eul_wid: xie-aas
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Τ by Great Etymologicon

τ.ταῦ τὸ στοιχεῖον, ὅτι ἐντεταμένας ἔχει τοῦ χαρακτῆρος τοῦ στοιχείου τὰς ἐντυπώσεις· ἀπὸ γὰρ μακρᾶς τῆς ἄνω καὶ τοῦ ι τὸ γράμμα ἐστίν. Ἐντεῦθεν καὶ ταῶς, ὁ τεταμένα ἔχων τὰ πτερά. Τὸν δὲ Ἁλιροθίου πέλεκυν φησὶν μιμησάμενος, ἐνετυπώσατο τὸ γράμμα. Τάγηνον: Τοῦτο Ἰώνων τινὲς τήγανον λέγουσι. Ἡρωδιανὸς ἀπὸ τοῦ τήκω τήγανον, καὶ καθʼ ὑπέρθεσιν, οἷον, Ἐμοῦ δὲ ὥσπερ ἐπὶ ταγήνου ἔσιζεν ἡ καρδία, καὶ κατετήκοντο αἱ σάρκες, καὶ αὐτόματα ἐχώρει κατὰ τῶν γνάθων τὰ δάκρυα. Ταγηνίας: Πέμματα ἐστὶ τῶν ἀπὸ τηγάνων ἐκ στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀσταφίδος. Τάγυρι: Τὸ βραχύτατον καὶ ἐλάχιστον, οἷον ψιλὰ λέγουσιν. Εὔπολις Αἰξὶ, Μαθόντι μηδὲ τάγυρι μουσικῆς. Ταλαεργοί: Οἱ τλητικοὶ καὶ τλῆναι δυνάμενοι πρὸς πᾶν ἔργον. Ταλαίπωρος: Εἰς τὸ ἀταλαίπωρος. Τάλαντον: Χρύσεια πατὴρ ἐτίταινε τάλαντα. Σημαίνει δὲ τάλαντον τὸ ζυγὸν, παρὰ τὸ ταίνω ῥῆμα· ὅπερ γίνεται κατὰ ἀναδιπλασιασμὸν τιταίνω· καὶ ὡς φαίνω φαντὸς, οὕτως ταίνω ταντὸς, καὶ τὸ οὐδέτερον ταντόν· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, τάλαντον· καὶ συνθέσει, ἀτάλαντον, ἀντὶ τοῦ ὁμοιοτάλαντον. Ἢ παρὰ τὸ ταλαὸν, τὸ ὑπομονητικὸν τοῦ βάρους. Τάλαντον οὖν ἡ στάθμη· καὶ ΤΑΛΑΝτεύειν, τὸ σταθμίζειν καὶ ζυγοστατεῖν. Ἐν Τιμαίῳ, Τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως, σείεσθαι μὲν ὑπʼ ἐκείνων· κινουμένην δὲ αὖ πάλιν ἐκεῖνα σείειν. Μεταφορικῶς, ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγεῖν ταλαντᾶν λέγουσι· καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν. Πολλὰ εὗρον σημαίνειν τὴν λέξιν· ἢ παρὰ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθʼ ὃ σημαινόμενον Δημοσθένης φησὶ πεντήκοντα τάλαντα· ἢ σταθμοῦ τὶ ὄνομα, ὥσπερ Ἀριστοφάνης, Ἀλλʼ ἢ ταλάντῳ μουσικὴ κριθήσεται· καὶ τὸ Ὁμήρου, χρύσεια πατὴρ ἐτίταινε τάλαντα. Τρίτον σημαινόμενον, ἡ ῥοπή· τέταρτον, ἀριθμοῦ τὶ ὄνομα, ὡς καὶ πολυτάλαντος ὁ πλούσιος. Καὶ τὸ Ὁμήρου, Κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. Καὶ διτάλαντον δὲ καὶ τριτάλαντον, καὶ ἡμιτάλαντον λέγεται, ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτου ἡμιταλάντου, καὶ πέμπτον ἡμιτάλαντον. Ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ· καὶ τὸ ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τὶς τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον, ἂν μὲν ηʹ, ἑπτά· ἂν δὲ θʹ, ὀκτώ· συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. Φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν, ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. Καὶ ἄλλως· τὸ τάλαντον κατὰ τοὺς παλαιοὺς χρυσοῦς εἶχε τρεῖς· διὸ καὶ Φιλήμων ὁ κωμικὸς φησὶ, δύο εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων, ἀποίσεται· εἰς τὸ Λεξικὸν τῆς Ἰλιάδος, Ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. Τὰ νῦν ἑξακισχίλια λεγόμενα παρὰ Ἀθηναίοις. Διαφόρως δὲ νοεῖται· ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. Καὶ ὁ ποιητὴς δὲ δῆλον ἡμῖν τοῦτο ποιεῖ, ἐν τῷ ἐπιταφίῳ Πατρόκλου λέγων, τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα· εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων ἔστι, βραχύ τι τὸ τάλαντον τοῦ χρυσοῦ ἦν παρʼ αὐτοῖς, ὡς ὁ Δίφιλος ἐν ἀργύρῳ «βραχύ τι ἐστι τάλαντον» φησί. Τάλαντον δὲ, οὐ τάλαντα. Ταῦτα δέ ἐστι χρυσίου τάλαντον. Ταλαπείριος: Οἱ τραγικοὶ τὸν ταλαίπωρον λέγουσιν, ἢ ὁ τηλόθεν πεπειραμένος, οἱονεὶ ὁ πολλὴν πεῖραν ὑπομείνας, τουτέστι πολύπειρος· ἢ ὁ πολλὰ τετληκὼς, καὶ πολλῶν πεπειραμένος· Ἀντίμαχος· Πώρη ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος, ἀντὶ τοῦ πένθος· ἢ παρὰ τὸ τηλόθεν πεπερακέναι, ταλαπέριος· καὶ πλεονασμῷ τοῦ ι, ταλαπείριος. Τάλαρος: Καλαθίσκος, κόφινος· κυρίως δὲ ὁ εἰς τυρὸν ἐπιτήδειος. Εἴρηται δὲ ἀπὸ τοῦ τετάσθαι· ἢ ἀπὸ τοῦ τηρὸς ταρός· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, τάλαρος, ὁ εἰς τυρὸν ἐπιτήδειος. Ἡσίοδος, Ἐς ταλάρους ἐφόρευν· καὶ Ὅμηρος, Πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπὸν, Ἰλιάδος ςʹ. Τάλας: Σημαίνει τὸν ἄθλιον· παρὰ τὸ τάλλω, τὸ κακοπαθῶ, ἔνθεν Ἡσίοδος φησὶν, Ἐτρέφετʼ ἀτάλλων μέγα νήπιος· ἀντὶ τοῦ μὴ κακοπαθῶν. Τάλλω οὖν, καὶ κατὰ συγκοπὴν, τλῶ· καὶ ταλῶ, ἔνθεν τὸ ταλάσσῃς, ἀντὶ τοῦ ὑπομείνῃς· καὶ ταλασίφρων, ὁ καρτερόφρων καὶ γενναῖος, παρὰ τὸ τλεῖν. Ταλαυρινὸν πολεμιστήν: Ὑπομονητικὸν ἐν μάχῃ. Παρὰ τὸ ταλαὸν καὶ ῥινὸν γίνεται σύνθετον. Ταλαῶο: Μετὰ τοῦ ι τινές· ἦν γὰρ φασὶ ταλαοῖο· οὐ κατεπείγει δέ· ἐκ γὰρ τῆς εἰς ΩΣ εὐθείας Ἀττικῶς κέκλιται, καὶ πλεονασμῷ τοῦ ο, ὡς Μίνωο, Ἀνδρογέωο. Ταλάσια: Τὰ ἔρια· ἀφʼ οὗ καὶ ταλασιουργοὶ, οἱ ἱστουργοί· τὸ ΣΙ, ι· τὰ διὰ τοῦ ΙΟΣ κύρια ὑπερτρισύλλαβα προπαροξύτονα διὰ τοῦ ι γράφεται· χωρὶς τῶν παρὰ τὸ κλέος καὶ τῶν ἀπὸ τῶν εἰς ΕΥΣ, οἷον Προκόπιος, Γεώργιος. Πρόσκειται, «ὑπερτρισύλλαβα·» διὰ τὸ Ἄρειος. «Παρὰ τὸ κλέος·» διὰ τὸ Ἡράκλειος. «Ἀπὸ τῶν εἰς ΕΥΣ·» διὰ τὸ Βασίλειος. Ταμίας: Ὁ φύλαξ, κυρίως ὁ κελλάριος, παρὰ τὸ τέμνω, οἱονεὶ παρὰ τὸ ἀποτετμῆσθαι καὶ ἀποκεχωρίσθαι καὶ ἀφωρίσθαι αὐτῷ τὴν τοῦ οἴκου ἐξουσίαν. Ταμίας: Ὁ δεσπότης· παρὰ τὸ ἀποτετμῆσθαι αὐτῷ τὴν τοῦ οἴκου ἐξουσίαν· ἢ παρὰ τὸ τέμνειν αὐτὸν καὶ ἀπομερίζειν τοῖς ἄλλοις. Ζεὺς ταμίας πολέμοιο. Ταμίαι: Ἔφοροι, φύλακες, ταμιοῦχοι, διοικηταί. Ἀρχὴ γὰρ τὶς παρὰ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. Παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης. Εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι ἄρχοντες χειροτονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις. Ὅτι δὲ καὶ τοῖς τριηράρχαις παρείποντο ταμίαι, δεδήλωκεν Εὔπολις. Ταμύναι: Πόλις ἐν Εὐβοίᾳ. Τάμον: Ἀόριστος δεύτερος· καὶ τάμητε, ὑποτακτικόν· καὶ ἡ μετοχὴ, ταμὼν, καὶ προταμὼν, ἀντὶ τοῦ ἤτοι ἀποκόψας, ἢ τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος. Τὸ ῥῆμα, τέμνω· τὸ δὲ τάμνω, Δωρικόν· ὁ μέσος παρακείμενος, τέτομα. Ταμεσίχροα: Παρὰ τὸ ταμῶ ταμέσω ταμεσίχρους· σημαίνει δὲ τὸν τέμνοντα τὸν χρῶτα, τὸν τμητικὸν τοῦ χρωτός. Τανύω: Ἀπὸ τοῦ τείνω. Τανύποδας: Ταχείας. Τανηλεγέος θανάτοιο: Παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, ταναλεγὴς καὶ τανηλεγής· ἢ παρὰ τὸ τῆλε, τηλελεγὴς καὶ τανηλεγὴς, ὁ μακρὸν κοίμημα ἔχων, τουτέστιν αἰώνιον· ἢ ὁ μακρὰν ἀφροντιστίαν παρέχων. Ταναύποδας: Εἰς τὸ ναῦφι. Τανύηκες: Τεταμένην ἔχον τὴν ἀκὴν, ἢ αἰχμὴν, τουτέστιν ἠκονημένον, ἐπὶ τοῦ ξίφους· τὸ δὲ τανυηκέας ὄζους, τοὺς τεταμένους κλάδους· καὶ ἔστιν ἁπλῆ ἡ λέξις, τοὺς μέχρι πολλοῦ ἥκοντας καὶ παρατεταμένους. Τανύπεπλος: Ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. Γίνεται δὲ παρὰ τὸ τανύω, τανύσω, τανύπεπλος, ὡς γανύω Γανυμήδης· καὶ τανύπτερος, ἡ παρατεταμένα πτερὰ ἔχουσα. Τανύφλοιον: Ἰλιάδος πʹ, τὴν μακρὸν φλοιὸν ἔχουσαν, εὔινον. Ταπεινός: Ἢ παρὰ τὸ θάπτω, ὁ δεύτερος ἀόριστος, ἔθαφον θαφεινός· καὶ τροπῇ, ταπεινός· ἢ ὥσπερ ἐκ τοῦ ὄρος γίνεται ὀρεινὸς, οὕτως ἀπὸ τοῦ ἔδαφος ἐδαφεινός· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε, καὶ τροπῇ τῶν συμφώνων, ταπεινός. Ἢ παρὰ τὸ πέδον πεδεινός· καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ ε εἰς τὸ α, πατεινός· καὶ καθʼ ὑπέρθεσιν. Ἢ παρὰ τὸ δάπεδον δαπεδεινός· καὶ κατὰ συγκοπὴν καὶ τροπήν. Ἢ παρὰ τὸ πατῶ γίνεται πάτος, οἱονεὶ ὁ πατούμενος· καὶ ἐκεῖθεν πατεινὸς, καὶ ἐν ὑπερθέσει. Ἢ παρὰ τὸ τάπης τάπητος ταπητεινὸς, καὶ κατὰ συγκοπήν. Τάπητες: Ἐπιβόλαια, ἢ στρώματα. Οὕτως Ἀριστοφάνης. Ἐτυμολογεῖ δὲ αὐτὸ Ὠρίων παρὰ τὸ θάλπω, θάλπης· καὶ μεταθέσει τοῦ θ εἰς τ, καὶ ἀποβολῇ τοῦ λ, τάπης. Ἢ δάπης καὶ τάπης. Ἢ παρὰ τὸ θάπτω, θάφης καὶ τάπης· ἢ παρὰ τὸ πατῶ, πάτης καὶ τάπης. Ταραντεινόν: Λεπτὸν καὶ διαφανὲς ἱμάτιον, οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέλαβον. Καὶ ταραντιναὶ βαφαί: Παρὰ Ἀχαιῷ· οἶμαι τὰ ἁλουργὰ, ἢ τὰ ἀπʼ ὀστρέου. Τάρβος: Σημαίνει τὸν φόβον, τρισὶ παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέβαλε. Πρῶτον, ἐκ τοῦ ταράσσω τάραβος· καὶ συγκοπῇ, τάρβος, παρὰ τὸ ταράσσειν τὴν ψυχήν. βʹ, ἐκ τοῦ τρέπω, ὁ βʹ ἀόριστος, ἔτραπον, τράπος καὶ τάρβος· οἱ γὰρ εὐλαβούμενοι φεύγουσι. Τρίτον, ἐκ τοῦ τείρω, τὸ καταπονῶ, ὁ βʹ ἀόριστος, ἔταρον, τάρος· καὶ πλεονασμῷ τοῦ β, τάρβος· καὶ ῥῆμα, ταρβῶ· τάρβησάν τε, ἀντὶ τοῦ ἐφοβήθησαν. Ταραχή: Ἐτυμολογεῖται μὲν παρὰ τὸ ῥᾷον χεῖσθαι· παράγεται δὲ παρὰ τὸ ταράσσω· τοῦτο παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥάσσω· μετὰ τοῦ στερητικοῦ α, ἀράσσω· καὶ πλεονασμῷ τοῦ τ, ταράσσω, ταράξω, τετάραχα. Τὸ ῥα, βραχύ. Διατί; Τὰ διὰ δύο ΣΣ ἐκφερόμενα παράγωγα ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα, διχρόνῳ παραληγόμενα, συστέλλει αὐτὸ, οἷον ἀνάσσω, πατάσσω, ταράσσω. Τάμνε: Σημαίνει τέσσαρα· ἐπὶ μὲν τοῦ διατέμνειν, τάμνε νέους ὅρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν· ἐπὶ δὲ τοῦ παρελαύνειν, τάμνον τʼ ἀμφὶ βοῶν ἀγέλην· ἐπὶ δὲ τοῦ θῦσαι, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμεν, Ἰλιάδος χʹ. Ἐπὶ δὲ τοὺς διʼ ἐντόμων ὅρκους, ὄφρʼ ὅρκια τάμνῃ αὐτός. Τάριχος: Παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι· ἢ παρὰ τὸ γάρη ἔχειν, τροπῇ τοῦ γ εἰς τὸ τ· καὶ ταριχεύειν, τὸ τήκειν καὶ ξηραίνειν. Παρὰ τὸ γάρον, γάριχος καὶ τάριχος. Σημαίνει δὲ τὸ πεπασμένον λαρδίον. Τάργανον: Τινὲς τῶν Ἰώνων τὸ ταρακτὸν καλοῦσι. Τάρπημεν: Ἐτέρφθημεν, ἐκορέσθημεν. Ἀπὸ τοῦ τέρπω ἔταρπον ἐτάρπην. Τάρπη: Καὶ αὐτῶν βέλος ἓν ἐς τὰς τάρπας ῥίπτειν. Κοφίνους μεγάλους· ἢ νεκροφορικὰ ἀγγεῖα· παρὰ τὸ αἴρειν τί. Αἴρω οὖν, ὁ μέλλων, ἀρῶ· ἐξ αὐτοῦ, ἄρη· καὶ πλεονασμῷ τοῦ π, ἄρπη καὶ τάρπη. Ταρροὶ καὶ ταρσοί: Τάλαροι, καὶ τὰ πλατύσματα τῶν καρπῶν· αὐτὸ τὸ πτέρωμα· καὶ Θουκυδίδης οὕτως. Ῥητορική. Καὶ τάρρωμα, τὴν κωπηλασίαν. Οὕτως Ἀριστοφάνης. Ῥητορική. Ταρσοί: Τὰ ἀγγεῖα τῶν τυρῶν, καὶ τὰ ἔξω τῶν καρπῶν· καὶ ταρσοῖς, πτεροῖς ἄκροις. Ταρσός: Ἐκ μέρους ἢ τὸ πλάτος τοῦ ποδὸς, ἢ τὸ ἄκρον τῆς χειρός. Ῥητορική. Ἔστι δὲ καὶ ποιητική· οἷον, Νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδός· παρὰ τὸ τερσαίνεσθαι, ἤγουν ξηραίνεσθαι· ἄσαρκον γὰρ τὸ πρὸς τοὺς δακτύλους μέρος. Ὦρος. Σημαίνει τρία· τὸ ἀγγεῖον, ὡς τὸ, Ταρσοὶ μὲν τυρῶν βρίθον· καὶ τὸ ἄκρον τοῦ ποδὸς, Ταρσὸν δεξιτεροῖο ποδός· καὶ τὴν πόλιν. Τάρταρος: Ὁ κατώτερος τοῦ ᾅδου τόπος· οἱ δὲ τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσιν. Ἄλλοι δὲ τὸν σκοτεινότατον τόπον, παρὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ πάντα. Ταρτημόριον: Δίχαλκον· ὁ γὰρ χαλκοῦς ὄγδοον τοῦ ὀβολοῦ. Καὶ ταρτημόριον τινὰ καλοῦσιν, οἷον διχάλκου ἄξιον. Ταρφειάς: Ἀρίσταρχος ὀξύνει, ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος, ὁμοίως τῷ ταχείας, παρὰ τὸ ταρφὺς ἀρσενικῶς, οὗ πολλαὶ ἦσαν χρήσεις. Καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου ἀνάγνωσις. Τάρφεσι: