π.πῖ τὸ στοιχεῖον, παρὰ τὸ παίω· ὁ γὰρ τούτου φθόγγος ὡσεὶ παίοντος καὶ κρούοντος ἦχος ἐστί. Πᾶα: Τὸ πᾶα, ὡς λέγει Ἡρωδιανὸς Περὶ Παθῶν, ἀπὸ τοῦ πᾶσα γίνεται. παγασαῖος λέγεται ὁ Ἀπόλλων ἀπὸ Παγάσης. Ἔστι δὲ τόπος τῆς Θεσσαλίας καὶ πόλις, παρὰ τὸ ἐκεῖ τὴν Ἀργὼ πεπῆχθαι. Ἡσίοδος ἐν Ἀσπίδι, Πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου. Παγίς: Παρὰ τὸ πήσσω, τὸ πηγνύω, πηγὶς καὶ παγίς. Λέγεται καὶ πάγη δίκτυον ἢ θηρατικὸν ὄργανον τετράγωνον. Παγιωθείς: Ἑδραιωθεὶς, βεβαιωθείς· ἀπὸ τοῦ παγιῶ· τοῦτο, παρὰ τὸ πάγιος· τοῦτο, παρὰ τὸ πήσσω, πήξω· ὅθεν καὶ τὸ ἐπάγην· καὶ ἡ μετοχὴ, παγείς. Ἐκ τοῦ ἔπαγον γίνεται πάγιος, ὁ πεπηγμένος. Πάγουροι: Οἱ καρκίνοι· παρὰ τὸ οὐρεῖν καὶ φυλάττεσθαι ἐν τοῖς πάγοις. Πάγοι δέ εἰσιν οἱ κρημνώδεις τόποι, παρὰ τὸ πεπῆχθαι εἰς ὕψος. Καταστρέφει δὲ εἰς τὸ διατρίβειν ἐν τοῖς πάγοις, ὡς τὸ, δυσκηδέα νύκτα φυλάξω· ἀντὶ τοῦ διατρίψω. Πάγχυ: Τὸ παντελῶς σημαίνει· γίνεται δὲ παρὰ τὸ πάνυ, κατὰ πλεονασμὸν τοῦ χ. Παγκρατιαστής: Ἀθλητὴς, πύκτης· καὶ πυγμὴ, ἀγὼν καὶ ἄθλησις. Παλαιός: Παρὰ τὸ πάλαι ἐπίρρημα· καὶ παλαιὸν, παρὰ τὸ ἔκπαλαι εἶναι. Τὰ δὲ εἰς ΑΙ λήγοντα ἐπιρρήματα, ὧν σχετλιαστικά εἰσι τὰ πλείω, διὰ τῆς ΑΙ διφθόγγου γράφεται, παπαὶ, βαβαὶ, οὐαί. Οὕτως οὖν καὶ πάλαι. Τὸ ΛΑΙ, βραχύ. Διατί; Ἰστέον γὰρ, ὅτι ἡ ΑΙ καὶ ΟΙ δίφθογγος ἐν τοῖς εὐκτικοῖς καὶ ἐν τοῖς ἐπιρρήμασι τέλειαι λογίζονται μακραὶ, πλὴν τοῦ πάλαι· ἐξ οὗ καὶ τὸ πρόπαλαι καὶ ἔκπαλαι. Παλαιφάτου: Παλαιφαμένης, ἀντὶ τοῦ τῆς πάλαι τετμημένης δρυός· ἢ τῆς ἐκ παλαιῶν χρόνων πεφημισμένης, ὡς ἀνθρώπων γεννητικῆς ὑπαρχούσης· μυθολογεῖται γὰρ, ὅτι οἱ πάλαι ἄνθρωποι ἐκ δρυῶν καὶ λίθων ἐγένοντο· οἷον, Οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου. Παλαίμων: Ἐκ τοῦ πάλη ὃ σημαίνει τὴν παλαίστραν γίνεται καὶ τοῦ αἴμων, τουτέστιν ὁ ἔμπειρος τῆς παλαιστικῆς. Παλαίω: Παρὰ τὸ πάλλω, τὸ σείω· ἢ ἀπὸ τῆς παλάμης. Παλαιστίνη: Ἀπὸ τοῦ πάλαι ἐπιρρήματος. Παλαιστή: Σημαίνει τὴν τῶν τεσσάρων δακτύλων ὀρδινιαίαν σύνθεσιν, πελαστή τις οὖσα· ὅτι πέλας συνάγει τὰ ὀστᾶ, τουτέστι πλησίον ποιεῖ τοὺς δακτύλους. Παρὰ τὸ πελάζειν οὖν τὰ ὀστᾶ, παλαιστή. Ἔστι δὲ τετραδάκτυλον μέτρον. Λέγεται καὶ δόχμη, ὅτι πλαγίᾳ τῇ χειρὶ μετροῦμεν. Ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸν λιχανὸν ἄκρον δακτύλους δέκα· ἡ δὲ σπιθαμὴ ἔχει δόχμας τρεῖς, οἷον παλαιστὰς τρεῖς, δακτύλους δὲ δώδεκα, ὡς ἐχούσης τῆς δόχμης δακτύλους τρεῖς· ὁμοίως καὶ τῆς παλαιστῆς. Ἀπὸ δὲ τοῦ μικροῦ δακτύλου διϊσταμένων τῶν δακτύλων ἕως τοῦ ἀντίχειρος, λέγεται σπιθαμὴ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν, διὰ τὸν ἀποσπασμὸν τὸν ἀπὸ τοῦ μεγάλου δακτύλου τοῦ ἀντίχειρος, πρὸς τὸ τοῦ μικροῦ ἄκρον· ὡς δὲ Χρύσιππος, διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα. Καὶ παλαιστὰς ἐν τῷ ληʹ ψαλμῷ ἀντὶ τοῦ μετρητάς. Γίνεται ἀπὸ τοῦ παλαίω. Παλάμη: Ἐκ τοῦ πάλλω, τὸ κινῶ· ὁ παθητικὸς παρακείμενος, πέπαλμαι· καὶ ἐξ αὐτοῦ παλάμη, διʼ ἧς ἡ χεὶρ κινεῖται. Εἰς τὸ παλιμπετές. Παλαμναῖος: Ὁ τοὺς αὐτοχειρὶ φονεύσαντας τιμωρούμενος, Ζεὺς παλαμναῖος. Λέγεται καὶ ἐν Χαλκίδι καὶ ἀσπὶς δέ τις τῶν θηρίων παλαμναία καλουμένη. Καὶ ὁ ἐχθρὸς δὲ καὶ πολέμιος παλαμναῖος καλεῖται, ὁ διὰ χειρῶν καταγωνιζόμενος τὴν μάχην, παρὰ τὴν παλάμην. ΠΑΛΑμναῖος, φονεὺς, ἀντίθετος τῷ θεῷ, μεμιασμένος, πικρὸς, φόνιος, σοβαρός. Παλαμᾶσθαι γὰρ οἱ Ἀττικοὶ τὸ διὰ χειρὸς ἐργάζεσθαι. Γίνεται πάλαμνος, καὶ παλαμναῖος ἐξ αὐτοῦ. Παγγενῆ: Ἐπίρρημα μεσότητος· μετεβλήθη δὲ ἐξ αἰτιατικῆς πτώσεως εἰς ἐπίρρημα· ὁ παγγενὴς, τοῦ παγγενοῦς, τὸν παγγενῆ· παρὰ τὸ πᾶν καὶ τὸ γένος. Πάλη: Ἀπὸ τῆς Παλαίστρας θυγατρὸς Πανδόκου οἰκοῦντος ἐν τριόδῳ, καὶ τοὺς καταγομένους παρʼ αὐτῷ ἀναιροῦντος· ὃν Ἑρμῆς καταχθεὶς ἐφόνευσεν ὑποθήκῃ τῆς Παλαίστρας· ἀφʼ οὗ καὶ τὰ τῶν ξένων καταγώγια πανδοκεῖα λέγουσιν. Ἢ ἀπὸ τῆς κόνεως, ᾗ χρῶνται οἱ ἀγωνιζόμενοι. Πάλιν δὲ μεταφορικῶς ἀπὸ τῶν πυρίνων ἀλεύρων ἢ κριθίνων. Οὕτω γὰρ καλοῦσι τὴν διαλυομένην γῆν. Καὶ Ὅμηρος, ἐπάλυνε, διέλυσε καὶ ἔθρυψε· χαύνην γὰρ αὐτὴν ἀπὸ τῆς χιόνος συμβαίνει γίνεσθαι. Ἢ ἀπὸ τοῦ παλεύειν, τὸ θηρᾶν, τι τῶν τοῦ ἀντιπάλου μερῶν, διʼ οὗ δυνήσεται αὐτὸν ἀνατρέψαι. Τινὲς δὲ ἀπὸ τοῦ βάλλειν καὶ ὡσανεὶ μεσολαβεῖν, βάλην τινὰ οὖσαν. Παλάσσετο δʼ αἵματι θώρηξ, Ἰλιάδος εʹ, ἀντὶ τοῦ ἐμολύνετο, ἐβρέχετο. Ἀπὸ τοῦ πάλλω, τὸ βρέχω, γίνεται παλάσσω· σημαίνει τὸ μολύνω. Τὸ δὲ πάλλω, παρὰ τὸ ἅλλω, τὸ πηδῶ· ἐν γὰρ τῇ βροχῇ ἅλλονται τὰ ἐκ τῆς γῆς ὕδατα. Πάλη: Ἤτοι ἀπὸ τῶν παλμῶν, ἢ ἀπὸ τοῦ πάλλεσθαι τὸ σῶμα, ἢ ἀπὸ τοῦ καταπάσσεσθαι τὸ σῶμα τῇ κόνει. Πάλιν: Σημαίνει τρία· τὸ εἰς τοὐπίσω, ὡς τὸ, Χειρὶ πάλιν ἐρύσασʼ· καὶ τὸ ἐκ δευτέρου, ὡς τὸ, Οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμός. Σημαίνει καὶ τὸ ἐξεναντίας, ὡς τὸ, Οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, οὐδὲ πάλιν ἐρέει. Παλίσκιον: Τὸ ὑποσκιαζόμενον ὑπʼ ἄλλου. Παλινάγρετον: Παλισύλλεκτον, εἰς τοὐπίσω ληπτόν· ἐξ οὗ ψευδὲς, ἢ μεταμελητόν. Παλίνορσος: Παρὰ τὸ ὄρω γίνεται ῥηματικὸν ὄνομα ὀρτὸς, καὶ παλίνορτος. Ἐχρῆν διὰ τοῦ τ γράφεσθαι, οὐχὶ διὰ τοῦ σ· ἵνʼ ᾖ, ὁ πάλιν ἀνωρμημένος. Σημαίνει δὲ τὸ ὀπισθόρμητος. Ἐκ τοῦ πάλιν, τοῦ σημαίνοντος τὸ εἰς τοὐπίσω, καὶ τοῦ ὄρσω Αἰολικοῦ μέλλοντος. Παλινορμένω: Ἰλιάδος λʹ. Τυραννίων δύο μέρη λόγου ποιεῖ· ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται, καὶ Ἀρίσταρχος, ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντες, ὡς παλιμπλαγχθέντες καὶ εὐρυκρείων. Σημαίνει δὲ τὸ ὑποστρέψαντες καὶ παλινδρομήσαντες. Κρεῖττον δὲ τὸ πρῶτον. Παλινωιδία: Ὠιδὴ τῇ προτέρᾳ ἐναντία· ἢ δόγμα ἀνόμοιον τοῖς πρῴην· οἷον, Ἀλλὰ πειράθητι κατὰ Στησίχορον παλινῳδίαν, ᾆσαι. παλίωξις λέγεται, ὅταν οἱ διωκόμενοι εἰς τοὐπίσω στραφέντες τοὺς πρῴην διώκοντας ἐλαύνωσι. Γίνεται ἐκ τοῦ πάλιν καὶ τοῦ δίωξις, παλινδίωξις· κατὰ ἀποβολὴν τοῦ ν καὶ τοῦ δ, καὶ κράσει τῶν δύο ΙΙ εἰς ι μακρὸν, παλίωξις. Σημαίνει δὲ τὴν ἐκ δευτέρου δίωξιν καὶ φυγὴν τοῖς ἐναντίοις· ἢ τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν· ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὐτοὶ διώκωσι θαρρήσαντες. Ἰλιάδος μʹ. Παλιγκάπηλος: Ὁ μεταβολεὺς, ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πωλῶν. Παλίμφημα: Δύσφημα κακὰ, ἐναντία. Παλίλλογα: Ἰλιάδος αʹ, ἀντὶ τοῦ πάλιν σύλλεκτα, ἐκ δευτέρου πάλιν συναγόμενα· παρὰ τὸ πάλιν καὶ τὸ λέγω, τὸ συλλέγω, πλεονασμῷ τοῦ λ. Παλίμβολος: Ὁ τρίπρατος καὶ ἀποδόκιμος, καὶ ὁ πολλάκις τῇ μεταβολῇ ἀπεμπολημένος· ἢ ἀκατάλληλος καὶ ἀπερίστατος καὶ ἀνάρμοστος· ἢ ὁ πονηρὸς, ὁ πολλάκις μεταβαλλόμενος, ὃν Ὅμηρος ἀλλοπρόσαλλον φησίν. Ἢ ὁ δοῦλος ὁ διὰ πονηρίαν πιπρασκόμενος. Παλιμπετές: Τὸ ὀπισθόρμητον, παρὰ τὸ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον πεσεῖν. Ἰλιάδος πʹ Παλάμη: Ἀπὸ τοῦ πάλλειν, τὸ κινεῖν καὶ σείειν· ἢ ὅτι διʼ αὐτῶν πεπαλήμεθα καὶ τεχνώμεθα· ΠΑλάμαι γὰρ αἱ τέχναι, παρʼ ὅσον διʼ αὐτῶν παλαμώμεθα. Ἐτυμολογεῖται παρὰ τὸ πολλοὺς ἁμᾶν· ἐξ οὗ καὶ παλαμαῖος· καὶ πλεονασμῷ τοῦ ν, παλαμναῖος. Σημαίνει βʹ· ὁ τοὺς αὐτοχειρὶ φονεύσαντας τιμωρούμενος, καὶ ὁ ἐπί τινι μιάσματι κατεχόμενος. Παλιμπλαγχθέντας: Δεῖ γινώσκειν, ὅτι ἐὰν ἔστιν ἐν συνθέσει ἓν μέρος λόγου, διὰ τοῦ μ γράφεται· εἰ δέ ἐστιν ἐν παραθέσει, διὰ τοῦ ν. Λέγουσί τινες, ὅτι ἐν παραθέσει ἐστί· τὰ σημαντικὰ ἐπιρρήματα μετὰ τῶν ῥημάτων καὶ τῶν μετοχῶν ἐν παραθέσει παραλαμβάνεται· οἷον καλῶς γράφω, καλῶς γράφων· μεγάλως γράψας, μεγάλως ἔγραψε. Τὰ δὲ συσσημαντικὰ ἐν συνθέσει παραλαμβάνονται· οἷον, ἔστι χῶ, ἐξ οὗ καὶ τὸ ἀχῶμαι, μετὰ τοῦ στερητικοῦ α· ὁ γὰρ λυπούμενος οὐκ ἔστι χωρητικὸς τῆς λύπης. Εἰ ἄρα οὖν τὸ πάλιν σημαντικόν ἐστι, δῆλον ὅτι μετὰ τῆς πλαγχθέντας αἰτιατικῆς ἐν παραθέσει ἐστί. Τινὲς δὲ λέγουσιν, ὅτι ἐν συνθέσει ἐστὶ, λέγοντες ὅτι τὸ πάλιν ἐν παραθέσει μὲν ὂν, σημαίνει τὸ ἐκ δευτέρου, οἷον, πάλιν ἦλθον, ἀντὶ τοῦ ἐκ δευτέρου· ἐν συνθέσει δὲ ὂν, σημαίνει τὸ εἰς τοὐπίσω, οἷον παλίσσυτος. Ἐὰν οὖν τὸ παλιμπλαγχθέντας λαμβάνηται ἐν παραθέσει, εὑρίσκεται σημαῖνον τὸ ἐκ δευτέρου πλανηθέντας· ὅπερ ἐστὶν ἄτοπον· ὁ γὰρ ποιητὴς οὐκ οἶδεν οὐδὲ ἅπαξ τοὺς Ἕλληνας πλανηθέντας· τὴν γὰρ πλάνην τῆς Μυσίας ἀγνοεῖ. Ἔστι δὲ εἰπεῖν, ὅτι κακῶς λέγουσιν· οὐδέποτε γὰρ λέξις ἄλλο σημαινόμενον ἔχει ἐν παραθέσει οὖσα, καὶ ἄλλο ἐν συνθέσει, ἀλλὰ πάντως τὸ αὐτό· αἱ γὰρ συνθέσεις φυλάττουσι λείψανόν τι τῆς σημασίας τοῦ ἁπλοῦ· οἷον, καλῶς γράφω, καλλιγραφῶ. Πῶς οὖν δύναται τὸ πάλιν ἄλλο καὶ ἄλλο σημαίνειν; ἄλλως· τὸ πάλιν ἐν τῇ παραθέσει καὶ ἐν τῇ συνθέσει δύο σημαινόμενα ἔχει· σημαίνει γὰρ καὶ ἐν τῇ παραθέσει καὶ τὸ ἐκ δευτέρου, καὶ τὸ εἰς τὰ ὀπίσω· καὶ ἐν τῇ συνθέσει ὡσαύτως, σημαίνει καὶ τὸ ἐκ δευτέρου καὶ τὸ εἰς τὰ ὀπίσω. Λέγουσιν οὖν, ὅτι τὸ παλιμπλαγχθέντας ἐν τῇ συνθέσει ἐστί· καὶ γὰρ ὁ ποιητὴς ἔθος ἔχει τὰς συνθέτους λέξεις διαλύειν· οἷον, κηρεσσιφορήτους, οὓς κῆρες φορέουσι· γρηὸς πυκιμήδεος· εἶτα διαλύων τὴν σύνθεσιν, ἐπιφέρει, πυκινὰ φρεσὶ μήδεʼ ἐχούσης. Εἰ ἄρα οὖν τὸ παλιμπλαγχθέντας διέλυσεν εἰπὼν, ἂψ ἀπονοστήσειν, δῆλον ὅτι ἐν συνθέσει ἐστί. Παλλάδιον: Παλλάδια ἐκάλουν, ὡς λέγει Φερεκύδης, τὰ βαλλόμενα εἰς γῆν ἐκ τοῦ οὐρανοῦ ἀγάλματα· πάλλειν γὰρ τὸ βάλλειν. Παλλάς: Ἡ Ἀθηνᾶ· ἢ παρὰ τὸ ἀναπεπάλθαι ἐκ τῆς κεφαλῆς τοῦ Διός· ἢ ὅτι Πάλλαντα, ἕνα τῶν γιγάντων, ἀπέκτεινεν· ἢ παρὰ τὸ ἀεὶ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ θεός. Ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ. Παλλακίς: Ὁ παῖς κατὰ Δωριεῖς πάλλαξ λέγεται. Παλύνω: Ὡς μὲν Ἀπίων, τὸ μολύνειν καὶ βρέχειν· ἄμεινον δὲ τὸ λευκαίνειν. Ἰλιάδος κʹ, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. Παρὰ τὴν πάλην ἢ παλίνην, ἣν οἱ Ἀττικοὶ πασπάλην λέγουσιν. Ἔστι δὲ τὸ λεπτομερέστατον τοῦ ἀλεύρου· παρὰ τὸ ἀποπάλλεσθαι τουτέστιν ἀπορρίπτεσθαι ἐκ τοῦ ἀλεύρου. Παμφαίνῃσι, ἔχῃσι, καὶ τὰ τοιαῦτα, ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· ἔστι γὰρ ἐὰν παμφαίνω· καὶ τὸ τρίτον, παμφαίνῃ· καὶ λοιπὸν κατʼ ἔκτασιν τῆς ΣΙ συλλαβῆς γίνεται παμφαίνῃσι καὶ ἔχῃσιν. Ἢ ἔστι φαίνω. φαίνεις, φαίνει· διαλέκτῳ δὲ Ῥηγίνων γράφεται τὸ τρίτον πρόσωπον διὰ τοῦ η μετὰ τοῦ ι· τὸ γὰρ νοεῖ καὶ φιλεῖ, νοῇσι καὶ φιλῇσι λέγουσιν ἐκεῖνοι, πλεονασμῷ τῆς ΣΙ συλλαβῆς. Οὕτως καὶ τὸ παμφαίνῃσιν, Ἰλιάδος εʹ. Παμφαλῶν: Σημαίνει τὸ ἐπιφέρεσθαι καὶ περιβλέπεσθαι παντί· παρὰ τὸ τὰ φάη ᾧδε κἀκεῖσε ἅλλεσθαι. Φαῶ καὶ παμφαῶ, καὶ πλεονασμῷ τοῦ λ, παμφαλῶ· Πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ. Πάμπαν: Ἀντὶ τοῦ παντελῶς, Ἰλιάδος αʹ. Γίνεται ἀπὸ τοῦ πᾶν, κατὰ ἀναδιπλασιασμὸν, πάμπαν. Πάν: Φάν τις ὢν, διὰ τὸ ἐπιφαίνεσθαι ἀκαίρως τοῖς ἐνθουσιῶσιν. Πάνδαρος: Πάντων ἀρά· τοξότης γὰρ ἦν. πανδάρεως κυρίως, ὁ πάντα δράσας ἕνεκα κέρδους καὶ πλεονεξίας. Ὦρος. Πανδώρη: Εἴρηται ὅτι παρὰ πάντων δῶρα ἔλαβεν· ἢ ὅτι δῶρον πάντων τῶν θεῶν, ὥς φησιν Ἡσίοδος. Πανδίων: Παρὰ τὴν ἰὼν μετοχὴν καὶ τὸ πᾶν, γίνεται πανίων· καὶ πλεονασμῷ τοῦ δ, Πανδίων. Πανδοκεύς: Πανδοχεὺς, ὁ πάντας δεχόμενος. Πανέφθου κασσιτέροιο: Ἡσίοδος ἐν Ἀσπίδι, ἀντὶ τοῦ ἐψητοῦ καὶ διαλελυμένου καὶ ὑγροῦ τὴν φύσιν. Ἡρόδοτος δὲ ἀπέφθου φησὶν, ἀπὸ τοῦ ἐφθός. Πανήγυρις: Ἑορτὴ, συνάθροισις· ἀπὸ τοῦ ἄγυρις· εἰς ἣν πάντες ἀγείρονται. Πανόψιον ἔγχος: Ἰλιάδος φʹ. Τὸ οἱονεὶ πανόρατον καὶ ἐπιφανὲς καὶ λαμπρόν. Δύναται δὲ καὶ τὸ πάντων τελευταῖον ἀκούεσθαι· ἵνα τὸ ὀψὲ ἐγκέηται, καὶ μὴ ἐπὶ τοῦ ἔγχους δεχώμεθα, ἀλλὰ τοιούτως νοῶμεν. Τὸ δὲ πάντων ἔσχατον, αὐτὴ τὸ ἔγχος λαβοῦσα ἐπʼ ἐμὲ ὦσας. Πανομφαίῳ ζηνὶ: Ἰλιάδος θʹ. Πάσης φήμης καὶ κληδόνος ἀκούοντι. Οὐκ ἔστι δὲ καθόλου τὸ ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πάσης κληδόνος παραίτιος, ἀλλʼ ἅπαξ ἐνταῦθα. Παννύχιον: Ἐπίρρημα μεσότητος ἀντὶ τοῦ παννυχίως· ὄνομα γὰρ ὂν μετήχθη εἰς ἐπιρρηματικὴν σύνταξιν, ὥσπερ τὸ ἥδιστα καὶ ἥκιστα. Ἐκ τοῦ νὺξ νυχὸς, νύχιος, καὶ παννύχιος. Πανσαγία: Ἡ πανοπλία· καὶ ἴσως ἀπὸ τοῦ σάκους εἴρηται. Οὕτως εὗρον εἰς τὸν Σέλευκον. Πανσυδίηι: Ἐπίρρημά ἐστιν ἀθροίσεως, παμπληθεί· ἔστι δὲ καὶ πανσυδίην μετὰ τοῦ ν, παντὶ τῷ πλήθει, πανστρατιᾷ. Παρὰ τὸ ὁμοῦ τάσσεσθαι καὶ σεύεσθαι, ἤγουν ὁρμᾶν καὶ ἐπακολουθεῖν. Παπῶ: Παπᾷς, δευτέρας συζυγίας. Τὸν ἁπαλῇ χειρὶ παπήσαντα. Ἀπὸ τοῦ ἁφῶ, τὸ ψηλαφῶ, κατὰ ἀναδιπλασιασμὸν, φαφῶ· καὶ τροπῇ τῶν δασέων εἰς τὸ ψιλὸν, παπῶ. Πάππα: Προσφώνησις τιμητικὴ υἱῶν πρὸς πατέρα. Οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν. Ἰλιάδος εʹ. Οὕτω λέγεται παρὰ Συρακουσίοις ὁ πατήρ· πᾶς, καὶ κατὰ ἀναδιπλασιασμὸν πάπας, καὶ πλεονασμῷ τοῦ π, πάππα. Παπταίνων: Περιβλεπόμενος, ἐπιτηρῶν. Πανταχοῦ τὰ φάη πεταννύειν γίνεται φαπταίνω, καὶ τροπῇ, παπταίνω. Σημαίνει δὲ τὸ βλέπειν καὶ περισκοπεῖν τῇδε κἀκεῖσε. Ἢ παρὰ τὸ πέτω, πτῶ, παράγωγον πταίνω· καὶ κατὰ ἀναδιπλασιασμὸν, παπταίνω, οἱονεὶ τὸ περιάγω παντὴ τὰς ὄψεις, καὶ περιπετάσθαι ποιῶ, καὶ οἷον πεπταμέναις ἐοικέναι. Ἰλιάδος δʹ. Παππίας: Παρὰ τὸ πάπα, ὃ σημαίνει τῇ τῶν Ῥωμαίων φωνῇ τὸν πατέρα. Πανοῦργος: Παρὰ τὸ εἰς πᾶν ἐνεργεῖν· σημαίνει καὶ τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῖς· σημαίνει καὶ τὸν κακοποιεῖν δυνάμενον διὰ τῆς ἑαυτοῦ σοφιστικῆς κακίας. Πάνδεια: Ἑορτὴ Ἀθήνῃσιν· ἀπὸ Πανδείας τῆς σελήνης· ἢ ἀπὸ Πανδίονος, οὗ καὶ ἡ φυλὴ ἐπώνυμος· ἢ ὅτι τῷ Διῒ ἄγονται τὰ Πάνδεια· ὠνόμασται δὲ ἀπὸ τοῦ πάντα δινεύειν τῷ Διΐ. Πάρα: Σημαίνει τρία. Τίς ἔσθʼ ὁ πωλῶν τἀνδράποδʼ; Ὅδʼ ἐγὼ πάρα. ἀντὶ τοῦ πάρειμι· πάρα δʼ ἀνήρ· ἀντὶ τοῦ πάρεστι· πάρʼ ἔμοιγε καὶ ἄλλοι· ἀντὶ τοῦ πάρεισί μοι. Τίνος ἄρα ἡ ἀποκοπή; Πρὸς τὸ σημαινόμενον καὶ ἡ ἀποκοπή. Περὶ Παθῶν. Παρὰ ἡ πρόθεσις σημαίνει τρία· τὴν ἐκτὸς σχέσιν, ὡς τὸ ἄνομος, παράνομος· λαλῶ, παραλαλῶ· εἴπω, παρείπω. Καὶ τὴν πλησιότητα, ὡς τὸ, τρέχω, παρατρέχω, ἕζετο, παρέζετο· καὶ τὴν πλείονα σχέσιν, ὡς τὸ, ὁρμῶ, παρορμῶ. Παρὰ θῖνʼ ἁλός. Ἡ παρὰ τὸ ἔξω δηλοῖ, ὥσπερ καὶ παραπλεῖν, τὸ ἔξω πλεῖν. Αἰγιαλὸς μὲν οὖν εἴρηται κοινῷ ὀνόματι, παρὰ τὸ αἶαν ἔχειν ἐγγὺς ἁλός. Ἔχει δὲ διαφορὰς τρεῖς, ἀκτὴν, καὶ ῥηγμῖνα, καὶ θῖνα. Ἀκτὴ μὲν οὖν εἴρηται, ὁ πετρώδης αἰγιαλός· ῥηγμὶν δὲ, ὁ πρὸς ἄνεμον αἰγιαλίς· θὶν δὲ, ὁ εὔδιος καὶ ἥσυχος αἰγιαλὸς, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖσε τὰ κύματα ἀποτίθεσθαι. Παραβλῶπές τʼ ὀφθαλμὼ, Ἰλιάδος ιʹ· ἀντὶ τοῦ στραβαί. Παρὰ τὸν βλέψω μέλλοντα, ἀποβολῇ τοῦ ω, βλέψ· καὶ τροπῇ τοῦ ε εἰς ο καὶ ἐκτάσει, βλὼψ, καὶ παραβλώψ. Παράδεισος: Παρὰ τὸν δεύσω μέλλοντα, ὃς δηλοῖ τὸ βρέχω, ῥηματικὸν ὄνομα δεῦσος, καὶ παράδεισος, κατὰ τροπὴν τοῦ υ εἰς ι. Οἱ δὲ φασὶ παρὰ τὸ δεῖσαν ποιεῖσθαι, ὅ ἐστι τὴν τῶν βοτανῶν συλλογήν. Παραβολή: Εἰς τὸ παροιμία. Παράβυστον: Παρακεκρυμμένον, λάθρα γινόμενον· παρὰ τὸ βύω, ὃ σημαίνει τὸ κλείω· σημαίνει γὰρ καὶ τὸ πληρῶ· Ὀδυσσείας δʹ, Νήματος ἀσκητοῖο βεβυσμένον· ἀντὶ τοῦ πεπληρωμένον. Ἦν δὲ καὶ παράβυστον δικαστήριον, ὃ λάθρα ἔκρινε. Παραπλῆγες: Οἱ πεπληγμένοι τόποι καὶ μὴ προσάντεις. Παραπλήξ: Μαινόμενος· παράφρων, τὰς φρένας βεβλαμμένος. Παρακαίρια ῥέζων: Ἡσίοδος. Καίρια τὰ εὐκαίρως γινόμενα· παρακαίρια, τὰ ἄκαιρα καὶ σαπρὰ καὶ ἄτοπα. Ἡ παρὰ παρέλκεται. Παράσημα: Τὰ κίβδηλα τῶν νομισμάτων λέγονται, τὰ φαῦλα καὶ ἀδόκιμα. Παρὰ τὸ κακῶς σεσημάνθαι, ὅ ἐστιν ἐσφραγίσθαι· καὶ παράσημος ῥήτωρ, μεταφορικῶς ὁ φαῦλος. Παραιφάμενος: Παραινούμενος· πλεονασμῷ τοῦ ι, ποιητικῶς· Παραὶ ποσὶ κάππεσε θυμός. Παρασάγγαι: Τὰ τριάκοντα στάδια παρὰ Πέρσαις· παρʼ Αἰγυπτίοις δʼ ἑξήκοντα. Παρὰ δὲ Σοφοκλεῖ ἐν Ἀνδρομάχῃ ἐπὶ τοῦ ἀγγέλου εἴρηται. Παραστάται: Ὑπʼ ἐνίων καλοῦνται αἱ γόνιμοι φλέβες· καὶ οἱ τῇ γενέσει παρεστῶτες. Λέγονται καὶ οἱ νῦν ὑπηρετοῦντες βασανισταί. Παραίσια: Ἐναντία, ἀπρεπῆ, χαλεπά· παρεκτὸς τοῦ αἰσίου. Παραιτεῖσθαι: Οὐχ εὕρηται ἐν χρήσει ἐπὶ τοῦ σημαινομένου τοῦ ἀρνεῖσθαι καὶ ἀποβάλλεσθαι καὶ μὴ δέχεσθαι, ἀλλʼ ἐπὶ τοῦ αἰτεῖν, ὡς παρὰ Μενάνδρῳ, παραιτοῦμαί σε συγγνώμην ἔχειν. Ὥστε περιττὴν εἶναι τὴν πρόθεσιν, ὡς ἐπὶ τοῦ καθεύδω· τὸ γὰρ εὕδω δηλοῖ. Σπανίως δὲ εὑρίσκεται καὶ ἐπὶ τοῦ σημαινομένου τοῦ λεγομένου ἐν τῇ συνηθείᾳ παραιτεῖσθαι, παρακαλεῖν, συγγνώμην