eul_wid: xie-aaq
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Ρ by Great Etymologicon

ρ.Ῥῶ: Τὸ στοιχεῖον, παρὰ τὸ ῥέω· ὑγρὰ γάρ ἐστι καὶ εὐμάλακτα καὶ ὡσεὶ ἔλαιον ῥεῖ ἐν τοῖς μέτροις τὰ ἀμετάβολα. Ῥάι: Σημαίνει τὸ εὐχερές. Τινὲς δὲ ἀπὸ τοῦ ῥέα σχηματίζουσιν αὐτό· οἷς καὶ ὁ τόνος ἀντίκειται καὶ ἡ παράδοσις, καὶ ἡ τῶν Αἰολέων διάλεκτος. Ὁ τόνος, ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα, ὤφειλε περισπᾶσθαι· ἡ παράδοσις, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ι· ἡ τῶν Αἰολέων δὲ διάλεκτος, ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα, οὐκ ὤφειλον οἱ Αἰολεῖς προστιθέναι τὸ β, καὶ λέγειν βρά· τότε γὰρ προστιθέασι τὸ β τῷ ρ, ἡνίκʼ ἐπιφέρεται τὸ κ ἢ τὸ δ, ἢ τὸ τ ἢ τὸ ζ. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι τὸ ῥᾴδιον λέγεται βράδιον Αἰολικῶς, ὡς ἐπιφερομένου τοῦ δ. Ἐκ τούτου γίνεται κατὰ ἀποκοπὴν, καὶ εὐλόγως ἔχει τὸ ι. Οὐδὲν δὲ ξένον, εἰ δύο συλλαβῶν γέγονεν ἀποκοπή· καὶ γὰρ πολλάκις καὶ δύο συλλαβῶν γίνεται ἀποκοπή· οἷον μακάριος, μάκαρ· προπάροιθεν, πρόπαρ. Οὕτως οὖν καὶ ῥᾴδιον, ῥᾴ. Τὸ δὲ ῥᾴδιον ἔχει τὸ ι προσγεγραμμένον· ἐπειδὴ εὑρίσκεται τὸ ι κατὰ διάστασιν ἐν τῷ ῥηΐδιον, ὃ σημαίνει τὸ εὔκολον καὶ εὐχερές· καὶ ὅτι ἀπὸ τοῦ ῥέα γίνεται ῥεΐδιον· καὶ τροπῇ τοῦ ε εἰς τὸ η, ῥηΐδιον. Ἢ ἀπὸ τοῦ ῥᾷος ῥᾴου· εἰσὶ γὰρ παράγωγα καὶ διὰ τοῦ ΔΙΟΝ καὶ διὰ τοῦ ΙΔΙΟΝ. Ζήτει εἰς τὸ γραΐδιον. Ἀλλʼ εἰ ἦν ἀπὸ τοῦ ῥᾷος, οὐκ ὤφειλε τρέψαι τὸ α εἰς η ἐν τῷ ῥηΐδιον· τὰ γὰρ διὰ τοῦ ΔΙΟΝ ἀπὸ πρωτοτύπου φωνῆεν ἔχοντα τὸ α, οὐ τρέπεται, ὡς κεφάλαιον κεφαλάδιον· καὶ ἐλάδιον καὶ σπηλάδιον· καὶ οὐ λέγεται κεφαλήδιον καὶ ἐλήδιον καὶ σπηλήδιον. Ῥαιδιουργεῖν: Σημαίνει τὸ μετὰ πανουργίας τὶ διαπράττεσθαι. Τὰ δὲ παρὰ τὸ ῥᾴδιον ἔχουσι τὸ ἰῶτα προσγεγραμμένον· οἷον ῥᾴθυμος, ῥᾳστώνη. Ῥᾴθυμος: Ἐκ τοῦ ῥᾲ καὶ τοῦ θυμὸς, ὁ εὐκόλως μεταστρεφόμενος, ἢ ὁ περὶ τὰ ἀπόντα τῆς ψυχῆς ἔχων· τὸ γὰρ ῥεῖα σημαίνει καὶ τὸ ἡδέως. Ῥαῖον: Παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς γινόμενον ῥύσει ἔοικε. Τὰ δὲ εἰς ΩΝ συγκριτικὰ δισύλλαβα διφθόγγῳ παραλήγεται· οἷον πλείων, ῥᾴων· καὶ ῥᾷον ὁμοίως ἔχει τὸ ι, ὅτι εὑρίσκεται καὶ κατὰ διάστασιν ῥηΐστη. Ῥαιστώνη: Εὔρους περίστασις, ἡσυχία πάντοθεν. Παρὰ τὸ ῥᾷον, τὸ εὔκολον, ῥᾷστον· καὶ ἐκ τούτου ῥᾳστώνη, ἄδεια, ἀνάπαυσις, ἡδυπάθεια· ἢ εὐκολία, παρὰ τὸ ῥᾷστος. Ῥάμνος: Παρὰ τὸ ῥᾶον μένειν. Σημαίνει δὲ τὴν μεγάλην ἄκανθαν. Ῥαιβός: Ὁ διεστραμμένος, ὁ πλάγιος· ὃν καλοῦσιν οἱ πολλοὶ σκελλόν. Παρὰ τὸ ῥᾷον βαίνειν, κατὰ ἀντίφρασιν· ἢ παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ τὸ βαίνω, ὡς παρὰ Λυκόφρονι. Καὶ ῥαιβώσας, καὶ ῥαιβηδόν. Ῥαικός: Ἀπὸ τοῦ Γραικὸς, ἀποβολῇ τοῦ γ. Εἰς τὸ διαραῖσαι. Ῥαιστήρ: Ἡ σφύρα, παρὰ τὸ ῥαίω, τὸ φθείρω, ὁ μέλλων, ῥαίσω, ῥαιστήρ ἡ φθείρουσα καὶ συντρίβουσα τὰ ὑποκείμενα. Ῥέα: Ἐπὶ τῆς θεοῦ· Πλάτων μὲν, παρὰ τὸ ῥεῖν καὶ μὴ μένειν τὸν χρόνον· οἱ δὲ, ἐπειδὴ παρὰ τοῦ παιδὸς αὐτῆς Διὸς ὄμβροι καταρέουσι. Κρόνῳ δὲ λέγουσιν αὐτὴν συνεῖναι, καθόσον ἐξ ἀϊδίου χρόνου ἡ τοιαύτη ῥύσις γίνεται. Αἰγύπτιοι δέ φασιν αὐτὴν εἶναι ῥύσιν καὶ φορὰν τῶν γινομένων πραγμάτων. Χρύσιππος δὲ λέγει τὴν γῆν Ῥέαν κεκλῆσθαι, ἐπειδὴ ἀπʼ αὐτῆς ῥεῖ τὰ ὕδατα. Κρόνος δέ ἐστι τὸ εὐμηχάνημα, αἴτιον κατάρχον μεθόδων. Ῥέα: Παρὰ τὴν ἐπὶ τάδε ῥεῦσιν. Τὴν αὐτὴν γὰρ φασὶ τῇ προνοίᾳ, ἄνωθεν ἐπὶ γῆν ἡκούσῃ. Ῥέθη: Σημαίνει τὰ μέλη· Ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη· διὰ τὸ ῥᾳδίως φαίνεσθαι τὰ ἤθη διʼ αὐτῶν. Οὕτως γὰρ ἐκ τῆς ποιᾶς αὐτῶν συστάσεως τὰ πάθη τῆς ψυχῆς θεωροῦμεν, χαιρούσης, λυπουμένης, ὀργιζομένης. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥέειν τὰ ἤθη τῆς ψυχῆς. Αἰολικῶς δὲ ῥόθος ἢ ῥεῦθος λέγεται τὸ πρόσωπον, ἢ προσώπου ἐρύθημα· μέλος, σπλάγχνον. Ῥέξας: Παρὰ τὸ ἔρδω, τὸ θύω, ὑπερβιβασμῷ, ῥέδω· τροπῇ Δωρικῇ, ῥέζω· ὁ μέλλων, ῥέξω. Σημαίνει δὲ τρία· τὸ πράττω, ὡς τὸ, Μέγʼ ἐν Ἀργείοισιν ἔρεξε. τὸ θύω, ὡς τὸ, Ἄλλος ἄλλῳ ἔρεζε θεῶν· καὶ τὸ τῇ χειρὶ καταψῶ, ὡς τὸ, Χειρί τέ μιν κατέρεξεν. Ῥάβδος: Παρὰ τὸ ῥάσσω· ἢ παρὰ τὸ ῥαπίζω· ἢ παρὰ τὸ ῥάπτω, τὸ ῥαπίζω, ῥάπδος καὶ ῥάβδος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥᾷον βαίνειν ἐν τῇ ὁδῷ. Βαρύνεται· τὰ εἰς ΔΟΣ δισύλλαβα, εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ, εἴτε κύρια εἴτε προσηγορικὰ, μετʼ ἐπιπλοκῆς συμφώνου, βαρύνεται, φροῦδος, πάρδος, σάρδος, Ἴνδος, ῥάβδος ὄνομα προσηγορικόν. Ῥαδάμανθυς: Ἢ ὅτι περὶ τὰ ῥόδα ἐμάνη τὰ ὑπὸ τοῦ ταύρου προϊέμενα, ἢ ὅτι ἐν Ῥόδῳ παρὰ ταῖς Ἰλιάδεσιν ἐπαιδεύθη. Ῥαδαλὸν δονακῆα: Ἰλιάδος ςʹ. Οὕτω Ζηνόδοτος· Ἀρίσταρχος δὲ ῥαδηλόν. Ῥαδαλὸν δὲ ἀκουστέον τὸ εὐκράδαντον καὶ εὐδιάσειστον διὰ τὸ ὕψος. Γράφεται δὲ καὶ παρὰ Ῥοδανόν· ἔστι δὲ ποταμός. Ῥαθυμεῖν: Τὸ ἀργεῖν, ἢ καὶ τρυφᾶν, ἢ τὸ τοῖς ἀφροδισίοις σχολάζειν. Ῥαΐσαι: Τρισύλλαβον· οἱ Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν. Ῥάμνος: Ὃ καὶ ἄγνον φασὶ διὰ τὸ συγγενές· παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς· ὅθεν καὶ τὸν Ἠλίαν ἐκ προσώπου τῆς Ἱεζάβελ φεύγοντα ὑπὸ ῥάμνον ἐλθεῖν· ὅτι τῶν φευγόντων τὸν οἶστρον καὶ τὴν γυναικὸς ἡδονὴν καταγώγιόν ἐστι τὸ τῆς ἁγνείας ξύλον, ἀπὸ τοῦ ἀρχιπαρθένου Χριστοῦ πεφυτευμένον τοῖς τὴν ἁγνείαν ἀσπαζομένοις. Ῥαδανίζειν: Τὸ τινάσσεσθαι καὶ κινεῖσθαι, τὸ παρὰ ταῖς γυναιξὶ λεγόμενον, ὡς Ἡρακλέων ἐν ὑπομνήματι ςʹ Ἰλιάδος. Ὦρος. Ῥάδικα: Ῥάβδον, βακτηρίαν· ἐπειδὴ τὰ βοτὰ ταύτῃ ἐλαύνεται. Ἢ βάτος, ἀπὸ τοῦ ἐπʼ αὐτῇ βαίνειν. Νίκανδρος ἐν Θηριακοῖς. Ῥαδινώτερον: Κοῦφον, ἐλαφρότερον· παρὰ τὸ δαμάζεσθαι ῥᾷον· ἢ ἐκ τοῦ ῥέω ῥεάδην· ἐξ οὗ ῥαδινός. Ῥαθάμιγγες: Σταγόνες, ῥανίδες. Γίνεται παρὰ τὸ θαμὰ θαμίζω, θάμιξ· κατὰ πλεονασμὸν τοῦ γ μετὰ τοῦ ῥέω, ῥεθάμιγξ· καὶ τροπῇ τοῦ ε εἰς α, ῥαθάμιγξ. Σημαίνει δὲ τὰς συνεχεῖς καὶ πυκνὰς καὶ ἀλλεπαλλήλους ῥανίδας, Ἰλιάδος λʹ. Ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτός. Ῥάκος: Παρὰ τὸ ῥήσσω ῥήξω γίνεται ῥῆχος καὶ ῥάκος, καὶ ῥάκιον ὑποκοριστικῶς. Ῥάμνος: Εἶδος ἀκανθώδους φυτοῦ· παρὰ τὸ ῥᾷον τέμνεσθαι, κατὰ ἀντίφρασιν. Ἢ παρὰ τὸ ῥᾷον δονεῖσθαι, κατὰ τροπὴν τοῦ δ εἰς μ. Ἢ παρὰ τὸ ῥάπτω, ὃ σημαίνει δύο, τό τε πλήττω, καὶ τὸ τὰ διεστῶτα συνάπτω, ὁ παθητικὸς παρακείμενος, ἔρραμμαι, τὸ πέπληγμαι· ἐξ αὐτοῦ ῥάμμος· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, ῥάμνος, ἡ πλήσσουσα. Ῥαπίσαι: Τὸ πατάξαι τὴν γνάθον ἀπλήστῳ χειρί. Ῥαντίζω: Ἐκ τοῦ ῥαίνω ῥανῶ ῥανίζω· καὶ πλεονασμῷ τοῦ τ, ῥαντίζω. Ῥαπίδες: Κρηπῖδες· ἆρον τὸ κ, καὶ τρέψον τὸ η εἰς α. Ἢ ἀπὸ τοῦ ἀρπὶς ὀξυτόνου, μετὰ τοῦ ι, ὑπερθέσει καὶ συστολῇ χρονικῇ, ῥαπίς. Ῥάρος: Οἱ μὲν λέγουσιν ὄνομα τόπου· οἱ δὲ τὴν γαστέρα· ἐξ οὗ καὶ ῥαρίον λέγεται τὸ βρέφος. Οὕτως εὗρον τὸ λεξείδιον. Ῥά σφιν: Τὸ πλῆρες, ἄρα ΣΦΙΝ· πέπονθεν ἔκθλιψιν τοῦ α. Εὕρηται ἡ σφὶ ἀντωνυμία παρὰ τῷ ποιητῇ σὺν τῷ ν· Συρακούσιοι δὲ ψὶν λέγουσι· Λάκωνες, φίν. Ῥάχις: Ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ τοῦ ῥῆξις εἶναι, καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐωνύμων· ὡς δέ τινες, τράχις, διὰ τὴν τραχύτητα τῶν συνεστηκότων αὐτῇ κονδύλων· διὰ τοῦτο δὲ καὶ ἀκανθοτάτας ἐκ τούτων ἀποφύσεις εἶναι. Ἔστι δὲ καὶ ἐπὶ πέτρας καὶ ἐπὶ σώματος· καὶ ἐπὶ μὲν σώματος εἴρηται παρὰ τὸ τραχὺ, ὡς Εὐριπίδης