Πυκνώμασι, δάσεσι· παρὰ τὸ τρέφεσθαι καὶ αὔξεσθαι· ἡ εὐθεῖα τῶν πληθυντικῶν, τάρφη. Συνεμπίπτει δὲ πόλις θηλυκοῦ ἑνικῇ, καὶ πληθυντικῇ οὐδετέρου· οἷον, σκέπη, τὸ σκέπος καὶ τὰ σκέπη· βλάβη, τὸ βλάβος καὶ τὰ βλάβη· στέγη, τὸ στέγος καὶ τὰ στέγη· δέρη, τὸ δέρος καὶ τὰ δέρη· οὕτως οὖν καὶ Τάρφη ἡ πόλις· παράκειται γὰρ ἐκεῖ Ταρφειὰ λίμνη. Τὸ οὐδέτερον, τάρφος· καὶ τὰ τάρφη. Ἡρωδιανὸς περὶ Παθῶν. Ταρχύσωσι: Θάψωσι, τὰ νενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν ἐπιτελέσωσι. Ἀπὸ τῆς ταραχῆς τῆς ἐν τοῖς νεκροῖς γινομένης ἐν τῷ θάπτειν αὐτοὺς εἴρηται τάρχεα καὶ ταρχύω. Ταῦρος: Ἢ παρὰ τὸ τείνω καὶ τὸ οὐρὰ, τανύουρός τις ὤν· καὶ συγκοπῇ, ταῦρος· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῦρος· καὶ τροπῇ, ταῦρος. Καὶ ὁ ὑπὸ τῶν ὀρχέων τόπος οὕτως ὠνόμασται, παρὰ τὴν ἀνάτασιν. Ταυρείην: Ταύρειον δέρμα. Ταῦροι: Τὸ Σκυθικὸν ἔθνος. Ὅτι τιμῶσιν Αἰγύπτιοι τοὺς βοῦς καὶ τὸν Ἄπιν. Ταῦρος: Ὄρος ἐπὶ χώρας κείμενον, ἐν ᾧ εἰσι βάλανοι πρὸς τροφὴν τῶν συῶν. Λοιπὸν ἐξ αὐτοῦ τοῦ ὄρους εἰσφορὰς ἔφερον, ἃς Ταυρικὰς προσόδους φασί. Ταυροφάγον: Τὸν Διόνυσον. Σοφοκλῆς ἐν Τυροῖ· ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο. Ἢ τὸν ὠμηστήν· ἀφʼ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετήνεκται τοὔνομα. Ταυροπόλον: Τὴν Ἄρτεμιν, ὅτι ὡς ταῦρος περίεισι πάντα· ἢ ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξοίστρησεν ἐπὶ πᾶσαν γῆν· ἢ ὅτι ἡ Ἰφιγένεια φυγοῦσα ἀπὸ Σκυθίας ἐν Ἀττικῇ ἱδρυσαμένη τὸ ἄγαλμα ταυροπόλον Ἄρτεμιν προσηγόρευσεν, ἐπειδὴ ἐκ τῶν Ταύρων τοῦ ἔθνους ἦλθεν. Οἱ δὲ λέγουσιν, ὅτι τῶν Ἑλλήνων βουλομένων ἀνελεῖν τὴν Ἰφιγένειαν ἐν Αὐλίδι, ἡ Ἄρτεμις ἀντέδωκεν ἔλαφον· κατὰ δὲ Φανόδημον, ἄρκτον· κατὰ δὲ Νίκανδρον, ταῦρον· διὸ καὶ τὴν θεὸν οὐ ταυροπόλον, ἀλλὰ ταυροφόνον ὠνόμασαν. Τὸ ταυτόν: Οὐ πλεονασμὸς, ἀλλʼ ἀναλογία. Αἱ ἀντωνυμίαι εἰς ο περατοῦνται κατὰ τὸ γʹ πρόσωπον κατὰ γένος οὐδέτερον, αὐτὸ, ἐκεῖνο, τοῦτο. Ἀθηναῖοι οὖν μετὰ τοῦ ἄρθρου φασὶ τὸ οὐδέτερον τῆς αὐτὸς, λέγοντες ταυτόν. Ἀναλόγως. Διδάξω τί ἐστι τὸ αἴτιον. Ἡ ἐκεῖνος καὶ ἡ οὗτος ἀντωνυμίαι στεροῦνται ἄρθρου. Ἵνʼ οὖν διαστῇ γένος ἀρσενικὸν καὶ οὐδέτερον, εἰς τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο τοῦτο, ἵνα τὸ μὲν εἰς ο σημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰς ν, τὸ ἀρσενικὸν, ἐκεῖνον, τοῦτον. Ἡ δὲ αὐτὸς ἄρθρον λαμβάνει. Οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰς ο ὁμοίως τῇ χωρὶς ἄρθρου· ἔχει γὰρ διὰ τοῦ ἄρθρου σημαίνειν τὸ γένος. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προσνέμοντες καὶ τὸ ν διδοῦσι, Ταυτὸν θυμὸν φαγόντες. ταυτὸ γὰρ ὤφειλεν εἶναι. Ὅταν οὖν Ἀττικοὶ λέγωσιν ταυτὸν, τὸ ὀφειλόμενον ἀποδιδόασιν, οὐ πλεονάζουσιν. Οὐδὲ ἐνθάδε πλεονάζουσι, τοσοῦτον, τηλικοῦτον, τοιοῦτον· οὐ γὰρ ἔγκειται ἡ οὗτος ἀντωνυμία. Περὶ Παθῶν. Τάφος: Παρὰ τὸ θήπω, τὸ ἐκπλήττομαι, ὁ δεύτερος ἀόριστος, ἔθαπον· καὶ ἐξ αὐτοῦ τάφος, ὅπου ἀποτίθεται τὰ λείψανα. Ἢ παρὰ τὸ θῶ· οὗ παράγωγον, θάπτω· καὶ τροπῇ τοῦ θ εἰς τὸ τ καὶ τοῦ π εἰς τὸ φ· περιττὸν γὰρ τὸ τ ἐν τῷ ῥήματι. Ἐτυμολογεῖται δὲ οἱονεὶ φλάθαπός τις ὢν, παρὰ τὸ φλᾶν τοὺς τεθαμμένους· ἢ παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὸν τεθνεῶτα. Σημαίνει δὲ τρία· τὴν ἔκπληξιν, ὡς τὸ, τάφος δʼ ἕλε πάντας Ἀχαιούς· καὶ τὸν δεῖπνον, ὡς τὸ, Ἤτοι τὸν κτείνας δαίνυ τάφον Ἀργείοισι· σημαίνει καὶ ὄνομα νήσου, ὡς τὸ, Ξεῖνος δʼ οὗτος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί. Ταφός: Ἡ ἔκπληξις· Ὅμηρος, ταφὸς δέ μιν εἷλεν ἰδόντα. Ἔστι ῥῆμα θήπω, τὸ ταράττω· ῥηματικὸν ὄνομα, θάπος· καὶ τροπῇ κατὰ Ἴωνας τοῦ θ εἰς τὸ τ καὶ τοῦ π εἰς τὸ φ, ταφός. Ταφήϊον: Παρὰ τὸ τάφος, τάφιος· καὶ πλεονασμῷ, ταφήϊον. Τάφιοι ληιστῆρες: Τοὺς Ταφίους πρότερον Τηλεβόας φασὶ καλεῖσθαι· κληθῆναι δὲ αὐτοὺς Ταφίους ἀπὸ Τάφου τινὸς βασιλέως· καὶ αὐτοὶ δὲ τὸ ἀνέκαθεν Φοίνικες τῶν μετὰ Κάδμου σταλέντων. Τάφρος: Σημαίνει τὸ περὶ τὸ τεῖχος ὄρυγμα· Ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον. Μετὰ τῆς ἀπὸ καὶ τοῦ αἴρω, τὸ κουφίζω, γίνεται ἀφαιρῶ· ἐξ αὐτοῦ ἄφαιρος· καὶ συγκοπῇ, ἄφρος· καὶ προσθέσει τοῦ τ, τάφρος· παρὰ τὸ ἀφαιρεῖσθαι ἐξ αὐτοῦ τὸ χῶμα. Ἢ παρὰ τὸ ἀποφέρεσθαί τι ἐν τῷ σκάπτεσθαι, ἄφερος καὶ ἄφρος καὶ τάφρος. Ὁ δὲ Ἡρωδιανὸς φησὶ γίνεσθαι διάφορα ὀνόματα ἀπὸ ῥημάτων, ὡς παρὰ τὸ νέω, τὸ πορεύομαι, νεὸς καὶ νόος· καὶ παρὰ τὸ θέω, θεὸς καὶ θοός. Ταφών: Ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς, Ἰλιάδος ιʹ, ἐκπλαγεὶς, ἢ θαμβηθεὶς, ἢ θαυμάσας. Ἔστι δὲ δεύτερος ἀόριστος· ἐκ τοῦ θήπω, ἔθαπον, καὶ ἔταφον Ἰωνικῶς, καὶ ταφών. Ἡ δὲ μεταφορὰ ἐκ τῶν τάφων· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα διὰ τὸ μέλλον δεινόν. Τάχος: Παρὰ τὸ θᾶσσον· ἢ παρὰ τὸ τάζω τάξω, τέταχα· ἐξ αὐτοῦ τὸ τάχος οὐδετέρως. Καὶ τάχιστα, ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ ταχέως. Γίνεται ἐκ τούτου ταχίων συγκριτικόν. Ταών: Πόθεν; Παρὰ τὸ τείνειν τὴν οὐράν· τὸ γὰρ ζῷον ἐναβρυνόμενον τῷ ἑαυτοῦ κάλλει τοῖς ὁρῶσι τὴν οὐρὰν ἐξαπλοῦν ἀποδεικνύει. Τινὲς δὲ ἀπὸ τοῦ ταὸς βούλονται εἶναι κατʼ ἔκτασιν τοῦ ο εἰς τὸ ω, καὶ ἐναλλαγῇ τοῦ τόνου. Ἀλλʼ οὐκ ἔστιν· ἐπειδὴ τὸ ταὸς, ὥς φησιν Ἡρωδιανὸς, διὰ τοῦ ο μικροῦ, οὐκ ἔστι σύνηθες τοῖς Ἕλλησι. Καὶ λέγουσι τινὲς, ὅτι ὤφειλεν εἶναι τεὼς, ὡς λαὸς λεώς· πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι συνεσταλμένον ἔχει τὸ α· καὶ τούτου χάριν οὐκ ἐγένετο παρὰ Ἀττικοῖς τροπῇ τοῦ α εἰς ε, ὥσπερ τὸ Οἰνόμαος. Ἄξιον δὲ ζητῆσαι, διατί οὐ κλίνεται ταὼς ταῶτος, καὶ Τυφὼς Τυφῶτος, ὡς τὸ ἰδρὼς ἱδρῶτος. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐκεῖνα ὀξύνεται, ταῦτα δὲ περισπᾶται· καὶ ὅτι ταῦτα εἰς ν λήγει. Μηδεὶς δὲ οἰέσθω ταῦτα δικατάληκτα εἶναι· τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν κλίσιν φυλάττει, ῥὶν καὶ ῥὶς ῥινός· ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίσιν· Τυφῶν γὰρ τυφῶνος, καὶ ταῶν ταῶνος· καὶ τυφῶς τυφῶ, καὶ ταῶς ταῶ. Χοιροβοσκός. Ταίγε: Ἄρθρον εὐθείας τῶν πληθυντικῶν Δωρικῶς· λέγουσι γὰρ, ὅτι τὰ σύμφωνα, ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, Λάχητε, Λάχητες. Ὁμοίως καὶ ἐπὶ ἄρθρων, τὼ ξύλω, τὰ ξύλα. Οὕτω καὶ τὰ Μούσα, ταὶ Μοῦσαι· καὶ τὰ, ταί. Τὸ δὲ ΓΕ, σύνδεσμος παραπληρωματικός. Τὸ δὲ τοί κεν ἄρθρον ἐστὶ προτακτικὸν ἀντὶ ὑποτακτικοῦ· καὶ λέγουσι πῶς ἐστιν; Ἡ εὐθεῖα, ὅς· καὶ τὸ πληθυντικὸν οἳ ὤφειλεν· ἀλλʼ ἐπειδὴ οἱ Δωριεῖς τὴν ἀναλογίαν φυλάττουσι τῆς εὐθείας τῶν δυϊκῶν, πλεονάζουσι τὸ τ, καὶ ποιοῦσιν αὐτὸ τοί. Ὁμοίως καὶ τὸ, ὥ μοι, τώ μοι μία γείνατο. Ταχύς: Παρὰ τὸ ὠκὺς, τροπῇ τοῦ ω εἰς α, ἀκύς· καὶ πλεονασμῷ τοῦ τ καὶ τροπῇ, ταχύς. Ταινίαι: Ἐπὶ μὲν ἀνθρώπων, πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων, τὰ κυμάτια. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ταίνω, ὃ κατὰ ἀναδιπλασιασμὸν γίνεται τιταίνω. Ἢ παρὰ τὸ τανύω· σημαίνει γάρ φασι τὸ στηθοδέσμιον, ἣν οἱ πολλοὶ ἀδοκίμως φασκίαν λέγουσι. Πλάτων ἐν Συμποσίῳ. Καὶ πᾶν δὲ στενὸν ὕφασμα ἢ λινοῦ ἢ ἐρίου ταινίας λέγουσι· καὶ τὸ ἀναδεῖν στεφάνοις, ΤΑΙΝΙοῦσθαι· καὶ ταινίον Ἀττικῶς τὴν στηθοδέσμην, τουτέστι περιτραχήλιον κόσμον. Τέγη: Δωμάτιον, στέγη, οἰκία· καὶ τέγεοι, ὑπερῷοι ὑψηλοὶ, ἢ οἶκοι, στοαί. Τέγγω: Τὸ βρέχω. Πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ τέγγε πόδας. Τεθναίης: Ἀντὶ τοῦ ἀποθάνοις, εὐκτικόν. Ἐκ τοῦ θνῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν, τεθνῶ· ἐξ οὗ τέθνημι συζυγίας δευτέρας τῶν εἰς ΜΙ· ἡ μετοχὴ, τεθνὰς τεθνάντος· καὶ τὸ εὐκτικὸν, τεθναίην, τεθναίης· τὸ προστακτικὸν τοῦ ἐνεστῶτος, τέθναθι. Ὅτι δὲ ἐνεστώς ἐστι τὸ τέθναθι, δείκνυται ἐκ τοῦ εἶναι βραχὺ τὸ α· εἰ γὰρ ἦν δεύτερος ἀόριστος, ὤφειλεν εἶναι μακρόν· ἀεὶ γὰρ ὁ εἰς ΘΙ προστακτικὸς ἀόριστος μακρᾷ παραλήγεται. Ὁ παρατατικὸς, ἐτέθναμεν, ἐτέθνατε, ἐτέθνασαν. Τέθνημι, τὸ πληθυντικὸν, τέθναμεν· ἐξ οὗ τὸ ἀπαρέμφατον, τεθνάναι· τὸ δεύτερον, τέθνατε· τὸ τρίτον, τεθνᾶσιν. Εἰ δὲ μὴ βούλοιο οὕτως, ἄλλως μάθε. Τεθνήκασι· καὶ κατὰ ἀφαίρεσιν καὶ συστολὴν, τεθνάασι· καὶ κατὰ συναλοιφὴν, τεθνᾶσι. Τὸ δὲ τεθναίης τινὲς ἀπὸ τοῦ τεθναίημι λέγουσι. Τὸ δὲ τέθνηκα καὶ πέπτωκα, τῇ μὲν φωνῇ ἐνεργητικά εἰσι· τῷ δὲ σημαινομένῳ, παθητικά. Τεθολωμένος: Καὶ ἐπὶ χαρᾶς. Φερεκράτης Μυρμηκανθρώποις, Γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον· καὶ ἐπὶ λύπης, Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθʼ ἡ καρδία. Τεκμαίρω: Σημαίνει τὸ κατασκευάζω, ἀλλὰ καὶ τὸ σημειοῦμαι. Γίνεται δὲ ἀπὸ τοῦ τέκμωρ· τοῦτο ἀπὸ τοῦ τέκω τέκωρ, καὶ τέκμωρ, πλεονασμῷ τοῦ μ· σημαίνει δὲ τέλος, τεκμήριον. Τεκμηριοῦσθαι: Σκέπτεσθαι, φράζεσθαι. Τοῦτο ἀπὸ τοῦ τέκμωρ τέκμωρος, τεκμηριῶ. Τέκος: Παρὰ τὸ τέκω τέκος, ὡς νέμω νέμος· καὶ παρὰ τὸ τέκω τέκανον, καὶ ἀποβολῇ τέκνον. Τεκτήνατο: Κατεσκευάσατο. Οἶμαι ἀπὸ τοῦ τέκτω τεκταίνω· ὁ μέλλων, τεκτανῶ· ὁ ἀόριστος, ἐτέκτηνα. Εἰς τὸ τέτυκτο. Τελαμών: Ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμὰς, ἀφʼ οὗ ἤρτηται ἡ ἀσπίς. Ἔστι δὲ καὶ ἕτερος τελαμὼν, ὁ ἀναφορεὺς τοῦ ξίφους. Εἴρηται δὲ ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα· ἢ παρὰ τὸ ταλάσσω, ταλαμὼν, καὶ τροπῇ τελαμών. Τὰ δὲ εἰς ΜΩΝ ὀξύτονα, τῷ α παραληγόμενα, φυλάσσει τὸ ω ἐπὶ γενικῆς, τελαμῶνος, πλαταμῶνος. Καὶ Τελαμώνιος κτητικὸν, ὡς Καλαμώνιος. Σημαίνει δὲ τρία· τὸν τῆς ἀσπίδος ἀναφορέα, ὡς τὸ, Ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσσι βόειος· σημαίνει δὲ καὶ τὸν δεσμὸν, ὡς τὸ, Δησάμενος τελαμῶνι περὶ σφυρόν· σημαίνει δὲ καὶ κύριον ὄνομα. Τέλος: Παρὰ τὸ τίω, τὸ ἀνταποδίδωμι, καὶ τὸ ἕλω, τὸ ἑλκύω· ἢ παρὰ τὸ ἕω, τὸ πληρῶ, ἕλος καὶ τέλος, ἀρχὴ, πρᾶξις. Σημαίνει ἕξ· τὸ τάγμα, ὡς τὸ, Αἶψα δʼ ἐπὶ Θρηκῶν ἀνδρῶν τέλος ἷξον, Ἰλιάδος τʹ· τὸ πέρας, ἤγουν τὸ πλήρωμα, ὡς τὸ, Οἳ δή τοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔπω· τὸ πρᾶγμα, ὡς τὸ, Οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι, Ὀδυσσείας ιʹ· τὴν ἑορτὴν, παρὰ Εὐριπίδῃ, ὡς τὸ, Σεμνὴν ἑορτὴν καὶ τέλος προσάξομεν. Τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσιν, ἤγουν τὸ δημόσιον· τέλος καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυτελὴς τράπεζα· καὶ πολυτελὲς, τὸ πολυδάπανον καὶ πολυανάλωτον. Τέλος καὶ τὸ πέρας καὶ ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια. Ἐκ δὲ τοῦ τέλος γίνεται τέλειος· καὶ τελείω, ῥῆμα βαρύτονον· ἐξ οὗ τελείομαι, ἐτελειόμην, ἐτελείετο. Γίνεται γὰρ παράγωγον διὰ τοῦ ΕΙΩ καὶ ἀπὸ ἐνεστῶτος καὶ ἀπὸ μέλλοντος, νικῶ, νικείω· τελῶ, τελείω· θῶ, θείω· σῶ, σείω· γελάσω, γελασείω. Ἀλλὰ τὰ ἀπὸ ἐνεστῶτος γινόμενα ἔχουσι καὶ παρατατικὸν μόνον· τὰ δὲ ἀπὸ μέλλοντος, ἐνεστῶτα μόνον· ὅθεν σεσημείωται τὸ ὤψεον, ἀπὸ τοῦ ὀψείω. Τὰ δὲ εἰς ω λήγοντα καθαρὰ τῇ ΕΙ διφθόγγῳ παραληγόμενα, βαρύνεται· εἰ δέ τι περισπᾶται, τοῦτο ἀπὸ ὀνόματος γίνεται· τὸ γὰρ μειῶ καὶ τελειῶ, καὶ ἀρειῶ καὶ ἀχρειῶ, παρὰ τὸ μεῖος καὶ τέλειος, καὶ ἄρης καὶ ἀχρεῖος. Τελισκόμενος: Τελειούμενος, πληρούμενος, ἐνθουσιῶν. Τελενικίσαι: Ἐν Σεριφίοις τὸ κενῶσαι. Ἀπὸ Τελενίκου τινὸς, ὡς τὸ εἰκὸς, πένητος παντελῶς· καὶ λέγεταί τις τελενίκιος ἠχὼ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων. Τελεσθῆναι: Τὸ ἀναλωθῆναι. Οὕτως Ἀντιφῶν. Τελεσιαζόμενα: Θυόμενα καὶ τελούμενα. Τελεσφόρος: Τέλειος μάντις, ἐγγαστρίμυθος. Τελετή: Θυσία μυστηριώδης. Ὁ δὲ Ὦρος ὁ Θηβαῖος λέγει, ὅτι τελετὰς καλοῦσι τὰς ἐπὶ μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς, τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα· τελεῖν γὰρ φαμὲν τὸ δαπανᾶν· καὶ πολυτελεῖς, τοὺς πολλὰ ἐσθίοντας. Χρύσιππος δέ φησι, τοὺς περὶ τῶν θείων λόγους εἰκότως καλεῖσθαι τελετάς· χρῆναι γὰρ τούτους τελευταίους καὶ ἐπὶ πᾶσι διδάσκεσθαι, τῆς ψυχῆς ἐχούσης ἕρμα καὶ κεκρατημένης, καὶ πρὸς τοὺς ἀμυήτους σιωπᾶν δυναμένης· μέγα γὰρ εἶναι τὸ ἆθλον ὑπὲρ θεῶν ἀκοῦσαί τε ὀρθὰ, καὶ ἐγκρατεῖς γενέσθαι αὐτῶν. Τέλμα: Τόπος πηλώδης ὕδωρ ἔχων· καὶ τέλματα τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος· ἢ βάθρα. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία· καὶ τελμῖνα καλεῖ τὸν ἐκ τελμάτων πηλόν. Τελμισσεῖς: Οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ἑξήκοντα στάδια Ἁλικαρνασοῦ, ὡς Πολέμων· Τελμισσὸς δὲ, πόλις ἐν Λυκίᾳ, ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατρῶν. Τέλσον ἀρούρης: Ἰλιάδος νʹ. Παρὰ τὸ τέλλω, Αἰολικὸς μέλλων, τέλσω, ὡς κέλλω κέλσω. Τελχίν: Οὐ μόνον ὁ ἰσχὺν ὑπὲρ ἄνθρωπον ἔχων μιαρὸς καὶ κακοῦργος, ἀλλὰ καὶ τοὺς νῦν Κρῆτας, καὶ τὴν Κρήτην Τελχινίαν λέγουσι. Τελχὶν καὶ ἡ εἰς θάνατον καταφορά· καὶ τελχινώδης δὲ, ὁ τραχηλιώδης· καὶ τελχιταίνει, ἀντερίζει, σκληροτραχηλεῖ. Λέγονται δὲ τελχῖνες οἱ φθονεροὶ καὶ πονηροὶ καὶ βάσκανοι δαίμονες· παρὰ τὸ θέλγω, τὸ ἀμαυρῶ καὶ σκοτίζω, θελγῖνες τινὲς ὄντες· ἢ παρὰ τὸ θέλγειν καὶ ἀπατᾶν τοὺς ἀνθρώπους. Τεμένη: Ναοὶ, ἱερά· ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. Παρὰ τὸ τέμνω, τέμνος· καὶ πλεονασμῷ τοῦ ε, τέμενος, ὁ ἀποτετμημένος καὶ ἀποκεχωρισμένος τόπος τῶν θεῶν. Τέμπη: Τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσιν αἱ στενόταται διεκβολαὶ, ὡς Διονύσιος ὁ περιηγητὴς, πυμάτης παρὰ τέμπεα Κέρνης. Λέγει δὲ τὰς καταδύσεις καὶ φωλεύσεις τῶν ὀρῶν, καὶ τοὺς διύγρους τόπους. Τέμπη καὶ τὰ στενὰ τῶν ὀρέων. Λέγεται τέμπη καὶ τὰ σύνδενδρα πάντα καὶ τὰ μεταξὺ τῶν ὀρῶν στενώματα, οἱονεὶ τρέπη τινὰ ὄντα, τὰ μετατροπὰς καὶ κάμψεις ἔχοντα. Τενάγη: Διάβροχοι καὶ κάθυγροι τόποι, πηλώδη πελάγη· ἢ ἰλὺς ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. Εἴρηνται δὲ οἱ ὑποβρύχιοι τόποι. Παρὰ τὸ τέγγω, τὸ βρέχω, γίνεται τέγγος· καὶ πλεονασμῷ τοῦ α, τέναγος, τροπῇ τοῦ ἑνὸς γ εἰς ν. Ἢ τέγγω τέγανος· καὶ ὑπερθέσει, τέναγος, ὁ ὑπόβροχος τόπος. Τένης: Παρὰ τὸ τείνω, τὸ τανύω· ἢ παρὰ τὸ στένω, τὸ στενάζω, τένης. Τένθης: Γαστρίμαργος. Τένοντας: Τραχήλους, τὰ διατεταμένα νεῦρα· ὁ τράχηλος μὲν τένων λέγεται, ἀπὸ τῆς τάσεως· αὐτὰ δὲ τὰ νεῦρα, ἀπὸ τοῦ τείνω. Τέο καὶ τεόν: Τὸ μὲν τέο ἀντὶ τοῦ τίνος κεῖται· τὸ δὲ τεὸν, ἀντὶ τοῦ σὸν, κατὰ τὸν Δωρικὸν πλεονασμὸν τοῦ ε. Ἔστι δὲ τὶς τινός· καὶ ἐκβολῇ τοῦ ν Αἰολικῶς τίος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται τίος τίου· οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσιν· ἢ ὅτι καὶ αἱ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν βαρύνονται, πολλάκις ἀμείβουσαι τοὺς τόνους. Ἐκ τῆς τίου γενικῆς κατὰ κρᾶσιν γίνεται τοῦ· καὶ διαλύσει Ἰωνικῇ, τέο· καὶ κράσει, τεῦ. Τέρας: Τὸ σημεῖον· παρὰ τὸ εἴρω, τὸ λέγω, ὁ μέλλων, ἐρῶ, ἔρας καὶ τέρας· διὰ γὰρ τῶν σημείων καὶ τῶν τεράτων ἔλεγον οἱ μάντεις τὰ μέλλοντα. Διαφέρει δὲ σημείου· τέρας λέγεται τὸ παρὰ φύσιν γενόμενον πρᾶγμα· σημεῖον δὲ, τὸ παρὰ τὴν κοινὴν συνήθειαν γινόμενον. Τερατεία καὶ τερατολογία: Ἡ ψευδολογία· καὶ τερατολόγοι, οἱ θαυμαστὰ καὶ παράδοξα μυθεύοντες. Τερατοσκόπος: Τερατουργὸς, μάντις θαυματοποιός. Τέρεινα: Ὥσπερ παρὰ τὸ μάκαρ μάκαρος καὶ τάλας τάλανος γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν, οὕτως ἀπὸ τοῦ τέρην τέρενος γίνεται τὸ θηλυκὸν τέρενα· καὶ προσθέσει τοῦ ι, γίνεται τέρεινα. Λυκόφρων· καὶ Ἀπολλώνιος, τερείνης ἄνθεα γαίης· ἔστι δὲ καὶ πόλις· ὅθεν Ἡρακλείδης ὁ Τερειναῖος. Τὸ δὲ τέρην, γίνεται παρὰ τὸ τείρω, τὸ καταπονῶ· σημαίνει δὲ τὸν τρυφερὸν καὶ ἁπαλὸν, ἢ τὸν θερμὸν, ὡς τὸ, τέρεν κατὰ δάκρυ χέουσα· παρὰ τὸ θέρω θέρεν καὶ τέρεν, τὸ ὥσπερ τεθερμασμένον καὶ διακεχυμένον. Καὶ τέρεν, τὸ ἁπαλόν· παρὰ τὸ διακεχύσθαι καὶ μὴ τραχὺ εἶναι. Τερετίζειν: Τοῖς μουσικοῖς κρουμάτιόν τι κατείθισται, τὸ λεγόμενον τάρεν· ἀφʼ οὗ τερετίζειν λέγεται τὸ ᾄδειν, κατὰ ἀλλοίωσιν τοῦ α εἰς ε· καὶ τερετίσματα, ᾠδαὶ ἀπατηλαὶ, ἢ ᾄσματα ἔκλυτα, ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. Τέρετρον: Τρυπάνιον. Ἔστι ῥῆμα τρῶ τρᾷς· ὅπέρ ἐστι κατὰ συγκοπὴν τοῦ τείρω· παρὰ δὲ τὸ τείρω, τέρτρον, ὡς φέρω φέρτρον. Δηλοῖ δὲ τὸ τρῶ, τὸ κόπτω. Ἔνθεν τὸ τρῶσαι, καὶ ἐκτρῶσαι, ὅ ἐστι διακόψαι τὸν τοκετόν. Τερθρεία: Γοητεία, περιπάθεια. Παρὰ τὸ τέρας τέρατος, τερατεύω, τερατεία· καὶ συγκοπῇ, τερτρεία· καὶ τροπῇ, τερθρεία. Ἢ καλεῖται τέρθρον, σχοινίον τι τοῦ πλοίου λεπτὸν, οἷον τέρετρον· διατετρύπηται γὰρ κατὰ τῶν ἄκρων σινδόνων. Φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τῷ ἱστῷ ὀργάνου, ἀφʼ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία. Ἐκ τούτου γίνεται τερθρία, ἡ λεπτολογία· ἄλλοι δὲ τερθρίαν φασὶ τὴν φλυαρίαν τὴν ἐν τοῖς δύο μέρεσι καλουμένην μάχην. Οἱ δὲ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους, μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας, στρατεύεσθαι μὲν, εἰ συμβαίη πόλεμος· μὴ μέντοι μετὰ τῶν ἄλλων, ἀλλʼ ἰδίᾳ ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης· διὸ οὕτω καλοῦσι τὴν στρατείαν τὴν ἐν τοῖς μέρεσι. Σημαίνει καὶ ἀπάτην καὶ περιεργίαν. Οὕτως εἰς τὸ Ῥητορικόν. Ὁ δὲ Ὦρος ὁ Μιλήσιος λέγει ὅτι εἶναι περὶ ἃ ἄχρηστα τινὲς σπουδάζουσιν, ἀντὶ τοῦ κενοσπουδία· παρὰ τὸ τερθρεύειν· καὶ τερθρευόμενος. Φερεκράτης Ἀγρίοις, τερθρία μέντοι πνοὴ διὰ τοῦ ι, ἡ ὀπισθία. Τερμιεύς: Ὁ Ζεύς· παρὰ τὸ πάντων ἀρχὴ καὶ τέρμα εἶναι. Τερμινθὸς καὶ τέρμινθος: Ἐμφερὲς λίνῳ φυτόν· ἐξ οὗ πλέκεσθαι φασὶν Ἀθήναις ὁρμιὰς χρειώδεις εἰς τὰ πάντα, καὶ πρὸς ἀλεξιφάρμακα. Τερμιόεσσα: Ἀποτερματίζουσα· οἷον, μεγάλη καὶ τελεία. Τέρπνιστος: Πᾶν ὄνομα εἰς ΩΝ λῆγον καθαρὸν συγκριτικὸν τοῦ ἰδίου πρωτοτύπου μιᾷ συλλαβῇ πλεονάζει· οἷον, ταχὺς, ταχίων· κακὸς, κακίων, κάκιστος· βραδὺς, βραδίων· ἐλαχὺς, ἐλαχίων, ἐλάχιστος· τερπνὸς, τερπνίων, τέρπνιστος· Καλλίμαχος, Τέρπνιστοι δὲ τοκεῦσι τόθʼ υἱέες ὠκὺς, ὠκίων, ὤκιστος· γλυκὺς, γλυκίων, γλύκιστος· πρέσβυς, πρεσβίων, πρέσβιστος· Πρέσβιστος δʼ ἀνδρῶν νυκτὸς ὀφθαλμὸς πρέπει, Αἰσχύλος βραχὺς, βραχίων, βράχιστος· λαλίων, λάλιστος, λαλίστατος· ψευδίων, ψεύδιστος, ψευδίστατος· κλέπτης, κλέπτιστος, κλεπτίστατος. Οὕτως οὖν καὶ καλὸς, καλίων· καὶ πλεονασμῷ ἑτέρου λ, καλλίων, κάλλιστος. Ταῦτα δὲ πάντα τὰ διὰ τοῦ ι διφορεῖται κατὰ τὸν χρόνον· ἔχει γὰρ καὶ μακρὸν καὶ βραχὺ τὸ δίχρονον. Τέρπεσθαι: Μετάθεσίς ἐστι τοῦ ρ· παρὰ τὸ τρέπεσθαι καὶ μετάγεσθαι τὴν ψυχὴν ἀπὸ τῶν βιωτικῶν φροντίδων· ἢ ἀπὸ τοῦ θεραπεύω, τὸ τέρπω. Τερπικέραυνος: Εἰ μὲν ἀπὸ τοῦ τέρπω, δηλοῖ τὸν τερπόμενον ἐν τοῖς κεραυνοῖς· εἰ δὲ ἀπὸ τοῦ τρέπω, παρὰ τὸ τρέπειν τοὺς ἐναντίους τῷ κεραυνῷ. Τερπνός: Παρὰ τὸ τέρπω τερπός· καὶ πλεονασμῷ τοῦ ν. Ἐκ τοῦ τερπνὸς γίνεται τερπνότης. Ἢ παρὰ τὸ τέρπειν τὸν νοῦν. Τέρσεσθαι: Ξηραίνεσθαι, παρὰ τὸν θέρσω μέλλοντα Αἰολικῶς, καὶ τροπῇ τοῦ θ εἰς τ· καὶ ἐτέρσετο, τὸ ἐξηραίνετο. Τεταγών: Τείνας, ῥίψας. Τὸ θέμα, τάζω· σημαίνει τὸ τείνω καὶ ἕλκω· ὁ μέλλων, τάξω· ὁ μέσος παρακείμενος, τέταγα· ὁ δεύτερος ἀόριστος, ἔταγον· ἡ μετοχὴ, ταγών· καὶ κατὰ ἀναδιπλασιασμὸν, τεταγών. Ἰλιάδος αʹ. Τετάχαται καὶ τετεύχαται: Ἀπὸ τοῦ τεύχω τεύξω, τέτευχα, τέτευκται· καὶ Ἰακῶς, τετεύχαται. Τὸ δὲ ἀπὸ τοῦ τάσσω τάξω ὁμοίως Ἰακῶς. Τέταρτος: Παρὰ τὸ τέσσαρας ἀριθμοὺς ἔχειν. Τεταρτημόριον: Τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ δύο· ὁ γὰρ ὀβολὸς, ὀκτὼ χαλκοῦς ἔχει. Τριτημόριον δὲ τοὺς ἓξ χαλκοῦς εἴρηκε Φιλήμων. Τεταργανωμένη: Συμπεπλεγμένη, συνειλημένη· ἡ γὰρ παρʼ ἡμῖν σαργάνη παρὰ Ἀττικοῖς ταργάνη καλεῖται· καὶ τὸ συνειλεῖσθαι, τεταργανῶσθαι. Λυκόφρων. Τέτλαθι: Τέτλαθι μῆτερ ἐμή· καρτέρησον, ὑπόμεινον. Ἐκ τοῦ τλῶ, τλῆμι· τὸ πληθυντικὸν, τλάμεν· τὸ προστακτικὸν, τλάθι· καὶ κατὰ ἀναδιπλασιασμὸν, τέτλαθι. Τέτλαμεν: Τοῦτο δύναται εἶναι καὶ συγκοπῇ καὶ κινήσει. Βεβήκαμεν, βέβαμεν· τετλήκαμεν, τέτλαμεν. Ἀξιοῖ Φιλόξενος εἶναί τι καὶ τέτλημι ῥῆμα. Περὶ Παθῶν. Τετιημένε: Τεταλαιπωρημένε, τετιμωρημένε. Ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, γίνεται περισπώμενον τιῶ· καὶ σημαίνει τὸ λυπῶ· ὁ μέλλων, τιήσω, τετίηκα, τετίημαι. Τέτορε: Ἡσίοδος, Ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι· ἀντὶ τοῦ τέσσαρα. Οὐδεὶς δὲ ἀπαιτήσει τὸ ἑνικὸν τοῦ τέτορε. Τὸ τέτορε ἔστι δυϊκόν. Τετραβάμων: Τετράπους. Τετραφάληρον: Τέσσαρας φαλοὺς ἔχουσαν. Τετραδισταί: Οἱ ἐπίπονον βίον ζῶντες. Τέτηκα: Μέσος παρακείμενος, καὶ διαθέσεως μέσης. Καὶ τί ἐστι μέση διάθεσις; Ἡ ποτὲ μὲν ἐνέργειαν, ποτὲ δὲ πάθος παριστῶσα. Καὶ τί παριστᾷ; Ἐπειδὴ ὁ τῶν μέσων τύπος ἐπʼ ἀμφοτέρας φθάνει τὰς διαθέσεις, εἰς ὃν ἡ ἑρμηνεία, ὁ τῶν μέσων τύπος φθάνει καὶ ἐπὶ τοῦ ἐνεργητικοῦ χαρακτῆρος καὶ ἐπὶ τοῦ παθητικοῦ. Καὶ ἐπὶ τοῦ παθητικοῦ μὲν, διὰ τὸ ἠκροασάμην καὶ κατηρξάμην· παθητικοῦ γὰρ τύπου ταῦτα· ἐπὶ δὲ τοῦ ἐνεργητικοῦ, ὡς τὸ κέκοπα καὶ πέπνιγα. Ἄλλως· τὸ λέλογα καὶ πέφραδα ἐνεργητικὴν ἔχει σημασίαν· τὸ δὲ τέθηπα καὶ διέφθορα, παθητικήν· οἱ αὐτοὶ γὰρ σχηματισμοὶ καὶ ἐπὶ ἐνέργειαν λαμβάνονται καὶ ἐπὶ πάθους. Τετράφαται: Τρέπω, τέτροφα, τέτραμμαι, τέτραπται· τετράμμεθα, τέτραφθε· καὶ Ἰωνικῶς, τετράφαται. Τέτρασι: Τὸ παροξύτονον, ἐντελὲς, οἷον τετράσιν. Ἢ ἐκ τοῦ τέσσαρσι, τέταρσι· ἀποβολῇ καὶ ὑπερθέσει, τέτρασι. Τετραχίζειν: Οἷον ἐπὶ τετάρτῳ μέρει τὶ ποιεῖν. Οὕτως Ἀριστοφάνης. Τετραρχίαι: Τεττάρων μερῶν ὄντων τῆς Θετταλίας, ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο· ὄνομα δέ φασιν εἶναι ταῖς τετράσι, Θετταλιῶτιν, Φθιῶτιν Πελασγιῶτιν, Ἑστιαιῶτιν. Τετρᾶχμον: Οὐ δύναται κατὰ συγκοπὴν γενέσθαι διὰ τὸν τόνον· εἰ γὰρ συγκοπὴ γίνοιτο, παράλογος ὁ τόνος. Τετράδραχμον· καὶ ἀποβολῇ τοῦ ΔΡ, τετράαχμον· καὶ συναλοιφῇ, τετρᾶχμον· καὶ περισπᾶται. Τετρήνας λύχνους: Λυκόφρων, διατρυπήσας. Τετρήγει: Τετρήγει δʼ ἀγορή· ἐτετάρακτο. Ἀπὸ τοῦ ταράσσω ταράξω, τετάραχα, ἐτεταράχειν· ὁ μέσος ὑπερσυντέλικος, ἐτεταράγειν· τὸ τρίτον, ἐτεταράγει· καὶ κατὰ συγκοπὴν, ἐτετράγει, ἐτετρήγει· καὶ ἀποβολῇ τοῦ ε. Ἄλλοι δὲ ἀπὸ τοῦ τρίζω· οὐ καλῶς. Καὶ ἀγορὴ τετρηχυῖα, ἡ τραχεῖα καὶ θορυβώδης, ἡ τετραχυμμένη