αἰτεῖν. Πάρδαλις: Πότε πόρδαλις, καὶ πότε πάρδαλις; Φυλακτέον, ὅτι ἐπὶ μὲν τοῦ ζῴου διὰ τοῦ ο δεῖ προφέρεσθαι· ἐπὶ δὲ τοῦ δέρματος, διὰ τοῦ α. Τὸ ζῷον οὖν, παρὰ τὸ προάλλεσθαι καὶ ἀτάκτως κινεῖσθαι, πρόαλις, καὶ πλεονασμῷ τοῦ δ καὶ ὑπερθέσει. Ὡς δὲ Ὦρος, παρὰ τὸ τὸν πόρον αὐτῆς ποιεῖσθαι μεθʼ ἅλματος· πορευτικὸν γὰρ τὸ ζῷον. Οἱ Ἴωνες τὸ ι τῆς ΕΙ διφθόγγου ἀποβάλλουσιν· οἷον, παρδάλειος, παρδάλεος· καὶ τὸ θηλυκὸν, παρδαλέη παρδαλῆ, ἐπὶ τῆς δορᾶς, ὥσπερ λεοντέη λεοντῆ· καὶ τὴν παρδαλέαν τὴν παρδαλῆν, ὡς τὴν λεοντῆν. Παρέξ: Παρὰ τὴν παρὰ πρόθεσιν καὶ τὴν ἐξ, ἥτις δηλοῖ τὸ ἐκτός. Βαρύνεται δὲ καὶ ὀξύνεται πρὸς διάφορα σημαινόμενα. Τὸ μὲν οὖν βαρυνόμενον σημαίνει τὸ χωρὶς, καὶ συντάσσεται γενικῇ· οἷον, Πάρεξ τοῦ κυρίου· καὶ, Πάρεξ τοῦ Σκυθικοῦ ἔθνους· ἀντὶ τοῦ χωρίς. Τὸ δέ γε ὀξυνόμενον ἰσοδυναμεῖ τῇ παρὰ ἢ τῇ ἐξ προθέσει, ἥτις σημαίνει τὴν ἔξω σχέσιν, ὡς παρʼ Ὁμήρῳ, παρὲξ ὁδοῦ ἐν νεκύεσσιν· ἀντὶ τοῦ, ἐκτὸς τῆς ὁδοῦ. Καὶ, παρὲξ ἅλα φῦκος ἔχευαν· ἀντὶ τῆς παρὰ μόνον. Καὶ, παρὲξ τὴν νῆσον ἐλαύνετε· ἀντὶ τοῦ ἐκτός. Παρακρούεται: Ἀπατᾷ· ἀπὸ μεταφορᾶς τῶν παλαιστῶν οὐ καταβαλλόντων, ἀλλʼ ἐν ὥρᾳ παρακρουόντων ἢ ποδὶ ἢ χειρὶ, καὶ οὐ ῥιπτούντων· ἢ ἀπὸ τῶν ἐν τοῖς ζυγοῖς ἱστώντων, οἳ τοῖς σταθμοῖς παρακρούουσιν, ἵνα ὃ βούλονται μέρος καθέλκῃ βαρυνόμενον τῇ κρούσει. Παραστησάμενος: Ἑλὼν, παραλαβὼν, καταστρεψάμενος· καὶ παρακατάστασις. Παρέστησαν: Δημοσθένης, ἐνίκησαν· ἐπειδὴ οἱ ἡττώμενοι παρίστανται τοῖς νενικηκόσιν ὡς δοῦλοι δεσπόταις. Παρακατάστασις: Ἀργυρίδιόν ἐστι παρακαταβαλλόμενον ἐν τοῖς διαιτηταῖς ὑπὸ τῶν δικαζομένων ἡ παρακατάστασις. Λέγεται καὶ παρακαταβολή· καὶ παρακαταβάλλειν, τὸ πρᾶγμα. Παρασκήνια: Αἱ εἰς τὴν σκηνὴν ἄγουσαι εἴσοδοι· σκηνὴ δέ ἐστιν, ἡ νῦν θυμέλη λεγομένη. Παρὲκ νόον ἤγαγεν Ἕκτωρ: Ἰλιάδος κʹ, ἀντὶ τοῦ παρηπάτησε τὸν νοῦν, ἐξηπάτησε. Παρεκτικός: Παρὰ τὸ παρέχω παρέξω, ὁ παρακείμενος, παρεῖχα· ὁ παθητικὸς, παρεῖγμαι, παρεῖκται· καὶ ἐξ αὐτοῦ παρεκτός· καὶ παρεκτικὸς, κτητικόν. Παρεβάθην: Ἀπὸ τοῦ βίβημι, βέβηκα· ὁ παθητικὸς, βέβαμαι, ἐβάθην, καὶ παρεβάθην. Παρέσομαι: Οὐκ ἀπὸ τοῦ εἶμι σχηματίζεται, ἀλλʼ ἀπὸ τοῦ ἔω. Εἰ γὰρ ἀπὸ τοῦ εἶμι, τὸ πορεύομαι, εἴσομαι ἂν ἦν, καὶ παρείσομαι, ἵνα τὴν αὐτὴν ἔχῃ τῷ ἐνεστῶτι παραλήγουσαν. Παρείατο δακρυχέουσα: Ἀντὶ τοῦ παρῆν ἡ κόρη δακρύουσα. Ἕω, τὸ κάθημαι, ἢ τὸ ὑπάρχω· παράγωγον, εἷμι· ὁ μέσος ἀόριστος, ἕμην, ἕσο, ἕτο, καὶ εἷτο· καὶ πλεονασμῷ τοῦ α, εἵατο, καὶ παρείατο. Οἱ δὲ, πληθυντικὸν ἀντὶ ἑνικοῦ· τὰ γὰρ εἰς ΤΟ λήγοντα πληθυντικά εἰσιν, εἰ ἔχει τὸ α, πυθοίατο. Παρειά: Ἰλιάδος γʹ, χωρὶς τοῦ σ· ἵνʼ ᾖ οὐδέτερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυλάττει τόνον· πλευραὶ, πλευρά· πυραὶ, πυρά. Οὐκ ἀντίκειται τὸ νευραὶ, νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. Ἔστι δὲ μεταπλασμός. Τὸ δὲ ἐπίθετον ὀξύνεται. Οὕτως αἱ παρειαὶ, τὰ παρειά. Τὸ ΡΕΙ δίφθογγον κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς παρηὰ λέγουσι διὰ τοῦ η· ἐξ οὗ καὶ παρήϊον· τὴν γὰρ ΕΙ δίφθογγον εἰς η τρέπουσι. Τὸ γὰρ πλεῖον, πλῆον λέγουσι. Παρείας: Παρὰ τὸ πεφυσιωμένας ἔχειν τὰς γνάθους, ἤγουν τὰς παρειάς· αἳ καὶ φοῦγναι λέγονται. Ἔστι δὲ εἶδος ὄφεως, οὗ τὸ δῆγμα βλάβης ἀλλότριον. Παρήιον: Τὸ παρὰ τὰς παρειὰς χαλινάριον. Ζήτει εἰς τὸ καλλιπάρηος. Παρήορος ἔνθα καὶ ἔνθα: Ἰλιάδος νʹ, ἀντὶ τοῦ, κατὰ πλάτος καὶ κατὰ μῆκος παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. Ἐν ἄλλῳ· νῦν δὲ ἀντὶ τοῦ μέγας, παραιωρούμενος καὶ εἰς μῆκος ἐκτεταμένος. Γίνονται δὲ ἀμφότερα ἀπὸ τοῦ ἀείρω· ῥηματικὸν ὄνομα, κατὰ ἀποβολὴν τοῦ ι, ἄορος· καὶ μετὰ τῆς παρὰ προθέσεως, καὶ ἐκτάσει τοῦ α εἰς η, παρήορος. Καὶ Ὅμηρος παρηορίας λέγει τὰς τοῦ παρηόρου ἵππου ἡνίας, ὑφʼ ἃς ὁ τρίτος ἵππος τῇ ξυνωρίδι δέδεται· καὶ ὁ μὴ κατὰ χώραν ἔχων ἀραρυίας τὰς φρένας, ἀλλʼ αἰωρουμένας, οἱονεὶ ὁ ἄφρων. Παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω· καὶ ὁ πεπτωκὼς τῷ σώματι παραιωρούμενος ἐν τῷ ἐκτάσθαι· καὶ ὁ ἐκτὸς τοῦ ζυγοῦ παρεζευγμένος ἵππος. Παρῃρημένην: Ἐκβεβλημένην, ἀποκεχωρισμένην, καὶ οἱονεὶ καθῃρημένην· ἀπὸ τοῦ αἱρῶ, τὸ καταβάλλω, ὁ παρακείμενος, ᾕρηκα. Παρίσθμια: Τὰ περὶ τὸν φάρυγγα, διὰ τὸ παρακεῖσθαι τῷ ἰσθμῷ· ἰσθμὸς δέ ἐστι στενὸς τόπος, διʼ οὗ ἵενται τὰ ἐσθιόμενα καὶ πινόμενα, ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. Οὕτως Ἡρακλείδης. Λέγονται δὲ καὶ ἀντιάδες, ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλοις. Παροινία: Ἡ ἐν οἴνῳ ἀταξία. Παροίτερος: Παλαιότερος καὶ ἀρχαιότερος. Ἀπὸ τοῦ πάρος, ὃ σημαίνει τὸ πρὶν ἢ πάλαι, γίνεται παροίτερος καὶ παροίτατος. Σημαίνει δὲ καὶ τὸ περαιτέρω· οἷον, Καὶ δέ με μηκέτι τόνδε παροιτέρω ἐξερέεσθαι. Σημαίνει δὲ καὶ τὸ πρῶτος, ὅς μιν ἔτυψε παροίτατο· Εἴρηται δὲ ἀπὸ τοῦ πάρος, ἀποβολῇ τοῦ σ. Πάρθις: Ὁ παρθένιος· εἴρηται οὐκ ἀποκοπὴ, ἀλλὰ μεταποίησις καὶ μετασχηματισμός. Περὶ Παθῶν. Παροψίς: Τὸ μέγα τρυβλίον. Παροιμία: Παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδὸν, οἰμία καὶ παροιμία. Ἔστι δὲ παροιμία λόγος ὠφέλιμος μετʼ ἐπικρύψεως μετρίας αὐτόθεν ἔχων τὸ χρήσιμον, καὶ πολλὴν τὴν ἐν τῷ βάθει διάνοιαν. Ὅθεν καὶ ὁ Κύριος ταῦτά φησιν, Ἐν παροιμίαις λελάληκα ὑμῖν. Παραβολή: Ἡ παραβολὴ ποσαχῶς; Παραβολὴ, ὁ ὀνειδισμὸς, ὡς τὸ, Ἔθου ἡμᾶς εἰς παραβολήν. Παραβολὴ, αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλʼ ἔχον ἐντὸς διάνοιαν κεκρυμμένην, ὡς ὁ Σαμψὼν ἔλεγεν, Ἐξῆλθεν ἀπὸ στόματος πικροῦ γλυκύ· καὶ Σολομῶν, Τότε νοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον. Παραβολὴ καὶ ἡ ὁμοίωσις· Ἄλλην γὰρ φησὶ παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σπείροντι. Παραβολή ἐστιν ἡ τροπικῶς λεγομένη· οἷόν ἐστι τὸ, Υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυξ. Ἀετὸν λέγων τὸν βασιλέα. Εἰς τὸ ἄλλος ἕως. Πάρις: Παρὰ τὸ παριέναι τὸν μόρον, τουτέστιν ἐκφυγεῖν τὸν θάνατον· ἢ παρὰ τὴν πήραν, ὃ σημαίνει τὸ μαρσίπιον· ἀπὸ τοῦ ἐν τῇ ποιμαντικῇ πήρᾳ ἀνατραφῆναι. Παρεγγεγραμμένος: Ὁ μὴ κατὰ νόμον τοῖς πολίταις τεταγμένος· δημοποίητος δὲ, ὁ ὑπὸ δήμου προῖκα πολιτευθείς· παρεγγράπτους δὲ, νόθους. Παρθένος: Παρὰ τὸ παρακαταθέειν τὴν παιδικὴν ἡλικίαν· ἢ παρὰ τὸ παραθέειν τῇ μητρὶ, ὡς ὁ ποιητὴς, ἥθʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει. ἢ παρὰ τὸν θήσω μέλλοντα γίνεται θήνη· καὶ μετὰ τῆς παρὰ προθέσεως, παραθήνη· καὶ κατὰ συγκοπὴν, παρθένος, ἡ περὶ ταύτην τὴν ἡλικίαν οὖσα, καθʼ ἣν ὥραν ἔχει ἐκθρέψαι καὶ ἐκτῆσθαι μαζοὺς, ἣν ἡ φύσις ἔταξε. Τὰς γοῦν μικρὰς παῖδας οὐ προσαγορεύουσι παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας μέλλειν ἰούσας. Οὕτως Φιλόξενος· ὁ δὲ Ἡρακλείδης, ἡ παρʼ οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἕδνα. Παρθενία: Ὅτι παρὰ θεοῦ ἐδόθη. Φησὶ γὰρ, Ἔλαβε Κάϊν ἑαυτῷ γυναῖκα· τουτέστιν, οὐκ ἐκ τοῦ θεοῦ. Παρθενοπίπης: Ἰλιάδος γʹ, σημαίνει τὸν περιβλεπόμενον τὰς γυναῖκας. Παρὰ τὸ ὄπτω ὀπτεύω γίνεται ὀπίπης, καὶ ἐν συνθέσει, παρθενοπίπης, διὰ τοῦ ι· τὰ γὰρ παρὰ τὸ ὀπιπτεύω διὰ τοῦ ι γράφεται, οἷον παιδοπίπης, γυναικοπίπης. Παρμέμβλωκε: Ἰλιάδος δʹ, παραμεμένηκε, πάρεστι, προθυμεῖται. Ἐκ τοῦ μέλω, μεμέληκα, καὶ μεμέλωκα, ὡς ᾤχηκα, παρῴχωκα· εἶτα κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ β, μέμβλωκα. Ἢ παρὰ τὸ μολῶ μολήσω μεμόληκα, καὶ ἑξῆς. Παρνασός: Ὄρος ἐστὶ Δελφῶν· ἀπὸ Παρνασοῦ ἐγχωρίου ἥρωος. Ἄνδρων δέ φησιν, ἐπειδὴ προσώρμισεν ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ μὲν πρότερον Λαρνησσὸς ἐκαλεῖτο, ὕστερον δὲ, κατʼ ἐναλλαγὴν τοῦ λ εἰς π, Παρνασός. Παρρησία: Οἱ μὲν, ἀπὸ τοῦ παντορησία, κατὰ συγκοπήν· ὅπερ ἐστὶν ἄτοπον· ἀλλὰ παρὰ τὸ πᾶν γίνεται· συγκοπῇ γὰρ οὒ, ἀλλὰ τροπῇ, ἡ πάντα ἐν αὐτῇ ἔχουσα καὶ λέγουσα. Περὶ Παθῶν. Οὕτω καὶ Ὦρος. Πᾶς: Δύο σημαίνει· καὶ τὸν πατέρα, ὃ κατὰ ἀναδιπλασιασμὸν παπᾶς. Τοῦτο δὲ οἱ μὲν Ῥωμαῖοι βαρύνουσι, πάπας λέγοντες· ἡμεῖς δὲ περισπῶμεν. Ἀμφίβολον. Οὐδέποτε γὰρ δασυνόμενον α ἀφαιρεῖται. Πῶς οὖν τὸ ἅπας γέγονε πᾶς; Ἐπλεόνασε τὸ α. Πῶς δασύνεται; Τὸ γὰρ πλεονάζον α οὐδέποτε δασύνεται. Ὥστε ἀμφίβολον. Ὁρῶ δὲ καὶ τὸ θροῦς ὄνομα λαμβάνον τὸ α καὶ βαρυνόμενον καὶ δασυνόμενον ἕνεκεν ἐμφάσεως, ἐν τῷ ἅθρους. Οὐκ ἄρα κεκώλυται κατὰ ταύτην τὴν ἀναλογίαν καὶ τὸ πᾶς, ἅπας. Ὥστε μᾶλλον εἶναι πρόσοδος, ἤπερ ἀφαίρεσις. Ὁ δὲ Ἡρακλείδης βούλεται ἐκ τοῦ ἅμα πᾶς εἶναι ἐν συγκοπῇ ἅπας. Περὶ Παθῶν. Πόθεν παράγεται τὸ πᾶς; Πρωτότυπόν ἐστι, καὶ παραγωγὴν οὐκ ἔχει· τὰ δὲ εἰς ΑΣ μονογενῆ διὰ τοῦ ΝΤ κλινόμενα ὀξύνεται· οἷον Ζὰς, Ζαντός· Πρὰς, Πραντός· ἰσοσυλλάβως δὲ κλινόμενα περισπᾶται, Θωμᾶς, Θωμᾶ. Τὸ μέντοι πᾶς περισπᾶται ὡς διαλλάξαν κατὰ τὴν γενικὴν, καὶ ὂν τριγενές· τὸ θηλυκὸν, ἡ πᾶσα· καὶ τὸ οὐδέτερον, τὸ πᾶν. Πάσσαλος: Παρὰ τὸν πήσσω μέλλοντα. Ἔστι δὲ ξύλον ἐπίμηκες ἐμπηγνύμενον πρὸς τὸ κρεμᾶσθαι ὅπερ δεῖ. Πάσασθαι: Εἰς τὸ ἐπάσαντο. Πάσσων: Ὄνομα συγκριτικόν· γίνεται ἀπὸ τοῦ παχὺς πάσσων, ὡς βραδὺς βράσσων. Πάσσονα: Τὴν εὐπαγεστέραν· ἀπὸ τοῦ πήσσω. Πάσσω: Σημαίνει τὸ ἐπιβάλλω καὶ ἐπιπάττω, ἢ τὸ ποικίλλω. Πόθεν δῆλον; Ἐπειδὴ καὶ τὰ ποικίλα παραπετάσματα παστοὶ καλεῖται. Παστός: Ἡ ἐκ παραπετασμάτων ποικίλων κατεσκευασμένη σκηνὴ, ἥτις ἐστὶ πεποικιλμένη· καὶ νυμφικὸς οἶκος, παρὰ τὸ πάσσειν· ἐξ οὗ καὶ τὸ, πολέας δʼ ἐνέπασσεν ἀέθλους, Ἰλιάδος γʹ, ἀντὶ τοῦ ἐνεποίκιλλεν. Παστάς: Ἣν ἡμεῖς προπαστάδα λέγομεν· καὶ εἴρηται οὕτως διὰ τὸ ἐν αὐτῇ ἡμᾶς σιτεῖσθαι, παρὰ τὸ πάσασθαι. Ἀπολλώνιος. Παστείλη: Σημαίνει τὴν τελευταίαν ἡμέραν τοῦ ἐνιαυτοῦ· γίνεται δὲ ἐκ τοῦ πᾶς καὶ τοῦ τέλος, ἐν ᾗ τελειοῦται πάντα τὰ τοῦ ἐνιαυτοῦ. Πατάσσω: Ἐκ τοῦ πτῶ, τὸ φοβοῦμαι, ὁ μέλλων, πτήσσω· συστολῇ τοῦ η, πτάσσω, καὶ πλεονασμῷ, πατάσσω· μεταγομένου τοῦ μέλλοντος εἰς ἐνεστῶτα. Ἢ παρὰ τὸ πατῶ, πατάσσω. Θυμὸς ἐνὶ στήθεσσι πάτασσεν, Ἰλιάδος ηʹ, ἀντὶ τοῦ ἔπαλλεν, ἐπήδα ὑπὸ τοῦ φόβου. Πατήρ: Παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων. Ἢ παρὰ τὸ σπείρω σπατὴρ καὶ πατήρ· ἢ παρὰ τὸν ἦχον τὸν γινόμενον ἐν τῷ καταφιλεῖν τὰ παιδία. Πάππος δὲ, ἀπὸ τῆς τῶν παίδων τῶν μικρῶν προσφωνήσεως, ὥς φησιν Ὅμηρος, ποτὶ γούνασι παππάζουσιν. Ὀνοματοπεποίηται οὖν ἡ λέξις. Οἱ δὲ, ὅτι κατὰ συνήθειαν πίττα λέγουσιν ἀντὶ τοῦ φίλει, ὡς Ἀριστοφάνης ἐν Πλούτῳ, Ἱκανὸν γὰρ αὐτὴν ἐπίττων· ἀντὶ τοῦ ἐφίλουν. Ὦρος. Πατὴρ, παρὰ τὸ τοὺς παῖδας τηρεῖν· ἢ ὅτι ἵπποι ἐν τῇ συνουσίᾳ πρῶτον πατοῦσι τὰς θηλείας. Πατὴρ οὖν, ὁ τοὺς παῖδας ὑποκάτω τῶν ποδῶν αὐτοῦ ἔχων. Εἰ δὲ σημαίνει τὸν θεὸν, γίνεται παρὰ τὸ τὰ πάντα ὁρᾶν. Παταικός: Κατὰ ἀφαίρεσιν τοῦ α ἀπαταικός. Ὦρος. Παταικίων: Ὁ ἐπὶ συκοφαντίᾳ καὶ κλοπῇ καὶ τοιχωρυχίᾳ τὸν βίον ποιούμενος. Πάτος: Ὅμηρος, πάτον ἀνθρώπων ἀλεείνων. ὡς λόγον, Ἰλιάδος ζʹ. Τὰ γὰρ εἰς ΤΟΣ λήγοντα δισύλλαβα βραχείᾳ παραληγόμενα μονογενῆ, βαρύνεται, κρότος, νότος, μίτος, πότος· οὕτω καὶ πάτος. Δοκεῖ ἀντικεῖσθαι τὸ στρατός· τὸ γὰρ βροτὸς κατὰ δύο τρόπους ἀποφεύγει· ὅτι καὶ κοινὸν, καὶ ἔχει ἀντέμφασιν. Σημαίνει δὲ τὴν πεπατημένην γῆν τὴν λεωφόρον. Πατῶ: Πατήσω· ἐκ τοῦ πάτος· τοῦτο, ἐκ τοῦ τόπος. Πάτρα: Λέγεται ἡ πατρίς. Πατρίκιος: Οἱονεὶ πατὴρ τοῦ κοινοῦ. Πατριά: Ἀπὸ τοῦ πατὴρ πατέρος γίνεται, διαφέρει δὲ πόλεως. Πατρῷος: Ὄνομα κτητικόν· ὅπερ διαλύσει γίνεται πατρώϊος. Διαφέρει δὲ τοῦ πατρῳός· πατρῳὸς γὰρ λέγεται ὁ παρὰ τῇ συνηθείᾳ πατρυιός. Πατρῷος δὲ τὸ κτητικόν· οἷον, πατρῷος δοῦλος, πατρῷον κτῆμα. Παῦρον: Τὸ ὀλίγον. Γίνεται παρὰ τὸ παύω παύσω, παῦρος, ὁ ταχὺς, καὶ διʼ ὀλίγων ῥημάτων τοῦ παύεσθαι ἀφιστάμενος· ἢ ὁ μὴ μέχρι πολλῶν διατελῶν, ἀλλὰ ταχὺ παυόμενος, ὁ μὴ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων· καὶ τὸ οὐδέτερον, παῦρον· τὸ γὰρ ὀλίγον, ταχέως παύεται. Παυσωλή: Ἀνάπαυσις· ἀπὸ τοῦ παύσω μέλλοντος, κατὰ προσθήκην. Παφίη: Ἡ Ἀφροδίτη· ἀπὸ τῆς Πάφου τῆς ἐν Κύπρῳ πόλεως· ἢ παρὰ τὸ ἀπαφῶ, τὸ ἀπατῶ, ἀπαφίη, καὶ κατὰ ἀποβολὴν τοῦ α· ὅθεν καὶ παρήπαφεν, τὸ ἐξηπάτησε. Παρὰ τοῦτο καὶ τὸ βουκόλῳ συνοικεῖν αὐτὴν, ἀπὸ τοῦ βουκολεῖν καὶ ἀπατᾶν πεπλάσθαι τὸν μῦθον· εἴρηται γὰρ βουκολεῖν ἀπὸ τούτου τὸ ἀπατᾶν· ὅθεν καὶ τὸ, Ἀπεβουκολήθη ποίμνης. Παφλάζω: Σημαίνει τὸ ἐκ βρασμοῦ ἀναδόσεις γίνεσθαι. Ταύτην δὲ τὴν λέξιν πεποιῆσθαι παρὰ Ὁμήρῳ, ὡς ἤχου μιμητικὴν, ὅνπερ ὁ τῶν κυμάτων ἀναπέμπειν εἴωθε βρασμός. Ἔστι δὲ φλέω, ὃ καὶ φλύω λέγεται, τὸ ἀναπέμπω καὶ ἀναδίδωμι· κατὰ συγκοπὴν, φλῶ· ἀφʼ οὗ παράγωγον φλάζω, ὡς ῥίπτω ῥιπτάζω, καὶ ἐνθουσιῶ ἐνθουσιάζω· καὶ κατὰ ἀναδιπλασιασμὸν, παφλάζω Πάχετον: Παχύτερον, κατὰ συγκοπὴν τοῦ υ καὶ ρ. Πάχνη: Παρὰ τὴν πῆξιν, πάγη τὶς οὖσα. Καὶ Ὅμηρος παχνοῦται, ἀντὶ τοῦ φθείρεται, λυπεῖται, Ἰλιάδος ρʹ. Ἡ δὲ μεταφορὰ ἀπὸ τῆς πάχνης τῆς φθειρούσης καὶ φρίκην ἐμποιούσης καὶ λυούσης τὰ φυτά. Παχνώσω: Ἡσίοδος, ἐπάχνωσε φίλον ἦτορ. Ἐλύπησεν, ἔφθειρε. Παιάν: Ὕμνος ᾠδῆς ἐπὶ ἀφέσει λοιμοῦ ᾀδόμενος, ὡς τὸ, Καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν μέλποντο ἑκάεργον. Οὕτω γὰρ ἰδίως αὐτοὺς τῷ Ἀπόλλωνι καὶ τῆ Ἀρτέμιδι προσέφερον, ὡς αἰτίοις τῶν λοιμικῶν παθῶν. Τὸν μὲν γὰρ Ἀπόλλωνα τὸν αὐτόν φασιν εἶναι τῷ ἡλίῳ· τὴν δὲ Ἄρτεμιν, τῇ σελήνῃ οἱ δὲ αὐχμοὶ καὶ τὰ λοιμικὰ συστήματα καὶ αἱ νόσοι διʼ ἡλίου καὶ σελήνης ἐμπίπτουσιν ἀπὸ τῆς τοῦ ἀέρος παχύτητος τοῦ περιέχοντος τοὺς ἀνθρώπους. Εἴρηται οὖν ἀπὸ τοῦ παύω παυὰν καὶ παιὰν, τροπῇ τοῦ υ εἰς ι, ὁ καταπαύων ὕμνος τὸν λοιμόν. Καὶ πάλιν ἀπὸ τοῦ παύω παιὼν, ὁ παύων τὰς νόσους καὶ τὰ λυποῦντα· καὶ πλεονασμῷ τοῦ η, γίνεται παιήων. Παιὼν δέ ἐστι καὶ ἔθνος Θρᾳκικόν, ὃ Παννονίους φασί· νῦν δὲ Μακεδόνας. Παιωνίσαντες: Εὐφημήσαντες, ἀλαλάξαντες, τὸν παιᾶνα ἐπικαλεσάμενοι. Ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργου ἀρχομένους, καὶ ἐπί τινι νίκῃ, τοῦτο λέγειν. Παιήων: Σημαίνει δύο, τόν τε ὕμνον καὶ τὸν τῶν θεῶν ἰατρόν. Πᾶσαι: Ἐπὶ μὲν τοῦ ἡμῖν συνήθους, Φύσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων· ἐπὶ δὲ τοῦ ὅλαι, Πᾶσαι δʼ ὠΐγνυντο πύλαι· οὐ γὰρ πολλαὶ ὑπέκειντο πύλαι, κατὰ τὸν Ἀρίσταρχον. Καὶ, πάσας γὰρ ἐπῴχατο· ἀντὶ τοῦ κεκλεισμέναι ὅλαι ἦσαν. Πάσσεν: Ἐπὶ μὲν τοῦ ἡμῖν νοουμένου, Πάσσε δʼ ἁλὸς θείοιο· ἐπὶ δὲ τοῦ ἐποίκιλλε, πολέας δʼ ἐνέπασσεν ἀέθλους. Παῖλλος: Ἀπὸ τοῦ παίσω μέλλοντος, παῖλος. καὶ παῖλλος, κατὰ ἀναδιπλασιασμὸν τοῦ λ. Ὦρος. Παιπάλημα: Σημαίνει τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίᾳ, καὶ παμπόνηρον σὺν ἀγχινοίᾳ. Λέγεται δὲ καὶ ὁ τραχὺς ἄνθρωπος καὶ ἀνώμαλος· ἐπεὶ καὶ τῶν ὀρῶν τὰς ἀνωμαλίας παιπαλήματα καλοῦσι. Παίζω: Παρὰ τὴν παιδὶ δοτικὴν γίνεται παράγωγον παιδίζω, ὡς ποδῶ ποδίζω· καὶ συγκοπῇ, παίζω· φίλον γὰρ τοῖς παισὶ τὸ παίζειν. Παῖς: Παρὰ τὸ παίζω· ὁ μέλλων, παίσω· ἀποβολῇ τοῦ ω, παῖς· ἢ παρὰ τὸ πάλλεσθαι· εὐκίνητος γὰρ ἡ ἡλικία. Ἢ παρὰ τὸ βαιὸν γίνεται βάϊς καὶ πάϊς· ἐκ δὲ τοῦ πάϊς γίνεται κατὰ συναίρεσιν παῖς. Καὶ κλίνεται παιδός· ὁ κανών· τὰ συνῃρημένα τῶν ἐντελῶν φυλάττει τὴν κλίσιν. Ἢ οὕτω· δύο μόνα εἰσὶν εἰς ΑΙΣ μονοσύλλαβα· κλίνεται δὲ ἀμφότερα διὰ τοῦ ΔΟΣ. Καὶ ὤφειλεν εἶναι δαῖς δαιδός· ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τῶν δύο ΔΔ. Ἔστι δὲ καὶ τὸ σταῖς. Ταῦτα δὲ τὰ τρία κλίσιν μὲν ἀνεδέξαντο, κανόνι δὲ οὐχ ὑπέπεσον. Ἐξ αὐτοῦ ῥῆμα παιδεύω· ὅθεν καὶ τὸ παιδεία· σημαίνει δὲ πολλά· σημαίνει τὴν παίδευσιν, καὶ τὴν παιδικὴν ἡλικίαν, καὶ τὴν ἀνατροφὴν, καὶ τὴν μίξιν. Τὸ γὰρ σημαῖνον τὸ παίγνιον, διὰ τοῦ ι γράφεται· καὶ παρʼ ἡμῖν μὲν ὀξύνεται, οἷον παιδιά· παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνεται, οἷον παιδία· τὰ δὲ σημαίνοντα ἄθροισιν, ἢ περιεκτικὰ τινῶν προσηγορικὰ, ὀξύνεται. Λαλιὰ, παιδιὰ, πυρκαϊά. Παιδνός: Κυρίως ἐπὶ τοῦ νεωτάτου παιδός. Παρὰ τὸ παίζω. Παιδίον: Παρὰ τὸ παιδείας δεῖσθαι. Παισός: Σημαίνει τὴν πόλιν. Εἰς τὸ ἄπαισος. Παιπαλόεντος: Τοῦ τραχέος, κατὰ πλεονασμὸν τοῦ π· ἀπὸ τοῦ ἅλη, διὰ τὸ σκολιότητα ἔχειν. Καὶ ἔστι κατὰ τὸ ἔτυμον αἰπαλήματα, τὰ μεγάλα ἀλήματα. Ἢ παρὰ τὸ αἶπος, ὃ σημαίνει τὸ μέγα καὶ τραχὺ, αἰπαλόεν· καὶ κατὰ ἀναδιπλασιασμὸν, παιπαλόεν, τὸ τραχύ. Παιφάσσουσα: Ἐνθουσιωδῶς ὁρμῶσα· ἐπὶ τῆς Ἀθηνᾶς, Ἰλιάδος βʹ· ἐπὶ δὲ τοῦ Τυδέως, ὅτε