύπτω καὶ κρύπτω. Κτέανον: Εἰς τὸ φιλοκτεανώτατε. Κτέρας: Κτῆμα· ἀπὸ τοῦ κτῶ, τὸ κτῶμαι. Κτεάτεσσιν: Κτήμασιν· ἀπὸ εὐθείας τῆς κτέας. Ἄμεινον δὲ μεταπλασμὸν παραδέχεσθαι ἀπὸ τῆς κτεάτοις δοτικῆς, ὥσπερ καὶ προβάτοις πρόβασιν. Ἅμα δὲ τῇ μεταπλάσει καὶ ἐπέκτασιν ἔπαθε. Κτάμενος: Ἐκ τοῦ κτῶ, τὸ φονεύω καὶ ἀναιρῶ, γίνεται κτῆμι· ὁ μέλλων, κτήσω· ὁ παρακείμενος, ἔκτηκα, ἔκταμαι, ἐκτάθην, ἐκτάμην· ἡ μετοχὴ, κτάμενος. Κτέννω: Διὰ δύο ΝΝ· καὶ ὁ μέλλων, κτανῶ· οὐ γάρ ἐστι κταίνω κτανῶ. Κτείς: Τὸ μόριον, ἤγουν τὸ αἰδοῖον· κλίνεται κτενός· παρὰ τὸ ἐκτείνεσθαι ἐν ταῖς συνουσίαις. Ἐπὶ δὲ τοῦ κόσμου τῶν τριχῶν, παρὰ τὸ ἐκτείνειν τὰς τρίχας, ἢ τὰς χεῖρας, ἢ παρὰ τὸ κτείνειν τὰς φθεῖρας. Ἐπὶ δὲ τοῦ θαλασσίου, παρὰ τὸ ἐκτείνεσθαι καὶ ἐξαπλοῦσθαι. Κτῆνος: Παρὰ τὸ κτῶ, τὸ φονεύω, κτήσω, κτῆνος· ἢ παρὰ τὸ κτῶ, τὸ κτῶμαι, ἐξ οὗ καὶ κτῆμα καὶ κτῆσις. Ἢ ἀπὸ τοῦ κτείνω, ὁ δεύτερος ἀόριστος, ἔκτανον· ἐξ αὐτοῦ κτᾶνος, καὶ κτῆνος. Κτήνη κυρίως ἐπὶ τῶν σφαζομένων εἰς βρῶσιν· κτᾶσθαι γὰρ τὸ φονεύεσθαι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων. Κυρίως μὲν, τὰ θυόμενα ὅσα νόμος σφάζει καὶ κτέννει· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν τε θυσίμων καὶ μή. Κτίλος: Ὁ προηγούμενος τῶν προβάτων καὶ προεξάρχων τῆς ποίμνης κριός. Παρὰ τὸ κίω, τὸ πορεύομαι, κίλος καὶ κτίλος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν τῶν λοιπῶν, ἤγουν προπορεύεσθαι. Ἢ παρὰ τὸ ἄγω· ὁ μέλλων, ἄξω· ῥηματικὸν ὄνομα, ἀκτίλος· καὶ ἀποβολῇ τοῦ α, κτίλος. Ἢ ἀπὸ τοῦ ἵκω, ἱκτὸς, ὡς τάσσω, τακτός· καὶ πλέκω, πλεκτός· καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πενθίλος, οὕτως καὶ παρὰ τὸ ἱκτὸς ἱκτίλος· καὶ μετὰ τῆς ἐπάρσεως τοῦ ι, κτίλος. Οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμέρου ζῴου. Κτύπος: Παρὰ τὸ τύπτω τύπος· καὶ πλεονασμῷ τοῦ κ· τὰ γὰρ τυπτόμενα ψοφεῖ. Κτῴμην: Σὺν τῷ ι· Σοφοκλῆς· ἀπὸ τοῦ κταοίμην. Κύαθος: Ἀντλητήριον, μέτρον ὑγροῦ. Κυανός: Ἐκ τοῦ κῦμα γίνεται κυμανός· καὶ ἀποβολῇ τοῦ μ, κυανὸς, ὁ μέλας· κυάνειος, καὶ κυάνεος· καὶ ἡ κυανέα τῆς κυανέας. Κυάρης: Ἴβυκος, Οὐδὲ Κυάρης ὁ Μηδῶν στρατηγός. Τινὲς λέγουσιν, ἀπὸ τοῦ Κυαξάρης γέγονε κατὰ συγκοπήν. Ἄλλοι δὲ ἀπὸ τοῦ κυρὰ, κατὰ πλεονασμόν. Κύβελον: Ὄρος ἐν Φρυγίᾳ· ἔνθα τῆς μητρὸς τῆς Κυβέλης ἱερὸν ἅγιον ἐστίν. Ἀλέξανδρος δὲ ὁ πολυΐστωρ ἐν τῷ περὶ Βιθυνίας, Ἔοικεν οὖν Κυβέλη ἀπὸ τοῦ ὄρους κληθῆναι. Ἴσως δὲ καὶ κύβηλις ὁ πέλεκυς. Ἐκ τούτου κυβέλη, ἡ ὀπὴ τοῦ ὠτὸς, καὶ μέλος σώματος. Κυβερνήτης: Ἀναλόγως οἱ Αἰολεῖς κυμερνήτην λέγουσιν, ἀπὸ τοῦ ἐρευνᾶν τὰ κύματα, καὶ πρὸς αὐτὰ ἰθύνειν τὴν ναῦν· ἡμεῖς δὲ τροπῇ τοῦ μ εἰς β κυβερνήτην φαμέν. Κύβητος: Ἀπὸ τοῦ κύψαι· ὅθεν καὶ κύβος καὶ κύφος, καὶ ἀμφικύπελλον, καὶ ἀμφίκτυπον. Καὶ Ῥωμαῖοι τὸ ἄγκωνα κύμητον λέγουσι· καὶ κύμβιον, τὸν σπόνδυλον τοῦ βοός· κυρτὸς γάρ ἐστι. Κύβηβος: Παρὰ τὸ κύπτω, ὁ κατακύψας. Κυβήβειν: Κυρίως τὸ ἐπὶ τὴν κεφαλὴν ῥίπτειν. Καὶ κύμβαχος· ἐπεὶ οἱ μανιώδεις ἐπὶ τὴν κεφαλὴν, πάθους γινομένου, τοιοῦτοι γίνονται· ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν ἀπὸ τοῦ ἐνθουσιασμοῦ Κυβήβην λέγουσιν· αἰτία γὰρ ἐνθουσιασμοῦ τοῖς μύσταις γίνεται. Ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητρὸς θεῶν. Ἢ ἐκ τοῦ κυβῶ κυβήσω, τὸ καταστρέφω· καὶ κύβος, τὸ γεωμετρικὸν σχῆμα. Κύβος: Ὁ κυκλόθεν βάσιν ἔχων· ἢ πᾶσα τετράγωνος ψῆφος· Ἀπολλόδωρος δὲ ἀπὸ τῆς κουφότητος· τὰ γὰρ ἐπὶ κεφαλὴν κύψαντα κυλισθῆναι, κυβιστῆσαι ἔλεγον· καὶ κυβιστᾶν, τὸ ἐπὶ κεφαλῆς πηδᾶν· κύβην γὰρ ἔλεγον τὴν κεφαλήν. Παρὰ τὸ κύπτω κύψω γίνεται κύβος· ἐξ αὐτοῦ κυβιστὴς, καὶ κυβιστητὴρ, ὁ κολυμβητής. Κῦδος: Ἡ δόξα· παρὰ τὸ κύειν δέος· ἢ παρὰ τὸ κύειν ἡδονὴν, κύηδος· καὶ κράσει, κῦδος. Ἢ παρὰ τὸ κύω, τὸ φιλῶ· ὁ μέλλων, κύσω· τροπῇ τοῦ σ εἰς δ· τὴν γὰρ δόξαν πάντες φιλοῦμεν. Κῦδος κυδότερος κυδότατος, καὶ κύδιστος, ὑπερθετικόν. Πλεονασμῷ τοῦ ρ γίνεται κυδρὸς, τουτέστιν ἀγαθὸς, τίμιος. Κυδάλιμος: Ἐκ τοῦ κῦδος γίνεται κύδιμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, κυδάλιμος, ὁ ἔνδοξος. Κυδοίμεον: Ἐκλόνουν, ἐθορύβουν. Ἀπὸ τοῦ κυδοιμὸς γίνεται ῥῆμα κυδοιμῶ. Κυδοιμὸς δὲ, τάραχος, θόρυβος, ἢ πόλεμος, ἀπὸ τοῦ κύειν δέος ἢ δεῖμα. Κύθρα: Ἀπὸ τοῦ κύτος, κύθρα· ἢ παρὰ τὸ κεύθω. Κυθρίσαι: Ἐπὶ τοῦ σκῶψαι καὶ γελάσαι. Πανήγυρίς ἐστι παρὰ Ἀθηναίοις οἱ κύθροι, ἐν ᾗ ἀλλήλους ἔσκωπτον. Κύδαρον: Εἶδος πλοίου. Κυθέρεια: Ἡ Ἀφροδίτη· παρὰ τὸ κεύθειν τὸν ἔρωτα, ἢ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν ἔρωτα, ἡ κεύθουσα τοὺς ἔρωτας. Ἢ παρὰ τὸ χύδην θέρειν καὶ φλέγειν τῷ πάθει· ἢ παρὰ τὸ κεύθειν καὶ κρύπτειν τὸ αἰσχρὸν, κρυφαίαν οὖσαν τὴν μίξιν. Ὁ δὲ Ἡσίοδος ἀπὸ τῆς Κυθήρων πόλεως. Ἢ ἀπὸ τοῦ χέειν τὸν ἔρωτα. Ἡ δὲ κοινὴ ἔννοια, ἧς ἔδει ἀποκεκρύφθαι τὸ ὄνομα, ἀκούει· ἐπεὶ μυστηριώδης ἡ γέννησις αὐτῆς. Τινὲς δὲ τὰ Κύθηρα ἀπʼ αὐτῆς, ὅτι γεννηθεῖσα ἐκεῖ ἐκρύπτετο. Τὴν δὲ Κυθέρειαν νοοῦσι τινὲς, ὡς κρυψίποθον· διὸ καὶ σκοτίας Ἀφροδίτης ἐν Φαιστῷ ἱερὸν εἶναί φασι. Κυκεών: Ἡ πόσις. Ἀπὸ τοῦ κεχύσθαι χυχεών τις ὢν, πόμα κατασκευασθὲν, παυστικὸν δίψης. Ἔστι δὲ δίψους ἴαμα ὁ κυκεὼν, ἐκ διαφόρων εἰδῶν σκευαζόμενος. Κυκυνᾷ: Ἀπὸ τοῦ κυκῶ, τὸ ταράσσω· ἐὰν δὲ κυρκανᾷ, πλεονασμῷ τοῦ ρ. Κύκνος: Ὄνομα ἐστὶν εἰδικόν· τὸ γὰρ γένος ἐστὶ τό τε ὄρνις καὶ τὸ πετηνόν· ὁ γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει, καὶ οὕτω τὰ εἰδικά. Γίνεται δὲ παρὰ τὸ κλῶ, τὸ φωνῶ· κρακτικὸν γάρ ἐστι τὸ ζῷον, ὡς καὶ ἡ χήν. Ἐκ τοῦ κλῶ οὖν παράγωγον κλύω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν, κλύκος· καὶ ὑπερθέσει καὶ μεταθέσει τοῦ λ εἰς ν, κύκνος. Ἢ παρὰ τὸ κύκλος. Ἔστι καὶ εἶδος πλοίου. Ὀνομάζεται δὲ, ὅτι κύκνους ἔχει ἐντετυπωμένους ἐπὶ τῆς πρώρας. Κύκλωπες: Κύκλωπες δʼ οὔνομʼ ἔσαν ἐπώνυμοι, οὕνεκʼ ἀρʼ αὐτοῖς κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ. Κυκλόωπες, καὶ κατὰ συγκοπὴν, κύκλωπες. Καὶ Κυκλώπειον ὄρος ἐν Λιβύῃ· παρὰ τὸ κύκλος, καὶ τὸ ὤψ· ἢ παρὰ τὸ κυκλοτερῆ ὦπα ἔχειν. Κύκλωι: Ἐπίρρημα τοπικόν. Παρὰ τὸ κυλίω, γίνεται κύλος καὶ κύκλος. Ἔχει δὲ τὸ ι προσγεγραμμένον, ὡς ἀπὸ δοτικῆς. Τὸ μέντοι πόρρω, καὶ ἔξω, καὶ ἄφνω, οὐ παρὰ δοτικῆς· διὸ οὐδὲ προσγεγραμμένον ἔχει τὸ ι. Ἢ ἔστι ῥῆμα κλῶ· ἐξ οὗ μονοσύλλαβον ὄνομα, κλός· καὶ ἐπειδὴ οὐδὲν εἰς ΟΣ λήγει μονοσύλλαβον διπλασιασμὸν ἀναδεξάμενον, ἐγένετο κύκλος, ὡς παρὰ τὸ θῶ, τὸ θηλάζω, ἐγένετο θὸς καὶ τηθή. Ἢ κύκλος λέγεται ὁ εὐκύλιστος. Τὸ δὲ κύκλα, ὃ σημαίνει τοὺς τροχοὺς, κατὰ μεταπλασμὸν ἐγένετο ἀπὸ τοῦ κύκλους κύκλα, ὡς ταρσοὺς ταρσά. Ὁ δὲ τοιοῦτος μεταπλασμὸς φυλακτικός ἐστι τῶν αὐτῶν τόνων. Εἰς τὸ κέλευθος. Κυκλήσομεν: Κυκλήσομεν ἐνθάδε πάντας, Ἰλιάδος ηʹ, ἀντὶ τοῦ ἐφʼ ἁμαξῶν ἄξομεν· ἀπὸ τοῦ κυκλῶ κυκλήσω. Κύκλα γὰρ οἱ τροχοί. Κυλίω: Παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλίω καλίω καὶ κυλίω. Ἢ παρὰ τὸ κινῶ κινίω καὶ κυλίω. Ἐξ αὐτοῦ τὸ κυλίνδω βαρύτονον. Κυλίστανος: Πόλις Ἰταλίας· Πάρθαξ δὲ τὸ πρῶτον ἐκαλεῖτο· διὰ δὲ τὸ τὸν Ἡρακλέα φονεῦσαι δράκοντά τινα ὑπερμεγέθη καὶ κυλισθῆναι εἰς αὐτὸν, Κυλίστανος ἐκλήθη. Κυλινδήθρα: Κυλίστρα· ἀπὸ τοῦ κυλινδῶ. Κύλιξ: Τὸ ποτήριον, κύκλιξ τὶς ὢν, ἀπὸ τοῦ κυκλοειδὴς εἶναι. Ἢ παρὰ τὸ χύω, χύλιξ, καὶ κύλιξ. Κυλίχναι: Λεκανίδες καὶ τρύβλια, ἢ φιάλαι. Λέγεται δὲ καὶ κυλίκνη, κατὰ τροπὴν τοῦ χ εἰς κ. Καὶ κυλικνίδες παρὰ Ἀθηναίοις αἱ πυξίδες. Οἱ δὲ, οἱ λιβανωτοί· ἄλλοι, ἀγγεῖα κεράμεια. Κυλλήνιος: Ὁ ἐν Κυλλήνῃ ὄρει τῆς Ἀρκαδίας τιμώμενος. Κυλλήνη δὲ Ἀρκαδίας, ἱερὸν Ἑρμοῦ καὶ Ἀπόλλωνος· καὶ ὑπʼ αὐτῷ πόλις ὁμώνυμος. Ἢ ὁ ὕπνου δωρητικὸς, ὡς τὸ κυλάδων ἔχων τὰς