ς.σίγμα τὸ στοιχεῖον, παρὰ τὸ σίζω, σίγα, καὶ ι σίγμα· ἀπὸ τῆς περὶ τὸν φθόγγον δυνάμεως. Τὸ ΣΙ, ι· τὰ γὰρ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι, Ἄλφα, Βῆτα, Γάμμα, Δέλτα. Σαβάζιος: Ὁ Διόνυσος· διὰ τὸν γινόμενον περὶ αὐτὸν θειασμόν· τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν λέγουσιν. Ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν προσηγόρευσαν. Σάγαρις: Ποταμὸς Φρυγίας· ἀπὸ Σαγάριδος τοῦ υἱοῦ Μίδου. σαγγάριος ποταμὸς Φρυγίας· ὅτι Σάγγαν τινὰ ἀσεβήσαντα εἰς τὴν Ῥέαν μετέβαλεν εἰς τοῦτο τὸ ὕδωρ, καὶ ἀπʼ αὐτοῦ τὸν ποταμὸν κληθῆναι. Σαθρός: Σημαίνει τὸν σεσημμένον. Ἐκ τοῦ σήπω, σήψω· ὁ δεύτερος ἀόριστος, ἔσαπον· καὶ ἐκεῖθεν σαπρὸς, κατὰ πλεονασμὸν τοῦ ρ· καὶ τροπῇ τοῦ π εἰς θ. Ἢ ἀπὸ τοῦ σταθῆναι σταθρὸς, καὶ σαθρὸς, κατὰ ἀντίφρασιν. Ἢ παρὰ τὸ σείεσθαι ῥᾳδίως· ἢ παρὰ τὸ σείεσθαι τὰ ἄρθρα· ἐτυμολογεῖται δὲ παρὰ τὸ σεσημμένον ἔχειν τὸ ἄρθρον. Σακέρδως: Ῥωμαϊστὶ ἱερεύς· σάκρα γὰρ παρʼ αὐτοῖς λέγεται τὰ ἱερά. Σακέρδως οὖν, ὁ τὰ ἱερὰ ἔρδων, ἐλλείψει τοῦ ρ. Λέγεται δὲ καὶ σέκω, τὸ σφάζω· δύναται καὶ παρʼ αὐτοῖς εἶναι ὁ σέβων ἐν τῷ ἔρδειν. Σακεσπάλος: Πολεμικός· ἀπὸ τοῦ πάλλειν τὸ σάκος καὶ κινεῖν τὴν ἀσπίδα. Σάκος δὲ ἡ ἀσπὶς, ἀπὸ Σάκων τῶν πρώτως εὑρόντων. Οἱ δὲ Σάκες ἔθνος εἰσὶ Θράκης. Ἢ παρὰ τὴν σάγην σάγος καὶ σάκος. Ἢ παρὰ τὸ σαύω σάκος, ὡς σώζω σῶκος. Σάκκος: Παρὰ τὸ σάσσω, τὸ φορτῶ. Τέσσαρα δὲ εἰσὶν εἰς ΚΟΣ ὀνόματα γραφόμενα διὰ δύο ΚΚ, σάκκος, λάκκος, μάκκος, κόκκος. Σαλαμίς: Πόλις· ἀπὸ Σαλαμῖνος τῆς Ἀσώπου θυγατρός· ὃς ἐλθὼν εἰς Σαλαμῖνα καὶ εὑρὼν Ὄφιν βασιλεύοντα, ἀνεῖλε, καὶ αὐτὸς ἐβασίλευσε. Σαλάμβας: Σημαίνει τὰς θυρίδας τὰς ἀεὶ ἐν σάλῳ οὔσας· Λυκόφρων· ἢ παρὰ τὸ διʼ αὐτὰς εἰσβαίνειν τὸ φῶς, τὸ σέλας. Καὶ Σαλαμβὰς ἡ δαίμων, παρὰ τὸ ἀεὶ περιφέρεσθαι καὶ ἐν σάλῳ εἶναι, καὶ ὅτι περιέρχεται θρηνοῦσα τὸν Ἄδωνιν. Καὶ σαλαΐζειν Ἀνακρέων, ἐπὶ τοῦ θρηνεῖν· σαλεύει γὰρ καὶ ταράττει τὴν διάνοιαν ἡ τοιαύτη ὀδύνη τοῦ θρήνου. Σαλμυδησσός: Ποταμὸς Θρᾴκης· καὶ οἱ κατοικοῦντες Σαλμυδήσσιοι. Εἴρηται ἀπὸ τοῦ ἁλμυδησσός τις ὢν, ὁ εἰς τὴν ἅλα ἄττων, ὅ ἐστιν εἰσιών. Οὕτως ἐγώ. Σαλεύω: Ἀπὸ τοῦ σάλος· τοῦτο παρὰ τὸ ἃλς, ἁλός. Σαλακωνεία: Ἡ βλακεία. Σάλπιγξ: Παρὰ τὸ σαλπίζω· τοῦτο παρὰ τὸ σέλας καὶ τὸ ὂψ ὀπὸς, ἡ φωνὴ, ὀπίζω, σελαπίζω· καὶ συγκοπῇ καὶ ὑπερβιβασμῷ, σαλπίζω. Σάλπιγξ Ἀθηνᾶ: Διὰ τὸ πρῶτον αὐτὴν εὑρεῖν σάλπιγγα, καὶ ἱδρύσασθαι σάλπιγγος Ἀθηνᾶς ἱερὸν ἐν Ἄργει. Σαμάρεια: Πόλις· εἴρηται ἀπὸ τοῦ σήματος τοῦ Ἄρεως· ὅτι ἐν αὐτῇ Ἄρης Ἀσκαλάφῳ τῷ υἱῷ τύμβον ἔχωσεν, ἐν ᾧ καὶ ἐπέγραψε τοῦτο, Σῆμʼ Ἄρεως ἔτυμον βεβοημένον Ἑλλάδι φήμῃ οὕνεκʼ Ἄρης τέκνον ἔχωσε πόλιν. Σαμοθρᾴκη: Ἀπὸ Σαμόθρᾳκος υἱοῦ Διός· ἢ ὅτι κεῖται ἡ νῆσος αὕτη καταντικρὺ τῆς Θρᾴκης. Φασὶ δὲ Σαμίους αὐτὴν οἰκῆσαι. Σανίς: Οἷον τανὶς, παρὰ τὸ τετάσθαι, τὸ ἐπίμηκες ξύλον. Σανίδες δὲ, ἐν αἷς ἐγγράφονται οἱ ὀφείλοντες τὶ καὶ οἱ ἠδικηκότες τί. Σάπειρες: Ἔθνος· ἡ εὐθεῖα, Σάπειρ. Παρὰ δὲ τούτοις γενέσθαι καὶ ὁ σάπφειρος λίθος λέγεται. Σαπρός: Εἰς τὸ σαθρός. Ὁ παλαιὸς καὶ φθαρείς. Σαπφώ: Παρὰ τὸ σάφω, τὸ σαφηνίζω· ἢ παρὰ τὸ σάφω, τὸ ψηλαφῶ. Σάφω Σαφὼ, ὡς κλώθω Κλωθώ· καὶ πλεονασμῷ τοῦ π, Σαπφώ. Ἢ παρὰ τὸ σαφής. Σαργάνη: Σάσσω ἐστὶ ῥῆμα· καὶ σαγάνη· καὶ πλεονασμῷ τοῦ ρ, σαργάνη. Ἔστι δὲ πλέγμα τι ἀπὸ σχοινίου γινόμενον· εἰς ὑποδοχὴν ἰχθύων. Σάρδις: Ὥσπερ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις κατὰ κρᾶσιν, οὕτως καὶ παρὰ τὸ Σάρδιες Σάρδις. Σάρδις: Καὶ οἱ πολῖται καὶ ἡ πόλις διὰ τοῦ ι. Τί οὖν; Οἱ πολῖται Σάρδις λέγονται; Οὐχί· ἀλλʼ ὅτι ἀμφότερα διὰ τοῦ ι γράφονται· Σαρδιανοὶ γὰρ λέγονται οἱ πολῖται. Σαρκάζω: Σημαίνει τὸ ψευδέσι λόγοις μέχρι τῶν σαρκῶν καθικνεῖσθαι. Ἐτυμώτερον δὲ λέγουσιν οἱ Αἰολεῖς σύρκα, παρὰ τὸ ἀποσύρεσθαι τὸ δέρμα ἀπʼ αὐτῆς· τὰς γὰρ σάρκας σύρκας οἱ Δωριεῖς λέγουσι· παρὰ τὸ σύρω σύρξω, σὺρξ καὶ σάρξ. Σάρισσα: Εἶδος ἀκοντίου Ἑλληνικοῦ. Σάω: Σάω δʼ ἐρίηρας ἑταίρους· ἔστι ῥῆμα σέω, τὸ σώζω· τροπῇ γίνεται σάω· τὸ παθητικὸν, σάομαι, ἐσαόμην, ἐσάου· καὶ τροπῇ Δωρικῇ τῆς ΟΥ εἰς ω, καὶ συναρχομένως, σάω. Σαπέρδας: Σαπέρδας πέντε, καὶ τέσσαρας πέρκας· οὕτως παρὰ Λουκιανῷ. Σαπέρδαι, αἱ ἀφύαι καλάμοις διειρμέναι καὶ τεταριχευμέναι, ἢ τὰ ὕεια τεμάχη, ἃ ἱόνδην Παφλαγόνες καλοῦσιν. Αἱ πέρκαι δὲ, εἶδος ἰχθύος καὶ αὐτὸ τεταριχευμένον. Καὶ ἔοικεν ἀπὸ τούτου καὶ ὁ σαπέρδης τὰ ἀπὸ τῶν ἀφυῶν νῦν ταρίχη σημαίνειν. Οἱ δὲ ἀκριβέστεροι σαπέρδην φασὶ τέμαχος τεταριχευμένου ἰχθύος· τὸν γὰρ κορακῖνον ἰχθῦν σαπέρδην οἱ Ποντικοὶ φασί. Σαρπηδών: Ὄνομα κύριον. Παρὰ τὸ ἅρπη, ὃ σημαίνει τὴν δρεπάνην. Σαρωνίς: Εὐφορίων φησίν· ἐπειδὴ Σάρων τὶς κυνηγὸς ἐπιδιώκων ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασσαν, διὰ τοῦτο Σαρωνικὸν ἐκλήθη τὸ πέλαγος. Διονύσιος ὁ περιηγητὴς, τὴν μέν τε Σαρωνίδα κικλήσκουσι. Σαρούμενον: Κλυδωνιζόμενον· Λυκόφρων· ἀπὸ τοῦ σαίρω· τοῦτο παρὰ τὸ αἴρω, τὸ κουφίζω· πᾶς γὰρ ὁ κλυδωνιζόμενος αἴρεται καὶ κουφίζεται. Ὁ μέλλων, σαρῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ γίνεται σαρῶ σαρώσω. Καὶ ἐπὶ τοῦ χανεῖν· σάρμα γὰρ τὸ χάσμα φασὶν, ἀφʼ οὗ καὶ ὁ γέλως σαρδώνιος· καὶ σαρωνίδες, αἱ κοῖλαι δρύες. Σάτυρος: Παρὰ τὸ σάθη, τὸ αἰδοῖον, σάθηρος καὶ σάτυρος· κατωφερὲς γὰρ τὸ γένος τῶν σατύρων. Σαυρωτήρ: Ξυστὸν δόρυ· ἢ ὁ στύραξ, ὃ ἔνιοι καὶ οὐρίαχον καλοῦσιν, ὅπου ἐμπήσσεται τὸ σιδήρειον τοῦ δόρατος παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἐπʼ αὐτὸ τὸ δόρυ, σταυρωτήρ τις ὤν. Οἱ δὲ αὐτὸ τοῦτο τὸ σιδήρειον στύρακα καλοῦσιν. Ἔστι δὲ καὶ εἶδος δένδρου στύραξ· οὗ καὶ ὁ καρπὸς ὁμωνύμως λέγεται στύραξ. Λέγεται δὲ σαυρωτὴρ καὶ ἡ τοῦ δόρατος ἀρχὴ, ἐφʼ ᾗ στηρίζεται. Σαώτερος: Ἔστι ῥῆμα σῶ, τὸ ὑγιαίνω· παράγωγον, σάω· ἐξ οὗ ὄνομα σάος· ἐξ αὐτοῦ σαώτερος. Ἔστι δὲ ἀπὸ τοῦ σῶ ῥήματος καὶ σέω, ἐξ οὗ σόος. Σαίνω: Σημαίνει τὸ κολακεύω· καὶ σαίνουροι, οἱ τὰς οὐρὰς συνεχῶς κινοῦντες ἵπποι καὶ κύνες. Σέλας: Ἡ λαμπρότης τοῦ πυρὸς, ἤγουν ἡ λαμπηδών. Παρὰ τὸ σάλος, σέλας, ὡς βάλλω, βέλος, τὸ ἀεικίνητον πῦρ· ἢ παρὰ τὸ σαλεύεσθαι πνοῇ, τὸ καιόμενον καὶ κεραύνιον πῦρ· οἱ δὲ, τὴν ἀστραπήν· οἱ δὲ, τὸ φῶς. Ἢ παρὰ τὸ σεύω, τὸ ὁρμῶ. Σελήνη: παρὰ τὸ σέλας νέον ἔχειν· ἢ παρὰ τὸ σέλας ἀεὶ ἓν ἔχειν· ὅθεν καὶ ἔνος ὁ ἐνιαυτὸς, ὁ ἀεὶ νεάζων. Σέλινον: Ἐτυμολογεῖ Ὦρος, τὸ ἐξ ἕλους σευόμενον, ὡς Ὅμηρος φησὶν, ἑλεόθρεπτον σέλινον. Σέκρετον: Παρὰ τὸ σείειν τὰς κρίσεις. Σελλοί: Ἰλιάδος πʹ. Ὅτι Ἔλλος καὶ Ἔλλοι τὸ ἐν Δωδώνῃ τῆς Ἠπείρου κατοικοῦν ἔθνος· καὶ γὰρ οὕτω τινὲς λέγουσι τὸ παρὰ τῷ ποιητῇ, ἀμφὶ δὲ Ἐλλοὶ σοὶ ναίουσιν. Εἴρηται δὲ αὐτὸ παρὰ τὸ ἕλος· ἐκ γὰρ τοῦ κατακλυσμοῦ τῆς γῆς, ἔνθα ᾤκουν, ἑλώδους γενομένου, μετῴκησαν ἐν Δωδώνῃ. Καὶ οἱ μὲν Ἐλλοὺς αὐτοὺς ἐξεδέξαντο, ὡς Πίνδαρος· δεῖ δὲ ἀπὸ τοῦ σ ἄρχεσθαι τὴν λέξιν Σελλοὺς, ἀπὸ Σελλήεντος ποταμοῦ. Σελμών: Ὄνομα βάρβαρον. Ἀπὸ τοῦ ἕλκω, ὁ παρακείμενος εἷλκα, παθητικὸς εἷλμαι· ἐξ αὐτοῦ εἱλμός· ἀποβολῇ τοῦ ι, ἑλμὸς καὶ ἑλμών· καὶ πλεονασμῷ τοῦ σ, σελμών. Ἢ ἀπὸ τοῦ ἐλεύθω, ἐλμὼν καὶ σελμών. Σεμέλη: Παρὰ τὸ σέλας μέλειν, ἤγουν φροντίζειν· παρὰ τοῦ Διὸς γὰρ ᾐτήσατο μετὰ ἀστραπῶν καὶ βροντῶν συγγενέσθαι αὐτῇ· οὗ γενομένου καὶ κεραυνωθείσης, ἐσείσθη τὰ μέλη· καὶ ἐντεῦθεν Σεμέλη. Σεμίδαλις: Παρὰ τὸ σμῶ καὶ τὸ ἅλις, ἡ ἅλις σμωμένη, τουτέστι τὸ πάνυ σμῆμα, οἷον τὸ λεπτομερέστατον. Σεμνός: Παρὰ τὸ σέβω σεβνὸς, καὶ σεμνὸς, ὁ σεβασμοῦ ἄξιος, ὁ θαυμαστὸς καὶ ἄξιος ἐντροπῆς. Καὶ τὰ ἄρρητα δὲ καὶ ἀνεξιχνίαστα σεμνὰ λέγεται. Καὶ παρὰ Λυκόφρονι, Σεμνῶς κασωρεύουσα, ἀντὶ τοῦ αἰσχρῶς. Σεύς: Σημαίνει τὸν σκώληκα. Οὐχ εὕρηται δὲ ἐν χρήσει ἡ εὐθεῖα, ἀλλʼ αἱ πλάγιοι, ὡς παρὰ Ἀριστοφάνει, Ὑπὸ τῶν σέων κατακαμπτόμενος. Ὤφειλε δὲ περισπᾶσθαι, ὡς χῆνες χηνῶν· ἀλλὰ σεσημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐννέα. Ὥσπερ καὶ τὸ οὐδένες οὐδένων, καὶ τὸ φῷδες φῴδων. Χοιροβοσκός. Σεύω: Ἀπὸ τοῦ σῶ, γίνεται σεύω· σημαίνει τὸ ὁρμῶ καὶ τὸ διώκω. Ὁ μέλλων, σεύσω· ὁ πρῶτος ἀόριστος, ἔσευσα· οἱ δὲ ἀόριστοι πρῶτοι ἢ τὸ σ ἔχουσιν, ἢ τὸ ξ, ἢ τὸ ψ, ἢ ἓν τῶν ἀμεταβόλων. Σεύσας οὖν ἐστιν ἡ μετοχὴ τοῦ πρώτου ἀορίστου, καὶ χεύσας, καὶ ἀλεύσας, ὡς ἱππεύσας· ἀλλὰ κατʼ ἔνδειαν τοῦ σ γίνεται σεύας καὶ χεύας καὶ ἀλεύας· καὶ τὸ σευάμενος καὶ ἀλευάμενος ἀπὸ τοῦ σευσάμενος, καὶ ἀλευσάμενος. Σειληνός: Σειληνοὶ λέγονται οἱ γέροντες τῶν σατύρων· παρὰ τὸ σείεσθαι περὶ τὸν ληνόν. Ἢ παρὰ τὸ σεσηρέναι καὶ χαίνειν γίνεται σέρηνος· καὶ κατὰ πρόσθεσιν τοῦ ι, καὶ μεταθέσει τοῦ λ εἰς ρ, σειληνός. Χοιροβοσκός. Σειληνὸς, ὁ γέρων· παρὰ τὸ εἴρω, τὸ λέγω, σειρηνὸς καὶ σειληνός. Σειληνοὶ δὲ, οἱ τὰς σταφυλὰς πατοῦντες, παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ. Σιλληνὸς, διὰ δύο ΛΛ καὶ διὰ τοῦ ι. Σειρά: Παρὰ τὸ εἴρω, τὸ συμπλέκω, γίνεται εἰρά· καὶ πλεονασμῷ τοῦ σ, σειρά. Σημαίνει δὲ τὴν ἅλυσιν. Σειρήν: Παρὰ τὸ εἴρω, τὸ λέγω, εἰρήν· καὶ πλεονασμῷ τοῦ σ, σειρήν. Σειραίνω: Σημαίνει τὸ ξηραίνω, ὡς λέγει Ὦρος ὁ Μιλήσιος· παρὰ τὸν σείριον τὸν ἀστέρα. Σείριος δὲ ὁ κύων ἐστὶν ἀστήρ· καὶ εἴρηται παρὰ τὴν ζέσιν ζέριος· ἢ παρὰ τὸ ἐκκενοῦν ἡμᾶς ἱδρῶσι ῥεομένους· σειρεῖν γὰρ τὸ ἀποκενοῦν λέγεται. Ἢ παρὰ τὸ σεσηρέναι, σέριος καὶ σείριος· τοὺς γὰρ κύνας διαχάσκειν τότε ποιεῖ. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω, εἴριος καὶ σείριος· λέγει γὰρ καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους. Ἔνιοι δὲ πάντα τὰ ἄστρα σείρια καλοῦσι, τείρια ὄντα καὶ σημεῖα τῶν πλεόντων. Ὁ δὲ Ἀντίμαχος σείρινα τὸν Δία ἔφη, διὰ τὸ ἄστρον. Σεισάχθεια: Σημαίνει τὸ ἀποσείεσθαι τὸ ἄχθος· τὸ δὲ, παρὰ τὸ σείω. Οὕτω Χοιροβοσκός. Πλούταρχος ἐν Σόλωνι, Ἡ σεισάχθεια χρεῶν ἦν ἀποκοπὴ παρὰ Ἀθηναίοις. Τινὲς δέ φασι τόκων μετριότητα εἶναι, καὶ μέτρων ἐπαύξησιν, καὶ τιμὴν τοῦ νομίσματος. Ἐγὼ ἀνέγνων. Σείω: Ἐκ τοῦ σῶ, σέω καὶ σείω, ὡς πλέω πλείω, καὶ πνέω πνείω· ἐκ δὲ τοῦ σείω, γίνεται σεῖστρον. Σήθω: Καὶ ἐκ τοῦ σῶ, ὃ δηλοῖ τὸ σείω, ἕτερον παράγωγον ῥῆμα σήθω, τὸ κοσκινίζω· ὃ δηλοῖ τὴν αὐτὴν κίνησιν συνεχῆ τὴν ἐκ τῷ κοσκίνῳ. Ἡρόδοτος δὲ τοῦ σῶ, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν σῶσιν, ἀντὶ τοῦ σήθουσιν. Οἱ δὲ Ἀττικοὶ, τὸ σῶ, τῶ λέγουσιν, ὡς σήμερον, τήμερον. Παρὰ δὲ τὸ τῶ σύνθετον καὶ πλεονασμῷ τοῦ τ, διάττω λέγουσιν Ἀττικοί. Σηγώρ: Ἐκ παραδόσεως διὰ τοῦ η· κατὰ δὲ τὴν ἐτυμολογίαν διὰ τοῦ ι· καὶ γὰρ ἑρμηνεύεται μικρὰ ἢ ταπεινή· ἤγουν παρὰ τὸ σιγᾶν· ὁ γὰρ ταπεινὸς ὁ μὴ δυνάμενος καθʼ ἑαυτὸν σιγᾷ. Σηλώμ: Ψαλμὸς οζʹ. Τὸ ΣΗ, η· τῶν ἐθνικῶν καὶ βαρβάρων αἱ προστακτικαὶ παραδόσεις εἰσὶ μᾶλλον, οὐχὶ δὲ παραθέσει ὑποπίπτουσι. Σηκός: Στηκός τις ἐστί· καὶ γὰρ σταθμός ἐστιν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ θρέμματα· ὅθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναὸν, παρὰ τὸ ἵστασθαι ἐν αὐτῷ τὸ ἄγαλμα. Καὶ ΣΗκοκόρος, παρὰ τὸ κορεῖν τὸν νεὼν, ὅ ἐστι καλλύνειν· κορεῖν γὰρ τὸ σαίρειν καὶ καλλύνειν· ὅθεν καὶ μηλοκόρος. Ἐν Ἰλιάδος θʹ, Καὶ νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες· ἀντὶ τοῦ, εἰς σηκὸν κατεκλείσθησαν. Ἀπὸ τοῦ σηκὸς σηκῶ. Σημαίνει δὲ ποτὲ μὲν περίφραγμα, ποτὲ δὲ τὴν ἔπαυλιν καὶ τὴν καταγωγὴν τῶν προβάτων, καὶ τὴν πολύκαρπον ἐλαίαν. Σηλυμβρία: Ἀπὸ Σήλυος τοῦ Θρακὸς ὠνόμασται. Ὦρος. Σῆμα: Παρὰ τὸ σῶ, τὸ ὑγιαίνω. Σημαίνει δὲ καὶ τὸ γράμμα· Ἰλιάδος ζʹ, καὶ ᾔτεε σῆμα ἰδέσθαι· τὸ σημεῖον· ὡς τὸ, Σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές· καὶ τὸν τάφον, ὡς τὸ, Ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος. Σημάντορες: Ἡγεμόνες· παρὰ τὸ σημαίνω, τὸ προστάσσω, Ἰλιάδος αʹ, μὴ γὰρ ἔμοιγε σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοι πείσεσθαι ὀΐω Σήμων: Παρὰ τὸ σῶ, τὸ σωρεύω. Σήπω: Παρὰ τὸ σὴς σητὸς, ὃ σημαίνει τὸν σκώληκα, σήτω καὶ σήπω· ὁ μέλλων, σήψω· ὁ ἀόριστος, ἔσηψα· ὁ δεύτερος, ἔσαπον, ἐσάπην. Σηπιάς: Ἄκρα ἐν Μαγνησίᾳ· οὕτω λέγεται διὰ τὸ τὴν Θέτιν ἐνταῦθα εἰς σηπίαν μεταβληθῆναι ὑπὸ Πηλέως διωκομένην. Σής: Ὁ σκώληξ. Παρὰ τὸ σῶ, τὸ κινῶ, ὁ μέλλων, σήσω· καὶ ἀποβολῇ τοῦ ω, σής. Σημαίας: Ἰταλοὶ τὰ σίγνα καὶ τὰ λεγόμενα βάνδα καλοῦσι τὰ ἐν ταῖς τάξεσιν ἐπίσημα· ἃ κοντοῖς ἤρτηνται, ἀετῶν ἢ λεόντων ἢ δρακόντων ὑφάσμασι ποικίλοις καὶ παρασήμοις κατάστικτα, ἑκάστην τῶν τάξεων παραδηλοῦντα. Σηστός: Ἐπὶ μὲν τῆς πόλεως διὰ τοῦ η γράφεται· ἐπὶ δὲ τοῦ σειομένου, διὰ διφθόγγου. Σήραγξ: Ὁ βαθὺς καὶ κρημνώδης τόπος. Γίνεται παρὰ τὸ ῥήσσω, τὸ διακόπτω, ῥήσαγξ· καὶ ὑπερβιβασμῷ, σήραγξ. Καὶ σήραγγες, αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς· ἃς ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον. Ἐντεῦθεν σηραγγώδης τόπος εἴρηται ὁ κοῖλος καὶ διατετρημένος, ἀπὸ τοῦ σεσηρέναι καὶ διεστράφθαι. Σηταῖον: Χωρίον ἐστίν· ὠνόμασται δὲ ἀπὸ τῆς Σηταίας τῆς αἰχμαλώτιδος Τρωάδος, ἥτις ἔπεισε τὰς λοιπὰς συμφλέξαι τὰς ναῦς τῶν Ἑλλήνων· διόπερ γνόντες οἱ Ἕλληνες ἀνεσκολόπισαν αὐτήν. Σητάνειοι πυροί: Εἴρηται παρὰ τὸ σῆτες· σῆτες δὲ λέγουσιν οἱ Ἴωνες τὸ ἐπʼ ἔτος. Δωριεῖς δὲ σᾶτες σφόδρα σύνηθες ἔχοντες τὸ ὄνομα· Ἀττικοὶ δὲ, μεταβαλόντες τὸ σ εἰς τ, ὡς σεῦτλον τεῦτλον, τῆτες λέγουσιν· ὅθεν Δωριεῖς μὲν σατίνους λέγουσιν· Ἀττικοὶ δὲ, τητίνους. Φαβωρῖνος δὲ περὶ παντοδαπῆς ὕλης, οὕτως· σητάνειος σῖτος· δηλοῖ δὲ ἡ λέξις τὸν καθαρόν· καὶ σητανείους πυροὺς, τοὺς ἐπετείους· Ὦρος. Σθένος: δύναμις· καὶ σθένω, τὸ δύναμαι. Οἶμαι παρὰ τὸ θέω, θένος καὶ σθένος· ὁ γὰρ ταχὺς καὶ δυνατὸς θέει. Ἢ παρὰ τὸ ἵστημι στήσω, στένος καὶ σθένος. Σιαγών: Ὅτι σείονται περιαγόμεναι· ἢ παρὰ τὸ σιγᾶν· αἷς ἐστι σιγᾶν, καὶ λέγειν ἀνοιγομέναις. Ὦρος. Ἢ παρὰ τὸ τὰ σιτία ἄγνυσθαι διʼ αὐτῶν. Τοῦτο ἐγὼ εὗρον. Σίαλος: Τὸ λεπτὸν καὶ οἷον ὀρὸς τῶν ἄλλων ὑγρῶν ἀποσειόμενον ἅλις καὶ ἀθρόως. Διαφέρει πτυέλου· πτύελον, τὸ ἀποπτυόμενον κατὰ προαίρεσιν κατὰ τὴν τῶν χειλέων ἐπίπτυξιν· ὁ δὲ σίαλος αὐτομάτως ῥεῖ· καὶ σιαλίζει μὲν τὰ βρέφη, καὶ οἱ ὑπεργηράσαντες, οὓς ἀναισθήτους λέγουσι· πτύειν δὲ, τοὺς κατὰ προαίρεσιν ἐκρίπτοντας αὐτό. Πιθανὸν δὲ κἀκ τοῦ παρακολουθοῦντος ἐν τῷ πτύειν ψόφου. Λέγεται δὲ σίαλος, καὶ ὁ εὐτραφὴς σῦς, παρὰ τὸ ἅλις σεσιτεῦσθαι· ἢ ὁ ἄρρην σῦς, παρὰ τὸ ἀφρὸν προΐεσθαι, ὃν λέγουσι σίαλον. Σίβδαι: Αἱ ῥοιαὶ, πλεονασμῷ τοῦ β. Σιγαλόεντα: Σημαίνει τὰ πεποικιλμένα· παρὰ γὰρ τὸ στίζω, στιγαλόεντα, καὶ σιγαλόεντα. Σίγειον: Ἀκρωτήριον Τροίας· παρὰ τὴν σιγὴν, κατὰ ἀντίφρασιν· πολύηχος γὰρ ὁ τόπος. Σίγριον: Λιμὴν Τενέδου, ἡρῷον ἔχων σίγρου Ἀρτέμιδος. Οὕτως Ὦρος. Σιγύννους ἰθὺς ἀνασχόμενοι: Ἀπολλώνιος. Ἀλλαχοῦ μὲν ἀσπιδίσκια μικρὰ, πελτάρια λεγόμενα· ἐνταῦθα δὲ δόρατα ὁλοσίδηρα. Ταῦτα δὲ ἐπεποίητο εἰς θήραν συῶν τὸ παλαιὸν, διὰ τὸ ἄγαν θερμὸν καὶ ἰσχυρὸν τοῦ ζῴου· ἔνθεν καὶ σίγυνος εἴρηται, συϊκαινός τις ὢν, ὁ τοὺς σῦς καίνων, οἱονεὶ κεντῶν. Καὶ οἱ Κύπριοι δὲ τὰ δόρατα σιγύνους φασί. Σιγῶ: Παρὰ τὸ σιγὴ, σιγῶ, ὡς παρὰ τὸ τιμὴ, τιμῶ· ἢ ἐκ τοῦ σίζω, τὸ ἠχῶ, κατὰ ἀντίφρασιν. Σίδηρος: Ἀπὸ τοῦ σίζω, τὸ ἦχον ἀποτελῶ. Τὸ ΔΗ, η· σίδαρος γὰρ Δωρικῶς λέγεται ἢ Αἰολικῶς. Τὸ δὲ σιδηρᾶ ἐστὶ κτητικὸν ἀπὸ τοῦ σιδηροῦς. Σίζω: Ὠνοματοπεποίηται. Ὀνοματοποιΐα δέ ἐστι φωνῆς μίμησις πρὸς τὴν ποιότητα τοῦ ὑποκειμένου ἤχου, ὡς τὸ σῖζε. Ἐπεὶ γὰρ καιόμενος τοῦ Κύκλωπος ὀφθαλμὸς ποιὰν ἀπετέλει φωνὴν, κατὰ μίμησιν φησὶν τὸ σῖζε. Ὁμοίως δὲ καὶ τὸ λίγξε βιὸς, μίμησις ἐστὶ τοῦ ἤχου, ὃν ἀφιεμένου τοῦ βέλους ποιεῖ ἡ νευρά. Τοῦ οὖν σίζω ἐνεστῶτος ἕτερον μὴ ζήτει χρόνον μήτε ἔγκλισιν, μηδὲ ὡς τὸ πρίζω κλίνῃς τὸ σίζω. Πάλιν τοῦ λίγξε ἀορίστου ὄντος, μὴ ζήτει θέμα μήτε ἄλλό τι. Πάλιν τὸ παφλάζοντα μὴ κλίνῃς παφλάσω πεπάφλακα, ὡς τὸ θαυμάζω· ἀφαιρήσεις γὰρ τὴν λέξιν τῆς ἐμφάσεως τῆς τοῦ ἤχου μιμήσεως. Τὸ γὰρ σίζω χαρακτῆρα ἔχει ἐνεστῶτος· καὶ τὸ λίγξε χαρακτῆρα ἔχει ἀορίστου· ὅθεν Νίκανδρος ἐν τῷ λέγειν ἐπιλλίζοντας ὀϊστοὺς, τοῦ λίγξε τὸ θέμα θελήσας εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμησιν. Οὐκ ἀπὸ θέματος οὖν ταῦτα, ἀλλʼ ἀπὸ τῶν φωνῶν αὐτῶν ἡ ὀνοματοποιΐα πεποίηται. Οὕτω Ζηνόβιος. Σικελός: Ἀπὸ ἡγεμόνος Σικανοῦ. Οἱ αὐτοὶ δὲ καὶ Σικανοὶ εἴρηνται· ἐκαλεῖτο γὰρ πρότερον ἡ Σικελία, Σικανία. Σίκινος: Νῆσος ἐστὶ πρὸς τῇ Εὐβοίᾳ, Οἰνοίη τὸ πρότερον καλουμένη διὰ τὸ εἶναι ἀμπελόφυτον· Μετωνομάσθη δὲ ἀπὸ υἱοῦ Θόαντος Σικίνου καὶ νύμφης Οἰνόης Ναΐδος. Ἀπολλώνιος, Καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθʼ ὕστερον αὐδηθεῖσαν. Σίκιννις: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ, τραγική· κόρδαξ δὲ, κωμικὴ, ὡς Ἀριστόξενος ἐν πρώτῳ περὶ Τραγικῆς Ὀρχήσεως. Εἴρηται σίκιννις, παρὰ τὸ σείεσθαι καὶ κινεῖσθαι. Ἢ ἀπὸ Σικανοῦ τοῦ Ἀθηναίων βασιλέως· οἱ δὲ, ἀπὸ τοῦ παιδαγωγοῦ τῶν Θεμιστοκλέους παίδων Σικανοῦ. Σίκιμα: Σίκιμά ἐστι τὸ ἐξαίρετον χωρίον τοῦ Ἰωσὴφ, παρὰ τοῦ Ἰακὼβ δεδομένον· τύπος τῆς διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι. Ἔστι δὲ ὄνομα τόπου. Γράφεται ἀπὸ παραδόσεως τὰ δύο ΙΙ εἰς τὸν νθʹ ψαλμόν. Εἰς τὸ Μέγα δὲ Ἐτυμολογικὸν ἔγκειται καὶ αὕτη ἡ προφητικὴ ῥῆσις γεγραμμένη. Σίλλοι: Ἐπισκώμματα, κατὰ τροπὴν τοῦ τ εἰς σ, τίλλοι τινές· τίλλειν δὲ, τὸ σκώπτειν, ὡς λέγει Ἀνακρέων, Τίλλει τοὺς κυάμους ἀσπιδιώτης. Οἷον σκώπτει καὶ χλευάζει. Δηλοῖ δὲ καὶ χλευαστικὸν ποίημα· παρὰ τὸ διασείειν τοὺς ἴλλους καὶ διασύρειν τῷ σχήματι τῶν ὀφθαλμῶν· ἴλλοι γὰρ λέγονται οἱ ὀφθαλμοί· καὶ σιλλαίνειν, τὸ στραβίζειν· ὁ γὰρ σίλλος λοιδορίας καὶ διασυρμοὺς πεφεισμένως ἀνθρώπων ἔχει. Μέλος δʼ ἐστί. Σιμός: Παρὰ τὸ σῖγμα σιγμὸς καὶ σιμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τὸν τύπον τοῦ σῖγμα μιμεῖσθαι. Σιμωνίδης: Ἐπὶ μὲν τοῦ ἰαμβοποιοῦ διὰ τοῦ η γράφεται, καὶ ἴσως παρὰ τὸ σῆμα ἐστί· τὸ δὲ ἐπὶ τοῦ λυρικοῦ, διὰ τοῦ ι, καὶ ἴσως παρὰ τὸ σιμὸς ἐστί. Χοιροβοσκός. Σίμβλα: Τὰ ἀγγεῖα τῶν μελισσῶν· παρὰ τὸ συμβεβλῆσθαι ἄλλο ἐπʼ ἄλλῳ, οἷον σιμβλήϊά τινα ὄντα. Ἡσίοδος, Ἐπηρεφέας κατὰ σίμβλους. Ἢ ὅτι σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς μελίσσας· αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα· καὶ ἐκ τούτου σίμβλους τὰ κύθρα, οἱονεὶ σιμοβόλους. Σινάμωροι πολεμίζουσι θυρωροί: Ἐν δευτέρῳ Ἀνακρέων· μεμορημένοι φησὶ πρὸς τὸ σίνεσθαι· ἐξ οὗ ἠκούσμεθα τοὺς ἐξ ἅπαντος κακουργεῖν προαιρουμένους. Οἱ μὲν Ἀττικοὶ λέγουσι σιναμωρεῖν τὸ λιχνεύειν· καὶ Φερεκράτης τὰ τοιαῦτα κλέμματα σιναμωρεύματα καλεῖ. Ὦρος. Σινά: Ὄνομα ὄρους· παρὰ τὸ ἲς ἰνός· ὅτι ἐκεῖ ἐδόθη ἡ τοῦ νόμου δύναμις. Σινδών: Ἀπὸ Σιδῶνος τῆς πόλεως. Οἱ γὰρ Σιδόνες ἐφεῦρον πρῶτοι κάμνειν σινδόνας. Σιδὼν δὲ σημαίνει δύο, τὴν πόλιν καὶ τὸν πολίτην· καὶ ἐπὶ μὲν τῆς πόλεως φυλάττει, ἐπὶ δὲ τοῦ πολίτου συστέλλεται. Σίνηπι: Τὸ ΝΗ, η· διότι ἀνεφάνη τὸ α ἐν τῷ σινάπιον. Τὸ ΠΙ, ι. Διατί; Τὰ εἰς ι λήγοντα οὐδέτερα διὰ τοῦ ι γράφεται. Παρὰ τὸ σίνεσθαι τοὺς ὦπας, ὡς ὁ ἰατρικὸς λόγος μαρτυρεῖ· βλάπτει γὰρ τοὺς ὀφθαλμούς· καὶ σίνος τὸ βλάβος. Σιντηΐδα Λῆμνον ἵκοντο: Ἀπολλώνιος· τὴν ὑπὸ πολιτῶν Σιντίων κατοικισθεῖσαν. Ἔθνος δὲ τυραννικὸν τοῦτο καὶ λῃστρικόν. Τινὲς δὲ καὶ Σιντίους τοὺς Λημνίους φασίν· οὗτοι γὰρ λαβόντες πλοῖα τοὺς παριόντας ἔσινον, ὅ ἐστιν ἔβλαπτον· ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς τὸν πόλεμον ὅπλα· ἅπερ ὁμολογουμένως βλάπτει. Σινιάσαι: Κοσκινῆσαι. Σινώπη: Πόλις ἐστίν· εἴρηται δὲ ἀπὸ Σινώπης τῆς Ἀσώπου θυγατρός· ἣν ἐκόμισε Ζεὺς ἀπὸ Ἀσυρίας εἰς τὸν Πόντον, βουλόμενος αὐτὴν διαφθεῖραι, ὀμόσας δώσειν αὐτῇ ὃ βούλεται· ἡ δὲ τὴν παρθενίαν ᾐτήσατο. Ὁ δὲ Ἄνδρων φησὶν, μίαν τῶν Ἀμαζόνων φυγοῦσαν εἰς Πόντον παρὰ τὸν βασιλέα τοῦ τόπου, πίνουσάν τε πλεῖστον οἶνον, προσαγορευθῆναι Σανάπην· μεταφράσει δὲ τοῦτο σημαίνει τὴν πολλὰ πίνουσαν. Σιπτοί: Πυκνοὶ καὶ στερροί. Ἀριστοφάνης. Εἴρηται δὲ ἀπὸ τῶν καινῶν ἐσθήτων, αἵτινες πατηθεῖσαι ἀπὸ τῆς ἀραιότητος εἰς πυκνότητα συνάγονται. Σίπαλος: Ὁ εἰδεχθὴς καὶ ἄμορφος· Ἀλλὰ σὺ μὲν σίπαλός τε καὶ ὀφθαλμοῖσιν ἔφηλος. Σίπυλον: Τὸ ὄρος, οὕτω κέκληται ἀπὸ Σιπύλου τοῦ Ἄργου παιδός. Σιπύη: Σημαίνει τὴν ἀρτοθήκην· οἱονεὶ σιτοβύη τὶς οὖσα· παρὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Σίρις: Πόλις Ἰταλίας, ἣ πρότερον ἐκαλεῖτο Σίρις, εἶτα Πολίειον. Σίρις δὲ ὠνόμασται ἀπὸ Σίριδος θυγατρὸς Μόργητος τοῦ Σικελίας βασιλέως, γυναικός τε Σκίνδου· ἢ ἀπὸ Σίριδος μιᾶς τῶν Νηρηΐδων· ἢ ἀπὸ τοῦ παραρρέοντος αὐτῇ ποταμοῦ. Σιροί: Τὸ ἐπιτήδειον ἀγγεῖον εἰς ἀπόθεσιν πυρῶν καὶ τῶν ἄλλων ὀσπρίων. Ἀμμώνιος δὲ ἱστορεῖ, ὡς οἱ Ἀττικοὶ ὀξύνοντες τὸ ὄνομα τὸ ι βραχύνουσι· καὶ ἡ τριβὴ τῆς ἀναγνώσεως ἐκτείνει αὐτὸ, εὑρίσκεται δὲ καὶ βραχὺ, ὡς Εὐριπίδης Φρίξῳ, Ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου. Εἴρηται δὲ οἱονεὶ σιτηρός τις ὤν· καὶ ἐν συγκοπῇ, σιρὸς, ὁ εἰς τὰ σιτία ὢν ἐπιτήδειος. Εἰσὶ δὲ καὶ ὀρύγματα τινὰ σιροί. Σισύρα: Αἴγειον στέγαστρον, τετριχωμένον δέρμα. Πολλάκις δὲ καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον· ὡς Ἀριστοφάνης, Ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. Σισύρνα: Ἔστι παχὺ περιβόλαιον, ἢ δερμάτινον ἱμάτιον. Λυκόφρων, Σισυρνοδῦται καρκίνοι. Σίσυφος: Κύριον. Τὸ θεὸς οἱ Λάκωνες σιὸς λέγουσιν. Ἀπὸ οὖν τοῦ σιὸς καὶ τοῦ σοφὸς γίνεται σιόσοφος καὶ σίσυφος, οἱονεὶ σοφὸς καθάπερ θεός. Χοιροβοσκὸς καὶ Ὦρος. Ἢ ἀπὸ τῶν σιῶν τουτέστι τῶν θεῶν σοφός. Σῖτος: Λέγει ὁ τεχνικὸς, ὅτι ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστὴς, καὶ ἀποβολῇ τοῦ σ ἐργάτης, βαρυνόμενον· καὶ ἀπὸ τοῦ δεσποστὴς δεσπότης, οἰστὸς οἶτος· οὕτω καὶ παρὰ τὸ σέσεισται, σειστός· ἀποβολῇ τοῦ σ καὶ τοῦ ε, σῖτος. Λέγει δὲ ὁ Ὦρος, ὅτι κρεῖττόν ἐστιν ἀπὸ τοῦ σίω τοῦ διὰ τοῦ ι γραφομένου γεγονέναι. Ἔστι γὰρ καὶ σίω διὰ τοῦ ι, ᾧ χρῆται Ἀνακρέων· οἷον, Θρηϊκίην σίοντα χαίτην. Ἢ ὅτι πολλά εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων. Ἢ τὰ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον. Τὸ ΣΙ μακρὸν κατὰ ποιητικὴν ἄδειαν. Βαρύνεται· τὰ εἰς ΤΟΣ δισύλλαβα μονογενῆ παραληγόμενα τῷ ι ἐκτεινομένῳ βαρύνεται, κρῖτος, μῖτος, Τρῖτος ὄνομα ποταμοῦ· ἐπὶ γὰρ τοῦ ἀριθμοῦ, βραχύνεται τὸ ι· οὕτω καὶ σῖτος. Τὸ λιτὸς, οὐ κατὰ τὴν γραφὴν, οὐδὲ κατὰ τὸν χρόνον, εἰ μὴ μόνον περὶ τὸν τόνον διήλλαξε· τὸ μέντοι λιτὸς, τριγενὲς ὂν, ὀξύνεται. Σῖτα: Ἢ ἐκ τοῦ σῖτος μεταπεποίηται, ἢ ἀπὸ τοῦ σιτία. Ἡρωδιανὸς Περὶ Παθῶν. Σιτώνης σιτώνου: Σημαίνει τὸν σῖτον ἀγοράζοντα καὶ ἀποτιθέμενον. Σιτοδεία: Σίτου ἔνδεια, σιτοένδεια καὶ σιτοδεία. Πάντες οὕτως. Ἢ ἀπὸ τοῦ σιτοδεὴς, σιτοδέεια· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε. Σιφλός: Πλεονασμῷ τοῦ φ· καὶ κυρίως ὁ ἐσινωμένος τοὺς ὀφθαλμούς· καταχρηστικῶς δὲ, καὶ ἐπὶ ἄλλου μέρους σώματος. Ἰλιάδος ξʹ. Θεὸς δέ ἑ σιφλώσειε. Ἐκλύσειε, μωμητὸν ποιήσειε· ἀπὸ τοῦ φλῶ, τὸ ὁρμὴν ἔχω. Ἄλλοι δὲ τὸν εἰδεχθῆ. Ἢ ἀπὸ τοῦ σιφλὸς σιφλῶ· ἵνα σημαίνῃ τὸ βλάψειε. Σίφων: Παρὰ τὸν ποιὸν ἦχον τὸν ἐν τῷ ἀποσπᾶν καὶ πίνειν· ἢ παρὰ τὸ σίζω. Σιφνεύς: Σημαίνει ὡς οἶμαι τὸν ἀσπάλακα. Λυκόφρων. Σιών:: Εἰ μὲν σημαίνει τὴν πόλιν, γράφεται διὰ τοῦ ι, κατὰ παράδοσιν· εἰ δὲ σημαίνει τὸ κύριον ὄνομα, γράφεται διὰ τοῦ η· ὡς τὸ, Τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων. Τὰ εἰς ν λήγοντα βαρβάρων ὀνόματα ὀξύνονται· οἷον Θεατὰν, Ἐρατὰν, Ἀτμὼν, Τελαμών. Οὕτω καὶ Σιών· χωρὶς τοῦ Μεγᾶν, Βαραββᾶν, Βαριωνᾶν, ταῦτα γὰρ περισπᾶται. Ἔστι δὲ ἄκλιτα. Σιωπή: Ἐκ τοῦ σιγὴ καὶ τοῦ ὢψ ὠπὸς, ἢ τοῦ ὄπα, ὃ σημαίνει τὴν φωνὴν, γίνεται σιγηοπή· καὶ ἀποβολῇ τοῦ γ, καὶ κράσει τοῦ η καὶ τοῦ ο μικροῦ εἰς ω μέγα, γίνεται σιωπή· ἢ ἐκ τοῦ σιγῶ σιγωπή· καὶ ἐκβολῇ τοῦ γ. Τὸ δὲ σιωπῇ καὶ σιγῇ ἔστιν ἐπίρρημα μεσότητος. Καὶ ἔστι τὸ σιγῇ, μακρόν· τὸ δὲ σιωπῇ, βραχὺ, ὡς παρὰ τῷ ποιητῇ. Σκαλμός: Περὶ ὃν δεσμεύουσι τὰς κώπας πάσσαλον· ὑποσκαλμὶς δὲ, ἡ τοῦ σκαλμοῦ βάσις. Ἐκ τοῦ σκαίρω σκαρμὸς γίνεται τὸ ὑποκοριστικὸν σκαρμὶς, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, σκαλμίς· ἐπὶ τοῦ πλοίου, παρὰ τὸ μὴ ἐᾶν τὴν ναῦν σκαίρειν, ἤγουν πηδᾶν. Σκάλοψ: Ὁ σπάλαξ λέγεται παρὰ Ἀττικοῖς. καὶ λέγει Νικοκλῆς σκάλοπας ὡς παρʼ Ἀριστοφάνει, οἷον κεκαλυμμένους ἔχων τοὺς ὄπας. Σκάμανδρος: Ποταμὸς Τροίας· ἀπὸ Σκαμάνδρου υἱοῦ Τεύκρου, ὃς ἦν Κρὴς τὸ γένος. Ἢ ὅτι Ἡρακλῆς δίψει κατασχεθεὶς ηὔξατο τῷ Διΐ· ὁ δὲ δὲ ἀνέδωκεν αὐτῷ μικρὰν λιβάδα· ἣν θεασάμενος, καὶ σκάψας, δαψιλέστερον ἐποίησε φέρεσθαι. Παρὰ τὸ ἐσκάφθαι οὖν εἴρηται σκάμανδρος διὰ τὸ γεγονέναι καμάτου καὶ κόπου παραίτιον, ἢ διὰ τὸ ἐσκάφθαι ὑπʼ ἀνδρὸς ἐκλήθη Σκάμανδρος, Ξάνθος δὲ, ἐπειδὴ ἐκεῖ λουσάμεναι αἱ θεαὶ ξανθὰς ἔσχον τὰς κόμας, ὁπότε Ἀλεξάνδρῳ ἧκον ἕνεκα κάλλους κριθησόμεναι. Ὅμηρος, Ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον. Σκάνδαλον: Παρὰ τὸ σκάζω, ὃ σημαίνει τὸ χωλαίνω. Λέγεται καὶ σκάνδαλον ἡ διαστροφή. Σκάνδαλον: Τὸ σκάζον περὶ τὴν ἀλήθειαν. Σκανδάληθρον: Τὸ πέταυρον τῶν παγίδων· ἀπὸ τοῦ σκαζόμενον συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσὸν, ἔστι δὲ τὸ ἐν τῇ παγίδι