ψ.ψῖ τὸ στοιχεῖον, ὅτι συριγμὸν ἔχει αὐτοῦ ἡ ἐκφώνησις· καὶ ὅτι ὁ συριγμὸς οὐκ ἔστι τὶ, ἢ μόνον ΨΙ. Ἄλλοι δὲ, ὅτι ἑνὸς ψαύει χρόνου, διπλοῦν ὄν. Ψακάς: Ὄνομα αὐλητρίδος· οὕτως δὲ ἐκαλεῖτο, ἐπειδὴ ἀπὸ πότων θᾶττον ἀπέτρεχε, πρὸς ὀλίγον παραμένουσα. Ψακὰς γὰρ ἡ ῥανίς· καὶ ψακάζει, ῥαίνει. Ψαλάξεις: Παρὰ Λυκόφρονι, κρούσεις, ψηλαφήσεις, καὶ ἄνευ σίτου κιθαρίσεις. Ψάλλειν: Ἐπὶ τῶν χορδῶν τῆς λύρας· παρὰ τὸ ψῶ, τὸ προσεγγίζω· οὗ παράγωγον ψαύω, ὁμοίως· τῇ γὰρ κιθάρᾳ προσεγγίζοντες ἔψαλλον· παρὰ τὸ διὰ δακτύλων ἐπιψαύειν αὐτῶν. Ψαλμός: Ὄνομα ἁπλοῦν προσηγορικόν· λέγεται γὰρ καὶ ᾠδή. Παρὰ τὸ ψάλλω, ψαλῶ, ἔψαλκα, ἔψαλμαι, ψαλμὸς, ὡς τίλλω, τιλῶ, τέτιλκα, τέτιλμαι, τιλμός. Καὶ ὤφειλεν εἶναι ἐψαλμός· ἀλλὰ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλει τοῖς ἰδίοις ἐνεστῶσι, καὶ φυλάττειν τὸ χαρακτηριστικὸν σύμφωνον ἐξ ὧν καὶ ἐγένετο. Ὀξύνεται· τὰ εἰς ΜΟΣ προσηγορικὰ, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν, ὀξύνεται, οἷον ὀφθαλμὸς ἰνδαλμός. Σεσημείωται τὸ ὄλμος βαρύτονον, ὃ σημαίνει τὴν ἴγδην· ἔστι δὲ καὶ λίθος περιφερὴς, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά· καὶ ποτηρίου εἶδος, καὶ μέρος τῶν αὐλῶν. Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι συνωνύμου. Λέγεται γὰρ ὁ ψαλμὸς, ὕμνος, καὶ ᾠδὴ, καὶ αἶνος. Ψαλμωιδός: Ἐκ τοῦ ἀείδω γίνεται ψαλμοαοιδός· καὶ συγκοπῇ καὶ κράσει, ψαλμῳδός. Ψαλτήριον: Παρὰ τὸ τὰ ψαλλόμενα τηρεῖν. Τὸ ΤΗ, η· παρὰ τὸ οὐρῶ, τὸ φυλάττω, πλεονασμῷ τοῦ τ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρόν. Ψάμαθος: Ἡ παραθαλάττιος ἄμμος. Παρὰ τὸ ψαύεσθαι ὑπὸ τῆς θαλάσσης, ψάμμος· καὶ ἀποβολῇ, ἄμμος. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἄμμος λέγει ψάμμος. ψᾶρες ψαρῶν. Δύο μόνα εἰσὶν εἰς ΑΡ ὀνόματα, Ψὰρ καὶ Κάρ· ἅπερ προσθέσει τοῦ ΟΣ κλίνεται. Ἔστι δὲ καὶ ψαρὸς ἡ εὐθεῖα. Ψαυκροπόδης: Ἐπίθετον τοῦ Ἀρίονος ἵππου· εἴρηται διὰ τὴν ταχύτητα καὶ κουφότητα· παρὰ τὸ ψαύειν