ἡνίας. Κυλάδες γὰρ συνεσταλμένου τοῦ υ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς μέρη· ὅθεν καὶ τὸ ταῦτα οἰδεῖν, κυλοιδιᾶν καλοῦσιν. Ἔστι καὶ ὄνομα κύριον. Κυλλοποδίων: Ὡς ἀπὸ τοῦ Οἰδίπους Οἰδίποδος γίνεται Οἰδιποδίων, οὕτω καὶ παρὰ τὸ κυλλόπους κυλλόποδος γίνεται Κυλλοποδίων. Κύλλοι οὐδίζοντο: Ὁ δὲ ποιητὴς, παρὰ τὸ κύλον· καὶ Ἀττικῶς καὶ τῶν ἀκύλων καὶ τῶν βαλάνων· καὶ ἡ ἐτυμολογία βοηθεῖ, ἀχύλους λέγει, κατὰ τροπὴν τοῦ χ εἰς κ. Πρὸς τὴν ἐτυμολογίαν, ἀφαιρέσει δεδώκαμεν. Κύλλαρος: Ἵππος Κάστορος· παρὰ τὸ κέλλειν, ὁ ταχύς. Στησίχορος τὸν μὲν Ἑρμῆν δεδωκέναι φησὶ τοῖς Διοσκούροις Φλόγεον καὶ Ἅρπαγον ὠκέα τέκνα Ποδάργης· Ἥραν δὲ Ξάνθον καὶ Κύλλαρον. Κῦμα: Κυῶ, κυήσω, κύημα, καὶ κῦμα· παρὰ τὸ κύω, τὸ κυόμενον· ἢ παρὰ τὸ κυκῶ συζυγίας δευτέρας τῶν περισπωμένων· καὶ ἡ χρῆσις, Δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα. Καὶ ἔστι μακρὸν τὸ υ. Τὰ εἰς ΜΑ δισύλλαβα τῷ υ παραληγόμενα συστέλλει αὐτὸ, οἷον χύμα, πλύμα, λύμα, θύμα, σεσημείωται τὸ κῦμα· τὸ γὰρ λῦμα ποιητικῶς ἐκτείνεται. Τὸ δὲ θῦμα ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷ Περὶ διαλέκτων ἐκτεινόμενον. Κύματι κωφῷ: Τῷ δίχα ἀνέμου ἐπαιρομένῳ, τῷ ἀψόφῳ, καὶ μηδένα ἦχον ἀποτελοῦντι· ἄνευ γὰρ ἀνέμου τὸ κῦμα ἠρεμεῖ, μηδέπω ἀνέμου εὐκρινοῦς ὄντος. Κύμη: Πόλις Ἰταλίας, ἀπό τινος Κύμης βασιλίδος, ἥτις ἐκράτει τὸν τόπον. Οἱ δὲ, ἀπὸ ἐγκύμονος γυναικὸς οὕτως ὠνομᾶσθαι τὸν τόπον· οἱ δὲ, διὰ τὸ πολυκύματον αὐτὴν εἶναι. Κύμινδις: Ὄρνεον, οἱονεὶ κρύμινδις· κρύπτει γὰρ ἑαυτῆς τὴν κεφαλὴν, εἰς τὰς σήραγγας τῶν δένδρων καταδύνουσα. Ἢ διὰ τὴν τῆς φωνῆς ὁμοιότητα ταύτης ἔτυχε τῆς ὀνομασίας. Κύμβαχος: Σημαίνει τὸ ἄκρον τῆς περικεφαλαίας, ὡς τὸ, Κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι. Ἐπὶ δὲ τοῦ ἐπὶ κεφαλὴν πτώματος, ὡς τὸ, Κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεγμόν τε καὶ ὤμους. Ἔπεσε δηλονότι. Κύμβαχος οὖν, τὸ σκεπάζον τὴν κεφαλὴν βρέγμα, τὸ σκαμβὸν, τὸ δέρμα, παρὰ τὸ κῦφον, τουτέστι τὸ περιφερὲς καὶ περιαγές· κύμβη γὰρ ἡ κεφαλή· ὅθεν τὸ κυμβητιᾶν, κυρίως τὸ ἐπὶ τὴν κεφαλὴν ῥίπτειν. Εἰς τὸ κυβήβειν. Σημαίνει δὲ καὶ τὸ κατʼ ἄκρον μένον τῆς περικεφαλαίας, ᾧ ἐμβάλλεται ὁ λόφος. Κυμβεῖον: Εἶδος ποτηρίου, παραπλήσιον τῷ σχήματι πλοίῳ, ὃ καλεῖται κύμβη. Κύμβαλα: Παρὰ τὸ κῦφος, κύφαλά τινα ὄντα. Καὶ κυμβία, τὰ κῦφα ἐκπώματα, διὰ τὸ περιφερῆ εἶναι· κῦφον δὲ τὸ κυρτοειδὲς καὶ περιφερές. Καὶ κύμβαι, πλοῖα περιφερῆ παρὰ Ῥωμαίοις. Κυνέη: Εἶδος περικεφαλαίας· κυρίως ἡ ἐκ κυνείου δέρματος κατασκευασθεῖσα. Ἐκ τοῦ κύων κυνὸς, κύνειος, καὶ κυνέα, ἀποβολῇ τοῦ ι. Ἢ κυνέη, ἀπό τινος κυνὸς κατασκευασθεῖσα πρῶτον. Κυνικοὶ φιλόσοφοι: Ἀπὸ μεταφορᾶς τῶν κυνῶν· ὅτι ἀναιδέστατοι ὑπῆρχον ὥσπερ καὶ οἱ κύνες· οὗτοι γὰρ ἤλεγχόν τινα δημοσίᾳ, οὐ κατʼ ἰδίαν· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀναφανδὸν αὐτὸ ἐποίουν, ὡς οἱ κύνες. Κυνίζω: Παρὰ τὸ κίω, τὸ κινῶ, κινίζω καὶ κυνίζω· τὸ δὲ κίω, παρὰ τὸ ἴω, τὸ πορεύομαι. Κυνάμυια: Τουτέστιν ἀναιδής. Ἐσχημάτισται τὸ ὄνομα ἐκ δύο ἀναιδῶν τελείων, τοῦ τε κυνὸς, καὶ τῆς μυίας, διὰ τὸ ὑπερβάλλον τῆς ἀναιδείας· ὁ μὲν γὰρ, ἀναιδής· ἡ δὲ, θρασεῖα. Κυννίδαι: Γένος ἱερὸν Ἀθήνῃσιν· ἀπὸ Κύννου ἢ Κυννίδου ἥρωος. Κυνῶπα: Ὦ ἀναιδέστατε, ἀναιδὲς πρόσωπον ἔχων καὶ κυνός. Ἀπὸ τοῦ κύων κυνὸς, καὶ τοῦ ὢψ ὠπὸς, γίνεται κυνώπης, ὡς γλαυκώπης, κλίνεται ἡ γενικὴ εἰς ΟΥ· καὶ ἡ κλητικὴ εἰς α· καὶ τὸ θηλυκὸν, κυνῶπις κυνώπιδος, καὶ ὅσα ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν μετάγεται. Κύντερον: Παρὰ τὴν κυνὸς γενικὴν γίνεται κυνώτερον· καὶ συγκοπῇ, κύντερον, τὸ χαλεπώτερον, ὡς μέλαν μελανώτερον, καὶ μελάντερον. Ἢ παρὰ τὸ κεύθω. Κύπελλον: Παρὰ τὸ κύφος· ἢ παρὰ τὸ κύπτω, τὸ κεκυρτωμένον καὶ περιφερές. Ἐτυμολογεῖται χύπελλόν τι ὂν, παρὰ τὸ χύειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον· ὅθεν καὶ κάπηλος, παρὰ τὸ χέειν τὸν πηλόν. Κύπρος: Παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν ἔχειν. Κύπτω: Παρὰ τὸ γυῖον γύπτω, καὶ κύπτω. Κυνοραϊστέων: Κροτώνων, οἷον φθειρῶν· ῥαίουσι γὰρ τοὺς κύνας, πίνοντες τὸ αἷμα αὐτῶν. Κύμβαλον: Παρὰ τὸ κύπελον, κύπαλον καὶ κύμβαλον· ἢ παρὰ τὸ πεποιημένην φωνὴν ἔχειν· κύμβαλον γὰρ ἐκ πεποιημένης φωνῆς εἴληπται· αἱ δὲ πεποιημέναι φωναὶ αὗται, κύμα, κάρκαιρε, κρίκε, τριχθά. Κύπρις: Τὸ ἐπίθετον τῆς Ἀφροδίτης· ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν τὶ σημαίνει· συμπλανηθέντες δὲ τῷ Ἡσιόδῳ ἔδοξαν ὅτι Κύπρις λέγεται, ὡς φησὶν Ἡσίοδος, Κυπρογένεια, διὸ γεννᾶται «περικλύστῳ ἐνὶ Κύπρῳ,» ὥσπερ καὶ τὴν «φιλομειδῆ, ὅτι μηδέων ἐξεφαάνθη.» Ὅμηρος δʼ οὐκ εἶπεν οὕτως ἀλλὰ τὴν μειδιάματα φιλοῦσαν, οἷον ἱλαρὰν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας. Ὥσπερ γὰρ τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι, οὕτως καὶ Ἀφροδίτην, ποτε τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκα ἂν περὶ τῶν μνηστήρων λέγῃ, καὶ ἐκλελάθοντʼ Ἀφροδίτης, ἣν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρη. Τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως Ὁμήρῳ παρείληπται. Ἔστιν οὖν κατὰ συγκοπὴν εἰρημένον, ἀπὸ τοῦ κύω, κυόπορις, ἡ τὸ κύειν πορίσκουσα, τουτέστι παρέχουσα· ἴδιον γὰρ Ἀφροδίτης τοῦτο. Οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσι χωρὶς τῆς ἀφροδισιακῆς συνηθείας. Τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους ἐστὶ τὸ ἐν τῇ θʹ Ὀδυσσείας λεγόμενον, Ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομειδὴς Ἀφροδίτη ἐς Πάφον, ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. Οὐκ εἴτις δʼ ἔν τινι τόπῳ τετίμηται, κεῖθι καὶ γεγένηται, καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. Οὐδέπω γοῦν Δήλιος Ἀπόλλων παρʼ Ὁμήρῳ, οὐδὲ Πύθιος· καίτοιγε καὶ ἑκάτερον τῶν ἱερῶν οἶδε, διʼ ὧν φησὶ ποτὲ μὲν, Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. ποτὲ δὲ, Οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ. Οὐδʼ ἐπεί φησιν, Ἵκετο δʼ εἰς Αἰγὰς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασι, Αἰγαῖος ποτὲ ὁ Ποσειδῶν εἴρηται παρʼ Ὁμήρῳ. Ἡ Κυθέρεια δὲ καθʼ Ὅμηρον οὐχ ὅτι «προσέκυρσε Κυθήροις·» οἶδε μὲν γὰρ τὰ Κύθηρα· οὐκ ἀπὸ τούτου δὲ εἴρηται, ἀλλʼ ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πᾶσι τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἐφίησι. Διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται· Ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς πάρφασις, ἥτʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. Καὶ Ἀλαλκομενηῒς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις ἀπὸ τῆς ἐνεργείας, ἡ ἀπαλάλκουσα τῷ ἰδίῳ μένει τοὺς ἐναντίους· οὐ γὰρ πειθόμεθα τοῖς νεωτέροις οἵ φασιν ἀπὸ Ἀλαλκομενίου τινὸς εἰρῆσθαι. Οὐδʼ ὡς Ἐρατοσθένης παρήκουσεν Ὁμήρου εἰπόντος, Ἑρμείας ἀκάκητα, ὅτι ἀπὸ Ἀκακησίου ὄρους, ἀλλʼ ὁ μηδενὸς κακοῦ μεταδοτικός· ἐπειδὴ καὶ δοτὴρ ἑάων. Πᾶν γοῦν ἀπὸ τῶν παρεπομένων τοῖς θεοῖς· καὶ γὰρ ἡ γλαυκῶπις, οὐκ ἀπὸ τοῦ, Ἥ τʼ ἄκρης θῖνα Γλαυκώπιον ἵζει, ἀλλʼ ἀπὸ τῆς περὶ τὸ πρόσωπον τῶν ὀφθαλμῶν καταπλήξεως. Καὶ τἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾶν, οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα, ἀπὸ δὲ τῶν ἐνεργειῶν τῶν ψυχικῶν, ἢ διὰ συμβεβηκὸς τῶν περὶ τὸ σῶμα, ὡς λευκώλενος λέγεται Ἥρη, καὶ ἀργυρόπεζα Θέτις, καὶ Φοῖβος Ἀπόλλων, καὶ ἀκερσεκόμης, καὶ πάλιν ἀπὸ πράξεων, ἕκατος, ἑκατηβελέτης, ἑκηβόλος, Ἄρτεμις δὲ καὶ ἀγροτέρη καὶ ἰοχέαιρα, καὶ πάντα τὰ παραπλήσια· καὶ γὰρ, εἰ σπανίως, Ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν ἀπὸ Ἑλικῶνος, ὡς Ἀρίσταρχος βούλεται· ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος· οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης· ἐπεὶ φησὶν, Οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν. Ἑλικήϊον γὰρ ἂν εἶπε, συγχωροῦντος τοῦ μέτρου· δύναται δὲ Ἑλικώνιος λέγεσθαι διὰ τὸ ἑλικὰς καὶ περιφερεῖς εἶναι τὰς δίνας τῆς θαλάσσης. Ἔτι δʼ, εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου, καθὸ ἐν Κύπρῳ τιμᾶται, πολὺ μᾶλλον ἀπὸ τῆς Πάφου, ἐν ᾗ «βωμός τε θυήεις» αὐτῆς, Παφίη ἐλέγετο· ἀλλʼ οὐδέποτε Παφίην αὐτὴν εἶπεν Ὅμηρος, ὡς οἱ νεώτεροι. Καὶ γὰρ εἴποτε σπανίως ἐπίθετα ἐξενήνοχεν ἀπὸ τόπου, οὐδέποτε ἐξ αὐτοῦ, ἀλλʼ ἐξ ἡρωϊκοῦ προσώπου, κατὰ τὸ εἰκὸς ἑαυτῷ λέγει. Ἀχιλλεὺς μὲν γὰρ Θεσσαλὸς ὢν, φησὶ, Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ· καὶ Ἑκάβη, Ἀλλʼ εὔχου σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται. Εἰ γὰρ Ἴδη τῆς Τροίας, οἰκείως ἡ Ἑκάβη ἔσχηκε παρωνομασμένον τὸν Ἰδαῖον. Ὁ δʼ Ὅμηρος οὐκ ἂν εἴποι ἀπὸ τῆς Κύπρου τὸ ἐπίθετον ἐξ ἰδίου προσώπου λέγων, ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ. Κύρω: Τὰ διὰ τοῦ ΥΡΩ ῥήματα, βαρυνόμενα μὲν, ἐκτείνει τὸ υ· περισπώμενα δὲ, συστέλλει· κύρω, κυρῶ· φύρω, φυρῶ· πύρω, πυρῶ. Κύριος: Τῶν πρός τι ἐστίν· ἔχει δὲ πρὸς τὸν οἰκέτην. Κύρβαντες: Δαίμονες περὶ τὴν Ῥέαν, οἱ τὸν Δία φυλάξαντες· βαίνειν γὰρ τὸ φυλάσσειν· οἷον, ὃς Χρύσην ἀμφιβέβηκας. Ἢ παρὰ τὸ κρύβειν Κρύβαντες καὶ Κύρβαντες· ὅθεν καὶ κυρβασία, καὶ κρυβασία. Ἔνιοι δὲ τὸ τὴν κεφαλὴν καλύπτειν. Ἄλλοι δὲ τὰς περικεφαλαίας κυρβασίας φασί. Κύρβεις: Αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, ἤτοι ἀπὸ κατασκευῆς· εἰσὶ γὰρ κυρβασταὶ, ἢ κύρβιες· ἐπεὶ τὰ τῶν θεῶν ἀποκρυπτόμενα δεῖ εἶναι. Ἀσκληπιάδης δὲ ἀπὸ Κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὥς φησι Φανίας ὁ Ἐφέσιος. Ἢ ἀπὸ τοῦ ταῦτα κυρωθῆναι τοῖς γράμμασιν. Ἐρατοσθένης τριγώνους αὐτὰς φησὶν εἶναι, οὐ τετραγώνους· Ἀριστοφάνης δὲ ὁμοίας εἶναι τοῖς ἄξοσι· πλὴν ὅτι οἱ μὲν ἄξονες, νόμους· αἱ δὲ κύρβεις, οὐσίας ἔχουσιν. Ἀμφοτέρων δὲ τὸ κατασκεύασμα τοιοῦτον· πλινθίον μέγα ἀνδρόμηκες, ἡρμοσμένα ἔχον ξύλα τετράγωνα τὰς πλευρὰς πλατείας ἔχοντα, καὶ γραμμάτων πλήρεις· ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ περιφέρεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων. Κυρίσσει: Κέρασι τύπτει καὶ μάχεται· κυρίως δὲ ἐπὶ κριῶν. Καὶ κυρίζοντες, κερατίζοντες, κέρασι πλήσσοντες. Κυρήβια: Τὰ πίτυρα. Κυρηβάσει: Μαχήσεται. Λέγεται μὲν ἀπὸ τῶν κριῶν· ἐλέγετο τὸ τοιοῦτον καὶ κορύττειν, οἷον κερύττειν· καὶ κυρηβάττειν. Ὦρος. Κύρητα: Παρὰ Κνιδίοις ἡ Δημήτηρ· παρὰ τὸ κυρία εἶναι τοῦ ζῆν. Ὦρος. Κύριος: Ἐκ τοῦ κῦρος, ὃ σημαίνει τὴν ἐξουσίαν· ἐξ οὗ καὶ ῥῆμα κυρῶ κυρώσω, τρίτης συζυγίας. ἐκύρωσε σημαίνει τὸ ἐποίησεν αὐτὸν δεσπότην τοῦ πράγματος. Ὅτε δέ ἐστι πρώτης συζυγίας, σημαίνει τὸ ἐπιτυγχάνω· κυρῶ κυρήσω, ἐκύρησα· ἡ μετοχὴ, κυρήσας, καὶ κύρσας κατὰ συγκοπήν· οἷον, Μεγάλῳ ἐπὶ σώματι κύρσας. Ἀντὶ τοῦ μεγάλῳ ζῴῳ ἐπιτυχών. Ἔστι καὶ βαρύτονον κύρω, τὸ ἐπιτυγχάνω· οὗ ὁ μέλλων, κυρῶ· Αἰολικῶς, κύρσω· ὥσπερ ὄρω ὀρῶ, ὄρσω. Πλεονάζει δὲ τὸ σ· οἱ γὰρ Αἰολεῖς, βαρυντικοὶ ὄντες, οὐκ ἄλλο πλεονάζουσιν ἀλλʼ ἢ τὸ σ. Πᾶς γὰρ βαρύτονος μέλλων πρὸ τοῦ ω θέλει ἔχειν τὸ σ, ἢ δυνάμει, ὡς τύψω, λέξω· δυνάμει γὰρ διαιρεθήσεται εἰς ΠΣ καὶ ΚΣ· ἢ ἐνεργείᾳ, ὡς τὸ ποιήσω. Τοῦτο δὲ γίνεται, ἵνα μὴ εὑρεθῇ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος, τουτέστι τὰ ἀμετάβολα, χαρακτηριστικὰ τοῦ βαρυτόνου μέλλοντος· καὶ διὰ τοῦτο ἀεὶ ὁ μέλλων τῆς πέμπτης συζυγίας περισπᾶται· καὶ πᾶς μέλλων ἐνεργητικὸς μὴ ἔχων τὸ σ, ἢ δυνάμει ἢ ἐνεργείᾳ, περισπᾶσθαι θέλει· οἱ δὲ περισπώμενοι μέλλοντες ἀεὶ βραχείᾳ θέλουσι παραλήγεσθαι, χωρὶς τῶν Δωριέων· οἱ γὰρ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν. Ὁ δὲ μετʼ ὀλίγον μέλλων ἐπενοήθη, ἐπειδὴ ὁ παρῳχημένος χρόνος εἰς πολλὰ εὑρίσκεται καταμερισθεὶς, τούτου χάριν καὶ ὁ μέλλων πρῶτος ὢν, εἰ ἄρα μετʼ οὐ πολὺ μέλλει· εἰ ἄρα μετʼ ὀλίγον, ἐπενοήθη ὁ μετʼ ὀλίγον μέλλων. Κύρον: Τὸ ὄνομα, ἀπὸ τοῦ κυρεῖν, οἷον ἁπτόμενον καὶ συνερεῖδον· ὡς τὸ, Αἰὲν ἐπʼ αὐχένι κύρε φαεννοῦ δουρὸς ἀκωκῇ. Τουτέστιν ἤγγισεν, ἐπέτυχε. Κυρτονεφέλη: Ἑταῖρα οὕτως ἐκαλεῖτο, διὰ τὸ μέλαν ἔχειν ἐφήβαιον· διὸ καὶ ἐν ταῖς συνουσίαις οὐκ ἀνεκαλύπτετο. Ὦρος. Κυρκάνη: Ἡ ταραχὴ καὶ ὁ θόρυβος. Εἴρηται παρὰ τοῖς παλαιοῖς παρὰ τὸ κυκῶ, τὸ ταράσσω, κυκάνη· καὶ πλεονασμῷ τοῦ ρ. Κύρμα: Ἐπιτύχημα, εὕρημα· παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω. Κυρτός: Ὀξυτόνως, τὸ ἐπίθετον· ἀπὸ τοῦ κύπτω, κυπτός· καὶ πλεονασμῷ τοῦ ρ, καὶ ἀποβολῇ τοῦ συμφώνου, κυρτὸς, ὁ παρʼ ἡμῖν λεγόμενος· κύρτος δὲ βαρυτόνως, εἶδος δικτύου ὡς σπυρίδιον τὸ λεγόμενον κυρτάρα. Κυρτὸν σημαίνει καὶ τὸ μετέωρον καὶ ὑψηλὸν, ὡς τὸ ἐπὶ τῷ κύματι Ἰλιάδος δʹ, τὸ μὲν ἔπειτα Κυρτὸν ἐὸν κορυφοῦται, διογκοῦται, αὔξεται· ἀπὸ τοῦ κίειν εἰς ὕψος, ἤτοι ἐπαίρεσθαι. Κύστις: Ἀπὸ τοῦ κεύθειν τὸ οὖρον· σημαίνει δὲ καὶ τὸ οὐροδόχον ἀγγεῖον, τὴν λεγομένην φύσαν. Κύταια: Πόλις Σκυθίας. Δεῖ γάρ τε Κυταΐδος ἤθεα γαίης. Καὶ Κύτα, πόλις τῆς Κολχίδος. Ἔστι δὲ καὶ ἑτέρα Κυταΐς τῆς Εὐρώπης. Κύσθος: Ἀπὸ τοῦ διʼ αὐτοῦ γίνεσθαι τὴν ὕησιν· ἢ ἀπὸ τοῦ κεύθειν τὸ ἐντός. Κυρία: Σημαίνει τὴν προθεσμίαν, καὶ τὴν ἐκκλησίαν, ἐν ᾗ τοὺς ἄρχοντας ἐχειροτόνουν. Κύφωνι: Σημαίνει τῷ κυρτώματι. Ἡ εὐθεῖα, κύφων· καὶ ὡς παρώνυμον φυλάττει. Γίνεται γὰρ παρὰ τὸ κῦφος· ὅπέρ ἐστι σκεῦος ἐγγεγλυμμένον κοῖλον, τὸ λεγόμενον σκαφίδιον. Παρὰ τὸ κύπτω, κύφος. Ὅθεν καὶ τὴν κεφαλὴν τινὲς ἀπὸ τῆς κυφότητος ἐτυμολογοῦσι· τὸ γὰρ περιφερὲς κυφὸν λέγουσιν· ἀφʼ οὗ καὶ κύμβιον τὸ περιφερὲς ποτήριον, ἤτοι κυφίδιον· καὶ ἀμφικύπελλον, τὸ περίκυφον ἔκπωμα. Ὅμηρος, Κύμβαχος ἐν κονίῃσιν. ἐπὶ κεφαλὴν, ἐπὶ τὸ κεκυρτωμένον μέρος. Κύφελλα: Τὰ νέφη, οἱονεὶ κρύφελλα· ἀπὸ τοῦ κρύπτειν τὴν σελήνην. Ἢ κύφελλα, ἀπὸ τοῦ κεύθειν τὴν ἕλλην, ἤγουν τόν τε ἥλιον καὶ τὴν σελήνην. Ἢ τὰ κούφως ἐλαυνόμενα. Καὶ κύφελον, τὸ ποτήριον, ἀπὸ τοῦ κῦφον, ὃ σημαίνει τὸ βαθύ. Κυψέλη: Πλεκτὸν ἀγγεῖον· λέγεται δὲ καὶ τὸ κοῖλον τοῦ ὠτίου, διὰ τὸ κῦφόν τε καὶ κογχοειδὲς καὶ τοῖς ἀγγείοις ἐοικέναι· καὶ κυψελὶς, ῥύπος, ὁ ἐν τῷ ὠτίῳ φυόμενος· καὶ σιτηρὰ ἀγγεῖα, καὶ τὰ κενὰ σμήνη. Κύων: Τὸ κάτω τῆς πόσθης συμπεφυκὸς τῷ δέρματι· παρὰ τὸ κεκυνῶσθαι καὶ ἀναδίδοσθαι ἢ συνδεδέσθαι. Κύων λέγεται ἐπὶ μὲν τοῦ ἀλόγου ζῴου, παρὰ τὸ κυνεῖν καὶ σαίνειν· ἢ παρὰ τὸ ὠκὺς, τὸ γὰρ ζῷον ταχύ ἐστιν, ὑπερβιβασμῷ, καὶ ἀναδόσει τοῦ τόνου. Ἢ παρὰ τὸ ὀξὺ εἶναι τὸ ζῷον, κατὰ μετάθεσιν τῶν στοιχείων. Ἢ παρὰ τὸ κίω, τὸ κινῶ· κινοῦνται γὰρ οἱ δεσπόται ὑπὸ τῆς ὑλακῆς αὐτοῦ. Ἢ παρὰ τὸ κύω, τὸ φιλῶ, κυνῶ· ἐξ αὐτοῦ κύων· φιλοδέσποτον γὰρ τὸ ζῷον, καὶ φιλοτιμεῖται πρὸς τοὺς ἑαυτοῦ δεσπότας. Τὸ δὲ κύω σημαίνει τρία· τὸ φιλῶ, τὸ προσκυνῶ, καὶ τὸ τίκτω. Κύων δὲ ἐπὶ τοῦ φιλοσόφου, ὁ κυσὶν ὅμοια ποιῶν. Ἐπὶ μὲν τοῦ ὑλακτικοῦ ζῴου, Ὡς δὲ κύων ἁμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα. Ἐπὶ δὲ τῶν ἀναιδῶν, Ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους. Καὶ ἐπὶ τῶν τετορνωμένων, Χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν. καὶ ἐπὶ τοῦ ἄστρου, Ὅντε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέονται· καὶ ἐπὶ τοῦ θαλασσίου, Δελφῖνάς τε κύνας τε. Κύων, παρὰ τὸ συνεχῶς κύειν. Κυνός· ὁ κανών; Δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ΩΝ βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα συνεσταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς, Ἀμφιτρύων Ἀμφιτρύωνος· ὁ δὲ ἕτερος λέγει, Τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. Ἀπαιτοῦντος οὖν τοῦ μὲν, τὸ ω· τοῦ δὲ, τὸ ο· συνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνός. Ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡς ἀπὸ τῆς τοῦ κύονος γενικῆς· οἷον, Ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον. Κώεα: Κώδια, στρώματα. Μεταπέπλασται τὸ κῶας εἰς τὸ κῶος, ὡς τὸ ὕδας εἰς τὸ ὕδος. Ἡσίοδος, Γαῖαν ὕδει φύρειν. Τὸ κῶος οὖν τοῦ κώους, ὡς τὸ τεῖχος τοῦ τείχους· ἡ εὐθεῖα τῶν πληθυντικῶν, τὰ κώεα· καὶ ἡ δοτικὴ, κώεσσι. Κώδεια: Ἡ τῆς μήκωνος κεφαλὴ, ἢ εἶδος βοτάνης· ἀπὸ τοῦ τοὺς γευομένους αὐτῆς κωματώδεις φιλεῖν ποιεῖν· κῶμα δὲ ὁ ὕπνος. Ὅθεν κώδιον, ἐφʼ οὗ κοιμώμεθα. Κώδεια σημαίνει καὶ τὸ σφαιρίον· καὶ κῶδιξ, ἀπὸ τῆς ὁμοιότητος τῆς πρὸς τὴν κωδείαν. Κώδη, ὁ καρπὸς τῆς μήκωνος. Κώδιον: Ἰστέον ὅτι τὸ κῴδιον καὶ στῴδιον εὐλόγως ἔχει τὸ ι· τὸ δὲ λαγῴδιον, παραλόγως. Ἔστι γὰρ στοιὰ στοιᾶς· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ ΔΙΟΝ, στοΐδιον, ὡς γραφεῖον, γραφείδιον· καὶ κατὰ ἔκτασιν, στῴδιον· καὶ ἔχει τὸ ι. Τὸ δὲ κῴδιον σημαίνει τὸ τῶν προβάτων δέρμα, παρὰ τὸ ἐπʼ αὐτῶν κοιμᾶσθαι. Παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, γίνεται ὄνομα ῥηματικὸν, Κῶς. Νικοχάρις Λημνίαις, Πλέομεν, ὦ κόρη, ἐπὶ Κῶς. Τοῦτο γίνεται κατὰ πλεονασμὸν κῶας, ὡς ἀπὸ τοῦ ὦς ὠτὸς γίνεται ὦας· Κῶας ἄγειν κριοῖο μεμαῶτας. Κλίνεται κώατος· καὶ γίνεται διὰ τοῦ ΙΔΙΟΝ ἡ παραγωγὴ, κωατίδιον· ζήτει εἰς τὸ ἀργυρίδιον· καὶ συγκοπῇ τοῦ ΑΤ γίνεται κωΐδιον· καὶ συναιρέσει, κῴδιον. Τὸ δὲ λαγῴδιον, εἴτε ἀπὸ τοῦ λαγῳὸς λαγῳοῦ γέγονεν, ὤφειλεν εἶναι χωρὶς τοῦ ι· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, καὶ διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παραγωγή. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ λαγῳὸς λαγῳοῦ γέγονε λαγῴδιον· καὶ ἔχει τὸ ἰῶτα κατὰ συνεκδρομὴν τοῦ κῴδιον καὶ στῴδιον. Συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον. Κώθωνες: Νῦν ὑβρίζοντες τὴν λέξιν ἔλεγον, ὅτι διὰ μέθην οὕτως ἐκλήθη· κώθων γὰρ εἶδος ποτηρίου. Κωκυτός: Σημαίνει δύο· τὸν θρῆνον, καὶ γίνεται ἐκ τοῦ κωκύω· ὅθεν καὶ κωκύματα, τὰ πένθη τῶν στεναγμῶν· καὶ κωκυτὸς, ὁ κατὰ ᾅδην ποταμὸς, ἀπὸ τοῦ τὰ ἄχη εἰς αὐτὸν χεῖσθαι, χοαχυτὸς, χωχυτός· ὁ δὲ κύτος φωνῆς ἐστὶ μίμημα. Λέγει δὲ καὶ Ἀλίβαντα πάλιν τινὰ εἶναι ποταμὸν, ἀπὸ τοῦ ἅπαντα καταξηραίνειν, καὶ μηδὲ λιβάδα ἔχειν. Κωλήν: Ὄνομα κύριον· παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν· διὰ τὸ ἰσχυρὸν τοῦ ἀνδρός· στρατηγὸς γὰρ ἦν. Κῶλα: Κυρίως ἐπὶ τῶν μελοποιῶν· μεταφορικῶς δὲ καὶ ἐπὶ τῶν πεζολόγων, κώλοις μὴ χρωμένων· καὶ ἰσόκωλα δὲ λέγουσιν οἱ λογογράφοι. Κωλιάδος Ἀφροδίτης: Τυρρηνοῦ νικήσαντος Ἀθηναίους, ἐλήφθησαν αἰχμάλωτοι. Μία γυνὴ τῶν Τυρρηνῶν ἐφίλησεν ἕνα, καὶ ἔλαβεν αὐτόν· καὶ φυγὼν, ἔκτισεν ἱερὸν Ἀφροδίτης Κωλιάδος, ἀπὸ τοῦ λυθῆναι τὰ κῶλα. Ἢ ἄλλου θύοντος ἥρπασε τὸ ὄρνεον τὸ κῶλον, καὶ ἐκεῖσε ἀπέθετο. Ἔστι δὲ καὶ τόπος τῆς Ἀττικῆς· ἐξ οὗ τὸ, Κωλιάδος γενετυλίδος, Ἀριστοφάνης. Κωμάζειν: Τὸ ποιῶς ὀρχεῖσθαι· ἐξ οὗ καὶ κῶμος εἶδος ὀρχήσεως· οἱ δὲ, μέλους. Κῶμος ἐστὶ μεθυστικὸς αὐλὸς ἐγχρονίζων οἴνοις, καὶ κυμβάλοις καὶ αὐλοῖς καταθέλγων τοὺς δαιτυμόνας. Κωμάζειν δὲ κυρίως, τὸ ἐπὶ τὸ κοιμᾶσθαι βαδίζειν. Ἐκ τοῦ κῶμος, κωμάζω· κῶμος γὰρ ὁ καιρὸς ὁ ἀπὸ τῶν δείπνων πρὸς ὕπνον καλῶν. Γίνεται δὲ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι· οὗ ὁ μέλλων, κώσω· ὅθεν καὶ κώμη τὸ χωρίον, ἡ κοιμητηρία καὶ ἀνάπαυσις ζῴων τε καὶ ἀνθρώπων ἀπὸ τῶν ἔργων. Κῶμος: Παρὰ τὸ αὐτὸ ῥῆμα· ἐμφαίνει γὰρ τὸν ἀπὸ δείπνου καὶ μέθης ἐπὶ τὸ κοιμηθῆναι βαδίζειν καιρόν· καὶ τὸ κωμάζειν τοὺς ἐρῶντας πρὸς τὰς ἐρωμένας οἷον ἐπὶ τὸ συγκοιμᾶσθαι