καμπύλον ξύλον, ᾧ ἐρείδεται. Ἀρχίλοχος δὲ ῥόπτρον ἔφη· οἷον, Ῥόπτρῳ ἐρειδόμενον. Σκαλεύω: Εἰς τὸ σκῆψις. Σκαμβή: Παρὰ τὸ σκαιῶς προβαίνειν. Ἢ παρὰ τὸ σκάπτω, τὸ κατορύσσω· ὁ γὰρ διεστραμμένος πολλὰ κατορύσσει κατὰ τοῦ πλησίον. Σκαληνόν: Σκολιὸν, πολύγωνον· τοῦ γὰρ τριγώνου εἴδη τρία, ἰσόπλευρον, ἰσοσκελὲς, σκαληνόν. Σκαφεῖον: Ὁ καδίσκος ᾧ καταχέονται αἱ γυναῖκες. Ἐκαλεῖτο δὲ οὕτως, ἐπεὶ καὶ σκάφη εἶδός τι πλοίου, καὶ ὁμοιότροπός ἐστι τῷ πλοίῳ ὁ καδίσκος. Ἔστι δὲ καὶ κουρᾶς εἶδος, καὶ ἄμης γεωργικῆς. Σκίρτης: Λόχος ἀνδρῶν ἑξακοσίων, οἳ αὐτοὶ καθʼ αὑτοὺς ἐστρατεύοντο, καὶ οὐχ ἅμα τοῖς ἄλλοις Λακεδαιμονίοις. Σκαρδαμύσσειν: Παρὰ τὸ μύω μύσσω παράγωγον, καὶ παρὰ τὸ σκαίρειν, τὸ κινεῖν, παρὰ τὴν συνεχῆ κίνησιν τῶν βλεφάρων, ἃ δὴ τὸ μύειν παρέχει· τὸ δὲ σκαίρω, ἀποβολῇ τοῦ σ, καίρω· καὶ διπλασιασμῷ, καρκαίρω· ἔνθεν καὶ τὸ, Κάρκαιρε δὲ γαῖα πόδεσσιν ὀρνυμένων ἄμυδις. Οἷον ἐν κινήσει καὶ ταραχῇ ἡ γῆ ἐγένετο, διὰ τὸ πλῆθος τῶν σειόντων αὐτὴν ποδῶν. Καὶ τὸ καρδαμύσσειν ἀπὸ τοῦ σκαίρω ἀποβολῇ γέγονε, τὸ κινεῖν καὶ μύειν τὰ βλέφαρα· καὶ Βλέψον εἰς ἐμὲ ἀσκαρδαμυκτὶ, Ἀριστοφάνης ἐν Ἱππεῦσι· παρὰ τὸ σκῶ, σκαίρω, ὡς σπῶ σπαίρω. Σκάφος: Παρὰ τὸ σκάπτω, τὸ κοιλαίνω, σκάψω, ἔσκαφα· ἐξ αὐτοῦ σκάφος, ἀπὸ μεταφορᾶς τῶν σκαπτομένων καὶ γινομένων βαθέων. Σκαιαὶ πύλαι: Αἱ τῆς Ἰλίου· ἢ ἀπὸ τοῦ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτάς· ἢ ὅτι ἐν τοῖς σκαιοῖς μέρεσι τῆς πόλεως κεῖνται, ἤγουν ἐν τοῖς ἀριστεροῖς· ἢ παρὰ τὸ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας, τὸν γὰρ δούρειον ἵππον κατʼ αὐτὰς ἐδέξαντο. Αὗται δὲ καὶ Δαρδάνιαι προσηγορεύοντο, διʼ ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιός: Ἐκ τοῦ σκάζω, τὸ χωλαίνω, ἢ τὸ οὐκ ὀρθῶς βαδίζω· ἐξ οὗ καὶ σκαμβὸς, ὁ μὴ ὀρθῶς βαδίζων· καὶ σκαιὸς ἄνθρωπος, σκαμβός τις ὢν καὶ μὴ ὀρθὸς, σκαὸς καὶ σκαιός· καὶ σκαιὴ, ἡ ἀριστερὰ χείρ· σκαιῶς γὰρ ἔχει πρὸς τὰς πράξεις. Παρὰ τὸ σκάζειν οὖν περὶ τὰς πράξεις ἐνδέουσαν· ἢ ὅτι ἀσθενεστέρα τῆς δεξιᾶς· ὁ δὲ ἀσθενὴς σκάζει. Σκέλος: Ἢ παρὰ τὴν σχίσιν· διέσχισται γὰρ ἀπʼ ἀλλήλων· ἢ παρὰ τὴν κέλευθον, διʼ ἧς βαδίζομεν· ἢ παρὰ τὸ ἐσκληκέναι καὶ σκληρότερα εἶναι τῶν ὕπερθεν. Ἢ κέλευθος, πλεονασμῷ τοῦ σ, σκέλευθος, καὶ συγκοπῇ, σκέλος· διʼ αὐτῶν γὰρ τὴν ὁδὸν τελοῦμεν. Ἢ παρὰ τὸ σχίζω, σχέλος, καὶ σκέλος· ἀπεσχισμένα γάρ εἰσιν ἀπʼ ἀλλήλων. Ἐκ δὲ τοῦ σκέλος γίνεται σκελίζω. Σκέλλω: Σημαίνει τὸ ξηραίνω· Ἰλιάδος ψʹ, μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν· καὶ σκελετὸς, ὁ ἀπεξηραμμένος. Σκεῦος: Παρὰ τὸ σχῶ, τὸ κρατῶ καὶ φυλάττω, σχεῦος καὶ σκεῦος· ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω. Σκεπάζω: Ἐκ τοῦ σκέπω· τοῦτο παρὰ τὸ σχέθω, τὸ κωλύω, σχέπω· καὶ τροπῇ καὶ πλεονασμῷ τοῦ τ, σκέπτω. Ἢ παρὰ τὸ σκιὰ καὶ τὸ ἕπω. Σκείρων: Ὄνομα λῃστοῦ, πολλῆς φθορᾶς γεγονότος αἰτίου. Τὸ ΣΚΕΙ, δίφθογγον, κατὰ ἀναλογίαν· ἀπὸ τοῦ κείρω κείρων καὶ σκείρων· καὶ τὸ κουσείρων. Σκηνῶ: Παρὰ τὸ σκηνή· τοῦτο παρὰ τὸ σχῶ, τὸ κρατῶ, σχηνὴ καὶ σκηνὴ, ἡ κρατοῦσα καὶ φυλάττουσα ἡμᾶς. Ἢ παρὰ τὸ ἵστημι. Σκηνὴν δὲ ἣν ἔχουσι: Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. Ἔοικε δὲ σκεῦός τι εἶναι, ὅπερ οἱ μὲν κόσμόν τινα γυναικεῖον εἶναι φασὶν, οἱ δὲ, σκιάδειον. Ῥητορική. σκῆνος τὸ σῶμα, παρὰ τὸ σκήνωμα καὶ σκηνὴν εἶναι τῆς ψυχῆς, οἷον οἰκητήριον. Σκηπάνιον: Σκῆπτρον, ῥάβδος. Ἰλιάδος νʹ. Σκῆπτρον: Παρὰ τὸ σκήπτω, τὸ ἐπακουμβίζω· ἀπὸ τοῦ σκήπτεσθαι καὶ ἐπερείδεσθαι αὐτῷ, πλεονασμῷ τοῦ ρ. Ἔστι δὲ βασιλικὴ ῥάβδος. Σκῆψις: Ἡ πρόφασις· ἀπὸ τοῦ σκήπτω, τὸ προφασίζομαι. Τοῦτο παρὰ τὸ σκέπτω· οἱ γὰρ προφασιζόμενοι σκέπτονται τὶ εἴπωσιν. Καὶ ἐπέσκηψε σημαίνει ἐνετείλατο, ἢ προεφασίσατο. Ἔστι καὶ δίκη τὶς οἷον ὑπωμοσία καὶ παραγραφή. Δημοσθένης ἐν τῷ πρὸς Πανταίνετον, Ἀλλʼ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερʼ αὐτῶν ἐπιδείξω. Ἔστι δὲ καὶ ὄρχησίς τις ἡ σκῆψις. Σημαίνει καὶ ἀναβολὴν, ἢ φροντίδα. Ἔστι δὲ καὶ πόλις ἐν Τροίᾳ, ἧς μέμνηται Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Λέγεται δὲ σκῆψις, καὶ ἡ ἐκ μελέτης ψευδομαρτυρία· παρὰ τὸ σκέπτω σκέψις καὶ σκῆψις, ὁ σκεπτόμενός τι εἰπεῖν ψευδές. Ἔστι δὲ καὶ ἐπισκηψάμενον, καὶ τὸ ἐπιβαρήσαντα· καὶ ἐπισκήψασθαι, τὸ ἐπιβαρῆσαι καὶ ἐπισημειώσασθαι. Σκαλεύω: Ὡς τὸ, Ἐφʼ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα· σεσαλευκότες, ἐρευνήσαντες. Παρὰ τὸ σάλος, σαλεύω. Σκέπτεσθαι: Σκέπτεσθαι μέν ἐστι τὸ βουλεύεσθαί τι· σκήπτεσθαι δὲ, τὸ προφασίζεσθαι μεθʼ ὑποκρίσεως. Σκέπαρνον: Τὸ ἔριον, διὰ τὸ σκέπειν τὸν ἄρνα. Σκείρων: Ἄνεμος ἀπὸ τῶν Σκειρωνίδων πετρῶν καταπνέων. Σκειρά: Ἑορτὴ Ἀθήνησιν. σκειράφια, τὰ κυβεῖα· ἤτοι ἐπεὶ σκείραφός τις ἐστὶν ὄργανον κυβευτικόν· ἢ ἀπὸ Σκειράφου τινὸς κυβευτοῦ· ἢ ὅτι ἐν τῷ τῆς σκειράδος Ἀθηνᾶς ἱερῷ οἱ κυβευταὶ ἔπαιζον. Σκειρὰς Ἀθηνᾶ: Εἶδος ἀγάλματος Ἀθηνᾶς· ὀνομάζεται δὲ οὕτως ἀπὸ τόπου τινός. Σκιά: Παρὰ τὸ κίω, τὸ ἀκολουθῶ, κιά· καὶ πλεονασμῷ τοῦ σ, σκιὰ, ἡ συνακολουθοῦσα· καὶ σκιόεις, ὁ σκιὰν ἀποτελῶν. Σκιάς: Τὸ ᾠδεῖον τῶν Λακεδαιμονίων κατὰ τὴν ἀρχαίαν φωνὴν σκιὰς καλεῖται· οἶκος γὰρ ἐστὶ στρογγύλος. Τοὺς δὲ τοιούτους, διὰ τὸ τὴν ὀροφὴν ἔχειν μίμημα τῶν σκιαδείων, σκιάδας οἱ πάλαι προσηγόρευσαν. Ἐπεὶ δὲ μετωνόμασται σκιάδες, καὶ τὸ πολὺ πλῆθος τῶν Ἑλλήνων θολιὰς ἐκάλουν αὐτάς· καὶ τοὺς οἴκους τοὺς περιφερεῖς οἱ μὲν θόλους, οἱ δὲ θολιὰς προσαγορεύουσι. Σκιδνῶ: Ἐκ τοῦ σκεδῶ σκιδνῶ, ὡς πέτω πιτνῶ, κερῶ κιρνῶ· ἐξ οὗ παράγωγον, σκίδνημι· τὸ τρίτον τῶν πληθυντικῶν, σκιδνᾶσι· τὸ παθητικὸν, σκίδναμαι, ἐσκίδνατο, καὶ ἐσκίδναντο. Σκίπων: Παρὰ τὸ σκηρίπτω κατὰ ἀποβολὴν τοῦ τ καὶ τοῦ ρ καὶ συγκοπῇ τοῦ η, σκίπων· σημαίνει δὲ τὴν βακτηρίαν. σκίμπους σκίμποδος, παρὰ τὸ σκηνὴ καὶ τὸ ποὺς ποδὸς γίνεται, σκηνίπους τὶς ὢν, ᾧ σκηνοῦσι τὰ σώματα· καὶ συγκοπῇ, σκίμπους. Λέγεται δὲ τὸ μέρος τοῦ κραββάτου· μεταφορικῶς δὲ, ὅλος ὁ κράββατος. Λέγεται καὶ σκίμπος χωρὶς τοῦ υ, ὡς ἀελλόπος, σκηνόπους τὶς ὢν, ὁ σκηνῇ ὅμοιος. Σκιρωθῆναι: Φαμὲν ἐπὶ τοῦ ῥύπου τοῦ σφόδρα ἐμμένοντος καὶ δυσεκπλύτου. Σώφρων ἐν τοῖς Γυναικείοις τροπικῶς, Πρὶν αὐτὰν τὰν νόσον εἰς τὸν μυελὸν σκιρωθῆναι. σκίρον δὲ τὸν ἀειδῆ ῥῦπον καὶ Κρατῖνος λέγει, καὶ Εὔπολις ἐπὶ τοῦ ἐν τῷ τυρῷ ῥύπου· ἀλλὰ καὶ Ξενοφῶν ἐν τῷ περὶ Ἱππικῆς οὕτω λέγει. Σκιρροφοριών: Ὄνομα μηνὸς παρὰ Ἀθηναίοις. Λέγεται δὲ παρὰ τὸ φέρειν σκίραν ἐν αὐτῷ τὸν Θησέα, ἤγουν γύψον· ὁ γὰρ Θησεὺς, ἀπερχόμενος μετὰ Μινωταύρου, τὴν Ἀθηνᾶν ποιήσας ἀπὸ γύψου, ἐβάσταζεν. Ἐπεὶ οὖν τῷ μηνὶ τούτῳ ἐποίησε, λέγεται σκιροφοριών. Σκίφος: Τὸ ξίφος, διαιρέσει τοῦ ξ εἰς ΚΣ, καὶ ὑπερθέσει. Σκιρτῶ: Παρὰ τὸ σκαίρειν, τὸ πηδᾶν, ἀφαιρέσει τοῦ α, καὶ πλεονασμῷ τοῦ τ, μετὰ περισπωμένου τοῦ τόνου. Σκληρός: Παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅ ἐστιν ἀπὸ τοῦ σκέλλω. Σκνιπός: Ὁ μικρολόγος, καὶ σκνιφός· παρὰ τοὺς σκνίπας καὶ τὴν τούτων σμικρότητα. Σκνὶψ δέ ἐστι κωνωποειδὲς πτηνόν. Ὦρος. Λέγει δὲ ὁ Χοιροβοσκὸς, ὅτι λέγεται καὶ σκνὶψ καὶ κνίψ· καὶ τὸ μὲν σκνὶψ κλίνεται καὶ διὰ τοῦ π, καὶ διὰ τοῦ φ, οἷον σκνιφὸς καὶ σκνιπός· τὸ δὲ κνὶψ διὰ τοῦ π μόνον κλίνεται. Ἔστι δὲ ζῷον εὐτελές· ὅθεν καὶ ἐπὶ τῶν μικροψύχων ἀνδρῶν εἴωθε λέγεσθαι, ὅτι σκνιφός ἐστι· μετάγεται γὰρ ἡ γενικὴ εἰς εὐθεῖαν. Σκόλοπες: Ὀξέα ξύλα, ἅπερ ἐπήγνυον τῷ τείχει· παρὰ τὸ κολάπτω, κολάψω, κόλαψ· ἢ παρὰ τὸ σχίζω σχόλαψ, καὶ σκόλοψ, τὸ διεσχισμένον καὶ ἀπωξυμμένον ξύλον. Σκολιός: Παρὰ τὸ σκάζω, τὸ χωλαίνω, ὁ μὴ εὐθεῖαν ὁδὸν πορευόμενος, ἀλλὰ διεστραμμένην· ἢ παρὰ τὸ σκαιός· ἢ παρὰ τὸ σκόλον, ὃ σημαίνει τὸ ἀπωξυμμένον ξύλον. Σκολιὸν πόρον λέγουσι τὸν ἀπὸ Βυζαντίου πλοῦν ἕως τοῦ στομίου τοῦ Πόντου, ἔνθα εἰσὶν καὶ αἱ κυάνεαι πέτραι· ἢ διὰ τὸ σκαμβὸν εἶναι καὶ οὐκ ἴσον· ἔοικε δὲ τῷ ξ στοιχείῳ, καὶ θηρίῳ ἕρποντι. Σκολιά: Τὰ συμποτικὰ ᾄσματα. Δίδυμος φησὶν διαφόρους ἐτυμολογίας ἐν τῷ τρίτῳ τῶν Συμποσιακῶν. Ὦρος. Ἀπὸ τοῦ μεθύουσι καὶ σκολιῶς ἔχουσι τὰ αἰσθητήρια ᾄδεσθαι. Σκολύθριον: Πλάτων τίθησιν ἀντὶ τοῦ ὑφʼ ἡμῶν λεγομένου ὑποποδίου, ὑπὸ ποιητῶν δὲ ὑποθρονίου. Πλάτων, Ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον. Τινὲς δὲ ἐπὶ τῶν μικρῶν διφριδίων ἐξεδέξαντο τὴν λέξιν. Σκοπός: Σημαίνει βʹ· τὸν κατάσκοπον, ὡς τὸ, Σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι, Ἰλιάδος κʹ· ἐπὶ δὲ τῆς ἁπλῶς παρατηρούσης, Δμωάων σκοπὸς ἐσσὶ κατὰ μέγαρʼ ἡμετεράων. Σκοπιά: Ὁ ὑψηλὸς τόπος, καὶ σκόπελος· ὁμοίως καὶ σκοπαὶ, ὑψηλοὶ τόποι· ἀμφότερα, ἀφʼ ὧν ἐστι περισκοπῆσαι καὶ ἰδεῖν τὰ πόρρω καὶ κύκλῳ. Ἐκ δὲ τοῦ σκοπιὰ γίνεται καὶ σκοπιάζω· σημαίνει τὸ βλέπω. Σκρινιάριος: Τῆς δουκικῆς ὑπάρχων τάξεως, Λατινικῇ φωνῇ, ὅ ἐστι νοτάριος Ἑλληνικῶς, ἢ χαρτοφύλαξ· σκρινίον γὰρ τὴν δρυφακτικὴν λάρνακα οἱ Ῥωμαῖοι καλοῦσι. Σκορακισμός: Οἱ παλαιοὶ παρὰ δύο λέξεις διεζευγμένας παράγωγα ποιοῦσι πολλάκις· Νέα πόλις, Νεαπολίτης· παρὰ ποταμὸν, παραποτάμιος· οὕτως καὶ τὸ σκορακίζειν· ἐς κόρακας, ἐσκορακίζειν· καὶ ἀποβολῇ τοῦ ε, σκορακίζειν. Οὕτως Ὦρος. Ἀλλὰ καὶ Ὠρίων καὶ Ἡρωδιανὸς περὶ Παθῶν. Σκορδινᾶσθαι: Τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν μετὰ τοῦ χασμᾶσθαι διακλώμενον λέγεται· γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας, ὅπερ καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους τὰ μέλη· οἷον σκορδινᾶσθαι, δινεῖσθαι ἀπὸ κόρου ὕπνου ἢ τροφῆς. Ἢ καρηδινᾶσθαι τὴν κεφαλήν. Ὦρος. Σκορπίζω: Ἐκ τοῦ καρπὸς καρπίζω καὶ σκορπίζω. Ἐκ μεταφορᾶς εἴρηται ἡ λέξις, ἐπεὶ ὁ καρπὸς σκορπίζεται. σκορπίζω ἐκ τοῦ σκορπίος· σημαίνει δὲ τρία· τὸν χερσαῖον, καὶ γίνεται παρὰ τὸ σκορπίζειν τὸν ἰόν· καὶ τὸν θαλάσσιον, καὶ γίνεται ἐκ τοῦ πλήττειν καὶ τὸν ἰὸν ἐπιβάλλειν· ἢ παρὰ τὸ σκαιῶς ἕρπειν. Σημαίνει καὶ τὸν ἀστέρα· καὶ λέγεται ἀπὸ τῆς πρὸς τὸν χερσαῖον ὁμοιότητος· ἐπειδὴ, ὅτε ἐναντίος ἐστὶν ὁ ἥλιος, τότε τὰ σπέρματα ἐπὶ τὴν γῆν σπείρομεν σκορπίζοντες· ἢ ἐπειδὴ ἐκ τοῦ κόλπου σκορπίζομεν τὰ σπέρματα. Σκότος: Ἀπὸ τοῦ σκιάζειν ὠνόμασται. Οἱ δέ φασιν ὅτι σκοπός ἐστιν, ὅτι δεῖ προσκοπεῖσθαι τὸν προσερχόμενον ἐν τῷ αὐτῷ. Οὕτως Ἡρακλείδης· ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ σχέθειν ἡμᾶς πολλάκις προϊέναι, ὅ ἐστιν ἐπισχεῖν. Ὦρος. Σκοτόμαινα: Νὺξ ἐστὶν ἐν ᾗ μαίνεται καὶ ἀκαταστατεῖ τὰ οὐράνια. Σκῶλος: Εἶδός ἐστιν ἀκάνθης, ἣ πυρωθεῖσα εὐτονώτερος γίνεται. Ἰλιάδος νʹ, Ὥστε σκῶλος πυρίκαυστος. Ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη. Ἔστι δὲ καὶ πόλις ἐν τῇ Βοιωτίᾳ. Ἔστι δὲ ἅπαξ τὸ ὄνομα. Λέγεται δὲ παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, ὁ ὑπὸ πυρὸς ἐξηραμμένος. Σκώληξ: Παρὰ τὸ μὴ ἔχειν κῶλον, ἤγουν ὀστέον, κατὰ ἀντίφρασιν, πλεονασμῷ τοῦ σ· τὸ δὲ κῶλον, παρὰ τὸ κλῶ· τὸ δὲ κλῶ, παρὰ τὸ σκέλλω, τὸ ξηραίνω· καὶ γὰρ σκληρότερόν ἐστι καὶ ξηρότερον. Σκῶπες: Ἔστι τὶ ζῷον σκὼψ λεγόμενον· κόβαλον δὲ καὶ μιμηλὸν τὸ ὄρνεον. Τινὲς δὲ κακόφωνον αὐτὸ λέγουσι. Καὶ εἴρηται οὕτως παρὰ τὸ σκαιὰν ἔχειν ὄπα. Φασὶ δὲ ἀπὸ τοῦ ζῴου καὶ τὸ σκώπτειν εἰρῆσθαι, τουτέστι τὸ λοιδορεῖν. Σκύβαλον: Τὸ διʼ ἐντέρων ἐκδιδόμενον, κυσίβαλόν τι ὄν. Σκυδμαίνειν: Τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι· κυρίως ἐπὶ τῶν λεόντων καὶ λεαινῶν τῶν ἐπὶ τοῖς ἀφαιρουμένοις σκύμνοις ὀργιζομένων. Ἀπὸ οὖν τοῦ σκύμνος καὶ τοῦ μεναίνειν γίνεται τὸ σκυδμαίνειν· ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκύλους, ὅ ἐστι δέρμα, ὃ συμβαίνει ἐπὶ τῶν ὀργιζομένων. Ἰλιάδος ωʹ. σκύνιον λέγεται ἡ ὀφρύς· καὶ ἐξ αὐτοῦ γίνεται σκυνίζω καὶ σκύζω. Σκύζεσθαι: Σημαίνει τὸ ὀργίζεσθαι, παρὰ τοὺς Σκύθας· οἵτινες, ὀργιλώτατοι ὄντες, τὸ ἐπισκύνιον καθέλκουσι. Σκυθρωπάσαι: Πλεονασμός ἐστι τοῦ ρ· σκυθωπάσαι γὰρ ἐστὶν, παρὰ τὸ Σκυθικοὺς ἔχειν ὦπας. Ἢ σκυθρωπὸς παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι, καὶ τὸ ὢψ ὠπὸς ὁ ὀφθαλμός. Ἢ παρὰ τὸ χύτρα καὶ τὸ ὢψ γίνεται χυθρωπός· καὶ πλεονασμῷ τοῦ σ, καὶ τροπῇ τοῦ χ εἰς κ, τουτέστιν ὁ ἀφανὲς πρόσωπον κεκτημένος. Σκῦλα: Σημαίνει τὰ ἀπὸ τοῦ πολέμου συναγόμενα λήϊα. Καὶ τὰ ἐκ τῶν πολεμίων λαμβανόμενα ἔτι ζώντων λάφυρα, τὰ δὲ τῶν τεθνεώτων σκῦλα. Γίνεται δὲ παρὰ τὸ συλῶ σῦλον καὶ σκῦλον, ὅθεν τὸ ΣΚΥ μακρόν. Σκύλλα: Παρὰ τὸ φωνὴν ἔχειν σκύλακος. Ὅμηρος, Τῆς δʼ ἦν φωνὴ μὲν ὅσον σκύλακος νεογιλλῆς. Ὠρίων. Σκύλος: Κυρίως ἐπὶ κυνὸς νεογνοῦ· ἀπὸ τοῦ ἐπισχεῖν ἐπὶ τὸ ὑλακτεῖν, σκύλαξ τὶς ὤν. Ὦρος. Σκύμνος: Τὸ τῶν λεόντων