ἐν Ἑκάβῃ ἄκανθαν εἶπε τὴν ῥάχιν· ἢ παρὰ τὸ ἐν αὐτῇ προσράσσειν πάντα τὰ πλευρά· ἐπὶ δὲ τῆς πέτρας, παρὰ τὸ ὀξέα τινὰ ἔχειν καὶ τραχέα. Κυρίως δὲ πᾶς ὁ πετρώδης αἰγιαλὸς ῥαχίας καλεῖται. Καὶ γῆ δέ τις ἐν τοῖς μετάλλοις οὕτω καλουμένη. Παρὰ δὲ Σοφοκλεῖ ῥαχία λέγεται ἡ τοῦ ὄρους· παρʼ ἑτέροις δὲ, ὁ σύνδενδρος τόπος εἴρηται ῥαχία παρὰ τὸ ῥάχει ἐοικέναι· ἢ παρὰ τὸ ῥάσσω· οὗ ὁ δεύτερος ἀόριστος ἔρραγον. Ῥάχος: Ἀρσενικῶς, ὁ σκόλοψ ὁ ἀκανθώδης· καὶ ἐπὶ τῆς ἀμπέλου, ἐπεὶ ἀποξύνεται ἐν τῷ ἀποτέμνεσθαι· καὶ ῥαγῶσαι, τὸ τέμνειν. Ῥεῖα διακρίνω: Λέγεται καὶ ῥέα· καὶ γίνεται παρὰ τὸ ῥέω, ῥέα· καὶ πλεονασμῷ τοῦ ι, ῥεῖα. Καὶ τί μετέχει; τὸ γὰρ εὐχερὲς ῥεύσει ἔοικεν. Ὡς παρὰ τὸ ἠρεμῶ ἠρέμα. Ῥεῖθρον: Παρὰ τὸ ῥέω, ῥέεθρον· καὶ κράσει, ῥεῖθρον. Σημαίνει δὲ δύο, τὸ ῥεῦμα, καὶ τὸν λιμένα, ἐν Ὀδυσσείᾳ. Ῥειώνη: Τὴν Ἥραν φησὶν Εὐφορίων. Ῥείτης: Ἐκ τοῦ ῥέω, ῥεΐτης· καὶ κατὰ συναίρεσιν ῥείτης· ἐξ οὗ τὸ βαθυρρείτης καὶ ἐϋρρείτης. Ῥειτός: Ἢ ῥῖτος. Ῥειτοὶ δὲ ποταμοί εἰσι δύο διὰ φάραγγος ὑπὸ γῆν ῥέοντες ἐν τῷ Θριασίῳ πλησίον Ἐλευσῖνος. Λέγει Ὦρος διὰ διφθόγγου ῥειτὸς, καὶ ὀξύνεται· ὁ δὲ Ἡρωδιανὸς, διὰ τοῦ ι ῥῖτος, καὶ βαρύνεται, ὡς σῖτος. Ῥηγνύμενον: Προσρησσόμενον, φθειρόμενον τὸ κῦμα, ἀπὸ τοῦ ῥήσσω· τοῦτο παρὰ τὸ ῥῶ, τὸ φθείρω· καὶ ῥηγνύω ῥηγνύσω, ῥηγνύσκω. Ῥηγμίν: Κυρίως ἐπὶ τοῦ προσρησσομένου τῇ γῇ ὕδατος, ὡς τὸ, ἁλὸς ῥηγμῖνα βαθεῖαν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ αἰγιαλοῦ, βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης· παρὰ τὸ ἐκεῖ ῥήσσεσθαι καὶ οἱονεὶ κεκλᾶσθαι τὰ κύματα. Ῥήγιον: Πόλις πλησίον Σικελίας· ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ, ῥαγέντος τοῦ τόπου ἐκείνου. Ῥῆγος: Τὸ πορφυροῦν περιβόλαιον· ῥέξαι γὰρ τὸ βάψαι, καὶ οἷον μεταποιῆσαι. Ὅτι δὲ ῥαγεῖς ἔλεγον τοὺς βαφεῖς, καὶ ῥέγος τὸ βάμμα, σαφὲς Ἀνακρέων ποιεῖ, ἁλιπόρφυρον ῥέγος· καὶ παρὰ Ἰβύκῳ, Ποικίλα ῥέγματα. Ῥαψῳδοὶ καὶ ῥαψῳδοῦντες: Οἱ τὰ Ὁμήρου ἔπη ἀπαγγέλλοντες ἐν τοῖς θεάτροις. Ῥαψῳδῆσαι οὖν ἐστιν ἤτοι τὸ φλυαρῆσαι, ἢ ἁπλῶς λαλεῖν καὶ ἀπαγγέλλειν, χωρὶς ἔργου τινός. Ῥήτωρ: Πόθεν ὠνόμασται; Ἢ ἀπὸ τοῦ ῥύδην λέγειν· ἢ ἀπὸ τοῦ συνηγορεῖν τῷ νόμῳ· ῥήτρα γὰρ κατὰ Δωριεῖς ὁ νόμος. Ῥῆμα: Ἀπὸ τοῦ ῥῶ, τὸ λέγω· ἔστι δὲ δευτέρας συζυγίας· ὁ μέλλων, ῥήσω· ἐξ οὗ ῥῆσις, καὶ ῥήτωρ, καὶ ῥητὴρ, Ἰλιάδος ιʹ, Μύθων τε ῥητῆρʼ ἔμεναι· ἀντὶ τοῦ διδάσκαλον τῶν ἐσομένων λόγων. Ῥήτρη: Ἡ ἐπὶ τοῖς ῥητοῖς συνθήκη. Ῥήτρα: Συνθήκη, ὁμολογία. Ταραντῖνοι δὲ, νόμον καὶ οἷον ψήφισμα· οἱ δὲ, σύγγραμμα. Καὶ ῥητροφύλακας, τοὺς συγγραμματοφύλακας. Ῥήτωρ: Παρὰ τὸ ῥῶ, τὸ λέγω. Ῥήτωρ καὶ ὁ τῷ δήμῳ συμβουλεύων τὰ συμφέροντα, καὶ ὁ ἐπὶ οἰκείοις λήμμασι σύμβουλος. Ῥηξήνορα: Τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνδρείᾳ, ἀνδρεῖον· ἢ τὸν ῥέξαι τὶ καὶ πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον. Ῥιγεδανῆς Ἑλένης: Ἰλιάδος γʹ. Παρὰ τὸ ῥῖγος, ῥιγεδανὸς, ὡς μῆκος μηκεδανός. Ῥίγησε: Ῥιγῶ· ὁ μέλλων, ῥιγήσω, συζυγίᾳ δευτέρᾳ, ἐπὶ τοῦ φοβοῦμαι, ὡς τὸ, Ῥίγησεν δʼ ὁ γέρων. ῥιγῶ δὲ ῥιγώσω, συζυγίᾳ τρίτῃ, ἐπὶ τοῦ ψύχους, ὡς τὸ, οὐκ ἐφάμην ῥιγωσέμεν. ἀντὶ τοῦ οὐχ ὑπέλαβον ῥιγῶσαι. Ἀμφότερα δὲ ἐκ τοῦ ῥῖγος γίνεται· τοῦτο ἀπὸ τοῦ φρίσσω φρίγος καὶ ῥῖγος· ὅθεν τὸ ι μακρόν· ἡ γὰρ ἀποβολὴ τοῦ φ ἔκτασιν πεποίηται τοῦ ι. Σημαίνει δὲ τὸν φόβον. Ἐκ δὲ τοῦ ῥῖγος, ῥίγιον τὸ κτητικόν· σημαίνει δὲ τὸ φρικῶδες καὶ χαλεπόν· ὅθεν καὶ ῥίγιστα, Ἰλιάδος εʹ, τὰ φρικτὰ καὶ χαλεπά. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου, τὸ μὲν ῥῖγος παροξύνεται· τὸ δὲ φρικτὸν ὀξύνεται. Ῥίζα: Διʼ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις· παρὰ τὸ ῥέειν διʼ αὐτῆς τὸ ζῆν· ἢ παρὰ τὸ ἵζω, τὸ κάθημαι, ἵζα καὶ ῥίζα, παρὰ τὸ προσιζάνειν ἐν τῇ γῇ· ἢ παρὰ τὸ ἔρα, ἡ γῆ, ἔριζά τις οὖσα, κατὰ ἀποβολὴν τοῦ ε. Ῥικνοῖσι: Ῥικνοῖσιν ἐπισκάζουσι πόδεσσιν· ἀντὶ τοῦ ἐφθαρμένοις. Καὶ, ἅψεα ῥικνά· μέλη τὰ ῥυτίδας ἔχοντα. Παρὰ τὸ τὸν ῥινὸν κατακεκνίσθαι, ἤγουν τὸ δέρμα φθείρεσθαι. Ῥίμφα: Σημαίνει τὸ ταχέως· παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχος. Ὡς παρὰ τὸ κρύπτω, κρύφα, οὕτω παρὰ τὸ ῥίπτω ῥίφα· καὶ πλεονασμῷ τοῦ μ, ῥίμφα. Ῥίν: Ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἀπὸ γὰρ τοῦ ῥέω γίνεται· ἐκ γὰρ τῆς ῥινὸς ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα τῆς κεφαλῆς. Ἀλλʼ ἡ παράδοσις διὰ τοῦ ι, ὡς δικατάληκτον. Ῥινός: Ῥινὸς ὑπὲρ πυμάτης. Ὧδε ἐπὶ τοῦ μυκτῆρος δέρματος· ἐπὶ δὲ τῆς ἀσπίδος, Σὺν δʼ ἔβαλον ῥινούς. Σημαίνει βύρσας, ἀσπίδας. Ῥινὸς, τὸ δέρμα, ἀπὸ τοῦ ῥίνη, ὅπερ ἐστὶν εἶδος ἰχθύος· ἢ παρὰ τὸ ῥίον, ὃ σημαίνει τὸ ἄκρον· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶ, καὶ οἱονεὶ ἐπιφάνεια τῆς σαρκός. Χοιροβοσκός· ὁ δὲ Ὦρος λέγει, ῥινὸς λέγεται, ὅτι διʼ αὐτοῦ ῥέουσιν οἱ ἱδρῶτες. Ῥινοτόρος: Σημαίνει τὸν διακόπτοντα καὶ τιτρώσκοντα τοὺς ῥινούς. Ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες. Ἡσίοδος ἐν Θεογονίᾳ, Ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτεν. Ἤγουν ἀφροσύνη τῷ θράσει συνεμίσγετο. Ῥίον: Τὸ ἀκρωτήριον· ἐπεὶ περιρρεῖται ὕδατι. Ἴσως δὲ καὶ ἐκ τοῦ ἀκρωτήριον γέγονε μείωσις, ἵνʼ αἱ τρεῖς πρῶται συλλαβαὶ ὦσιν ἀφῃρημέναι. Ἢ ὅριόν ἐστιν· ἐξ οὗ ἐστιν ὁρᾶν· καὶ γὰρ σκοπὴ λέγεται. Ῥίπες: Σημαίνει τὰ κατεσκευασμένα πλέγματα ἐκ τῆς οἰσύας· ἢ ψίαθοι· ἴσως ἀπὸ τοῦ ῥίπτεσθαι ἐν παντί. Καὶ ῥίπεα, πλέγμά τι ἐστὶν ἐκ λυγῶν. Ῥιπή: Παρὰ τὸ ῥίπτω ῥιπὴ, ἡ ῥιπτομένη. Τίθεται δὲ ἡ λέξις ἐπὶ βίας πνευμάτων. Ἔστι δὲ καὶ ὄνομα πόλεως, ὡς λέγει ὁ Χοιροβοσκὸς, παρὰ τῷ ποιητῇ, παρὰ τὸ ῥιπίζω· εὐρίπιστος γάρ ἐστιν ἡ πόλις. Σημαίνει δὲ καὶ φοράν. Ἀπὸ δὲ τοῦ ῥίπτω, ῥιπίζω· καὶ ἀπὸ τοῦ ῥίπτω, ῥιπτὴ καὶ ῥιπή. Ῥιπτάζων: Ῥίπτων. Παρὰ τὸ ῥίον τὸ ἀκρωτήριον ῥίπτω ἐστὶ, τὸ πετάζω, βαρύτονον· ῥιπτῶ δὲ τὸ ἐξουθενῶ, περισπώμενον· ἐξ οὗ καὶ τὸ, Ἐξελεξάμην παραρριπτεῖσθαι. Τὸ δὲ ῥίπτασκον οὐκ ἔστιν Ἰωνικόν· οὐδὲ γὰρ τῷ ε παραλήγεται· καὶ τινὲς μὲν φασὶν ἀπὸ ἐνεστῶτος αὐτὸ εἶναι· παρῆκται γὰρ ἀπὸ τοῦ ῥιπτάζω ῥιπτάσκω, ὡς φάζω φάσκω· ἢ συγκοπῇ Ἰωνικῇ, ῥιπτάζεσκον, ῥίπτασκον· τὸ δὲ ῥίπτω παράγωγόν ἐστιν ἀπὸ τοῦ ῥέπω. Ῥοιά: Τὰ εἰς α λήγοντα θηλυκὰ, εἰ μὲν τῷ ο παραλήγεται, παροξύνεται, οἷον χρόα, ῥόα, πόα· εἰ δὲ τῇ ΟΙ διφθόγγῳ, ὀξύνεται· οἷον, χροιὰ, ῥοιὰ, ποιά. Ῥοδωνία: Οἱ μὲν τὴν ῥοδέαν φασίν· οἱ δὲ, τὴν ῥοδοδάφνην· ἄλλοι δὲ εἶδος ἀμπέλου, τῆς ἐχούσης ξανθὴν σταφυλήν. Ῥόδος: Ἡ νῆσος· παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι δονεῖσθαι πρὶν φανῆναι τὴν νῆσον. Ῥόδον: Παρὰ τὸ ὄζω, ὄδον, καὶ ῥόδον κατὰ ἀντίφρασιν, τὸ μὴ ὄζον, ἀλλʼ εὔοσμον ὄν. Ῥόθος: Θόρυβος· καὶ ῥόθιον σημαίνει τὸ ὁρμητικόν. Ῥόθιον λέγεται καὶ τὸ κῦμα τὸ καταταχύνον τῇ ῥοῇ· Καὶ ἁπλῶς τὸ κῦμα, καὶ ἡ σφοδρὰ τῶν κωπῶν κίνησις· καὶ ὁ ἐκ τούτων ἦχος, παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον. Ῥοῖζος: Πεποιημένη φωνή· σημαίνει δὲ ῥύμην, ὁρμὴν, ἦχον. Ἀπὸ τοῦ τρίζω, γίνεται τρίζος· πλεονασμῷ τοῦ ο, τροῖζος· ἀποβολῇ τοῦ τ, ῥοῖζος. Ἢ ἀπὸ τοῦ πῦρ πυρὸς πυρίζω· καὶ συγκοπῇ, πρίζω· πλεονασμῷ τοῦ ο, προίζω· καὶ ἐξ αὐτοῦ προῖζος· καὶ ἀποβολῇ τοῦ π, ῥοῖζος· ὅθεν καὶ ῥοιζηδόν· καὶ ῥοίζησεν Ἰλιάδος κʹ, ἀντὶ τοῦ ποιὸν ἦχον ἀπετέλεσε, τουτέστι συριγμόν. Πεποιημένη δὲ ἡ λέξις. Ῥόπαλον: Παρὰ τὸ εἰς ἕτερον μέρος