ὑπὸ τοῦ θορύβου· ἀπὸ τοῦ ταράσσω, ἢ ἀπὸ τοῦ τραχύνω. Τετρυχωμένος: Ἐκ τοῦ τρυχῶ συζυγίας γʹ τῶν περισπωμένων· τοῦτο ἐκ τοῦ τρύχω βαρυτόνου· τοῦτο ἐκ τοῦ τρῶ, τὸ καταπονῶ· τρῶ, τρύω κατὰ παραγωγήν· καὶ πλεονασμῷ τοῦ χ. Τέτρωρον: Παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς. Τέττα: Προσφώνημα τιμητικὸν νεωτέρου φίλου πρὸς παλαιότερον· ἀπὸ τοῦ ἄττα· καὶ κατὰ ἀναδιπλασιασμὸν, τέττα. Τέττιξ: Μουσικώτατον ζῷον. Παρὰ τὸ τερετίζω τὸ μουσικῶς φωνῶ τερέτιξ· καὶ συγκοπῇ, τέττιξ. Ἢ παρὰ τὸ τάττω τάξω τάττιξ, ὁ τεταγμένον ἔχων καιρὸν ἐν τῷ ᾄδειν. Τετύφωμαι: Ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν· ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ τετυφῶσθαι, τὸ μεμηνέναι· καὶ τὰ Τυφώνια γὰρ πνεύματα μανίαν ἐμποιεῖ ἐμπεσόντα. Τετύκοντο: Παρεσκεύαζον. Ἀπὸ τοῦ τεύχω, ὁ δεύτερος ἀόριστος, ἔτυχον· ὁ μέσος, ἐτυχόμην, ἐτυχόμεθα, ἐτύχοντο, καὶ κατὰ ἀναδιπλασιασμὸν, τετύχοντο, καὶ τετύκοντο, κατὰ τροπὴν, ὥσπερ καὶ τὸ κεκάδοντο ἀπὸ τοῦ χάζω. Τὸ δὲ τεύχω δύο σημαίνει, τὸ κατασκευάζω καὶ τὸ ἐπιτυγχάνω· ὁ μέλλων, τεύξω· ὁ παρακείμενος, τέτευχα· ὁ παθητικὸς, τέτευγμαι, τέτευξαι, τέτευκται· καὶ ἀποβολῇ τοῦ ε, τέτυκται. Ἐκ δὲ τοῦ τέτυκται γίνεται τυκτὸς, ὡς πέφυκται φυκτὸς, καὶ ἄφυκτος, ὃν οὐ δύναταί τις διαλαθεῖν. Καὶ ὁ Ἰωάννης, Σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοις· ἐκ δὲ τοῦ τέτευκται γίνεται τευκτός· ὅθεν τεκταίνω· οὗ ὁ ἀόριστος πρῶτος, Ἰωνικῶς, ἐτέκτηνα· ὁ μέσος, ἐτεκτηνάμην, ἐτεκτήνατο. Καὶ Ὅμηρος Ἰλιάδος εʹ. Καὶ ὥσπερ ἀπὸ τοῦ πέφευγμαι γίνεται ποιητικῶς πέφυγμαι, οὕτω καὶ ἀπὸ τοῦ τέτευγμαι γίνεται τέτυγμαι, ἀπὸ τοῦ τεύχω βαρυτόνου· ὅθεν ὁ παθητικὸς ἀόριστος, ἐτύχθη, ἀντὶ τοῦ κατεσκευάσθη, ἐγένετο. Ἔστι καὶ περισπώμενον τευχῶ· ἐξ οὗ καὶ τὸ τετυχῆσθαι, Ὀδυσσείας εʹ. Τεῦ: Ὄνομα ἀόριστον γενικῆς, ἀντὶ τοῦ τινός. Λέγεται καὶ τεοῦ. Ζήτει εἰς τὸ τέο. Τεῦχος: Σημαίνει τρία, τὰ πολεμικὰ ὅπλα, καὶ τὰ τῆς νεὼς, καὶ ἀγγεῖόν τι. Τευτάζειν: Πραγματεύεσθαι, ἢ σκευωρεῖσθαι, ἢ στρατεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων. Οὕτω καὶ Δίδυμος, προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονος φησὶν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν ἢ ἐνεργεῖν. Πλάτων Ξάνταις· Ἦν δὴ θόρυβος τευταζόντων· ἀντὶ τοῦ πραγματευομένων ἢ διατριβόντων. Καὶ ἐν Τιμαίῳ τετευτακότι, ἀντὶ τοῦ διατετριφότι. Γράφεται καὶ τετουτακότι. Τηλεκλείδης, Πάντες δὲ τευτάζουσιν οἱ διάκονοι· ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Σημαίνει καὶ τὸ σπουδάζειν καὶ τὸ ἡσυχάζειν· καὶ τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, φλυαρῶν. Ῥητορική. Τευμήσατο: Παρεσκευάσατο, ἐτεχνήσατο. Εἴρηται δὲ ὅτι τὸν Τεύμησον τὸ ὄρος ὑπὸ τοῦ Διὸς κατασκευασθέντα εἰς ἀπόκρυψιν τῆς Εὐρώπης, ἀπὸ τούτου κληθῆναι Τεύμησον, ἀπὸ τοῦ κατεσκευάσθαι· καὶ τευμησία ἀλώπηξ, θηρίον. Τέφρα: Παρὰ τὸ τύφω, τὸ καίω, ἡ κεκαυμένη σποδιά. Τέχνη: Παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, γίνεται τευχάνη· καὶ συγκοπῇ, τέχνη. Τεχθησόμενος: Ἐκ τοῦ τέκω, τέτεχα, τέτεγμαι. Τέως: Τοῦτο παραπλήσιόν ἐστι τῷ πρὸ τοῦ, ὃ δὴ καὶ πρὶν λέγεται. Ἔστι δʼ ὅτε καὶ ἀντὶ τοῦ ἕως τινὲς αὐτῷ ἐχρήσαντο· καὶ ἀντὶ τοῦ ἐν τοσούτῳ. Ἕως, τέως. Τείρεα: Τὰ ἄστρα. Παρὰ τὸ εἴρω, τὸ λέγω, εἴρεα, καὶ τείρεα, πλεονασμῷ τοῦ τ· καὶ γὰρ τὰ ἄστρα σημαίνουσί τινα σημασίαν. Ἢ παρὰ τὸ τέρας, τὸ σημεῖον· σημαντικὸν γάρ ἐστι τῶν μελλόντων. Ἢ παρὰ τὸ τείρω, τὸ καταπονῶ· πολλοὶ γὰρ ἐκ τῶν ἀστέρων κατεπονήθησαν, καὶ γεγόνασιν ἀστρόβλητοι, ὥσπερ καὶ ἐμβρόντητοι. Καὶ Τειρεσίας ὁ μάντις, παρὰ τὸ εἴρω, τὸ λέγω· ἢ παρὰ τὸ τείρεα· πολλάκις γὰρ οἱ μάντεις ἐκ τῶν ἀστέρων τὶ λέγουσιν. Ἢ παρὰ τὸ τείρεσθαι, οἱονεὶ ὁ καταπονούμενος ἐκ τῆς στερήσεως τῶν ὀφθαλμῶν· τυφλὸς γὰρ ἦν. Τεῖχος: Παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, τεῦχος καὶ τεῖχος. Ἢ ἀντίκειται τὸ τοῖχος. Ἐκ τοῦ τεῖχος γίνεται τειχόεις· καὶ πλεονασμῷ τοῦ ι, τειχιόεις. Τειχεσιπλῆτα: Τοῖς τείχεσι προσπελάζων, πορθητά. Εἰ δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη καταβάλλων. Τῆ τοῦτον ἱμάντα: Ἰλιάδος ξʹ, ἀντὶ τοῦ δέξαι, λάβε. Ἔστι τάω τῶ, σημαίνει τὸ δέχομαι· τάεις τᾷς, τάει τᾷ· καὶ κράσει τοῦ α καὶ ε εἰς η Δωρικῶς, τῆς, καὶ τῆ. Τούτου ὁ παρατατικὸς ἔταον, ἔταες, ἔταε· καὶ τὸ προστακτικὸν, τάε· καὶ κράσει Δωρικῆ, τῆ· Κύκλωψ, τῆ, πίε οἶνον. Τήβεννα: Ἱμάτιον ἢ χλαμὺς ἣν φοροῦσι τύραννοι. Τήγανον: Παρὰ τὸ τήκω, τήκανον· καὶ μεταθέσει τοῦ κ εἰς γ. Τῆιδε: Ἀντὶ τοῦ ἐκεῖσε· καὶ ἔστιν ἐπίρρημα τοπικὸν, ἀπὸ τοῦ τῇ, ἄρθρου. Τηθαλλαδούς: Γυναικοτρόφους, ὑπὸ τήθῃ τεθραμμένους. Τήθεα: Εἰς τὸ τητᾶ. Τηθή: Ἐκ τοῦ τῆ, ἡ λέγουσα τῷ βρέφει λάβε, θήλασον. Ἐν δὲ τῷ Ῥητορικῷ εὗρον σημαίνειν τὴν λέξιν μάμμην, ἡ πατρὸς ἢ μητρὸς μήτηρ. τηθὺς τηθύος, ἡ γῆ, παρὰ τὸ τίτθη· τὸ γὰρ ὕδωρ πάντα τρέφει. Ἢ ὅτι κυρία ἐστὶ τῆς ὑγρᾶς οὐσίας, ἀφʼ ἧς πάντα τρέφεται. Τῆλε: Ἐπίρρημα χρόνου δηλωτικόν· καὶ δηλοῖ τὸ πόρρω· καὶ γίνεται ἐκ τοῦ τηλόσε· σύγκοψον τὴν ΟΣ συλλαβήν. Ἐκ τούτου καὶ Τηλέμαχος, ἀπὸ τοῦ ἵστασθαι κατὰ τὴν ἱστορίαν. Τηλεδαπός: Οὐχ, ὥς τινες, ἔγκειται τὸ ἔδαφος, ὁ πόρρω ἔχων τὸ ἔδαφος καὶ τὴν πόλιν· ἀλλὰ παράγωγόν ἐστι, διὰ τὸ δάπος τῆλε, τηλεδαπὸς, ὁ μακρὰν ἀφεστηκὼς, ὡς ἡμέτερος ἡμεδαπὸς, καὶ ὑμεδαπός. Τηλεθάοντες: Παρὰ τὸ θάλλω, θάλλοντες. Δύναται δὲ εἶναι καὶ παρὰ τὸ θαλέθω· καὶ μεταθέσει τοῦ θ εἰς τ, θαλεθάοντες καὶ τηλεθάοντες· οὐ γὰρ ἔγκειται τὸ τῆλε· καὶ τηλεθόωσα, ἡ εὐθαλὴς καὶ μεγάλως θάλλουσα. Τήλεφος: Ὄνομα κύριον· ἐκλήθη δὲ διὰ τὸ θηλάσαι αὐτὸν ἔλαφον. Τηλία: Πῆγμα τετράγωνον, ἐφʼ οὗ ἤτοι τὰ ἄλευρα πιπράσκεται, ἢ ἀλεκτρυόνες συμβάλλονται. Ῥητορική. Ὁ δὲ Ὦρος τηλίαν λέγει τὴν περιφέρειαν τοῦ κοσκίνου· παρὰ τὸ σῶ, τὸ δηλοῦν τὸ σείω καὶ κινῶ, τὸ σήθω· ἀφʼ οὗ ὄνομα σηλία καὶ τηλία· τρέψαντες γὰρ οἱ Ἀττικοὶ τὸ σ εἰς τ, τὸ σῶ, τῶ λέγουσι· καὶ ἐν συνθέσει τῆς διὰ, διάττω, πλεονασμῷ τοῦ τ. Ἔστιν καὶ ἡ σανὶς τῶν κύβων τηλία, ἐφʼ ᾗ οἱ κυβεύοντες παίζουσι· καὶ ἀλφίτων πωλητήριον, πλατείας προσηλωμένας ἔχον κύκλῳ σανίδας, τοῦ μὴ ἐκπίπτειν τὰ ἄλφιτα. Τηλοῦ: Ἐπίρρημά ἐστι, καὶ σημαίνει τὸ πόρρω. Καὶ γίνεται παρὰ τὸ τέλος τελοῦ· καὶ τροπῇ τοῦ ε εἰς η, τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγεθύνεται. Ἐκ τούτου καὶ τὸ γεννῶ γεννήσω γεννητὸς γίνεται τηλυγέννητος· καὶ συγκοπῇ, τηλύγετος. Τηλόθι: Ἐπίρρημα τοπικόν· σημαίνει τὸ πόρρω· καὶ γίνεται παρὰ τὸ τηλοῦ τηλόθι, ὥσπερ παρὰ τὸ ὑψοῦ ὑψόθι, καὶ ἀγχοῦ ἀγχόθι. Τηλυγέτην: Καταχρηστικῶς ἀγαπητὴν, μονογενῆ· κυρίως γὰρ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπογέννησιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι. Τἠμῇ: Ἔχει τὸ ι κατὰ τὴν λήγουσαν· κατὰ δὲ τὴν ἀρχὴν, οὔ· οἷον, Ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ· ἔστι γὰρ τῇ ἐμῇ· καὶ ἐκθλίβεται τοῦ ἄρθρου τὸ ι, καὶ κιρνᾶται τὸ η καὶ ε εἰς ε· καὶ ἔστι χωρὶς τοῦ ι, ὡς τὸ, Δῖε Μενοιτιάδη τὠμῷ κεχαρισμένε θυμῷ· ἔστι γὰρ τῷ ἐμῷ· καὶ ἐκθλίβει τὸ ι τοῦ ΤΩΙ ἄρθρου, καὶ κιρνᾶται τὸ ω καὶ ε εἰς τὸ ω, καὶ γίνεται τὠμῷ, χωρὶς τοῦ ι. Τῆμος: Σημαίνει τὸ τηνικαῦτα, καθʼ ἣν ὥραν, τότε. Τηνάλλως: Μάτην. Τήνελλα: Τοῦ ἐπαυλήματος μίμησις καὶ τοῦ κρούματος. Τῆς: Ἐπὶ μὲν τοῦ ἄρθρου, Τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος· ἐπὶ δὲ τῆς ἀντωνυμίας, ὡς τὸ, τῆς τήκετο καλὰ παρήϊα· ἀντὶ τοῦ ταύτης. Τήν: Ἐπὶ μὲν τοῦ ἄρθρου, τὴν δὲ γυναῖκα εὗρον· ὡς ἐπὶ δὲ τῆς ἀντωνυμίας, ὡς τὴν ἀμπέλαγος ἄνεμοι φέρον, ἀντὶ τοῦ ταύτην. Τὴν δʼ ἐγώ: Ἀντὶ τοῦ, ταύτην δʼ ἐγώ· καὶ ἔστιν ἄρθρον θηλυκὸν μεταπεσὸν εἰς ἀντωνυμιακὴν σημασίαν· τὰ γὰρ ἄρθρα, εἰ μὴ ἔχει ἐπαγόμενον ὄνομα, εἰς ἀντωνυμιακὴν μετάγονται σύνταξιν. Τόνδε: Ἓν μέρος λόγου· εἰ γὰρ ἦν δύο, ὤφειλεν εἶναι τὸν ΔΕ. Τηρεύς: Ὁ τηρῶν τὰ ἡδονὴν ἀγεῖραι δυνάμενα, καὶ ἀκρασίᾳ ἡδονῶν λελημμένος. Τηρῶ: Παρὰ τὸ θέω, θηρῶ· ὅπου γὰρ τρέχει τὶς, καὶ θεωρεῖ. Ἢ ἐκ τοῦ ὠρῶ, τὸ φυλάττω, πλεονασμῷ τοῦ τ, τωρῶ, διὰ τοῦ ω μεγάλου, ὡς πυλωρός· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, τηρῶ. Ἢ ἐκ τοῦ ὁρῶ, τὸ βλέπω. Τητᾷ: Ἡσίοδος· σημαίνει τὸ ζητεῖς Ἐκ τοῦ τάω, τοῦ σημαίνοντος τὸ ζητῶ, γίνεται κατὰ ἀναδιπλασιασμὸν τατάω τατῶ· καὶ κατʼ ἔκτασιν, τητῶ· ὁ παθητικὸς ἐνεστὼς τητάομαι· τὸ βʹ, τητάῃ, τητᾷ· τὸ τρίτον, τητᾶται, ὡς πειρῶμαι πειρᾷ πειρᾶται· καὶ Ὅμηρος τήθεα ἐκάλεσε τὰ ὄστρεα· τήτεα γάρ εἰσιν, ἃ ζητοῦντες καταδύουσιν. Ἰλιάδος πʹ. Τηϋσίη: Ἡ ματαία· τροπῇ τοῦ δ εἰς τ, καὶ τοῦ ε εἰς η· δευσίη γάρ ἐστιν, ἡ ἔκλυτος, παρὰ τὸ δεύω· τὸ ὑγρὸν καὶ ἔκλυτον νοεῖται. Τιάρα: Κόσμος ἐπικεφάλαιος· ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ, κεκλιμένην. Τὸ δʼ αὐτὸ φασὶν εἶναι καὶ κίδαριν. τιβὴν τιβῆνος, λέγεται ὁ τρίπους· τριβήν τις ὤν· ἀποβολῇ τοῦ ρ, παρὰ τὸ ἐπάνω τριῶν βάσεων κεῖσθαι. Τίη καὶ ὁτιή: Οὐκ ἔστι πλεονασμὸς, ἀλλὰ δύο μέρη λόγου εἰσί· τὸ τὶ, πυσματικόν· ὁ η, σύνδεσμος παραπληρωματικὸς, κατὰ παρολκὴν συνειλημμένος, ἶσος τῷ δή. Τίη δὲ σύ. Τιθασσεύω: Ἐκ τοῦ τιθῶ τιθάσσω σημαίνει δὲ τὸ χειροήθη ποιῶ κατὰ παραγωγὴν τιθασσεύω, τὸ καταπραΰνω καὶ τῇ χειρὶ ἐπιψῶ. Τιθαιβώσσοντος: Λυκόφρων, ἐπιμελείας ἀξιοῦντος· κυρίως δὲ ἐπὶ τῶν μελισσῶν λέγεται, παρὰ τὸ τιθέναι τὴν βόσιν. Καὶ Ὅμηρος, τιθαιβώσσουσι μέλισσαι. Ὀδυσσείας νʹ. Τιθήμενος: Ὁμοίως τῷ κιχήμενος καὶ ἀνήμενος· ἤτοι ποιητικῶς ἔκτασις, ἢ διαλέκτῳ ἀναπέμπεται. Περὶ Παθῶν. ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλά. Τιθήνας: Τροφούς. Παρὰ τὸν τιτθὸν ὃ σημαίνει τὸν μαστὸν γίνεται τιτθήνη· καὶ ἀποβολῇ τοῦ τ, τιθήνη. Ἢ παρὰ τὸν θήσω μέλλοντα τὸ τρέφω ῥηματικὸν ὄνομα, θήνη· καὶ διπλασιασμῷ, τιθήνη. Τιθωνός: Ἡ ἡμέρα· παρὰ τὸ τιθασὸς τὸ σημαῖνον τὸ ἥμερος. Σημαίνει καὶ τὸν γέροντα παρὰ Ἀριστοφάνει. Ἔστι καὶ ὄνομα κύριον παρʼ Ὁμήρῳ. Τίλλω: Σημαίνει τὸ ξαίνω· γίνεται ἀπὸ μεταφορᾶς τοῦ κριοῦ. Κτίλος γὰρ λέγεται. Ἢ ἐκ τοῦ τείνω, τὸ τανύω. Τιμαλφέστατον: Παρὰ Λυκόφρονι πρᾶγμα ἄγαν τίμιον· καὶ τιμαλφέστερον, τὸ τιμιώτερον καὶ λαμπρότερον, τὸ τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ συμβέβηκε τῷ χρυσῷ· ἄλφειν γὰρ τὸ εὑρίσκειν· καὶ τιμαλφούμενος, ὁ τιμὴν εὑρίσκων. Τί μήν: Τί γάρ; Τί οὖν; Κατάφασιν δηλοῖ, ἀντὶ τοῦ πῶς γὰρ οὔ; Διατί γὰρ οὔ; Τιμή: Ἐκ τοῦ τίω τίσω. Τὸ δὲ τίω γράφεται διὰ τοῦ ι, ἐπειδὴ εὑρίσκεται καὶ ἐν συστολῇ, πέρι μέν σε τίω Δαναῶν· καὶ, Πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν· ἐπὶ μὲν οὖν τῆς δόσεως καὶ τῆς ἡμῖν νοουμένης συνήθους, Ἰλιάδος ψʹ, Τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι· καὶ, Τιμὴ δʼ ἐκ Διός ἐστιν· ἐπὶ δὲ τῆς τιμωρίας, Τιμὴν ἀρνύμενοι Μενελάῳ· γράφεται καὶ ποινήν. Ἐπὶ δὲ τοῦ προστίμου, Τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν· ἐπὶ δὲ τῆς ὠνῆς, Τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος· μήποτε δὲ καὶ τοῦτο ἐπὶ προστίμου λέγεται. Ὁ δὲ Ἡρωδιανὸς καὶ τὴν βασιλείαν οὕτως φησὶν εἰρῆσθαι, Ἢ ἔτʼ ἔχει τιμὴν πολέσι μετὰ Μυρμιδόνεσσι. Τίμημα: Ἀντὶ τοῦ ἐνέχυρον, καὶ οἷον ἀποτίμημα, ὡς Λυσίας. Τίθεται δὲ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης. Λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρʼ ἑκάστου τίμημα· ἐν δὲ τῷ κατὰ Μειδίου, ἐπὶ τῆς τιμωρίας εἴρηται. Ῥητορική. Τιμήοροι: Ἥρωες καὶ ἔφοροι. Τιμήσεως: Ζημίας. Τιμητικὸν πινάκιον: Τὸ τοῖς δικάζουσι διδόμενον, ἐν ᾧ γράφουσί τι χρήσιμον. Ἀριστοφάνης. Ῥητορική. Τίμιος: Παρὰ τὸ τιμή. Τιμιουλκῶν: Ἕλκων τὴν τιμὴν, τουτέστι βαρυτιμῶν. Τιμωρός: Ἀπὸ τοῦ τιμὴ καὶ τὸ ὠρῶ, τὸ φυλάσσω. Τινάσσω: Ἀπὸ τοῦ ἲς ἰνὸς ἰνάσσω καὶ τινάσσω. Οὐκ ἀπὸ τοῦ τείνω· ἀλλʼ ἀπὸ τοῦ τιταίνω, ὁ μέλλων, τιτανῶ· Αἰολικῶς, τιτάνσω· ἀποβολῇ τοῦ τ καὶ ὑπερβιβασμῷ, τινάσσω. Τίνω: Σημαίνει τὸ ἀποδίδωμι. Ἀπὸ τοῦ τίω, κατὰ πλεονασμὸν τοῦ ν, ὡς πίω, πίνω· εὕρηται γὰρ συνεσταλμένον, ὡς τὸ, καὶ τίνει ταύτην δίκην, Εὐριπίδης. Ἔστιν οὖν τὸ τίω, καὶ μακρὸν καὶ βραχὺ παρὰ τῷ ποιητῇ. Τίνω δὲ, τὸ τι, ἰῶτα, πρὸς ἀντιδιαστολὴν τοῦ τείνω, τὸ τανύω. Ἐκ τοῦ τίνω γίνεται τιννύω καὶ τίννυμι· τὸ παθητικὸν, τίννυμαι· τὸ δυϊκὸν, τιννύμεθον, καὶ τίννυσθον ἀντὶ τοῦ τιμωρεῖσθον. Τίπτε: Ἀπὸ τοῦ τίποτε, κατὰ συγκοπήν· τὸ δὲ πότε, ἐπιζητητικὸν χρόνου ἐστί· τὸ δὲ, Τίπτε δεδάκρυσαι· οὐκ ἐπιζητεῖ τὸν χρόνον τοῦ δακρύειν, ἀλλὰ κατὰ παρολκὴν λαμβάνεται. Παρέλκον οὖν ἐστι. Τίς: Τὸ οὐδέτερον, τί· σημαίνει ἐρωτηματικόν. Δηλοῖ δὲ καὶ ἐπίρρημα ἐπιτατικὸν, ἀντὶ τοῦ λίαν, ὡς τὸ, Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Δηλοῖ δὲ καὶ θαυμαστικὸν ἐπίρρημα, ὡς ἐν τῷ, τί Ὦρος αἰτιᾶται· καὶ, τί καλὴ ἡ πλησίον· λέγουσιν ὅτι τὸ τίος κατὰ συγκοπὴν πρότερον· εἶτα κατὰ πάθος τὸ τὶς, δεύτερον· τὰ γὰρ πυσματικὰ πάντα εἰς ΟΣ λήγει. Διαφέρει δὲ τῶν λοιπῶν πευστικῶν, ἐπειδὴ τῆς οὐσίας ἐστὶ ζητητικά· οἷον, τίς ἐστι; καὶ λέγει, Σωκράτης. Τὰ δὲ ἀλλὰ πευστικὰ περὶ τὴν οὐσίαν ἐστί. Ζητεῖ ποῖος, ποιότης, λευκὸν ἢ μέλαν· πόσος, ποσότης, μικρὸν ἢ μέγαν· πόστος, τάξεως, πρῶτος, δεύτερος· τὸ ποδαπὸς, ἐθνικόν. Οἱ μέντοι Αἰολεῖς φασὶ τιοῖσιν ὀφθαλμοῖσιν, ὡς παρὰ Σαπφοῖ. Κλίνεται πρὸς διάφορον σημαινόμενον. Ἡ δὲ κλητικὴ ἀπέλειψε. Σημαίνει δέκα· ἐρώτησιν, ὡς τὸ, Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; καὶ ἀπόφασιν, ὡς τὸ, Τίς μάχεται; οὐδείς· καὶ, Τὶς ἔγνω νοῦν κυρίου, ἢ τίς σύμβουλος; καὶ, Τίς ἐστιν ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; καὶ Ὅμηρος, τὶς ἂν τάδε γηθήσειε; καὶ ἀόριστον, ὡς τὸ, Ἄνθρωπός τις· καὶ Ὅμηρος, Εἰ δέ τις ἐσσὶ βροτός· καὶ προσδιορισμὸν, ὡς τὸ, Εἰσὶ τινὲς τῶν ὧδε ἑστηκότων· καὶ ἀγανάκτησιν καὶ ἐπιτίμησιν, ὡς τὸ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ· καὶ, Τίς σε κατέστησεν ἄρχοντα· καὶ, Τίς εἶ σὺ ὁ κρίνων ἀλλότριον οἰκέτην· καὶ, Τίς ἐστιν ὁ κρύπτων με βουλήν· εἰ δέ τις ἐρωτηματικῶς ταῦτα λάβοι, ἄγνοιαν τοῦ θείου κατηγορεῖ. Σημαίνει δὲ καὶ εὐτέλειαν, ὡς τὸ, Τίς εἰμὶ ἐγὼ, κύριε, καὶ τίς ἐστιν ὁ οἶκος τοῦ πατρός μου· σημαίνει καὶ τὸ σπάνιον, ὡς τὸ, Τίς σοφὸς καὶ φυλάξει ταῦτα· καὶ, Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν· εἰ μὴ γὰρ πάντες, ἀλλʼ οὖν γε τινές. Σημαίνει καὶ θαυμασμὸν, ὡς τὸ, Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ· καὶ, Τίς ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα αὐτοῦ ὑπακούει· σημαίνει καὶ τὸ ἐξ ἀμηχανίας εὔχεσθαι, ὡς τὸ, Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ. Τισαμενός: Λέγεται ἐκ τοῦ τὸν πατέρα αὐτοῦ λέγω δὴ τὸν Ὀρέστην τιμωρεῖσθαι τὴν μητέρα αὐτοῦ, διὰ τὸν φόνον τοῦ πατρὸς Ἀγαμέμνονος. Τίσανδρος: Παρὰ τὸν τίσω μέλλοντα· ἢ ἀπὸ τῆς τιμῆς γενικῆς τιμήσανδρος· καὶ συγκοπῇ. Τίσασθαι: Σημαίνει τὸ τιμωρήσασθαι· διαφέρει γὰρ τοῦ τίσειν, ἤγουν τοῦ τιμωρήσειν. Τιμωρεῖν μέν ἐστι τὸ ἐπαμύνειν καὶ βοηθεῖν· τιμωρήσασθαι δὲ, τὸ τὸν προηδικηκότα κολάζειν, ὡς ἀμύνειν καὶ ἀμύνασθαι. Τιμωρεῖ μὲν Πάτροκλον Ἀχιλλεύς· τιμωρεῖται δὲ Ἕκτορα. Τὸ θέμα ἔστι τίω· σημαίνει τὸ τιμωρῶ, τιμωρίαν ἐκτιννύω καὶ ἀποδίδωμι· ὅθεν καὶ τίσις, τιμωρία, ἀπόδοσις, ἀντέκτισις. Τὸ τίω σημαίνει καὶ τὸ τιμῶ. Τίσειαν: Ἀόριστος πρῶτος εὐκτικὸν Αἰολικὸν τρίτου προσώπου τῶν πληθυντικῶν· ἐκεῖνοι γὰρ τὸ τύψαιμι τύψεια λέγουσι· τὸ δεύτερον, τύψειας· τὸ τρίτον, τύψειε. Καὶ τῷ μὲν πρώτῳ χρῶνται οἱ Αἰολεῖς· τοῖς δὲ λοιποῖς προσώποις, ἡ κοινὴ συνήθεια καὶ διάλεκτος. Ὡσαύτως καὶ τῷ τρίτῳ τῶν πληθυντικῶν. Ὁ κανών· τὰ εἰς ΜΙ εὐκτικὰ ἀορίστου ὄντα ἐνεργητικὰ οἱ Αἰολεῖς διὰ τοῦ ΕΙΑ προφέρουσι· τίσαιμι, τίσεια· ὑποστρέψαιμι, ὑποστρέψεια· ἀκούσαιμι, ἀκούσεια, τὰ δὲ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος, ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ γράψαι. Ὅθεν οὐ δεῖ λέγειν τινὶ ζήσειας, ἐπειδὴ εὑρίσκεται εὐχόμενος ἵνα εἰς πέρας ἔλθῃ τῆς ζωῆς, τουτέστιν ἵνα ἀποθάνῃ· λοιπὸν εὑρίσκεται κατευχόμενος αὐτοῦ. Τιτακίδαι: Δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς· μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνόμασται, οὗ μνημονεύει Ἡρόδοτος. Τὸ δὲ Τιταγίδαι καὶ Θυργοῦνδοι, φρατρίαι τινὲς καὶ γένη ἄδοξα· εἰς γὰρ εὐτέλειαν ἐκωμῳδοῦντο· οὐχὶ δὲ δῆμοι, ὥς τινες οἴονται. Τιτανίδα γῆν: Οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικήν· ἀπὸ Τιτάνου ἑνὸς τῶν Τιτάνων· ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς. τιτᾶνες, οἱ καταχθόνιοι δαίμονες· ἢ ἀπὸ τοῦ τίνω, τὸ ἀνταποδίδωμι, τινὰν καὶ τιτὰν, οἱ οὕτως διαπραττόμενοι ὥστε δοῦναι τιμωρίαν· ἢ παρὰ τὸ τιταίνω, οἱονεὶ οἱ τείνοντες τὰς χεῖρας εἰς τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρὸς Κρόνου, ἤγουν τοῦ Οὐρανοῦ. Τὸ δὲ τιταίνεται σημαίνει τὸ τείνεται καὶ ἕλκεται· παρὰ τὸ ταίνω, κατὰ ἀναδιπλασιασμόν· ἢ ἀπὸ τοῦ τανύω. Τιταρήσιον: Ὄνομα πόλεως· ἢ κύριον· Ἡσίοδος ἐν Ἀσπίδι. Τιτιγόνιον: Ζωΰφιον ὅμοιον τέττιγι. Τιτθοί: Οἱ μαστοὶ, ὅτι ἐπιστηθίδιοί τινες εἰσίν· ἢ παρὰ τὸ ἐντίθεσθαι τοῖς στόμασι. Τιτρώσκω: Τρώω, τρώσω, τρώσκω· καὶ κατὰ ἀναδιπλασιασμὸν, τιτρώσκω. Τιτώ: Οὕτω λέγεται ἡ ἡμέρα· παρὰ γὰρ τὸ τιτὰν τιτᾶνος γίνεται Τιτανίς· καὶ ἐκεῖθεν ὑποκοριστικὸν Τιτὼ, ὡς Ὑψιπύλη, Ὑψώ· Εἰδοθέα, Εἰδώ. Τίφος: Ἕλος καὶ κάθυγρος τόπος· ἀπὸ τοῦ τύφεσθαι, ὅ ἐστι πύθεσθαι, καὶ κρύπτεσθαι τοὺς ἐν ἑλώδεσιν ὄντας τόποις. Παρὰ Ἀπολλωνίῳ. Τιτυσκόμενοι: Καταστοχαζόμενοι, βλέποντες. Εἰ μὲν σημαίνει τὸ βλέπω, γίνεται ἀπὸ τοῦ θεῶ θεάσω· κατὰ συγκοπὴν, θῶ· τροπῇ, τῶ· καὶ κατὰ παραγωγὴν, τύω· ὁ μέλλων, τύσω· πλεονασμῷ τοῦ κ, τύσκω· καὶ μετάγεται εἰς ἐνεστῶτα, καὶ γίνεται κατὰ ἀναδιπλασιασμὸν, τιτύσκω. Εἰ δὲ σημαίνει τὸ κατασκευάζω, γίνεται ἀπὸ τοῦ τεύχω· ὁ δεύτερος ἀόριστος, ἔτυχον· ἐξ αὐτοῦ κατὰ ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ σ, τετύσκω, καὶ τιτύσκω. Σημαίνει δὲ τρία· ἐπὶ μὲν τοῦ ἡτοιμάζετο, Ἰλιάδος νʹ, Ὣς εἰπὼν, ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω· τὸ στοχασμῷ χρῆσθαι, Μηριόνης δʼ ἐν τοῖσι τιτύσκετο δουρὶ φαεινῷ· ἐπὶ δὲ τοῦ ψυχικῶς κατεστοχάζετο, τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσαι. Τλῆτε φίλοι: Ὑπομείνατε καρτερῶς. Ἐκ τοῦ τρῶ γίνεται τλῶ. Τληπόλεμος: Ἐκ τοῦ τλῶ τλήσω, τλησιπόλεμος· καὶ συγκοπῇ. Τοίη: Ἀντὶ τοῦ τοιαύτη. Τίθεται καὶ ἀνταποδοτικῶς, καθʼ ὁμοίωσιν πρὸς τὰς παραβολάς· Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν· καὶ θαυμαστικῶς, Τοίην περ κεφαλὴν γαῖα κατέσχε· καὶ ἀναφορικῶς ἐπὶ τὸ προειρημένον καὶ προεγνωσμένον, Ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦσα. Τοῖχος: Παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, γίνεται τεῦχος καὶ τοῖχος. Τοιχορύκτης καὶ τοιχωρύχος: Κλέπτης, λῃστής. Τοὶ γὰρ ἐγὼν ἐρέω: Ἀντὶ τοῦ, ἐγὼ μὲν οὖν εἴπω. Οὐκ ἔστιν ἀντὶ τοῦ γάρ· οὐδέποτε γὰρ ἀρκτικόν ἐστιν· ἀλλὰ δή. Τό: Σημαίνει τοπικὴν σχέσιν· Ὅμηρος, τόδʼ ἱκάνω· καὶ ἔστιν αἰτιατικῆς πτώσεως. Τὸ δὲ δὲ ἰσοδυναμεῖ τῇ εἰς προθέσει, οἷον, εἰς τοῦτο τὸ χωρίον, ὅ ἐστι τόπον· ὡς, οὔλυμπόνδε, ἀντὶ τοῦ εἰς ὄλυμπον. Τὸ δέ μοι κρήηνον ἐέλδωρ: Ἀρίσταρχος δύο μέρη λόγου ταῦτα εἶναι λέγει· ὁ δὲ Ἡρωδιανὸς, ἕν· ὁ δὲ Ἀρίσταρχος ὀξύνει τὸν δὲ ὁμοίως τῷ τὸ, ἵνʼ ᾖ δύο μέρη λόγου. Ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ. Τοκάδα: Εὔβουλος .... Τὸ κηρύκειον, ἢ τὴν μάχαιραν: Λεγόμενόν τι. Τὸ κατακύλωμα: Τὸ πέρας, καὶ ἀνωτάτω τῶν καλῶν. Ῥητορική. Τοκεύς: Ὡς παρὰ τὸ ἔχω, τὸ συνέχω καὶ σφίγγω, γίνεται ὀχεὺς, οὕτως καὶ παρὰ τὸ τέκω τοκεύς. Τολμῆσαι: Σημαίνει τὸ ὑπομεῖναι. Τολόται: Οἱ δημόσιοι ὑπηρέται. Τοὺς δʼ αὐτοὺς καὶ Σκύθας ἔλεγον καὶ σπευσινίους· ἀπὸ τοῦ συντάξαντος αὐτούς. Ῥητορική. Ζήτει εἰς τὸ τοξόται. Τολύνιον: Τὸ καλούμενον Κρατίνειον μέτρον πολυσύνθετον, ἀπὸ τοῦ Μεγαρέως Τολύνου· ἔστι δὲ προγενέστερος Κρατίνου. Ῥητορική. Τολύπευμα: Τὸ κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον. Τολυπεύειν: Ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. Τολύπαις: Μηχαναῖς, ἐργασίαις· καὶ ΤΟΛΥπεύειν, μηχανᾶσθαι, ποιεῖν, ἀθροίζειν, ταλαιπωρεῖν· ἀπὸ μεταφορᾶς τῶν τὰ ἔρια ἐργαζομένων καὶ δεσμευόντων αὐτά. Τοναίαν: Ἄλεξις Παλλακῇ. Ἡ γὰρ ἐπιπολὺ τῆς φωνῆς ἀπότασις καλεῖται τοναία. Τονθορύζει: Ὑπόπτως λαλεῖ, ψιθυρίζει, ἠρέμα γογγύζει. Παρὰ τὸ θροῦς ὃ σημαίνει τὸν τάραχον καὶ τὸν θόρυβον γίνεται θρούζω· ἢ θρόος θροΰζω· καὶ ἐν ὑπερβιβασμῷ, θορύζω· καὶ κατὰ ἀναδιπλασιασμὸν, τονθορύζω. Τόξον: Παρὰ τὸ τάζω τάξω τάξον· καὶ τροπῇ, τόξον. Τοξοποιεῖν τὰς ὀφρῦς: Ἀντὶ τοῦ σκυθρωπάζειν. Τοξόται: Τοξόται δὲ καὶ Σκύθαι καὶ σπουσίνιοι, οἱ δημόσιοι δοῦλοι Ἀθήνῃσιν· ἀπὸ Σπουσίνου τοῦ πρώτου καταστήσαντος αὐτοὺς ἐπὶ τὴν ὑπηρεσίαν. Τοπάζειν: Στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν· καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠριγόνῃ, ἃ δὲ δόξῃ τοπάζω, ταῦτʼ ἰδεῖν σαφῶς θέλω· ζήτει εἰς τὸ ὑπετόπαζε. Διὸ καὶ ὑποτοπεῖν, τὸ ὑπονοεῖν λέγεται. Καὶ καθυποτοπεῖσθαι, τὸ ὑπὸ τὸ χεῖρον ὑπονοεῖν. Τόπος: Παρὰ τὸ πατῶ πάτος καὶ τόπος· ἢ παρὰ τὸ τύπος, τροπῇ τοῦ υ εἰς ο· ἢ παρὰ τὸ τῶ, τὸ λαμβάνω καὶ δέχομαι. Ζήτει εἰς τὸ τόσος. Τοπεῖον: Τὰ σχοινία λέγεται τοπεῖα. Στράττις Μακεδόσι, Τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες τοπείοις ἄνδρες. Τόρνος: Ξύλον στρογγύλον. Παρὰ τὸ τείρω, τορῶ· ἐκ τούτου τορνώσω, τὸ περιγράψω καὶ κατασκευάσω, καὶ, Τορνώσαντο δὲ σῆμα, θεμείλιά τε προβάλοντο, Ἰλιάδος ψʹ. Τορῶ: Εἰς τὸ ἀντιτορήσας. Τορός: Ἔντροχος, τομὸς, συνετός· ἔνιοι σαφὴς, ὡς παρὰ Σοφοκλεῖ, Λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα· σημαίνει δὲ καὶ ἐργαλεῖον φρεωρυχικὸν, σκαφίον, παρὰ Φιλυλλίῳ. Τορύνη: Ὑπὸ τῶν Ἀττικῶν τὴν εὐεργέτιν σημαίνει· ὅμως καὶ Πλάτων κατὰ ἰδιωτικὴν συνήθειαν προσωνόμασεν ἐν Ἱππίᾳ, Τί φησι προτέραν πρέπειν τορύνην τῷ ἔτνει καὶ τῇ χύτρᾳ. Τόσος: Ὄνομα ἀναφορικόν. Ποίου εἴδους τῶν ἀναφορικῶν; Ἀνταποδοτικοῦ. Διατί; Ἐπειδὴ τὰ ὑπὲρ μίαν συλλαβὴν ἐρωτηματικὰ, ἀποβάλλοντα τὸ καταρχὰς σύμφωνον, ἀναφορικὰ γίνεται· οἷον, τοῖος, οἷος· τόσος, ὅσος· καὶ πάλιν, προσλαμβάνοντα τὸ τ κατʼ ἀρχὰς, ἀνταποδοτικὰ γίνεται· οἷον, οἷος, τοῖος· ὅσος, τόσος· ἅτινα πάλιν ὀξυτονούμενα, ἀόριστα γίνεται· οἷον, πόσος, ποσός· τόσος, τοσὸς, τοσόνδέ τε λαόν. Τόπος: Παρὰ τὸ τύπος· ἕκαστος γὰρ τόπος ἰδίῳ τύπῳ κέχρηται. Ἢ παρὰ τὸ τάφος· πᾶς γὰρ τόπος εἰς ταφὴν ἐπιτήδειος. Τοσαῦτα: Ὄνομα πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν· γίνεται δὲ κατὰ παραγωγὴν ἐκ τοῦ τόσα, παραλήγουσαν ἔχον τὴν αὐτήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐπὶ ταύτης τῆς παραγωγῆς τῆς κατὰ γένη καὶ ἀριθμοὺς προϊούσης, ἡ πρὸ τέλους συλλαβὴ βούλεται ἔχειν τὸ υ μετὰ τοῦ ἐν τῇ ληγούσῃ φωνήεντος. Ἔστιν οὖν τῆμος· τὸ τημοῦτος παράγωγον ἕξει τοῦ υ τὸ ο προκείμενον. Ὁμοίως τὸ τηνίκα τηνικαῦτα· οὕτω καὶ ἔσθα ἔνθεν ἐντεῦθεν. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τόσος τοσοῦτος, τόσαι τοσαῦται, τόσα τοσαῦτα. Κατὰ γένη γὰρ καὶ ἀριθμοὺς αἱ παραγωγαὶ γίνονται· οἷον, τηλίκος, τηλικοῦτος· τηλίκα, τηλικαῦτα. Τὸ τοίη, τοιηύτη ὤφειλεν εἶναι· ἀλλʼ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐκ ἔστιν ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ καὶ τὰ ὅμοια, τούτου χάριν τρέπεται τὸ η εἰς α, καὶ γίνεται τοιαύτη. Τόφρα: Ἐπὶ τοσοῦτον· οἷον, Τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρʼ ἂν Ἀχαιοί· ἔστι καὶ ἀποδοτικὸν ἐπίρρημα. Τοὐμόν: Ἰστέον ὅτι ἡνίκα γίνεται κρᾶσις ἐν ἁρμογῇ δύο λέξεων, τίθεται κορωνίς· οἷον τὸ ἐμὸν, τοὐμόν· τὰ ἐμὰ, τἀμά· προέστη, προὔστη· πρόοπτον, προὖπτον· σημαίνει δὲ τὸ φανερόν· ἡνίκα δὲ μὴ γίνεται κρᾶσις ἐν ἁρμογῇ δύο λέξεων, οὐ τίθεται κορωνίς· οἷον νόος, νοῦς· Δημοσθένεος Δημοσθένους· Πρόσκειται, «ἐν ἁρμογῇ δύο λέξεων,» διὰ τὸ Ἡρακλέης Ἡρακλῆς· τοῦτο γὰρ ἐκ δύο λέξεων ὂν, ὅμως οὐκ ἔχει κορωνίδα, ἐπεὶ οὐκ ἐγένετο ἐν ἁρμογῇ δύο λέξεων ἡ κρᾶσις, ἀλλʼ ἐν τῷ μέσῳ τῆς δευτέρας λέξεως· ἡ γὰρ ἁρμογὴ τῶν δύο λέξεων μεταξὺ τοῦ α καὶ τοῦ κ ἐστί. Τοὔμπαλιν: Ἐς τοὐπίσω· παρὰ τὸ ἔμπαλιν, κατὰ κρᾶσιν. Τοὐπίπεμπτον: Οἱ γὰρ μὴ καταλαβόντες τὸ πέμπτον μέρος τῶν ψήφων ἄτιμοι ἦσαν. Οὕτως Ἀριστοφάνης. Τουτάκι: Εἰς τὸ αὐτίκα. Τούδουνοι: Οἱ τοποτηρηταὶ παρὰ Τούρκοις. Τραγάσιον: Ἐν τῇ Τροίᾳ· ἀπὸ Τραγάσου τοῦ πατρὸς Φιλονομίας τῆς ἐρασθείσης Τένου. Τραγικὴ σκηνή: Πῆγμα μετέωρον, ἐφʼ οὗ ἐν θεῶν σκευῇ τινὲς παριόντες ἔλεγον. Λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή. Τραγορίγανον ὄρειον: Ὅπερ οἱ τράγοι ἐσθίοντες πολλάκις γίνονται κατωφερεῖς· διὸ οὕτως εἴρηται. Νίκανδρος ἐν Ἀλεξιφαρμακοῖς· ἀγροτέρης τραγοριγάνου. Τράγος: Παρὰ τὸ τρώγω· πολυφάγον γὰρ τὸ ζῷον· ἢ παρὰ τὸ τραχὺ δέρμα ἔχειν. Τρανός: Παρὰ τὸ στερρός. Μακρὸν τὸ α· τὰ εἰς ΝΟΣ ὀξύτονα δισύλλαβα, τῷ α παραληγόμενα, ἐκτείνουσιν αὐτὸ, τρανὸς, φανός. Τράπεζα: Κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς, τετράπεζα, τέσσαρας πέζας ἔχουσα· αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν. Τραπεζίτης: Διὰ τοῦ ι· σημαίνει τὸν ἐν τῇ συνηθείᾳ λεγόμενον τραπεζίτην, ἀπὸ τοῦ τράπεζα· διὰ δὲ τῆς ΕΙ διφθόγγου, τὸν ἐν τῇ τραπέζῃ παριστάμενον, ὡς παρʼ Ὁμήρῳ, τραπεζῆες κύνες, ἀπὸ τοῦ τραπεζεύς ἐστι· τὸ δὲ παρʼ Ἰβύκῳ, διὰ τοῦ η λεγόμενον, τραπεζητᾶν κυνᾶν, ἔστιν ὡς πλείων πλήων. Τραπεζοποιός: Ὁ τῶν περὶ τὸ συμπόσιον πάντων ἐπιμελούμενος, τραπεζῶν, σκευῶν, ἀκουσμάτων. Οὕτως Μένανδρος. Ῥητορική. Τραπεζοφόρος: Ἱερωσύνης ὄνομά ἐστι· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσα πάντα τὰ τῆς Ἀθηνᾶς ἱέρεια. Τραπέουσι: Δηλοῖ τὸ πατοῦσι· παρὰ τὸ τρέφω, τὸ πήσσω, ἐκ τοῦ θρέψαι. Τρακταΐζω: Τὸ λευκαίνω καὶ κατασκευάζω· ἐξ οὗ τὸ τράκτον, ὁ κηρὸς ὁ πεποιημένος λευκός. Τράμιν: Οἱ μὲν, τὸ τρῆμα τῆς ἕδρας· οἱ δὲ, τὸ ἀπὸ τούτου μέχρι τῆς ἀρχῆς τοῦ βαλάνου χωρίον. Τραγωιδία: Ἔστι βίων τε καὶ λόγων ἡρωϊκῶν μίμησις. Κέκληται δὲ τραγῳδία, ὅτι τράγος τῇ ᾠδῇ ἆθλον ἐτίθετο· ᾠδὴ γὰρ ἡ τραγῳδία. Ἢ ὅτι τρύγα ἆθλον ἐλάμβανον οἱ νικῶντες· τρύγα γὰρ ἐκάλουν οἱ παλαιοὶ τὸν νέον οἶνον. Ἢ ὅτι τετράγωνον εἶχον οἱ χοροὶ σχῆμα· ἢ ὅτι τὰ πολλὰ οἱ χοροὶ ἐκ σατύρων συνίσταντο· οὓς ἐκάλουν τράγους, σκώπτοντες, ἢ διὰ τὴν τοῦ σώματος δασύτητα, ἢ διὰ τὴν περὶ τὰ ἀφροδίσια σπουδήν· τοιοῦτον γὰρ τὸ ζῷον. Ἢ ὅτι οἱ χορευταὶ τὰς κόμας ἀνέπλεκον, σχῆμα τράγων μιμούμενοι. Ἢ ἀπὸ τῆς τρυγὸς τρυγῳδία. Ἦν δὲ τὸ ὄνομα τοῦτο κοινὸν καὶ πρὸς τὴν κωμῳδίαν· ἐπεὶ οὔπω διεκέκριτο τὰ τῆς ποιήσεως ἑκατέρας· ἀλλʼ εἰς αὐτὴν ἓν ἦν τὸ ἆθλον, ἡ τρύξ· ὕστερον δὲ τὸ μὲν κοινὸν ὄνομα ἔσχεν ἡ τραγῳδία· ἡ δὲ κωμῳδία ὠνόμασται, ἐπειδὴ πρότερον κατὰ κώμας ἔλεγον αὐτὰ ἐν ταῖς ἑορταῖς τοῦ Διονύσου καὶ τῆς Δήμητρος· ἢ παρὰ τὸ κωμάζειν, ἡ ἐπὶ τῷ κώματι ᾠδή· ἐπειδὴ ἐπὶ τὸν καιρὸν τοῦ ὕπνου τὴν ἀρχὴν ἐφευρέθη· ἢ ἡ τῶν κωμητῶν ᾠδή· κῶμαι γὰρ λέγονται οἱ μείζονες ἀγροί. Βλαπτόμενοι γάρ τινες γεωργοὶ παρὰ τῶν ἐν Ἀθήνῃσι πολιτῶν, κατῄεσαν περὶ τὸν καιρὸν τοῦ ὕπνου· καὶ περιϊόντες τὰς ἀγυιὰς, ἔλεγον ἀνωνυμὶ τὰς βλάβας ἃς ἔπασχον ὑπʼ αὐτῶν· οἷον, ἐνταῦθα μένει τὶς τὰ καὶ τὰ ποιῶν· καὶ ἐκ τούτου ἀνοχὴ τῶν ἀδικιῶν ἐγίνετο. Τρασιά: Παρὰ τὸ τέρσω, τὸ ξηραίνω, τερσιὰ καὶ ταρσιὰ, ὡς παρὰ Σιμωνίδῃ· καὶ καθʼ ὑπέρθεσιν, τρασιά. Τραῦμα: Παρὰ τὸ τρῶ, τὸ τιτρώσκω, τρῶμα καὶ τραῦμα· ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥέειν διʼ αὐτοῦ τὸ αἷμα. Τραύξανα: Τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων ἢ τῶν βοῶν, ἢ τῶν ἄλλων κτηνῶν λείψανα· σημαίνει δὲ καὶ τὰ ἀκανθώδη καὶ ξηρὰ ξύλα. Τραφερή: Ἡ ξηρὰ γῆ, ἡ πεπηγυῖα ὡς πρὸς τὴν θάλασσαν· θρέψαι γὰρ τὸ πῆξαι. Τράφηξ τράφηκος, παρὰ Λυκόφρονι ἡ ὑπόπλακος βάσις. Λέγεται δὲ καὶ τὸ τῆς νεὼς χεῖλος, ἐφʼ οὗ οἱ σκαλμοὶ τίθενται· νῦν δὲ τὸ ξύλον ἔνθα τιθέασι τὸν ἄρτον. Τραχύς: Σημαίνει τὸν σκληρόν· ἀπὸ μεταφορᾶς τῆς ῥάχεως· αὕτη γὰρ ὀστώδης ἐστίν. Ἢ παρὰ τὸ τάραχος, ταραχὺς, καὶ τραχύς· ὁ γὰρ τραχὺς τάραχον ποιεῖ. Τράχηλος: Παρὰ τὴν τραχύτητα· ὀστῶδες γὰρ τὸ μέρος τοῦτο· ἢ παρὰ τὸ διʼ αὐτοῦ τρέχειν τὴν τροφὴν, οἷον τρόχαλος. Ἢ ὅτι τῆς ῥάχεως ὅλος ἐστὶ τράχηλος· ἢ παρὰ τὸ τραχὺς καὶ τὸ ἧλος, ὁ τραχεῖς ἥλους ἔχων. Ὅτε δέ φησιν Ὅμηρος, ἁπαλοῖο διʼ αὐχένος· κατʼ ἀντίφρασιν λέγει. Οὕτως Ὦρος· ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ τράχηλον εὗρον σημαίνειν τῶν θαλασσίων πορφύρων. Οὕτω Ποσίδιππος. Τρέφεσθαι: Πήγνυσθαι, συνίστασθαι. Περὶ ψυχῆς, Τότε δὴ τὰ ζῷα συντρέφεται· ἀντὶ τοῦ συνίσταται, πήγνυται. Τρέφοιν: Ὡς παρʼ Εὐριπίδῃ, Ἄφρων ἂν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας· γίνεται οὕτως· ἔστι τρέφοιμι, τρέφοις, τρέφοι· πλεονασμῷ τοῦ η Ἀττικῶς, τρεφοίη, τρεφοίης, τρεφοίην· καὶ συγκοπῇ τοῦ η. Τρήρων: Ἐπὶ τῆς περιστερᾶς, ἡ δειλή· παρὰ τὸ τρεῖν· εὐλαβὲς γὰρ τὸ ζῷον. Παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, τρέερος· κατὰ συγκοπὴν, τρῆρος· καὶ παρώνυμον, τρήρων, ὡς ἁβρὸς ἅβρων. Τρητὸν λέχος: Παρὰ τὸ τετρῆσθαι κατὰ τὰ ἐνήλατα, εἰς ἃ ἐμβάλλεται ἡ σπάρτος· ἢ παρὰ τὸ τετρῆσθαι τοὺς πόδας, εἰς οὓς ἐμβάλλεται τὰ ἐνήλατα. Τρεῖς: Πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον, εἴτε φωνῆεν, εἴτε σύμφωνον, ἐκ τῶν ἐντὸς τῆς δεκάδος· οἷον, τὸ εἷς καὶ τὸ ἓν, ἔχει τὸ ε ἐκ τῶν ἐντὸς τῆς δεκάδος· καὶ τὸ δύο, ἔχει τὸ δ· καὶ τὸ πεντήκοντα, ἔχει τὸ ε καὶ τὸ η καὶ τὸ α. Τὸ ὀκτὼ δοκεῖ ἀντικεῖσθαι· οὐ γὰρ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς ι· ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι καὶ δυνάμει καὶ τοῦτο ἔχει ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσι γὰρ οἱ φιλόσοφοι, ὅτι τὸ ὀκτὼ καὶ ὀγδοὰς λέγεται παρὰ τὸ ἄγειν δύο τετράδας, οἱονεὶ ἀγωδυὰς καὶ ὀγδοάς· τὸ δὲ α καὶ τὸ γ καὶ τὸ δ ἐκ τῶν ἐντὸς τῆς δεκάδος εἰσί. Κατὰ τοῦτο καὶ τὸ τρεῖς διὰ τῆς ΕΙ διφθόγγου γράφεται, ἵνα σχῇ τὸ ε· εἰ γὰρ ἐγράφετο διὰ τοῦ ι, οὐκ ἔμελλεν ἔχειν τὸ στοιχεῖον. Ἐν δὲ τῇ συνθέσει, ἤγουν ἐν τῷ τρισκαίδεκα, ἀποβάλλει τὸ ε· ἔχει γὰρ ἄλλα στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος, οἷον τὸ α τοῦ καὶ συνδέσμου, καὶ τὸ δ καὶ τὸ ε τοῦ δέκα. Τριακοντούτης: Παροξυτονεῖται· κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν· καὶ τὰ πληθυντικὰ, τριακοντούτεις, ὡς παρὰ Θουκυδίδῃ. Ἰστέον δὲ ὅτι τὰ παρὰ τὸ ἔτος παρʼ ἡμῖν ὀξύτονα οἱ Ἀθηναῖοι βαρύνουσιν· οὐ μόνον γὰρ περὶ τὸν τόνον πταίουσιν, ἀλλὰ καὶ περὶ τὴν κλίσιν· δωδεκαέτης γὰρ δωδεκαέτου κλίνουσιν, ὥσπερ οἰκέτης οἰκέτου· καὶ τὸ πληθυντικὸν δωδεκαέται, ὥσπερ οἰκέται, δωδεκαέτεις ὀφείλοντες κλίνειν. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ θηλυκοῦ, ὡς ἀπὸ τοῦ ἰσοσυλλάβου κλινόμενον ποιοῦσι, τριακονταέτις τριακονταέτιδος, ὡς κυνηγέτις κυνηγέτιδος· καὶ κατὰ κρᾶσιν, τριακοντούτιδος, ὡς παρὰ τῷ συγγραφεῖ, Τῶν τριακοντουτίδων σπονδῶν. Τριακοντέος: Ὥσπερ γίνεται ἐπὶ τῆς γενικῆς τῶν πληθυντικῶν γερόντων γεροντέων, οὕτω καὶ ἐπὶ τῆς γενικῆς τῶν ἑνικῶν, τριάκων τριάκοντος, τριακοντέος κατὰ πλεονασμόν. Περὶ Παθῶν. Τριάσσειν: Τὸ νικᾶν· ἀπὸ μεταφορᾶς τῶν παλαιστῶν, ἐν ταῖς τρισὶ πάλαις τὴν νίκην καρπουμένων· καὶ ἀτρίακτος, ὁ ἀήττητος. Τριαχθῆναι: Λέγουσιν οἱ παλαιστρικοὶ, ἀντὶ τοῦ τρὶς πεσεῖν, ἢ τὸ τρὶς τροχάσαντα νικηθῆναι στάδιον, δίαυλον, δολιχόν. Τριέτης: Ὁ μὲν χρόνος βαρύνεται· τὸ δὲ μετεσχηκὸς τοῦ χρόνου ὀξύνεται· ὡς εἶναι τριέτης μὲν χρόνος, τριετὴς δὲ παῖς. Τριβοῦνος: Ὁ χιλίαρχος. Τριταγωνιστής: Ὁ Αἰσχίνης, ὡς ἀδοκιμώτατος τῶν ὑποκριτῶν ἐν τῇ τρίτῃ τάξει καταριθμούμενος. Τρίβακος: Ἡ τριβὴ τρίβαξ παρώνυμον· ἡ γενικὴ εὐθεῖα γίνεται πολλάκις, ὡς φύλαξ φύλακος καὶ ὁ φύλακος, ἱέραξ ἱερὸς, ῥὸς ῥόαξ. Τρίβαλλοι: Οἱ ἐν τοῖς βαλανείοις ἀναγώγως διατριβόμενοι· οἱ δὲ, τοὺς εἰκαίους καὶ τοὺς βίους κατατρίβοντας. Τρίβος: Παρὰ τὸ τρίβω, ἡ καταπεπατημένη ὁδός· ἢ παρὰ τὸ τρῶ, τὸ καταπονῶ καὶ τὸ τρίβω. Τριβωνευόμενοι: Ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· ἢ ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων. Τρίβων γὰρ ὁ ἔμπειρος. Καίτοι σοὶ τριβωνότερα τὰ τοιάδε καὶ ἀκριβέστερα. Τριβωνοφόρος: Ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς γαμμάτια. Τρίβων γὰρ λέγεται παρὰ τὸ ἤδη τετρίφθαι ἐκ διαφόρων. Τρίγληνα: Οἷον τρίκορα· γλήνη γὰρ ἡ τῶν ὀφθαλμῶν κόρη· ἢ πολύγληνα, τὰ πολλῆς θέας ἄξια· παρὰ τὸ γλήνη, τρίγληνον. Ἢ τρίκορα, ὡς τριῶν ζωδίων ἐφʼ ἑκάτερον δεδημιουργημένων. τρίγωνος ἀρσενικῶς, μουσικὸν ὄργανον, ψαλτηρίῳ τὴν ἐξάρτησιν ὁμοίαν ἔχον. Τρίζω: Παρὰ τὸ τρῶ, τρίζω παράγωγον· δηλοῖ δὲ ὀδυνηράν τινα φωνὴν καὶ ἐπαλγῆ ἀφιέναι· ὅθεν καὶ τετριγῶτας, Ἰλιάδος βʹ. Τριήρεις: Πλοῖα πολεμικὰ, ἃ καλοῦνται λέβερνοι. Τριηράρχημα: Τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· ἐπιτριηράρχημα δὲ, τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρικαλίνδητος: Τρικυλίνδητος. Ῥητορική. Τρικέφαλος: Ὁ Ἑρμῆς λέγεται, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφὴν, ποῖ μὲν αὕτη φέρει ἡ ὁδὸς, ποῖ δὲ αὕτη· ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. Ἔστι δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν Προκλείδης. Τρίλλιστος νύξ: Πολυλιτάνευτος