ἔκγονον· παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι. Σκύμνος λέγεται ἐπὶ λέοντος· σκυμνὸς δὲ, ἐπὶ τῶν ἄλλων ζῴων. Σκύρος: Ἡ νῆσος· ἐπεὶ ἀργιλώδης ἐστι καὶ λευκόγεως. Σκύρος γὰρ ἡ λατύπη· Δίδυμος λέγει ἐν ὑπομνήματι ξʹ Ὀδυσσείας· Αἱ ἀργιλώδεις φαῦλαι εἰς καρπῶν ἀνέσεις, μηλόβοτοι δὲ, καθάπερ Σκύρος καὶ αἱ λεγόμεναι Ἀργινοῦσαι. Ὦρος. Σκύτος: Τὸ δέρμα· καὶ σκυτοδέψης. Παρὰ τὸ ξύω, ξύτος· εἶτα διαλύσει τοῦ στοιχείου, καὶ ὑπερθέσει, γίνεται σκύτος, τὸ ξυόμενον· οὐδὲν γὰρ οὕτως ξύεται. Ἢ παρὰ τὸ σχίζω, σχίτος, καὶ σκύτος, κατὰ ἐναλλαγὴν καὶ τροπήν· ἐσχισμένον γάρ ἐστιν ἅπαν· σκύτος δὲ λέγεται πᾶν τὸ μεταξὺ τῶν τενόντων τοῦ τραχήλου δέρμα, ὡς Πετρώνιός φησι. Τινὲς δέ φασι σκύτος λέγεσθαι τὸν νωτιαῖον μυελόν· οἱ δὲ, τὸν μεταξὺ τῶν ὀφρύων καὶ τοῦ μετώπου τόπον· οἱ δὲ, τὸ ἰνίον, ὅπερ ἐπισκύνιον καλοῦμεν. Ἄλλοι δὲ τὸ τῆς κεφαλῆς δέρμα· παρʼ ὃ καὶ σκύτος εἴρηται, τουτέστιν ἡ κεφαλή. Σκυτίνας: Περιζώματα ἀπὸ λώρων· παρὰ τὸ σκύτος, ὅ ἐστι δέρμα. Σκυταλωτοὺς τροχούς: Ῥαβδωτούς. Ἡ σκυτάλη παρʼ Ἀττικοῖς βακτηρίαν σημαίνει. Καὶ ὄφεως δὲ ἐστί τι εἶδος οὕτως καλούμενον. Καὶ παρὰ Λακεδαιμονίοις ἐπὶ βακτηρίας τάττεται. Καὶ ΣΚΥταλίδες, καμπῶν εἶδος· ὅ ἐστι ζῷόν τι. Παρὰ Ἀλεξανδρεῦσί τε εἶδος καρίδων, καὶ σκεῦός τι ἐν τῇ νηΐ· καὶ σκυταλουμένη, ξύλῳ τυπτομένη. σκυτάλη δὲ, πίναξ, δέλτος. Ἔθος δὲ Λακεδαιμονίοις χρῆσθαι σκυτάλῃ ἀντὶ τῶν γραμματείων. Σμαραγεῖ: Ψοφεῖ, κτυπεῖ· ἀπὸ τοῦ σμάραγος, σμαραγῶ· τοῦτο παρὰ τὸ σπαράσσω σπάραγος καὶ σμάραγος, ψόφος, ἦχος. Κυρίως γὰρ σμάραγος, ὁ ἀπὸ σπαραγμοῦ ἦχος. Ἔστι δὲ καὶ ἕτερον σμαραγῶ, καὶ σημαίνει τὸ λάμπω· ἐξ οὗ καὶ σμάραγδος, ὁ λαμπρότατος λίθος. Παρὰ τὸ μαίρω, τὸ λάμπω, ὁ μέλλων, μαρῶ· κατὰ παραγωγὴν, μαράσσω· πλεονασμῷ τοῦ σ, σμαράσσω· καὶ ῥηματικὸν ὄνομα, σμάραγος καὶ σμάραγδος. Σμερδαλέος: Καταπληκτικὸς, φοβερός. Ἐκ τοῦ σμερδνὸν, σμερδαλέος, ἀποβολῇ τοῦ ν· καὶ σμερδνὸν, τὸ καταπληκτικὸν, ἀπὸ τοῦ μερίζειν τὴν ψυχὴν τῶν ὁρώντων τῷ φόβῳ, καὶ μὴ ἐᾶν αὐτὴν ἐν τῷ αὐτῷ μένειν. Παρὰ τὸ μερίζω μεριδνός· καὶ συγκοπῇ, καὶ πλεονασμῷ τοῦ σ. Σμῆνος: Τὸ μελισσόβοτον· ἢ τὸ σύστημα τῶν μελισσῶν· σημαίνει δὲ καὶ τὸ πλῆγμα· καὶ γίνεται ἀπὸ τοῦ σμῶ σμήσω, τὸ πλήσσω. Σμήριγγα: Τὴν τρίχα τῆς κεφαλῆς· ἀπὸ τῆς μήριγγος, ὅπερ σημαίνει τὴν κεφαλὴν, πλεονασμῷ τοῦ σ· Λυκόφρων· καὶ σμικρὸς, ἀπὸ τοῦ μικρὸς, πλεονασμῷ τοῦ σ. Σμινθεύς: Ἐπίθετον Ἀπόλλωνος. Οὕτω καλοῦσι Κρῆτες τοὺς μύας. Ζήτει τὴν ἱστορίαν ἐν τῷ α τῆς Ἰλιάδος. Σμυγερή: Ἅμα ἐπίπονος καὶ αἰσχρά. Ἡσίοδος. Σμύξαι: Καῦσαι. Ζήτει εἰς τὸ ὑποσμύχουσα. Σμῶδιξ: Ἡ ὕφαιμος πληγή· παρὰ τὸ σμῶξαι· οὕτω δὲ λέγουσιν οἱ Ἴωνες τὸ πατάξαι. Ὁ δὲ Θεόγνωστος, ἀπὸ τοῦ σμῶ, τὸ πλήσσω, κατὰ παραγωγὴν, σμήγω· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, σμώγω, σμώξω, καὶ σμῶδιξ. Ἢ ἐκ τοῦ σμῶ σμήσω· ἐξ οὗ καὶ σμῆνος, τὸ πλῆγμα. Ἢ παρὰ τὸ μώλωψ μώλωπος μωλωπίζω· ὁ μέλλων, μωλωπίξω· ἐξ αὐτοῦ μῶλιξ· καὶ πλεονασμῷ τοῦ σ, καὶ τροπῇ τοῦ λ εἰς δ, σμῶδιξ. Σμώνη: Ἡ ἐκ τοῦ ἀνέμου πληγή. Ἀπὸ τοῦ σμῶ ῥήματος. Τὸ ΣΜΩ, μέγα, ὡς τὸ ζώνη. Δύο δέ εἰσιν εἰς ΓΩ δισύλλαβα τῷ ω παραληγόμενα βαρύτονα, τρώγω, καὶ σμώγω. Σμύρνα: Παρὰ τὸ μυρίζω μύρνα καὶ σμύρνα. Ἢ παρὰ τὸ μύρον, πλεονασμῷ τοῦ ν, καὶ προσθέσει τοῦ σ. Τὸ δὲ ὄνομα τῆς νήσου, Σμύρνη. Σοβαρός: Παρὰ τὸ σεσοβῆσθαι, ἢ παρὰ τὸ σεσεῖσθαι, σοαρὸς καὶ σοβαρὸς, πλεονασμῷ τοῦ β. Εἰς τὸ δυσσόος. Εἴρηται γὰρ περὶ σοβαροῦ, οἷον ὁ σοβῶν καὶ μετὰ σεμνότητος προϊών. Σόλος: Ὁ δίσκος· ἀπὸ τοῦ σῶ, τὸ σείω, τὸ ὁρμῶ καὶ κινῶ· τούτου δὲ τοῦ σῶ ὁ μέλλων, σώσω· καὶ ῥηματικὸν ὄνομα κατὰ συστολὴν τοῦ ω εἰς ο, σόλος. Ἢ παρὰ τὸ ὅλον σεύεσθαι. Σόλυμοι: Ἔθνος περὶ Κιλικίαν· ἀπὸ Σολύμου τοῦ Καλδήνης τῆς Πισίου καὶ Ἄρεως· οἱ νῦν Ἴσαυροι. Σόλοι: Ἡ ἐν Κύπρῳ πόλις. Πλούταρχος ἐν Σόλωνι, ἀπὸ Σόλωνος τοῦ Ἀθηναίων νομοθέτου· διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδοὺς Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπʼ ἐκείνου Σόλους προσηγόρευσε. Σόλοικοι: Οἱ βάρβαροι· ἀπὸ Σόλωνος τῶν Κιλικίων. Ἰστέον ὅτι διαφέρει τὸ βαρβαρίζειν τοῦ σολοικίζειν· καθὸ τὸ μὲν βαρβαρίζειν τὸ περὶ μίαν λέξιν ἐστὶν ἁμαρτάνειν· κατὰ τόνον μὲν, ὡς ὅταν τὸ ἄνθρωπος ὀξυτόνως εἴπωμεν ἀνθρωπός· κατὰ γραφὴν, ὡς ὅταν τὸ Νεῖλος διὰ τοῦ ι γράψω· κατὰ κλίσιν, ὡς ὅταν τὸ Αἴας Αἴου κλίνω· κατὰ χρόνον, ὡς ὅταν τοῦ Αἴας τὸ α συστέλλω· κατὰ πνεῦμα, ὡς ὅταν τὴν ὑπὸ πρόθεσιν ψιλῶ. Σολοικίζειν δέ ἐστι, τὸ περὶ τὴν σύνταξιν καὶ τὴν φράσιν ἁμαρτάνειν, τουτέστιν, ἑκάστης λέξεως καθʼ ἑαυτὴν κειμένης καλῶς ἐχούσης, ἐν δὲ τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβανομένης, ὡς ἐπὶ τοῦ, ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν. Ἰδοὺ γὰρ ἐνταῦθα ἑκάστη λέξις καθʼ ἑαυτὴν οὖσα καλῶς ἔχει, ἐν δὲ τῇ συντάξει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνεται. Ὅθεν καὶ σολοικισμὸς λέγεται, οἷον ὁ τοῦ σῴου λόγου αἰκισμὸς, ἤγουν ὕβρις τοῦ ὁλοκλήρου λόγου. Δεῖ δὲ γινώσκειν, ὅτι σολοικίζειν καὶ βαρβαρίζειν δεῖ λέγειν, καὶ σολοικιζόμενον καὶ βαρβαριζόμενον· σολοικισμὸς δὲ καὶ βαρβαρισμὸς οὐ δεῖ λέγειν. Χοιροβοσκός. Σορός: Ἡ τῶν λειψάνων· παρὰ τὸ σεσυρέναι τὰ σώματα ἐν αὐτῇ· ἢ παρὰ τὸ εἴρω, τὸ κωλύω, σορὸς, ἡ κωλυτική. Σοφός: Παρὰ τὸ σέβω, σοβὸς καὶ σοφός· σέβουσι γὰρ τὸν σοφὸν ἅπαντες. Σοφιστής: Κυρίως ὁ σοφιζόμενος· ὁ δὲ Ἀριστοτέλης σοφιστὰς λέγει τοὺς ἑπτὰ σοφούς. Ἐλέχθη δὲ καὶ ὁ ἐθελοφιλόσοφος σοφιστής· ὁ δὲ τῷ ὄντι, σοφός· ὅθεν ἐπεπόλαζε λέγειν, Φιλοσόφει, Ὄφρʼ εὖ γινώσκῃς ἠμὲν θεὸν ἠδὲ σοφιστήν. Νῦν σοφιστὰς, τοὺς διατριβῶν προϊσταμένους. Οὕτως Ἀπολλώνιος ἐν ἐξηγήσει τῶν Ἡροδότου γλωσσῶν. Ὦρος· λέγεται καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις. Σοῦσα: Ἡ πόλις· ἀπὸ τῶν περιπεφυκότων κρίνων· σοῦσα γὰρ τὰ λείρια λέγεται. Ἢ ἀπὸ τοῦ ἱππάσιμον αὐτὴν εἶναι· σουσίαν γὰρ ὑπὸ Σύρων τὸν ἵππον λέγεσθαι. Σούσινον μύρον: Τὸ κρίνινον Ἕλληνες προσαγορεύουσι· τὰ γὰρ λείρια ὑπὸ τῶν Φοινίκων σοῦσα λέγεται· σοῦσον δὲ τὸ κρίνον ὑπὸ Φρυγῶν λέγεται. Σπάδων: Σημαίνει τὸν εὐνοῦχον· παρὰ τὸ ἀποσπᾶσθαί τι μέρος αὐτοῦ. Σπάθη: Τὸ ὑφαντικὸν ἐργαλεῖον· παρὰ τὸ κατασπᾶν τὴν κρόκην. Σπάθαι: Αἱ τῶν πλευρῶν, ἀπὸ τοῦ σπᾶσθαι πρὸς ἐπικαμπίαν. Σπάργανον: Παρὰ τὸ σπαράσσω σπαράγανον· καὶ συγκοπῇ. Λέγονται δὲ αἱ πρῶται φασκίαι σπαργανώματα, ἔνθα δεσμοῦνται οἱ παῖδες ῥυθμιζόμενοι ἐπὶ τὸ ὀρθότερον. Σπάνιον: Τὸ ὀλίγον· ἐκ τοῦ σπάνιος· τοῦτο ἀπὸ τοῦ σπανίζω, ὃ σημαίνει τὸ ἐλαττῶ καὶ φθείρω· τοῦτο παρὰ τὸ σπάνις ἡ λεῖψις· τοῦτο παρὰ τὸ σπῶ σπαίνω. σπαῖνις καὶ σπάνις. Ἢ παρὰ τὸ πένω· καὶ κατὰ παρασχηματισμὸν, πάνις· καὶ πλεονασμῷ τοῦ σ σπάνις. Σπάρτα λέλυνται: Ἰλιάδος βʹ. Παρὰ τὸ σπείρω, τὸ εἰλίσσω, σπαρτίον· καὶ ὥσπερ μηρία μῆρα, οὕτως καὶ σπαρτία σπάρτα, κατὰ συγκοπὴν, ὡς ὑποκοριστικόν. Σπαρτιάτης: Ἀπὸ τοῦ Σπάρτη Σπαρτίτης· καὶ πλεονασμῷ τοῦ α, Σπαρτιάτης. Ὅμοιόν ἐστι καὶ τὸ Κροτωνιάτης. Ἡρωδιανὸς περὶ Παθῶν. Σπαίρω: Ἐξ οὗ τὸ ἀσπαίρω γίνεται· τὸ δὲ σπαίρω, ἐκ τοῦ σκαίρω. Διαφέρει δὲ κατὰ Ἀττικὴν συνήθειαν. Ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξε· καὶ, ἤσπαιρʼ ὡς ὅτε τὶς βοῦς· καὶ διότι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα κίνησιν δηλοῖ, ὃ γίνεται ἐν ἰχθύσι καὶ ἐν τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ· τὸ δὲ σκαίρειν ἔμμουσόν τινα ὀρχηστικήν τε καὶ εὔρυθμον κίνησιν δηλοῖ. Ὅθεν παράγονται σκάρος καὶ σπάρος ἰχθύες. Ὅθεν τὸ σκάρος εὔμουσόν τινα καὶ εὔρυθμον κίνησιν ἀποτελεῖ· ἐξ οὗ καὶ τὸ σκιρτᾶν παράγεται. ΣΠΑρίζειν ἐπὶ ἰχθύων λέγεται. Σπένδω: Παρὰ τὸ σπείω σπένδω, παραγωγὴ καὶ οὐ πλεονασμὸς, ὡς κυλίω κυλίνδω, ἀμείρω ἀμέρδω. Σημαίνει δὲ τὸ μετὰ θυσιῶν φιλιοῦμαι καὶ καταλλάσσομαι καὶ θεῷ καὶ ἀνθρώποις. Σπέος: Τὸ σπήλαιον, τὸ ἀφώτιστον οἴκημα· παρὰ τὴν σβέσιν τοῦ φωτός· ὡς ἐπὶ τὸ πολὺ γὰρ φωτὸς ἐστέρηται· ὅθεν φησὶ, σπέος ἠεροειδές· παρὰ τὸ σβῶ σβέω, σβέος καὶ σπέος. Κλίνεται σπέεος· ἡ εὐθεῖα τῶν πληθυντικῶν, τὰ σπέεα· καὶ συγκοπῇ, σπέα. Σπέρμα: Παρὰ τὸ συνεσπαρμένην ἔχειν ἐν ἑαυτῷ τὴν δύναμιν τῆς τελειότητος· καὶ σπερμαίνειν, τὸ παιδοποιεῖν. Ἡσίοδος. Σπέργυς: Παρὰ τὸ πρέσβυς, τροπῇ τοῦ β εἰς γ, πρέσγυς· καὶ ὑπερθέσει, σπέργυς. Περὶ Παθῶν. Σπεύδω: Παρὰ τὸ πέδον γίνεται πεύδω· καὶ προσθέσει τοῦ σ· ὁ γὰρ ἀγωνιζόμενος τὴν γῆν διεγείρει. Ἢ παρὰ τὸ ἔω, τὸ περιπατῶ, γίνεται ἔδω, πεύδω, καὶ σπεύδω. Σπέρχω: Σημαίνει τὸ κατεπείγομαι, σπεύδω, καὶ συστρέφω· ἴσως ἀπὸ τοῦ συμπεριέχεσθαι. Συμπεριέχω οὖν· καὶ κατὰ συγκοπὴν, σπέρχω. Σπέσθαι: Τὸ ἀκολουθῆσαι. Ἀπὸ τοῦ ἕπεται, τὸ ἀπαρέμφατον ἕπεσθαι· πλεονασμῷ τοῦ σ, ἕσπεσθαι, καὶ σπέσθαι. Σπείους: Αὗται εἰσὶ μόναι παρὰ τῷ ποιητῇ εἰς ΟΥΣ λήγουσαι ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων· ἀεὶ γὰρ ἐντελῶς λέγεται τείχεος, σάκεος. Τὸ δὲ αἴτιον, ἡ εὐθεῖα, καθὸ σπέος καὶ δέος· εἰ προσέλαβεν ἡ γενικὴ ἕτερον ε, σπέεος. καὶ δέεος, κακόφωνον ἂν ἐγίνετο. ἔνθεν ἐποίησε δέους, σπέους· καὶ πλεονασμῷ τοῦ ι, δείους καὶ σπείους. Σπεῖρα: Τὰ ἱματία· παρὰ τὸ ἐνσπείρεσθαι καὶ συσφίγγεσθαι ἐν αὐτοῖς· καὶ σπείρημα, τὸ τοῦ ὄφεως εἴλιγμα. Γράφεται δὲ καὶ διὰ τοῦ ι· ὤφειλε δὲ διὰ διφθόγγου· ἀλλʼ ἡ παράδοσις ἔχει τὸ ι· καὶ ἴσως τῷ λόγῳ τῶν ῥηματικῶν. Εἰσὶ γάρ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα, ἃ διὰ τοῦ ι γράφεται, λείβω λιβάς. Οὕτως ἀπὸ τοῦ σπείρω σπίριον καὶ σπῖρα. Σπήεσσιν: Ἐκ τοῦ σπέος, ἡ δοτικὴ τῶν πληθυντικῶν, σπέεσι· καὶ ἐκτάσει, σπήεσσι· καὶ ἐν σπέσι, κατὰ συγκοπήν. Σπερμολόγος: Μικρὸν ὀρνιθάριον κολοιῶδες· ὠνόμασται δὲ ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν. Λέγεται δὲ ἀπὸ τούτου καὶ ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος, καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν. Σπείρων: Ἀπὸ τοῦ σπῶ, τὸ κατασπῶ· σπωμένη γὰρ ἡ γῆ δέχεται τὰ σπέρματα. Παράγωγόν ἐστι τοῦ σπῶ· ἅμα γὰρ τῷ καταβληθῆναι τὴν σπορὰν σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. Οὕτω Φιλόξενος. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν θηλειῶν, ὅτε δέχονται τὸ σπέρμα. Σπεῖσαι: Παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι τὴν γῆν τῷ οἴνῳ. Ὦρος. Σπήλαιον: Παρὰ τὸ σπῶ, τὸ κατασπῶ, καὶ τὸ λάας, ὁ λίθος· σπήλαιον γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ λίθος κατεσπασμένος. Σπήλυγγες: Τὰ βεβρωμένα τῶν πετρῶν· παρὰ τὸ σπᾶν. Σπιλάδες: Αἱ ὕφαλοι πέτραι, οἷον ἀποσπάδες· ἢ ὅτι μελαίνεται τὸ κατʼ αὐτὰς μέρος. Ἢ σπηλυγγώδεις εἰσὶν αἱ κοῖλαι πέτραι, παρὰ τὸ σπέος. Οὕτως Ὠρίων· ὁ δὲ Ὦρος, ἀπὸ τοῦ λεπίζεσθαι ὑπὸ τῶν κυμάτων τῆς θαλάσσης, οἱονεὶ λεπίς τις οὖσα. Ἢ παρὰ τὸ σχίζεσθαι, ἢ ἀπὸ τοῦ σχάζεσθαι, ἢ ἀπὸ τοῦ συμπεπιλῆσθαι. Σπιθαμή: Εἰς τὸ παλαιστή. Σπινθῆρες: Βολίδες καὶ ἀκοντισμοὶ πυρός. Παρὰ τὸ σπεῖραι πεποίηται, τὸν τοῦ πυρὸς ἔχων λόγον, οἷον σπορεύς τις ὢν τοῦ θέροντος πυρός. Ἢ παρὰ τὸ μετὰ σπουδῆς ἴεσθαι ἢ θηρᾶσθαι· ἢ παρὰ τὸ ἐν τῇ σποδῷ θεωρεῖσθαι. Σπλάγχνα: Οἱονεὶ πέλαχνα, διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν καὶ ἐφάπτεσθαι, καὶ διὰ τὸ σπᾶν τὴν τροφήν. Ὦρος. Σπλήν: Ἀπὸ τοῦ εἰς ἑαυτὸν ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν. Σπόγγος: Εἰ μὲν διὰ τοῦ π, παρὰ τὸ σπᾶν τὰ ὑγρά· εἰ δὲ διὰ τοῦ φ, παρὰ τὸ σφίγγειν κατὰ τὰς ἐκθλίψεις. Ζήτει εἰς τὸ φῶς. Σποδός: Ἀπὸ τοῦ σβέδω σβέσω, σβοδὸς, καὶ σποδὸς, ἡ ἀμαυροῦσα τὴν φλόγα. Ἢ ἀπὸ τοῦ ποὺς ποδὸς, πλεονασμῷ τοῦ σ, τὸ ἐν ποσὶ κείμενον. Ἢ παρὰ τὸ σπένδω· παρὰ γὰρ τῷ πυρὶ ἔθυον οἱ Ἔλληνες. Σποράδες νῆσοι: Ἢ διὰ τὸ σποράδην κεῖσθαι, ἢ ἀπὸ τοῦ σπαρτὸν καὶ σπρατόν. Σπουδῆι: Ἐπίρρημα μεσότητος, ἢ ἀθροίσεως. Τὸ ΔΗ, η· τὰ παρὰ δοτικὴν γινόμενα ἐπιρρήματα καὶ τὴν αὐτὴν γραφὴν φυλάσσει. Σπυρίς: Πλεονασμός ἐστι τοῦ σ. ἀπὸ τοῦ πυροὺς, πυρίς. Ἡρωδιανὸς λέγει, ὅτι τοὺς πυροὺς σπυροὺς λέγουσιν οἱ Συρακούσιοι· παρὰ τοὺς σπόρους. Σταγών: Παρὰ τὸ στῶ ῥῆμα· οὗ παράγωγον στάζω· οἷον, οὐ ῥύδην, ἀλλὰ στάσιν τῆς φορᾶς τοῦ ὑγροῦ λαβούσης. Στάδιον: Ἤτοι διὰ τὴν στάσιν· ἑστῶτες γὰρ ἐθεῶντο. Οἱ δέ φασι περιττὸν εἶναι τὸ σ· εἶναι γὰρ τάδιον, παρὰ τὴν ἐν τῷ δρόμῳ τάσιν. Σταδίη: Ἢ ἐν τῇ συστάδην μάχῃ· ἢ ἀπὸ τοῦ διαστήματος τοῦ ὁρισθέντος· ἢ ἀπὸ τοῦ στάντα τὸν Ἡρακλέα τοῦ δρόμου διαπνεῦσαι. Σταθερὸν ἦμαρ: Ἀπολλώνιος, τὸ μέσον τῆς ἡμέρας, τὸ μεσημβρινὸν, ὅτε ἵσταται ὁ ἥλιος· ἧττον γὰρ δοκεῖ τότε κινεῖσθαι. Οἱ δὲ, ἐπὶ τοῦ ἰσχυροῦ τιθέασι. Σταθμός: Λέγεται καὶ τὸ καὶ τὸ σταθμιζόμενον, καὶ ἡ παραστάς· σταθμὸς δὲ λέγεται καὶ ἡ μάνδρα τῶν προβάτων. Ἀμφότερα παρὰ τὴν στάσιν. Σταθμῶ: Παρὰ τὸ στάθμη· τοῦτο παρὰ τὸ ἵστασθαι. Στακτή: Παρὰ τὸ στάζω στάξω, ἔσταγμαι, ἔστακται, στακτή. Σταλαγμός: Στῶ ῥῆμα· οὗ παράγωγον, στάσσω· ὁ μέλλων, στάξω· ἐξ οὗ σταγμὸς, ὡς φράξω φραγμός· πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, σταλαγμός. Ἢ ἐκ τοῦ σταλάσσω· τοῦτο ἐκ τοῦ στάσσω, πλεονασμῷ τῆς ΑΛ συλλαβῆς. Σταμίνες: Τὰ καταστρώματα τῆς νηὸς, ἐφʼ ὧν ἱστάμεθα. Ἀρίσταρχος δὲ ὀρθὰ ξύλα, οἷον στήμοσιν ἐοικότα. Ὦρος. Στάμνος: Μέτρον τί. Στάν: Ἀπὸ τοῦ ἔσταν. Στάσιμον: Τὸ μέλος τοῦ χοροῦ· ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον διατίθηταί τι μένων ἀκίνητος πρὸς τὴν ὑπόθεσιν, ἂν εἰκότως στάσιμον λέγοιτο. Στένεται: Καὶ περιστένεται θυμούμενος περιττῶς καὶ πέρα τοῦ δέοντος θυμοῦται καὶ ὀργίζεται. Στασιάζειν: Ὁ μὲν Ἡρωδιανὸς πλεονασμὸν λέγει εἶναι τοῦ α, ἀπὸ τοῦ στάσις στασίζω καὶ στασιάζω· ὁ δὲ Ὦρος λέγει, ὅτι τοὔνομα ἔλαβεν ἀπὸ τοῦ ἵστασθαι καὶ συστρέφεσθαι τινὰς περισσοτέρως πρὸς ἀλλήλους. Στατήρ: Ἀπὸ τοῦ ἵστημι, στήσω· καὶ παρʼ ἡμῖν ἐπὶ τοῦ νομίσματος τίθεται· οἱ δὲ ἀρχαῖοι, ἐπὶ τοῦ δανείζειν. Ὀβολοστάτας γοῦν οἱ Ἀττικοὶ τοὺς ὀλίγα δανείζοντας ἔλεγον ὑπερβολικῶς· καὶ τὸ παρʼ Ὁμήρῳ τοιοῦτόν ἐστι, Δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, Ἰλιάδος νʹ· ἀντὶ τοῦ, δέδια μὴ ὃ χθὲς οἱ Ἕλληνες ἐδάνεισαν χρέος, σήμερον ἀπολάβωσι· τουτέστι, τὴν νίκην ἣν δεδώκασιν ἡμῖν χθὲς ἡττηθέντες ὑφʼ ἡμῶν, μὴ σήμερον ἡμᾶς νικήσωσι. Τὸ γὰρ ἀποστήσωνται, ἀντὶ τοῦ ἀπολάβωσιν. Ὁ οὖν πρὸς τὸ διδόναι καὶ λαμβάνειν ἐπιτήδειος στατὴρ ὠνόμασται· παρὰ τὸ ἵστασθαι. Ὁ δὲ Ὦρος, στατὴρ τὸ νόμισμα· ἀπὸ τοῦ ἵστημι, τοῦ δανείζεσθαι παριστῶντος, τὸ νόμισμα ἂν ἐρρήθη, ὁ πρὸς δανεισμοὺς καὶ ἀποδόσεις ἐπινοηθεὶς τῷ βίῳ· ὅθεν καὶ στατῆρες, οἱ χρεῶσται· οἷον, Πολλοὶ στατῆρες, ἀποδοτῆρες οὐδʼ ἂν εἷς. Ἐπίχαρμος Προμαθεῖ. Σταυρός: Παρὰ τὸ στάσις καὶ τὸ εὖρος· οἷον, ὁ μῆκος ἔχων καὶ πλάτος. Παρὰ δὲ τῷ ποιητῇ σταυροὶ λέγονται τὰ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα, παρὰ τὴν στάσιν, ἅπερ ἔξωθεν περιτίθενται ταῖς αὐλαῖς πρὸς τὸ μὴ στενοχωρεῖσθαι τὰ ζῷα ἐν τοῖς συφεοῖς. Σταφυλή: Παρὰ τὸ σήπω σαπυλὴ καὶ σταφυλή· πεπανθείσης γὰρ τῆς ἀμπέλου, τότε καὶ ἡ σταφυλὴ γίνεται σταπίς. Ζήτει εἰς τὸ τέλος. Στέαρ: Παρὰ τὸ στάζω, ἢ ἵστημι στήσω· παρὰ τὸ στάσιν καὶ πῆξιν ἔχειν. Στεγάζω: Παρὰ τὸ στέγη· τοῦτο παρὰ τὸ στέγω, τὸ ὑπομένω. Στεγανός: Ὁ ἐστεγασμένος καὶ ἐσκεπασμένος· παρὰ τὴν στέγην. Λέγεται δὲ στεγανὸν καὶ τὸ στεγνότερον· καὶ στεγανόποδες ὄρνιθες, οἱ ἐν ὕδασι διατρίβοντες, καὶ τοὺς πόδας ἔχοντες στεγανοὺς, οἷς αἱ μεταξὺ τῶν δακτύλων εὐρυχωρίαι δέρματι εἰλημμέναι εἰσί· καὶ στεγανώματα ἐν τοῖς τοίχοις οἱ ἔνδεσμοι. Τὸ δὲ στέγη, παρὰ τὴν σὺν πρόθεσιν, καὶ τὸ τέγγω, τὸ βρέχω, ἡ ὑπὸ τῶν βροχῶν συντεγγομένη, ἤγουν βρεχομένη. Στελγίσματα: Ἀποξύσματα· στελγίδες γὰρ αἱ ξύστραι αἱ τὰς παλγὰς τοῦ σώματος ἀποξύουσαι. Λυκόφρων. Στελεός: Τὸ τοῦ πελέκεως ξύλον. Στεναγμός: Παρὰ τὸ στενάζω· τοῦτο παρὰ τὸ στένω. Τὰ δὲ παθητικὰ οὐχ εὕρηνται ἐν χρήσει· ἐναντίως γὰρ ἔχει τὸ σημαινόμενον τῷ τῆς φωνῆς χαρακτῆρι. Στέργω: Εἰ μὲν συντάττεται μετὰ δοτικῆς, σημαίνει τὸ ἀρκοῦμαι· εἰ δὲ μετὰ αἰτιατικῆς, σημαίνει τὸ ἀγαπῶ καὶ φιλῶ. Γίνεται παρὰ τὸ στέγω, ὃ σημαίνει τὸ ὑπομένω· τοῦτο παρὰ τὸ στῶ ῥῆμα, ὃ σημαίνει τὸ ἱστῶ καὶ ἑδραιῶ καὶ βεβαιῶ. Ἀπὸ τοῦ στῶ οὖν, στέγω· καὶ πλεονασμῷ τοῦ ρ, στέργω, ὡς φῶ, φέβω, φέρβω. Στέλεχος: Εἰ μὲν ὁ κορμὸς, ἤγουν ἡ ῥίζα, παρὰ τὸ τέλος ἔχειν, ἢ παρὰ τὸ στερεόν· εἰ δὲ οἱ ἄνω τῆς κορυφῆς κλάδοι, παρὰ τὸ εἰς τέλος ἔχεσθαι. Στέλλω: Τὸ εὐτρεπίζω καὶ κοσμῶ· ἀποστέλλω δὲ, ἡ πρόθεσις περισσόν τι δηλοῖ, ἤγουν ἐκπέμπω τοῦ προετοιμάσαι καὶ κοσμῆσαι καὶ διευθετῆσαι πάντα. Σημαίνει τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή· τὸ κρύβω, ἐξ οὗ καὶ συστολή· τὸ ἐπιστέλλω, ἐξ οὗ καὶ ἐπιστολή· καὶ τὸ πλέω, ἐξ οὗ καὶ στόλος. Στέρνον: Ἀπὸ τῆς στερεότητος, ἢ παρὰ τὸ στερεὸν εἶναι, ἢ παρὰ τὸ στερρὸν εἶναι. Παρὰ τὸ στῶ στεῖς· τὸ ἐντελὲς, στέω· στερόν· καὶ πλεονασμῷ τοῦ ν, στέρνον, τὸ στῆθος. Στερρός: Βούλονται τινὲς ἀπὸ τοῦ στερεὸς εἶναι συγκοπῇ στερός· καὶ πλεονασμῷ ἑτέρου ρ, στερρός· ἐμοὶ δὲ δοκεῖ μᾶλλον τὸ στερεὸς ἀπὸ τοῦ στερρὸς εἶναι· τὰ γὰρ εἰς ΝΑΙ ἀπαρέμφατα ποιεῖ εἰς ΡΟΣ ὀνόματα ἰσοσύλλαβα· οἷον, μιῆναι, μιαρός· ῥυπῆναι, ῥυπαρός· διῆναι, διερός· σταθῆναι, σταθερός· οὕτω στῆναι, στερὸς, καὶ στερρός. Στέρφος: Ἔστιν ἔρεφος καὶ στέρφος· οἱ δὲ, παρὰ τὸ στέφειν ὅ ἐστι σκέπειν τὸ σῶμα, στέφος· καὶ πλεονασμῷ τοῦ ρ, στέρφος. Σημαίνει τὸ δέρμα, παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα· ἢ παρὰ τὸ ἐρέφειν καὶ σκέπειν. Καὶ στερφόπεπλος ὁ Ἡρακλῆς, διὰ τὸ δέρμα τοῦ λέοντος, ᾧ ἐχρῆτο ἀντὶ περιβολαίου. Λέγεται δὲ καὶ σκαπανεὺς, διότι ἔσκαψε τὰς κόπρους τῶν Αὐγείου βοῶν· βουγαιάδας δὲ, διὰ τὰς Γηρυόνος βοῦς. Λυκόφρων. Στεῦται: Διαβεβαιοῦται, ὑπισχνεῖται· παρὰ τὸ στῆθος, οἷον ἐν τοῖς στήθεσι διανοεῖται· ἐκεῖ γὰρ τὸ λογιστικὸν, καθʼ Ὅμηρον· οἷον, Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ. Ἢ ὡς παρὰ τὸ ἀθλῶ ἀθλεύω, οἰνοχοῶ οἰνοχοεύω, λωβῶ λωβεύω, οὕτω στῶ στεύω, στεύομαι, στεύεται, στεῦται, ἐπὶ τοῦ ὡρισμένον τι τῇ ψυχῇ καὶ στάσιμον λαβεῖν· καὶ ὑποθέμενός τι, περὶ οὗ διϊσχυρίζεται εἰπεῖν. Στεφανίτης: Ἀπὸ τοῦ στέφανος· τοῦτο παρὰ τὸ στέφω. Στεφανίτην δὲ λέγουσιν Ἀττικοὶ τὸν ἀγῶνα ἐφʼ ᾧ στέφεται ὁ νικῶν. Χοιροβοσκός. Στεφάνη: Εἶδος περικεφαλαίας. Ἔστι καὶ κόσμος γυναικεῖος. Τίθεται δὲ καὶ ἐπὶ ὄρους, ἐπὶ τῆς κυκλοτεροῦς καταφορᾶς, Ἰλιάδος νʹ, Ὅντε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει. Ἰστέον δὲ, ὅτι οὐκ ἀπὸ τοῦ στεφανῶ, ὥσπερ ἀπὸ τοῦ λήθω τὸ λανθάνω, καὶ μήθω τὸ μανθάνω· τὸ γὰρ σημαινόμενον, ὅμοιον· τὸ δὲ στέφω καὶ στεφανῶ, οὐχ ὅμοιον. Εἴ τις μὲν γὰρ στεφανοῖ, οὗτος πάντως καὶ στέφει· οὐκ εἴ τις δὲ στέφει, οὗτος πάντως καὶ στεφανοῖ. Στέμματα μὲν γάρ ἐστι πᾶν τὸ ἐν οἱῳδήποτε τρόπῳ περιτιθέμενον καὶ περὶ χεῖρα καὶ περὶ τράχηλον· στέφανος δὲ μόνῃ τῇ κεφαλῇ περιτίθεται. Ὡς οὖν ἀπὸ τοῦ στέφος γίνεται στέφω, οὕτω καὶ ἀπὸ τοῦ στέφανος στεφανῶ. Στειλειά: Τὸ τρῆμα τοῦ πελέκεως, διʼ οὗ τὸ στελεὸν ἐνείρεται, ἣν τρήμην Ἀττικοὶ λέγουσι. Ἀριστοφάνης, Τρήμας ἔχει· καὶ τὸ τρύπημα δὲ, ὡς Εὔπολις, Οὐδὲν κενὸν τρύπημʼ ἐν ταῖς οἰκίαις ἂν εὕρῃς· ἡ δὲ τρώγλη, Δώριον. Στεῖνος: Στεῖνος γὰρ ὅθι τρώσεσθαι ὀΐω· προπερισπᾶται· οὐδέτερον γάρ· πᾶν δὲ εἰς ΟΣ οὐδέτερον ἐν ὀνόμασι βαρύνεται· καὶ μακρὸς ἀρσενικὸν ὑπάρχον, ὀξύνεται· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. Ἰστέον δὲ, ὅτι τὸ κατὰ τὴν γέφυραν στένωμα λέγεται στεῖνος. Τὸ δὲ τρώσεσθαι, ἀντὶ τοῦ ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· τρώματα γὰρ τὰς τροπὰς οἱ Ἴωνες καλοῦσι. Καὶ, Οἶνός σε τρώει μελιηδής· οὕτως εὗρον ἐγώ. Στεῖρα: Ἐπὶ πλοίου εἴρηται· παρὰ τὸ στερρὰ εἶναι καὶ εὔτονος. Στέρρα, ἀποβολῇ τοῦ ρ καὶ πλεονασμῷ τοῦ ι, στεῖρα· ἀφʼ οὗ καὶ τὴν μὴ τετοκυῖαν γυναῖκα στεῖραν λέγουσι, διὰ τὸ στερεωτέραν καὶ εὐτονωτέραν εἶναι τῆς τετοκυίας· ἢ ἀπὸ τοῦ στέρεσθαι στέρα καὶ στεῖρα, ἡ στερουμένη τοῦ τίκτειν. Ἢ παρὰ τὸ στῶ στείω, ὡς σῶ σείω, καὶ θῶ θείω, στεῖρα, ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα. Στειριεύς: Παρὰ τὸ στερεόν γίνεται στεριεύς· καὶ πλεονασμῷ τοῦ ι. Στῆθος: Παρὰ τὸ ἵστημι, στήσω. Καὶ τί μετέχει; Τὸ ἱστάμενον, ὀρθόν. Ἀπὸ τοῦ ἑστάναι οὖν· διότι ἕστηκεν ἀσάλευτον· τὰ γὰρ ἄλλα μέρη τοῦ σώματος κλίνεται, τὸ δὲ στῆθος οὐ κλίνεται. Ὡς δὲ ἄλλοι, ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν· ἢ ὅτι διʼ αὐτοῦ τὰ σιτία διωθεῖται, σιτίωθος ὄν· καὶ συγκοπῇ, στῶθος· καὶ τροπῇ, στῆθος. Στηθύνιον: Ὑποκοριστικῶς ἐστὶ μέρος τὶ τοῦ στήθους. Στήλη: Παρὰ τὸ στῶ, στήσω· σημαίνει δὲ τὸν ἐν τῇ κεφαλῇ κείμενον τοῦ τεθνεῶτος λίθον· ἐξ οὗ καὶ στηλίτης, καὶ στηλιτεύω, τὸ θριαμβεύω, ὡς πολίτης πολιτεύω. Παρὰ τὸ στῶ στήσω γίνεται καὶ στήμων. Τὸ δὲ στῶ σημαίνει ὑπομένω, Ἰλιάδος λʹ. Ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. Στήωσιν: Εἰ μὲν χωρὶς τοῦ ι, ἀπὸ τοῦ στῶ στήω· τὸ πληθυντικὸν, στῶμεν, στῶσι· καὶ πλεονασμῷ τοῦ η, στήωσιν· εἰ δὲ μετὰ τοῦ ι, ἀπὸ τοῦ ἐὰν στῶ στῇς στῇ, καὶ πλεονασμῷ τοῦ η, στῄῃ· καὶ στῄην, στῄημεν στῄητε, στῄησι καὶ στῄωσιν· ὃ καὶ βέλτιον. Στίβος: Σημαίνει τὴν ὁδόν· παρὰ τὸ στείβω, τὸ πατῶ· ἐξ οὗ καὶ θεοστιβής. Σημαίνει καὶ τὸ σωρηδὸν τίθημι· ἐξ οὗ καὶ στοιβὴ ἡ στοιβασία. Στιβάς: Παρὰ τὸ στοιβάζω. Στιβίζουσι: Ῥυθμῷ δὲ τὸ ψεῦδος στιβάζουσιν· ἀντὶ τοῦ δραπετεύουσι, διαφεύγουσι· καὶ στιβεύειν, τὸ ἰχνεύειν. Στιβαρόν: Ἐκ τοῦ στείβω, τὸ περιπατῶ. Καὶ τί μετέχει; Οἱονεὶ τὸ πεπιλημένον καὶ συνημμένον καὶ ἠσφαλισμένον, ἤγουν μὴ ἔχον ἔξοδον μηδὲ ὀπήν. Ἢ ἀπὸ τοῦ ἵστημι στιβαρὸν, τὸ ἰσχυρόν. Ἀπὸ τοῦ στείβω, ὁ δεύτερος ἀόριστος, ἔστιβον· ὁ παθητικὸς, ἐστίβην· καὶ τὸ ἀπαρέμφατον, στιβῆναι· καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τοῖς εἰς ΝΑΙ ἀπαρεμφάτοις εἴωθεν ἀντιπαρακεῖσθαι ὀνόματα εἰς ΡΟΣ, οἷον μιάναι, μιαρός· οὕτω στιβῆναι, Δωρικῇ τροπῇ στιβάναι· ἐξ οὗ τὸ στιβαρός. Στήριγμα: Παρὰ τὸ στηρίζω· τοῦτο παρὰ τὸ ἵστημι στήσω· κατὰ παραγωγὴν, στηρίζω. Στιγματίας: Καλοῦσι τοὺς οἰκέτας τοὺς στιζομένους ὡς ἀχρησίμους. Στιγμή: Παρὰ τὸ στίζω, στιγή· καὶ πλεονασμῷ τοῦ μ. Ὡς δὲ φοιτῶ φοιτίζω, οὕτω στῶ στίζω, τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι· ὁ δὲ Φιλόξενος στίζειν, τὸ τῆς ἐν τῇ ἀναγνώσει φορᾶς στάσιν ποιεῖν. Στίζω, στίξω, στιγμή. Στίλβω: Τὸ λάμπω. Παρὰ τὸ στέλλω, στίλβω· ἐξ οὗ καὶ στιλπνὸς, ὡς τέρπω τερπνός. Ἢ παρὰ τὸ σέλας καὶ τὸ βῶ, τὸ βαίνω· ἢ παρὰ τὸ τῆλε, οἷον τὸ πόρρωθεν λάμπον καὶ διαυγάζον. Στιχάει: Παραγίνεται· ἀπὸ τοῦ στείχω, τὸ ἐν τάξει παραγίνομαι, γίνεται περισπώμενον δευτέρας συζυγίας, στιχῶ· ἐξ οὗ καὶ στὶξ, ἡ τάξις τῶν τεσσαράκοντα ἀνδρῶν. Ἐκ τοῦ στείχω στείξω· ἢ ἀπὸ τοῦ στίζω, στίξω, ἔστιχα, στιχῶ, καὶ στοῖχος καὶ στοιχεῖον. Στοά: Ἀπὸ τοῦ στοιά. Στοαὶ δὲ αἱ καμάραι· ἢ τὸ λεγόμενον προσκλιτόν. Στολή: Ἀπὸ τοῦ στέλλω, ἀποβολῇ τοῦ ἑνὸς λ. Κυρίως ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν· ὅθεν καὶ στόλος, ὁ πολλῶν πλοίων ἀπόπλους· καταχρηστικῶς δὲ καὶ τὸ διʼ ἑτέρου τινὸς ἐκπέμπειν ἐν αὐτῷ. Ὦρος. Παρὰ τὸ στέλλω οὖν, τὸ πλέω, γίνεται στόλος. Στόμα: Ἀπὸ τοῦ τέμνω, τέτομα, τόμα καὶ στόμα· ἢ παρὰ τὸ τὰ σιτία ἀμᾶν. Στόμα δὲ λέγεται ἢ ἐπειδὴ διʼ αὐτοῦ τέμνονται τὰ σιτία, ἢ ἐπειδὴ αὐτὸ μόνον τὸ μέρος τετμημένον ἐστὶ τῆς ὄψεως. Στόμαχος: Σημαίνει τὸν φάρυγγα, διʼ οὗ καταπίνομεν τὴν ὑγρὰν καὶ ξηρὰν τροφήν· παρὰ τὸ στόμα καὶ τὸ χέω· διʼ αὐτοῦ γὰρ ἡ τροφὴ πρὸς τὴν γαστέρα χεῖται· καὶ ἤτοι ὅτι τὰ ἀπὸ τοῦ στόματος εἰς αὐτὸν χεῖται, ἢ ὅτι στόμα ἐστὶ τῶν χεομένων. Η ἐκ τοῦ στόμα καὶ τοῦ μῆχος, ὃ σημαίνει τὴν μηχανήν· ἢ σιτομάχος, ὁ τοῖς σιτίοις μαχόμενος· θλίβουσι γὰρ αὐτόν· ἢ ὁ θλίβων ἔμπαλιν ταῦτα. Στόνος: Στεναγμὸς, λύπη· ἀπὸ τοῦ στένω· καὶ στονόεντα, τὰ τῶν πολλῶν στεναγμῶν αἴτια. Στόνυξ: Καλεῖται τὸ εἰς ὀξὺ λῆγον· Πετραίῳ στόνυχι τρίψε σφυρόν. Στορέσας: Καταστρώσας· οἶμαι ἀπὸ τοῦ στροφῶ, ὑπερθέσει καὶ ἀποβολῇ τοῦ φ, στορῶ· Ἐστόρεσε δὲ θεὸς μεγακήτεα πόντον· ἀπὸ τοῦ στορέω στορῶ στορέσω, τὸ γαληνιῶ. Στοχάζομαι: Ἐκ τοῦ στείχω, τὸ κατὰ τάξιν σκοπῶ καὶ βλέπω καὶ βαδίζω· στοχάζεσθαι γὰρ λέγεται, τὸ πρὸς εὐθεῖαν ὁδὸν τὸν λογισμὸν ἀπευθύνειν. Στρατός: Τὸ πλῆθος τῶν πολεμούντων. Παρὰ τὸ στρέφω, στρέψω, ἔστροφα, ἔστραμμαι, ἔστραπται, στραπτός· καὶ κατὰ ἀποβολὴν τοῦ π, στρατὸς, ὁ εὐπερίστρεπτος, ἢ ὁ συνεστραμμένος καὶ συνδεδεμένος ὄχλος. Ἀλλὰ μὴν οἱ Αἰολεῖς στροφῶ λέγουσι τὸ ῥῆμα, καὶ στροτὸν λέγουσι τὸ συνεστραμμένον πλῆθος. Ἢ παρὰ τὸ στερρῶς ἵστασθαι, στρατός· ἢ παρὰ τὸ στερρῶς ἄττειν, ἤγουν ἐφάλλεσθαι. Ὀρβικίου, τῶν περὶ τὸ στράτευμα τάξεων. Ἰστέον δὲ, ὅτι τῶν περὶ τὸ στράτευμα τάξεων καὶ ἡγεμονιῶν, ὁ μὲν πέντε ἀνδρῶν ἀριθμὸς καλεῖται πεμπάς· ὁ δὲ ἄρχων, πεμπάδαρχος· ὁ δὲ τῶν δέκα, δεκὰς, καὶ δεκάδαρχος· ὁ δὲ τῶν πέντε καὶ εἴκοσι, λόχος, καὶ λοχαγός· ὁ τῶν πεντήκοντα, πεντηκοστὺς, καὶ πεντηκόνταρχος· ὁ τῶν ἑκατὸν, τάξις, καὶ ταξίαρχος· ὁ τῶν πεντήκοντα καὶ διακοσίων, σύνταγμα, καὶ συνταγματάρχης· ὁ τῶν πεντακοσίων, πεντακοσιοστὺς, καὶ πεντακοσίαρχος· ὁ τῶν χιλίων, χιλιοστὺς, καὶ χιλίαρχος· ὁ τῶν δισχιλίων μεραρχία καὶ τέλος, καὶ μεράρχης καὶ τελάρχης· ὁ τῶν τετρακισχιλίων, φάλαγξ, καὶ φαλαγγάρχης· ὁ τῶν μυρίων, μυριοστὺς, καὶ μυρίαρχος. Αἱ δύο διφαλαγγαρχίαι, τετραφαλαγγαρχία, ἀνδρῶν μυρίων ἑξακισχιλίων· καὶ ὁ ἄρχων, τετραφαλαγγάρχης. Τὸ μέντοι πεζικὸν ἅπαν στράτευμα, ὁμωνύμως τοῖς μερικοῖς τάγμασι, λέγεται φάλαγξ· καὶ ὁ ἡγούμενος, στρατηγός· τοῦ δὲ ἱππικοῦ, ἵππαρχος. Τὸ δὲ συναμφότερον πεζοί τε καὶ ἱππεῖς, στρατιά. Τῆς δὲ στρατιᾶς τὸ μέτωπον λεγόμενον, ὃ καὶ πρῶτον ζυγὸν καλοῦσι, πρωτοστάται· καὶ ὁ ἡγούμενος, πρωτοστάτης· οἱ δὲ παρʼ ἑκάτερα ταττόμενοι κέρατα, δεξιόν τε καὶ εὐώνυμον, οἱ αὐτοὶ καὶ παραστάται· ὁ δὲ ἀρχὸς, ὁμωνύμως· οἱ δὲ ὄπισθεν αὐτῶν ὡς ἐπὶ τὸ βάθος ταττόμενοι, ἐπιστάται· τὸ δὲ ἐπὶ τούτοις πρὸς τὸ βάθος ἔσχατον ζυγὸν, οὐρὰ καὶ οὐραγία, καὶ οὐραγός· ὁ αὐτὸς δὲ ὀπισθοφύλαξ· ἡ συνήθεια πεντηκοντοφύλακα αὐτὸν καλεῖ. Ὁ δέ γε τοῦ παντὸς στρατοῦ ἡγεμονεύων, βασιλεύς. Στρατεία: Τὸ ἀξίωμα καὶ ἡ ἐκστράτευσις· στρατιὰ δὲ κοινῶς τὸ πλῆθος τῶν πολλῶν, καὶ τῶν ἀγγέλων ὁμοίως. Στῖφος: Ὄχλος, ἄθροισμα, τὸ πλῆθος καὶ ἡ τάξις τῶν ἀνδρῶν. Ἐξ τοῦ στὶξ στιχὸς, μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ βαρύνεται, καὶ τρέπεται τὸ χ εἰς φ, καὶ προπερισπᾶται. Στωϊκοί: Οἱ φιλόσοφοι, ἐκ τοῦ στοαί· ἐκεῖ γὰρ ἦν αὐτῶν τὸ διδασκαλεῖον. Ζήνων ὁ Κιτιεὺς διέτριβεν ἐν τῇ στοᾷ τῇ καλουμένῃ Ποικίλῃ· ὅθεν λαβεῖν τὴν αἵρεσιν καὶ τοὔνομα συνέβη, κατʼ ἐπαύξησιν τοῦ ο εἰς τὸ ω. Στωμύλος: Λάλος, πολύκομψος, πιθανολόγος, εὐτράπελος, ἔφεδρος τῶν λόγων, ἀπατεὼν, κόλαξ, πέρπερος· καὶ στωμύλεσθαι, τὸ περιτράνως λέγειν· καὶ στωμύλματα, τὰ περιλαλήματα. Στρατόπεδον: Στρατόπεδον ἐποιήσατε. Ἀντὶ τοῦ σκηνάς. Δύο γὰρ σημαίνει ἡ λέξις· καὶ τὸ στράτευμα καὶ τὸν τόπον τοῦ στρατεύματος. Στρατιάν: Συστέλλοντες τὴν δευτέραν συλλαβὴν οὐ μόνον τὸ στράτευμα λέγουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν στράτευσιν. Οὕτως Ἀριστοφάνης. Στράτιος Ἄρης καὶ Στράτιος Ζεύς: Ἡ δευτέρα συλλαβὴ βραχεῖα· καὶ στρατεῖον, τὸ μέγα καὶ σοβαρόν. Στράττις: Ὥσπερ παρὰ τὸ Βάκχος γίνεται Βάκχις, Κρόνος Κρόνις, δῆμος Δῆμις καὶ Δάμις, οὕτως στρατὸς Στράτις· καὶ πλεονασμῷ τοῦ τ, Στράττις. Στραβός: Παρὰ τὸ στρέφω, τροπῇ τοῦ ε εἰς α, οἷον ὁ διεστραμμένος τοὺς ὀφθαλμούς. Στράγξ: Παρὰ τὸ στάζω στάξω στάξ· καὶ πλεονασμῷ τοῦ γ καὶ τοῦ ρ, στράγξ· ἡ γὰρ ἐπισχεθεῖσα ῥύσις ἐστί· καὶ Μένανδρος, Ὕδατος στράγγα ἔχων. Στραγγαλίδες: Τὰ δύσλυτα ἅμματα. Στρεβλός: Παρὰ τὸ ἐστραμμένα τὰ βλέμματα ἔχειν· στρεβλὸν γὰρ τὸν στραβὸν λέγομεν. Παρὰ δὲ τὸ στρέφω στρέψω γίνεται στρέβλη, ὡς στήσω, στήλη. Στρεύγεσθαι: Ἰλιάδος οʹ, οἷον στραγγίζεσθαι, τουτέστι κατʼ ὀλίγον κινεῖσθαι καὶ ἐκλείπειν. Στρευγομένη, στρεφομένη. Στρεψίμαλλος ἄνθρωπος: Ταλαίπωρος, κακοπαθής. Στρέψον: Προστακτικόν· ἐκ τοῦ στρέφω, ὁ μέλλων, στρέψω· ὁ παρακείμενος, ἔστροφα· ὁ παθητικὸς, ἔστραμμαι· καὶ ὤφειλεν εἶναι ἔστρεμμαι· ἀλλὰ τὰ εἰς ω λήγοντα ῥήματα, ἔχοντα τὸ ε καὶ ρ μετʼ ἐπιπλοκῆς συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων, τρέπει τὸ ε εἰς ἄλφα ἐν τῷ παθητικῷ παρακειμένῳ. Ὁ πρῶτος ἀόριστος, ἐστρέφθην· καὶ ὤφειλεν εἶναι ἐστράφθην· ἀλλʼ ἀεὶ ὁ παθητικὸς ἀόριστος φυλάττει τὴν παραλήγουσαν τοῦ παθητικοῦ παρακειμένου· πλὴν τῶν παρὰ τὸ αἱρῶ περισπωμένων, συνῄρημαι, συνῃρέθην, καὶ τὰ ὅμοια καὶ πλὴν τοῦ ἐπῄνημαι ἐπῃνέθην· καὶ τοῦ εὕρω εὕρημαι εὑρέθην· καὶ τοῦ ῥῶ ἔρρημαι ἐρρέθην· καὶ τοῦ μέμνημαι ἐμνήσθην, προσλαμβάνοντος τὸ σ· καὶ τοῦ σέσωσμαι ἐσώθην, ἀποβάλλοντος τὸ σ· τὸ δὲ ἐρρώσθην, οὐκ ἀπὸ τοῦ ῥῶ, ἀλλʼ ἀπὸ τοῦ ῥώζω· καὶ χωρὶς τῶν ἐχόντων τὸ ρ καὶ ε μετʼ ἐπιπλοκῆς συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων· ταῦτα γὰρ ἐν μὲν τῷ παθητικῷ παρακειμένῳ τρέπει τὸ ε εἰς α, ἐν δὲ τῷ παθητικῷ ἀορίστῳ πάλιν ἐπαναλαμβάνει αὐτό· οἷον, στρέφω, ἔστραμμαι, ἐστρέφθην. Στρηνιᾶν: Παρὰ τὸ στερεῖν καὶ ἀποσπᾶν τὰς ἡνίας· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων. Τινὲς δὲ παρὰ τὸ στρῆνος τὸ σκληρὸν, Στρηνὲς δὲ περιστυφελὴ γένετʼ ἀκτὴ, γίνεται τὸ στρηνιᾶν. Στρηνόν: Οἱ μὲν, τὸ ὀξὺ καὶ ἀνατεταμένον· Νικόστρατος δὲ, τὸ τραχὺ καὶ πρόσαντες τῇ ἀκοῇ φθέγμα. Στριφνόν: Σημαίνει τὸ σφιγκτὸν καὶ στερεόν. Παρὰ τὸ στρύφνω στρυφνὸς καὶ στριφνός· καὶ στρυφνὸς ἐκ τοῦ στύφω, πλεονασμῷ τοῦ ρ. Σημείωσαι δὲ, ὅτι τὸ υ μακρὸν ἔχει, τῶν ἄλλων τῶν εἰς ΝΟΣ μετʼ ἐπιπλοκῆς συμφώνου συνεσταλμένον αὐτὸ ἐχόντων, οἷον σκύμνος, κύκνος, καὶ τὰ ὅμοια. Δύναται δὲ καὶ τροπῇ εἶναι τοῦ υ εἰς τὸ ι, ὡς, Φιτρῶν καὶ λαῶν. Παρὰ γὰρ τὸ φύω. Στρουθός: Παρὰ τὸ μετὰ οἴστρου θέειν· ἢ παρὰ τὸ στερρῶς θέειν· ἐξ αὐτοῦ καὶ στρουθίον. Ὤφειλε βαρύνεσθαι· τὰ γὰρ εἰς ΘΟΣ δισύλλαβα μονογενῆ φύσει μακρᾷ παραληγόμενα βαρύνεται, Ξοῦθος, κύριον· μῦθος, κῶθος, Ζῆθος. Ἀλλὰ τὰ παρὰ τὸ θέω συντιθέμενα ἅπαντα ὀξύνεται· βοηθὸς, ἀγαθός. Οὕτως καὶ στρουθός. Στελγιδοποιός: Ὁ χαλκεύων καὶ ποιῶν τὰς στελγίδας, αἵ εἰσι ξύστραι. Στρόβιλος: Παρὰ τὸ στρέφω στρόφιλος καὶ στρόβιλος. Σημαίνει δὲ ἡ λέξις τοὺς κοχλίας, καὶ τοὺς θαλασσίους κήρυκας, καὶ εἶδος ὀρχήσεως καὶ ἀνέμων, καὶ τὸν τοῦ δένδρου καρπὸν, ἤγουν τῆς πίτυος. Συστρός: Ἀπὸ τοῦ στροβῶ· σημαίνει τὸ περιερχόμενος κύκλῳ. Στρόμβος: Ῥόμβος, ἀπὸ τοῦ περιστρέφεσθαι· καὶ στροβεῖ, ταράττει, κινεῖ. Στροφαῖος: Ὁ παρὰ ταῖς θύραις ἱδρυμένος Ἑρμῆς· παρὰ τὸν στροφέα τῆς θύρας. Στροφάδες: Νῆσοι εἰσὶν ἐν τῷ Ἰονίῳ πελάγει. Ἰόνιον δὲ πέλαγος, ὃ νῦν Ἀδρίας καλεῖται. Στροφάλιγγι: Τῇ συστροφῇ, Ἰλιάδος πʹ. Παρὰ τὸ στρέφω στρόφος στρόφιγξ· πλεονασμῷ τοῦ γ, καὶ τῆς ΑΛ συλλαβῆς προσιούσης, στροφάλιγξ· γίνεται γὰρ εἰς ΙΞ ὄνομα ἀπὸ τῶν εἰς ΟΣ, ὡς φοῖνος φοῖνιξ, λᾶος λάϊξ· καὶ ῥῆμα στροφαλίζω· ὡς καναχὴ καναχίζω, ὀργὴ ὀργίζω, οὕτω στρέφω στροφὴ στροφίζω, προσθέσει τῆς ΑΛ. Στρόφιον: Τὸ στρογγύλον ζωνάριον. Ἀριστοφάνης, Τὸ στρόφιον ἤδη λύομαι. Στρόφος: Ὁ τῆς πήρας κρεμαστὴρ, παρὰ τὸ ἐστράφθαι· καὶ πᾶν τὸ στρεφόμενον ὁμοίως. Στρωμνή: Παρὰ τὸ στρῶ στρώσω ἢ παρὰ τὸ στορῶ στορέσω ὃ σημαίνει τὸ γαληνιῶ γίνεται στορεμνή· καὶ συγκοπῇ, στρωμνή· ἀπὸ δὲ τοῦ στορῶ γίνεται στορεννύω, καὶ συγκοπῇ στρωννύω. στρωτὴρ λέγεται μὲν ἐν τῇ συνηθείᾳ τὸ πλέγμα τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πεποιημένον· οἱ δὲ ῥήτορες στρωτῆρας καλοῦσι τὰ μικρὰ δοκίδια, τὰ ἐπάνω τῶν δοροδόκων τιθέμενα· ἢ τὰ εἰς ὀροφὰς πεποιημένα. Ἄλλοι δὲ πλέγμα λέγουσι τὸν στρωτῆρα ἀπὸ ῥάβδων εἰς ὀρόφωσιν πεποιημένον. Στρωφᾶσθαι: Ἰλιάδος ιʹ, ἀναστρέφεσθαι, διάγειν. Ἀπὸ τοῦ στρέφω στρωφῶ. Στυγνός: Ὡς παρὰ τὸ ἔτραγον τραγανὸς, ἔπιθον πιθανὸς, οὕτως καὶ παρὰ τὸ στύζω στύξω ἔστυγον, στυγανός· καὶ συγκοπῇ, στυγνός. Οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι· οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχρῶν ὠνόμαζον, τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. Τὸ οὖν στυγεῖν, ἀπὸ τῆς Στυγός· ἥπερ μυθεύεται ψυχρότατον ἔχειν ὕδωρ. Ὁμοίως καὶ ὁ στυγνὸς παρʼ αὐτὴν εἴρηται. Ὡσαύτως καὶ τὸ φόβου κρυόεντος, ἀπὸ τοῦ κρύους τοῦ ψυχροῦ. Ἀπὸ δὲ τῶν θερμῶν τὴν τέρψιν θαλπωρὴν ἔλεγον· καὶ τὸ τέρπεσθαι ἰαίνεσθαι. Οὕτως Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου. Καὶ κατέστυξαν, ἐφόβησαν, ἢ ἐφοβήθησαν, ἀπὸ τοῦ στύζω ἢ στύγω· καὶ τὸ ἐστυγημένη, ἀπὸ τοῦ στυγῶ στυγήσω· ἐξ οὗ καὶ στυγητὸς, ὁ μισητός. Καὶ στυγερὴ, ἐκ τοῦ στυγῶ, ὃ σημαίνει τὸ φοβοῦμαι καὶ τὸ μισῶ· τοῦτο ἐκ τῆς στυγός. Καὶ τί μετέχει; Μυθεύονται οἱ ἀρχαῖοι, ὅτι τὰ μὲν ἀηδῆ ἐκ τῶν ψυχρῶν καθέστηκε· τὰ δὲ ἡδέα, ἐκ τῶν θερμῶν. Στύξ: Ἡ Στὺξ μία ἐστὶ τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε, τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν Θεογονίᾳ. Ἔστι δὲ κρήνη ἐν ᾅδου. Στύλος: Ὡς ἀπὸ τοῦ ἄνω ἀνύω, οὕτω καὶ στῶ στύω στύσω στύλος, ὡς χῶ, χύω, χύσω, χυλός· τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα διαφόρως τονίζεται. Στυμφαλίδας ὄρνιθας: Τὰς πλωάδας· ἐπεὶ Στύμφαλος πόλις Ἀρκαδίας· πλησίον δὲ αὐτῆς λίμνη, ἔνθα διέτριβον αἱ ὄρνιθες. Ἐξεδίωξε δὲ αὐτὰς ὁ Ἡρακλῆς πλαταγῇ, μὴ δυνάμενος αὐτὰς κατατοξεῦσαι διὰ τὸ πλῆθος. Στύπος: Λυκόφρων, Πεύκης πρέμνον ἢ στύπος δρυός. Καλεῖται τὸ πρέμνον τῆς ἀμπέλου· ἀφʼ οὗ Ἀρχίλοχος, Θυρέων ἀπεστύπαζον. Πᾶν δὲ δένδρον σκληρὸν καὶ στερεὸν στύπος λέγεται. Ἢ τὸ ταπεινὸν, παρὰ τὸ στρέφεσθαι ἐν συμφύτοις τόποις· σημαίνει δὲ στέλεχος, κλῶνα, κλάδον. Παρὰ τὸ τύπτω, τύπος, καὶ στύπος. Στυπεῖον: Τὸ τυπτόμενον λινάριον, κατὰ πλεονασμὸν τοῦ σ. Τυπεῖον γάρ· καὶ αὐτὸ παρὰ τὸ τύπτω. Στύπιον ἢ στίπυον, εἶδος λινοῦ. Στύραξ: Τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασι. Καὶ Θουκυδίδης φησὶ Στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. Ἢ ὁ σαυρωτὴρ καλούμενος, ἡ τοῦ δόρατος ἀρχὴ, ἐφʼ ᾗ στηρίζεται τὸ δόρυ. Στυρακίζειν: Κεντρίζειν· ἀπὸ τοῦ στύρακος. Στυφελός: Ἡσίοδος ἐν Θεογονίᾳ, Στυφελοῦ διὰ χώρου. Ἀντὶ τοῦ σκληροῦ, τραχέος. Καὶ στυφελίζειν, τὸ σκληρῶς διατίθεσθαι· ἀπὸ τοῦ στροφαλίζω, ἀποβολῇ τοῦ ρ, καὶ τροπῇ. Κυρίως δὲ ἀπὸ πέτρας στυφλοῦ σφάλλεσθαι· καὶ στύφελον, τὸ σκληρόν. Ἢ στυφελίζειν, κινῆσαι, σεῖσαι· ἀπὸ τοῦ τοῖς στύφεσιν ἐλαύνειν, ὅ ἐστι στελέχεσι. Στύφλα νάσσονται κλίτη: Λέγονται δὲ τὰ τραχέα κλίματα. Λυκόφρων. Συβήνη: Ἡ δερματίνη αὐλοθήκη, ἢ ἡ φαρέτρα. Συβριάζειν: Ἀπὸ τοῦ συβαρίζειν, ἐν ὑπερθέσει. Συβαρῖται γὰρ ἐπὶ τρυφῇ διεβέβληντο. Συβόσια: Τὰ τῶν συῶν νόμια. Σύγε: Ἔστι τοῦτο δεῖξαι ἀπὸ διαλέκτου ὅτι ἓν μέρος λόγου ἐστίν· ἐπειδὴ οἱ Δωριεῖς σύγα λέγουσιν. Εἰ δὲ ἦσαν δύο μέρη λόγου, οὐκ ἂν οὕτως ἔλεγον· ἐπὶ γὰρ συνδέσμου οὐ τρέπουσι τὸ ε εἰς α· οὐδὲ γὰρ τοῦ μὲν συνδέσμου, ἢ τοῦ δὲ, τὸ ε τρέπουσιν. Ἔστι δὲ εἰπεῖν, ὅτι κακῶς λέγουσι· καὶ γὰρ ἐπὶ συνδέσμου τρέπεται· οἷον, αἴκε, Αἴκα μὴ θαλφθῇ λόγοις. Καὶ ἐπʼ αὐτοῦ δὲ τοῦ γε τρέπεται· οἷον, Τοῦτό γα τὸ τοῦ γόγγρου τέμαχος. Ἀλλὰ μᾶλλον κάλλιόν ἐστι δεῖξαι ἀπὸ τῆς Ἀτθίδος διαλέκτου ἓν μέρος λόγου. Τὸ σύγε ἐπέκτασιν ἔχει τὸ ΓΕ, ὡς τὸ ἔγωγε. Εἶχον καὶ ἄλλο, ἐγὼ δὲ ὡς ἀνωφελὲς τοῦτο κρίνας, κατέλιπον. Τὰ δὲ τῆς χρήσεως, ζήτει εἰς τὸ ἔγωγε καὶ ὅγε. Συγγραφεῖς: Ἄνδρες ᾑροῦντο, ἵνα συγγράψωσι τοὺς μεθέξοντας τῆς τῶν τετρακοσίων ἀρχῆς, καὶ τῆς τῶν τριάκοντα. Ἐκαλοῦντο δὲ οἱ αὐτοὶ καὶ καταλογεῖς. Εἰθισμένον ἦν παρʼ Ἀθηναίοις, ὁπότε δέοι πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσέφερε γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί. Τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἔλεγον, καθὰ Θουκυδίδης ἐν τῇ ὀγδόῃ· Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες, εὐθὺ τῶν λοιπῶν εἴχοντο, καὶ ἑξῆς. Ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς τριάκοντα οἱ τότε αἱρεθέντες, ὥς φησιν Ἀνδροτίων καὶ Φιλόχορος· ὁ δὲ Θουκυδίδης τῶν δέκα ἐμνημόνευσε μόνων τῶν προβούλων. Συγκρητίσαι: Συγκρητίσαι λέγουσιν οἱ Κρῆτες, ὅταν ἔξωθεν αὐτοῖς γένηται πόλεμος· ἐστασίαζον γὰρ ἀεί. Δοκοῦσι δὲ πρῶτον ὑπὸ Ῥωμαίων δουλωθῆναι κατὰ τὸν Μιθριδατικὸν πόλεμον· εἷλεν δὲ τὴν νῆσον ὁ κληθεὶς Κρητικὸς διὰ τοῦτο. Σύγκλητος: Τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία. Δημοσθένης ἐν τῷ κατὰ Αἰσχίνου. Συγκόψαι: Ἐπὶ τὸ πληγαῖς αἰκίσασθαι. Οὕτως Μεταγένης. Συγκομιδή: Ὡς ἐπὶ καρπῶν· Θουκυδίδης ἐν τρίτῃ, Καὶ ἐν συγκομιδῇ καρποῦ ἦσαν· καὶ Λυσίας ἐν τῷ πρὸς Ξενοφῶντα, Συγκομίσας δὲ δῶρα καὶ ἀποδόμενος τὸ ἀργύριον. Συζυγία: Ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ ζυγός. Καλεῖται δὲ διὰ τὸ συνεζευγμένα ἔχειν ἑκάστην σύμφωνον ἀλλήλοις, διʼ ὧν ἑκάστη παράγεται. Συηνία καὶ ὑηνία: Ἀμαθία, σκαιότης, παρὰ Φερεκράτῃ· καὶ συηνεῖν Πλάτων, τὸ ἀμαθῶς ἀναστρέφεσθαι, καὶ συῶδές τι ποιεῖν. Συκῆ: Παρὰ τὸ σεύω, τὸ ὁρμῶ· ὁρμητικὴ γάρ ἐστι. Τὰ διὰ τοῦ ΑΙΑ παροξύτονα θηλυκὰ μὴ ἐπιδεχόμενα συναίρεσιν, διὰ διφθόγγου γράφεται, ἐλαία, ἀλκαία, συκομοραία. «Μὴ ἐπιδεχόμενα συναίρεσιν,» διὰ τὸ συκέα συκῆ, ἀμυγδαλέα ἀμυγδαλῆ. Καὶ τὰ ἐπὶ δένδρων, διὰ τοῦ ε ψιλοῦ γράφεται. Συκοφαντία: Ἡ ψευδὴς κατηγορία· καὶ ΣΥΚΟφαντεῖν, τὸ ψευδῶς κατηγορεῖν. Κεκλῆσθαι δὲ τοῦτο φασὶ παρὰ τοῖς Ἀθηναίοις, πρῶτον ἐκεῖσε εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς τῆς ἐφημέρου τροφῆς. Καλλίστων δὲ ὄντων τῶ· Ἀθήνῃσι σύκων, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν αὐτὰ, ἔκλεπτον αὐτὰ τινὲς, καὶ ἐξῆγον ἔξω· τοὺς δὲ μηνύοντας καὶ φαίνοντας τοὺς ἐξάγοντας ἀπεδέχοντο μὲν, ἐξ ὦν δὲ ἔπραττον, συκοφάντας ὠνόμαζον. Συνέβη δὲ καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντας τινὸς