βαδίζειν. Κῶμα: Ὁ ὕπνος, ἢ ληθώδης καταφορά. Ἀπὸ τοῦ κοιμῶ κοιμήσω γίνεται κοίμημα· συγκοπῇ, κοῖμα· καὶ τροπῇ τῆς ΟΙ εἰς ω, κῶμα. Ἢ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι· τοὺς γὰρ τόπους οἱ παλαιοὶ κώμους ἐκάλουν· καὶ κῶμαι, ἐν αἷς ἔμελλον κοιμᾶσθαι. Λέγεται καὶ κώμη τὸ χωρίον, ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, χώμη καὶ κώμη, ἡ χωρητική. Κωμωιδία: Ζήτει εἰς τὸ τραγωιδία. Κώνειον: Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα κεῖνο ποτὸν, Νίκανδρος, ἔνθα. Τὸ κώνειον παραπλήσιόν ἐστι τῷ καυλῷ τῆς λαπάθης· τὰ δὲ φύλλα, σελίνῳ ἀγρίῳ. Λέγεται δὲ καὶ ὑπόπικρος· καλεῖται δὲ καὶ ἐφήμερον, διὰ τὴν ὀξύτητα τῆς ἀναιρέσεως. Κώνειον δὲ αὐτὸ καλοῦσι διὰ τὸν γινόμενον εἰλιγμὸν καὶ σκότον τοῖς πίνουσι· τὸ γὰρ στρέψαι κωνῆσαι ἔλεγον οἱ παλαιοί· ἢ παρὰ τὸ καίνειν καὶ κόπτειν· ἢ παρὰ τὸ κοίμημα. Κωνῆσαι: Κυρίως τὸ κέραμον πισσῶσαι· κωνᾶν γὰρ τὸ στρέφειν. Καὶ τοὺς βέμβικας κώνους λέγουσι· καὶ Ἀριστοφάνης δὲ ἐν Ταγηνισταῖς τὸ περιενείκειν κωνῆσαι λέγει. Κᾦνος: Ἀντὶ τοῦ καὶ οἶνος, κατὰ συναλοιφήν· ὃ μετὰ τοῦ ι γράφεται. Ἀριστοφάνης Βατράχοις, Κᾦνον κεράννυ γλυκύτατον. Ἀντὶ τοῦ καὶ οἶνον. Ὦρος ὁ Μιλήσιος, Κῷος: Σὺν τῷ ι γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος, Τῷ ἴκελον τὸ γράμμα τὸ Κῴϊον. Ἢ ὅτι τὰ εἰς ΟΣ κτητικὰ τῷ ι θέλει παραλήγεσθαι· χωρὶς τοῦ θηλυκὸς, ὁ τοῦ θήλεος· Λιβυκὸς, ὁ τῆς Λιβύης· ἁλυκὸς, ὁ τῆς θαλάσσης. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, Ἡροδότειος, Θηβαϊκὸς, πατρώϊος· οὕτως οὖν καὶ Κῷος. Κώπη: Ἡ τῶν ἐρετῶν· παρὰ τὸ κόπτειν τὸ ὕδωρ. Λέγεται καὶ ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμεθα. Κόπτω κοπτὴ, ἀναβιβασμῷ καὶ τροπῇ, κώπη. Ἐκ τοῦ κόπτω, κώπη· τῆς θέσει μακρᾶς γενομένης φύσει, ὡς ἀπὸ τοῦ κολλῶ κωλύω. Καὶ κωπήεντα ξίφη, μελάνδετα, σιδηρόδετα· ἢ μέλαινας λαβὰς ἔχοντα· ἔστι γὰρ ἡ λαβὴ δεσμός τις τοῦ ξίφους. Κῶνος: Κῶνος ἐστὶ τὸ στροβιλοειδὲς, τὸ ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ λῆγον. Κωρύκιον: Εἴρηται εἰς τὸ πλειστοῖο. Ἐνταῦθα δὲ Κωρύκιόν ἐστι τόπος Λυκίας, ἐν ᾧ διάφορος κρόκος γίνεται· οἷον, Τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη καυλοῖσι διδύμοισι μετῄορον. Ὅτι φησὶν ἡ γῆ ἀνέδωκε βοτάνας ἐκ τοῦ ἰχῶρος τοῦ Προμηθέως ἥπατος, ὃν ἀφῆκεν ὁ ἀετὸς ἐσθίων αὐτοῦ τὸ ἧπαρ ἐν τῷ Καυκάσῳ ὄρει. Καὶ Ὀππιανὸς ἐν τρίτῳ Ἁλιευτικῶν, Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην παιδὶ τεῷ. Κωρύκιον σπήλαιον ἐν Κιλικίᾳ ἀκρωτήριον. Κωτίλλων: Πανούργως κολακεύων καὶ λέγων, ἀπό τινος ὀρνέου χελιδὼν καλουμένου· ἀφʼ οὗ καὶ οἱ πολλὰ λαλοῦντες καὶ κολακεύοντες κωτίλοι λέγονται. Κωφός: Παρὰ τὸ κεκόφθαι καὶ ἀφαιρεῖσθαι τὴν ὄπα ἐν τῷ ἀκούειν· καὶ ἐπὶ τοῦ ἀλάλου τὸ αὐτό. Ἢ παρὰ τὸ ἐγκεκόφθαι τὴν ὄπα, κεκοπός τις ὢν, ὁ μήτε φθεγγόμενος, μήτε ἀκούων, τὸ ἔτυμον τῆς λέξεως ἁρμόζει πρὸς ἄμφω. Οὕτως Ἀπολλώνιος ἐν ταῖς γλώσσαις Ἡροδότου. Ὅτι δὲ κωφὸς καὶ ὁ μὴ φθεγγόμενος μαρτυρεῖ ὁ αὐτὸς, λέγων ἐκ παραλλήλου εἶναι τὸ, Καὶ κωφοῦ ξυνίημι, καὶ οὐ λαλέοντος ἀκούω. Δύναται δὲ διαφέρειν. Καὶ κωφὸν μὲν, τὸν κενὸν ὀπὸς, ὁ παντελῶς κενοπός· οὐ λαλέοντα δὲ, τὸν δυνάμενον λαλεῖν, οὐ λαλοῦντα δέ. Κοπτός: Πόλις Αἰγύπτου, εἰς ἣν φασὶ τὴν Ἴσιν ἀφικομένην τὸν Ὄσιριν τὸν υἱὸν ἀναζητεῖν· μαθοῦσαν δὲ αὐτὸν διεσπαράχθαι, τὴν κομὴν τὴν ἑαυτῆς ἐκκόψαι· παρʼ ὃ καὶ Κοπτὸς ὠνόμασται ἡ πόλις. Ἐδείκνυτο δὲ καὶ ὁ πλόκαμος τοῖς ἐπιδημοῦσιν αὐτόθι, ἄπιστόν τι τριχῶν πλῆθος, ὅσον ἐξ ἀνθρώπου κεφαλῆς εἰκάσαι. Κλητῆρες: Ἄνδρες ἦσαν διʼ ὧν τὰς δίκας προκαλοῦνται οἱ δικαζόμενοι· καὶ κλητεύσεις, τὸ μαρτυρήσεις· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως, ἵνα μὴ ἀπρόσκλητοι αἱ δίκαι εἰς τὰ δικαστήρια εἰσάγωνται, μηδὲ ἐκλείπῃ τὴν δίκην ὁ κατηγορούμενος.