γάρ. Τρίμνων: Τριῶν μνῶν ἄξιον. Τρικυμία: Ἡ σφοδροτάτη καὶ δεινοτάτη τῆς θαλάσσης ταραχή· παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, καὶ τὸ κῦμα, ὁ ἐκ τῶν κυμάτων φόβος. Τριόττης: Περιτραχήλιος κόσμος· καὶ μήποτε παρὰ τοὺς ὄσσους, οἱονεὶ ὁ τρεῖς ἔχων ὄσσους, ἤγουν ὀφθαλμούς. Γράφεται δὲ διὰ τοῦ ω μεγάλου, ὥσπερ καὶ τὸ ἀμβλυώττειν, ἀπὸ τοῦ ὄσσος ὄν. Τριοβολιμαῖος: Τριῶν ὀβολῶν εὔωνος. Τριόπιον: Ἡ ἀπολήγουσα χώρα τῆς Κνίδου· ἀπὸ Τριόπα τοῦ πατρὸς Ἐρισίχθονος. Ὦρος. Τριπαῖα: Ἡ ἐναντία πνοή. Οὕτω Σοφοκλῆς. Ῥητορική. Τριπτήρ τριπτῆρος: Πιθάκνη ἐκπέτανος, οἷα τὰ ἐπιλήνια. Πολλὰ σημαίνει τοὔνομα. Τριστάται: Οἱ παρὰ χεῖρα τοῦ βασιλέως, οἱ ἔχοντες λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα. Διατί, ὥσπερ ἀπὸ τοῦ τρία τριάκοντα καὶ ἑξῆς, μὴ δύο δυήκοντα, ἀλλὰ εἴκοσι λέγεται; Ὅτι οὐκ ἔστι κυρίως ὁ δύο ἀριθμός· ἔνθεν καὶ ἐν τῷ πολυπλασιασμῷ διηλλάγη. Ἐὰν οἱ ἀριθμοὶ ἐκ τῶν ἀρσενικῶν συντίθενται ὅρων, ὁ τρισκαιδέκατος, καὶ ὁ τεσσαρεσκαιδέκατος, καὶ οὐκ ἀπὸ τῶν οὐδετέρων τριακαιδέκατος καὶ τεσσαρακαιδέκατος· διατί μὴ ἐγένετο καὶ ἀπὸ τοῦ εἷς εἱσδέκατος, ἀλλʼ ἀπὸ τοῦ οὐδετέρου ἑνδέκατος; Ἐπειδὴ οἱ ἀριθμοὶ συντιθέμενοι τὴν αὐτὴν ἀρχὴν θέλουσι φυλάσσειν ἐπὶ τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ· οἷον, τρισκαιδέκατος, τρισκαιδεκάτη· τὸ δὲ εἷς, οὐ λέγεται ἐπὶ θηλυκοῦ ὥσπερ οἱ τρεῖς καὶ αἱ τρεῖς, ἵνα ἦν εἱσδέκατος εἱσδεκάτη. Εὐλόγως οὖν ἀπὸ τοῦ ἓν γέγονεν, ἵνα γένηται ἑνδέκατος καὶ ἑνδεκάτη· πολλάκις γὰρ τὸ οὐδέτερον ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ τίθεται, ὡς λέγομεν ἐπὶ ἀρσενικοῦ οὐδέτερον τὸ παιδίον, ἀλλὰ καὶ ἐπὶ θηλυκοῦ ὁμοίως. Εἰ δέ τις ἀπορεῖ λέγων, διατί μὴ γέγονε μία καὶ δεκάτη; λέγομεν ὁμοίως, ὅτι ἀδύνατόν ἐστιν εἰπεῖν ἐπὶ ἀρσενικοῦ μιακαίδεκα. Εἰ δέ τις ἀπορεῖ, διατί πάντων τῶν ἀριθμῶν συντιθεμένων μετὰ τοῦ δέκα, πάντες τὸν καὶ σύνδεσμον λαμβάνοντες, οὐ γέγονεν εἱσκαιδέκατος, ὡς τρισκαιδέκατος· λέγομεν, ἐπειδὴ οὐκ ἔστι κυρίως ἀριθμὸς, ἀλλʼ ἀρχὴ ἀριθμοῦ ὁ εἷς, ὁ δύο· καὶ ἐπειδὴ ἀμφιβάλλεται εἴτε ἀριθμός ἐστιν εἴτε μή ἐστιν, οὐ λαμβάνει τὸν καί. Ἰστέον ὅτι τοῦ τρισκαιδέκατος ἡ σύνθεσις οὐκ ἐγένετο ἀπὸ τοῦ τρὶς ἐπιρρήματος, ἀλλʼ ἀπὸ τοῦ τρεῖς ὀνόματος· δηλοῖ γὰρ ἡ σημασία, ὅτι τὸ τρὶς ἐπίρρημα τὸ τρισσὸν δηλοῖ· οἷον, τρὶς γὰρ ἔγραψα, ἀντὶ τοῦ τρίτον ἔγραψα. Εἰ οὖν ἀπὸ τοῦ τρὶς ἐπιρρήματος συνετέθη, ἔμελλε δηλοῦν τὸ τρὶς δέκα, ὅπέρ ἐστι τριάκοντα· ἀλλὰ μὴν τοῦτο οὐ σημαίνει. Τρισκαίδεκα γὰρ ἐστὶ τὰ δέκα καὶ τρία. Ὁ μὲν Ἀπολλώνιος λέγει, ἀπὸ τοῦ δὶς καὶ τρὶς γίνεται δίμηνος καὶ τρίμηνος· ὁ δὲ Ἡρωδιανὸς, ἀπὸ τοῦ δύο καὶ τρία κατὰ συγκοπήν. Ζητεῖται οὖν, ποῖόν ἐστιν ἀναλογώτερον; καὶ λέγομεν τὸ ἐκ τοῦ ὀνόματος μᾶλλον. Ἰδοὺ κατʼ ἐντέλειαν τὰ παρὰ Ἀθηναίοις συντεθέντα, δοκεῖ ἡμῖν καὶ ταῦτα γίνεσθαι ἐξ ὀνόματος· οἷον, πεντέμηνος, ὀκτώμηνος· καὶ δῆλον ὅτι ἀπὸ τοῦ ἐπιρρήματος τοῦ πεντάκις καὶ ὀκτάκις γίνεται πεντακίμηνος καὶ ὀκτακίμηνος καὶ κατὰ συγκοπὴν τοῦ ΚΙ, πεντάμηνος καὶ ὀκτάμηνος. Καὶ λέγομεν πρὸς αὐτοὺς, ὅτι τοῦτο ἀληθές· ἀλλὰ πολλάκις οἱ ἀριθμοὶ ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι τὸ τέλος εἰς α· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀκτὼ παράγωγον ὀκτάκις, καὶ ἀπὸ τοῦ πέντε πεντάκις, οὕτω καὶ σύνθετον ὄνομα, πεντάμηνος καὶ ὀκτάμηνος. Δέδεικται οὖν τὰ προκείμενα διὰ τοῦ Ἀττικοῦ ὀνόματος τοῦ πεντέμηνος καὶ ὀκτώμηνος· ὥσπερ ἐκ τοῦ ὀνόματος γέγονε συγκοπῇ καὶ τροπῇ δυόμηνος δύμηνος καὶ δίμηνος, τριάμηνος καὶ τρίμηνος. Τὸ δισχίλιοι καὶ τρισμύριοι, ὡς ἔχοντα τὸ σ, ἐν παραθέσει ἐστί. Τὸ δὲ δὶς καὶ τρὶς ἐν τῇ συνθέσει ἀποβάλλει τὸ σ. Σεσημείωται τὸ δισθανέες. Τριτογένεια: Ἡ Ἀθηνᾶ· ἤτοι ὅτι ἐκ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν, ἢ ὅτι παρὰ τῷ Τρίτωνι ποταμῷ ἐγεννήθη· ἢ ὅτι τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. Ἢ ἐπειδὴ τριτώ ἐστιν· ὅπερ κατὰ Ἀθαμᾶνας σημαίνει τὴν κεφαλήν. Ἢ ἐπειδὴ τριταία γέγονεν, οἱονεὶ ἡ φαινομένη τριταία· καὶ γὰρ τὴν αὐτὴν εἶναι τῇ σελήνῃ. Καὶ τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν· δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ. Τινὲς δὲ λέγουσι παρὰ τὸ τρεῖν, τὸ φοβεῖν, ἡ φόβου ἐμποιητική· οἷς ἀντίκειται καὶ ἡ γραφὴ, ὅτι ὤφειλε γράφεσθαι διφθόγγῳ· καὶ ὁ σχηματισμὸς, ἐπειδὴ οὐ δύναται ἐκ τοῦ τρεῖν γεννᾶσθαι, ἐπειδὴ οὐ γεννᾶται ἐκ τοῦ φόβου. Ἢ παρὰ τὸ τρεῖν γεννᾶν· ἐπειδὴ ὥς φησιν ὁ τεχνικὸς τὰ τοιαῦτα εἰς πάθη ἀναλύονται, καὶ οὐκ εἰς ἐνέργειαν· οἷον, Λυκηγενὴς, ὁ ἐν Λυκίᾳ γεγεννημένος· Κυπρογενὴς, ὁ ἐν Κύπρῳ γεγεννημένος· ἠριγενὴς, ὁ ἐν τῷ ἔαρι γεννηθείς. Οὕτως οὖν καὶ τριτογένεια, ἡ ἐκ τοῦ τρεῖν γεννωμένη, οὐ μὴν ἡ τὸ τρεῖν γεννῶσα. Χοιροβοσκός. Τριτοπάτορες: Δήμων ἀνέμους εἶναι φησί· Φιλόχορος δὲ, τοὺς τριτοπάτρεις πάντων γεγονέναι πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, ὃν καὶ Ἀπόλλωνα, τότε καλεῖν γονεῖς· τοὺς δὲ ἐκ τούτων, τρίτους πατέρας. Φανόδημος δέ φησιν, ὅτι μόνοι Ἀθηναῖοι θύουσι καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων. Ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς τριτοπάτορας, Ἀμαλκείδην, Πρωτοκλέα, καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων. Ὁ δὲ τὸ ἐξηγητικὸν ποιήσας, οὐρανοῦ καὶ γῆς φησιν αὐτοὺς εἶναι· ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων, καὶ Γύγην. Τριττύς: Τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς τρία μέρη, τριττῦς, καὶ ἔθνη. καὶ φρατρίας· καὶ τριττυάρχης, ὁ ἄρχων τῆς τριττύος. Τρισσή: Τὸ ἀρσενικὸν, τρισσός· ἐξ οὗ καὶ ῥῆμα τρισσῶ τρισσώσω. Τριττύαν: Θυσίαν. Καλλίμαχος μὲν, τὴν ἐκ κριοῦ καὶ ταύρου καὶ κάπρου· Ἴστρος δὲ, ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρσένων, πάντων τριετῶν. Τρίτων: Ὄνομα ποταμοῦ· παρὰ τὸ τρεῖν, τὸ φοβεῖσθαι, ὁ φόβου ἐμποιητικός· ἢ παρὰ τὸ ῥεῖν· ἢ παρὰ τὸ ἐκ τριῶν γενέσθαι, τρίων· καὶ πλεονασμῷ τοῦ τ, τρίτων· καὶ γὰρ ἕκαστος ποταμὸς τριῶν τινῶν μετέχει, γῆς, ἀέρος, ὕδατος. Τριχάϊκες: Οἱ συνεχῶς κινοῦντες ἐν τοῖς πολέμοις τὰς κατὰ λόφον τρίχας. Τοιοῦτο καὶ τὸ κορυθαίολος Ἕκτωρ. Ἡσίοδος δὲ διὰ τὸ τριχῇ αὐτοὺς οἰκῆσαι· οἷον, Πάντες δὲ τριχάϊκες καλέονται, οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο. Τρία γὰρ Ἑλληνικὰ ἔθνη τῇ Κρήτῃ ἐπῴκησαν, Πελασγοὶ, Ἀχαιοὶ, Δωριεῖς. Τρίχαπτον: Τὸ βαμβύκινον ὕφασμα, ἱμάτιον πολύτιμον. Τριχθά τε καὶ τετραχθὰ διατρυφέν: Εἰς τρία καὶ εἰς τέσσαρα. Ἔστιν ἐπίρρημα μεσότητος· παρήχθη ἐκ τοῦ τρίχα βαρυτόνου, ὃ σημαίνει τὸ τριχῶς. Τὰ εἰς ΧΑ ἐπιρρήματα, ἐπὶ ποσότητος λαμβανόμενα, βαρύνεται· εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβὰς, προπαροξύνεται· οἷον, δίχα, διάνδιχα· τρίχα καὶ τέτραχα· καὶ πλεονασμῷ τοῦ θ, τετραχθὰ, ὀξυτόνως· τὰ εἰς ΧΑ λήγοντα ἐπιρρήματα, ἔχοντα τὸ χ πρὸ τοῦ θ, ὀξύνεται. Τρίχες: Παρὰ τὴν τραχύτητα, τράχες τινὲς οὖσαι· οἱ δὲ, ἀπὸ τοῦ τρίζειν ἐν τῇ κουρᾷ· οἱ δὲ, ἀπὸ τοῦ πλήθους· οἱ δὲ, ἀπὸ τοῦ τρύχεσθαι καὶ ἀφαιρεῖσθαι συνεχῶς. Τριχίδες: Θρίσσαι, διὰ τὸ λεπτὰ ἔχειν ὀστᾶ. Τρίχινον: Παρὰ τὸ τρύχω, τὸ καταπονῶ. τὸ καταπονοῦν καὶ ἀλγῦνον τὸ σῶμα. Τριχολογεῖν: Τὸ τὰς τρίχας ἀναλέγεσθαι, καὶ περὶ αὐτῶν φροντίζειν. Τριχόβρως: Θήριον, ὃ τοὺς τῶν περικεφαλαίων λόφους διαβιβρώσκει. Τροπαῖα: Ἡ Ἥρα, διὰ τὸ τὰ τρόπαια ὅ ἐστι τὰ νικητήρια μὴ μόνον Διῒ ἀνατίθεσθαι, ἀλλὰ καὶ τῇ Ἥρᾳ· καὶ ὥσπερ ὁ Ζεὺς πανομφαῖος, οὕτω καὶ ἡ Ἥρα πανομφαῖα, ὡς δὲ καὶ γέειος γέεια. Τρόπηλις: Ἡ τῶν σκορόδων δέσμη· ἀπὸ τοῦ εἰλεῖσθαι. Ἐν δὲ τοῖς Σκίροις τῇ ἑορτῇ ἤσθιον σκόροδα, ἕνεκα τοῦ ἀπέχεσθαι Ἀφροδισίων, ὡς μὴ μύρων πνέοιεν. Τροπῆς ἀποσκίασμα: Ἀντὶ τοῦ ἀλλοιώσεως καὶ μεταβολῆς ἴχνος, καὶ ὁμοίωμα φαντασίας. Ῥητορική. Τροπίας οἶνος: Ὁ τετραμμένος καὶ ἐξεστηκώς. Τροπίδια: Τὰ εἰς τρόπιν νεὼς εὐθετοῦντα ξύλα· μεταφορικῶς δὲ καὶ ἐπὶ καταβολῆς τινὸς καὶ ἀρχῆς πράγματος· καὶ ὁ τοπὸς, ἐφʼ οὗ τίθεται ἡ τρόπις. Οὕτω Πλάτων. Ῥητορική. Τροχισθεῖσα: Βασανισθεῖσα, ἀπὸ τοῦ τροχός· ὅπέρ ἐστιν ὄργανον βασανιστικὸν, διατεῖνον τὰ σώματα τῶν βασανιζομένων. Τρόπαιον: Πᾶν κτητικὸν οὐδέτερον ἀπὸ θηλυκοῦ γεγονὸς, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· οἷον, κεφαλὴ, κεφάλαιον· γυνὴ, γύναιον· ὅθεν καὶ ἀπὸ τοῦ τροπὴ, τρόπαιον. Οἱ δὲ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν. Εἴρηται δὲ ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους τὰ ἱστάμενα σύμβολα τῆς νίκης. Τροπωτῆρες: Οἱ ἱμάντες οἱ ἐν τοῖς πλοίοις, ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται· τροπὸς δὲ, ὁ τροπωτὴρ, παρὰ τὸ τρέπειν τὰς κώπας. Τρόμος: Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, εἰδικοῦ· γίνεται παρὰ τὸ τρέμω· τοῦτο παρὰ τὸ θέρμω, τὸ θερμαίνω. Τροφαλίς: Σημαίνει τὸν τυρόν. Παρὰ τὸ τρέφω, τὸ πήσσω, γίνεται τρεφὶς, ὡς λέπω λεπίς· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, καὶ τροπῇ, τροφαλίς. Τροφή: Παρὰ τὸ τρέφω, τὸ πηγνύω, ἡ πηγνύουσα καὶ εὐσταθῆ ποιοῦσα τὰ σώματα. Λαμβάνεται καὶ ἐπὶ τῆς ἀγωγῆς καὶ παιδείας· καὶ τραφὲν, ἀντὶ τοῦ ἀχθὲν καὶ παιδευθέν· καὶ ἐπὶ τῆς πολιτείας Πλάτων, Τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν· τροφὴν μὲν γὰρ βρῶμα καὶ πόμα λέγει· γέννησιν δὲ, τὰ ἀφροδίσια. Ἐν δὲ τρίτῳ Πολιτείας, Καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος· ἀντὶ τοῦ πεπαιδευμένος. Τρόφι κῦμα: Τὸ τεθραμμένον καὶ συνιστάμενον, ὅ ἐστιν εὐτραφὲς, Ἰλιάδος λʹ. Ἰστέον ὅτι εἰσὶ τινὰ οὐδέτερα μονογενῆ εἰς ι λήγοντα πεπονθότα, ἅπερ ἄκλιτά εἰσι, τὸ ἄλφι, καὶ τὸ ἔρι, καὶ τὸ κρῖ· καὶ τὸ τρόφι γέγονεν ἀπὸ τοῦ τρόφιμον· ἢ παρὰ τὸ εὔτροφις· τὸ οὐδέτερον, εὔτροφι, ὡς τὸ λιπόπατρις λιπόπατρι· καὶ κατὰ ἀφαίρεσιν, τρόφι. Διατί δὲ οὐκ ἔστι τρόφις, καὶ τὸ οὐδέτερον τρόφι; Ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΙΣ ἁπλᾶ οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν. Τροχός: Παρὰ τὸ τρέχω, τροχὸς, ὡς παρὰ τὸ δραμεῖν δρόμος· ἐπὶ μὲν τοῦ ἅρματος, Αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη· ἐπὶ δὲ τοῦ κεραμικοῦ ἐργαλείου, Ἰλιάδος ςʹ, ὡς ὅτε τις τροχὸν ἅρμενον ἐν παλάμῃσιν ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσι· ζήτει εἰς τὸ πούς. τρόχος δὲ βαρυτόνως, ἐπὶ τοῦ δρόμου, Εὐριπίδης Μηδείᾳ, Ἀλλʼ οἱ δὲ παῖδες, ἐκ τρόχων πεπαυμένοι, στίχουσιν· ἀντὶ τοῦ, γυμνασίων δρόμων· ἢ ἐκ τῶν κατατρεχομένων τόπων. Τρόχος γὰρ παροξυτόνως, κατὰ τὸ παθητικὸν, ὁ τρεχόμενος. Τροχαλός: Ἡσίοδος, τροχαλὸν δὲ γέροντα τίθησιν· ἀντὶ τοῦ ἐπικαμπῆ· ἐκ μεταφορᾶς τοῦ τροχοῦ· ἢ ὀξὺν ἐν τῷ δρόμῳ· ἀναγκάζεται γὰρ ὁ γέρων ὑπὸ ψύχους τρέχειν ὑπὸ θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπικλινῆ. Τρόχμαλος: Ἡ ἐκ λίθων στρογγύλων αἱμασιὰ, ἡ περιῳκοδομημένη τοῖς χωρίοις. Τρόχμαλα γὰρ κυρίως λέγονται οἱ μικροὶ λίθοι, οἱ κάχληκες, παρὰ Λυκόφρονι. Τροία: Τὰ διὰ τοῦ ΟΙΑ θηλυκὰ δισύλλαβα μακροκατάληκτα διὰ τῆς ΟΙ διφθόγγου γράφεται καὶ ἐπὶ βαρυτόνων καὶ ὀξυτόνων· οἷον, ποία, κοία· σημαίνει τὴν σφαῖραν· ἡ χρῆσις παρὰ Ἀντιμάχῳ, Κοίας ἐκ χειρῶν εἰς σκόπελον μεταριπτάζουσι ποιὰ, ῥοιὰ, χροιά. Τὰ δὲ ὑπὲρ δύο συλλαβὰς, ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον, σικύα, κωδύα, ἱξύα, σηπύα, καρύα, ἀφύα. Ἔστιν οὖν τὸ Τροία ἡ πόλις, ὄνομα Βοιώτιον· Τρὼς Τρωὸς Τρωϊκὸς Τρώϊος, ὡς Ὀλύμπιος· Τρωΐα· Ἰωνικῶς, Τρωΐη· συστολῇ ποιητικῇ, Τρωΐη· καὶ συναιρέσει, Τροίη καὶ Τροία. Ἢ ἐκ τοῦ Τρωΐα Τροία, ὡς τὸ Ἀχελώϊος, Ἀχελοῖος λέγεται. Τρώς: Ὀξύνεται. Τὰ εἰς ΩΣ λήγοντα μονοσύλλαβα ἀρσενικὰ ὀξύνεται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, ὡς σόος, σῶς· ἢ ἐκ μεταθέσεως· ἢ ὅτι οἱ Δωριεῖς καὶ οἱ Ἴωνες τὸ οἷς, ὣς λέγουσι. Σημαίνει δὲ δύο, κύριον ὄνομα, καὶ ἐθνικόν. Καὶ διαφέρει· ὅτι τὸ μὲν κύριον ὄνομα οὐδέποτε παρὰ τῷ ποιητῇ λαμβάνεται ἐν πληθυντικοῖς· τὸ δὲ ἐθνικὸν, πάντοτε ἐν πληθυντικοῖς. Κλίνεται Τρωός· ὁ κανών· τὰ εἰς ΩΣ ὀξύτονα μονοσύλλαβα, εἰ μὲν ἔχει σύμφωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται, δμὼς δμωὸς, θὼς θωός· εἰ δὲ μὴ, διὰ τοῦ ΤΟΣ, φὼς φωτὸς, ὁ ἀνήρ· πλὼς, πλωτὸς, ὁ ἰχθῦς· χρὼς χρωτὸς, τὸ σῶμα. Τρωιάς: Τὸ μὲν Τρωαὶ σημαίνει τὰς Τρωϊκὰς ἢ γυναῖκας ἢ ἵππους· τὸ δὲ δμῳαὶ, τὰς δούλας. Καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι· ὅτι ἔστι Τρὼς Τρωὸς, καὶ δμὼς δμωὸς χωρὶς τοῦ ι· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται Τρωὸς καὶ δμωὸς, χωρὶς τοῦ ι. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Τρωϊάδας γυναῖκας καὶ ἵππους· καὶ Τρῳοὺς, ἀντὶ τοῦ Τρωϊκοὺς, ἢ ἄνδρας ἢ ἵππους· ἀποβολῇ τοῦ κ, Τρωΐους· καὶ συναιρέσει, Τρῴους. Τρώγω: Παράγωγόν ἐστιν ἀπὸ τοῦ τρῶ, τὸ βλάπτω· σημαίνει τὸ κατεργάζεσθαι τὰ βαλλόμενα, καὶ μὴ ἐᾶν, ἅτινα ἂν τρώγῃ τὶς, ὑγιᾶ. Τρῶγες: Θηρία τὰ ἐν τοῖς ὀσπρίοις. Τρώγλη: Παρὰ τὸ τρώγω τρώξω γίνεται τρώγλη, τὸ διαβεβρωμένον καὶ τετρυπημένον μέρος τοῦ τείχους. Τρῶ: Ἀπὸ τοῦ τείρω γίνεται κατὰ συγκοπὴν τὸ τρῶ τρᾷς· καὶ, Τρεῖτʼ ἄσπετον· καὶ ὑποτρέσαι, τὸ ὑποχωρῆσαι. Τρώκτης: Ἀποστερητὴς, ἀπατεὼν, ἐκ παντὸς κερδαίνων. Ἀπὸ τοῦ τρῶ, τὸ βλάπτω, τρώγω· ὁ μέλλων, τρώξω· ῥηματικὸν, τρώκτης, ὁ ἐπὶ βλάβῃ τινὸς ἅμα ἐγκαταμίσγων· σφόδρα γὰρ ἅμα σεσηρὼς καὶ γελῶν. Ἐκ τοῦ τρώκτης γίνεται καὶ τρακταΐσαι τὸ κακουργῆσαι. Καὶ Ὅμηρος οὕτως τοὺς Φοίνικας φησὶ, Φοίνιξ κλαῖεν ἀνὴρ ἀπατήλια εἰδὼς τρώκτης. Τρωπᾶσθαι: Ἰλιάδος πʹ, ἀντὶ τοῦ εἰς τοὐπίσω ἀναστρέφειν· ἀπὸ τοῦ τρέπεσθαι. Καὶ ΠΑΡΑΤΡΩπῶσιν, ἀντὶ τοῦ παρατρέπουσιν, πείθουσιν. Ἰλιάδος ιʹ. Ἀπὸ τοῦ τρέπω τρωπῶ, ὡς στρέφω στρωφῶ. Καὶ τροπέουσιν, ἐπιτροπέουσιν, ἐπιτρέπουσι. Τρύγη: Ὁ Δημητριακὸς καρπὸς, τὰ πεπονημένα καὶ ἐκτετριμμένα· ἀπὸ τοῦ τρύχω. Καὶ τρύγοιπος, ὁ ὑλιστὴρ, παρὰ τὸ ἰποῦσθαι τὴν τρύγα. Καὶ ῥῆμα, τρυγῶ· ὅθεν τὸ τρυγῷεν· καὶ ὡς τρυπῷ τῷ λόγῳ τῶν εὐκτικῶν, οὕτω τρυγάοιμι τρυγῷμι, τρυγάοις τρυγῷς, τρυγάοι τρυγῷ. Τρυγίας: Ἀπὸ τοῦ τρὺξ τρυγός· τοῦτο ἀπὸ τοῦ τρῶ, τὸ βλάπτω, Οἶνός σε τρώει μελιηδής. Τρύζει: Ψιθυρίζει, γογγύζει, ἀσήμως λαλεῖ· παρʼ ὃ καὶ ἡ τρυγὼν, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυστικῶς. Ῥητορική. Ὥστε ἀπὸ τῆς τρυγόνος ἡ μεταφορά. Τρυτάνη: Ἡ στάθμη. Παρὰ τὸ εἰς τρία ἑστάναι, τριτάνη. Ἔστι δὲ εἶδος ζυγοῦ. Τρυσίππειον: Ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου, τροχῷ ὅμοιον. Οὕτως Εὔπολις. Ῥητορική. Τρυφάλεια: Περικεφαλαία, τροπῇ τοῦ ι εἰς υ, τριφάλειά τις οὖσα, ἡ τρεῖς φαλοὺς ἔχουσα. Ὦρος. Ἔστι καὶ Ῥητορική. Τρυφή: Παρὰ τὸ θρύπτω, τὸ διακλῶ, θρυφὴ καὶ τρυφὴ, ἡ διακλῶσα καὶ ἀφανίζουσα ἡμῶν τὸ σῶμα. Ἰλιάδος γʹ. Διατρυφὲν, ἀντὶ τοῦ διακλασθέν. Παρὰ τὸ θρύπτω, τὸ εἰς μικρὰ διακόπτω, ὁ μέλλων, θρύψω· ὁ δεύτερος ἀόριστος, ἔτρυφον· τρυφεὶς, καὶ τρυφέν· καὶ τρύφος, ὃ σημαίνει τὸ κλάσμα, ὁμοίως ἀπὸ τοῦ θρύπτω μεταθέσει τῶν στοιχείων· θρύψαι γὰρ τὸ κλάσαι. Τρύχεται: Κακοπαθεῖται, καταπονεῖται, ταλαιπωρεῖται, ἐκνενεύρισται. Ἔστι ῥῆμα τρῶ, δηλοῦν τὸ βλάπτειν καὶ κακοῦν· οὗ παράγωγον, τρώω καὶ τρύω· καὶ προσθέσει τοῦ χ, τρύχω. Τρύχνον: Τὴν πόαν λέγουσι θηλυκῶς· στρύχνον δὲ σὺν τῷ σ οὐδαμοῦ εὗρον. Τυδεύς: Παρὰ τὸ τυτθόν· μικρὸς γὰρ ἦν τῇ ἡλικίᾳ. Τυγχάνω: Ἀπὸ τοῦ τεύχω ἐστὶ παράγωγον, καὶ οὐ πλεονασμὸς, ὡς φεύγω, φυγγάνω· ἐρεύγω, ἐρυγγάνω. Τυκτὸν κακόν: Μεταποιούμενον κακόν. Εἰς τὸ τέτυγμαι. Τύμβος: Ὁ τάφος· παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα, τουτέστι καίεσθαι. Καὶ τυμβοχοεῖ, θάπτει χωστῷ τάφῳ. Τυμβογέροντες: Πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος· παραπλῆγες καὶ τῇ διανοία παρηλλαγμένοι. Τύμπανον: Ἐκ δερμάτων ἐστὶ γινόμενον καὶ κροῦον, ὃ κατεῖχον αἱ βάκχαι. Παρὰ τὸ τύπτω, τύπανον· καὶ πλεονασμῷ τοῦ μ. Ἢ τύμπανον ἐστὶ τὸ τοῦ δημίου ξύλον, ᾧ τοὺς παραδιδομένους διαχειρίζεται· καὶ τυμπανίζεται, ξύλῳ πλήσσεται, ἐκδέρεται, καὶ κρέμαται. Τύνη: Εἰς τὸ ἐγών. Τυντλάζειν: Εἰς πηλὸν ἐμβαίνειν, ἢ ἐπιρραίνειν πηλῷ· τύντλος γὰρ ὁ πηλώδης τόπος, ἢ πηλὸς, καὶ τάραχος. Καὶ τυντλώδους, ἀντὶ τοῦ ὑλώδους. Ῥητορική. Ἢ τυντλάζειν, αὐτὸ καὶ αὐτὸ λέγειν. Τύραννος: Ἤτοι ἀπὸ τῶν Τυρσηνῶν· ὠμοὶ γὰρ οὗτοι· ἢ ἀπὸ Γύγου, ὅς ἐστιν ἀπὸ Τύρρας πόλεως Λυκιακῆς, τυραννήσαντος πρῶτον. Ἄλλοι δὲ ἀπὸ τοῦ τρύω, τὸ καταπονῶ, τρύανος· καὶ ὑπερβιβασμῷ τοῦ ρ, τύραννος, κατὰ πλεονασμὸν τοῦ ν. Τύραννον δὲ οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον· ἔσθʼ ὅτε δὲ καὶ τὸν τύραννον βασιλέα ἔλεγον. Τύρβη: Ἀπόλαυσις, ἢ θόρυβος, ἢ τάραξις. Τυρός: Παρὰ τὸ τηρεῖν κατὰ τροπήν· γάλα γὰρ τηρούμενον ἐστὶν ὁ τυρός. Καὶ τυρεύων, τὸ κατασκευάζων· καὶ τυρεύεται καὶ τυρεῖται, ἀντὶ τοῦ συνίσταται καὶ συμπήγνυται· καὶ τυρευθέντα, ταραχθέντα. Τυρόκνηστις: Μαχαίριον καὶ σχῆμα ἀκόλαστον. Καὶ ἡ πόλις ἀπὸ γυναικός τινος οὕτως ὠνόμασται, εἰς τυροὺς πρώτης συμπηξάσης τὸ γάλα. Τυτθόν: Ὀλίγον. Τιτθὸς λέγεται ὁ μαστός· καὶ ὑποτίτθια τὰ ὑπομάζια παιδία, τὰ βρέφη. Ὅθεν γίνεται τυτθὸν, τὸ ἐπʼ ὀλίγον· καὶ τυτθὴν λέγουσιν ὀλίγην, ἢ μικράν. Τύπος: Παρὰ τὸ τύπτω γίνεται· ὥσπερ εἰς τὸ βουλλωτήριον τυπτόμενος ὁ μόλιβδος τύπον ποιεῖ καὶ εἰκόνα ἀποτελεῖ. Τυφλός: Σημαίνει τὸν ἐστερημένον τῶν ὀμμάτων· τυφλὸς γὰρ κυρίως, ὁ μετὰ τὸ γεννηθῆναι τυφλωθείς· παρὰ γὰρ τὸ ἀπολωλεκέναι τὸ φῶς γίνεται. Ἢ παρὰ τὸ τύπους τῶν ἴλλων ἔχειν, ἤγουν τῶν ὀφθαλμῶν· ἢ παρὰ τὸ τύπους τοῦ φωτὸς ἔχειν. Καὶ τυφλοπλαστεῖται, τυφλὸς πλάττεται. Τυφλῶν ὀνείρων: Ἤτοι τῶν ἀπατηλῶν. Καὶ ἴσως περιέπεσε τοῦτο· Δοιαὶ γὰρ πύλαι ψευστάων εἰσὶν ὀνείρων· ἢ ὅτι μύουσι προσδιαλέγονται. Τυφρηστός: Πόλις ἐστὶν ἐν τοῖς ἐσχάτοις τῆς Μαιναλίας· ἀπὸ Τυφρηστοῦ βασιλέως· ἢ τεφρηστός τις οὖσα, ἀπὸ τῆς Ἡρακλέος τέφρας. Τυφών: Παρὰ τὸ τύφω, τὸ καίω· τυφὼν γὰρ ἐστὶν ἡ τοῦ ἀνέμου σφοδρὰ πνοή· ὃς καὶ εὐρυκλύδων καλεῖται· ἢ παρὰ τὸ τῦφος τυφὼν, οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος, ἀλλʼ ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι, ὡς Πλάτων ἐν Φαίδρῳ. Τυφῶνος: Πυρώδους δαίμονος. Τυφώς: Ὁ κατὰ θάλασσαν, ὑφʼ οὗ τὰ πλοῖα φθείρεται. Εἰσὶ δὲ τρία, τυφὼν, πρηστὴρ, κεραυνός. Ἰστέον ὅτι τὸ Ποσειδῶν διαιρούμενον, Ποσειδάων Ποσειδάωνος, φυλάττει· τὸ δὲ Τυφὼν διαιρούμενον, συστέλλει, Τυφάων Τυφάονος. Καὶ ΤΥΦΑονία, πέτρα ἐστὶν ὑψηλὴ ἐν τῷ Καυκάσῳ· Καύκασος δὲ, ὄρος Σκυθικὸν, καὶ ἕτερον Ἰνδικόν. Ὠνόμασται δὲ, διὰ τὸ ἐν αὐτῷ διωκόμενον τὸν Τυφῶνα ὑπὸ Διὸς πεπλῆχθαι τῷ κεραυνῷ. Πληγέντα δὲ αὐτὸν φασὶ καιόμενον ἀπελθεῖν ἐν τῇ Σιρβωνίδι λίμνῃ ἐν Αἰγύπτῳ, καὶ εἰς τὸ βάθος αὐτῆς ἐμπεσεῖν καὶ δῦναι, συνεχόμενον ὑπὸ τῆς ἐκκαύσεως· ἡ δὲ λίμνη θερμότητα τινὰ ἀναπέμπει, ὡς τοῦ Τυφῶνος καιομένου ἐν αὐτῇ. Τυφωεύς: Ἡσίοδος αὐτὸν γῆς γενεαλογεῖ· Στησίχορος δὲ, Ἥρας μόνης, κατὰ μνησικακίαν Διὸς, τεκούσης αὐτόν. Οἱ δὲ Τυφωέα φασὶ σημαίνειν τῶν ταραχωδῶν πνευμάτων τὴν ἀνάδοσιν τὴν ἐκ τῆς γῆς. Τυφεδανός: Τετυφωμένος καὶ ἀσθενὴς, οἷον καπνός. Τύφω γὰρ τὸ καίω· καὶ τυφεδανὸς, ὁ ἡλικίαν ἔχων τοῦ τύφεσθαι, τουτέστιν πρὸ τῶν ἀποθνησκόντων. Καὶ τυφογέρων, ὁ διὰ τὸ γῆρας τετυφωμένος καὶ ἐπικεκαυμένος· τὸ γὰρ ἐπικεκαυμένον βέβλαπται. τύχων Τύχωνος, δαίμων ἐστὶ περὶ τὴν Ἀφροδίτην. Τυχηρότερον: Εὐτυχέστερον· ὅθεν καὶ ΤΥΧΗρῶς λέγεται τὸ ἐπιτυχῶς· τύχην γὰρ ἁπλῶς τὴν ἀγαθὴν τύχην καλοῦσι. Τυλιμός: Δερμάτινον βαλάντιον. Τωθάζει: Σκώπτει, χλευάζει, λοιδορεῖ, καυχᾶται. Καὶ ἐτώθαζον, τὸ ἔσκωπτον καὶ διέσυρον. Τὸ ῥῆμα, τωθάζω· σημαίνει τὸ ἐμπαίζω καὶ ἀπατῶ. Ἀπὸ τοῦ θὼψ, ὃ σημαίνει τὸν κόλακα, γίνεται θωπάζω· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς ψιλὸν, καὶ ὑπερβιβασμῷ τοῦ θ, θωπάζω, τωθάζω. Ἢ παρὰ τὸ ὤθω ὠθάζω καὶ τωθάζω. Σημαίνει δὲ καὶ τὸ ἐσχόλαζον. Τὼς δέ σʼ ἀπεχθήρω: Ἔστι δὲ ἐπίρρημα μεσότητος· γίνεται ἀφαιρέσει ἐκ τοῦ οὕτως. Τὸ δὲ τουτέστι, σύνδεσμός ἐστι διασαφητικός. Ὁμοίως καὶ τὸ ἤγουν. Τῶ: Σημαίνει τὸ ἐξ αὐτοῦ τοῦ τόπου. Πολλὰ εἰσὶν ἐπιρρήματα εἰς ΘΕΝ λήγοντα, ἅτινα ἀποβάλλουσι τὴν ΘΕΝ συλλαβὴν, καὶ ἐκτείνουσι τὸ ο· οἷον πόθεν, πῶ· αὐτόθεν, αὐτῶ· καὶ γέγονε τῶ. Τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος ὀξύνει, ὁ δὲ Ἡρωδιανὸς περισπᾷ, λέγων ὅτι οὕτως ἔχει ἡ παράδοσις. Γέγονε δὲ οὕτως. Πολλαὶ λέξεις ἐλλείπονται προθέσεων· οἷον, «τρέμω σε,» ἀντὶ τοῦ διά σε. Ἡσίοδος, πικρὰς ὠδῖνας ἔχουσαι· ἀντὶ τοῦ ἐπέχουσαι. Καὶ πάλιν, πολλαί εἰσι προθέσεις ἐλλείπουσαι ῥήματος, ὡς τὸ, Ἀλλʼ ἄνα· καὶ, ἔνι τοι φρένες· ἔστιν οὖν διὰ τό· καὶ κατʼ ἔλλειψιν τῆς προθέσεως, τό· καὶ κατʼ ἔκτασιν, τῷ, ὡς ἐν Ἰλιάδος βʹ, Τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις· καὶ περισπᾶται κατὰ Ἡρωδιανόν. Τοῦτο δὲ τὸ τῶ σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον αἰτιολογικὸν, καὶ ῥῆμα. Ὄνομα μὲν, οἷον, οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ Μήδεα ἐξειπών· ἀντὶ τοῦ τινί· ὅπερ γίνεται οὕτως· ἀπὸ τοῦ τὶς τινὸς, ἀποβολῇ τοῦ ν, γίνεται τίος· καὶ μετάγεται εἰς εὐθεῖαν, ὡς ὁ Καππάδοξ τοῦ Καππάδοκος, καὶ ὁ Καππάδοκος τοῦ Καππαδόκου· καὶ γίνεται τιὸς τιοῦ· καὶ Ἀττικῶς, τεὼς, ὡς ναὸς νεώς· ἡ γενικὴ, τεώ· ἡ δοτικὴ, τεῷ· καὶ κράσει, τῷ. Ἄρθρον δὲ, οἷον, τῷ Ἀσκληπιῷ· δυϊκῆς δὲ ὂν εὐθείας καὶ αἰτιατικῆς βαρύνεται εὐθείας μὲν, ὡς τὸ, τώγʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν· ἀντὶ τοῦ οὗτοι. Αἰτιατικῆς δὲ, ὡς τὸ, Οὐδʼ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεὺς, ἀντὶ τοῦ τούτους. Ἀντωνυμίαν δὲ, ὡς τὸ, Τῷ μὶν ἐεισάμενος προσέφη νεφεληγερέτα Ζεύς· ἀντὶ τοῦ τούτῳ ὁμοιωθείς. Καὶ πάλιν, Τῷ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια· σύνδεσμον δὲ αἰτιολογικὸν, ὡς τὸ, Τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις· καὶ πάλιν, Τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι· ἀντὶ τοῦ διότι· καὶ γίνεται ἀπὸ τοῦ διὸ, συναιρέσει, δῶ· καὶ τροπῇ τοῦ δ εἰς τ, τῶ. Ῥῆμα δὲ, οἷον, Κύκλωψ, τῆ, πίε οἶνον· ἀπὸ τοῦ τῶ θέματος. Καὶ ἀντὶ τοῦ οὕτως, ὡς τὸ, Τῶ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος· σημαίνει καὶ τὸ ἐξ αὐτοῦ τοῦ τόπου, τῶ, οἷον αὐτόθι, ὡς καὶ ἐν τοῖς ἄνωθεν εἴρηται.