φιλαπεχθημόνως, οὕτω προσαγορεύεσθαι. Λαμβάνεται δὲ καὶ ἄλλως τὸ συκοφαντεῖν παρὰ Πλάτωνι καὶ Μενάνδρῳ, οἷον κνίζειν ἐρωτικῶς. Καὶ Πλούταρχος ἐν Σόλωνι, Οὐκ ἂν οὖν τις ἡγήσαιτο παντελῶς ἀπιθάνους τοὺς λέγοντας, ὅτι καὶ σύκων ἐξαγωγὴ τὸ παλαιὸν ἀπείρητο· καὶ τὸ φαίνειν ἐνδεικνύμενον τοὺς ἐξάγοντας, κληθῆναι συκοφάντην. Συκοφάνται: Οἱ ἐπηρεάζοντες· καὶ φαίνειν γὰρ τὸ ἐγκαλεῖν· καὶ συκαστὰς, τοὺς φιλεγκλήμονας ἔλεγον· καὶ συκοβίους, καὶ συκώρους, καὶ συκώδεις, καὶ συκολόγους, καὶ φιλοσύκους. Συλῶ: Τὸ ἀφαιρῶ καὶ αἰχμαλωτίζω. Σύλαι: Αἱ συλήσεις παρὰ Δημοσθένει ἐν τῷ περὶ στεφάνου· ἐν δὲ τοῖς ἑξῆς, ὥσπερ ἐπεξηγούμενος αὐτὸ, φησὶ, Σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν ὥσπερ δεδομένων συλῶν Ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τὶ ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια; Συλλήβδην: Ὁμοῦ, συλλαβὼν ἀθρόως· ἀπὸ τοῦ λήβω λήψω, λήψομαι, λήβδην, καὶ συλλήβδην. Σύμβαμα: Ἀπὸ τοῦ βίβημι, τὸ πορεύομαι. Σύμβολα: Σημεῖα, τέρατα, μαντεύματα, οἰωνίσματα· οἷον, Σημεῖον τὸ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ θανάτου οἱ δερμάτινοι χιτῶνες· εἴρηται δὲ σύμβολον, ἐκ τοῦ συμβάλλειν καὶ ἐξ ὑπαντήσεως προσπίπτειν, ὁμοίως ὡς εἰ συμβολικά τις εἴποι. Σύμβολα: Τὰς συνθήκας ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις, ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια πολλάκις, ἐν ἑβδόμῳ Φιλιππικῶν Δημοσθένης. Σύμβολον ὃ ἐλάμβανον οἱ δικασταὶ εἰς τὸ δικαστήριον εἰσιόντες· εἶτα τοῦτο δόντες, τὸ δικαστικὸν ἐκομίζοντο. Συμμορία: Ἀπὸ τοῦ μέρους, ἤγουν οἱ τῆς αὐτῆς μερίδος, σύνταγμα ἢ φρατρία· Δημοσθένης κατὰ Ἀφόβου. Οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ἑξήκοντα ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερίδης, δεκαπέντε· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων, Ἕως μὲν οἱ πλούσιοι, παρακρουόμενοι τὴν πόλιν, σὺν εʹ καὶ ἓξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοσθένης, νόμους ἔθηκε τοὺς τριακοσίους τριηραρχεῖν, καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι. Ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῷ κατὰ Πολυεύκτου. Συμμορίται δέ εἰσιν οἱ τῆς αὐτῆς αὐτοῖς μετέχοντες συμμορίας, διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὡς Φιλόχορος. Συμφορά: Παρὰ τὸ φορά. Φορὰν δὲ ἔλεγον οἱ Ἕλληνες τὴν τύχην· συμφορὰ δέ ἐστιν, ἡ ἀπό τινος τύχης συμβεβηκυῖα. Συνάορος: Σημαίνει τὴν γαμετὴν, παρὰ τὸ συναρηρέναι. Ἢ συνόαρός τις ἐστὶ καὶ συνόμιλος, μεταθέσει τοῦ α. Σύνδικοι: Ἰσαῖος ἐν τῷ κατὰ Ἐλπαγόρου· σύνδικοι ἦσαν πρὸς οὓς τὰ δημευόμενα ἀπεφέροντο. Καὶ Λυκοῦργος φησὶ περὶ τούτων. Μήποτʼ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον οἱ σύνδικοι. Συνδυάσω: Συζευχθῶ, κοινωνήσω, συμπράξω. Λέγεται δὲ καὶ παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δυάζω. Συνεοχμῷ: Ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ, καθὸ συνδέδεται ὁ τράχηλος τῇ κεφαλῇ. Ἔχω ἐεχμὸς, ὡς ἔλδωρ ἐέλδωρ· εἶτα ἐοχμὸς, ὡς πλεγμὸς πλογμός. Συνεῖρα: Εἰς τὸ συνείρω. Συνηβολίᾳ: Ὑπαντήσει, συντυχίᾳ. Ὅμηρος, ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο. Σύνες: Ἐκ τοῦ συνίημι τὸ συνιῶ καὶ γινώσκω, ὁ παρατατικὸς, συνίην· καὶ τὸ προστακτικὸν, ἓς, καὶ σύνες. Τὸ δὲ συνιῶ γίνεται κατὰ παραγωγὴν ἐκ τοῦ συνῶ, ἢ ἐκ τοῦ συνίω. Σύνθεο καὶ σύνθετο: Ἀμφότερα κατὰ πλεονασμὸν, ἀπὸ τοῦ σύνεο καὶ σύνετο. Σύνθημα: Συνθήκη, σύσσημον, λόγος ἐν πολέμῳ ἐπὶ γνωρισμῷ τῶν οἰκείων διδόμενος. Συνήγορος: Προστάτης ὑπέρ τινων λέγων· ἐοίκασι γὰρ παρʼ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν, ὡς Ἀντιφῶν φησί. Συνήμονας: Ἤτοι παρὰ τὸ ἧσθαι, ἵνʼ ᾖ συνέδρους· ἢ παρὰ τὴν ἕσιν, ἵνʼ ᾖ συναγωνιστάς· ὃ καὶ βέλτιον· συνήθεις, καὶ ἑταίρους, ὁμοήθεις. Συνημοσύνας: Ἰλιάδος χʹ, συνθήκας· παρὰ τὸν ἥσω μέλλοντα· τὸ εἰς αὐτὸ ἀφικνεῖσθαι τὰ τῆς διανοίας. Συνίζησις: Ὅτι συνίζησι τὸ ἓν φωνῆεν καὶ συνάγεται καὶ καθέζεται κρυπτόμενον ἐπὶ τοῦ ἑτέρου φωνήεντος. Συνίστωρ: Εἰς τὸ ἴστωρ. Συνοίμιον ὕμνον ἄειδον: Ἀπολλώνιος· σύμφωνον καὶ συνῳδόν· οἴμη γὰρ ἡ ᾠδή. Συνοχωκότε: Συμπεπτωκότε, συνηγμένω, Ἰλιάδος βʹ. Ἔστι δὲ μετοχὴ πρώτης συζυγίας τῶν περισπωμένων. Ἐκ τοῦ συνέχω, σύνοχος· ῥῆμα συνοχῶ, συνοχήσω· ὁ παρακείμενος, συνώχηκα. Τὸ ΝΩ, μέγα· τὸ δὲ ο εἰς ω, καὶ τὸ η τὸ μακρὸν εἰς μακρὸν, γίνεται συνώχωκα. Ἡ μετοχὴ, συνωχωκὼς συνωχωκότος· καὶ συστολῇ Ἰωνικῇ ἢ ποιητικῇ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν, συνοχωκότε. Συνώμεθα: Ἀλλʼ ἕπευ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα. Ἀντὶ τοῦ, συνθήκας ποιησώμεθα. Σύνταξις: Δύο πραγμάτων ἕνωσις, καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα· ἢ ἀντὶ τοῦ συντεταγμένη οἴκησις. Δημοσθένης Φιλιππικῶν, Καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. Ἔλεγον δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος. Καὶ Ὑπερίδης, Σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες. Συντελής: Χρήσιμος· ἢ ὅτε οἱ τριηραρχοῦντες νεὼς μιᾶς ἅμα ἐπεμελοῦντο, συντελεῖς ἐλέγοντο· ἢ οἱ συνδαπανῶντες καὶ συνεισφέροντες. Τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται. Συντιμηθῆναι: Οὕτω καλεῖται τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια. Συντροχάσαι: Καταντῆσαι, πληρωθῆναι· ἀπὸ μεταφορᾶς τῶν τροχῶν. Συρβηνεύς: Ὁ ταραχώδης, ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου. Ἢ πένης, διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέτρας κενάς. Καὶ συρβηνέων χορὸς, ὁ τεταραγμένος καὶ συώδης, ἀπὸ τοῦ τοῖς συσὶν ἐπιφωνουμένου. Συρβάβυττα: Τὸν τάραχον· καὶ σύρβη, ὡς Ἀριστοφάνης ὁ γραμματικός. Σύργαστρος: Ὑοφορβὸς, ἐργάτης. Συρακοῦς: Καὶ τὰς κλεινὰς Συρακοῦς. Ἀποβολῇ ἐκ τοῦ Συρακούσας. Σύριγξ: Σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν, καὶ τὸ πάθος, καὶ τὴν δορατοθήκην. Ἔστι δὲ κατὰ μίμησιν τοῦ γενομένου ἤχου. Οὕτως Ἡρακλείδης. Συρμαῖα: Τὸ καθαρτικὸν διʼ ἐμέτων καὶ κοιλίας· καὶ συρμαΐζειν, τὸ κενοῦσθαι· καὶ συρμαῖαν βλέπων, ἀντὶ τοῦ ναυτιῶν. Συρφετός: Ἀγυρτώδης ὄχλος ἢ λόγος, ἢ ἡ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης. Γίνεται δὲ ὡς παρὰ τὸ πνίγω πνιγετὸς, οὕτω σύρω συρετός· καὶ πλεονασμῷ τοῦ φ. Ἡσίοδος δέ φησι σημαίνειν τὸ ἄχυρον, ὡς τὸ, Χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν. Σῦς: Δύναται εἶναι παρὰ τὸ σύω, τὸ ὁρμῶ· ὁρμητικὸν γὰρ τὸ ζῷον· καὶ ἀποβολῇ τοῦ σ, ὗς· σημαίνει δὲ τὸν χοῖρον. Ἢ παρὰ τὸ ὕω ὕσω ὗς, ἀπὸ τοῦ ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· καὶ γὰρ ἐπὶ τοῖς ὕδασι τέρπεται· καὶ πλεονασμῷ τοῦ σ, σῦς. Τὰ δὲ εἰς ΥΣ περισπώμενα κατὰ τὴν γενικὴν συστέλλει τὸ υ, σῦς συὸς, καὶ ὗς ὑός. Σύους: Τοὺς Ἱπποκράτους υἱοὺς ἔλεγον καὶ τοῦ Παναιτίου καὶ Μέμνονος, εἰς ὑηνίαν κωμωδοῦντες. Συσσίτιον: Εὐωχία, ἄριστον· καὶ συσσιτίαι, τὰ δεῖπνα ἃ κοινῇ ποιοῦνται Λακεδαιμόνιοι. Καλεῖται δὲ καὶ φιλίτια, ἐπεὶ καὶ φιλίας ἐστὶ συναγωγά. Συστῆσαι: Ἡ σὺν πρόθεσις, ἐπιφερομένου τοῦ σ ἑτέρῳ συμφώνῳ, ἀποβάλλει τὸ ν, ὡς τὸ συστρατιώτης. Εἴρηται ἀπὸ μεταφορᾶς τῶν ἵππων καὶ τῶν ἡμιόνων· ἐπεὶ μετὰ τῶν συνήθων ἵστανται καὶ εὐσταθοῦσιν ἐν ταῖς φάτναις. Σύφαρ: Οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλʼ ὡς ἐπιγέννημα γήρως, καὶ τῆς ἐσχάτης ἡλικίας τὸ κατερρυσσωμένον, τουτέστι τὸ δέρμα· καὶ Σώφρων ἐν τοῖς Ἀνδρείοις δεδήλωκε Μίμοις εἰπὼν, Τί μὰν ξύσιλος; τί γάρ; σύφαρ ἀντʼ ἀνδρός. Ἐν τούτοις γὰρ τὸν ἀνακρινόμενον γέροντα ξύσιλον παίζων εἴρηκεν, ἀπὸ τοῦ κνᾶσθαι καὶ ξύειν τὸ δέρμα· κἄπειτα ἀποκρινόμενον, σύφαρ ἀντʼ ἀνδρὸς, τουτέστι δέρμα ψιλὸν, ὡς τῶν ἄλλων ἤδη δεδαπανημένων. Τινὲς δὲ καὶ τὸ τοῦ ὄφεως γῆρας σύφαρ λέγουσι, τὸ ἀποσυρόμενον. Λυκόφρων δὲ, τὸ λίαν γεγηρακός. Σφαδάζειν: Ἀττικοὶ μὲν ἐπὶ τὸ χαλεπῶς φέρειν καὶ σχετλιάζειν λέγουσι· Ξενοφῶν ἐπὶ τὸ ἀλγεῖν· ἔνιοι δὲ τὸ σπαίρειν ἐκδέχονται· οἱ δὲ, τὸ χαλεπῶς φέροντα πηδᾶν· οἱ δὲ, ἁπλῶς τὸ δυσφορεῖν, ἢ πᾶν τὸ μετὰ βίας. Ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ εὗρον τὸ σφαδάζειν σημαίνειν τὸ δυσθανατεῖν, ματαίως σπᾶσθαι, χαλεπαίνειν, μετʼ ὀργῆς στενάζειν, ὡς Εὐριπίδης καὶ Πλάτων, Διὰ παντὸς βίου σφαδᾷ. Γίνεται παρὰ τὸ σπῶ, σπεύδω, σπευδάζω· ἀποβολῇ τοῦ υ, καὶ τροπῇ τοῦ π εἰς φ καὶ τοῦ ε εἰς α, σφαδάζω. Ἰστέον δὲ ὅτι τὸ σφαδᾴζειν καὶ ματᾴζειν καὶ βορᾴζειν καὶ τερᾴζειν ἔχει τὸ ι προσγεγραμμένον· πρῶτον μὲν, ἀπὸ τοῦ ματαΐζειν καὶ σφαδαΐζειν καὶ τῶν ὁμοίων τοῦ α καὶ τοῦ ι συναιρουμένου· δεύτερον δὲ, ὥς φησιν ὁ τεχνικὸς, τὰ εἰς ΖΩ λήγοντα ῥήματα κοινολεκτούμενα οὐδέποτε ἔχει τὸ α ἐν τῇ παραληγούσῃ μακρὸν φύσει· σεσημείωται τὸ κράζω· οἷον γενειάζω, ἑτοιμάζω, ἁρπάζω. Ἰδοὺ γὰρ ταῦτα, μὴ ἔχοντα τὸ ι, οὐκ ἔχει τὸ α φύσει μακρὸν, ὡς δῆλον εἰς τὸν γενειάσω ἑτοιμάσω ἁρπάσω μέλλοντα· ἐνταῦθα γὰρ βραχὺ τὸ α. Εἰ ἄρα οὖν τὸ σφαδᾴζω καὶ ματᾴζω καὶ κερᾴζω φύσει μακρὸν ἔχει τὸ α, ὡς δῆλον ἐκ τῆς λοιπῆς κλίσεως τῆς μὴ ἐχούσης τὸ ζ, δῆλον ὅτι ἔχει ἐγκείμενον τὸ ι. Πρόσκειται, «κοινολεκτούμενα,» ἐπειδὴ τὸ πλήσσω πλάζω λέγουσιν οἱ Αἰολεῖς· καὶ ἔστι τὸ α φύσει μακρὸν, καὶ οὐκ ἔγκειται τὸ ι. Σφαδάζοντες: Σπώμενοι ἢ δυσφοροῦντες. Σφάζω: Παρὰ τὸ φῶ σημαίνει τὸ ἀναιρῶ καὶ τὸ φονεύω παράγωγον φάζω, ὡς βῶ βάζω· πλεονασμῷ τοῦ σ, σφάζω· ὁ μέλλων σφάξω· καὶ σφαγὰς, τὰς κατακλεῖδας. Σφαγεῖον: Τὸ ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν σφαζομένων ἱερείων δέχονται. Σφακελίζοντες: Διασπῶντες, πηδῶντες, ὑποτρέμοντες· σφαδάζειν γὰρ ἐστὶ τὸ σπᾶσθαι· καὶ τὸ σφακελίζειν δὲ ἐντεῦθεν, τὸ ἀλγεῖν μετὰ σπασμοῦ· καὶ σφακελισμὸς, παραπληξία, ἢ ἡ σῆψις τῶν μυελῶν. Γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. Λέγεται δὲ σφάκελος καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. Σφάκελον δὲ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων· καὶ σφακελίσαι, κατασαπῆναι, ἀπονεκρωθῆναι. Σφάραγον: Ὁ Ἀπίων τὸν φάρυγγα· ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου. Σφαραγεῦντο: Ἦχον προΐεντο· ὀνοματοπεποίηται ἡ λέξις· ἔνθεν καὶ ὁ βρόγχος, ᾧ τὴν φωνὴν ἀφιέμεθα, ἀσφάραγος καλεῖται· καὶ σφαραγίζω, τὸ ἠχῶ· ὡσαύτως δὲ ὀνοματοπεποίηται. Σφαῖρα: Παρὰ τὸ σπαίρειν καὶ ἐν κινήσει εἶναι, μεταθέσει τοῦ π εἰς φ, ἢ τοῦ κ· τὸ γὰρ σπαίρειν, σκαίρειν ἐστί· καὶ τὸ πῶς, κῶς εἴρηται. Ὦρος. Σφαιρωτήρ: Σανδαλίου ζινίχιον, οἷον τὸ λωρίον τοῦ ὑποδήματος. Ἐν τῷ Ῥητορικῷ οὕτω. Σφέας: Τὸ σφέας, κατὰ πλεονασμόν ἐστι τοῦ ε, ἢ τὸ σφᾶς, κατὰ συναίρεσιν; Καὶ λέγομεν, ὅτι τὸ σφέας κατὰ πλεονασμὸν γίνεται τοῦ ε, διὰ τὸν κανόνα τὸν λέγοντα καθόλου, ἐν πληθυντικῷ ἀριθμῷ ἡ τοῦ τρίτου προσώπου ἀντωνυμία ἀρχομένη ἀπὸ τοῦ ΣΦ ἐνδεῖ συλλαβῆς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τοῦ πρώτου τε καὶ δευτέρου προσώπου· οἷον ἡμεῖς ὑμεῖς σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμῖν ὑμῖν σφῖν· οὕτως καὶ ἡμᾶς ὑμᾶς σφᾶς. Ὥστε τὸ σφέας κατὰ πλεονασμὸν ἐστὶ τοῦ ε, ἀπὸ τοῦ σφᾶς. Σφεδανόν: Ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. Ἑκατέροις δύναται προδίδοσθαι. Σημαίνει δὲ ἡ λέξις σφενδονηδόν· ἀπὸ τῆς σφενδόνης· οἷον ἐπεικτικὸν καὶ ἐπεστραμμένον, ἢ σύντονον· ἀφʼ οὗ καὶ σφὴν καὶ σφίγγω. Οἱ δὲ σφεδανὸν λέγουσι σπευστικῶς. Παρὰ τὸ σπεύδειν σπεδανὸς καὶ σφεδανὸς, Ἰλιάδος λʹ. Σφετεριζόμενος: Ἰδιοποιούμενος, ἀπὸ τοῦ σφέτερος. Σφέλας: Τὸ ὑποπόδιον· παρὰ τὸ φλᾶσθαι εἰς αὐτὸ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν τῷ καθῆσθαι. Σφενδόνη: Τοῦ δακτυλίου ἡ περιφέρεια καὶ ἡ εἰς λίθων βολὰς καὶ πέμψεις ἐπιτηδεία. Γίνεται παρὰ τὸ σπένδω, τὸ ἀναιρῶ, Ἐγὼ γὰρ ἤδη σπένδομαι σπενδόνη καὶ σφενδόνη. Ἢ παρὰ τὸ σφάζω, ἢ παρὰ τὸ σπένδω. Σφῆκες: Καὶ τὰ μικρὰ καὶ εἰς ὀξὺ συνηγμένα ξύλα. Σφηκώδεις: Οἱ κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσι. Σφηκῶσαι: Τὸ δῆσαι. Οὕτω Φρύνιχος. Ὅθεν καὶ σφηνούμενος, στρεβλούμενος, βασανιζόμενος. Σφήττιοι: Δῆμος φυλῆς Ἀκαμαντίδος. Λέγονται δὲ καὶ Σφηττοί. Κωμῳδοῦνται δὲ ὡς ὀξεῖς, ὥσπερ Ἀχαρνεῖς ἄγριοι· Ποτάμιοι δὲ, ὡς ῥᾳδίως δεχόμενοι τοὺς ἐγγράφους νόμους. Σφίγξ: Παρὰ τὸ σφίγγω, διὰ τὸ ἐσφιγμένα καὶ δυσνόητα λέγειν ῥήματα. Σφόνδυλος: Παρὰ τὸ ἐσφίχθαι πρὸς ἀλλήλους, μυελὸς αὖτε σφονδυλίων ἔκπαλθʼ. Σφόδρα: Ἐπίρρημα ἐπιτάσεως. Ἐκ τοῦ σπῶ, τὸ κατασπῶ, σπόδρα, καὶ σφόδρα. Σφριγῶν: Νεάζων, αὔξων, σφύζων, βράζων, εὐσωματῶν, ἀκμάζων, ἀνθῶν. Καὶ σφριγῶσιν, ἀκμάζουσι, καὶ ὥσπερ διεσφηνωμένοι εἰσὶν ὑπὸ πυκνότητος καὶ ἀκμῆς· καὶ παρὰ Ἱπποκράτει σφριγανὸν τὸ ἀκμάζον λέγεται· δηλοῖ δὲ καὶ τὸ περιτέτανται, ἢ περιτείνονται· καὶ μάλιστα ἐπὶ θηλῆς, καὶ οἷον εὐσωματούσης· ἔνιοι, σφύζουσιν, ὑγιεῖς τυγχάνουσι. Σφῶε: Ἀντωνυμία ἐστὶ τρίτου προσώπου, αἰτιατικῆς πτώσεως μόνης. Καὶ διατί οὐκ ἔστιν ὀρθῆς καὶ αἰτιατικῆς; Διότι ἡ ὀρθὴ πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν τόνον, οἷον νῶϊ, σφῶϊ· τοῦτο δὲ καὶ ὀξύνεται καὶ ἐγκλίνεται, καὶ ἀναδίδωσι τὸν τόνον· διὸ ἀπέλειψεν ἡ εὐθεῖα, καὶ ἔστι μόνης αἰτιατικῆς. Τὸ γὰρ πρῶτον πρόσωπον τῶν δυϊκῶν εὐθείας καὶ αἰτιατικῆς πτώσεως ἐστὶν, οἷον νῶ· τὸ δεύτερον πρόσωπον, ὀρθῆς πτώσεως, οἷον σφῶϊ· τὸ τρίτον, αἰτιατικῆς πτώσεως καὶ μόνον, οἷον σφῶε. Τὸ δὲ σπόγγος, διὰ τοῦ π λέγεται, οὐ διὰ τοῦ φ· πᾶσα γὰρ λέξις δισύλλαβος ἀπὸ τοῦ σ ἀρχομένη ᾧ ὑποτέτακται συμφώνῳ, τῷ ο παραληγομένη, οὐδὲν τῶν δασέων ἀντιστοίχων ἔχει δευτερεῦον, ἀλλʼ ἕν τι τῶν ψιλῶν, οἷον σπόρος, σκότος, στόνος. Σφυρόν: Τὸ περὶ τὸν ἀστράγαλον, ἤγουν τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, παρὰ τὸ συνεσφίχθαι τὰ ἄρθρα τῇ συνθέσει καὶ τοῖς νεύροις. Σφύριον καὶ ἐπισφύριον: Κτητικόν· καὶ γίνεται ἐκ τοῦ σφυρόν. Τὰ δὲ γινόμενα διὰ τοῦ ι ὑποκοριστικὰ, εἰ μὲν ὦσι δακτυλικὰ, πρὸ μιᾶς ἔχει τὸν τόνον· εἰ δὲ τριβράχεα, προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται. Σχαδόνες: Τὰ τῶν κηφήνων κηρία, καὶ ζῷον ἄπτερον ἄπουν. Σχαδίσαι: Τὸ θηλάσαι· καὶ ἀνίσχαδον, τὴν ἄτοκον καὶ ἀθήλαστον. Σχεδόν: Σημαίνει ἐγγὺς, πλησίον, πέλας· ἢ ἐκ χειρός. Γίνεται παρὰ τὸ σχέθω, τὸ κωλύω, σχεθὸν καὶ σχεδόν· ἐτυμολογεῖται δὲ παρὰ τὸ σχέσιν ἔχειν ἄλλον πρὸς ἄλλον. Σχεδίην: Σημαίνει τὸ ἐκ τοῦ σύνεγγυς, ὡς τὸ, Τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα. Κυρίως δὲ σχεδία ἐστὶν ἡ πρὸς τάχος γινομένη. Σχέθε: Ἀπὸ τοῦ σχῶ γίνεται σχέθω, ὡς φλέγω φλεγέθω· ὁ παρατατικὸς, ἔσχεθον, ἔσχεθες, ἔσχεθε· καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ κατὰ πᾶσαν ἔγκλισιν. Σχὲς καὶ πρόσχες: Ῥῆμα προστακτικὸν, καταλήξεως τῶν εἰς ΜΙ. Τὸ ῥῆμα, ἴσχημι· καὶ γίνεται ἐκ τοῦ σχῶ· ὁ μέλλων, σχήσω· ὁ δεύτερος ἀόριστος, ἔσχην· ἡ μετοχὴ, σχεὶς σχέντος· καὶ τὸ προστακτικὸν, σχὲς, ὁμοίως τῷ σύνες. Ὁ δὲ Ἀπολλώνιος ἀπὸ τοῦ σχῶ κανονίζει, μόνον αὐτὸ σημειούμενος. Ὥσπερ τὸ σπὲς, ἀπὸ τοῦ σπῶ· καὶ τὸ φρὲς, ἀπὸ τοῦ φρῶ· οὕτω καὶ τοῦτο ἀπὸ τοῦ σχῶ. Ἀλλὰ κακῶς. Οὐχ εὑρίσκεται ὁ τεχνικὸς σημειούμενος ἐπὶ τῶν εἰς ω, εἰς ΕΣ προστακτικόν. Χοιροβοσκός. Εἰς τὸν εʹ ψαλμὸν, Σύνες τῆς κραυγῆς μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἀπὸ τοῦ σχῶ, ὁ μέλλων, σχήσω· ὁ δεύτερος ἀόριστος, ἔσχον, καὶ κατέσχον· καὶ ἡ μετοχὴ, σχών· καὶ ὥσπερ ἀπὸ τῆς φαγὼν μετοχῆς γίνεται τὸ προστακτικὸν φάγε, καὶ πιὼν πῖε, οὕτω καὶ ἀπὸ τοῦ σχὼν σχὲ καὶ κατάσχε· ἐν πλεονασμῷ δὲ τοῦ σ, σχὲς, καὶ κατάσχες. Τὸ δὲ σπὲς, ἀπὸ τοῦ σπῶ· σημαίνει τὸ λέγω ὁ μέλλων, σπήσω· ὁ δεύτερος ἀόριστος, ἔσπον· ἡ μετοχὴ, σπὼν καὶ ἐνισπών· καὶ τὸ προστακτικὸν, σπέ· καὶ πλεονασμῷ τοῦ σ, σπές. Οὕτω Ζηνόβιος. Πλεονάζει δὲ τὸ σ, διὰ τὴν μονοσυλλαβίαν. Σχέτλιος: Ὀδυνηρὸς, χαλεπὸς, ἀγνώμων, δυστυχὴς, ἄδικος, ἄπορος, θλιβόμενος, τλήμων, ἐπαχθής· ἢ ὁ τὸ σχετλιάζειν καὶ δυσφημεῖν καὶ λύπας τινὶ διδούς. Ζεύς με γὰρ σχέτλιος, Ἰλιάδος βʹ· καὶ πάλιν, Σχέτλιος ἐσσὶ γεραιὲ, Ἰλιάδος κʹ, ἀντὶ τοῦ σχετλιασμοῦ ἄξιος. Γίνεται παρὰ τὸ σχέθω, τὸ κωλύω, καὶ τὸ λίαν, ὁ ἐπισχέσεως ἄξια ἔργα ποιῶν. Σχετλιάζει: Δυσχεραίνει, ἢ βλασφημεῖ. Σχηματιζόμενος: Προσποιούμενος, ἢ συνταττόμενος. Σχήσεσθαι: Ἰλιάδος ιʹ, ἀνθέξειν, ἀντιστῆναι. Παρὰ τὸ σχῶ, τὸ κρατῶ, γίνεται σχῆμι. Σχοινίον: Ἐκ τοῦ σχοῖνος· τοῦτο ἐκ τοῦ σχῶ, τὸ κρατῶ· καὶ σχοινοφόρος, ἐκ τοῦ σχοῖνος καὶ τοῦ φέρω· τὸ δὲ σχοῖνος μέτρον ἐστὶ γεωμετρικόν. Σημαίνει τρία, τὴν πόαν, ἢ νομὴν, ὡς τὸ, Ἀσωπὸν βαθύσχοινον· καὶ μέτρον Περσικὸν, ὃ παρὰ Πέρσαις παρασάγγης λέγεται, ἀπὸ μεταφορᾶς· καὶ ἡ κατευθυντηρία, καθὼς καὶ ὁ ψαλμῳδὸς φησὶ, Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας· ἐκ γοῦν τῆς σχοίνου τοῦ μετρικοῦ σπαρτίου, καὶ τὰ μετρούμενα τῶν χωρίων, σχοινίσματα λέγεται. Σχῖνον: Τὴν σκίλλαν, ἣν διαμασσῶνται οἱ καλλωπιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφʼ οὗ καὶ τὸ σχινίζεσθαι. Σχολή: Οὐχ ὁ τόπος ἐν ᾧ σχολάζουσι καὶ διατρίβουσι περὶ παιδείαν, οὐδὲ αὐτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβὴ, ἀλλʼ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν, βάρβαρον· ἀντὶ δὲ τούτου σχολὴν ἄγειν λέγουσιν Ἀττικοὶ καὶ σχολάζειν. Ἡ δὲ εὐκαιρία, βάρβαρον μὲν οὐκ ἔστιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλʼ ἐπὶ καιροῦ τινὸς εὐφυΐας καὶ ἀρετῆς. Καὶ ἀντὶ τοῦ οὐδαμῶς. Ἀπὸ δὲ τοῦ σχολὴ, σχολαῖος· τὸ δὲ σχολὴ γίνεται παρὰ τὸ σχῶ. Ἔστι δὲ ἐπίρρημα, ἀντὶ τοῦ ἠρέμα. Καὶ σχολαῖον, ἀργὸν, διατριβὴν ποιούμενον· καὶ σχολαίτερον, ἠρεμαιότερον· ἀπὸ τοῦ σχολαιότερος, ὅπερ ἀπὸ τοῦ σχολαῖος. Ὁμοίως σχολαιότης. Σχέδος: Παρὰ τὸ χέω χέδος καὶ σχέδος, οἱονεὶ τὸ διαχέον καλῶς καὶ διαμερίζον τὰς λέξεις καὶ τοὺς λόγους. Ἢ παρὰ τὸ σκεδάζω σκεδάσω σκέδος καὶ σχέδος· διασκεδαζόμεναι γὰρ αἱ λέξεις καὶ οἱονεὶ μεριζόμεναι εἰς λεπτὰ διὰ τοῦ λόγου εἰς γνῶσιν παραλαμβάνονται. Σχόλιον: Εἴρηται διὰ τὸ κατὰ σχολὴν παρατίθεσθαι πρὸς σαφεστέραν ἑρμηνείαν τῶν δυσνοήτων ῥημάτων. Σχίδαξ: Παρὰ τὸ σχίζω· σημαίνει δὲ τὸ ἐσχισμένον ξύλον. Σχολαστικός: Ἀπὸ τοῦ σχῶ, τὸ κρατῶ, σχάζω καὶ σχολάζω ὁ ἐν τῇ διακρατήσει διάγων. Σκεδάζω: Παρὰ τὸ σχεδιάζω, τὸ ἐκ τοῦ παραχρῆμά τι ποιῶ, σχεδάζω καὶ σκεδάζω. Ἢ παρὰ τὸ σχίζω, τὸ διαχωρίζω, πλεονασμῷ τῆς ΔΑ συλλαβῆς, σχιδάζω καὶ σκεδάζω· τὸ γὰρ σκεδαζόμενον εἰς πολλὰ διασχίζεται. Σχολή: Ἀττικοί· οὐ μόνον δὲ τὸ μηδὲν δρᾶν, ἀλλὰ καὶ τὸ περί τι σχολάζειν. Σῴζω: Τὸ σώζω χωρὶς τοῦ ι λέγει ὁ Δίδυμος· ὥσπερ γὰρ ἀπὸ τοῦ ἕω, τὸ κάθημαι, γίνεται ἕζω, οὕτως ἀπὸ τοῦ σώω, τὸ ὑγιαίνω, γίνεται σώζω, πλεονασμῷ τοῦ ζ. Ἀλλʼ ἡ παράδοσις ἔχει τὸ ι. Τὸ δὲ σῴζω, ὅτε μὲν γίνεται ἀπὸ τοῦ σῶος, σωΐζω, ὡς λέπος λεπίζω, καὶ κατὰ συναίρεσιν, σῴζω, ἔχει τὸ ι· ἡνίκα δὲ ἀπὸ τοῦ σάος σαόζω καὶ κράσει σώζω, οὐκ ἔχει προσγεγραμμένον τὸ ι. Δεῖ δὲ γινώσκειν, ὅτι ἡνίκα ἀπὸ τῆς ΣΩ συλλαβῆς ἄρχεται ἐπιφερομένου τοῦ ζ, ἔχει προσγεγραμμένον τὸ ι, σῴζω σῴζομαι, ἔσῳζον· ἡνίκα δὲ μὴ οὕτως ἔχῃ, οὐ προσγράφεται, οἷον σαώζω, σώσω, σῶσον. Σωτηρία: Ὄνομα παρώνυμον ἀπὸ τοῦ σωτῆρος· τοῦτο ἀπὸ τοῦ σώζω, σώσω, σέσωκα, σέσωσμαι, σέσωσται, σωστὴρ, καὶ σωτήρ. Ἔστι δὲ καὶ ἄλλο σῶ, τὸ ὑγιαίνω· ἐξ οὗ ὁ παθητικὸς παρακείμενος, σέσωσμαι, σέσωσται· καὶ ἐξ αὐτοῦ σωτήρ. Τὸ δὲ σῷος ἔλεγεν ὁ Δίδυμος σὺν τῷ ι γράφεσθαι, ὡς ἀπὸ τοῦ ὁ σῶς τοῦ σῶ· τὰ γὰρ ἀπὸ τοῦ εἰς ΩΣ διὰ τοῦ ΩΟΣ σὺν τῷ ι, Μίνως, Μινῷος· ἥρως, ἡρῷος· οὕτως καὶ σῶς σῷος. Ὁ δὲ Ἡρωδιανὸς λαβόμενος αὐτοῦ λέγει, ὅτι τὸ σῶς ἀπὸ τοῦ σῶος πέπονθε. Πρὸς ὃν ἔστιν εἰπεῖν, τί οὖν; Ἀπὸ τοῦ πεπονθότος γίνεται παράγωγον; Γίνεται γὰρ ἀπὸ τοῦ πατρὸς καὶ μητρὸς πατρικὸς καὶ μητρικός. Λέγει δὲ πάλιν ὁ τεχνικὸς, ὅτι οὐδέν ἐστιν εἰς ΩΣ μονοσύλλαβον περισπώμενον ἀρσενικὸν, εἰ μὴ τοῦτο· πρὸς ὃν ἔστιν εἰπεῖν, ὅτι σὺ ἐδίδαξας ἡμᾶς ἐν τῇ περὶ τοῦ ζῶς μονοσυλλάβου βίβλῳ, ὅτι ἔστι τὸ ζῶς, καὶ τὸ Κῶς, καὶ τὸ Γλῶς· εἰσὶ δὲ ὀνόματα ἡρώων. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ σῶος ἄνευ τοῦ ι ἡ παράδοσις οἶδε· καὶ λέγει ὁ τεχνικὸς, ὅτι ἔστι σώω σώσω διὰ τοῦ ω μεγάλου, ὡς γνώω γνώσω· καὶ σόω διὰ τοῦ ο μικροῦ. Ταῦτα τρέπουσι τὸ τελευταῖον ω εἰς ΟΣ, καὶ γίνεται ἐκ μὲν τοῦ σώω τὸ σῶος, ἐκ δὲ τοῦ σόω τὸ σόος. Σῷ μονοσύλλαβον, οἱ σῶοι, καὶ παρὰ Θουκυδίδῃ· ἡ δὲ συνήθεια γράφει, σῶος. Λέγει δὲ Ὦρος ὁ Μιλήσιος ἔχειν τὸ ι προσγεγραμμένον· ἀπὸ γὰρ τοῦ οἱ σῶοι οἱ σῷ, ὥσπερ οἱ ζῶοι οἱ ζῷ. Σώεσκον: Ἔσῳζον· ἢ ἀπὸ τοῦ ἔσῳον, ἢ ἀπὸ τοῦ σώζω. Τὸ δὲ σώω σημαίνει τὸ ὁρμῶ, ὡς τὸ, Σώεσθαι στροφάδην, παρὰ Ἀπολλωνίῳ. Σώχω: Τὸ τρίβω· παρὰ τὸ σῶ σώχω, ὡς σμῶ σμώχω· παρὰ τοῦτο δὲ καὶ τὸ ψώχω. Σῶκος: Ἐπίθετον Ἑρμοῦ· ἤτοι ὁ ἰσχυρός· σωκεῖν γὰρ τὸ ἰσχύειν· Σοφοκλῆς ἐν Ἠλέκτρᾳ, Οὐκέτι σωκῶ ἢ σάοικος· ἢ ὁ ὠκέως σοούμενος· ἄγγελος γάρ. Ἢ σωσίοικος, ἢ ὁ σωστικὸς θεός. Παρὰ τὸ σώζω σῶκος, ὡς θάσσω θάκος. Ἔστι δὲ καὶ ὄνομα κύριον. Σῶμα: Οἱονεὶ δῶμα ὂν τῆς ψυχῆς· ὅθεν καὶ σκήνωμα πᾶν τὸ τεθνηκός. Εἴρηται δὲ σῶμα, ὥς φησι Πλάτων, ὅτι σῆμα ἐστὶ, τουτέστι τάφος τῆς ψυχῆς· δίκην γὰρ τάφου ἐντέθαπται ἡ ψυχὴ τῷ σώματι. Ἢ σώαιμα, σῶον αἷμα. Ἐν τῷ αἷμα. Σωρός: Ἐπὶ τῶν λίθων. Ἀπὸ τοῦ σωρὸς, σωρεύω, σωρεία· καὶ σωρεὸς, ἀπὸ τοῦ σωρεύω, ὡς φωλεύω φωλεός. Εἴρηται δὲ ἀπὸ τοῦ ἐν αὐτῷ σωρεύεσθαι τὰ σώματα· ἢ παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάττειν· ὥστε τὸ σωρεὸς μὴ πεπλεονακέναι, ἀλλὰ μᾶλλον ἐνδεδεηκέναι τὸ σωρός· τὰ γὰρ εἰς ΡΟΣ λήγοντα δισύλλαβα, τῷ ω παραληγόμενα, μὴ ὄντα ἐπίθετα, βαρύνεται, Ὦρος, Δῶρος, Φλῶρος, Βῶρος· οὐδὲν ἔχομεν ὀξύτονον· σεσημείωται τὸ σωρός. Τὰ ὀξύτονα ἐπίθετα εἰσὶ, χλωρὸς, ψωρὸς, μωρός. Πῶς οὖν ὀξύνεται τὸ σωρός; Ἠλόγηται ὅταν δισυλλαβῇ· τὸ πρῶτον ἄρα σωρεὸς, ὡς ὀχεὸς, λοχεός. Σῶρος: Ἐν ᾧ τὸ σῶμα ῥεῖ, ἤγουν καταρρεῖ. Σωφροσύνη: Παρὰ τὸ σῴζειν τὸ φρονεῖν· ἢ παρὰ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου· ἢ διὰ τὸ σῶα φρονεῖν. Σωφρονιστῆρες: Οἱ ἔσωθεν τῶν ἄλλων ὀδόντων διὰ τὸ φύεσθαι κατὰ τὴν τοῦ φρονεῖν ὥραν περὶ τὸ εἰκοστὸν ἔτος. Ὁ δὲ Ἀριστοτέλης καλεῖ αὐτοὺς κριτῆρας. Σωφρονισταί: Ἄρχοντές τινες χειροτονητοὶ δέκα τὸν ἀριθμὸν, ἑκάστης φυλῆς εἷς· ἐπεμελοῦντο δὲ τῆς τῶν ἐφήβων σωφροσύνης. Σάωσε: Τὸ ἐσάωσα συναιρεθὲν εἰς τὸ ἔσωσα, διατί μὴ περισπᾶται; Λύσις· ὅτι ὁ τύπος ἀντίκειται· οἱ γὰρ ὑπὲρ δύο συλλαβὰς ἀόριστοι προπαροξύνονται. Σταφυλή: Ὀξύνεται καὶ βαρύνεται, ὥς φησι Πτολεμαῖος· τὸ μὲν γὰρ βαρυνόμενον ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται· τὸ δὲ ὀξυνόμενον, ἐπὶ τῆς ὀπώρας. Παρῆχθαι δὲ λέγουσι τὴν ὀπώραν ἀπὸ Σταφύλου τινὸς, ὃς ἐγένετο υἱὸς τοῦ Διονύσου. Ἡρακλείδης δὲ ἥμαρτε φησὶ λῆγον εἰς ὀξεῖαν· οὐδὲν γὰρ τῶν εἰς ΛΗ ληγόντων θηλυκῶν ὀνομάτων ἀμέτοχον γένους οὐδετέρου παρατελευτῶντος τοῦ υ, ὀξύνεται, κρωβύλη, φαισύλη, ἡδύλη, κορδύλη, κανδύλη. Οἱ οὖν ὀξύνοντες φασὶν, ὅτι ἀπὸ βαρυτόνου ἀρσενικοῦ γέγονε· τὰ γὰρ εἰς η θηλυκὰ ὀξύνεται, ἐὰν τὰ ἀρσενικὰ βαρύνηται· οἷον πόθος, ποθή· φόνος, φονή· νόμος, νομή· ὦνος, ὠνή· καὶ τοὔμπαλιν, Δαναὸς Δανάη. Καὶ πῶς τὸ κόγχος κόγχη, φίλος φίλη, μύλος μύλη, καὶ ἄλλα μυρία· καὶ ἐπὶ τῶν ὀξυτόνων καλὸς καλὴ συμβαρύνεται καὶ ὀξύνεται τοῖς ἀρσενικοῖς; Καὶ τινὲς, βοηθεῖν τῇ συνηθείᾳ βουλόμενοι, φασὶν, ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου, ὁμοτονεῖ· ὅσα δὲ διαλλάττει τῷ σημαινομένῳ, καὶ τῷ τόνῳ διαλλάττει. Τὸ μὲν οὖν ξένος ξένη, φίλος φίλη, καὶ τὰ ὅμοια, ἀπαράλλακτά εἰσι· τὸ δὲ χόλος χολὴ, τρόπος τροπὴ, πόθος ποθὴ, στρόφος στροφὴ, γόνος γονὴ, δόμος δομὴ, διαφέρουσιν. Εἰ οὖν τὸ στάφυλος ἀρσενικὸν διαφέρει τῷ σημαινομένῳ, ἡ σταφυλὴ τὸ θηλυκὸν ἐπὶ τῆς ὀπώρας ὀξύνεται, παρὰ τὸ στάζειν τὸν πηλόν. Σκηνή: Οἱ μὲν τὸ κωνωπίσαι· οἱ δὲ, δέρματα καὶ στρωτῆρας καὶ δοκοὺς, οἷς καταπήγνυται πᾶσα ἡ σκηνή· οἱ δὲ, εἶδος κόσμου γυναικείου, οἱ δὲ, σκεῦός τι οὕτω καλούμενον· οἱ δὲ, τὴν νῦν δελφικὴν καλουμένην· καὶ σκηνευτὴς, ὁ σκηνήν τινα οἰκῶν. Στάδιον: Κατὰ τὸ ἀρχαῖον ἐκαλεῖτο αὐλός· ὅθεν δίαυλος, τὰ δύο στάδια, ἀπὸ τοῦ δύο αὐλῶνας ἔχειν· καὶ διαυλωνίζειν λέγουσι τοὺς ἀνέμους, ὅταν διά τινος ὁμαλοῦ καὶ στενοῦ διαπνέωσι. Καλεῖται δὲ, ὅτι φασὶ Δαναὸν, ἐπὶ τοῖς γάμοις τῶν θυγατέρων ἀγῶνα ἐπιτελοῦντα, δεῖξαι τοῖς μνηστῆρσι τὸ τοῦ δρόμου τέρμα, ἐν ᾧ ἐπεφύκει σέλινα· ἐξ ὧν σπάσαι τὸν φθάσαντα, καὶ τοῦτο σύμβολον γενέσθαι τῆς νίκης, ὥσπερ νῦν τὰ βραβεῖα· ἀπὸ δὲ τοῦ σπάσαι κληθῆναι σπάδιον καὶ στάδιον. Ἢ ὅτι τετραποδιστὶ τὸ πάλαι περιπατοῦντες, μετὰ τὸ εὑρεθῆναι τὸν Δημητριακὸν καρπὸν, ἀνέστησαν· καὶ εὐρωστίας ἐπίδειξιν ποιούμενοι, δρόμον ἠγωνίζοντο Διὰ τὴν στάσιν οὖν, στάδιον. Εἰς τὰ σχόλια Πινδάρου. Σκηνή: Ἔστιν ἡ μέση θύρα τοῦ θεάτρου· περισκήνια δὲ, τὰ ἔνθεν καὶ ἔνθεν τῆς μέσης θύρας, χαλκᾶ κάγκελλα· καὶ ἵνα σαφέστερον εἴπω, σκηνὴ ἡ μετὰ τὴν σκηνὴν εὐθὺς, καὶ τὰ περισκήνια, ἡ ὀρχήστρα. Αὕτη δέ ἐστιν ὁ τόπος ὁ ἐκ σανίδων ἔχων τὸ ἔδαφος, ἐφʼ οὗ θεατρίζουσιν οἱ μῖμοι· εἶτα μετὰ τὴν ὀρχήστραν βωμὸς ἦν τοῦ Διονύσου, τετράγωνον οἰκοδόμημα κενὸν ἐπὶ τοῦ μέσου, ὃ καλεῖται θυμέλη, πρὸς τὸ θύειν· μετὰ τὴν θυμέλην ἡ κονίστρα, τουτέστι τὸ κάτω ἔδαφος τοῦ θεάτρου.