ῥέπειν· ἢ παρὰ τὴν ῥοπὴν καὶ τὸ ἀλοιᾶν, τὸ τύπτειν. Ῥομφαῖα: Παρὰ τὸ ῥέπω ῥοπὴ ῥοπαῖα καὶ ῥομφαῖα. Ῥοφῶ: Οἱ Ἀττικοὶ ῥόφω λέγουσι βαρυτόνως· οὐχ ὑγιῶς· ὁ γὰρ μέλλων, ῥοφήσω. Ἔστιν οὖν ῥοφῶ· οἱ δὲ Δωριεῖς, ῥυφῶ. Ῥοχθεῖ: Ῥοχθεῖ δὲ κῦμα. Πλεονασμῷ τοῦ χ, παρὰ τὸ ῥόθιον, ῥοθῶ ῥοθεῖ. Ἐν ἄλλοις δὲ σημαίνει τὸ πρὸς τὴν ξηρὰν ἀντικρούειν· ἴσως παρὰ τὸν ῥοῦν καὶ τὸν ἦχον, ῥοηχεῖ καὶ ῥοχθεῖ. Ἢ ἀπὸ τοῦ ῥέω ῥοχῶ, ὡς λέγω λοχῶ· καὶ πλεονασμῷ τοῦ θ, ῥοχθῶ, ὡς τὸ, ὑπὸ κύματι πέτραι ῥόχθεον. Ποιὰ φωνή ἐστι, Τὸ γὰρ ὕδωρ εἰς τὰ κοιλώματα τῶν πετρῶν εἰσιὸν δοκεῖ τινὰ ποιεῖν ἦχον, ῥὸχθ, ῥόχθ. Ῥῶ: Σημαίνει ἑπτά· τὸ λέγω· ἐξ οὗ καὶ ῥῆσις καὶ ῥῆμα, ὁ λόγος· ἀπὸ τοῦ ἔρρηκα· ὁ παθητικὸς, ἔρρημαι, τὸ ῥέω, ἐξ οὗ καὶ ῥεῖθρον· τὸ φθείρω, ἐξ οὗ καὶ ῥαῦς καὶ γραῦς, ἡ διεφθαρμένη· τὸ ὁρμῶ, ἐξ οὗ καὶ ῥώσασθαι, τὸ ὁρμῆσαι· τὸ σπεύδω, ἐξ οὗ καὶ ῥώσασθαι, τὸ σπουδάζειν· τὸ πράττω, ἐξ οὗ καὶ τὸ ῥέζω· τὸ ὑγιαίνω, ἐξ οὗ καὶ ῥώμη. Ῥωγὰς μεγάροιο: Παρὰ τὸ ῥήσσω ῥηγὰς καὶ ῥωγὰς, ὡς τὸ πτήσσειν, πτώσσειν· ῥωγάδες δὲ πέτραι εἰσί· καὶ τὴν ὀρσοθύραν ῥωγάδα καλοῦσιν, οἷον ἔκρηγμα οὖσαν καὶ διακοπὴν τοῦ τοίχου. Ζήτει εἰς τὸ ἀνὰ ῥωγάς. Καὶ ῥωγαλέον, τὸν διερρωγότα καὶ ἐσχισμένον. Ῥώμη: Ἐπὶ μὲν τῆς ὑγείας, παρὰ τὸ ῥῶ· οὗ ὁ παρακείμενος, ἔρρωμαι· ὁ μέλλων, ῥώσω· ῥηματικὸν ὄνομα, ῥώμη, ὡς γνώσω γνώμη. Ἐπὶ δὲ τῆς πόλεως, ἀπὸ Ῥώμου καὶ Ῥωμύλου τῶν Αἰνείου παίδων. Ὦρος. Ῥώξ: Ζῷον ἐστὶ μικρὸν, ῥαγὶ σταφυλῆς ὅμοιον· περιφερὲς γὰρ ἐστὶν, ὡς οἱ ἑωρακότες μοι εἶπον. Ὦρος. Παρὰ τὸ ῥήσσω ῥήξω ῥὴξ καὶ ῥὼξ ἔστι δὲ εἶδος σκορπίου. Ῥῶπες: Ὕλη καὶ ὑλώδη φυτά. Καὶ ῥωπογράφους, τοὺς τὰ τοιαῦτα ὑπογράφοντας. Καὶ τὸν κοῦφον φόρτον ῥῶπον λέγουσιν. Ὄθεν καὶ ῥώπια, τὰ οὐ στερέμνια· καὶ ῥωπήϊα, δρυμοὶ, φρύγανα, ἱμαντώδη φυτά. Ἀπὸ τοῦ ῥέπω ῥέψω· τροπῇ, ῥόψ· καὶ αὐξήσει, ῥὼψ, ὡς βλώψ· καὶ ῥῶπος, ὁ παντοδαπὸς φόρτος. Ῥωχμός: Ῥωχμὸς ἔην γαίης, Ἰλιάδος ψʹ· τόπος ἐστὶ κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος. Παρὰ τὸ ῥήσσω, ῥηγμός· καὶ μεταθέσει, ῥωχμός. Σημαίνει δὲ ῥῆξιν. Ῥυδόν: Ῥυδὸν ἀφνειοῖο. Ἄγαν πλουσίου· ἀπὸ τοῦ περιρρεῖν τὸν πλοῦτον. Ῥυηφενία: Σημαίνει ἡ λέξις τὸν πλοῦτον· καὶ ῥυηφενέων ἀνδρῶν, τῶν πλουσίων· παρὰ τὸ ῥυῆναι τὸν ἄφενον. Σύγκειται δὲ ἡ λέξις παρὰ τὸ ῥύδην καὶ ἄφενος, τουτέστι τὴν τοῦ πλουσίου ῥύσιν. Ῥυθμός: Τῇ τῆς κινήσεως τάξει ῥυθμὸς ὠνόμασται· ῥύμῃ γὰρ ὅμοιον ὑποποιεῖ· ὁ δὲ Ὦρος, ἀπὸ τοῦ ῥύω