μ.μῦ τὸ στοιχεῖον, ὅτι μυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. Μυγμὸς δέ ἐστιν ὁ τοῦ μῦ ἦχος διὰ τοῦ μυκτῆρος ἐξερχόμενος. Μαγίστερ: Διδάσκαλε, ἐπιστάτα. Λέγεται δὲ καὶ ὁδηγός. Μάγος: Παρὰ τὸ μάσσω, τὸ μαλάσσω, ὁ διὰ τῶν μαγικῶν ἐμπλάστρων τὰ μέλλοντα προλέγων. Μαγγανεία: Ἐκ τοῦ μαγγανεύω· τοῦτο παρὰ τὸ μάγγανον. Ἐκ δὲ τοῦ ἄγω, ἄγανον, καὶ μάγγανον. Μαγίς: Ἡ τράπεζα ἔνθα τὰ μεμαγμένα. μαγὶς δὲ λέγεται παρὰ Ἄραψι τὸ σκουτάριον. Λέγονται δὲ μαγίδες καὶ οἱ μετάπολλοι, ὡς ἀπομάττουσι καὶ καθαίρουσιν. Ἔτι μαγίδες, μάζαι, τουτέστιν ἄρτοι οὓς καταφέρουσιν οἱ εἰς Τροφωνίου κατιόντες. Μάγειρος: Παρὰ τὸ μάσσω· Ἡρωδιανός· οἷον ὁ τὰς μάζας μερίζων· ὁ δὲ Φιλόξενος πλεονασμὸν λέγει τοῦ μ· παρὰ τὸ ἀγείρειν, τὸ ἀθροίζειν, ἤτοι ἐξ ὧν ἀρτύει, ἢ ὧν παρασκευάζει ὄψων. Μαγνῆτις: ὅτι ἡ τὸν σίδηρον ἕλκουσα λίθος καλεῖται σιδηρῖτις καὶ Ἡράκλεια καὶ Μαγνῆτις καὶ Λυδία· σιδηρῖτις μὲν, ἀπὸ τῆς δυνάμεως ἣν περὶ τὰ σίδηρα ἐπιδείκνυται· εἰ βούλει δὲ, καὶ ἐπὶ τῆς ὄψεως· ἐμφερὴς γάρ ἐστι κατὰ τὴν χροιὰν ἀργῷ καὶ ἀκαθάρτῳ σιδήρῳ. Φασὶ δὲ καὶ διότι ἐξ ἀρχῆς εὕρηται συμμεμιγμένη τοῖς τοῦ σιδήρου μετάλλοις. Ἡράκλεια δὲ, ἢ διὰ τὸ ἰσχυρὸν καὶ κρατερὸν τῆς ὁλκῆς· ἢ μᾶλλον διότι περὶ Ἡράκλειαν τὸ πρῶτον ἐφάνη· οἱ μὲν, περὶ τὴν ἐν Πόντῳ φασίν· οἱ δὲ, περὶ τὴν ἐν Σαμοθράκῃ. Μαγνῆτις δὲ, ὅτι ὥς φασιν ἄνδρες λιθοφόροι Μάγνητες εὗρον αὐτῆς τὴν ἐνέργειαν· αἱ γὰρ κρηπίδες, ὡς ἔοικε, λίθους ἔχουσαι βαδιζόντων ἠρέμα. Μάζα: Ἡ τροφή· ὅθεν καὶ ὑπερμαζᾶι, τὸ ὑπερτρυφᾷ, πλουτεῖ, στρηνιᾷ. Ἡσίοδος, Μάζα τʼ ἀμολγαίη. Ἄρτος, ψωμός. Ἀπὸ τοῦ μάσσω, τὸ μαλάσσω, γίνεται τροπῇ Δωρικῇ τῶν δύο σσ εἰς ζ· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται μάζα, ἡ ζητουμένη τροφή. Λέγεται δὲ μάζα, φύραμα γινόμενον, ποτὲ μὲν ἐξ ὕδατος, ποτὲ δὲ ἐξ ὀξυκράτου, ἢ ὀξυμέλιτος, ἢ ὑδρομέλιτος· ἔστι γὰρ τρόφιμον. Ἀμολγαίην δὲ, τουτέστι κρατίστην, ἀκμαίαν· τὸ γὰρ ἀμολγὸν, ἐπὶ τοῦ ἀκμαίου τίθεται· Ἐρατοσθένης δὲ ποιμενικήν. Μαζονομεῖον: Ἀγγεῖον ἐν ᾧ ἡ μάζα φυρᾶται· ἢ ξύλινον πινάκιον καὶ κανοῦν. Μαθητής: Ἀπὸ τοῦ ἔμαθον δευτέρου ἀορίστου. Μακάριος: Ἀπὸ τοῦ κὴρ, τοῦ σημαίνοντος τὴν θανατηφόρον μοῖραν, γίνεται κατὰ παραγωγὴν κήριος, ὁ τῇ φθορᾷ ὑποπεπτωκώς· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκήριος, ὁ ἐστερημένος τῆς φθορᾶς· καὶ τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ μ, μακάριος. Πλεονάζει δὲ τὸ μ ἐν πολλαῖς λέξεσιν, ὡς ἐν τῷ μία, καὶ μεστὸς, καὶ ἄλευρον μάλευρον. Μακάριος οὖν ὁ μὴ κηρὶ τουτέστι φθορᾷ ὑποκείμενος. Ἔστι δὲ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι ἐπιθέτου· καὶ λαμβάνεται ἀπὸ ψυχῆς. Μάκαρ: Πόσας εὐθείας ἔχει; Τρεῖς. Μακάριος, ἀποκοπῇ τῶν δύο συλλαβῶν, γίνεται μάκαρ· καὶ μένοντος τοῦ σ, γίνεται μάκαρς. Μάκαρες, οἱ μὴ πεπτωκότες ὑπὸ κῆρα· οἱ δὲ μακαρῖται, οἱ ἀποθανόντες, οἱ ἤδη τὸ μῆκος ἐπιλαμβανόμενοι, οἱ μήκιστοι· ὅθεν καὶ μακραίων, ὁ τύμβος ὁ ἐς μακράν. Μακάρτατος: Ἰστέον ὅτι τὰ συγκριτικὰ σχηματίζονται ἀπὸ τῶν ληγόντων εἰς ΩΝ, ἢ εἰς ΑΣ, ἢ εἰς ΥΣ, ἢ εἰς ΟΥΣ· καὶ ταῦτα, ἐὰν φυλάττῃ τριγένειαν. Διόπερ μεμπτέον Σώφρονα λέγοντα, Φωροτάτους ἀεὶ καπήλους παρέχεται. Οὐδὲ γὰρ τὰ εἰς ω λήγοντα ῥήματα παρασχηματίζει συγκριτικὸν καὶ ὑπερθετικόν. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες μακάρτατος. Τὸ μέντοι φέρτερος φέρτατος, βέλτερος βέλτατος, ὕστερος ὕστατος, οὐκ οἴονται εἶναι συγκριτικὰ ἢ ὑπερθετικὰ, συμπεπτωκέναι δὲ τοῖς συγκριτικοῖς. Ὁμοίως δὲ καὶ τὸ πρότερος. Εἰ γὰρ ἀπὸ τοῦ πρῶτος, ὤφειλε διὰ τοῦ ω μεγάλου γράφεσθαι. Μάκαιρα: Ἀπὸ μάχης. Ὁ δὲ ἰχθὺς καθʼ ὁμοιότητα ἀπὸ τοῦ εἴκειν καὶ ὑποχωρεῖν· δειλὸν γάρ. Μάκαιρον οὖν ἡ μακαρία. Μάκελλα: Ἡ μὴ κέλλουσα τοῖς ὀδοῦσι. Μακκοᾶν: Τὸ ἀνοηταίνειν καὶ μωραίνειν. Παρὰ τὸ μὴ καὶ τὸ κοῶ, τὸ νοῶ, μηκοῶ· καὶ κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἡ ἐπείσοδος τῶν συμφώνων τροπὴν ποιεῖ, ὡς ἥδω ἁνδάνω, ἐπεισῆλθε τὸ κ, καὶ ἐτράπη τὸ η εἰς α. Ἢ ὅτι Ἀκκὼ γυνὴ γέγονεν, ἐπὶ μωρίᾳ διαβαλλομένη· ἣν φασὶν ἐνοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι. Ἀκκὼ οὖν ἀκκοῶ· καὶ πλεονασμῷ, μακκοῶ. Μακρύνω: Παρὰ τὸ μακρός· τοῦτο ἐκ τοῦ μῆκος μηκερός· καὶ συγκοπῇ, μηκρὸς καὶ μακρός. Ἅμα γὰρ τῷ πλεονασμῷ τοῦ συμφώνου ἐτράπη τὸ μακρὸν εἰς βραχύ. Ἐτυμολογεῖται παρὰ τὸ μέχρις ἄκρου διήκειν, τουτέστιν ἀρχῆς. Τὸ θηλυκὸν μακρά· ἐξ οὗ γίνεται μακρὰν, ἐπίρρημα τοπικὸν, ἢ μεσότητος. Τὸ δὲ, μακρὰ βιβῶντα, ἔστιν ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ μεγάλως. Τὸ δὲ μακρόθεν, ἐπίρρημα τοπικόν. Μακραίωνες: Νύμφαι τινὲς οὕτω λεγόμεναι, πολλὰ ἔτη ζῶσαι. Καὶ ἐστὶν ζῷα λογικὰ θνητὰ, ἀλλʼ οὐκ εἰσὶ νοῦ καὶ ἐπιστήμης δεκτικὰ, οὐ μανθάνουσι γὰρ, ἀλλʼ οἴκοθεν ἔχουσι τὴν γνῶσιν. Μακρῶι: Οἷον, Μακροέων εἴσι δὲ τὸ Πελασγικὸν Ἄρεα κέλσαι. Μάκρις δέ ἐστι πόλις ἐγγὺς Κυζίκου. Ἄλλοι δὲ ὅτι διὰ τοὺς πλείονας εἶναι μακροκεφάλους τοὺς ἐν αὐτῇ οἰκοῦντας. Μάκτρα: Παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν ἐν ᾗ ἔμασσον· Ἀττικοὶ δὲ κάρδοπον καλοῦσι. Μαλακός: Παρὰ τὸ μαλάσσω, ὡς παρὰ τὸ λεύσσω λευκὸς καὶ φυλάσσω φυλακτός. Ἐκ τούτου γίνεται μαλακίζω, ὅθεν τὸ μαλακισθέντες ἀντὶ τοῦ χαυνωθέντες· καὶ Μαλάκα πόλις Ἰταλίας, ἐν ᾗ ἱερόν ἐστι Φιλοκτήτου· γίνεται δὲ διὰ τὸ μαλακισθῆναι ἐνταῦθα τὸν Φιλοκτήτην καὶ νοσῆσαι. Καὶ ἣν ἁρμοστὸν μάλακαν λέγουσιν αὐτήν· μαλακὸν δὲ τὸ μάλα καλόν. Μαλακίειν: Σημαίνει τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν τὰ νενεκρωμένα ὑπὸ τοῦ ψύχους· γίνεται ἀπὸ τοῦ μαλακὸς μαλακία, καὶ μαλακίειν γράφεται διὰ τοῦ ι, ἐπειδὴ τὰ διὰ τοῦ ΙΩ ὑπὲρ βʹ συλλαβὰς βαρύτονα μὴ ὄντα παράγωγα μήτε ἀπὸ ἐνεστῶτος μήτε ἀπὸ περισπωμένων διὰ τοῦ ι γράφεται, οἷον μηνίω σηματίω· οὕτως οὖν καὶ μαλακίων. Πρόσκειται «ὑπὲρ βʹ συλλαβὰς» διὰ τὸ κλείω βαρύτονον καὶ τοῦ χρειῶ. Μάλαι: Αἱ μασχάλαι ἐκ τοῦ μαλοῦ τῶν τριχῶν. Εις τ ὑπο μ εἰς τὸ ὑπὸ μάλης. Μαλάχη: Ἐκ τοῦ ἔκλυτον καὶ ἀκράτητον εἶναι ὀλισθαίνουσα ἐκ τῶν χειρῶν. Μάλθη ϊʼχ ἰχθὺς, καὶ μεμαλαγμένος κηρὸς, ἢ ᾧ τὰ γράμματα χαράττεται. Μαλερὸν πῦρ: Τὸ μαραντικὸν, ἢ τὸ λαμπρὸν, παρὰ τὸ μαίρειν, ὅ ἐστι λάμπειν, πλεονασμῷ τοῦ ρ, ὡς εἶναι μαρερὸν καὶ τροπῇ μαλερόν. Μαλλός: Ἀπὸ τοῦ μήλου, τοῦ δηλοῦντος τὸ πρόβατον, γίνεται μαλὸς καὶ πλεονασμῷ ἄλλου λ μαλλός. Μαλλός: Ἐπὶ τῶν πλαγίων τριχῶν τῆς κεφαλῆς. Εἴρηται δὲ ἀπὸ ἐμφερείας τῶν τοῦ προβάτου μαλλῶν. Μαμερτῖνοι: Μάμερτος ἐν Ἰταλίᾳ ὁ Ἄρης, ὅθεν καὶ οἱ ἐν Σικελίᾳ οἰκήσαντες στρατιῶται Μαμερτῖνοι ὠνομάσθησαν, οἱ ἴσα ἐργαζόμενοι Ἄρεϊ. Μάνδρα: Παρὰ τὸ ἄντρον κατὰ τροπήν· ἐτυμολογεῖται δὲ παρὰ τὸ μένειν ἐν αὐτῇ τὰ ποίμνια. μανὸν ἔλεγον τὸ ἀραιὸν, ὡς Αἰσχύλος, ἐν μανοστήμοις πέπλοις, τουτέστιν ἀραιοῖς. Μανίαν οὖν τὴν ἀραίωσιν τῶν φρενῶν καὶ χαυνότητα. Ἀραιὸν γὰρ τὸ ἀσθενὲς, καὶ τοὐναντίον ἀγχίνους παρὰ τὸ συνεχεῖς καὶ πυκνὰς ἔχειν τὰς φρένας, καὶ πινυτὸς καὶ πυκινός. Καὶ αὕτη ἡ σύνεσις ἐστὶν σύμβλησις καὶ οἷον ἕνωσις φρενῶν. Καὶ μανίφυλλος ἐλαίη, ἀραιόφυλλος, ἀπὸ τοῦ μανὸν, παρὰ τὸ μένω μανὸς, καὶ τὸ κτητικὸν μανικός. Εἴρηται δὲ ὁ μανὸς παρὰ τῷ ποιητῇ. Μανδραγόρας: Φαρμακόν τι ὕπνου ἢ λήθης παρασκευαστικόν. Προμαντεία: Ἐστὶ τὸ πρὸ τῶν ἄλλων ἁπάντων χρῆσθαι τῷ ἐν Δελφοῖς μαντείῳ, καὶ προεδρία τοῦτο. Μανίην: Ἀντὶ τοῦ ζητεῖν· ἐκ τοῦ μαίω, τὸ ζητῶ, τὸ ᾶπε μαίειν, καὶ ὥσπερ τὸ κλαίειν διῄρηται κλαΐην δάκρυ, οὕτως καὶ μαΐην, καὶ πλεονασμῷ τοῦ ν μανίην. Μάνης: πθχ μάνους, ὡς ἱκέτους. Μάντις: Παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται μάτις, καὶ πλεονασμῷ τοῦ ν μάντις· ζητητικὸς γάρ ἐστιν ὁ μάντις τοῦ μέλλοντος, οἱονεὶ ὁ τὰ ἀφανῆ καὶ ἄδηλα ζητῶν. Οὐ γὰρ παρὰ τὴν μανίαν ὥς τινες ὑπέλαβον. Διὸ καὶ Ὅμηρος εὔφρονα λέγει τὸν μάντιν. Ὅς τις εὔφρο. ὅς φιν εὐφρονέων ἀγορήσατο. Ὅμηρος Μαντίνεια: Πόλις ἀπὸ τοῦ Μαντινεύς. Διὰ τὶ οὐ κλίνεται μάντιδος; Διότι ἐν τῷ κεχρ δ συνθτ ἔλα οἷον κοσκινομάντιδος· τὸ δὲ Μαντίνεια ἐκ τοῦ μάντις σύνθετόν ἐστι. Μαπέειν: Σημαίνει τὸ λαβεῖν, καὶ μάρψαι ἀπὸ τοῦ μάρπτω. Μαπία: Σπόγγιστρα, παρὰ τὸ μάσσω, τὸ μαλάσσω. Μαραίνω: Παρὰ τὸ ἄρης ἀραίνω καὶ μαραίνω, ἢ παρὰ τὸ μάρω μαραίνω, ἀφʼ οὗ καὶ μαρίλη, τὸ λεπτὸν τῶν ἀνθράκων, ἡ γενομένη κόνις ἐν τῷ κατασβέννυσθαι τοὺς κάρβωνας. Μάννα: Σημαίνει Τί τοῦτο; Οὐ γὰρ σημαίνει τὴν τροφὴν κυρίως. Ἠγείροντο γὰρ τὸ πρωῒ, καὶ εὕρισκον αὐτὸ ὡς ἦν αὐτοῖς ἀρκέσαι τοῦ φαγεῖν. Μάν λέγεται, καὶ λοιπὸν ἐλθόντες οἱ Ἕλληνες προσελάβοντο τὸ ΝΑ καὶ ση τί τοῦτο; Εἶχον γὰρ καὶ τοῦτο ὅτε ἤθελον ἀπελθεῖν εἴς τινα τόπον, καὶ ἀπὸ δισχιλίων πηχῶν ἐποίουν τὸ σκῆνος· καὶ διὰ τοῦτο λέγεται σαββάτου ἔχον ὁδὸν, ἀντὶ τοῦ δισχιλίων πηχῶν ἐποιοῦν τὴν σκήνην. μ α στάδια ζ προέλαβεν ἡ σκήνη τὴν παρεμβολήν. Τοσοῦτον οὖν εδ βαδ ζ κυνοῦντ Μάργος: Σημαίνει δὲ τὸν ἄφρονα καὶ μαινόμενον, παρὰ τὸ μὴ στερητικὸν, καὶ τὸ ἔργον, ἢ τὸ ἀργὸς παρὰ τὸ ἐστερη ἐστερῆσθαι τι ἐργάζεσθαι χνῆ χρηστὸν, ὁ λίαν ἀνόητος καὶ μὴ ἐνεργῶν, τί γὰρ ἀργότερον ἀφροσύνης, ἢ ᾧ μή ἐστιν ἀρωγή. Ἀρήγω ἀρηγὸς καὶ μὴ ἀρηγὸς καὶ συγκοπῇ μαργὸς, ᾧ οὐκ ἄν τις βοηθῆσαι δύναται διὰ τὸ δαίμονα ἔχειν. Τὸ δὲ μάργης ὁ Τυραννίων ὀξύνει .... προπαροξυ καὶ τὸ μαργαίνειν. Ἀπὸ δὲ τοῦ μάργος γίνεται Μαργίτης ὁ ἀνόητος καὶ ἐπὶ μωρίᾳ κωμῳδούμενος. Μαρμαρέαν: Λαμπρὰν, λευκὴν, γίνεται ἐκ τοῦ μαρμάρεος, τοῦτο δὲ ἐκ τοῦ μαρμάρειος. Ἐπὶ γὰρ τῶν διὰ τοῦ ΕΙΟΣ κτητικῶν οἱ Ἴωνες ἀποβαλόντες τὸ ι τῆς ΕΙ διφθόγγου διὰ τοῦ ΕΟΣ προσφέρουσιν οἷον φλόγειος φλόγιος. Γίνεται δὲ ἐκ τοῦ μάρμαρον. Σημαίνει δὲ τὸ λευκόν. Τοῦτο ἐκ τοῦ μαρμαίρω, τὸ λάμπω· μέλλοντα οὐκ ἔχει· τοῦτο ἐκ τοῦ μαίρω κατὰ ἀναδιπλασιασμὸν, οὗ παράγωγον μαράσσω, ἐξ οὗ καὶ μάραγδος· τὸ διαυγὲς γὰρ μάραγδον ἔλεγον οἱ παλαιοί. Ἐκ δὲ τοῦ μαρμαίρω παράγωγον μαρμαρύζω, ὅθεν ῥηματικὸν ὄνομα μαρμαρυγὴ, ὡς ἀπὸ τοῦ ἁρπάζω ἁρπαγὴ καὶ ὀλολύζω ὀλολυγή. Μαρνάμενος: Μαχόμενος· ἐκ τοῦ μάρνημι τὸ πληθυντικὸν παθητικὸν μάρναμαι· τοῦτο ἐκ τοῦ μαρνῶ δευτέρας συζυγίας τῶν περισπωμένων. Τὸ δὲ μαρνῶ, ὡς οἶμαι, παρὰ τὸ μαργῶ, τὸ μαίνομαι. Ἐοίκασι μαινομένοις οἱ μαχόμενοι, ἢ παρὰ τὸ μαραίνω, τὸ φθείρω, ὁ μέλλων μαρανῶ, συγκοπῇ μαρνῶ, ἐξ αὐτοῦ μάρνημι, τὸ παθητικὸν μάρναμαι· ἢ ἀπὸ τοῦ ἀρνὸς, ἐκ τούτου δὲ μαρνάμενος, ἡ γενικὴ καὶ δοτικὴ μαρναμένοιν, καὶ πλεονασμῷ τοῦ ι μαρναμένοιϊν. Μάρνασθαι: Τὸ μάχεσθαι· παρὰ τὸ μαραίνεσθαι τῷ πολέμῳ καὶ φθείρεσθαι. Μαραίνει δὲ πάντα τὸ πῦρ καὶ ὁ πόλεμος, ἢ πυρὶ ἔοικε ἢ πλέον εἶναι πλεονασμῷ τοῦ ρ μάρνασθαι παρὰ τὸ μαίνεσθαι. Μάρτυς: Παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, μάρπτυς καὶ μάρτυς, ὁ ἐκ τοῦ κατειληφέναι δυνάμενός τι περὶ ἑαυτοῦ εἰπεῖν· ἢ παρὰ τὸ μαίρω, τὸ λάμπω, μάρτος καὶ μάρτυς τροπῇ τοῦ ο εἰς υ, ὁ λαμπρύνων καὶ εἰς φῶς ἄγων τὸ ζητούμενον διʼ ὧν μαρτυρεῖ. Δύο δὲ γενικὰς ἐπιδέχεται· ὡς τὸ ψίθυρ ψίθυρος καὶ ψίθυρος ψιθύρου, οὕτως μάρτυς μάρτυρος καὶ μάρτυρος μαρτύρου. Μάραθον: Κατὰ ἀποβολὴν τοῦ η ν· μάρανθον γάρ ἐστι παρὰ τὸ μαραίνεσθαι εὐθὺς τὸ ἄνθος. Μάρσιππος: Ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ κατέχων. Μάρψαι δὲ κυρίως τὸ ταῖς χερσὶ συλλαβεῖν μαρα̗ γὰρ ἔλεγον τὰς χεῖρας, ὅθεν τὸ εὐχερὲς εὐμαρές. Μάσσω: Τὸ μαλάσσω καὶ σπογγίζω, ἀπὸ τοῦ ΜΑ καὶ τοῦ ἆσσον, οἱ γὰρ ἐφαπτόμενοι σπογγίζειν ἆσσον καὶ ἐγγὺς ἔρχονται. Ἐκ τοῦτο τὸ μαλάσσω, πλεονασμῷ δὲ τῆς ΑΛ συλλαβῆς, ὡς κύδιμος κυδάλιμος. Μάσσεται, ἐφάπτεται καὶ ἐπιψηλαφήσει. Μασσῶμαι: Παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, ἀφʼ οὗ καὶ τὸ σήθω πρὸς τὸ λα̗ προσλαβὸν τὴν ΜΑ συλλαβὴν ἐποίησε τὸ μάσσω, καὶ μασσῶμαι τὸ τὴν τροφὴν εἰς μικρὸν κερματίζω καὶ κατακόπτω. Μασσαλία: Φωκαεῖς καταλιπόντες τὴν Ἰωνίαν διὰ τὴν τῶν Περσῶν ἔφοδον παρεγένοντο εἰς Γαλατίαν, καὶ ἰδόντες ἁλιέα ἐπʼ αὐτὸν ἦσαν ἑαυτοῖς παρακελευόμενοι Μασσαλίης οὗτος συλληφθεὶς ἔδειξεν αὐτοῖς οἰκήσιμον ὅθεν Μασσαλία ἐκλήθη ... ἐλα τὸν ἁλιέα. Μάσσων: Ἀπὸ τοῦ μακρὸς μακρίων μακίων μάκιστος ὁ τρίτος τύπος μάσσων. Ἔστιν οὖν μακρότερος μακρίων μακίων καὶ μάσσων, ὥς τινες παρὰ τὸ μέγας, ὁ μέλλων μάσσω, καὶ μᾶσσον μέγα καὶ μακρόν· παρὰ τὸ μὴ ἆσσον εἶναί τινος. Μάσθλης: Παρὰ τὸ μάσσω, ὁ μεμαλαγμένος λῶρος, καὶ παρὰ τὸ ἱμὰς ἱμάσθης καὶ ἱμάσθλης. Σημαίνει δὲ τὸν τῆς νηὸς τροπωτῆρα. Μαστός: Κυρίως μὲν ἐπὶ τῶν γυναικῶν, οἷον μασητοί· οὗτοι γὰρ ἄλλοις τροφὴ ἀπὸ τοῦ τὴν μάστακα, τουτέστι τὴν τροφὴν, τῶν γεννωμένων παρέχειν, ἀφʼ ἧς καὶ τὸ μάσημα· ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προσφύεσθαι τούτοις πρώτοις τὸν βρέφη· ἢ οἷον παστοὶ ἀπὸ τοῦ πάσασθαι· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, παράγωγον μάζω μαζὸς καὶ μαστὸς ὃν ἐπιζητοῦσιν οἱ παῖδες. Ἐκ δὲ τοῦ μαστὸς γίνεται μαστεύω, τὸ ζητῶ. Μῶ μάσσω μέμακα μαστός. Ἢ ὁ μεστὸς γάλακτος. Μαστροπός: Σημαίνει τὴν μαβλιστρίαν ἔστιν δὲ παρὰ τὸ ΜΑ καὶ τοὺς τρόπους, οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητρὸς τρόπους· ἢ παρὰ τὸ μʹ τοὺς τρόπους τῶν πορνευουσῶν γυναικῶν. Μασχάλη: Παρὰ τὸ κεχαλᾶσθαι εἰς μαστὸν, ἢ εἰς ἣν χαλᾶται ὁ μῦς· ἢ ἀπὸ τῆς ἀλέας τῆς διὰ τὴν καμπὴν τοῦ σώματος· ἢ ἀπὸ τοῦ μαστεύειν τι ὑπʼ αὐτὴν, ἐπειδὴ οἱ ὑφαιρούμενοι τι ὑπʼ αὐτὴν κρύπτουσιν. Ἢ ἐκ τοῦ σχῶ σχήσω σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει τοῦ η εἰς α σχάλη, καὶ κατὰ μετάπλασιν τῆς ΜΑ συλλαβῆς μασχάλη. Μασχαλίζω: Οἱ δρῶντες ἐμφύλιον πόλεμον εἴωθαν ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος καὶ περιάπτειν ἑαυτοῖς τὰ ἄκρα συνείροντες διατ τῶν διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν τι εἰς ὕστερον παρʼ ἐκείνων δεινόν. Ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα, ὃ καὶ μασχαλίσθαι μασχαλισθῆναι ἔλεγον. Ὁμοίως δὲ εἰωθ εἰώθασι καὶ εἰς τῶν ἀναιρουμένων κεφαλὰς ἀπομάσσειν τὰς κηλῖδας τοῦ ξίφους, ὥσπερ ἀποτροπιαζόμενοι τὸ ἐν τῷ φόνῳ μύσος, ἀποτεμνόμενοι δὲ τὰ ἄκρα τοῦ φονευθέντος περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμων αὐτὰ, ἵνα φησὶν ἀσθενὴς γένηται πρὸς τὸ ἀντιτάσσεσθαι ἀντιτίσασθαι τὸν φονέα. Καὶ Ἡλιόδωρος εἰς τὰ α σπαργματα. Ματῆρες· Τῶν φυγαδ φυγαδικῶν χρημάτων. Μαστὸς: Κυρίως ὁ γυναικεῖος, διὰ τὸ οἷον μεστὸς εἶναι γαλακτὸς, μαζὸς δὲ ὁ ἀνδρεῖος. Μαζοὶ οἱ μὴ ζῆν ἔχοντες μὴ δὲ ξηροὶ ὄντες. Τινὲς δὲ ἀδιαφόρως χρῶνται ταῖς λέξεσιν. Μάσταξ: Ὅμηρος ἐπὶ μὲν τοῦ σώματος ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χειρὶ πίεζε. Καί ἐστι παρὰ τὸ μάσσεσθαι, ἢ ἐκ τοῦ μάσσω, τὸ μαλάσσω· ἐπὶ δὲ τοῖς νεοσοῖσι προσφέρονται μάστακες ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακʼ ἐπεί κε λάβῃσι καὶ γίνεται παρὰ τὸ μαστεύειν αὐτὴν τὰ βρέφη. Μάστιξ: Ἐκ τοῦ μαστίζω· τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω, ἢ παρὰ τὸ ἱμάσσω τὸ πλήττω, κλίνεται μάστιγος ὡς ἀπὸ τοῦ δράκοντος δρακοντίας, καὶ ῥῆμα μαστιγῶ ἀπὸ τοῦ μάστιγος, ὡς ἀπὸ τοῦ εὐδαίμονος εὐδαιμονῶ. Μάστιε: Ἀπὸ τοῦ μάστιζε ἀποβολῇ τοῦ ζ. Μάστι δʼ ἀιὲν ἔλαυνεν: Εἰ μὲν παρὰ τῆ μάστιγι δοτικῆ γίνεται κατὰ ἀποκοπὴν, εἰ δὲ ἀπὸ τῆς μάστις εὐθείας γίνεται ἡ γενικὴ μάστιος μάστιϊ καὶ κατὰ κρᾶσιν μάστι, ὡς Θέτιι Θέτι. Ὅτι δέ ἐστι μάστις εὐθεῖα δηλοῖ καὶ ἡ αἰτιατικὴ ἦ ἐφʼ ἱππείην μάστιν βάλλεν καὶ ἐφʼ ἵπποιϊν μάστιν ὡς πόλις πόλιν, καὶ ὄφις ὄφιν. Ματεύειν: Ἀπὸ τοῦ μαστεύειν ἀποβολῇ τοῦ σ. Μάταος: Τὸ μάταιον μάτα. Μάτην: Ἐπίρρημα. Ἡ ἄτη τῆς ἄτης τῇ ἄτη τὴν ἄτην καὶ μάτην. Ἐκ τούτου γίνεται μάταιος, καὶ ματαίως, ἐπίρρημα μεσότητος. Κα κανών· προπαροξύ· ἐπειδὴ τὰ ἀπὸ περισπωμένων γινόμενα προπαροξύνονται, οἷον πειρῶ πείραιος, φιλῶ φίλαιος, νικῶ νίκαιος, οὕτως οὖν καὶ ματῶ μάταιος· ἢ παρὰ τὸ μάτος μάτιος καὶ μάταιος, ὡς φίλος φίλιος καὶ φίλαιος, καὶ παρὰ τὸ θάλασσα θαλάσσιος καὶ θαλάσσαιος Καλλίμαχος, ὁμοίως ὥριος καὶ ὡραῖος. Ἐκ τοῦ ἆτος γίνεται μᾶτος, ὁ λίαν ἐν ἄτῃ ὢν καὶ φρενοβλαβίᾳ· ἔνθεν ματία, ὡς σοφὸς σοφία, καὶ ἡμετέρῃ ματίῃ. Ἐκ τούτου μᾶτος, καὶ γίνεται ῥῆμα ματῶ, οὐδʼ ἐμάτησεν ιφ ἢ παρὰ τὸ μάτην ματήσω, μὴ τὼ μὲν δείσε ματήσετε δείσαντε ματήσετον Ἰλιάδος εʹ. μήπως οὗτοι μὲν πτήξαντες μάταιόν τι πράξωσι καὶ ματαιοπραγήσουσιν, ἢ ματαίαν ἕξουσι τὴν προθυμίαν ἢ ἀμελήσουσιν. Ματρυλεῖον: Τόπος ἐν ᾧ μαστροποὶ διατρίβουσι· ματέρας γὰρ ἐκάλουν οἱ Δωριεῖς τοὺς μαστροποὺς ἐπευφημιζόμενοι. Μαῦλις: Ἡ μάχαιρα, παρὰ τὸ μαῦρον, ὅ ἐστι τὸ ἀμαυρὸν τῇ λαμπηδόνι· δημήτ δὲ παρὰ τὸ ὁμοῦ αὐλίζεσθαι ὁμαυλὶς καὶ μαυλὶς ἀποβολῇ τοῦ ο. Μαυρός: Τὸ ἐπίθετον κατὰ ἀφαίρεσιν τοῦ κατʼ ἀρχὴν α. Ὀξύνεται. Τὸ δὲ ἐθνικὸν Μαῦρος. Παρʼ Ἡσιόδῳ ῥεῖα δέ μιν μαυροῦσι θεοὶ παρὰ τὸ μαίρω, τὸ λάμπω, μαυρῶ κατὰ ἀντίφρασιν· τουτέστιν ἀλαμπῆ ποιοῦσι καὶ ἀφανίζουσιν· ἢ παρὰ τὸ ἀμαυρῷ κατὰ ἀφαίρεσιν τοῦ α. Μάχη: Παρὰ τὸ ἄχος ἄχη καὶ μάχη. Ἔστι δὲ βαρύτονον μάχω, ἀφʼ οὗ καὶ τὸ μάχομαι. Ἔστι δὲ καὶ μαχῶ, ἀφʼ οὗ τὸ μαχεούμενος καὶ μαχησόμενος. Ἐκ τούτου καὶ τὸ μαχητὴς καὶ ἀμαχητὶ καὶ ἀμάχητον. Παρὰ τὸ μάχω Μαχάων Μαχάωνος. Μαχάονος. Τὰ εἰς ΩΝ βαρύτονα διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα συστέλλονται. Μαχησόμενος: Τὸ μαχῶ ἀφʼ οὗ τὸ μαχεούμενος καὶ μαχησόμενος· εἰς ἐκ γοῦν τὸ τοῦ μάχω βα βαρυτόνου οὐκ εἴρηται. Τὸ πόθεν παθητικὸν μάχομαι· ὁ γὰρ χαρακτὴρ παθητικός ἐστι, τὸ δὲ σημαινόμενον ἐνεργείας δηλωτικόν. Κανὼν γάρ ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ΧΩ λήγοντα ῥήματα δισύλλαβα βαρύτονα τῷ α καθ καθαρῷ παραληγόμενα σπάνιά εἰσιν, τὸ ἄχομαι καὶ τὸ μάχομαι. Καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνονται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιοῦνται τὴν κίνησιν. κλίσιν. Μαχέοιτο: Οὐ κατὰ διαίρεσιν ἀλλὰ κατὰ παράθεσιν τοῦ ε ποιητικῶς, ὡς τὸ εἵλκεον ἐπὶ περισπωμένου διαιρεῖται, ποιοῖτο ποιέοιτο, καὶ ἐπὶ ὀνόματος πυλῶν πυλέων. Μάχαιρα: Ἐτυμολογεῖται παρὰ τὸ ἐν τῇ μάχῃ αἴρεσθαι .... παρὰ τὸ ἐν αἵματι χαίρειν. Μαχλοσύνη: Ἡ πρὸς συνουσίαν καταφέρεια, παρὰ τὸ μάχλος. Τοῦτο παρὰ τὸ χαλῶ μαχαλὸς, πλεονασμῷ τοῦ ΜΑ καὶ συγκοπῇ μάχλος, ὁ κατωφερὴς, καὶ παρων παρώνυμον μαχλάς. Τοῦτο παρὰ τὸ χαλῶ μαχαλός. Μάψ: Ἐπίρρημα μεσότητος. Μαῖα: Παρὰ τὸ μῶ, τὸ ζητῶ, ἡ κατὰ γαστρὸς ζητουμένη. Σημαίνει δὲ τὴν μάμμαν· ἤ ἐστι μαίω, τὸ ζητῶ, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα μαῖα, ἡ κατὰ γαστρὸς παιδία ζητοῦσα. Μαίας: Ὁ Ἑρμῆς, παρὰ τὸ μαίεσθαι τὸν λόγον. Μαιμῶ: Τὸ προθυμοῦμαι. Ἔστι μῶ, τὸ προθυμῶ, διπλασιασμῷ μαμῶ καὶ μαιμῶ· ἐκ δὲ τοῦ μῶ μαίω, τὸ ζητῶ, οἷον, μαιομένη κευθμῶνα. Ἐκ δὲ τοῦ μαιμῶ γίνεται μαιμώων ἀρϊχ ἀντὶ τοῦ ἐνθουσιῶν· ἄμεινον δὲ κατὰ παράλειψιν τοῦ μ αἱμώων, αἵματος ὀρεγόμενος. Αἱ γὰρ προθέσεις τῶν στοιχείων τῶν πρώτων σύνηθ ἐστὶ τῶν ποιητῶν, οἷον τὴν μάχην, ἄχην τινὰ οὖσαν. Μαιμώωσα, πλεονασμῷ τοῦ μ οἷον αἱμώωσα, αἵματος ἐπιθυμοῦσα. Ἀπὸ ἐμψύχων ἡ μεταφορά. Μαιμάσσει: Σφύζει, προθυμοῦται, κυματοῦται, παρὰ τὸ αἷμα αἱμάσσω καὶ μαιμάσσω· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, Μαινόλης: Μανοποιὸς ἢ μαινόμενος παρὰ τὸ μαίνω καὶ τὸ ὅλος γίνεται, ὥσπερ τὸ ἔξω ἐξώλης, εἰ καὶ μὴ αὔξει τὸ ο, μὴ δὲ ἔχει εἰς ΟΥΣ τὴν γενικήν. Μαίνω: Σημαίνει τρία. Τὸ παραφρονῶ· μαινόμενε φρένας ἠλέ. καὶ τὸ ἐνθουσιωδῶς ὁρμῶμαι· μαίνετο δʼ ὥς τʼ Ἄρης καὶ τὸ μανιοποιεῖν· ὡς, ὅς ποτε μαινομένοιο διονύσου τιθήνας σεῦ. Ζητ εἰς τὸν Μενέλαον. Μαίνολον: Ὄρος Ἀρκαδίας ἀπὸ Μενάλου υἱοῦ Ἑρμοῦ, ἔνθα ἡ Ἀταλάντη τῷ Ἰάσονι δόρυ ξένιοι ἀργ. Μαιμακτηριὼν: Ὁ εʹ παρʼ Ἀθαναίοις μὴν, παρὰ τὸ μάσσω, κατὰ ἀναδιπλασιασμὸν μαιμάσσω, καὶ μῶ μαιμῶ καὶ φάσσω παιφάσσω, καὶ ἐξ αὐτοῦ μαιμακτηριὼν ἢ ὀν ἀπὸ Διὸς μαιμάκτου. Μαιμάκτης δέ ἐστιν ὁ ἐνθουσιώδης καὶ ταρακτικός. Ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράσσεται καὶ μεταβολὴν ἴσχει. Μαῖρα: Ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπʼ αὐτοῦ πάντα· δὲ λέγεται λέγεται δὲ καὶ ὁ κατεστερισμένος τοῦ Ὠρίωνος ωρ κύων. Παρὰ τὸ μαίρω, τὸ λάμπω, ἀπὸ τοῦ μαραίνειν, ὅ ἐστι λάμπειν. Μέγα: Σημαίνει τρία· τὸ πολὺ, ὡς τὸ νῦν δʼ ἐμοῖο μέγʼ ἐπεγείρετο Μέγα: Σημαίνει τρία· τὸ πολὺ, ὡς τὸ, Νῦν δʼ ἐμεῖο μέγʼ ἐπέγρετο. Σημαίνει καὶ τὸ μεγάλως, ὡς τὸ, Ἦ κε μέγʼ οἰμώξειε γέρων. Σημαίνει καὶ τὸ ἐπίμηκες, ὡς τὸ, μέγα τόξον ἔτεινεν. Μέγας: Σημαίνει δύο· τὸ κύριον ὄνομα, ὡς τὸ, Καὶ Πέριμον Μεγάδην. Σημαίνει καὶ τὸν πλατὺν καὶ μέγαν, ὡς τὸ, Οἵ ἑ μέγαν περ ἐόντα· καὶ, ἠΰς τε μέγας τε. Γίνεται παρὰ τὸ μὴ ἀπαγορευτικὸν, καὶ τὸ γῆ, μέγας τὶς ὢν, ὁ μὴ ἀεὶ ἐν τῇ γῇ ὢν, ἀλλʼ ὑπερέχων αὐτῆς, καὶ εἰς ὕψος ἐπαιρόμενος. Μεγακήτεα πόντον: Τὸν μεγάλα κήτη ἔχοντα· ἢ ἁπλῶς μέγαν· παρὰ τὸ κῆτος. Μεγακήτεϊ νηῒ, μεγάλῃ, παρὰ τὸ κῆτος· ἢ μέγα κύτος ἐχούσῃ, ὅ ἐστι πλατείᾳ. Μεγαλοπρέπεια: Ἐκ τοῦ μεγαλοπρεπής· τοῦτο παρὰ τὸ μεγάλως καὶ τὸ πρέπω γίνεται ἐν συνθέσει. Μεγαλεῖον: Ἔστι μύρον ἀπὸ Μεγάλου Σικελιώτου πρώτου εὑρόντος. Μέγαρον: Ὁ οἶκος· παρὰ τὸ μεγαίρω. Ἐγκώμιον γὰρ οἴκου τὸ μέγα καὶ ἄξιον φθόνου· τὸ δὲ μεγαίρω, σημαίνει τὸ φθονῶ· καὶ γίνεται παρὰ τὸ μέγα· οἱ γὰρ μεγάλοι φθονοῦνται, ἢ διὰ πλοῦτον καὶ δόξαν, ἢ διʼ ἀρετήν. Μεγήρατα: Ἡσίοδος, μεγήρατα τέκνα θεάων. Μεγάλως ἐπέραστα· ἢ ὑπερήφανα, διὰ τὸ κάλλος· ἢ μέγα ἐρίζοντα περὶ κάλλους· ἢ πρὸς οὓς οὐδεὶς δύναται ἐρίσαι, ἀλλὰ μετʼ ἀλλήλων ἐρίζειν. Μέγεθος: Παρὰ τὸ μέγα, μέγαθος· καὶ τροπῇ, μέγεθος. Μεδέων: Δωδώνης μεδέων. Ἀντὶ τοῦ βασιλεύων, ὡς φιλέων. Μεδῶ καὶ ἐδῶ, εἰσὶ καὶ βαρύτονα καὶ περισπώμενα· ἀναλογώτερα οὖν εἰσὶ περισπώμενα. Καὶ μέδων, ὁ βασιλεύς. Γέγονε δὲ ἀπὸ μετοχῆς ὄνομα μετοχικόν. Τὸ θέμα, μέδω, τὸ βασιλεύω. Γίνεται παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδων καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος· ἢ παρὰ τὸ μήδω, τὸ βουλεύομαι, μέδω, οἷς εὐβουλίας δεῖ· ὅθεν καὶ βουληφόροι λέγονται· καὶ μέδοντες, πρόβουλοι, βασιλεῖς. Μέζεα: Τὰ αἰδοῖα, ὅτι μέσα εἰσὶ τῆς οὐρᾶς, μέσσεα ὄντα· Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα αὐτὰ ἀποκαλοῦσιν. Ἡσίοδος, Καὶ ὑπὸ μέζεʼ ἔθεντο. Ἢ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ, μέδεα. Μέθες: Ἄφες, βάλε. Ἀπὸ τοῦ ἵημι, ὁ δεύτερος ἀόριστος, ἦν· ἡ μετοχὴ, εἵς ἕντος· τὸ προστακτικὸν ἕς· καὶ μετὰ τῆς μετὰ προθέσεως, μέθες. Ἕθι ὤφειλεν εἶναι, ἀλλὰ σεσημείωται. Μεθέμεν: Μεθῆσαι, συγχωρῆσαι, καταλιπεῖν. Ἔστι δὲ ἀπαρέμφατον· κατὰ Ἴωνας, ἐνεστώς· ἀπὸ τοῦ εἶναι πλεονασμῷ τῆς ΜΕ, ἔμμεναι· καὶ συγκοπῇ, ἔμεν· καὶ μετὰ τῆς προθέσεως, μεθέμεν. Ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, μεθίημι· ὁ παρατατικὸς, μεθίην· τὸ πληθυντικὸν, μεθίεμεν· καὶ τὸ ἀπαρέμφατον, μεθιέμεναι· καὶ κατὰ συγκοπὴν, μεθέμεν χόλον. Ἤγουν ἀποπέμψαι τὴν ὀργήν. Μεθείω: Ἀμελήσω, καταλείψω. Ἀπὸ τοῦ μεθῶ μεθείω, ὡς τελῶ τελείω. Μεθίω: Τὸ ΘΙ, μακρόν· τὰ εἰς ω καθαρὸν βαρύτονα ὑπὲρ δύο συλλαβὰς τῷ ι παραληγόμενα, ἐκτείνεται. Τὸ ΘΙ, ι· τὰ διὰ τοῦ ΙΩ ῥήματα ὑπὲρ δύο συλλαβὰς κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται. Μεθήμων, μεθήμονος, ὁ ἀμελής. Ἀπὸ τοῦ μεθῶ μεθήσω μεθήμων, ὡς δειδήσω, δειδήμων Μεθύω: Γίνεται ἐκ τοῦ μέθυ, ὃ σημαίνει τὸν οἶνον· μέθυ δὲ ὁ οἶνος, ἀπὸ τοῦ μεθίειν καὶ ἀμελεῖν τοὺς πίνοντας αὐτόν. Μεθύω: Παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μὴ θεῖν, ἤγουν τρέχειν· οἱ γὰρ μεθύοντες ἀκίνητοί εἰσι μέχρις ἂν ἀπομεθυσθῶσιν. Μέθυσος: Παρὰ τὸ μέθυ· τοῦτο παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μεθείω, τὸ ἀμελῶ. Ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ ἐμὲ θύειν, ἤγουν σφαγιάζειν. Μεθυμναῖος: Ὁ Διόνυσος· ὅτι μεθʼ ὕμνων ἦλθεν. Τάχα δὲ καὶ παρὰ τὴν μέθην εἴρηται, ὡς μεθυδότης. Μέλαινα: Γίνεται ἐκ τοῦ μέλας μέλανος. Ὁ κανών· τὰ εἰς ΑΣ ὀνόματα περιττοσυλλάβως κλινόμενα, διὰ τοῦ ΝΤ κλίνονται· μέλας, μέλαντος· ἐξ οὗ τὸ, μελάντερον ἠΰτε πίσσα τάλας, τάλαντος· ἐπεκράτησε δὲ ἡ συνήθεια διὰ τοῦ ν μόνου αὐτὰ κλίνειν. Μέλας: Ὁ μὴ βλεπόμενος· παρὰ τὸ μὴ, καὶ τὸ λάω, τὸ βλέπω. Αἰολικῶς δὲ μέλαις καὶ τάλαις, πλεονασμῷ τοῦ ι· ἐπειδὴ χαίρουσι τῇ βαρείᾳ τάσει, ὡς τὸ Πήλευς, χαίρουσι καὶ τῇ βραχυτέρᾳ συλλαβῇ, τὸ κείρω κέρρω λέγοντες· τούτου χάριν προστιθεῖσι καὶ ὧδε τὸ ι, ἵνα βραχυτέραν τὴν συλλαβὴν ποιήσωσι· τὸ γὰρ α τὸ μακρὸν μεῖζον ἐστὶ τῆς ἐχούσης τὸ ι ἐκφωνούμενον. Ἐπὶ δὲ τοῦ Αἴας οὐ προστίθεται, διὰ τὴν ἐπαλληλίαν· εἰ γὰρ ἦν Αἴαις, ἀλλεπάλληλος εὑρίσκετο ἡ ΑΙ δίφθογγος, καὶ ἦν κακόφωνον. Μελανόχροες κύαμοι: Ἰλιάδος νʹ. Τὸ μελάνιππος καὶ μελαγχροίης, παρὰ τὸ μέλαν ἡ σύνθεσις· τὸ δὲ μελανοπτέρυγες καὶ τὰ ὅμοια, παρὰ τὴν μέλανος γενικὴν ἡ σύνθεσις. Ὥστε πῇ μὲν τὴν γενικὴν λαμβάνουσιν, ὡς τὸ μελανόχροες· πῇ δὲ τὸ οὐδέτερον, ὡς τὸ μελαγχαίτης, ὡς ὅταν εὕρωμεν δρυπέτης, ἀπὸ τῆς δρὺς εὐθείας λέγομεν εἶναι· τὸ δὲ δρυοκολάπτης, ἀπὸ τῆς δρυὸς γενικῆς. Μελαγχρής: Ἀπὸ τοῦ μελαγχροίης συνεκόπη. Μέλαθρον: Κυρίως λέγεται τὸ μέσον τῆς στέγης ξύλον τὸ ὑπέρτονον καλούμενον· ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. Ὅταν οὖν εἴπῃ Ὅμηρος, Αὐτὴ δʼ αἰθαλόεντος ἀναΐξασα μελάθρου ἕζετο, τοῦτο, φασὶ, δηλοῖ· τινὲς δὲ ἁπλῶς, τὸν ὄροφον, ἢ τὸν οἶκον. Μελδόμενος: Τηκόμενος. Κυρίως δὲ μέλδειν ἐστὶ τὸ τὰ μέλη ἔδειν, ὅ ἐστιν ἐσθίειν, οἷον μελέδειν, κατὰ συγκοπήν. Μελεδῶναι: Αἱ τὰ μέλη ἔδουσαι φροντίδες. Ὅθεν Ἡσίοδος γυιοκόρους αὐτὰς λέγει, τὰς ἕως κόρου τὰ γυῖα ἀναλυούσας· καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· ἀποστάζουσι γὰρ καὶ ῥέουσιν. Ὅμηρος, Τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν. Μελεδήματα: Μεριμνήματα, φροντίδες· παρὰ τὸ ἔδειν τὰ μέλη καὶ βλάπτειν. Μελέαγρος: Ἐτυμολογεῖ Εὐριπίδης, Μελέαγρε, μελέαν γάρ ποτʼ ἀγρεύεις ἄγραν. μέλεον δὲ, τὸ μάταιον· παρὰ τὸ λέω λῶ, τὸ θέλω, ὃ μὴ λέομεν, τουτέστιν ὃ μὴ θέλομεν· οὐδεὶς γὰρ θέλει τὸ μάταιον. Ἐκ τοῦ λῶ οὖν γίνεται ἤλεος καὶ μήλεος· καὶ συστολῇ τοῦ η εἰς ε, μέλεος. Σημαίνει ἄθλιον, ταλαίπωρον, δυστυχῆ· καὶ τὸ θηλυκὸν, μελέη δέ οἱ ἔπλετʼ ἀϋτή. Ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι, Ῥήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε μέλαιναν. Μελετών: Οἶκος ἐν ᾧ οἱ τραγῳδοὶ ἐμελέτων. Μελετῶ: Δευτέρας συζυγίας ἐστί· γίνεται παρὰ τὸ μελέτη· τὰ γὰρ τῆς δευτέρας συζυγίας ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνονται. Τὸ δὲ μελέτη, παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, ἡ ἀληθινὴ γλυκύτης. Τὸ δὲ μέλι, παρὰ τὸ μέλω, τὸ φροντίζω, ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν. Τὸ δὲ μέλω, τὸ φροντίζω, διʼ ἑνὸς λ. Διατί; Ἐπειδὴ οὐδέποτε βαρύτονος ἐνεστὼς διʼ ἑνὸς λ ἐκφέρεται· καὶ διὰ τοῦτο τὰ φθάσαντα γενέσθαι βαρύτονα καὶ τὰ ὅμοια ἄχρι τοῦ παρατατικοῦ κλίνονται, ὡς βαρύτονα· ἀπὸ δὲ τοῦ παρακειμένου, ὡς περισπώμενα. Μέλω οὖν τὸ φροντίζω, ὡς τὸ, Σοὶ δὲ χρὴ τάδε πάντα μέλειν. Ὅθεν καὶ μελέτη· τὰ γὰρ μαθήματα φροντίδων πολλῶν ἄξια. Τὸ δὲ μέλλω σημαίνει δʹ· τὸ ὀφείλω, ὡς τὸ, Ὧι μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων· καὶ τὸ φαίνω, ὡς τὸ, Οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι· καὶ τὸ πρέπω, ὡς τὸ, Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις· καὶ τὸ βραδύνω, ὡς τὸ, Τί μέλλεις; Τί ἀναδύῃ; Καὶ μέλλησις, ἡ βραδυτής· καὶ μέλλων, ὁ ἐκεῖθεν χρόνος ἔστι με λύπον. Μέλαινα: Σημαίνει τρία· τὸ σκοτεινὸν, ὡς τὸ, Ἕλκον νύκτα μέλαιναν· καὶ τὴν σύνεσιν, ὅθεν καὶ, φρένες ἀμφιμέλαιναι· καὶ τὸ βαθὺ, ὅθεν καὶ, κρήνη μελάνυδρος, ἡ βαθεῖα. Τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος· φύσει δὲ μέλαν τὸ ὕδωρ· ἀλλὰ λάμπεται ταῖς ἡλιακαῖς αὐγαῖς. Μέλη: Ἤτοι συνωνύμως, ἀπὸ τοῦ μεμερίσθαι, μέρη καὶ μέλη· ἢ ἀπὸ μεταφορᾶς τῶν μουσικῶν μελῶν· ἐπειδὴ παρʼ ἐνίοις ἐδόκουν οἱ ἄνθρωποι μεθʼ ἁρμονίας συνεστάναι. Οὕτως δὲ καὶ τὰ σώματα. Τὰ μέλη, ἤτοι συνωνύμως καὶ αὐτὰ μέρη κατὰ μείζονα καὶ ὁλοσχερεστέραν νοούμενα περιγραφήν· ἢ ἀπὸ τῶν κατὰ μουσικὴν μελῶν· ἐπεὶ κατὰ ἁρμονίαν συνίσταται τὸ σῶμα. Μέλος: Κατὰ σύγκρισιν τοῦ ἔπους, τὸ μεμελισμένον· ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μύρσιλος δὲ, τὰς ἐν Λέσβῳ γενομένας παρθένους Μούσας ἐπὶ τὰ πένθη φοιτᾶν καὶ θρηνεῖν· ὅθεν ἐπεκράτησε τὰ ᾀδόμενα μέλεα κληθῆναι. Οἱ δὲ, ἀπὸ τῆς μελιγήρυος· Πίνδαρος, Μελισσοτεύκτων κηρίων ἐμὰ γλυκερώτερος ὄμφα. Καὶ ἔτι τὸ μέλος τὸ ἑκάστῳ μεμελημένον· καὶ γὰρ μετὰ φροντίδος σκευάζεται. Σημαίνει δύο· τὴν ᾠδὴν, παρὰ τὸ μέλω, τὸ φροντίζω, ἢ παρὰ τὸ ἔλω, τὸ ἐλαύνω· σημαίνει καὶ τὸ μέρος τοῦ σώματος· παρὰ τὸ μείρω, τὸ μερίζω, μέρος· καὶ τροπῇ, μέλος. Μελίφρονα πυρόν: Τὸν ἡδύν· παρὰ τὸ μέλισσα. Καὶ, μελιηδέα θυμὸν, τὴν προσφιλεστάτην ψυχήν. Μελιηδέα: Ψιλῶς· ἀρκεῖ γὰρ τὸ μέλι πρὸς τὸ ἐμφανίσαι τὴν ἡδονήν. Ὅταν δὲ εἴπῃ, Τυρῷ καὶ μέλιτι γλυκερῷ, οὐκ ἐκ περιττοῦ προστίθησιν, ἀλλὰ πρὸς ἀντιδιαστολήν· ἐπεὶ καὶ πικρὸν γίνεται τὸ μέλι. Μελιτίδης: Καὶ οὗτος τῶν εὐήθων. ὡς ὁ Μαργίτης, καὶ ὁ Κόροιβος. Μέλισσα: Παρὰ τὸ μέλειν· οἰκονομικὸν γὰρ τὸ ζῷον καὶ ἐπιμελές· ἢ ἐκ τοῦ μῆλον, ὃ σημαίνει πάντα τὸν καρπὸν, μήλιζά τις οὖσα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς μήλοις· ἡ γὰρ μέλισσα, τῶν ἀνθῶν τὰ χρησιμώτατα συλλέγουσα, τὸ μέλι ποιεῖ, τὰ μὲν καλὰ ἐκλέγουσα, τὰ δὲ φαῦλα ἀπορρίπτουσα. Λέγονται δὲ καὶ μέλισσαι καὶ ἱέρειαι παρὰ τῷ ποιητῇ, παρὰ τὴν μέλισσαν τὸ ζῷον καθαρώτατον ὄν. Καὶ μελισσοκόμοι, μελιτουργοὶ, οἱ τὰς μελίσσας κομοῦντες, τουτέστιν ἐπιμελείας ἀξιοῦντες. Ἀπὸ τῶν εἰς ΑΙ, οἱ Αἰολεῖς, μελισσάων· οἱ δὲ Δωριεῖς. πυλέων. Μελίχλωρος: Ἐπίθετον ἐστὶ τοῦ δέους. Μέλινος: Οἷον, μελίνου οὐδοῦ. Παρὰ τὸ μελέα μελέϊνος, ἀποβολῇ τοῦ ε. Μελίνη: Εἶδος ὀσπρίου· λέγεται θηλυκῶς καὶ ἀρσενικῶς. Μέμνηται Δημοσθένης καὶ Ἡρόδοτος καὶ Ξενοφῶν. Μελιταῖα κυνίδια: Λέγεται ὅτι πλησίον Ἰταλίας νῆσος ἐστὶ Μελίτη, ἐξ ἧς γίνεται· ἢ τὰ μικρὰ, τὰ ἐπιμελείας χρείαν ἔχοντα· παρὰ τὸ μέλω, τὸ φροντίζω. Μέλος: Ἡ ᾠδὴ, ἀπὸ μεταφορᾶς τῶν μελῶν τοῦ σώματος· ὥσπερ καὶ ἐπὶ τούτων τὰ μὲν ἐστὶ βραχέα, τὰ δὲ, μακρά· καὶ τὰ μὲν εἰσὶν εἰς ἐργασίαν, ὡς ἐπὶ τῶν χειρῶν· τὰ δὲ, εἰς τὸ περιπατεῖν, ὡς ἐπὶ τῶν ποδῶν, καὶ τὰ ὅμοια· οὕτως καὶ ἐπὶ τούτων, τὰ μὲν εἰσὶν ὀξύφωνα· τὰ δὲ, βαρύφωνα· καὶ οὕτως ἀποτελοῦσι τὴν τῶν ὀργάνων φωνήν. Μέλλω: Τὸ βραδύνω. Παρὰ τὸ μῶ, τὸ ζητῶ, κατὰ παραγωγὴν γίνεται μέλλω· καὶ γὰρ ὁ βραδύνων ἀεὶ ἐν ζητήσει ἐστίν. Ἢ παρὰ τὸ τὰ μέλη ἔδειν· ὁ γὰρ φροντίζων τήκεται ὑπὸ φροντίδων· καὶ ἀμελῆσαι, τὸ ἀφροντιστῆσαι. Μελύγειον: Πομάτιον Σκυθικὸν, γινόμενον ἐκ μόνου μέλιτος μεθʼ ὕδατος, βοτάνης τινὸς ἐμβαλλομένης. Μέλπηθρα: Παίγνια· παρὰ τὸ μέλπω, τὸ παίζω. Δηΐῳ μέλπεσθαι Ἄρηϊ. Κυρίως, παίζειν· νῦν δὲ, κινεῖσθαι εὐχερῶς, ἢ τέρπεσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην· ἢ κινεῖσθαι καθάπερ παίζων καὶ ὀρχεῖσθαι. Γίνεται παρὰ τὸ τὰ μέλη ἤγουν τοὺς ῥυθμοὺς ἔπειν, ἤτοι λέγειν. Μέλπω: Τὸ ὑμνῶ· ἐξ οὗ καὶ μολπὴ, ἡ ᾠδὴ καὶ ὁ ὕμνος· Μέλποντες ἑκάεργον. Ἀντὶ τοῦ ὑμνοῦντες. Μελχισεδέκ: Τὸ ΧΙ, ι· ἀπὸ παραδόσεως. Μελχὶ λέγεται βασιλεύς· τὸ σεδὲκ, εἰρήνη. Λέγεται οὖν βασιλεὺς εἰρήνης· καὶ ἀνάγεται εἰς τὸν Χριστόν. Μεμαῶτες: Προθυμούμενοι· παρὰ τὸ μέμνω, ὃ δηλοῖ τὸ προθυμοῦμαι, ὁ μέλλων, μεμῶ· ὅθεν καὶ μέμονα, ὁ μέσος παρακείμενος· Ἀλλʼ ἄγε πῶς μέμονας; Ἀντὶ τοῦ πῶς προθυμῇ; Τούτου ὁ μέσος παρακείμενος, μέμακα, ἢ μέμαγκα· καὶ κατὰ συγκοπὴν, μεμακώς· καὶ ἀποβολῇ, μεμαώς. Κλίνεται μεμαότος, μεμῶτος, κατὰ συναίρεσιν· καὶ πλεονασμῷ τοῦ α ποιητικῶς, μεμαῶτος· τὸ θηλυκὸν, μεμαῶσα, ἢ μεμαυῖα. Ἔστιν εἰς τὸ γεγαυῖα. Ἢ ἀπὸ τοῦ μῶ μάσω· ἀφʼ οὗ μεμάκασιν, ἀποβολῇ τοῦ κ. Ἢ ἀπὸ τοῦ μῶ, μήσω, μέμηκα, μεμηκώς· κατὰ συστολὴν καὶ ἀποβολὴν, μέμαα μεμαώς. Μέμβλωκε: τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκεν, Ἰλιάδος δʹ, ἀντὶ τοῦ παραμένει, πάρεστιν. Ἀπὸ τοῦ μολῶ μολήσω μεμόληκα· καὶ κατὰ συγκοπὴν, μέμληκα· καὶ διὰ τὸ ἀσύντακτον, πλεονασμῷ τοῦ β, γίνεται μέμβληκα· καὶ τροπῇ τοῦ η εἰς ω, μέμβλωκα. Ἢ ἀπὸ τοῦ μέλω μεμέληκα καὶ μεμέλωκα· καὶ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ β, μέμβλωκα. Μέμβλεται: Ἐν φροντίδι ἐστίν· ἀπὸ τοῦ μέλω. Καὶ μέμβλεσθαι, τὸ ἐπιμέλεσθαι. Μεμετρέαται: Μετρῶ, μετρήσω, μεμέτρηκα, μεμέτρημαι μεμέτρηνται, καὶ Ἰακῶς μεμετρέαται· παρὰ Ἱππώνακτι, Ὁ μὲν οὖν Βόσπορος καὶ ὁ Πόντος κατὰ πάντα μοι μεμετρέαται. Μεμηλώς: Παρὰ τὸ μέλω, τὸ φροντίζω, ὁ μέσος παρακείμενος, μέμελα· καὶ κατʼ ἐπέκτασιν γίνεται μέμηλα· ὅθεν ἡ μετοχή. Ἢ ἀπὸ τοῦ μεμέληκα γέγονεν. Ἰλιάδος εʹ, μέγα πλούτοιο μεμηλώς. Ἀντὶ τοῦ πάνυ πεφροντικὼς τοῦ πλούτου, καὶ ἐπιμέλειαν αὐτοῦ ἔχων. Μέμνηι: Ἔστιν εἰς τὸ κάθη. Μεμνῇτο: Ἀπὸ τοῦ μένω, κατὰ συγκοπὴν, μνῶ μνήσω, μέμνηκα, μέμνημαι· τὸ εὐκτικὸν, μεμνῄμην μεμνῇο μεμνῇτο. Μεμνέῳτο: Ὡς μεμνέῳτο δρόμους, Ἰλιάδος ψʹ, ὅπως ἐπισκοποίη καὶ ἐπιμελοῖτο τῶν δρόμων, μή τις περὶ τὸν καμπτῆρα πανουργήσῃ. Προπαροξύνεται, καὶ σὺν τῷ ι γράφεται· ἀπὸ τοῦ μεμνέοιτο, αὐξήσει τοῦ ο εἰς ω, μεμνέῳτο. Ξενοφῶν δὲ μεμνῷτο ἄνευ τοῦ ε· Κράτης δὲ, μεμνοῖτο· τὸ δὲ ἀνάλογον, μεμνῇτο, διὰ τοῦ η, προσκειμένου τοῦ ι· Πίνδαρος δὲ Δωρικώτερον διὰ τῆς ΑΙ, μεμναίατο. Μεμυκέναι: Κρύψαι, κολλῆσαι, ἢ καμμῦσαι· σημαίνει δὲ καὶ ἠχῆσαι. Ἀπὸ τοῦ μυκῶ, ὁ μέλλων, μυκήσω· ὁ παρακείμενος, μεμύκηκα· ὁ μέσος, μέμυκα· τὸ τρίτον, μέμυκε· καὶ τὸ ἀπαρέμφατον, μεμυκέναι. Ἡσίοδος, μέμυκε δὲ γαῖα καὶ ὕλη. Ἀντὶ τοῦ ἤχησεν. Εἰ μὲν οὖν σημαίνει τὸν ἦχον οἱονεὶ ἀποτελεῖν, ἀπὸ τοῦ μυκῶ ἐστιν· εἰ δὲ δηλοῖ τὸ συνεσφίχθαι καὶ πεπιλῆσθαι ὑπὸ τοῦ κρύους, δῆλον ὅτι ἀπὸ τοῦ μύω ἐστί. Καὶ Ὅμηρος Ἰλιάδος εʹ, Αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ. Ἀντὶ τοῦ ἤχησαν, ἀνεῴχθησαν, ἀπὸ τοῦ παρακολουθοῦντος. Μέμφομαι: Μέμφεται, καὶ ἀποβολῇ τοῦ τ, μέμφεαι. Ἐνεργητικὸν οὐκ ἔχει. Τοῦτο γίνεται ἐκ τοῦ μομφή. Μέμφις πόθεν; Παρὰ τὸ μέμφω, τὸ λαμβάνω. … Μενέλας: Μενέλας τε καὶ Ἀγαμέμνων. Ἀπὸ τοῦ Μενέλαος. Ἀμφίβολον, εἴτε συγκοπῇ Μενέλας καὶ Δορύλας, εἴτε κράσει τοῦ ο καὶ α εἰς α μακρὸν, ὡς ἐλέξαο ἐλέξα· ἐπρίαο, ἐπρία· ἐπαιδεύσαο, ἐπαιδεύσα. Μενέσθης: Ὡς ἀπὸ τοῦ ἄργος γίνεται Ἀργέστης, οὕτως καὶ παρὰ τὸ μένος Μενέστης, καὶ Μενέσθης κατὰ τροπήν. Μεννέας: Ὡς παρὰ τὸ θράσος Θρασέας, καὶ θάλος Θαλέας, οὕτως καὶ παρὰ τὸ μένος Μενέας· καὶ πλεονασμῷ τοῦ ν, Μεννέας. Μέταβος: Υἱὸς Ἀλίβαντος. Ἡρακλέα λέγεται ἐπὶ τὰς Γηρυόνου βοῦς ἀπιόντα ξενισθῆναι παρὰ Ἀλύβαντι, καὶ τότε γεννηθῆναι τὸ παιδίον· καὶ διὰ τοῦτο Μέταβον προσαγορευθῆναι, ἐπεὶ μετὰ τοὺς βοῦς τοῦ Γηρυόνου ἵει. Μένω: Τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ μένος· μένω, τὸ ἐπιμένω· καὶ μῆνις, ἡ πολυχρόνιος μνησικακία. Ταῦτα διὰ τοῦ ε ψιλοῦ· μαίνω δὲ, τὸ ὀργίζομαι, διὰ διφθόγγου. Μενέλαος: Παρὰ τὸ μένος, ὃ σημαίνει τὴν ψυχικὴν προθυμίαν, καὶ τὸ λαός, γίνεται μενόσλαος· ἀλλὰ τὰ εἰς ΟΣ ὀνόματα ἐν τῇ συνθέσει τῆς ἐπαγομένης λέξεως τῆς ἀπὸ συμφώνου ἀρχομένης ἀποβάλλει τὸ σ καὶ φυλάσσει τὸ ο· οἷον, θεὸς, Θεόδωρος· λόγος, λογοποιός· καὶ δῆμος, Δημοσθένης. Καὶ τὸ Ἀττικὸν, ὁ Μενέλεως. Πόθεν γίνεται; Παρὰ τὸ μένω καὶ τὸ λεὼς, καὶ γίνεται Μενώλεως· ἀλλὰ τὰ εἰς ω λήγοντα ῥήματα δισύλλαβα βαρύτονα σύνθετα μετὰ τοῦ ἀμεταβόλου τρέπουσι τὸ ω εἰς ε· οἷον φέρω, φερέοικος· μένω, Μενέλαος· πλὴν τοῦ τέρπω, τερπικέραυνος. Δεῖ δὲ γινώσκειν, ὅτι οὐ πάντοτε ποιοῦσιν οἱ Ἀττικοὶ ἰδίαν κλίσιν, ἀλλʼ ἐπὶ τῶν ἐκτεταμένον ἐχόντων τὸ α. Μένος: Παρὰ τὸ μένω, τὸ παραμένω, μένος, ὡς παρὰ τὸ σθένω, σθένος. Σημαίνει τρία· ἐπὶ μὲν τοῦ θυμοῦ, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντʼ, Ἰλιάδος αʹ, ἀντὶ τοῦ θυμοῦ, ὀργῆς. Ἐπὶ δὲ τῆς ἰσχύος, Δῶκε μένος καὶ θάρσος. Ἀντὶ τοῦ ἰσχὺν καὶ δύναμιν. Καὶ πάλιν, Ἔτι μοι μένος ἔμπεδόν ἐστιν. Ἐπὶ δὲ τῆς ψυχῆς, «μένος Ἄρηος,» περιφραστικῶς ὁ πόλεμος. Παρὰ τὸ μένος γίνεται μενεαίνω· καὶ σημαίνει τρία· ἐπὶ μὲν τοῦ χολοῦσθαι, οὐδέ τι σε χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν. Ἐπὶ δὲ τοῦ προθυμεῖσθαι, Μενέαινε δὲ κῦδος ἀρέσθαι. Ἐπὶ δὲ τοῦ λειποψυχεῖν, Κτεινόμενος μενέαινεν. Μενδήσιος: Ἐκ τοῦ Μένδης Μένδητος Μενδήσιος, τροπῇ τοῦ τ εἰς σ. Μένδης δὲ λέγεται παρʼ Αἰγυπτίοις ὁ τράγος. Ἢ ὅτι τοπικόν ἐστιν, ὡς θαλάσσιος, οὐράνιος. Μενθῆραι: Αἱ φροντίδες, οἱονεὶ μενεοθῆραι, αἱ θηρώμεναι τὸ μένος, τουτέστι τὴν ψυχήν· οὐ γὰρ ἄλλῳ θηρᾶται ἡ ψυχὴ καὶ κρατεῖται ἢ ταῖς φροντίσιν. Μενοεικές: Τὸ τῷ τε μένει καὶ τῇ ψυχῇ εἰκὸς καὶ ἀρεστόν. Μέντοιγε: Ἐπίρρημα μεσότητος· ἐκ τοῦ μὲν συνδέσμου καὶ τοῦ τοὶ παραπληρωματικοῦ συνδέσμου. Μενοῦνγε: Ἐκ τριῶν συνδέσμων, καὶ σημαίνει τὸ ἀληθές. Μέριμνα: Ὡς παρὰ τὸ λεπίζω γίνεται λέπαδνα, οὕτως καὶ παρὰ τὸ μερίζω, μέριδνα, καὶ τροπῇ τοῦ δ εἰς μ. Μεριμνῶ: Παρὰ τὸ μέριμνα· τοῦτο παρὰ τὸ μερίζω, μερίσω, μεμέρικα, μεμέρισμαι, μέριμνα· ἐτυμολογεῖται δὲ παρὰ τὸ μερίζειν τὸν νοῦν. Μέρη: Ἀπὸ τοῦ μεμερίσθαι, καὶ ἄλλο ἄλλου διαφέρειν· συστατικὰ δὲ τοῦ ὅλου σώματός ἐστι. Μέρμις: Ἐκ τοῦ εἴρω ἔρμις, καὶ πλεονασμῷ τοῦ μ μέρμις. Μέρμερα ἔργα: Τὰ μερίμνης καὶ φροντίδος ἄξια, ἐξ οὗ χαλεπά. Μερμήριξε: Παρὰ τὸ μείρω, τὸ μερίζω, ἀφʼ οὗ τὸ φροντίζω. Ἀλλʼ ὅγε μερμήριξεν. Εἰς μέρη ἐμερίζετο, ἐμερίμνα. Καὶ διάνοια μὲν, ἡ ἑδραία· μέριμνα δὲ, ἡ μεριζομένη. Ἀπὸ τοῦ μερίζω, διπλασιασμῷ, καὶ τροπῇ τοῦ ε εἰς η, μερμηρίζω· οἱ γὰρ φροντίζοντες μερίζονται τὴν γνώμην. Ἀπὸ τοῦ ἐπὶ τάδε καὶ τάδε μερίζεσθαι τὴν ψυχὴν τοῦ μεριμνῶντος. Ὅθεν καὶ μέρμηρας τὰς μερίμνας ἔνιοι λέγουσι. Τὸ δὲ μερίζω, παρὰ τὸ μείρω μερῶ μερίζω· ἢ παρὰ τὸ μέρος· τοῦτο, παρὰ τὸ μειοῦσθαι πρὸς τὸ ὅλον· ἢ παρὰ τὸ μείρω· μερίζεται γὰρ κατʼ ἐκεῖνα τὰ μέρη τὸ σῶμα. Καὶ τὸ μηρὸς δὲ, ὁμοίως. Μέροψ: Συνώνυμον· γίνεται παρὰ τὸ μείρω, τὸ μερίζω, ὁ μεμερισμένην τὴν ὄπα ὅ ἐστι τὴν φωνὴν ἔχων καὶ ἔναρθρον, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζῴων· ἐπειδὴ, ἐὰν εἴπω ἄνθρωπος, μερίζεται εἰς συλλαβάς. Ἢ ὅτι οὐ πάντες τὴν αὐτὴν φωνὴν ἔχουσι. Μέσος: Παρὰ τὸ μερίζω μερίσω, μεριστός· καὶ συγκοπῇ, μέσος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ μέρη ἴσα ἔχειν· ὅθεν καὶ μεσίτης, ὁ μεσάζων. Μεστός: Παρὰ τὸ ἕω, τὸ πληρῶ· ὁ μέλλων, ἕσω· ἐκ τούτου ἑστὸς, ὁ πλήρης· καὶ πλεονασμῷ τοῦ μ, μεστός· καὶ οὐδέτερον, μεστὸν, τὸ πλῆρες. Μεταλλῶ: Δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ σημαίνει τὸ πολυπραγμονῶ· καὶ γίνεται ἐκ τοῦ μέταλλον. Καὶ τί μετέχει τὰ μέταλλα πρὸς τὸ μεταλλῶ; Ἐπειδὴ ταῦτα ἐρεύνης οὐ τῆς τυχούσης, ἀλλὰ καὶ τῆς ἀναγκαίας δέονται. Μέταλλον δὲ σημαίνει τὸν τόπον ἐν ᾧ ὁ χρυσὸς τίκτεται, ἢ τὴν χρυσῖτιν γῆν· καὶ γίνεται παρὰ τὸ μῶ, τὸ ζητῶ, ἀπὸ τοῦ ζητεῖν ἐν αὐτῷ τί. Καὶ τὸ ζητεῖν μεταλλᾶν ἔλεγον· καὶ οἱ ἐργαζόμενοι μεταλλεῖς. Μετάφρενον: Ἡ μετὰ τὸ ἔσχατον σημαίνει καὶ τὸ ὀπίσω, ὡς τὸ, Μετʼ Ἀχιλῆα καὶ μετὰ Θησέα. Σημαίνει καὶ τὴν ἄνω σχέσιν, ὡς τὸ μέτωπον. Ὧδε δὲ τὸ ἔσχατοι ὡς εἴπομεν σημαίνει, τὸ ἀπὸ τοῦ ἥπατος καὶ τῆς κοιλίας· ἀπὸ γὰρ τούτων ἐστὶν ἐκεῖνο. Μέσος: Παρὰ τὸ μετέχειν τοῦ ἴσου. Μεσόδμη: Μεσοδόμη συγκοπῇ. Μεσαύλιος: Ἡ κατὰ τὸν ἀγρὸν ἔπαυλις· Ἀττικῶς καὶ τὴν μέσην τοῦ πυλῶνος καὶ τῆς αὐλῆς, ἢ τῆς ἀνδρωνίτιδος καὶ γυναικωνίτιδος. Μεσότητος: Μεσότητος λέγεται εἶναι ἐπιρρήματα ἀπὸ τοῦ μεταξὺ εἶναι ὀνόματος καὶ ῥήματος οἷον ἀπὸ τοῦ φιλοσοφῶ, καὶ φιλόσοφος καὶ φιλοσόφως. Τοῦτο δʼ οὐκ ἀεὶ εὑρίσκεται· διὸ καὶ σεσυκοφάντηται· τὸ γὰρ καλῶς καὶ σοφῶς ῥῆμα οὐκ ἔχει παρακείμενον. Βέλτιον οὖν σημειώσεις ποιότητος δηλωτικὰς αὐτὰς καλεῖν. Ὦρος. Μέσμα: Πόλις κτισθεῖσα ὑπὸ Λοκρῶν ὁμωνύμως τῷ ποταμῷ. Ὦρος. Μετάφρενα: Τὰ ὄπισθεν τῆς κεφαλῆς, ἤγουν μετὰ τὰς φρένας· ἐν τῇ κεφαλῇ γὰρ αἱ φρένες. Μετάφρενα: Τὰ νῶτα· ὅτι ἐξόπισθεν τῶν φρενῶν κεῖται. Φρένες δὲ ὑμένες εἰσὶ μεταξὺ τῆς καρδίας καὶ τοῦ ἥπατος. Μετριοπαθεῖν: Ἐκ μέρους τὰ πάθη καταδέχεσθαι, συγγινώσκειν. Μεσημβρία: Παρὰ τὸ μέσος καὶ τὸ ἡμέρα γίνεται μεσημερία καὶ μεσημβρία. Μεταμέλειν: Σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταμέλομαι καὶ μετανοῶ καὶ μεταγινώσκω. Μετέῃσι: Τὸ θέμα, εἰμί· ἡ μετοχὴ, εἲς ἔντος· καὶ τὸ ὑποτακτικὸν, ὦ, ᾖς, ᾖ· καὶ πλεονασμῷ τῆς ΣΙ συλλαβῆς, ᾖσι· καὶ τοῦ ε ποιητικῶς, ἔῃσι καὶ μετέῃσι. Μετεωρισμός: Ἐκ τοῦ μετεωρίζω· τοῦτο παρὰ τὸ μετέωρος· τοῦτο παρὰ τὸ ἀείρω, τὸ κουφίζω· ῥηματικὸν ὄνομα, ἄειρος· καὶ τροπῇ τοῦ α εἰς ο, ὄειρος· καὶ ἐν ὑπερθέσει, ἔοιρος· καὶ τροπῇ τῆς ΟΙ διφθόγγου εἰς ω, ἔωρος· καὶ μετὰ τῆς μετὰ προθέσεως, μετέωρος, ὁ κοῦφος. Τὸ δὲ αὐτὸ δηλοῖ καὶ τὸ μεταχρόνιος. Μετέωρος οὖν, παρὰ τὸν ὦρον, ὃ σημαίνει τὸν χρόνον. Μετανάστης: Ὁ μέτοικος καὶ φυγάς· ἐκ τῆς μετὰ προθέσεως καὶ τοῦ νάσσω, τὸ οἰκῶ. Μέτρον: Ὡς ἀπὸ τοῦ φέρω γίνεται φέρτρον, οὕτως καὶ ἀπὸ τοῦ μείρω, τὸ μερίζω καὶ ἀριθμῶ, γίνεται μέρτρον· καὶ ἀποβολῇ τοῦ ρ, μέτρον. Οὕτως καὶ ἀπὸ τοῦ δείρω δέρτρον. Μέτριον: Τὸ ταπεινόν· παρὰ τὸ μετρῶ τὸ ὑποταπεινούμενον· τοῦτο παρὰ τὸ μέτρον· τὸ δὲ μετροῦν, μεθοροποιοῦν ἐτυμολογεῖται. Μέτωπον: Ἔστιν ἐνταῦθα πρόθεσις ἀντὶ προθέσεως· τουτέστιν ὑπέρωπον, τὸ ὑπὲρ τοὺς ὦπας ὄν. καὶ ἐπίρρημα μετωπηδὸν, Τὰς φάλαγγας μετωπηδὸν στησάμενοι, ἀντὶ τοῦ ἔμπροσθεν τῶν ὠπῶν, τουτέστι τῶν ὀφθαλμῶν. Μείων: Παρὰ τὸ μείων ὁ ἐλάττων μεῖστος, ὡς πλείων πλεῖστος, τῷ λόγῳ τῶν συγκριτικῶν. Μεῖον: Παρὰ τὸ μέρος, μερίων· καὶ ἀποβολῇ τοῦ ρ, μεΐων· καὶ συναιρέσει τοῦ ε καὶ ι εἰς τὴν ΕΙ δίφθογγον γίνεται μείων μείονος· τὸ οὐδέτερον, τὸ μεῖον. Σημαίνει δὲ τὸ μικρόν· ὅθεν καὶ ΜΕΙΟνεκτεῖν, τὸ μεῖον ἔχειν. Καὶ ἔστιν ἐναντίον τὸ μειονεκτεῖν τῷ πλεονεκτεῖν· καὶ μειονεκτεῖσθαι, τὸ μικροῖς ἡττᾶσθαι, καὶ οἷον ἐπὶ μικρῶν ἔχεσθαι, τουτέστι κρατεῖσθαι. Ἢ ἀπὸ τοῦ μικρὸς γίνεται, ἢ ἀπὸ τῆς μιᾶς· τῆς γὰρ μιᾶς οὐδέν ἐστιν ἐλαττότερον. Μείζων: Εἴδους τῶν παραγώγων συγκριτικοῦ. Ἐκ τοῦ μέγας ὁ πρῶτος τύπος, μεγάτερος· ὁ δεύτερος, μεγίων· ὁ τρίτος, μέσσων· καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς ζ, μέζων· καὶ πλεονασμῷ τοῦ ι, μείζων. Τὸ δὲ μέγας, εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι πρός τι ἔχον· πρὸς γὰρ τὸ μικρὸν ἔχει. Μειδιῶ: Παρὰ τὸ μεῖον γίνεται· ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι. Καὶ παρὰ τὸ μειδιῶ γίνεται Μειδίας ὄνομα κύριον, ὡς παρὰ τὸ φείδω Φειδίας. Μειδύλος: Οὕτως ἐλέγετο ὁ πατὴρ Βακχυλίδου· καὶ γίνεται παρὰ τὸ μειδιῶ, ὡς παρὰ τὸ φείδω Φειδύλος. Εἰς τὸ ἀμειδής. Μείλινος: Σημαίνει τὸν ἀπὸ μελίας γεγενημένον. Παρὰ τὸ μελία γίνεται μελίϊνος· καὶ συγκοπῇ, μέλινος, καὶ πλεονασμῷ τοῦ ι, μείλινος, ὡς καὶ παρὰ τὸ μέλας μέλανος, Μείλανι πόντῳ· καὶ Μελανίων, Μειλανίων. Μειλίγμαυα: Σημαίνει τὰ πραϋντικά. Ἀπὸ τοῦ μειλίσσω, μείλιγμα. Μείλια: Σημαίνει τὰ προικῷα πράγματα, τὰ ἐξώπροικα· παρὰ τὸ μειλίσσω γίνεται. Ἰλιάδος ιʹ, πολλὰ δʼ ἐπὶ μείλια