ἄκροις ποσὶ τῆς γῆς κατὰ δρόμον. Ψαφαρός: Αὐχμηρὸς καὶ κακόχρους, παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς· καὶ ψαφαρὴ ὁμοίως, λεπτὴ καὶ αὐχμηρά. Ψαθαρόν: Ἁπαλόν. Ψεδνός: Ἀραιὸς, μαδαρός· σημαίνει δὲ τὸν φαλακρὸν καὶ ψιλὸν τὴν τρίχα· Ἰλιάδος βʹ, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη· καὶ ψηνὸς, ὁ φαλακρὸς παρὰ Σιμωνίδῃ. Ἔστι ψῶ· σημαίνει δὲ ἀπό τινος μείζονος οὐσίας εἰς ἐλάχιστον καὶ μικρὸν μέρος καθιστῶ· οὗ ὁ μέλλων, ψήσω· ῥηματικὸν ὄνομα, ψηνός· καὶ ὁ πλεονασμὸς τοῦ συμφώνου τὴν φύσει μακρὰν μεταβάλλει εἰς θέσει, ὡς πένης πενιχρὸς, καὶ μῆκος μακρός. Ψεδνὸς οὖν παρὰ τὸ ἐψῆσθαι· ἢ παρὰ τὸ ψῶ, τὸ λεπτύνω, ἐξ οὗ καὶ ψέω, ψεδινὸς καὶ ψεδνός· ἐκ τούτου τοῦ ψῶ, καὶ ψωμὸς, μέρος τι τοῦ ἄρτου· ὁ γὰρ ἄρτος ὁλόκληρός ἐστι. Ψῶ καὶ ψίω, τὸ λεπτύνω· καὶ ψιάω· ἐξ οὗ καὶ ψιάς. Διαφέρει δέ· σημαίνει γὰρ τὸ παράγωγον ῥῆμα ἐλάττονά τινα οὐσίαν οὑτινοσοῦν ὑποκειμένου· τοιοῦτον γὰρ ἐστὶ καὶ τὸ ψαύω καὶ τὸ ψάλλω καὶ ψίω· τό τε γὰρ ψάλλειν τὸ ἥττονα τῷ πλήκτρῳ παίειν σημαίνει· καὶ τὸ ψαύειν, ἧττον τοῦ καθάπτεσθαι. Ὁμοίως καὶ τὸ ψήχειν. Οὕτως οὖν καὶ τὸ ψίειν, οὗ προκατάρχει τὸ ψῶ· ἀφʼ οὗ ὁ ψωμὸς, τὸ ἔλαττον παρὰ τὸν ἄρτον, παρʼ Ὁμήρῳ. Ψεῦδος: Παρὰ τὸ ψεύδω ἢ φεύγω, φεῦγος καὶ ψεῦδος, ὃ πάντες φεύγομεν. Ἢ παρὰ τὸ φείδω φεῖδος· καὶ τροπῇ, ψεῦδος. Ἢ παρὰ τὸ εἴδω, τὸ βλέπω, κατὰ ἀντίφρασιν. ψευδής ψευδοῦς ὀξύνεται, διότι κλίνεται διὰ τοῦ ΟΥΣ· τὰ γὰρ εἰς ΔΗΣ δισύλλαβα μὴ κλινόμενα εἰς ΟΥΣ βαρύνεται· οἷον, μένδης, γράδης, ᾅδης. Ψηλαφῶ: Ἡ μεταφορὰ τῆς λέξεως ἀπὸ τῶν μήλων· καὶ δῆλον τὸ σημαινόμενον· μῆλα γὰρ τὰ πρόβατα. Μηλαφῶ οὖν, τὸ τῶν μήλων ἐφάπτομαι· καὶ τροπῇ τοῦ μ εἰς ψ. Ἢ παρὰ τὸ ψῶ, τὸ προσεγγίζω, καὶ τὸ ἁφῶ, τὸ ψηλαφῶ, ψηαφῶ· καὶ πλεονασμῷ τοῦ λ, ψηλαφῶ. Ψηνός: Εἰς τὸ ψεδνός. Ψηφῖδες: Αἱ μικραὶ λιθάδες καὶ λεπταὶ, Ἰλιάδος φʹ. Ἐκ τοῦ ψῆφος. Τοῦτο παρὰ τὸ ψῶ, τὸ προσεγγίζω. Ἔστι δὲ κρίσις, ἀπόφασις, διαλαλιὰ, λόγος. Ψῆνες: Αἱ μικραὶ μυῖαι· ἐξ οὗ καὶ προεψηνισμένος. Καὶ ψῆνας λέγουσι τὸ σπέρμα τῶν φοινίκων. Ψήγματα: Μικρὰ κομμάτια. Ψῆγμα: Τὸ κατὰ μικρὸν στάζον· ἐξ οὗ καὶ λῴδιον. Ψεφενὸς καὶ ψεφηνὸς ἀνὴρ, σκοτεινὸς, οὐκ ἐπιφανής· ψέφος γὰρ τὸ σκότος· φησὶ Πίνδαρος Ἀριστοκλεῖ. Ψιλός: Ὁ ἀδύνατος· παρὰ τὸ ψῶ· ὅθεν καὶ καταψῶ· οὗ πᾶν ἀπέψισται καὶ ἀφῄρηται. Ἢ παρὰ τὸ ψίω, τὸ ἅπτομαι, ψιλὸς, ψιλή· εὐχερῶς γὰρ ἅπτεταί τις τοῦ ψιλοῦ. Καὶ ψιλὴν ἄροσιν, τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι καὶ ἀροῦσθαι ἐπιτηδείαν. Ψαίρειν: Τὸ ἀσθενῶς τὶ ποιεῖν. Ψαιστά: Πόπανα, πλατύματα τινὰ στρογγύλα στέατος εἰς θυσίαν γινόμενα. Ψήχειν: Καταμάσσειν, τρίβειν, ξύειν. Ψώχοντες: Θρύπτοντες, λεπτύνοντες. Ψιάδες: Ψεκάδες, δρόσοι· πασιάδες τινὲς οὖσαι, παρὰ τὴν παῦσιν. Ὁ δὲ Ἡρωδιανὸς, ψεκάδες καὶ ψιάδες, ἀποβολῇ καὶ μεταθέσει· ὁ δὲ Φιλόξενος, ἔστι ψῶ ῥῆμα· παράγωγον, ψίω, τὸ λεπτύνω καὶ ἐλαττῶ· ἀφʼ οὗ ψιὰς, ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις. Ὡς λάμπω λαμπὰς, ἴλλω ἰλλὰς, οὕτω ψίω ψιὰς, ἡ κατʼ ὀλίγον κατερχομένη δρόσος. Οἱ δὲ, παρὰ τὸ ψίσω, τὸ ποτίσω. ψίθυρ ψίθυρος, παρὰ τὸ ψύθος. Λέγεται καὶ ψίθυρος ψιθύρου. Καὶ ψιθυρίζω, τὸ τῇ φωνῇ λεπτολογῶ· παρὰ τὸ ψίω καὶ τὸ θύρα, ὃ σημαίνει περιφραστικῶς τὰ χείλη. Ἐκ τούτου καὶ ψιθυρισμὸς, ἡ λεπτὴ φωνή. Τινὲς δὲ τὸ ψιθυρίζειν ὠνοματοπεποιῆσθαι φασὶν, ὡς τὸ κρίκε καὶ σίζεν, ἀπὸ τοῦ τελουμένου ἤχου ὑποφυσῶντος τοῦ ἀνέμου· οἷον, Ἡδύ τι τὸ ψιθύρισμα τῶν δένδρων ἠκούετο· ὅθεν κυρίως ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνουσιν, ἐγκειμένου τοῦ ψύθους. Καλλίμαχος, Σκύλλα γυνὴ κατακάσα, καὶ οὐ ψύθος οὔνομʼ ἔχουσα. Ψίξ: Παρὰ τὸ ψίχω, τὸ ἐμβρωματίζω. Ψολόεντα κεραυνόν: Τὸν ἅμα τῷ ψαῦσαι ὀλλύντα, τὸν ὀξέως φερόμενον. Ψύδραξ: Οἱ Ἴωνες ψύδρακας λέγουσι τὰς ποικίλας· ὅθεν καὶ ἡμεῖς ψύδρακας καλοῦμεν τὰ ἐπὶ τοῦ σώματος ἐξανθήματα. Ψύθος: Τὸ ψεῦδος· ἐκβολῇ τοῦ ε, ψῦδος· καὶ τροπῇ τοῦ δ εἰς θ, ψύθος. Ψύη: Παρὰ τὸ ψαύω, ἡ ἐπιψαύουσα σὰρξ καὶ ἐξ ἐπιπολῆς οὖσα τοῖς ὀστέοις· ἢ παρὰ τὸ ξύω ξύη κατὰ ἀντίφρασιν, ἣν εὐχερῶς κνῆσαι οὐ δυνάμεθα. Ἢ παρὰ τὸ ὀπίσω, κράσει τοῦ ΠΣ, γίνεται ὀψύη ἐξ αὐτοῦ· καὶ ἀποβολῇ τοῦ ο, ψύη, ἡ ὀπίσω ἄγουσα. Ψυχαγώγιον: Ὅπου τὸ ὕδωρ ἀνιμηθὲν ταμιεύεται πρὸς τὴν ἔνδειαν τῶν χωρίων· ἢ αἱ θυρίδες τῶν μετάλλων αἱ πρὸς τὸ ἀναψύχειν γινόμεναι. Ἢ ὄνομα τόπου, ἐφʼ οὗ οἱ μάντεις ἀπὸ ψυχῶν μαντευόμενοι ἀναφέρουσι τὰς ψυχὰς τῶν νεκρῶν. Ψυχάζειν: Τὸ ἀναψυχὴν λαμβάνειν ἐκ πνεύματος. Ψύχω: Σημαίνει δύο· τὸ ζωοποιῶ, ἐξ οὗ καὶ ψυχή· καὶ τὸ φυσῶ, ἐξ οὗ Ἰλιάδος υʹ, Ἦκα μάλα ψύξασα· ἀντὶ τοῦ φυσήσασα. Ψυχή: Παρὰ τὸ ψύχος, ὃ ἔστι πνεῦμα. Ὅμηρος, Ψύχεος ἱμείρων· ἀντὶ τοῦ πνεύματος, ἐπὶ τῷ Ἐλπήνορι· πνεῦμα δὲ καὶ ἡ ψυχή. Ἢ παρὰ τὸ ψύχω, τὸ ζωογονῶ, φυσιοχή τις οὖσα, ἡ τὴν φύσιν συνέχουσα. Ἔστι δὲ ὄνομα προσηγορικόν· καὶ σημαίνει δύο· τὴν ψυχὴν, ὡς τὸ, ψυχὴ δʼ ἐκ ῥεθέων· σημαίνει καὶ τὸ αἷμα, ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν Ἔσσυτʼ. Ψυχρός: Παρὰ τὸ ψύχος ψυχηρός· καὶ συγκοπῇ, ψυχρός. Ψῶα καὶ Ψῶζα: Ἀμφότερα τὴν δυσωδίαν σημαίνει. Ἅρπυιαι ἄτλητον ἐπὶ ψῶαν πνείεσκον. Ψωλή: Παρὰ τὸ ἐμφυσᾶσθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισίων, ὅτι καὶ φύσει φυσώδης ἐστί. Ψωμός: Παρὰ τὸ ψήχεσθαι ὑπὸ τῶν ὀδόντων καὶ τριβέσθαι· καὶ τὰ ψαιστὰ, ὁμοίως. Ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ ψῶ, τὸ λεπτύνω· δηλοῖ γὰρ αὐτοῦ τοῦ εὐτελοῦς τὸ ἐλάχιστον. Καὶ ψώρα ὁμοίως, παρὰ τὸ ψῶ· οὗ παράγωγον, ψαύω· ἐπειδὴ οἱ τῷ πάθει ἐνεχόμενοι τούτῳ πολλὴν ἔχουσιν ὁρμὴν πρὸς τὸ ψᾶν τε καὶ κνήθειν τὰ πεπονθότα τοῦ σώματος μέρη. Τὸ δὲ ψῶ σημαίνει τέσσαρα· ψῶ γὰρ, τὸ ἅπτομαι, ἐξ οὗ καὶ ψώρα, παρὰ τὸ ἅπτεσθαι καὶ κνήθειν τὰ πεπονθότα μέρη τοῦ σώματος· ψῶ, τὸ λεπτύνω καὶ σμικρύνω, ἐξ οὗ καὶ ψιλὸς στρατιώτης, ὁ ἄοπλος καὶ γυμνός· τὸ κόπτω, ἐξ οὗ καὶ ψωμὸς, ὁ εἰς μικρὰ κεκομμένος· ψῶ, τὸ καίω, ἐξ οὗ καὶ ψωλὸς, ὁ κεκαυμένος δαλός.