ῥύσω· ῥηματικὸν ὄνομα, ῥυσμός· καὶ τροπῇ τοῦ σ εἰς θ. Ἢ ἐκ τοῦ ἐρύω, τὸ ἑλκύω, ἐρυσμός· καὶ ἀφαιρέσει τοῦ ε, καὶ τροπῇ, ῥυθμός· καὶ ῥυθμίζει, ἀντὶ τοῦ διατυποῖ, κανονίζει, εὐθύνει. Ῥυμβόνες: Εἰσὶν αἱ εἰλήσεις καὶ κινήσεις τῆς σπείρας, οἱονεὶ τὰς κοτυλώδεις καμπάς· Ῥύμβονας ἀζαλέῃσιν ἐπηρεφέας βολίδεσσιν. Ἀπολλώνιος. Ῥυμβός: Ῥύω ἔστι ῥῆμα· ἀφʼ οὗ ῥύσις καὶ ῥυτὸς καὶ ῥυσμός· εἶτʼ ἐλλείψει τοῦ σ, καὶ πλεονασμῷ τοῦ β, ῥυμβός. Ῥύμβωι: Ῥύμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται. Μυστικῷ σανιδίῳ, ὃ στρέφουσιν εἰς τὸν ἀέρα, καὶ ἦχον ἐμποιοῦσι. Ῥύμβος δὲ καὶ ῥόμβος διχῶς λέγεται. Ἔστι δὲ τροχίσκιον, ὃ τύπτοντες ἱμᾶσι καὶ στρέφοντες, ποιοῦσι περιδινεῖσθαι καὶ ψόφον ἀποτελεῖν. Ῥύμβον δὲ αὐτὸν Εὔπολις εἶπε. Καλεῖται δὲ καὶ βρυτήρ. Ῥύμη: Ῥέω ἔστι ῥῆμα· καὶ ῥύω ῥύσω ῥύμη· τὸ δὲ ῥύω παρὰ τὸ λύω, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον. Ῥυμός: Τὸ μεταξὺ κατὰ μῆκος ξύλον τοῦ ἅρματος, ἤγουν τὸ προσηρτημένον τῷ ζυγῷ ὀρθὸν ξύλον. Παρὰ τὸ ἐρύω ἐρύσω, ῥηματικὸν ὄνομα, ἐρυσμός· καὶ ἀποβολῇ τοῦ ε καὶ σ, ῥυμός. Ῥυσμός: Εἰκὼν, ἰδέα, σχῆμα· Διονύσιος ὁ περιηγητὴς, Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει. Ῥύπος: Παρὰ τὸ χροῦς καὶ τὴν ὑπὼν μετοχὴν, ὁ ὑπὼν τῷ χροΐ. Ῥύσια: Ἐνεχυράσματα σωτηρίας. Ῥύσιʼ ἐλαυνόμενος, Ἰλιάδος λʹ, ἀντὶ τοῦ ἐνέχυρα, τὰ ἀντὶ τινῶν ἑλκόμενα, ἅπερ ἀντὶ τῶν ἡρπασμένων ἁρπάζονται. Λέγεται δὲ ῥύσια καὶ τὰ ὑπὲρ ὑγείας καὶ εὐτυχίας εὐχαριστήρια, παρὰ τὸ ῥύεσθαι, ὡς παρὰ Διονυσίῳ τῷ περιηγητῇ, Ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι. Ῥυσός: Παρὰ τὸν ἐρύσω μέλλοντα, ὁ συνελκυσμένος τὴν σάρκα καὶ ῥυτιδῶν. Ῥυσαί: Αἱ ἀπογεγηρακυῖαι καὶ ῥυτίδας ἔχουσαι· ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρματος συστροφαί. Παρὰ τὸ ἐρύω, ἐρυτὶς καὶ ῥυτὶς, ἡ συνελκυσμένη σάρξ. Ῥυστάζειν: Τὸ μετὰ βίας ἕλκειν· παρὰ τὸ ἐρύω ἢ ῥύω· καὶ πλεονασμῷ, ῥυστάζειν. Ἔστι δὲ τὸ μετὰ βίας καὶ ἀνάγκης ἕλκειν καὶ μίγνυσθαι γυναικί. Καὶ Λυκόφρων ῥυσταγμάτων λέγει. Ῥυτήρ: Ἑλκυστήρ. Ἀπὸ τοῦ ἐρύω ἐρυτήρ· καὶ ἀποβολῇ τοῦ ε. Ἰλιάδος πʹ, ἐν δὲ ῥυτῆρσι τάνυσθεν, χαλινοῖς· παρὰ τὸ ἐρύειν, ὅ ἐστιν ἑλκύειν. Ῥυτοῖς: Μεγάλοις, ἑλκυστοῖς, ἢ κυλιστοῖς· ἀπὸ τοῦ ἐρύω. Καὶ, ῥυτοῖσι λάεσσι, τοῖς ἑλκυστοῖς λίθοις διὰ τὸ μέγεθος. Ῥυτήρ: Ὁ ἱμάς· κυρίως καὶ τὰ ἡνία, παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἐποχουμένους, ὅπερ ἐστὶ σώζειν.