δώσω. Τὸ ἑξῆς, Ἐπιδώσω μείλια, οἷς μειλίσσονται τοὺς ἄνδρας. Τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. Μείλιχος καὶ Μειλίχιος: Σημαίνει τὸν πρᾶον καὶ πραϋντικόν. Γίνεται ἀπὸ τοῦ μέλι, ὥς τινές φασιν· ἢ παρὰ τὸ μέλος γίνεται μελίσσω· καὶ πλεονασμῷ τοῦ ι, μειλίσσω, καὶ ἐκεῖθεν μείλιχος, ὡς ταράσσω τάραχος. Ἢ ἀπὸ τοῦ μέλος μελικός· καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ ἀναβιβασμῷ τοῦ τόνου, μέλιχος, ὡς Ὀλυμπικὸς, Ὀλύμπιχος· καὶ πατρικὸς, πάτριχος· καὶ πλεονασμῷ τοῦ ι, μείλιχος· εἶτα πάλιν κατὰ ἀποβολὴν τοῦ ι, καὶ διπλασιασμῷ τῶν συμφώνων Αἰολικῶς, γίνεται μέλλιχος, ὡς κείρω, κέρρω. Οὗτοι δὲ κακῶς λέγουσιν, ὡς λέγει ὁ Ἡρωδιανός· ὅτι οὐδέποτε οἱ Αἰολεῖς ἐπὶ τοῦ πλεονασμοῦ τοῦ ι ἀναδιπλασιάζουσι τὰ σύμφωνα· οἷον, τὸ κενὴ γίνεται κεινὴ, καὶ οὐ γίνεται παρʼ αὐτῶν κέννη· τὸ γὰρ ξέννος, οὐκ ἀπὸ τοῦ ξεῖνος, ἀλλʼ ἀπὸ τοῦ ξένος ἐστίν· ἐπὶ γὰρ τῶν βραχέων ποιοῦσιν ἀναδιπλασιασμόν· οἷον, θεράπων, θερράπων· ἔνη, Ἔννη· ἔστι δὲ ὄνομα πόλεως. Μείρεται: Εἰ μὲν σημαίνει τὸ μερίζεται, γίνεται ἀπὸ τοῦ μέρος μέρω μέρομαι· καὶ πλεονασμῷ τοῦ ι, μείρομαι· εἰ δὲ σημαίνει τὸ ἐπιθυμεῖ, γίνεται ἀπὸ τοῦ ἵμερος ἱμέρω καὶ ἱμείρω· τὸ παθητικὸν, ἱμείρομαι· τὸ τρίτον, ἱμείρεται· καὶ κατὰ ἀφαίρεσιν, μείρεται. Μεῖραξ: Παρὰ τὸ εἴρω, τὸ λέγω, γίνεται εἶραξ· ὅθεν εἰράκιον καὶ μειράκιον· καὶ πλεονασμῷ τοῦ μ, μεῖραξ, ὁ δυνάμενος ἤδη λέγειν. Ἰστέον δὲ ὅτι θηλυκῶς λέγεται· καὶ κρεῖττον λέγειν αὐτὸ ἀπὸ τοῦ ἱμείρω ἱμεῖραξ καὶ μεῖραξ, ἡ τοιούτου χρόνου οὖσα, ὥστε καὶ ἐπιθυμεῖσθαι. Μείς: Σημαίνει τὸν μῆνα. Μὴν ἦν· καὶ ἐτράπη τὸ η Δωρικῶς εἰς τὴν ΕΙ δίφθογγον· ἐπειδὴ τὰ εἰς ν λήγοντα ἀρσενικὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον σωλὴν, Πλάτων· ἔτρεψε τὸ ν εἰς σ, καὶ ἐγένετο μείς. Πρόσκειται, «ἀρσενικά,» διὰ τὸ χρυσοῦν, οὐδέτερον. Ἔστι δὲ ἄκλιτον· εἰ γὰρ ἐκλίνετο, μενὸς εἶχεν εἶναι ἡ γενική. Ἢ παρὰ τὸ μεῖος γίνεται· ὡς δὲ παρὰ τὸ ῥήσσω ῥηγμὶς, οὕτως καὶ παρὰ τὸ μειῶ, μείς. Ἐσχημάτισται μακρῶς τε ἅμα καὶ ὀξυτόνως. Παρὰ τὸ μεῖος μειῶ εἴρηται, ὅτι μειουμένης εἰς ἄκρον τῆς σελήνης, πληροῦται ὁ μήν. Τὸ δὲ μὴν γίνεται ἀπὸ τοῦ μήνη, ὃ σημαίνει τὴν σελήνην· διʼ αὐτῆς γὰρ τελειοῦται ὁ μήν. Ἢ παρὰ τὸ μεῖον, τὸ μικρὸν, γίνεται μειήν· καὶ συγκοπῇ, μὴν, ἡ εἰς ἄκρον ἐλάττωσις καὶ ἀποτερμάτωσις τῆς σελήνης. Τὸ δὲ μήνη, ἢ ἀπὸ τοῦ μῆνις, ὃ σημαίνει τὴν ὀργήν· αὐτῇ γὰρ τὸ πάθος ἀνάπτουσιν· ἢ ἀπὸ τοῦ μὴ μένειν ἐν τῷ αὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὔξεσθαι. Τὸ δὲ μῆνις, παρὰ τὴν μανίαν, μάνις τὶς οὖσα· ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι. Ἢ παρὰ τὸ μένω, τὸ ἐπιμένω, ἡ ἐπιμένουσα ὀργή· ἢ παρὰ τὸ ἐμμένειν τῷ μηνιῶντι καὶ ὀργιζομένῳ· ἔνθεν ὀργίζεσθαι μὲν τὸ πρὸς φίλους καὶ ἰδίους καὶ υἱούς· μηνίειν δὲ, τὸ πρὸς ἐχθρούς· ἐφʼ ὧν μὲν γὰρ ταχὺ διαλλάττονται, ἐφʼ ὧν δὲ ἐπιμένουσι πολὺ μνησικακοῦντες· καὶ ἀπομηνίσας, τὸ μνησικακήσας καὶ ὀργισθείς. ἀπὸ δὲ τοῦ μῆνις μηνίω, ὡς μῆτις μητίω. Ἔστι καὶ μηνιῶ μηνιᾷς ἀπὸ τοῦ μηνίω μηνίσω γινόμενον. Μήνιγγες: Λέγονται οἱ σκέποντες ὑμένες τὸν ἐγκέφαλον, διὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον. Μήδεα: Ἐπὶ τῶν αἰδοίων, παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γενέσεως· ἐκτάσει τοῦ ε εἰς η. Λέγεται δὲ μήδεα καὶ τὰ βουλεύματα. Ἡ εὐθεῖα, μῆδος. Μῃονία: Ἡ Λυδία. Γίνεται ἐκ τοῦ Μαιὼν Μαιόνος ἔστι δὲ ὄνομα κύριον Μαιονία· καὶ τροπῇ τοῦ α εἰς η, Μῃονία. Ὁ κανών· τὰ εἰς ΩΝ ὀξύτονα τῇ ΑΙ διφθόγγῳ παραληγόμενα, εἰ μὲν ὦσιν ἐθνικὰ, τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς· οἷον, Παιὼν Παιόνος, Παιόνας ἄνδρας ἄγων. Μαιὼν Μαιόνος· εἰ δὲ μὴ ὦσιν ἐθνικὰ, φυλάττει τὸ ω· οἷον, βαιὼν βαιῶνος· ἔστι δὲ εἶδος ἰχθύος· Παιὼν Παιῶνος κύριον. Μήνυμα: Παρὰ τὸ μηνύω· τοῦτο παρὰ τὸ ἀνύω, ὃ σημαίνει τὸ διέρχομαι· πλεονασμῷ τοῦ μ, μανύω. Ἢ παρὰ τὸ μνῶ μνύω· καὶ πλεονασμῷ τοῦ η. Μήλη: Ἡ ἰατρικὴ, διʼ ἧς ψηλαφᾶται τὰ πονούμενα· μηλοῦν γὰρ τὸ ψηλαφᾶν λέγεται· καὶ μήλωθρα, τὰ πορφυρᾶ βάμματα. Γίνεται παρὰ τὸν μήσω μέλλοντα δηλοῦντα τὸ ἐργάζομαι. Ὅμηρος φησὶ, Μήσατο ἔργα. Μήλη οὖν, ἡ πολλῶν κατὰ τὴν ἰατρικὴν ἐργάτις. Μήθομαι: Παρὰ τὸ μήθω δηλοῦν τὸ μανθάνω· ὃ γίνεται κατὰ τροπὴν τοῦ δ εἰς θ, ἀπὸ τοῦ μήδω. Ὁ δεύτερος ἀόριστος, ἔμαθον· ἀφʼ οὗ τὸ μαθεῖν. Μηκώνη: Εἴρηται οὕτως, ὅτι ἐνταῦθα πρῶτον εὗρε τὸν τῆς μήκωνος καρπὸν ἡ Δημήτηρ. Μήκων δὲ ἡ βοτάνη, παρὰ τὸ μῆκος ἐστί· μῆκος δὲ, τὸ ἐπιπολὺ ἧκον μακρόν. Μήκιστος: Παρὰ τὸ μακρὸς μακρίων καὶ μακίων· καὶ τροπῇ μηκίων· ἔνθεν τὸ μήκιστος. Μῆλα: Πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ λέγεται· κατὰ περικράτησιν καὶ τὰ πρόβατα καὶ αἶγες, ἐπειδὴ καρποφορεῖ ταῦτα τῇ τριχί· κείρεται γὰρ, καὶ πάλιν φέρει. Φησὶ γοῦν ἐπεξηγούμενος, προθεὶς τὸ γένος, ἐπήνεγκε τὰ βʹ εἴδη· καὶ σημαίνει γʹ· μῆλον, Μῆλʼ ὄϊές τε καὶ αἶγες. Λέγεται δὲ καὶ ὁ καρπὸς τῆς μηλέας. Λέγεται δὲ μῆλα καὶ πάντα τὰ δένδρα, ὡς ὅταν λέγῃ, Αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. Ἀντὶ τοῦ σὺν τοῖς καρποῖς. Μῆλα: Τὰ πρόβατα· οἱ μὲν, ἀπὸ τοῦ μηκᾶσθαι· ὅπερ ἀνάρμοστον· ἄλλοι δὲ, ἀπὸ τοῦ μηλώδη καρπὸν ἔδεσθαι· Ἄτταλος δὲ, παρὰ τὸν μαλλόν. Ἐγὼ δέ φημι ὅτι μᾶλλον ἀπὸ τοῦ μῆλα ὁ μαλλὸς εἴρηται. Ἀπὸ γοῦν τοῦ μέλω καὶ μέλομαι γίνεται μῆλον καὶ μῆλα· ἐπιμελείας γὰρ ἠξίωντο, καὶ διὰ πολλῆς φροντίδος ἦσαν τοῖς παλαιοῖς. Ἢ παρὰ τὸ μηλὸν, τὸ ἥσυχον καὶ ἥμερον καὶ χαῦνον· τοιοῦτον γὰρ τὸ πρόβατον. Ὁ δὲ καρπὸς, κατʼ ἐξοχήν· πᾶς γὰρ οὕτως ἐλέγετο· οἷον, καὶ αὐτοῖς ἄνθεσι μήλων. Ἀνεστραμμένως δʼ εἴρηται· ἔδει γὰρ εἰπεῖν ἀνθέων. Ἰλιάδος ιʹ. Μηλωτή: Προβάτειος δορά· ἀπὸ τοῦ μῆλα· ἢ ἀπὸ τοῦ μηλώσω. Μηρός: Παρὰ τὸ μέλος, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκτάσει τοῦ ε εἰς η· ἢ παρὰ τὸ μέρος, ἢ παρὰ τὸ μείρω, διὰ τὸν μερισμὸν τοῦ σώματος. Μήρυμα: Ἀπὸ τῆς ὑποστατικωτέρας ὑπάρξεως εἰς τὸ μεῖον καὶ ἔλαττον ἕλκεσθαι· οἱ δὲ, μόρημα, ἐπεὶ διὰ πόνου ἐργάζονται· μορεῖν γὰρ τὸ πονεῖν. Μήρινθος: Ἡ σχοῖνος· καὶ μηρίνθους, σχοινία, σπάρτα, δεσμούς· παρὰ τὸ μύρεσθαι καὶ καταρρεῖν ἐν τῷ μύρεσθαι αὐτοὺς, τουτέστι συνάγεσθαι· ἢ παρὰ τὸ μύρεσθαι καὶ ἕλκεσθαι ἐν τῷ γίνεσθαι. Μήρινθος: Ἡ σπάρτος· παρὰ τὸ μύρεσθαι καὶ καταρρεῖν ἐν τῷ κλώθεσθαι αὐτὴν, ἤτοι νήθεσθαι. Μηρυκισμός: Ἐκ τοῦ μηρυκίζω· τοῦτο ἐκ τοῦ μηρύκω· μηρύκειν γὰρ λέγεται τὸ ἐκ βάθους ἀρύεσθαι καὶ εἰς μικρὰ κόπτειν. Τοῦτο παρὰ τὸ μηρύω, τὸ ἀναλέγομαι· τοῦτο παρὰ τὸ μέρος μερύω καὶ μηρύω, τὸ εἰς μέρη κοπτόμενον. Μήτηρ: Παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες, πρὶν γένωνται μητέρες, φυλάττονται πρὸς τὸ μὴ λυμανθῆναι τὴν αὑτῶν παρθενίαν· ἡνίκα δὲ γένωνται μητέρες, οὐ τηροῦνται. Ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, ἡ ὑπὸ τῶν τέκνων ζητουμένη· ἢ ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσιν· ἢ ὅτι φυσικῶς αὐτὰ μαστεύει τὰ κυηθέντα ἡ μήτηρ. Ἢ ἐκ τοῦ ματῶ, μάτηρ καὶ μήτηρ, ὡς μάτις μῆτις, ἡ τῶν ἀδήλων ζητητική. Τὸ ΜΗ, η· ἐκ τοῦ μήσω μέλλοντος. Ζήτει εἰς τὸ ἀστήρ. Μήτρα: Παρὰ τὸ μήτηρ μήτερος μήτερα· καὶ συγκοπῇ μήτρα, ὅτι μήτηρ ἐστὶ τοῦ γεννωμένου. Ὡς πατὴρ πάτρα κατὰ μετάθεσιν τοῦ ρ, καὶ μήτηρ μήτρα. Μῆτις: Σύνεσις, τέχνη, βουλή· ὅθεν καὶ μητιώσασθαι, τὸ κατεργάσασθαι καὶ βουλεύσασθαι. Γίνεται παρὰ τὸ μήδω· ὁ μέλλων, μήσω· ῥηματικὸν ὄνομα, μῆσις· καὶ μεταθέσει τοῦ σ εἰς τ, μῆτις. Ἀπὸ τούτου γίνεται μητιόεις· καὶ, μητιόεντα φάρμακα, εὖ ἐπινενοημένα καὶ ἐνεργά. Ἐκ τοῦ μῆτις γίνεται μητίτης· καὶ πλεονασμῷ τοῦ ε, μητιέτης· ἡ αἰτιατικὴ, τὸν μητιέτην, καὶ μητίετα κατὰ μεταπλασμόν. Προπαροξύνεται· αἱ γὰρ κατὰ μεταπλασμὸν εἰς α αἰτιατικαὶ μὴ ἀπὸ ἡγουμένης γενικῆς ἢ δοτικῆς εἰς α μεταπλασθεῖσαι, ὡς τὸ ἱππότης ἱππότου ἱππότα· προμετεπλάσθη γάρ· «ὑπὲρ δύο συλλαβὰς,» διὰ τὸ λίτα· προπαροξύνονται· οἷον εὔτροχον, εὔτροχα· ἁλίτροχον, ἁλίτροχα. Ἡ κλητικὴ, μητίετα· καὶ ὤφειλεν εἶναι μητιέτα, ἀπὸ τῆς μητιέτης εὐθείας· κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὰ εἰς ΗΣ ἰσοσύλλαβα, εἰ τὸ τ ἔχει, εἰς α ποιοῦσι τὴν κλητικήν· ἀλλʼ ἔστι κανὼν, ὅτι πᾶσα πτῶσις συνεμπίπτουσα ἑτέρᾳ πτώσει, τὸν αὐτὸν τόνον ἀναδέχεται· τούτου χάριν καὶ ἡ κλητικὴ τὸν αὐτὸν τόνον ἐφύλαξε τῆς αἰτιατικῆς, καὶ ἡ εὐθεῖα πάλιν τῇ αἰτιατικῇ ὡμοφώνησε. Μηχανή: Παρὰ τὸ μήδω μήσω, μηχανή. Μῆχος: Μηχάνημα, τέχνασμα· ὄνομά ἐστιν οὐδέτερον. Καὶ λέγουσι τινὲς ὅτι ἐκ τοῦ μηχανὴ γίνεται μῆχος κατὰ παρασχηματισμὸν, ὡς ἡδονὴ, ἦδος. Μηρία: Τὰ μηριαῖα ὀστᾶ. Ἀπὸ τοῦ μηρὸς, ὑποκοριστικὸν, μηρίον. Ἐκ δὲ τοῦ μείρω, ἢ μερίζω, γίνεται μέρος καὶ μηρός· ἀπʼ αὐτοῦ γὰρ τοῦ τόπου μερίζεται τὸ σῶμα τοῦ ἀνθρώπου· μέχρι γὰρ αὐτοῦ ἕν ἐστι. Τὸ, αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη· Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνʼ Ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρχος δὲ οὕτω. Δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελέστερον εἰρημένου, Κατὰ πίονα μήριʼ ἔκηα. Τὸ δὲ τοιοῦτον πολὺ παρὰ τῷ ποιητῇ. Ἀπεφηνάμην δὲ ἐντελέστερον εἶναι τὸ μηρίον τοῦ μηρόν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγένετο· ἐπείτοι εὐθύνεται ὁ τόνος· τὰ γὰρ εἰς ΟΣ λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον τὸν αὐτὸν τόνον φυλάττει· ὁ ζυγὸς, τὸ ζυγόν· ὁ δίφρος, τὸ δίφρον· ὅθεν καὶ μηρὸς μηρὸν καὶ μῆρα. Εἰ δὲ μῆρα καὶ μηροὺς, μεταπλασμός ἐστι· καὶ ὤφειλεν εἶναι μηρὰ, ὀξυτόνως· τὰ γὰρ ἀπὸ ἀρσενικοῦ ἢ θηλυκοῦ εἰς οὐδέτερον γένος μεταπλασθέντα τοῦ αὐτοῦ σημαινομένου ὁμότονα καθεστήκασιν, ἐρετμοὶ, ἐρετμά· αἱ πυραὶ, τὰ πυρά· αἱ οἰκίαι, τὰ οἰκία. Τοῦτο δὲ οὐκ ἔστιν· ἔδειξε γὰρ ὁ τόνος τὸ πάθος. Ἔστι γὰρ τὰ μηρία· καὶ κατὰ συγκοπὴν, τὰ μῆρα· διαφέρει γὰρ τὸ ἀρσενικὸν τοῦ οὐδετέρου· ὅτι τὸ μὲν ἀρσενικὸν ὁ ποιητὴς τίθησι καὶ ἐπὶ τῶν ἁγιαζομένων, ὡς τὸ, Μηροὺς ἐξέταμον. Καὶ ἐπὶ τῶν ἀνθρωπείων, Μιάνθην αἵματι μηροί. Τὸ δὲ οὐδέτερον, ἐπὶ τῶν ἁγιαζομένων, ὡς τὸ, Αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη. Μὴ: Μὴ ἀπαγορευτικόν ἐστιν ἐπίρρημα· οἷον, Μὴ φάγῃς· Μὴ μοιχεύσῃς· ὅπερ καὶ ὑποτάσσει. Σημαίνει καὶ διστακτικόν· οἷον, Μὴ ἀπέθανεν ὁ δεῖνα; καὶ, Μὴ μάτην τρέχομεν. ὅπερ οὐχ ὑποτάσσει. Καὶ ὅταν κεῖται ἀντὶ τοῦ οὐ ἀπαγορεύσεως, οὐχ ὑποτάττει· τὸ δὲ οὐ μὴ, ὑποτάσσει. Σημαίνει δὲ πέντε· ἄρνησιν, ὡς τὸ, Μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶας. Ἀπαγόρευσιν, ὡς τὸ, Μή μοι οἶνον ἄειρε. Δισταγμὸν, ὡς τὸ, Μή μιν ἐγὼ μὲν ἵκωμαι ἰὼν, ὁ δέ μʼ οὐκ ἐλεήσει. Συλλογισμὸν, ὡς τὸ, Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι. Καὶ ἀντὶ τοῦ εἴθε, Μὴ δέ τι σοῖσι πόδεσσιν ὑπερβάλλεις. Συντάττεται δὲ μετὰ τριῶν ἐγκλίσεων· μετὰ προστακτικοῦ, ὡς τὸ, Μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν. Μετὰ εὐκτικοῦ, ὡς τὸ, Εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην. Καὶ μετὰ ὑποτακτικοῦ, ὡς τὸ, Μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους. Καὶ μετὰ ποίων προσώπων συντάττεται ἐν τοῖς προστακτικοῖς; Εἰς μὲν τὸν ἐνεστῶτα, μετὰ δευτέρου καὶ τρίτου· οἷον, Μὴ δὲ ἔα νῆας ἅλαδʼ ἑλκέμεν· καὶ μετὰ τρίτου, ὡς ὁ Παῦλος φησὶν, Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ μὴ κρινέτω· ἐπὶ δὲ τοῦ ἀορίστου πρώτου ἐνεργητικοῦ, παθητικοῦ καὶ μέσου, μετὰ τῶν τρίτων μόνον συντάττεται· οὐ γὰρ λέγεται Μὴ τύψον, ἢ Μὴ τύψαι, ἢ Μὴ τύπτου· εἰ δὲ τῇ ὁριστικῇ ἐγκλίσει συντάττεται, οὐ μετὰ τῆς ἰδίας δυνάμεως τάσσεται, ἀλλʼ ἀντὶ τῆς οὐ ἀποφάσεως, ὡς ἐν τῷ, Μὴ διʼ ἐμὴν ἰότητα· ἀντὶ τοῦ, οὐ διὰ τὴν ἐμὴν βούλησιν. Καὶ ἐν τῷ, Μὴ ὄφελες λίσσεσθαι, ἀντὶ τοῦ, οὐκ ὤφελες. Ἀπαρεμφάτῳ δὲ εἰ συντάσσεται ἡ μὴ ἀπαγόρευσις, οὐ ξένον· διότι παντὸς ῥήματος ἄρχει τὸ ἀπαρέμφατον. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι ἡνίκα μετὰ ἀπαρεμφάτου συντάσσεται, ἀντὶ προστακτικῆς ἐγκλίσεως κεῖται, ὡς ἐν τῷ, Μήτʼ αὐτὸν κτείνειν, τὸν Ἀγαμέμνονα ὁ Αἴγισθος μήτε μνάασθαι ἄκοιτιν· ἀντὶ τοῦ, μὴ ἔσο μνηστὴρ τῆς γυναικὸς αὐτοῦ. Καὶ ἐν τῇ Ἰλιάδι, Μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπενεῖκαι. Συνεχῶς γὰρ ὁ ποιητὴς τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν ἐχρήσατο, ὡς ἐν τῷ πειρᾶν, ἀντὶ τοῦ ἀπόπειραν ποιησάτω· καὶ ἀγορευέμεν, ἀντὶ τοῦ ἀγόρευσον. Μήποτε: Ἐπίρρημα δισταγμοῦ· ἓν μέρος λόγου· συντίθεται ἐκ τῆς μὴ ἀπαγορεύσεως, καὶ τοῦ ποτὲ ἐπιρρήματος. Μηλιαυθμός: Λυκόφρων, Καὶ μηλιαυθμὸν ἠδὲ χερσαίας πλάτης. Σημαίνει τὸν ἐν τοῖς προβάτοις κοιμήσεως τόπον, ἤγουν τὴν μάνδραν. Παρὰ τὸ μῆλα, τὰ πρόβατα, καὶ τὸ ἰαύω, τὸ κοιμῶμαι, γίνεται ἰαυθμὸς, ἡ κοίμησις· καὶ ἐν συνθέσει, μηλιαυθμός· ὡς κλαίω, κλαυθμός. Μήν: Ὡς παρὰ τὸ Κέφαλος γίνεται Κεφαλὴν, κῶλος κωλὴν, μέγιστος μεγιστὴν καὶ μεγιστὰν, οὕτως καὶ παρὰ τὸ μεῖος μειήν· καὶ κατὰ συγκοπὴν, μήν· ἀφʼ οὗ καὶ μήνη ἡ σελήνη. Μηριόνης: Ὁ διὰ τῶν μηρῶν τὴν ὄνησιν φέρων, καὶ ἑαυτῷ ἐμποιῶν· ταχὺς γάρ· καὶ Μόλος δὲ ὁ τούτου πατὴρ, ἀπὸ τοῦ μολίσκειν. Μηδαμινός: Ἀπὸ τοῦ μηδαμῶς ἐπιρρήματος, τοῦ ὄντος ἀπὸ τοῦ μηδαμὸς ὀνόματος, συγκειμένου ἀπὸ τοῦ μὴ ἀπαγορευτικοῦ καὶ τοῦ δαμὸς τοῦ ἰσοδυναμοῦντος τῷ τίς. Μήστωρ: Ἐπιστήμων· παρὰ τὸ μήδω μήσω, ὁ δυνάμενος μήσασθαι, ὅ ἐστι βουλεύσασθαι. Μεταίχμιον: Σημαίνει τὸ μεταξὺ δύο τινῶν πραγμάτων ὑπάρχον· κυρίως δὲ ὁ μεταξὺ δύο στρατῶν τόπος· ἀπὸ τῆς αἰχμῆς. Μεταμάζιον: Μεταξὺ τῶν μαζῶν. Ἓν ποιητέον, ὡς τὸ μετάφρενον καὶ ἐνώτιον· παρῆκται δὲ παρὰ τὸ μαζὸς καὶ τὴν μετὰ πρόθεσιν, ὡς παρὰ τὸ χθονὸς καὶ τὴν ἐπὶ, ἐπιχθόνιος· καὶ τὴν παρὰ καὶ ποταμὸς, παραποτάμιος. Γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων ἕν τι παράγωγον, ὡς τὸ Νεαπολίτης, καὶ ἄλλα μυρία. Μετανάστην: Μέτοικον, φυγάδα. Ἀπὸ τοῦ νάσσω, ὁ μέλλων, νάσω, νένασμαι, νάστης καὶ μετανάστης. Μεταδρομάδην: Ἐπιδραμών· ἢ ἐν τῷ τρέχειν ὁμοῦ. Μετάλλειον: Οὕτω μύρον ἐλέγετο ἀπό τινος Μετάλλου Σικελιώτου, εὑρόντος αὐτοῦ τὴν κατασκευήν· ὃ καὶ διὰ τοῦ γ γράφει Ἀριστοφάνης Τελμισεῦσιν. Ὦρος. Μεταπόντιος: Πόλις Ἰταλίας· ἀπὸ Μεταπόντου τινὸς βασιλεύσαντος ἐν αὐτῇ. Μέτερρα: Τοῦτο τὸ πάθος τῆς Αἰολικῆς ἐστὶ διαλέκτου· οἷον, Αἰτιάο τὰ μέτερρα. Ὁ γὰρ μέτριος μέτερρος παρʼ αὐτοῖς εἴρηται. Μιαρόν: Παρὰ τὸ μιαίνω, ἢ παρὰ τὸ μία, γίνεται παρώνυμον μιαρὸν, ὡς σκία σκιαρὸν, οἱονεὶ τὸ μεμονωμένον, ᾧ οὐκ ἄν τις ἐπὶ τῷ αὐτῷ συνέλθῃ διὰ τὸ μῦσος· τουτέστι τὸ φευκτόν. Μία: Ἐκ τοῦ εἷς, τὸ θηλυκὸν, μία· ὁ κανών. δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ... ζήτει εἰς τὸ εἷς. Μιαιφόνος: Μιαινόμενος φόνοις ἢ κατὰ τροπὴν Δωρικὴν τοῦ β εἰς μ, οἷον βιαιφόνος· ἢ κατὰ πλεονασμὸν τοῦ μ, οἷον ἰαινόμενος τῷ φόνῳ. Μίγδʼ ἄλλοις: Ἀναμεμιγμένος τοῖς ἄλλοις. Ἀπὸ τοῦ μίσγω ἢ μίγω μίγδα. Μιγέωσι: Ῥῆμα ὑποτακτικὸν παθητικὸν δευτέρου ἀορίστου. Εἰ γὰρ ἦν ἐνεστὼς, μακρὸν ὤφειλεν ἔχειν τὸ ι· ὧδε δέ ἐστι βραχὺ, οὗ χάριν ἐστὶ δεύτερος ἀόριστος. Ἔστι μίγω· τὸ ΜΙ, μακρὸν, εἶτα μίσγω, καὶ ἡ θέσει μακρὰ μετεβλήθη εἰς φύσει. Τὸ ΜΙ, ι· εἰ γὰρ ἐγράφετο διὰ διφθόγγου, ὤφειλεν εἶναι ὁ μέσος παρακείμενος μέμοιγα· ὁ δεύτερος ἀόριστος, ἔμιγον· βραχὺ τὸ ι· ὁ παθητικὸς, ἐμίγην· μιγεὶς μιγέντος· ἐὰν μιγῶ· μιγῶμεν, μιγῶσι· καὶ πλεονασμῷ τοῦ ε, Ἐπεί κε νομῷ μιγέωσι. Μίκκος: Σημαίνει τὸν μικρόν. Καλλίμαχος, Τοῖς μίκκοις μίκκα διδοῦσι θεοί· ἀπὸ τοῦ μικρὸς γίνεται. Τοῦτο παρὰ τὸ μεῖον, τὸ ἔλαττον, γίνεται κατὰ διάλυσιν, μέϊον· καὶ ἐκτάσει, μήϊον, μηικρός· καὶ συγκοπῇ τοῦ η, μικρός. Τὰ ἔχοντα προηγούμενον σύμφωνον, ἀποστρέφονται τὴν ΕΙ δίφθογγον· Ἴμβρος, ὄνομα πόλεως· Κίμβρος, ἔθνος· λιβρὸς, ἡ σκοτεινὴ νύξ· φιτρός· δίκρος, τὸ φουρκίον· ἴγκρος, ὁ ἐγκέφαλος· λίστρος, ὁ ξυστήρ. Μίλητος: Πόλις· ὅθεν καὶ Μιλήσιοι· ἀπὸ Μιλήτου υἱοῦ Ἀπόλλωνος καὶ Ἀρίας. Μιλίγματα δαιτός: Τὰ λείψανα· οἱ δὲ, τὸ σταῖς ᾧ κατέμασσον τὰς χεῖρας, καὶ τὸ λῖπος ἀπέψων· ὅπερ ἀπομαγδαλίαν οἱ Ἀττικοὶ καλοῦσιν. Ἴσως ἀπὸ τοῦ μελίζω μέλιγμα καὶ μίλιγμα· τὰ δὲ πραϋντικὰ, τὸ ΜΕΙ δίφθογγον. Μιμαλλόνες: Ἐκλήθησαν κυρίως αἱ γυναῖκες· πολεμικαὶ γάρ· παρὰ τὸ μιμεῖσθαι τοὺς ἄνδρας· ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν, ἥτις κεῖται ἐν τοῖς Καλλιμάχου. Μίμησις: Παρὰ τὸ μῖμος· ἢ μνήμησις τὶς οὖσα. Μίμαντος: Λέγεται πόλις καὶ χώρα ἐν Θράκῃ. Ἔοικε δὲ λέγεσθαι ἐκ τοῦ Μίμαντος. Μίμας γὰρ ὄρος ἐν Θράκῃ, ὡς παρὰ Ἀμμωνίῳ, Ἤδη δʼ ὑψιτενής τε Μίμας ὑπελείπετʼ ὀπίσσω, καὶ ... Πιμπληΐδος ἄκρης. Μίνθη: Ἥν τινες ἡδύοσμον καλοῦσιν. Ἔστι δὲ καλάμινθος ἄγριον ἡδύοσμον· ὅπερ λυπουμένη ἡ Δημήτηρ ἰδοῦσα, ἐμίσησε καὶ ἄκαρπον ἐποίησε. Μήποτʼ οὖν ἡμεῖς μίνθον κατὰ ἀντίφρασιν τὴν δυσωδίαν καλοῦμεν. Μίν: Ἀντωνυμία ἐστὶ τρίτου προσώπου πρωτότυπος· ἐγὼ, σὺ, ἴ. Τοῦτο γὰρ τὸ ἴ, ὡς τρίτον βραχυνόμενον πρόσωπον, ἐφελκύσατο τὸ ν· καὶ πλεονασμῷ τοῦ μ ἐγένετο μίν. Σημαίνει δὲ τρία γένη, ἀρσενικὸν, θηλυκὸν, καὶ οὐδέτερον, αὐτὸν, αὐτὴν, καὶ αὐτό. Μίνυνθα: Ἐπʼ ὀλίγον χρόνον. Παρὰ τὸ μινύθω, μίνυθα· καὶ πλεονασμῷ τοῦ ν, μίνυνθα. Καὶ παραγωγῇ γίνεται μινυνθάδιος, ὁ ὀλιγοχρόνιος. Μινυρίζειν: Σημαίνει τὸ ἡσυχῇ κλαίειν καὶ θρηνεῖν· ἢ ἀπὸ τοῦ μύρω ὃ σημαίνει τὸ κλαίω κατὰ ἀναδιπλασιασμὸν, μυμυρίζω· καὶ τροπῇ τοῦ υ εἰς τὸ ι, καὶ τοῦ μ εἰς τὸ ν, μινυρίζω. Ἣ παρὰ τὸ μύω, μυΐζω· καὶ κατὰ ἀναδιπλασιασμὸν, μυμυρίζω· καὶ τροπῇ. Μίνως: Τινὲς διὰ διφθόγγου· παρὰ τὸ μένω Μένως καὶ Μείνως· ἐπεὶ κατέμεινεν ἡ Εὐρώπη ἐν Κρήτῃ Ἀστερίωνι γαμηθεῖσα, ἐξ ἧς γέγονεν ὁ Μίνως. Ἡ δὲ παράδοσις ἔχει τὸ ι· ἐπειδὴ παρὰ τὸ μίμνω Μίμνως καὶ Μίνως. Ἢ παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, ἴνως καὶ Μίνως. Ὅθεν καὶ Μινώταυρος. Κλίνεται δὲ Ἀττικῶς Μίνω, ὥσπερ λεὼς λεώ· καὶ πλεονασμῷ τοῦ ο γίνεται Μίνωο. Οὐ γὰρ ἡ Μίνωος γενικὴ ἀποβολὴν τοῦ σ πεποίηται· οὐδέποτε γὰρ ἀποβάλλει τὸ σ. Μιξονίδης: Παρὰ τὸ μίσγω μίξω γίνεται μίξις, ὡς πράξω πρᾶξις· καὶ Μιξίας, ὡς σώσω, Σωσίας· καὶ λέξω, Λεξίας· καὶ Μίξων Μίξονος, Μιξονίδης. Μισγάγκεια: Παρὰ τὸ μίσγω καὶ τὸ ἄγκος γίνεται ἄγκεια καὶ μισγάγκεια. Ἔστι δὲ τόπος κοῖλος, εἰς ὃν καταφερόμενα τὰ ὕδατα ἐκ τῶν ὀρῶν μίσγονται. Ἐκ τοῦ δὲ κέω, τὸ κεῖμαι, ὃ γίνεται κατὰ συναλοιφὴν κῶ, γίνεται ὄνομα μονοσύλλαβον ΚΟΣ, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, πλεονασμῷ τοῦ γ, γίνεται ἄγκος, τὸ πάνυ κοῖλον καὶ βαθύ. Μιμαλλόνες: Αἱ βάκχαι καὶ βοηδρόμοι, ἤτοι αἱ μετὰ βοῆς καὶ ἐκπλήξεως, διὰ τὸ κάτοχοι εἶναι, προϊοῦσαι δρόμῳ· ἃς καλοῦσι καὶ γεγωνοκώμας ἔνιοι, τῷ γεγωνίσκειν, ἤγουν θορυβεῖν, τὰς κώμας. Μίτραι: Κυρίως οἱ ἀπὸ φασκίων καὶ ὠαρίων γινόμενοι στέφανοι· ἐν καταχρήσει δὲ πᾶς στέφανος μίτρα λέγεται, ὡς καὶ ἐνταῦθα. Οὕτως εὗρον εἰς τὸ σχόλιον τοῦ Πινδάρου, Ἐφαρμόστῳ Ὀπουντίῳ. Μῖσος: Παρὰ τὸ μὴ ἴσος εἶναι, ὡς ἀνάρσιος ὁ ἐχθρός· ἢ ἀπὸ τοῦ μύω μύσω, μύσος καὶ μῖσος, ὃ πάντες μύοντες ἐκφεύγομεν. Ἔστι δὲ τὸ ΜΙ μακρὸν, ἀπὸ παραδόσεως. Μισητός: Παρὰ τὸ μισῶ μισήσω, μισητὸς, ὡς λαλῶ λαλήσω, λαλητός. Μισητὴ δὲ, ἡ πόρνη, κατὰ ἀποβολὴν τοῦ γ, μισγητή τις οὖσα, παρὰ τὸ μίσγεσθαι. Μισθός: Κυρίως ὁ εἰς μῆνα κατατιθέμενος· καταχρηστικῶς καὶ ὁ ἐφʼ ἡμέραν· παρὰ τὸ πείθω πείσω, οἱονεὶ πισθός τις ὢν, ἐν ᾧ τις πείθεται, ὁ πείθων τινὰ ὑπηρετεῖν· ἢ παρὰ τὸ μῖσος ὠθεῖν. Μισθαρνία: Ἐκ τοῦ μισθὸς καὶ τοῦ ἀρνῶ, τὸ ἀντικαταλλάσσομαι, γίνεται μισθαρνία. Μίστυλλον: Εἰς μικρὰ διέκοψαν. Ἢ παρὰ τὸ μεῖον γέγονε μῖστος, καὶ μιστύλλω. Μίτρα: Λέγεται ὁ γυναικεῖος τῆς κεφαλῆς ἀνάδεσμος. Μίτρα, ζώνη ἡ διὰ τοῦ μίτου ὑφαινομένη. Ἐφορεῖτο δὲ ἐσωτέρα τῆς λαγόνος ἡ χαλκῆ λεπὶς, ἣν ζώννυνται περὶ τὸν κενεῶνα, χάριν πλείονος ἀσφαλείας. Ἔστι δὲ προγαστρίδιός τις ὅπλισις ἀλυσειδωτὴ, τῶν πρὸ τοῦ ἤτρου φυλακτική. Μνεία: Ἀπὸ τοῦ μένω μενία· καὶ καθʼ ὑπερβιβασμὸν, μνεΐα· καὶ συναιρέσει, μνεία. Μνήμη: Παρὰ τὸ μένω, μενήμη· καὶ συγκοπῇ, μνήμη· ὅθεν μνημοσύνη, ἡ ὑπόμνησις· καὶ μνῆμα, τὸ μνημόσυνον. Μνήμων: Ὁ προεστὼς καὶ ἐπιμέλειαν ποιούμενος φόρτου, ὃν ἡμεῖς ἐπίπλουν καλοῦμεν. Μοῖρα: Ὥσπερ ἀπὸ τοῦ σπείρω γίνεται σπορὰ, οὕτως καὶ ἀπὸ τοῦ μείρω μορὰ ὤφειλε λέγεσθαι· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ τάγματος, τῆς μορᾶς, ἐγένετο βαρύτονον μόρα· καὶ πλεονασμῷ τοῦ ι, μοῖρα· ἡ αὐτὴ εἱμαρμένη· παρὰ τὸ μεμερίσθαι ἑκάστῳ. Σημαίνει τὴν εὐτυχίαν, ὡς τὸ, Ὦ μάκαρ Ἀτρείδη μοιρηγενὲς ὀλβιόδαιμον. Τουτέστιν ἐν ἀγαθῇ μοίρᾳ γεγεννημένε. Σημαίνει καὶ τὸν θάνατον, ὡς τὸ, Μοῖραν δʼ οὔτινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν. Σημαίνει καὶ τὴν μερίδα, ὡς τὸ, Μοίρας δασσάμενοι δαίνυντο. Σημαίνει καὶ τὸ πρέπον, ὡς τὸ, κατὰ μοῖραν ἔειπες. Μοιχός: Ὁ πόρνος. Παρὰ τὸ εἴκω, τὸ πρέπω, ὁ παρακείμενος, εἶχα· ὁ μέσος, οἶκα, οἰκός· καὶ μετὰ τοῦ μὴ ἀπαγορευτικοῦ, μηοικός· καὶ τροπῇ, μοιχὸς, ὁ τὰ μὴ πρέποντα πράσσων. Ἢ ὁ ἔξω ὢν τοῦ οἴκου. Καὶ μοιχαγρία, τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι μοιχὸν ἀποτινόμενα, καὶ οἱονεὶ ἡ τοῦ μοιχοῦ μοῖρα ἀγρευομένη. Μοῦσα: Τινὲς φασὶ μύουσαν εἶναι αὐτήν· ἡ γὰρ μουσικὴ οὐδὲν διαφέρει μυστηρίων. Ὡς δὲ ἄλλοι, μῶσά τις ἐστί· μῶ γὰρ καὶ μῶμαι, τὸ ζητῶ· Ἐπίχαρμος ὁ κωμικὸς, Πύρραν γε μῶ καὶ Δευκαλίωνα. Καὶ τὴν τοῦ Ἑρμοῦ ὅ ἐστι τὴν τοῦ λόγου μητέρα, Μαῖαν λέγει, παρὰ τὴν ζήτησιν καὶ εὕρεσιν τῶν μαθημάτων· καὶ μαίω, τὸ ζητῶ· ὅθεν καὶ μαῖα καὶ μοῦσα. Ἐτυμώτερον δὲ οἱ Δωριεῖς λέγουσι, Μῶσʼ ἄγε μῶσα λίγεια. Μουνυχία: Τόπος τοῦ Πειραιῶς, ἀπὸ Μουνυχίας Ἀρτέμιδος· ἢ ἀπὸ Μουνύχου τοῦ Παντακλέους. Μόγος: Ταλαιπωρία, κάματος· παρὰ τὸ μέγας· ἐν γὰρ τοῖς μεγάλοις πράγμασι κοπιῶμεν. Ἢ παρὰ τὸ οἰμωγή· ἢ παρὰ τὸ μὴ ἐᾶν τὴν ψυχὴν γάννυσθαι, ὅ ἐστι χαίρειν. Μόγος γὰρ λέγεται ἡ κακοπάθεια. Μόθος: Ὁ πόλεμος, ἡ μάχη· παρὰ τὸν μολυσμὸν τῶν φόνων· ἢ παρὰ τὸ ὁμοῦ θεῖν τοὺς μαχομένους καὶ εἰς ταὐτὸ συντρέχειν. Μοθωνία: Ἀλαζονεία τὶς τοῦ σώματος κινητική· ὅθεν καὶ μόθος καὶ μόθων, ὁ ταρακτικός. Μόλις: Ἔστιν ἐπίρρημα μεσότητος· παρὰ τὸ μέλλω. Οὕτως εὗρον· οὐκ εὖ δέ· οἶμαι δὲ ἀπὸ τοῦ μόγις, ὅπερ παρὰ τὸν μόγον γίνεται. Ἢ ἀπὸ τοῦ μολῶ. Μολοβρός: Ὁ γαστρίμαργος· ἢ ὁ προσαίτης, ὁ πτωχός· κατὰ συγκοπὴν, μολοβορός τις ὢν, παρὰ τὸ μολεῖν ἐπὶ τὴν βοράν. Μόλιβος καὶ Μόλυβδος: Εἰ μὲν τὸ ι ἐστὶν, τὸ δ οὐκ ἔστιν· οἷον, Καὶ μόλιβος ὥστε δίκτυον κατῆγε, Σοφοκλῆς. Ἐὰν δὲ τὸ υ, τὸ δ· Ἡ δὲ μολυβδαίνῃ ἰκέλη, Ἰλιάδος ωʹ, τουτέστι μολίβῃ ὁρμίᾳ. Μόλιβος δὲ ἐπίκειται τῷ ἀγκίστρῳ εἰς τὸ καθέλκειν αὐτὸ τῷ βάρει κάτω· παρὰ τὸ μολεῖν εἰς βάθος. μόθων μόθωνος. Οὕτω καλοῦσι Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον, ὃν οἱ Ἀθηναῖοι οἰκότριβα φασί. Μολύνω: Παρὰ τὸ ὀλύω ὀλύνω καὶ μολύνω καὶ μολυσμός· ἢ παρὰ τὸν μῶλον, ὃ σημαίνει τὴν συμβολὴν τοῦ πολέμου· κατὰ τροπὴν τοῦ ω εἰς ο. Μολπή: Σημαίνει δύο· ἐπὶ μὲν τοῦ ὕμνου, Μολπῇ θεὸν ἱλάσκοντο. Ἐπὶ δὲ τῆς παιδιᾶς, Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. Μόνος: Σημαίνει δύο· τὸ μοναδικὸν, ὡς ὅταν λέγωμεν, Ἕνα μόνον θεόν. Καὶ τὸ πρὸς ἀντιδιαστολὴν τῶν ὁμοζύγων λεγόμενον. οἷον, Ἀπελείφθη τὶς ἐν τῇ πόλει δόρυ μόνον ἔχων. καὶ, Ἀπελείφθη τὶς ἐν τῷ ἀρίστῳ ἄρτον μόνον ἔχων. Οὐχ ὅτι χεῖρας καὶ πόδας οὐκ εἶχεν, ἀλλʼ ὅτι τὰ ὁμόζυγα τούτων οὐκ εἶχεν, οἷον οἶνον, κρέας, καὶ τὰ λοιπὰ προσφάγια. Μονιός: Σημαίνει τὴν μεμονωμένην ἄρκτον· παρὰ τὸ μονία. Μοναχός: Παρὰ τὸ μόνῳ θεῷ προσεύχεσθαι· ἢ παρὰ τὸ μόνος ἄχη ἔχειν, ἤγουν λύπας. Ζήτει εἰς τὰς Διαφοράς. Μόρα: Τάγμα ἐστὶ στρατιωτικὸν παρὰ Λακεδαιμονίοις οὕτω λεγόμενον· καὶ εἴρηται παρὰ τὸ μείρω μορὰ, ἐπὶ μέρους ὄχλων, ὡς φθείρω φθορά. Ἔστι δὲ ἡ μόρα τάξις ἐξ ἀνδρῶν πεντακοσίων ἢ ἑπτακοσίων, ἢ τριάκοντα. Μόριον: Ἐπὶ τοῦ αἰδοίου, κατʼ ἐξοχὴν τῶν ἄλλων μορίων τοῦ σώματος· ἐπειδὴ γενέσεως ἐστὶν ὄργανον. Οἱ μὲν παρὰ τὸ μείρω· ἐγὼ δέ φημι, ἀπὸ τοῦ μὴ ὁρᾶσθαι, παρὰ τὴν αἰδῶ, ἀλλʼ ἐν κρυφῇ ταῦτα κατέχειν. Μορίαν: Οἱ μὲν πᾶσαν ἐλαίαν οὕτω καλοῦσιν· οἱ δὲ, τὰς ἱερὰς τῷ θεῷ, ὅτι δημοσίαν μοῖραν ἐκ τῶν καρπῶν ἐλάμβανον· Ζήνων δὲ ὁ Μύνδιος, ὅτι τὸ βρύον τῶν ἐλαιῶν ἐκάλουν μόρον· ἔνθεν αἱ ἀνθοῦσαι ἐλαῖαι μορίαι ἐλέγοντο. Τινὲς δέ φασι διὰ τὸν ἐπὶ Ἁλιροθίου μῦθον, ὃν Ἄρης ἀνεῖλε πελέκει βιασάμενον τὴν θυγατέρα αὐτοῦ Ἀλκίππην. Ἀπὸ οὖν τοῦ περὶ αὐτὸν μόρου, ὅτι ἀνῃρέθη κόπτων τὰς ἐλαίας, μορία ἐκλήθη. Σέλευκος, μορίαι, τῆς Ἀθηνᾶς ἱεραὶ ἐλαῖαι. Μορμολυκεῖον: Προπερισπᾶται. Ἔστι προσωπεῖον ἐπίφοβον. Ἀριστοφάνης Γήρᾳ. Δηλοῖ δὲ καὶ φόβητρον ἁπλῶς, ἐν Θεσμοφοριαζούσαις. Ἔστι δὲ πεποιημένη ἡ φωνή. Ἢ τὰ τῶν τραγῳδῶν προσωπεῖα λέγονται. Αἴνιγμα, παρὰ τὴν Μορμώ· ἔστι δὲ ὄνομα γυναικός· μεταφορικῶς ἐκ ταύτης τὰ πρὸς κατάπληξιν τυπωθέντα προσωπεῖα ἐκάλουν μορμολυκεῖα. Μορμύροντα: Ἰλιάδος εʹ. Πλημμυροῦντα. Ὀνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου· καὶ μόρμυρος. ὄνομα ἰχθύος· ἀπὸ τοῦ μορμύρω. Μόρος: Ὁ θάνατος. Ὥσπερ παρὰ τὸ σπείρω γίνεται σπόρος, οὕτως καὶ παρὰ τὸ μείρω μόρος, ὁ μεμερισμένος τοῖς πᾶσιν. Ἐκ τοῦ δὲ μόρος γίνεται μόριμον· καὶ πλεονασμῷ τοῦ σ, μόρσιμον, τὸ πεπρωμένον ἢ τὸ εἱμαρμένον. Παρὰ τὴν μοῖραν μοίριμον· συγκοπῇ, καὶ πλεονασμῷ τοῦ σ. Μορόεντα: Τὰ μετὰ πολλοῦ μόχθου καὶ κακοπαθείας γεγενημένα· μόρος γὰρ ἡ κακοπάθεια· ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθεῖν. Μορφή: Παρὰ τὸ μείρω, τὸ μερίζω, μορή· καὶ πλεονασμῷ τοῦ φ, μορφή. Μόρφνον: Μόρφνον θηρητῆρα, Ὅμηρος, ἐπὶ τοῦ ἀετοῦ, Ἰλιάδος ωʹ· παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, γίνεται μάρπνος· καὶ τροπῇ τοῦ α εἰς ο, καὶ τοῦ π εἰς φ, μόρφνος, ὁ καταλαμβάνων· ἐξ οὗ σημαίνεται ὁ ταχὺς καὶ δυνατὸς καταλαμβάνειν. Ἢ παρὰ τὴν ὄρφνην, πλεονασμῷ τοῦ μ, ἵνα σημαίνηται ὁ μέλας. Οἱ δὲ, παρὰ τὸ μέρος ἢ μόρος, καὶ τὸ φόνος, μοροφόνος, οἱονεὶ ὁ διὰ μόρου φόνον ἐπιφέρων ταῖς ὄρνισιν, ὁ μεμορημένος καὶ πεπονημένος περὶ τοὺς φόνους· καὶ συγκοπῇ τῶν δύο ΟΟ, μόρφνος, ὁ φόνιος. Βαρύνεται· τὰ γὰρ εἰς ΟΣ λήγοντα δισύλλαβα μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέλους τὴν ΟΡ συλλαβὴν, πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς ΜΟΣ ληγόντων· οἷον, ὄρθος, τὸ μονογενές· φόρτος, πτόρθος, καὶ μόρφνος. Πρόσκειται, «τὰ εἰς ΜΟΣ,» διὰ τὸ κορμὸς, φορμός. Τὸ μέντοι περκνὸς ὀξύνεται, ὡς τὸ πυκνός· ὃν καὶ περκνὸν καλέουσιν. Τὸν αὐτὸν τὸν προειρημένον μέλανα· ἀφʼ οὗ καὶ τὸν μελαινόμενον καρπὸν περκάζειν λέγουσι. Μόσυν: Παρὰ τὸ μῶ, τὸ συντιθῶ· σημαίνει δὲ τὴν ξυλίνην οἰκίαν. Ἢ παρὰ τὸ μάσσω, τὸ μαλάσσω· σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον. Μόσχος: Ὁ ἀρωματικὸς, παρὰ τὸ ἐκ μέσου χεῖσθαι· ἢ ἀπὸ τοῦ μῶ, τὸ ζητῶ, ὁ τοῖς πᾶσι ζητούμενος· ἢ ἀπὸ τοῦ ὄζω γίνεται ὄσχος, καὶ πλεονασμῷ τοῦ μ· ἢ κατὰ στέρησιν τῆς δυσωδίας, ἀπὸ τοῦ ὄζω ὄσχος, καὶ μόσχος· δύο γὰρ σημαίνει τὸ ὄζω. Καὶ μόσχος τὸ μοσχάριον, παρὰ τὸ ἐν τῷ κράζειν αὐτὸν λέγειν μῶ· ἢ παρὰ τὸ ὀσμᾶσθαι τῇ μητρί· ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, καὶ τὴν σχέσιν ἣν ἔχουσι πρὸς τὰς μητέρας. Μόσχοισι λύγοισιν: Σημαίνει ἱμαντῶδες φυτόν· ἡ μεταφορὰ ἀπὸ τῶν ἁπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη. Λύγος δέ ἐστιν ἱμαντῶδες φυτὸν, καὶ ἁπαλὸν, ὃ καὶ οἶσον καλοῦσιν· ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. Καὶ μοσχεύεται, τρέφεται. Κυρίως τὰ μοσχεῖα, ἢ τῶν λεπτῶν λαχάνων φυτεῖα, ἢ φυτῶν. Τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος, ἀφανιστικός ἐστιν ἀφροδισίων. Καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνῃ ὑποτιθέασιν, ὡς φυσικήν τινα δύναμιν ἐχούσας πρὸς ἁγνείαν. Μοτόν: Τὸ εἰς ἀναπλήρωσιν σαρκὸς τιθέμενον· ἔνθεν καὶ ὁμολύτειον, οἷον πεπληρωμένον σαρκός. Παρὰ τὸ βῶ, βιβῶ βίβημι, βήσω, βέβηκα, βέβαμαι, βατός· καὶ τροπῇ τοῦ β εἰς μ, καὶ τοῦ α εἰς ο, μοτός. μοτῶ μοτώσω καὶ μότωσις, καὶ μοτάριον. Μοχθηρία: Λέγεται ἡ κακία· ἀπὸ τοῦ μοχθηρὸς, ὃ σημαίνει τὸν κακόν. Τοῦτο ἐκ τοῦ μόχθος· τοῦτο παρὰ τὸ ἄχθος, πλεονασμῷ τοῦ μ, καὶ τροπῇ τοῦ α εἰς ο. Ἢ παρὰ τὸ μόγος, ὃ σημαίνει τὸν κόπον, πλεονασμῷ τοῦ θ, καὶ τροπῇ τοῦ γ εἰς χ. μοχθηρὸς οὖν κυρίως, ὁ περὶ μόχθον ἀναστρεφόμενος· καὶ πονηρὸς, ὁ περὶ πόνον. Ἀπὸ δὲ τοῦ σώματος ἐπὶ τὴν διάνοιαν μετενήνεκται, ὁ τῇ διαθέσει κακός. Μοχλός: Παρὰ τὸ ὁμοῦ ἔχειν τὴν κλεῖν, ὃς ἅμα αὐτῷ τὴν κλεῖν ἔχει. Ἢ παρὰ τὸ μολῶ, πλεονασμῷ τοῦ χ. Ἢ παρὰ τὸ ἔχω, τὸ συνέχω, ὄχος· ἐπεὶ καὶ Ὅμηρος ὀχῆα λέγει τὸν μοχλόν. Ἢ παρὰ τὸ ὀχλεῖν καὶ ὀχλίζειν παρʼ Ὁμήρῳ καὶ ἄλλοις τῶν παλαιῶν, τὸ μετὰ βίας κινεῖν. Σημαίνει καὶ τὸ ὀχλῶ ῥῆμα· τὸ ΜΑ προσῆλθεν, ἐπίτασιν δηλοῦν, μάοχλος, καὶ μοχλός. Φιλόξενος δὲ φησὶν, ὅτι οὐ κατὰ τὴν νῦν χρῆσιν εἴρηται ὁ μοχλὸς παρʼ Ὁμήρῳ, ἀλλʼ ἐπιβλὴς καὶ ὀχεὺς εἴρηται παρʼ αὐτῷ. Μοχλὸν γὰρ λέγουσιν οὐ τὸν συνέχοντα τὰς θύρας, φησὶν, ἀλλὰ μοχλὸν λέγουσιν, ἡνίκα ἂν δέῃ μοχλεῦσαί τι καὶ σαλεῦσαι. Οὕτως οἶδε τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ὁ ποιητής· ὅτι παρὰ τὸ ὀχλῶ, τὸ κινῶ καὶ μοχλεύω. Τοιγαροῦν ἐπὶ τοῦ Κύκλωπος φησὶν, ἐμοὶ σὺν μοχλὸν ἀείρας τρίψαι ἐν ὀφθαλμῷ· καὶ, Οἱ μὲν, μοχλὸν ἑλόντες, ἐμόχλευον. Στήλας τε προβλῆτας ἐμόχλευον· καὶ, Μοχλοῖσιν ἄρα τήνγε κατείρυσαν εἰς ἅλα δῖαν. Ἐκ τοῦ ὄπισθεν τὴν σχεδίαν μοχλοῖς ἐρείδων, ἐκίνει εἰς τοὔμπροσθεν. Οἱ δὲ μετὰ τὸν ποιητὴν ὡς ἡ συνήθεια ἐχρήσαντο τῷ ὀνόματι. Εἰς τὸ ὀχλίζω. Μῶλος: Ἡ πολυχρόνιος μάχη· κυρίως παρὰ τὸ μὴ λύεσθαι ταχέως· ἢ ὅτι ὁμοῦ ὀλλύει, τουτέστιν ὀλοθρεύει· ἢ παρὰ τὸ μωλεῖν· καὶ μῶλον ἄρηος, τὸν ἐν τῷ πολέμῳ μολυσμὸν καὶ τὴν μάχην· ἢ μώλωπα, τραῦμα· ἀπὸ τοῦ μόλις δύνασθαι ἐκφυγεῖν. Ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτόν. Καὶ μωλεῖν, τὸ μάχεσθαι· μολεῖν δὲ σημαίνει τὸ παραγίνεσθαι, διὰ τοῦ ο μικροῦ. Μῶλυ: Εἶδος βοτάνης, ὅπερ δέδωκεν Ὀδυσσεὺς τοῖς ἑταίροις αὐτοῦ, καὶ ἀπεκατέστησεν αὐτοὺς ἀνθρώπους ἀπὸ τῆς ἀλλοιώσεως τῆς Κίρκης· παρὰ τὸ μωλύειν τουτέστι πραΰνειν καὶ καταστέλλειν τὰς φθοροποιοὺς ἐννοίας. Μωλύνειν δέ ἐστι τὸ ἀμβλῦναι καὶ κωλῦσαι· ἀπὸ τοῦ μὴ ὀλλύειν, ἢ ἀπὸ τοῦ κωλύειν. Ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ. Ἀντιφάρμακον γὰρ δέδοται. Μωλύτερον: Τὸ ἀμβλύτερον καὶ ἀσθενέστερον καὶ ἄνθος οὐκ ἔχον. Μώλωψ: Ἔστιν ὄλλω, καὶ σημαίνει τὸ συστρέφω καὶ φθείρω· ὁ μέλλων, ὀλῶ· ὁ παρακείμενος, ὦλκα· ὁ παθητικὸς, ὦλμαι· ἐξ αὐτοῦ ὦλμος· καὶ ἐν ὑπερβιβασμῷ, μῶλος, ἡ συστροφή· ἐξ οὗ μώλωψ, ἤγουν ἡ ἐκ πολέμου γινομένη πληγή. Ἢ παρὰ τὸ βοῦς βοὸς καὶ λέπω, τὸ λεπίζω, βώλωψ καὶ μώλωψ. Δημήτριος ὁ πύκτης ἐν τῷ περὶ Διαλέκτων βώλωψ ἐτυμολογεῖ ἀπὸ τοῦ βοὸς λέπους, ὅ ἐστι δέρματος, οὗ οἱ ἱμάντες σκευάζονται. Μήποτε οὖν ὁ ἔλλος, ὁ νεβρὸς, καὶ οἱ ἔλλοπες ἰχθύες, οὐκ ἀπὸ τοῦ τὴν ὄπα μὴ ἔχειν, ἀλλʼ ἀπὸ τοῦ τοὺς μὲν ἐλλιπεῖς εἶναι, τοὺς δὲ ἐλλόπους· λεπὶς γὰρ καὶ λέπος καὶ λόπος τὸ περικείμενον τῇ σαρκὶ δέρμα καλεῖται. Λῶπος μὲν γὰρ, τὸ ἱμάτιον, κατὰ μεταφοράν· λόπος δὲ καὶ λέπυρον καὶ λεπὶς κυρίως ὡς καὶ τὴν φολίδα, τοῦ φωλεύειν ἐν αὐτῇ. Κυρίως γὰρ μώλωπες λέγονται, αἱ ἐκ τῶν βοείων λώρων πληγαί. Μωκός: Χλευαστὴς, μωρὸς, σκώπτης· ἐξ οὗ καὶ μωκωμένης, ἤγουν χλευαζομένης. Μώνυχας ἵππους: Ἀπὸ τοῦ μόνος καὶ τοῦ ὄνυξ ὄνυχος γίνεται μονόνυχας· καὶ ἀποβολῇ τοῦ ν καὶ κράσει, μώνυχας. Μωρός: Παρὰ τὸ ὧρα, ὃ σημαίνει τὴν φροντίδα, μετὰ τῆς μὴ ἀπαγορεύσεως, καὶ συγκοπῇ, οἱονεὶ ὁ μηδὲν φροντίζων· ἢ παρὰ τὸ μὴ ὁρᾶν τὸ συμφέρον. Μῶμος: Παρὰ τὸ μῶ· οὗ ὁ μέλλων, μώσω· δηλοῖ καὶ τὸ ζητῶ. Μῶμος οὖν, ὁ ἀεὶ ἐπιζητῶν, καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλʼ ἐνδεῖν τοῦ κρείττονος, ἀεὶ πᾶν ὁτιοῦν λέγων καὶ διασύρων. Μυδᾶν: Ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· σημαίνει τὸ ὄζειν, καὶ τὸ οἰδαίνειν, ἤγουν τὸ φυσᾶσθαι καὶ ὀγκοῦσθαι. Οἰδαίνουσι τοίνυν οἱ τάφοι κατὰ τὸ ἔνδον. Γίνεται οὖν παρὰ τὸ μύω. Ἢ ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὸ ὑγρόν· κυρίως γὰρ τὸ ὄζω καὶ σήπω σημαίνει· καὶ μυδῶντα σημαίνει τὸν ὄζοντα· παρὰ τὸ μύειν τοὺς μυκτῆρας, ἤγουν κλείειν. Ἐξ αὐτοῦ μυδῶ μυδᾷς· καὶ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη. Ἀντὶ τοῦ διϋγραινομένη. Ἀπὸ τοῦ ὕδωρ ὑδῶ ὑδώσω· καὶ πλεονασμῷ τοῦ μ, μυδῶ· καὶ ΜΥΔΑλέον, τὸ σεσηπὸς καὶ ὄζον, καὶ, ἐέρσας μυδαλέας, Ἰλιάδος λʹ, ἀντὶ τοῦ διαβρόχους, διΰγρους· καὶ ἐμύδαινε, τὸ ἔβρεχε. Μύδρος: Ὁ πεπυρακτωμένος σίδηρος. Εἴρηται παρὰ τὸ μύρεσθαι καὶ διαρρεῖν. Λέγεται δὲ καὶ ὁ χρυσὸς παρὰ Λυκόφρονι, Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον. Μυελός: Παρὰ τὸ ἐν τῷ μυχῷ εἰλεῖσθαι, μυχελός τις ὤν. Ἢ παρὰ τὸ μύω, τὸ σφαλίζω, ὁ ἐσφαλισμένος ὑπὸ τοῦ ὀστέου· ὅθεν καὶ μυαλῶ. Μύζεις: Τί μύζεις; Ἀριστοφάνης. Παρὰ τὸ μύω, μύζω, ὡς τρύω, τρύζω. Σημαίνει δὲ τὸ θηλάζω. Μύησις: Τὸ μυστήριον· παρὰ τὸ μεμυηκέναι ἀπὸ τοῦ μυῶ, τὸ μανθάνω· ἀφʼ οὗ καὶ τὸ, Μυεῖται πνεύματος γνῶσιν. Μῦθος: Σημαίνει δύο· τόν τε σκοτεινὸν λόγον, παρὰ τὸ μύω, τὸ καμμύω, τόν τε ἁπλῶς λόγον, παρὰ τὸ μυῶ μυήσω, τὸ διδάσκω, μύηθος καὶ μῦθος. Κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλεν. μῦθος σημαίνει καὶ τὴν στάσιν. Ἅπαξ εἴρηται παρʼ Ὁμήρῳ, οὐδέ τινʼ ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε. Ὅθεν καὶ Ἀνακρέων ἐν τῷ δευτέρῳ τῶν μελῶν μυθίτας, τοὺς στασιαστὰς, ἐπὶ τῶν ἁλιέων λέγει. Μυῖα: Ἐκ τοῦ μυιών· σημαίνει δὲ τὸ παχὺ καὶ σαρκῶδες τῶν ὀπισθίων. τὸ συνεσφιγμένον ὑπὸ τῶν νεύρων μέρος, ὀρεξάμενος πρύμνον σκέλος, ἔνθα πάχιστος μυιὼν ἀνθρώπου πέλεται. Γίνεται παρὰ τὸ μύω, τὸ συσφίγγω, ὁ συνεσφιγμένος τόπος. Μυιὼν οὖν, ἡ λεγομένη γαστροκνημία, Ἰλιάδος πʹ, ἥτις συνέστηκεν ἐκ πολλῶν νεύρων καὶ συνεστραμμένων σαρκῶν. Ἐξ αὐτοῦ γίνεται μυῖα, ἡ σαρκώδης οὖσα καὶ παχεῖα. Μυκάλη: Παρὰ τὸ ἐκεῖ μυκᾶσθαι τὰς Γοργόνας διωκούσας τὸν Περσέα. Μυκαλησός: Ἡ πόλις· ὅτι ἐκεῖσε ἐμυκήσατο ἡ βοῦς ἡ προηγησαμένη τοῦ Κάδμου εἰς τὴν κτίσιν τῶν Θηβῶν κατὰ χρησμὸν Ἀπόλλωνος. Μύκης: Μύκης ἐστὶν ἡ λαβὴ τοῦ ξίφους· νῦν τὸ ξίφος. Καὶ ἀπὸ τοῦ μύκητος τοῦ ξίφους τοῦ Περσέως ἐκεῖ ὄντος ἐκλήθη ἡ πόλις Μυκήνη. Μύη δὲ, τὸ κατακλεῖον τὴν θήκην τοῦ ξίφους, τὸ κατὰ τὴν λαβίδα ὅπερ κρατεῖται· παρὰ τὸ μύω, τὸ κατακλείω. Νίκανδρος ἐν Ἀλεξιφαρμάκοις, Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης. Σημαίνει δὲ τὰ καρβώνια, ἤγουν τοὺς σπινθῆρας ἀπὸ τῶν λύχνων ἀναπεμπομένους ἐν χειμῶνι· ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν, Ἄρατος. Μύκον: Ἀμφὶ δὲ πύλαι μύκον οὐρανοῦ, Ἰλιάδος εʹ, ἀντὶ τοῦ ἤχησαν, ἠνεῴχθησαν. Ὀνοματοπεποίηται ὁ τρόπος, ἀπὸ τοῦ παρακολουθοῦντος. Μυκῶ. Μύκλος: Καλεῖται ἡ ἐν τῷ τραχήλῳ τῶν ὄνων ὑποδίπλωσις. Μύκλους οὖν εἶπεν ἐνταῦθα τοὺς μνηστῆρας, διὰ τὸ ἀδηφάγον καὶ κατωφερές· ὡς καὶ Καλλίμαχος, Ἔστιν μοι μάγνης ἐννεάμυκλος ὄνος. Οἱ δὲ μύκλους φασὶ τὰς κατωφερεῖς γυναῖκας. Εἴρηται δὲ ἀπὸ ἑνὸς Μύκλου αὐλητοῦ κωμῳδηθέντος ἐπὶ μαχλότητι. Λυκόφρων, Μύκλοις γυναικόκλωψιν· ἡ δὲ βασσάρα. Μυκτήρ: Παρὰ τὸ μύξω μυκτήρ· ἢ ἀπὸ τοῦ τὴν μύξαν διʼ αὐτῶν ἐξιέναι· ἢ ἀπὸ τοῦ μύξας τινὰς ἐφʼ ἑαυτοῦ ἔχειν, τουτέστι πόρους· ἢ ἀπὸ τοῦ ἡγεμονικοῦ τεταγμένος τῆς αἰσθήσεως· ὅθεν καὶ μυκτηρίζειν λέγομεν τοὺς ἐν τῷ διαπαίζειν τινὰς τοῦτό πως τὸ μέρος ἐπισπῶντας. Μύξα: Παρὰ τὸ ἀπὸ τοῦ μυκτῆρος ἐκκρίνεσθαι. Μύλη: Μύλαι τινὲς τῶν ὀδόντων οὕτως λέγονται διὰ τὸ ἐπʼ αὐτῶν λεαίνεσθαι ἤτοι τρίβεσθαι τὴν τροφήν· ἢ παρὰ τὸ μειοῦν λίαν· ἢ παρὰ τὸ εἱλῶ. Ἐπὶ τῆς ἐπιγονατίδος, ἀπὸ τῆς ἔξω πρὸς τὴν μηχανὴν ἐμφερείας, διὰ τὸ εἶναι ἄνω τοῦ ἄρθρου τὸ κοῖλον, ὡς καὶ τῆς μύλης τὸ ὕπερθεν, καὶ τὰ ἐμβαλλόμενα πρὸς τὸ ἀλεσθῆναι τὰ σπέρματα. Ἢ μύλη, ἡ μόλις κατεργαζομένη. Μυλήκορον: Κόρημα, τὸ σαροῦν λέγεται· ἔνθεν μυλήκορον. Μυλήφατος: Παρὰ τὸ ὑπὸ μύλης συντετρίφθαι. Μύλη: Παρὰ τὸ μεῖον καὶ τὸ ἀλοᾶν· οἷον εἰς λεπτὰ ἀλοᾶν. Μυλωθρός: Πλεονασμῷ τοῦ ρ· οἷον ὁ τὴν μύλην ὠθῶν, μυλωθός τις ὢν, λέγεται ὁ μυλῶνα κεκτημένος. Μυλιόωντες: Ἡσίοδος, τὰ χείλη κινοῦντες ἀπὸ τῆς ψύχρας, ἢ συνάγοντες· ἢ τὰς μύλας συγκρούοντες. Κράτης γράφει μαλκιόωντες. Ἔστι δὲ τὸ διὰ τὸ ψύχος μὴ ἔχειν εὐκινήτῳ δυνάμει χρήσασθαι. Μύνη: Πρόφασις· ἐπιμονῆς γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ μὴ εἰπεῖν τἀληθές· ὥστε ἀπὸ τοῦ μονὴ, μύνη, ὡς γονὴ, γυνή. Τὰς προφάσεις δὲ μύνας καλοῦσιν οἱ Αἰολεῖς· ἔνθεν ἴσως καὶ τὸ ἀπροφασίστως τινὶ βοηθεῖν ἀμύνειν λέγουσιν. Οὐδὲ μυνάμενος. Ἀντὶ τοῦ προφασισάμενος. Ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκεαι. Προφάσεσι, σκήψεσι· παρὰ τὸ μεμυκέναι τοῖς χείλεσι. Μύνδος: Μύνδος ἰχθῦς, Σοφοκλῆς, ὁ μὴ αὐδῶν· ὅθεν καὶ ἔλλοψ, ἀπὸ τοῦ ἐλλειπῆ τὴν ὄπα ἔχειν. Μύουρον: Τὸ ἐπὶ τελευτῆς ἀπολεπτυνόμενον. Μυρία: Τινὲς τὰ μὴ ὡρισμένα· οἱ δὲ, τὰ πολλά· οἱ δὲ, τὰς δέκα χιλιάδας· ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους ἐν τοῖς ψήφοις. Ἀντὶ τοῦ πολλὰ, ἀορίστως. Τὸ ΜΥ, βραχύ· ἐπὶ μὲν γὰρ τοῦ ἄλλου, τοῦ σημαίνοντος ὡρισμένον πλῆθος, ἐκτεταμένον ἐστίν· ἀπὸ γὰρ τοῦ ΜΥ γίνεται στοιχείου, τοῦ μακροῦ· τὸ δὲ σημαῖνον τὸ ἀόριστον πλῆθος συστέλλεται. Μύρια: Τὸ ΜΥ, ψιλόν· οὐδὲν στοιχείου ὄνομα εἰς δίφθογγον λήγει. Ἢ οὕτως· ὁ τεσσαράκοντα ἀριθμὸς ἐφʼ ἑαυτὸν πολυπλασιαζόμενος γίνεται χίλια ἑξακόσια· εἶτα τὸ χίλια ἑξακόσια ἐφʼ ἑαυτὰ ἑξαπλασιασθέντα γίνεται ἐννακισχίλια ἑξακόσια· εἶτα λείπει τὸ υ στοιχεῖον τὰ τετρακόσια· καὶ προστεθὲν γίνεται δέκα χιλιάδες, ὅ ἐστι μύρια. Παρὰ τὸ ΜΥ στοιχεῖον γίνεται μύριος· ἐξ οὗ μυριάς· κλίνεται μυριάδος. Τὸ ΑΣ βραχύ· τὰ εἰς ΑΣ ὀξύτονα θηλυκὰ συστέλλει τὸ α. Ὀξύνεται· τὰ εἰς ΑΣ ὀνόματα διὰ τοῦ ΔΟΣ κλινόμενα, βραχὺ ἔχοντα τὸ α, ὀξύνεται· οἷον, ἐθὰς, φυγάς. Μυρίννα: Δύο πόλεις ἦσαν τῆς Λήμνου, Μυρίννα καὶ Ἡφαιστία. Οὐχ, ὥς τινες φασὶ, παρὰ τὸ μύρεσθαι καὶ ῥεῖν, ἀλλʼ ἀπὸ Μυρίνης τῆς Θόαντος γυναικός. Μύρεσθαι: Τὸ κλαίειν· παρὰ τὸ ῥεῖν τὰ δάκρυα· ἀπὸ τοῦ μύρω, τὸ ῥέω. Μύρον: Τινὲς ἀπὸ τῆς Μύρρας, ἣ ἀπεδενδρώθη· ἢ μύρον ἀπὸ τοῦ ἐκπιέζεσθαι τὰ ἀρώματα καὶ ἀποστάζειν ἐκεῖνα. Μυροπόλος: Εἰ μὲν ὁ τὰ μύρα πωλῶν, τὸ ΠΩ μέγα· εἰ δὲ ὁ περὶ τὰ μύρα ἀναστρεφόμενος, μικρόν. Μύρσος: Μύρσον ἐς ὠτώεντα παλαιφαμένης τε ἄγνοιο. μύρσος πλεκτόν ἐστιν ἀγγεῖον ἐξ ἄγνου πλεκόμενον λύγων. Μύστις: Παρὰ τὸ μύστης· τοῦτο παρὰ τὸ μύω. Οὐ μόνον δὲ ἀπὸ βαρυτόνου γίνεται εἰς ι παρώνυμον, οἷον πλανήτης, πλανῆτις· ἀλλὰ καὶ ἀπὸ ὀξυτόνου, οἷον, ὑβριστὴς, ὕβριστις· αἰχμητὴς, αἴχμητις· βουλευτὴς, βούλευτις. Τῶνδε βούλευτις πόνων. Ἐν ταῖς Ξαντρίαις. Μύσταξ: Ἐν ᾧ οἱ μυκτῆρες στάζουσιν. Μῦς: Σημαίνει δʹ· τὸν θαλάσσιον, καὶ τὸν γηγενῆ, καὶ τὸ μέρος τοῦ σώματος, καὶ ὄνομα ἔθνους· ἐξ οὗ καὶ Μυσία ἡ πόλις. Μύστης: Παρὰ τὸ μύω, τὸ καμμύω· μύοντες γὰρ τὰς αἰσθήσεις, καὶ ἔξω τῶν σαρκικῶν φροντίδων γινόμενοι, οὕτω τὰς θείας ἀναλάμψεις ἐδέχοντο. Μυστηρία: Μυθήρια· μῦθος γὰρ ὁ λόγος. Βέλτιον οὖν, ἃ δεῖ μύσαντας τηρεῖν ἔνδον. Μύστρον: Ἀπὸ τοῦ μυστίλλεσθαι, τουτέστι μικρὰ ἐπαίρειν. Καὶ μύστλον: Τὸ κοίλῳ τῷ ἄρτῳ ἐσθίειν μυστιλᾶσθαι ἔλεγον· ὅθεν καὶ τὸ μύστλον. Ἐγὼ δὲ μύστλον τὸ κοῖλον, παρὰ τὸ ἐοικέναι θαλασσίῳ μυΐ. Καλεῖται δὲ μῦς ἐκεῖνο, ὅτι μύεται καὶ συγκλείεται ὅτε θέλει. Μύσαχθες: Παρὰ τὸ μύσος· τὸ δὲ μῦσος, παρὰ τὸ μύσω· τοῦτο, παρὰ τὸ μύω, τὸ καμμύω· ὃν γὰρ μισοῦμεν, τοῦτον καὶ ἀποστρεφόμεθα. Εἰς τὸ μύσταξ. Παρὰ τὸ μυσάττω, οὗ παθητικὸν μυσάττομαι. Μύω βαρύτονον, τὸ καμμύω· περισπώμενον δὲ, τὸ διδάσκω. Μυττωτόν: Τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντιθέμενον. Οἱ Ἀττικοὶ ὑπότριμμά τι μετὰ σκορόδου καὶ τυροῦ γινόμενον λέγουσι· ἔνιοι δὲ πλακοῦντα διὰ λαχάνων συντιθέμενον. Βέλτιον δὲ τὸ διὰ σκορόδων τρίμμα· ὡς εἶναι παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν, μυσωτὸν, καὶ μυττωτόν. Μυχοίτατος: Ἀντὶ τοῦ ἐσώτατος· ἀπὸ τοῦ μυχός. Ἀντίκειται δὲ, ὥς φησιν Ἀρίσταρχος, τῷ, Ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. Οὐ γὰρ ἐσωτάτη ἐστι τοῦ Ἄργους, ἀλλὰ προκάθηται αὐτοῦ. Δεῖ δὲ νοεῖν, ὅτι οὐ τῆς πόλεως λέγει, ἀλλὰ τῆς Πελοπονήσου. Μυχὸς δὲ σημαίνει τὸν ἐνδότατον τόπον, παρὰ τὸ νὺξ νυχὸς, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, μυχὸς, οἱονεὶ ὁ ἐνδότατος καὶ σκοτεινὸς τόπος. Μύδρος: Ὁ ἀργὸς σίδηρος. Τίθεται δὲ καὶ ἐπὶ ἀναισθήτου. Καλεῖται δὲ καὶ ὁ διάπυρος σίδηρος μύδρος. Ἔστι δὲ ἡ φωνὴ πεποιημένη ἐκ τοῦ μύζω, τὸ ἠχῶ, ῥήματος. Μύωψ: Ἔστι δὲ μυῖα τις ἐρεθίζουσα τοὺς βοῦς. Ὁ μύειν συνεχῶς τοὺς ὦπας ποιῶν· παρὰ τὸ μύω, τὸ καμμύω. Μῶν: Ἀπορηματικός ἐστι σύνδεσμος, ἀντὶ τοῦ ἆρα· συνετέθη δὲ ἀπὸ τοῦ μὴ ἀπαγορευτικοῦ καὶ τοῦ οὖν συνδέσμου· καὶ ἐγένετο μὴ οὖν, ἀποβολῇ τοῦ η, μοῦν· καὶ τροπῇ Δωρικῇ τῆς ΟΥ εἰς ω γίνεται μῶν· διὸ καὶ περισπᾶται. Μετόπωρον: Τὰς ὥρας τοῦ ἔτους ἀπὸ τῶν καρπῶν ὀνομάζουσι. Θέρος οὖν, ὅτε θερίζεται ὁ πυρός· ὀπῶραι, ὅτε τρυγᾶται ἡ ὀπώρα· τὸ δὲ μετὰ ταῦτα, μετόπωρον. Μέτασσαι: Ἡγοῦντο πάντες τοῦτο εἶναι μεσαίταται, αἱ μεταξύ· καὶ ἐν ὑπερθέσει, μέτασσαι· ὥστε εἶναι μεταξὺ τινάς. Δύναται δὲ καὶ οὕτως ἐπίσσας λέγεσθαι Ἰωνικῶς, παρʼ Ἑκαταίῳ. Ἔστιν ἔπισσαι, αἱ ἐπιγινόμεναι τοῖς προγόνοις. Ὡς ἐπὶ οὖν ἔπισσαι, οὕτω μετὰ, μέτασσαι. Μενοινή: Τὰ διὰ τοῦ ΟΙΝΗ ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ ν τὴν ΟΙ δίφθογγον, οὐκ ἔστι γνήσια. Ζήτει τέλειον τὸν κάνονα εἰς τοῦ Θεογνώτου τὴν Ὀρθογραφίαν. Γίνεται παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μενὴ, καὶ μενωνὴ, κατὰ ἀναδιπλασιασμὸν, ὡς καὶ παρὰ τὸ ἔδω ἐδὴ, καὶ ἐδωδὴ, ὄζω ὀδὴ ὀδώδη· καὶ τροπῇ τοῦ ω εἰς τὴν ΟΙ δίφθογγον, ὡς παρὰ τὸ ἀγκῶνος ἀγκώνη καὶ ἀγκοίνη. Καὶ μενοινῶ ῥῆμα, ὃ σημαίνει τὸ προθυμοῦμαι· ὅθεν μενοινάα, δευτέρον πρόσωπον Ἰωνικῶς, ἐνεστῶτος παθητικοῦ. Τὰ δὲ εἰς η λήγοντα θηλυκὰ τρισύλλαβα ἀπὸ ῥήματος γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ συλλαβῇ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω μεγάλῳ παραλήγεται. Ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων· οἷον, ἀγωγὴ, ὀδωδὴ, ἐδωδή· ὄπτω, ὀπωπή· ἔχω ὀχὴ, ὀκωχή· ἥκω ἀκὴ, ἀκωκή. Οὕτως οὖν καὶ μένω μενωνὴ ὤφειλεν εἶναι· ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι τὰ οὐδέτερα διπλασιάζοντα ἀπὸ φωνήεντος ἄρχεται, τὸ δὲ μενοινὴ μόνον ἀπὸ συμφώνου· καὶ ὡς διήλλαξε κατὰ τοῦτο πρὸς τὰ ἄλλα, παρήλλαξε καὶ κατὰ τὴν παραλήγουσαν. Οὕτως Ἡρωδιανὸς, ὡς λέγει Θεόγνωτος. Μύρμηξ: Παρὰ τὸ μερμερίζω, τὸ φροντίζω, μερμερίξω· καὶ συγκοπῇ, μέρμηξ· καὶ τροπῇ τοῦ ε εἰς υ, μύρμηξ, ἤγουν ὁ τοῦ χειμερινοῦ καιροῦ τὴν τροφὴν μεριμνῶν. Ἢ παρὰ τὸ μείρω. Οὗτος γὰρ, διὰ τὸ μὴ ἀναφύειν τὸν σῖτον, εἰς δύο μερίζων ἀποτίθησι. Καὶ τοὺς Μυρμιδόνας φασὶν ἀπὸ τῶν μυρμήκων γεγονέναι, ἐπινεύσαντος τοῦ Διὸς διὰ τὸ ὀλιγωθῆναι τοὺς ἀνθρώπους. Μωσῆς: Κλίσιν ἐπιδέχεται, Μωσῆς Μωσοῦ· Μωϋσῆς Μωϋσέος, ὡς εὐσεβὴς εὐσεβέος· καὶ Μωσεὺς Μωσέως, ὡς Πηλεὺς Πηλέως. Μωϋσῆς Μωϋσοῦ μᾶλλον ὁ Θεοχώρητος.