λέγει, πολεμίζειν οὐκ εἴασκον οὐδʼ ἐκπαιφάσσειν· ἀντὶ τοῦ οὐκ εἴων ἐμφανῆ αὐτὸν καὶ περιφανῆ ποιεῖν τοῖς Θηβαίοις, ἀλλʼ ἐν τῷ τοῦ ἀγγέλου σχήματι μένοντα εὐωχεῖσθαι· αὐτὸς δὲ τῇ ἐμφύτῳ αὐτοῦ ἀνδρείᾳ ἐκφερόμενος, προσεκαλεῖτο τοὺς Θηβαίους. Ἔστιν οὖν ῥῆμα φῶ, δηλοῦν τὸ φαίνω· παράγωγον φάσσω· καὶ κατὰ ἀναδιπλασιασμὸν, παφάσσω· καὶ προσθέσει τοῦ ι, παιφάσσω. Οὐ γὰρ ἁρμόζει τὸ ἐνθουσιᾶν· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ ἄλλῃ καὶ ἄλλῃ περιάγειν τὰς ὄψεις. Πέδη: Σημαίνει τοὺς δεσμούς· ὡς οἶμαι, παρὰ τὸ δέω ἔδη καὶ πέδη· ἢ παρὰ τὸ πιέζειν τοὺς πόδας. Ἰλιάδος νʹ, Ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλεν. Ἢ παρὰ τὸ πεδῶ πεδήσω· τοῦτο παρὰ τὸ ποὺς ποδὸς γίνεται ποδῶ· καὶ τροπῇ τοῦ ο εἰς ε, πεδῶ· πεδῆσαι γὰρ κυρίως, τὸ τοὺς πόδας δεσμῆσαι. Λέγεται δὲ πέδιον προπαροξυτόνως τὸ ὑποκοριστικὸν τῆς πέδης, τουτέστιν ὁ μικρὸς δεσμός· ΠΕδίον δὲ λέγεται ἐπὶ τοῦ ἀναπεπταμένου καὶ μακροῦ καὶ ἐπιμήκους τόπου· παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν ἁπλῶς, γίνεται πεδόον καὶ πεδίον, τροπῇ τοῦ βραχέος εἰς βραχύ. Τάσσεται δὲ τὸ πέδον καὶ ἐπὶ τοῦ οἰκήματος· τὸ δὲ πεδίον μεῖζον ἐστὶν ἐν σημαινομένῳ τοῦ πέδου· οὐκ ἔστι δὲ ὑποκοριστικόν· πέδον δὲ ἡ γῆ, ἐφʼ οὗ βεβήκαμεν τοῖς ποσὶ τοῦ πεζεύειν· καὶ πεζοὺς φασὶ τοὺς διὰ τῶν ἰδίων ποδῶν τὴν ὁδὸν ποιουμένους, οἱονεὶ πεδούς· καὶ κατὰ τροπὴν, ἀπὸ τοῦ πέδον. Πεζὸς γὰρ, ὁ διὰ τοῦ πέδου πορευόμενος. Παρὰ τὸ ἕζω, τὸ κάθημαι, ἕδον καὶ πέδον ἡ γῆ. Πέζαι: Ἑταῖραι αἱ χωρὶς ὀργάνων εἰς τὰ συμπόσια φοιτῶσαι. Ὦρος. Πεζεταῖροι: Πολλαὶ περὶ τούτου φέρονται ἐξηγήσεις. Οἱ μὲν γὰρ αὐτῶν λέγουσιν ὄνομα στρατεύματος οὕτω λεγομένου· οἱ δὲ, ὅτι τινὲς ἦσαν παρʼ αὐτοῖς στρατιῶται, τὸν ἕτερον πόδα γυμνὸν ἔχοντες, τὸν δὲ ἕτερον ὡπλισμένον. Διό φασι καὶ πεζετέρους αὐτοὺς καλεῖσθαι, παρὰ τὸ τὸν ἕτερον πόδα γυμνὸν ἔχειν· πέζα γὰρ τὰ κάτω τοῦ ποδός· ὅθεν καὶ πεζεύειν, τὸ χαμαὶ περιπατεῖν. Οἱ δέ φασι τοὺς ἀπὸ τοῦ πλήθους τῶν πεζῶν ὧν εἶχε ξένων ἑταίρους καὶ φίλους γενομένους αὐτῷ, οἱονεί τινας ἐκλελεγμένους διὰ τὸ ἀνδρεῖον, ἵνα φυλάττωσιν αὐτόν. Ἡ δὲ γραφὴ διάφορος, πρὸς τὴν διάφορον ἐξήγησιν. Ζήτει εἰς τὸ τέλος τοῦ γράμματος. Πέδιλα: Τὰ ὑποδήματα· παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσίν· ἢ παρὰ τὸ ἐν τῷ πέδῳ εἰλεῖσθαι· οὐ πάντως δὲ τὰ ῥηματικὰ ὀνόματα φυλάττει τὴν γραφὴν τοῦ ῥήματος, ὥσπερ εἴρω ἶρος, καὶ νείφω νιφάς. Ἢ ὅτι πέδιλλα λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ ὅμιλος ὅμιλλος. Εἰ δὲ ἐγράφετο διὰ τῆς ΕΙ διφθόγγου, πέδελλα ἂν ἐλέγετο, ὥσπερ κείρω κέρρω, φθείρω φθέρρω. Πέλας: Ἐπίρρημα καὶ τοπικὸν καὶ χρονικὸν, καὶ ἐπὶ συγγενείας. Πελιώματα: Τὰ ἴχνη τῶν πληγῶν. Πέλαγος: Τὸ μὴ πέλας τῆς γῆς. Ἢ παρὰ τὸ τῆλε καὶ τὸ γῆ, τήλεγός τι ὂν, τὸ πόρρω τῆς γῆς ὄν. Πελαγός: Ἔλλειψις τοῦ ρ, ποιητικῶς· πελαργὸς γάρ· τοῦτο ἐπειδὴ λευκὰ καὶ μέλανα πτερὰ ἔχει, οὕτω καλεῖται τὸ ζῷον· πέλον γὰρ, τὸ μέλαν· καὶ τὴν ἐπιφάνειαν τοῦ σώματος, ἡνίκα ἂν ὑποδρομὴν αἵματος δέξηται καὶ μελαίνηται, πελιώματα καλοῦμεν. Πελαργικόν: Τὸ ὑπὸ Τυρρηνῶν κατασκευασθὲν τεῖχος· οὓς θεασάμενοι Πελαργοὺς ὠνόμασαν διὰ τὰς σινδόνας ἃς ἐφόρουν. Πέλανοι: Πέμματα εἰσὶ τινὰ ποιά· Ἀττικοὶ δὲ πέλανον λέγουσι πᾶν τὸ πεπηγὸς, ὡς Εὐριπίδης περὶ τοῦ ἀφροῦ τοῦ πεπηγότος περὶ τοὺς ὀδόντας οὕτως ἔθηκε τὴν λέξιν, «ἀφρώδη πέλανον» εἰπών. Ἀπολλώνιος, Πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσι. πέλανοι λέγονται τὰ πόπανα, ἀπὸ τοῦ πεπλατύνθαι. Ἢ ἀπὸ τῆς παιπάλης· ἀπὸ γὰρ τοῦ λεπτοτάτου κατασκευάζονται. Καὶ Ὅμηρος τὸ λευκᾶναι παλύναι φησί. Λευκὸν δὲ τὸ πέμμα. Ἢ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς διὰ τούτων. πόπανα δὲ, ἀπὸ τῆς πέψεως· πέττειν γὰρ ποιοῦσιν. Οὕτως Εὐριπίδης Τρωάσι. Πέλεκυς: Παρὰ τὸ πέλειν ὠκύς· τὸ γὰρ πέλω σημαίνει καὶ τὸ γίνεσθαι καὶ εἶναι· σημαίνει καὶ τὸ ἀναστρέφεσθαι· ὅθεν ὁ μέλλων, πελήσω· ἐξ οὗ καὶ πόλος ὁ οὐρανός. Πελεμίχθη: Ἐκινήθη, ἐσείσθη· ἀπὸ τοῦ πάλλω, ὡς οἶμαι· ἢ ἀπὸ τοῦ πέλω. Καὶ τὸ πτελεμίζετο, ἐκινεῖτο σημαίνει. Πέλεια: κίρκος ἔστιν εἶδος ἱέρακος· εἰσὶ δὲ γένη ἱεράκων ὀκτὼ, ὥς φησι Καλλίμαχος ἐν τοῖς περὶ ὀρνέων. Πέλεια δὲ, περιστερᾶς εἶδος, οἷον φάσσαι. Ἐτυμολογεῖται δὲ παρὰ τὸ πέλαν, ὃ σημαίνει τὸ μέλαν. Καὶ ὥσπερ παρὰ τὸ μαῖα γίνεται μαιὰς μαιάδος, οὕτως καὶ παρὰ τὸ πέλεια, πελειὰς πελειάδος. Καὶ πελίωμα, τὸ μέλαν· καὶ γὰρ πέλλην λέγουσι βοῦν, τὸν τοιοῦτο χρῶμα ἔχοντα· καὶ Πέλλη, πόλις Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε, πέλλη τὸ χρῶμα· καὶ ὁ Πελίας, ὄνομα. Πελῶ: Βαρυνόμενον μὲν σημαίνει τὸ ὑπάρχω· περισπώμενον δὲ, τὸ προσεγγίζω. Πέλλας: Ἰλιάδος πʹ, γλαγέας κατὰ πέλλας. Ἀπὸ τοῦ πεπελεκῆσθαι. Εἰσὶ δὲ ξύλινα ἀγγεῖα. Πέλμα: Παρὰ τὸ πεπιλῆσθαι πλέον τοῦ ἄλλου δέρματος· ἢ παρὰ τὸ πέλας ἀεὶ καθεστάναι τῶν πέδων Πελοπηΐς: Ὥσπερ παρὰ τὴν Κέκροπι δοτικὴν γίνεται Κεκροπὶς, Αἰθίοπι Αἰθιοπὶς, οὕτως Πέλοπι Πελοπίς· καὶ πλεονασμῷ τοῦ η. Περὶ Παθῶν. Πελοπόννησος: Δύναται καὶ τοῦτο πλεονασμῷ ἔχειν τὸ ν· παρὰ γὰρ τὴν Πέλοπος γενικήν. Ὡσαύτως καὶ τὸ Προκόννησος, πλεονασμῷ ἀπὸ τῆς Προκόνησος. Περὶ Παθῶν. Πέλωρ αἴητον: Ἰλιάδος ςʹ. Εἰς τὸ αἰδώς. Πελωρίς: Νῆσος, ἢ τόπος· Διονύσιος ὁ περιηγητής. Γράφεται δὲ μικρὸν, ὡς τὸ, Ἄκρα δέ οἱ Πάχυνος, Πελορίς τε Λιλύβη τε· Καὶ μέγα, ὡς τὸ, Ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα. Λέγεται δὲ πελωρὶς καὶ εἶδος ὀστρέου· παρὰ τὸ πέλωρον, ὃ σημαίνει τὸ μέγα· ἐπειδὴ μεῖζον ἐστὶ τῆς χήμης καὶ τῶν ἄλλων ὁμοίων ὀστρέων. Πελώριος: Μέγας· παρὰ τὸ πέλω, τὸ ὑπάρχω, καὶ τὸ ὥρα ἡ φροντὶς, ᾧ πέλει φροντὶς διὰ τὸ μέγεθος. Καὶ πελώριον, τὸ μέγιστον. Πεμπάσεται: Ἀπὸ τοῦ πεμπάζω· σημαίνει τὸ διελθεῖν καὶ ἐρευνῆσαι· ἴσως ἀπὸ τοῦ πέμπω. Αἰολικῶς δὲ τὸ κατὰ πέντε ἀριθμήσει. Πέμπελος: Λυκόφρων, ἡ γραῦς· παρὰ τὸ εἶναι πλησίον τοῦ πέμπεσθαι εἰς ᾅδην. Πένθος: Κυρίως ἐπὶ τῶν κατοιχομένων· παρὰ τὸ ἐν βαθυτάτῳ εἶναι τὴν ἐπʼ αὐτοῖς λύπην· παρὰ τὸ βάθος, πλεονασμῷ τοῦ ν, καὶ τροπῇ τῶν στοιχείων· ἢ διὰ τὸ ἐν βαθυτάτῳ εἶναι τοὺς τεθνεῶτας. τὸ δὲ κατωτάτω καὶ ἀφανὲς βένθος ἐλέγετο. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ πάθος λέγει. Πένης: Σημαίνει τὸν ἐκ πόνου καὶ ἐνεργείας τὸ ζῆν ἔχοντα· παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ πράττω. Ἐκ τούτου πενιχρὸς, ὡς μελιχρός. Πένοντο, καὶ Πένοντο, Ἀμφεπένοντο: Ἀντὶ τοῦ ἐνήργουν καὶ ἠσχολοῦντο, ἀπὸ τοῦ πένω, τὸ κάμνω· ἀφʼ οὗ καὶ πόνος καὶ πόντος. Πένταχα κοσμηθέντες: Ἰλιάδος λʹ, ἀντὶ τοῦ πενταχῶς. Πεντηκόντορος: Εἰς τὸ ἐρέτης. Πεντηκοντόγυον: Εἰς τὸ γύης. Πέντοζος: Ἡ χεὶρ, παρὰ τὸ πέντε ὄζους ἔχειν. Πενέσται: Οἱ δοῦλοι τῶν Θετταλῶν, ὡς οἱ τῶν Λακεδαιμονίων εἵλωτες, καὶ τῶν Κρητῶν κλαρόται. Πελτασταί: Τοξόται τοὺς ξυστοὺς κατέχοντες. πέλτη, ἀσπὶς ἴτυν μὴ ἔχουσα· ὅθεν καὶ πελτασταὶ στρατιῶται τινὲς οἱ πέλτην ἔχοντες. Ὁ δὲ πέλτης, εἶδος ἐστὶν ὅπλου οἷον ἀσπίς. Πεντηκοστευόμενον: Τῶν εἰσαγομένων εἰς τὸν Πειραιᾶ φορτίων ἐκ τῆς ἀλλοδαπῆς πεντηκοστὴν ἐτέλουν οἱ ἔμποροι· καὶ τοῦτο ἐκάλουν πεντηκοστεύεσθαι· καὶ οἱ τὸ τέλος εἰσπράττοντες πεντηκοστολόγοι καλοῦνται. Πέλωρα: Ὄνομα οὐδέτερον· τὸ ἀρσενικὸν, ὁ πέλωρ. Τί σημαίνει; Τὸ ἐξαίσιον καὶ φοβερόν· παρὰ τὸ πέλω καὶ τὸ ὥρα, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ μέγεθος. Οὕτως ἐτυμολογεῖται. Παράγεται δὲ παρὰ τὸ προσπελάζειν καὶ προσεγγίζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῷ χʹ, διὰ τὸ μέγεθος αὐτοῦ· Παμφαίνονθʼ ὥστʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τʼ ὀπώρης εἶσι. καὶ ἑξῆς. Λοιπὸν, πέλωρ πέλωρος· καὶ τὸ οὐδέτερον, πέλωρον· καὶ πελώριος. Τὸ ΡΙ, ι, ὡς ἕλωρ ἕλωρος ἑλώριος· τὰ γὰρ ἀπὸ τῶν εἰς ΩΡ, εἰ μὲν τρέπει τὸ ω, διὰ τῆς ΕΙ διφθόγγου γίνεται τὰ κτητικὰ, Νεστόρειος· εἰ δὲ φυλάττει, διὰ τοῦ ι. Πενταέτηρον: Τὰ διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύτονα καὶ βαρύτονα, μὴ ἔχοντα ἀναφαινόμενον τὸ ο, μήτε ῥῆμα ἀντιπαρακείμενον, διὰ τοῦ η γράφεται· Ἄβδηρος, τόπος· Ἄβληρος, κύριον· φάληρος, ἐξ οὗ τὸ τετραφάληρος· πενταέτηρος. Σεσημείωται βαρυνόμενα δύο, Κάμιρος, Ἄϊρος. Ὀξύνεται καυστειρός· ὅπερ γίνεται κατὰ διάλεκτον Βοιωτικὴν, ὡς τὸ τέθηκα τέθεικα. «Μὴ ἔχοντα ἀναφαινόμενον τὸ ο·» διὰ τὸ ὄνειρος· ὄνοιρος γὰρ λέγεται Αἰολικῶς. «Μὴ ἔχοντα δὲ ῥῆμα ἀντιπαρακείμενον·» διὰ τὸ μάγειρος. Ζήτει εἰς τὸ κάμειρος. Πέος: Σημαίνει τὸ αἰδοῖον· οἶμαι ὅτι κατʼ ἔλλειψιν τοῦ σ, ὅτι σπᾷ καὶ ἐντείνεται· ἢ κατʼ ἔλλειψιν τοῦ λ, πλέος, παρὰ τὸ πλησιάζειν· ἢ παρὰ τὸ πῶ, τὸ κτῶμαι, διʼ οὗ κτώμεθα τέκνα· ἢ φέος, οἷον φύος, διʼ οὗ φύομεν τέκνα. Ἐγὼ ἐπενόησα. Ὦρος. Πεπάλασθε: Κληρώσασθε, λάχετε· πάλος γὰρ, ὁ κλῆρος· παρὰ τὸ πάλλω ῥῆμα, τὸ κινῶ καὶ σείω, παλῶ παλάσσω· ἐπειδὴ, ἡνίκα ἂν βληθῶσιν οἱ κλῆροι, πάλλονται· οἷον, πάλλεν δὲ γερήνιος ἱππότα Νέστωρ· ἐκ δʼ ἔθορε κλῆρος κυνέης. Πεπαλαγμένον: Μεμολυσμένον καὶ κατεστυμμένον· ἀπὸ τοῦ παλάσσω· ὅπερ ἀπὸ τοῦ πάλη, τοῦ ἀλεύρου, γίνεται. Πάλη δὲ εἴρηται τὸ λεπτὸν τοῦ ἀλεύρου, ὅπερ δύναται ἐπιπάσσεσθαι διὰ λεπτότητα. Παρὰ τὸν πάσσω μέλλοντα πάλη, ὡς δαμάσσω δαμάλη, ἀνθήσω ἀνθήλη· καὶ γὰρ ὁ εἰς ΣΩ μέλλων τὴν ΣΩ τρέπει εἰς ΛΗ· εἰ δὲ ἔχει διπλοῦν, προσέρχεται, οἷον ζεύξω, ζεύγλη· τρώξω, τρώγλη. Οὕτως οὖν πάσσω, πάλη· καὶ κατὰ ἀναδιπλασιασμὸν, παπάλη· καὶ τροπῇ, παιπάλη· οἱ δὲ Ἀττικοὶ πασπάλη λέγουσι, πλεονασμῷ τοῦ σ. Πέπειρος: Εἰς τὸ ὄνειρος. Πέπερι: Παρὰ τὸ πέπτω πέσσω, τὸ εἰς πέψιν ἄγον τῇ θερμότητι τοῦ πνεύματος. Πεπαρμένον: Χρυσείοις ἥλοισι πεπαρμένον. Διαπεπερονημένον. Ἔστι δὲ πείρω, τὸ κεντῶ, περῶ, πέπαρκα, πέπαρμαι· ἡ μετοχὴ, πεπαρμένος. Πεπείθαται: Ἀπὸ τοῦ πείθω, πείσω, πέπεικα, πέπεισμαι, πέπεισται· καὶ Ἰακῶς, πεπείθαται. Καὶ τὸ ἐπέπιθον, πείθω· ὁ δεύτερος ἀόριστος, ἔπιθον· καὶ ἀναδιπλασιασμῷ Ἀττικῷ, ἐπέπιθον· ἐξ οὗ καὶ τὸ, Σπουδῇ παρπεπιθόντες. Καὶ τὸ ἀπαρέμφατον, πεπιθεῖν, πεπιθέσθαι· καὶ τὸ πεπίθοιμεν, ἀντὶ τοῦ πείσαιμεν· καὶ ΠΕΠΙθοῦσα, μετοχὴ ἀορίστου δευτέρου καὶ μέλλοντος· εἰώθασι γὰρ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν οἱ ποιηταί. Τὸ δὲ πεπιθήσω γίνεται ἀπὸ τοῦ πιθῶ πιθήσω· καὶ κατὰ ἀναδιπλασιασμόν. Πεπιλημένος: Συνεσφιγμένος· ἀπὸ μεταφορᾶς τοῦ πίλου· ὅπερ ἐν τῇ ἐργασίᾳ ὑπὸ τῶν τεχνιτῶν κατασφίγγεται. Πέπληγε: Πλήσσω ἔπλαγον, ἐπὶ τοῦ ψυχικοῦ πάθους· ἐπὶ δὲ τοῦ σωματικοῦ, διὰ τοῦ η. Ὁ δὲ ποιητὴς εἰπὼν κατεπλήγη διὰ τὸ μέτρον, ἵνα μὴ νομίσωμεν ἐπὶ τοῦ σωματικοῦ λέγεσθαι, εἶπε φίλον ἦτορ, ἤγουν τὴν ψυχήν. Πέπλος: Τὸ γυναικεῖον ἱμάτιον καὶ ποικίλον· οἱονεὶ περίπελός τις ὢν, ὁ περὶ τὸν φοροῦντα περιπελόμενος καὶ εἰλούμενος· καὶ πέπλος, κατὰ συγκοπὴν τῆς ΡΙ συλλαβῆς καὶ τοῦ ε· ἢ παρὰ τὸ πρέπω, πρέπαλος· καὶ συγκοπῇ, πέπλος. Πεπνυμένος: Εἰς τὸ ἀπινύσσω. Πεποιήκαντι: Δωρικῶς. Οὗτοι γὰρ τρέπουσι τὸ σ εἰς τ, ἐπεισόδῳ οὐ πλεονασμῷ τοῦ ν· τὸ γὰρ κοινὸν, πεποιήκασι. Πέπονες: Ω πέπον, ὦ Μενέλαε. Ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν προσηνῆ, καὶ τότε λαμβάνεται ἐπὶ ἐπαίνου· καὶ ἐπὶ μὲν τοῦ ἐκλύτου, ἀπὸ μεταφορᾶς τῶν πεπαινομένων καρπῶν· οἳ, μετρίως μὲν πεπανθέντες, εὔχρηστοί εἰσι καὶ ἀπόδεκτοι· ὑπερπεπανθέντες δὲ, ἔκλυτοι καὶ σεσηπότες· διόπερ ἡ λέξις τὰ ἐναντία σημαίνει, ἀπὸ τοῦ πεπείρου καὶ ἀσφαλοῦς, καὶ ἀπὸ τοῦ σεσαπημένου· ἢ τῶν πεπόνων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, τῇ δὲ θίξει καὶ τῇ ἁφῇ, μαλακὰ καὶ εὐένδοτα. Ὅταν δὲ σημαίνῃ τοὺς γενναίους, ἐκ τοῦ φόνος· φόνους δὲ ἔλεγον οἱ Δωριεῖς τοὺς ἐπονειδίστους, ἤγουν τοὺς ἄξια φόνου δεδρακότας· καὶ παρὰ Φρυγικῷ ἔθει καὶ ἀναδιπλασιασμῷ, πέφονες· καὶ τροπῇ, πέπονες. Συστέλλεται δὲ, ὡς κοινὸν τῷ γένει. Πέπονθα: Ἀπὸ τοῦ πονῶ, πονήσω, πεπόνηκα, πέπονα· καὶ πλεονασμῷ τοῦ θ, πέπονθα. Πέποσχε: Ἀπὸ τοῦ πάσχω, πάσξω, πέπασχα· τὸ τρίτον, πέπασχε· καὶ κατὰ τροπὴν τοῦ α, πέποσχεν. Ἐν Ἁρπαγαῖς Ἐπιχάρμου, Ἁ δὲ Σικελία πέποσχε. Πέποσθε: Ἰλιάδος γʹ, ἀντὶ τοῦ πεπόνθατε· ὁ μὲν Ἡρωδιανὸς, ἀπὸ τοῦ πήθω, τὸ πανθάνω, ὁ μέλλων, πήσω· πέπηκα, πέπησμαι, πεπήσμεθα, πέπησθε· καὶ συστολῇ τοῦ η εἰς ο. Ἄλλοι δὲ, ἀπὸ τοῦ πεπόνημαι, πεπονήμεθα, πεπόνησθε· καὶ συγκοπῇ τῆς ΝΗ, πέποσθε. Πεποτήαται: Ἀπὸ τοῦ πέτω γίνεται ποτῶ ποτήσω πεπότηκα πεπότημαι, πεπότηται. Ἰακῶς πεποτέαται· καὶ κατὰ Ἴωνας πεποτήαται κατὰ ἔκτασιν. Πέπρακα: Ἀπὸ τοῦ περῶ περάσω, πεπέρακα· καὶ κατὰ συγκοπὴν, πέπρακα. Ζήτει εἰς τὸ ἐμπρήσω. Πεπρωμένον: Σημαίνει τὸ εἱμαρμένον καὶ ὡρισμένον, καὶ οἱονεὶ πεπερατωμένον· ἀφʼ οὗ γίνεται κατὰ συγκοπὴν πεπρωμένον, οἷον τύχην τὴν τὸ πέρας τοῦ βίου ὁρίζουσαν καὶ περατοῦσαν. Βάβριος· Ἅ σοι πέπρωται, ταῦτα τλῆθι γενναίως, καὶ μὴ σοφίζου· τῶν χρεῶν γὰρ οὐ φεύξῃ. καὶ Πρίαμος λέγει, Ζεὺς μέν που τόγε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν Ἰλιάδος γʹ. Πέπταμαι: Ἐκ τοῦ ἵπτημι γίνεται ὁ παθητικὸς παρακείμενος, ἔπταμαι, ἔπτασαι, ἔπταται· καὶ πλεονασμῷ τοῦ π, πέπταμαι Αἰολικῶς· οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον, ὥσπερ τὸ ἐπτερύγωμαι, πεπτερύγωμαι· καὶ ἀπὸ τοῦ ἔπτωκα, πέπτωκα. Ἢ ἀπὸ τοῦ πτῶ, ὁ παρακείμενος, ἔπτωκα· καὶ πλεονασμῷ τοῦ π. Πέπτωκα: Ἀπὸ τοῦ πετῶ, πετήσω πεπέτηκα, καὶ κατὰ συγκοπὴν, πέπτηκα καὶ πέπτωκα, ὡς οἰχῶ, οἰχήσω, ᾤχηκα καὶ ᾤχωκα. Ἢ ἀπὸ τοῦ πετῶ, παράγωγον πετέω, ὡς χαλῶ χαλέω. Τοῦτο γίνεται κατὰ συγκοπὴν, πεπτῶ, πεπτήσω· ὁ παρακείμενος, πέπτηκα· καὶ τροπῇ. Ἢ ἀπὸ τοῦ πέδον γίνεται πεδῶ, πεδώσω, πεπέδωκα· καὶ κατὰ συγκοπὴν, πέπδωκα· καὶ ἐπειδὴ δασέα δασέων, καὶ ψιλὰ ψιλῶν, καὶ μέσα μέσων προηγοῦνται κατὰ σύλληψιν, οἷον πτῶσις, κτῆμα, ἐτράπη τὸ δ εἰς τ, καὶ γέγονε πέπτωκα. Πεπτηῶτα: Ἀπολλώνιος, Κύζικος ἐν κονίῃ τε καὶ αἵματι πεπτηῶτα· ἀντὶ τοῦ ἐκτεταμένον· σημαίνει δὲ καὶ τὸν πεπτωκότα, ὡς τὸ, πετάλοις ὑποπεπτηῶτα. Ἢ ἀπὸ τοῦ πέτω, ἢ ἀπὸ τοῦ πτήσσω, πτήξω, ἔπτηχα, ἐπτηχώς· καὶ Ἰωνικῶς, πεπτηχώς· καὶ ἀποβολῇ, πεπτηώς. Πέπυσμαι: Ἀπὸ τοῦ πεύθω, πεύσω, πέπευκα· ὁ παθητικὸς, πέπευσμαι· ἆρον τὸ ε, πέπυσμαι. Εἰ δέ τις εἴποι, ὅτι ἀπὸ τοῦ πυνθάνω δύναται εἶναι, εἰπὲ ὅτι τὰ διὰ τοῦ ΑΝΩ ἄκλιτά εἰσιν. Ὥστε πέπυσμαι ἐνδείᾳ τοῦ ε, ὡς καὶ τὸ τέτυγμαι ἀπὸ τοῦ τεύχω. Πεπρωμένον: Ἀπὸ τῆς μετοχῆς μετήχθη εἰς ἐπιρρηματικὴν σύνταξιν, ὥσπερ καὶ τὸ εἱμαρμένη· ἡ δὲ μετοχὴ, ἐκ τοῦ περατόω περατῶ περατώσω· καὶ ἔστι πεπερατωμένον· καὶ συγκοπῇ, πεπρωμένον. Σημαίνει δὲ τὸ προωρισμένον καὶ εἱμαρμένον. Ἔστι δὲ παρʼ Ἕλλησιν ἡ λεγομένη παρʼ ἡμῖν πρόνοια. Τὴν δὲ αὐτὴν εἱμαρμένην ἔλεγον καὶ ἀδράστειαν, διὰ τὸ μὴ ἀποδιδράσκειν ἅπαντα τὰ προορισθέντα. Πέρας: Παρὰ τὸ τέλος, τέλας· καὶ τροπῇ τοῦ τ εἰς π καὶ τοῦ ἀμεταβόλου, πέρας· ἢ παρὰ τὸ τῆς ἔρας παῦσις εἶναι. Ἐκ τοῦ πέρας γίνεται ῥῆμα περῶ, καὶ σημαίνει τὸ τελειῶ. Ἢ ἐκ τοῦ περῶ περάσω· καὶ ἀποβολῇ τοῦ ω, πέρας. Περάτη: Λέγεται ἡ ἀνατολὴ, ὡς τὸ, Ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δʼ ἀταρποί. Δύναται δὲ καὶ ἐπὶ δύσεως καὶ ἐπʼ ἄρκτου καὶ μεσημβρίας. Περάτη λέγεται καὶ τὸ τέλος. Περαιτέρω: Πλέον πάνυ. Ἀπὸ τοῦ πέρας περατέρω· πλεονασμῷ τοῦ ι, περαιτέρω. Ὅσοι τὸ ἐγγυτέρω καὶ ἐγγυτάτω καὶ τὰ ὅμοια σὺν τῷ ι βούλονται γράφεσθαι, ἀπὸ δοτικῆς λέγουσιν αὐτὰ εἶναι, ὁ ἐγγύτατος τοῦ ἐγγυτάτου τῷ ἐγγυτάτῳ· καὶ ὁ ἀνώτατος τοῦ ἀνωτάτου τῷ ἀνωτάτῳ· καὶ λέγει ὁ Ἐπαφρόδιτος, ὅτι τινὰ τῶν ἀρχαίων ἀντιγράφων σὺν τῷ ι εἶχον αὐτὰ γεγραμμένα. Κρεῖττον δέ ἐστι χωρὶς τοῦ ι ταῦτα γράφεσθαι. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι εἴ τις τὸ ἔξω φησὶ σὺν τῷ ι γράφεσθαι, ἐπειδὴ οἱ Συρακούσιοι ἔξοι λέγουσιν, οὐκ ἐπιχειρεῖ καλῶς· ἰδοὺ γὰρ τὸ ἔνδον ἐνδοῖ λέγουσιν, ὡς παρὰ Θεοκρίτῳ, Ἐνδοῖ Πραξινόα· καὶ ὅμως τὸ ἔνδον οὐ γράφεται διὰ τοῦ ο καὶ ι. Τί οὖν ἄτοπον καὶ τὸ ἔξω γράφεσθαι χωρὶς τοῦ ι, εἰ καὶ λέγουσιν οἱ Συρακούσιοι ἔξοι; Ζήτει εἰς τὸ ἔξω. Πέπταται: Πτῶ, πτῆμι· ὁ μέλλων, πτήσω· ὁ παρακείμενος, πέπτηκα· ὁ παθητικὸς, πέπταμαι, πέπταται. Πέρδιξ: Παρὰ τὸ περισσῶς ᾄδειν· ἢ παρὰ τὸ πηδᾶν ἀπὸ τόπου εἰς τόπον. Ἢ πέρδιξ, ὁ περισσῶς διωκόμενος καὶ φεύγων· ἢ παρὰ τὸ πέδον, ὃ σημαίνει τὸ χαμαὶ, τὴν γῆν· χαμαιπετὲς γὰρ τὸ ζῷον, καὶ μὴ σφόδρα εἰς ὕψος αἰρόμενον, μηδὲ περιδινεῖσθαι ἐν ἀέρι δυνάμενον. Πέρθω: Τὸ πορθῶ, τὸ πολιορκῶ· γίνεται παρὰ τὸ περιθέω, τουτέστι περιτρέχω τὴν γῆν καὶ τὴν πόλιν· ὁ παρακείμενος, πέπερκα· ὁ παθητικὸς, πέπερμαι, πέπερται· τὸ ἀπαρέμφατον, πεπέρθαι. Ἆρον τὸν διπλασιασμὸν, καὶ γίνεται πέρθαι. Περιδέρραιον: Περιτραχήλιος κόσμος· ἀπὸ τοῦ δέρρη Αἰολικῶς, ὃ σημαίνει τὸν τράχηλον. Ὁ δὲ Ὦρος ὁ Μιλήσιος διὰ τῆς ΑΙ διφθόγγου γράφει, καὶ διʼ ἑνὸς ρ· ᾧ μᾶλλον πειστέον. Περιδώμεθα: Καὶ Ἀριστοφάνης, περιδοῦ νῦν ἐμοί· καὶ, Ἐμέθεν περιδώσομαι, ἀντὶ τοῦ, κατʼ ἐμαυτὸν συνθηκοποιήσομαι· εἴρηται ἀπὸ τοῦ δῶ, τὸ δεσμεύω. Περιδόξω: Ζήτει εἰς τὸ τέλος. Περίηρς: Ἐκ τοῦ περιήρης ἆρον τὸ η, περίηρς. Ταύτῃ ἐάν σοι προτεθῇ παρʼ Ἀλκμᾶνι, ὅτι, κλῖνον αὐτὸ, μὴ κλίνῃς· οὐ γὰρ ἀκολουθεῖ ἡ κατάληξις, εἰ γένοιτο περιήρους, πρὸς τὴν περιήρης εὐθεῖαν. Περὶ Παθῶν. Περικαλλής: Ἐκ τοῦ κάλλος γίνεται. Ὄσσε πάρος περικαλλέʼ ἐόντε· Ἀδύνατον τὴν μετοχὴν ἀπὸ τοῦ ο ἄρχεσθαι· θέλει γὰρ ἀπὸ τοῦ ε ἄρχεσθαι, ἐκτὸς ἐόντας· καὶ, Ἐνθάδʼ ἐόντʼ ἐμάχοντο. Ὥστε κατʼ ἔκθλιψιν ἐστί. Ζητεῖται δὲ καὶ τοῦτο, τίνος ἐγένετο ἡ ἔκθλιψις, τοῦ α, ἢ τοῦ ε· περικαλλέα, ἢ περικαλλέε. Ὅμοιόν ἐστι καὶ τὸ, δύο φάρεʼ ἐΰνητόν τε χιτῶνα. Καὶ ἔστιν εἰπεῖν, ὅτι σύνηθες τῷ ποιητῇ ἐκθλίβειν ἐπὶ τῶν δυϊκῶν τῶν ἀρσενικῶν τὸ ε· ἐπὶ δὲ τοῦ οὐδετέρου, τὸ α. Περικτίται: Σημαίνει τοὺς κτίστας. Ἔλλειψις οὖν τοῦ σ· ἡ δὲ χρῆσις, παρὰ Ἀπολλωνίῳ. Περικτιόνων: Παρὰ τὸ οἰκῶ γίνεται περιοικῶ· πλεονασμῷ τοῦ τ, καὶ ἐκβολῇ τοῦ ο· σημαίνει δὲ τοὺς περὶ κύκλῳ οἰκοῦντας. Περίπατος: Ἡ περὶ σχέσιν κυκλοτερῆ δηλοῖ, ὡς τὸ, περιέχεσθαι, περικάμπτειν. Οὕτως ἔχει καὶ ὁ περίπατος· πάτος γὰρ τὸ πατούμενον· ἐξ οὗ τὸ κατὰ κυκλοτερίαν περίπατος λέγεται. Ἡ δὲ περὶ ἔστι καὶ ἀντὶ τῆς ὑπὲρ, ὡς τὸ, περὶ μὲν βουλῇ Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι· ἀντὶ τοῦ ὑπέρεστε ἐν τῷ βουλεύειν, καὶ περίεστε ἐν τῇ μάχῃ, ὅπερ ἐστὶ τὸ ὑπερέχετε. Ἐπὶ δὲ τοῦ περισσοῦ, περὶ γάρ με φίλει καὶ κήδετο· καὶ, περίφρων Πηνελόπεια· ἡ περισσόφρων, περισσῶς φρονοῦσα, φρόνιμος. Ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους, Αἳ περιναιετάουσι. Περιπατοίην: Δεῖ γινώσκειν, ὅτι πολλάκις εὑρίσκεται εἰς ΗΝ καθαρὸν εὐκτικὸν, μὴ οὔσης τῆς μετοχῆς εἰς σ ὀξύτονον διὰ τοῦ ΝΤ κλινομένης· τὸ γὰρ περιπατοίην ὁ Ἀπολλώνιος οὕτω σχηματίζει· ἔστι περιπατοῖμι, καὶ τὸ τρίτον, περιπατοῖ, καὶ Ἀττικῷ πλεονασμῷ τοῦ η, περιπατοίη, εἶτα προσθέσει τοῦ σ γίνεται τὸ δεύτερον, περιπατοίης, τὸ τρίτον, περιπατοίη. Περιπέζια: Τὰ παρὰ τὴν γῆν προσπελάζοντα. πέζα γὰρ οὐ μόνον ὁ ποὺς, παρὰ τὸ ἐν τῷ πέδῳ ἕζεσθαι, ἀλλὰ καὶ ἡ γῆ, παρὰ τὸ ἕζω. Περιπλομένων ἐνιαυτῶν: Ἀπὸ τοῦ πέλεσθαι, ὅ ἐστι γίνεσθαι· οἷον, περιπελομένων, τῶν διαγινομένων· καὶ κατὰ συγκοπήν. Καὶ περιτελλομένων, περιερχομένων. Περιρρηδής: Περιρραγεὶς, περιρρυείς. Οὕτως Ἀλέξανδρος ὁ Κοτιαεύς· Πῖος δὲ, περιφερὴς, περιρρυής. Ὦρος. Περισθενής: Περιττῶς τῷ σθένει χρώμενος, καὶ οὐ δυνάμενος αὑτὸν κατέχειν. Ἐν οἵῳ τρόπῳ λέγεται τὸ περιώδυνος καὶ περιαλγής. Περισκέπτωι: Περισκέπτῳ ἐνὶ χώρῳ. Τῷ ὑψηλῷ, ὅθεν ἐστὶ περισκέψασθαι διὰ τὸ ὕψος καὶ ἀπιδεῖν· ἢ ὅθεν ἐστὶ τὸ πέριξ ἰδεῖν. Ἢ περίσκεπτον, ὅ τις ἂν κατανοῶν θαυμάσειεν· οἷον, ὄφρα γένωμαι σοι τι περίσκεπτον παίγνιον Ἀρσινόη. Δίδυμος ἐν ὑπομνήματι ξʹ Ὀδυσσείας. Οὕτως εὗρον ἐγὼ εἰς τὸν Ὦρον. Περιστερά: Παρὰ τὸ πέτεσθαι στερρῶς· ἢ παρὰ τὸ περισσῶς ἐρᾶν· θερμόταται γὰρ κατὰ συνουσίαν εἰσί· διὸ καὶ τῇ Ἀφροδίτῃ ἀνάκεινται· καὶ πολλάκις τίκτουσιν ἐν τῷ ἐνιαυτῷ, τῶν ἄλλων ὀρνέων μὴ ποιούντων τοῦτο. Τὸ δὲ περισσῶς παρὰ τὴν περὶ πρόθεσιν παρῆκται. Περίστῳον: Σὺν τῷ ι γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ΩΙΟΝ· καὶ ὅτι ἀπὸ τοῦ στοιὰ γίνεται, τοῦ σημαίνοντος τὸ στοὰ, περίστοιον, καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω, περιστώϊον. Εὐλόγως δὲ προπαροξύνεται· τὸ δὲ προστῷον προπερισπᾶται· καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι, ἢ τὰ δύο προπαροξύνεσθαι, ἐπειδὴ ἀπὸ τοῦ στοιὰ ἀμφότερα γέγονεν· ἀλλʼ ἡ παράδοσις τὸ μὲν ἓν οἶδε προπαροξύτονον, τὸ δὲ ἕτερον, προπερισπώμενον. Περισσός: Παρὰ τὴν περὶ πρόθεσιν καὶ τὸ σεύω, τὸ ὁρμῶ. Περιστοιχίζω: Ζήτει εἰς τὸ τέλος. Περιουσιασμός: Πλῆθος, ὕπαρξις φυσική. Περίστατοι: Περίβλεπτοι, ἐφʼ οἷς ἄν τις σταίη βουλόμενος θεάσασθαι. Περίττωμα: Τὸ περὶ τὸ σῶμα καθάρσιον, οἱονεὶ τὸ περισσόν· ἀπὸ τῶν τρεφόντων τὸ σῶμα· καὶ εἰς οὐδὲν ἡμῖν ὠφέλιμον· ἢ ἀπὸ τοῦ περὶ τὸ σῶμα εἶναι, καὶ οὐκ ἐν τῷ σώματι μένειν. Περιφραδέως: Ἀντὶ τοῦ πάνυ ἐπιστημόνως καὶ ἐντέχνως· ἐμπειρίας γὰρ προσδεῖ τοῖς ὀπτῶσι διὰ τὸ συχνοτέρως ἐποπτεύειν. Παρὰ τὸ φράζω, φράδμων, φραδὴς, καὶ φραδέως ἐπίρρημα, τὸ μετὰ λόγου καὶ ἐπιστήμης τὶ ποιεῖν· Ὤπτησάν τε περιφραδέως. Περιωπή: Ὁ κάτοπτος τόπος· καὶ ἔστι παρὰ τὸ περιόπτω ῥῆμα, περιοπὴ, ὡς κλέπτω κλοπή· ἡ δὲ τοῦ ο μετάθεσις εἰς ω σεμνοτέραν ἐποίησε τὴν λέξιν. Σημαίνει ἀκρώρειαν, ὑψηλὸν τόπον. Περιώσιον: Ἰλιάδος δʹ, περισσῶς, παρὰ τὸ προσῆκον. Παρὰ τὸ ὅσιον γίνεται κατʼ ἔκτασιν τοῦ ο εἰς τὸ ω· καὶ ὑπερώσιον ὁμοίως. Περόνη: Παρὰ τὸ πείρειν, ὅ ἐστι κεντᾶν καὶ διαπερᾶν· ἐκ τούτου γίνεται ἐμπερονῶ. Πόρπη δὲ, ἡ φίβλα. Πέρπερος: Ὁ φλύαρος. Ἀπὸ τοῦ περιφέρω γίνεται περίφερος, καὶ συγκοπῇ, πέρφερος, καὶ τροπῇ τοῦ φ εἰς π, ὁ τοῖς λόγοις περιφερόμενος. Ἢ παρὰ τὸ πτερὸν, περίπτερος· καὶ ἐν συγκοπῇ, πέρπερος· ὅθεν καὶ περπερεύεται, ἀντὶ τοῦ ματαιοῦται, ἀτακτεῖ, κατεπαίρεται μετὰ βλακείας. Πέρραμος: Πρίαμος Αἰολικῶς. Πότε δύο ΡΡ, καὶ πότε ἕν; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐὰν σύμφωνον ἐπιφέρηται ἓν, οἷον τρίτος, τέταρτος, οὐκέτι δύο ΡΡ· οὐ γὰρ ἠδύνατο δύο ΡΡ. Καί γε ἐὰν μὲν ᾖ καθαρὸν, δύο· ἐὰν δὲ σύμφωνον, ἕν· οἷον κοπρία κόπερρα, ὑπερθέσει· Πρίαμος, Πέρραμος. Περὶ Παθῶν. Περσεύς: Τὸν μὲν καὶ Περσῆα μετακλήϊσαν Ἀχαιοὶ, οὕνεκεν ἄστεα πέρθεν ἀπειρεσίων ἀνθρώπων. Ὦρος. Περσεφόνη: Παρὰ τὸ φέρω καὶ τὸ φόνος, οἱονεὶ φερσεφόνη τὶς οὖσα, πρὸς ἣν ἀποφέρονται οἱ πεφονευμένοι· κατὰ τροπήν. Πέσκος: Σημαίνει κυρίως τὸ τοῦ προβάτου δέρμα. Παρὰ τὸ πείκω πέκω πέκος, καὶ πέσκος, κατὰ πλεονασμὸν τοῦ σ· ἢ παρὰ τὸ σκέπω σκέπος οὐδετέρως, καὶ μεταθέσει, πέσκος· τὸ γὰρ δέρμα τὸ σκεπάζον σημαίνει· ἢ οὗ τοῖς ἐρίοις ἐπὶ σκέπην χρώμεθα. Πεσεῖν: Ἀπὸ τοῦ πέδου, ὅ ἐστι τῆς γῆς. Τὸ ῥῆμα πεσῶ, πόθεν; Παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν· κυρίως γὰρ πεσεῖν ἐστὶ, τὸ ἀπὸ ὕψους εἰς γῆν κατενεχθῆναι· καὶ πεσόντος, μετοχὴ δευτέρου ἀορίστου, ἀντὶ τοῦ ἀναιρεθέντος, φονευθέντος. Ἐκ δὲ τοῦ πεσῶ πεσήσω, γίνεται ὁ δεύτερος ἀόριστος, ἔπεσον· καὶ τὸ προστακτικὸν, πέσε πεσέτωσαν· σεσημείωται γὰρ ὁ ἔπεσον καὶ ἔχεσον δεύτερος ἀόριστος, ἔχοντες τὸ σ χαρακτηριστικόν. Ἐκ δὲ τοῦ ἔπεσον ἡ μετοχὴ, πεσὼν πεσόντος· ὅθεν τὸ εὐκτικὸν, πέσοιμι. Γίνεται δὲ ἐκ τοῦ πίπτω πέσω. Πέσσει: Κατασχεῖ, ἢ καταπραΰνει· καὶ ΠΕΣσέμεν, ἀπὸ ἐνεστῶτος. Τὸ θέμα ἐστὶ πέσσω· ὅθεν τὸ καταπέψῃ, ἀντὶ τοῦ κατάσχῃ, καταδαπανήσῃ, ὅ ἐστι καταπραΰνῃ. Ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ πλείονι χρόνῳ κατεχομένων σιτίων· καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον καιρὸν, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέττεται. Διὰ τὴν πέψιν οὖν τὴν ἐν αὐτῇ γινομένην. Τὸ θέμα, πέττω· ὁ μέλλων, πέψω. Πεσσοί: Βόλια κυβιστῶν. Πέσσα ὁμωνύμως, ἥ τε γραμμὴ καὶ ὁ ψῆφος. Πέντε δὲ ἦσαν οἷς ἐχρῶντο· Καὶ πέσσα πεντάγραμμα· καὶ τάχα ἡ πεττεία οἱονεὶ πεντεία τὶς οὖσα. Εὗρε δὲ αὐτὴν Παλαμήδης· καὶ δηλοῖ τὸ ἐπίγραμμα τῶν λϛʹʹ πρὸς τοὺς τόπους οὓς ἔχει τὸ Παλαμήδειον ἀβάκιον. Ἔστι πέτω, ὃ σημαίνει τὸ καταπίπτω· ὁ μέλλων, πέσω· ἐξ αὐτοῦ ὄνομα πεσσὸς, ὁ πίπτων ἐν τῷ βάλλεσθαι· καὶ τροπῇ, πεττός· καὶ πεττεύειν, τὸ μεταφέρειν· ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων. Πεττεύειν δὲ καὶ τὸ ταβλίζειν· γίνεται δὲ ἀπὸ τοῦ πεττὸς, πεττεύω· δηλοῖ δὲ τὸ μετατιθέναι καὶ παίζειν. Ἐπὶ δὲ τῶν πέντε γραμμῶν τὰς ψήφους ἐτίθουν· ὧν ἡ μέση γραμμὴ ἱερὰ ἐκαλεῖτο. Πέταλον: Σημαίνει τὸ φύλλον· παρὰ τὸ πέτω, πίπτω· πίπτουσι γὰρ ὡμοίωνται. Ἰλιάδος βʹ. Πέτασαν: Ἀπὸ τοῦ πετάζω πετάσω, ἐπέτασα, καὶ τὰ λοιπὰ δῆλα. Ἱστία λευκὰ πέτασσαν. Τοῦτο ἀπὸ τοῦ πέτω βαρυτόνου· πετῶ γὰρ οὐκ εἴρηται. Πεφωριῶσθαι: Τὸν ὀφθαλμὸν πεπαχύνθαι. Πετεινόν: Οἱ μὲν διὰ διφθόγγου γράφουσιν, ἐκ τοῦ τὴν πτέρυγα τείνειν ἐτυμολογοῦντες· ὁ δὲ Ἡρωδιανὸς, ἐκ τοῦ πετῶ πετάσω, πτῶ πτήσω πτηνὸν καὶ πετηνόν· τὸ δὲ πετεηνὸν, ὡς ῥηματικὸν, διὰ τοῦ η· ἐκ τοῦ πετῶ πετήσω, πετηνόν· καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς, πετεηνόν. Πάντοτε δὲ ὁ ποιητὴς διὰ τοῦ ε καὶ η προφέρει. Ἔστι δὲ καὶ τοῦτο γενικόν. Ἔχεις εἰς τὸ ὄρνις. Πετεῶο: Ἡ εὐθεῖα ὁ Πετέως τοῦ Πετέω· καὶ πλεονασμῷ τοῦ ο Ἀττικῶς. Πέτεσθαι: Ἐπὶ τῆς πτήσεως· παρὰ τὸ πέτω, τὸ πίπτω· παντὶ γὰρ τῷ τοῦ σώματος μέρει δοκεῖ πίπτειν τὰ πετόμενα ἐπὶ τοῦ ἀέρος. Ὁ παθητικὸς ἐνεστὼς, πέτομαι· ὅθεν καὶ πέτονται. Ἐκ τούτου γίνεται πέτος, καὶ σημαίνει τὸ ὕψος· ἐξ οὗ γίνεται πετῶ πετᾷς· καὶ τροπῇ, ποτῶ. Καὶ ἀπὸ μὲν τοῦ πετῶ γίνεται προπετὴς καὶ χαμαιπετής· ἀπὸ δὲ τοῦ πέτω, ὁ δεύτερος ἀόριστος ἔπετον· οἷον, ἔπετον Κυπρογενῆας. Πέτρα: Παρὰ τὸ πέττεσθαι ῥαδίως, κατὰ ἀντίφρασιν. Πεύθω: Σημαίνει τὸ ἀκούω· ἀπὸ τοῦ κεύθω· ὁ γὰρ ἐρωτῶν ἢ μανθάνων τὶ παρά τινος, ἀποκεκρυμμένου πράγματος γνῶσιν ἐρωτᾷ μαθεῖν. ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης. Τὸ δὲ πεύθω σημαίνει καὶ τὸ ἐρωτῶ. Ζήτει εἰς τὸ πυθέσθαι. Πευκαλίμας φρένας: Οἱονεὶ δριμείας καὶ σώφρονας. Ἀπὸ δὲ τῆς πεύκης ἡ μεταφορά· ἡ δὲ πεύκη εἶδός ἐστι δένδρου. Πευκεδανός: Καυστικὸς, θερμός· λέγει δὲ τοιοῦτον τὸν πόλεμον παρὰ τὴν πεύκην τὴν πρὸς καῦσιν ἐπιτηδείαν· σύνηθες δὲ Ὁμήρῳ τὸν πόλεμον πυρὶ παραβάλλειν, διὰ τὸ τῶν μαχομένων πυροῦσθαι τὸ περικάρδιον αἷμα. Ἢ ὁ πικρὸς, διὰ τὸ τὴν πεύκην εἶναι πικρὰν, ὡς ὁ ὀπὸς δηλοῖ. Πέφνῃ: Ζήτει εἰς τὸ ἔπεφνον. Ἐκ τοῦ φῶ, τὸ φονεύω, παράγωγον φένω· καὶ ἑξῆς. Ἔστι καὶ τὸ παράγωγον τοῦ φῶ, τὸ φονεύω, φίζω, φίσω, πέφικα, πεφισμένος. Δύο σημαίνει, ἢ τὸ λεγόμενον, ἢ τὸ πεφονευμένον. Πέφαται: Ἐκ τοῦ φῶ, παράγωγον φημὶ, φήσω, πέφηκα, πέφαμαι, πέφασαι, πέφαται· καὶ τὸ πέφανται, πεφονευμένοι εἰσὶν, ἀναιροῦνται. Ἔστι καὶ ἐκ τοῦ πέφαγκα, πέφαμμαι. Πεφοβήατο: Εἰς τὸ βεβολήατο. Πεφήσεαι: Ἀντὶ τοῦ φονευθήσῃ· ἀπὸ τοῦ φῶ, τὸ φονεύω. Πεφιδήσεται: Ἀντὶ τοῦ φείσεται, φεισθείη. Ἀπὸ τοῦ φείδω φιδῶ, ὡς πείθω πιθῶ. Πεφαργμένος: Ἀντὶ τοῦ πεφραγμένος· καὶ ἐφάρξαντο, ἀντὶ τοῦ ἐφράξαντο· καὶ τὸ φαρκτὸν, φρακτόν· ὥστε ὑπέρθεσιν πέπονθε. Πεφῳσμένος: Ἀντὶ τοῦ κεκαυμένος· ἀπὸ τοῦ φῴζω, ὡς χρῴζω· ἅπερ ἔχει τὸ ι. Πέφηνα: Φαίνω, φανῶ· ὁ παρακείμενος, πέφαγκα· ὁ μέσος, πέφηνα. Πεφυζότες: Ὥσπερ ἀπὸ τοῦ κίσσα γίνεται ῥῆμα κισσῶ, οὕτω καὶ ἀπὸ τοῦ φύζα, φυζῶ, φυζήσω, πεφύζηκα, πεφυζηκὼς, καὶ συγκοπῇ πεφυζώς· πεφυζηκότες, καὶ συγκοπῇ πεφυζότες· οὐ δύναται γὰρ εἶναι μέσος παρακείμενος· οὐδέποτε γὰρ μέσος παρακείμενος διὰ δύο συμφώνων κατὰ σύλληψιν ἐκφέρεται, οὐδὲ διὰ δύο διπλῶν χαρακτηρίζεται. Πεῖνα: Παρὰ τὸ πένω, τὸ ἐνεργῶ· τὰ δὲ διὰ τοῦ ΙΝΑ Ἰταλικὰ, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται, Φαυστῖνα, Μαρῖνα· πλὴν τοῦ πεῖνα. πεῖρα: Παρὰ τὸ πείθω, τὸ πιστεύω. Πείκω καὶ πέκτω: Ἔστι τὸ κτενίζω· ὅθεν καὶ πεξαμένη. Ἢ παρὰ τὸ πέκω· καὶ πλεονασμῷ τοῦ ι γίνεται πείκειν· σημαίνει τὸ ξαίνειν. Πειραταί: Οἱ κατὰ θάλασσαν λῃσταὶ καὶ καταποντισταί· παρὰ τὸ πείρειν, ὅ ἐστι διαπερᾶν· οἷον, ἀλεγεινά τε κύματα πείρων. Ἢ παρὰ τὴν πεῖραν, ἣ δηλοῖ τὴν ἔφοδον καὶ ἐπέλευσιν. Τὸ δὲ πεινῶ, παρὰ τὸ πένω πένομαι· ᾧ παρέπεται πολλάκις τοῦτο. Πείρησαι: Ἀντὶ τοῦ ἀπόπειραν ποίησαι· παρὰ τὸ πειράζω· ἢ παρὰ τὸ πειρῶ πειρᾷς ἐπείρασα· καὶ τὸ προστακτικὸν, πείρασαι· καὶ τροπῇ, πείρησαι. Πεῖραρ: Πέρας, τέλος. Τὸ μὲν πέρας τοῦ σχοινίου, Πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν· ἐπὶ δὲ τοῦ πέρατος, Πεῖραρ ὀϊζύος. Καὶ πείρατα, ἐπὶ μὲν τῶν δεσμῶν, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθη· ἐπὶ δὲ τοῦ πέρατα, ἐς ἠλύσιον πεδίον καὶ πείρατα γαίης. Πειραιεύς: Πλεονασμῷ τοῦ ι, περαιεύς τις ὤν· ἦν γὰρ ὅτε οὐ συνήπτετο τῇ γῇ, ἀλλʼ ἦν νῆσος. Γίνεται δὲ παρὰ τὸ περαιοῦσθαι· ἀπὸ τοῦ περῶ περαίω περαιεὺς, καὶ πλεονασμῷ τοῦ ι. Πειρήνη: Πηγή ἐστιν ἐν Κορίνθῳ, παρὰ τὸ πεῖρα· ἢ παρὰ τὸ πέρας ἄπειρος ἀπειρήνη, κατὰ ἀποβολὴν τοῦ α, οἱονεὶ ἡ πολλή. Ἢ ἀπὸ Πείρηνος τινὸς ὠνόμασται. Πειρατήριον: Ἀπὸ τοῦ πεῖρα, ὃ σημαίνει τὴν ἐμπειρίαν· τοῦτο δὲ γίνεται παρὰ τὸ πείθω, τὸ καταπείθω. Ἢ παρὰ τὸ περῶ, τὸ τελειῶ. Πείθω: Σημαίνει τρία· τὸ ἐλπίζω, ἐξ οὗ καὶ πίστις· τὸ φιλονεικῶ, ἐξ οὗ καὶ πεῖσμα· σημαίνει διὰ τοῦ η καὶ τὸ πάσχω, ἐξ οὗ καὶ τὸ ἔπαθον δεύτερος ἀόριστος. Ἐκ δὲ τοῦ πείθω, τὸ ἐλπίζω, γίνεται ὁ μέσος παρακείμενος, πέποιθα. Πειρίθους: Παρὰ τὸ περιθέειν περίθους, καὶ πλεονασμῷ τοῦ ι· ὁ γὰρ Ζεὺς, ὁμοιωθεὶς ἵππῳ, περιέτρεχε τὴν μητέρα αὐτοῦ Δίαν, καὶ οὕτως συνεγένετο αὐτῇ, καὶ ἐκεῖθεν οὗτος ἐτέχθη. Ἡμάρτηται δὲ κατὰ δύο τρόπους, ὅτι πλεονασμὸν ἔχει τοῦ ι, μηδέποτε τῆς περὶ πλεοναζούσης· καὶ παρὰ τοῖς Δωριεῦσι διὰ τοῦ η γράφεται. Πείρινθος: Ἣ καὶ πείρινθα λέγεται· σημαίνει δὲ τὸ τετράγωνον τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὰ κομιζόμενα. Οὕτως Ἀπίων· ὁ δὲ Δίδυμος, τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον, ῥίπενθα· καὶ καθʼ ὑπέρθεσιν, καὶ πλεονασμῷ τοῦ ι, πείρινθα. Ἢ παρὰ τὸ περιθέειν γίνεται πέρινθος, καὶ πλεονασμῷ τοῦ ι. Ἡ περὶ οὐ μόνον ἐν τῷ Πειρίθους, ἀλλὰ καὶ ἐν τῷ πείρινθος. Πείρων: Ἀντὶ τοῦ περῶν, Ἰλιάδος ψʹ. Πάμφιλος περισπωμένως, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· ὁ μέντοι Ἀρίσταρχος βαρυτόνως· φησὶ γοῦν, Πεῖρε κέλευθον. Εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα. Ἔστιν οὖν διττὸν τὸ ῥῆμα· καὶ τὸ μὲν σὺν τῷ ι βαρύνεται, πείρω· τὸ δὲ χωρὶς τοῦ ι περισπᾶται. Πειώλης: Σημαίνει τὸν πόρνον. Παρὰ τὸ πέος καὶ τὸ ὄλω γίνεται πεώλης· καὶ πλεονασμῷ τοῦ ι, πειώλης, τουτέστιν, ὁ διὰ τὸ πέος ἀπολλύμενος. Πεῖσμα: Εἴτε ἐπὶ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου, εἴτε ἐπὶ τῶν ἀπογείων σχοινίων, διὰ διφθόγγου γράφεται. Παρὰ γὰρ τὸ πείθω πείσω γίνεται· τὰ γὰρ ἀπόγεια σχοινία πείθειν καὶ εἴκειν τὴν ναῦν ποιοῦσιν. Ἐκ τοῦ πείσω μέλλοντος γίνεται καὶ πεῖσα ἡ πειθώ. Τὸ δὲ πείσεται ἐπὶ τοῦ παθεῖν ἀπὸ τοῦ πήθω πήσω ἐστὶ, κατὰ τροπὴν τοῦ η εἰς ΕΙ δίφθογγον. Πεισίστρατος: Παρὰ τὸν πείσω μέλλοντα. Φησὶ δὲ Ὦρος, ὅτι ταῦτα τὰ δισύλλαβα ῥήματα συντιθέμενα κατʼ ἀρχὰς εἰς ε μεταβάλλει τὸ ω, φέρω, φερέοικος· ἢ εἰς ι, τέρπω, τερπικέραυνος· τὰ δὲ ἔχοντα τὸ ο, ἀπὸ τῶν εἰς ΩΝ εἰσὶν ὀξυτόνων μετοχῶν, ἔφανον, φανὼν, Φανόδημος· φυγὼν, φυγόπολις. Ἔνια δὲ τὸ ε ἔχει· δακὼν, δακέθυμος, δακεκάρδιος. Καὶ τὰ παρὰ μέλλοντος, ὡς ἐπὶ τὸ πλεῖστον διὰ τοῦ ι· φύσω, φυσίζωος· μέμψω, μεμψίμοιρος· σείσω, σεισίχθων. Ἔσθʼ ὅτε καὶ εἰς ο· βρίσω, βρισόμαχος. Εἰ δὲ τῷ ι παραλήγεται ὁ μέλλων, διὰ τοῦ ο συντίθεται, μιξόθηρος, μιξοβάρβαρος. Σεσημείωται τὸ δρυψόπαις, μὴ παραληγόμενον τῷ ι, καὶ διὰ τοῦ ο γινόμενον· σημαίνει δὲ τὸν κατεσπαραγμένον παῖδα. Ἐπὶ δὲ τοῦ ἐνεστῶτος ἔκθλιψις γίνεται ἐν τῷ ῥήματι φωνήεντος· τέρπω, Τέρπανδρος· ἔχω, ἐχέγγυος· Φείδιππος, ἀλεξάνεμος, Πείσανδρος, πεισήνωρ. Ἐπὶ δὲ μετοχῆς ὁμοίως ἔκθλιψις γίνεται· λιπὼν, λίπανδρος, λίφαιμος. Ἀντίκειται τὸ ἡσιεπὴς, μὴ ἔκθλιψιν ποιῆσαν τοῦ φωνήεντος· σημαίνει δὲ τὸν εὔστοχον ἐν τῷ λέγειν, παρὰ τὸν ἥσω μέλλοντα. Πῆι: Ἐπίρρημα ἐρωτήσεως, ἀντὶ τοῦ ποῦ· ἔστι καὶ ἀόριστον. Ὅτε δέ ἐστιν ἐρωτηματικὸν, περισπᾶται. Διαφέρει δὲ τοῦ ποῦ· ὅτι τὸ μὲν πῇ τὴν εἰς τόπον σχέσιν σημαίνει, ὡς Ὅμηρός φησιν, Πῇ ἔβη Ἀνδρομάχη; τὸ δὲ ποῦ, τὴν ἐν τόπῳ, ποῦ δεῦρο κιὼν λίπες Ἕκτορα; Ὅθεν οὐ δεῖ λέγειν, «ποῦ ἀπέρχῃ;» ἀλλὰ «πῇ;» Πηγή: Παρὰ τὸ πηδῶ ῥῆμα. Πηγεσιμάλλῳ: Σημαίνει τὸν εὐπαγῆ καὶ εὐτραφῆ, ὁ εὖ πεπηγμένους καὶ δασεῖς ἔχων τοὺς μαλλοὺς, παρὰ τὸν πήσσω μέλλοντα καὶ τὸ μαλλὸς, ἢ παρὰ τὸ πηγὸν, ὃ σημαίνει δύο· σημαίνει γὰρ τὸ μέλαν κατὰ διάλεκτον· ἐκ γοῦν τοῦ πηγὸς καὶ τοῦ μαλλὸς γίνεται πηγεσίμαλλος, πλεονασμῷ τῆς ΣΙ συλλαβῆς· καὶ σημαίνει τὸν μέλανας μαλλοὺς ἔχοντα. Πόθεν δῆλον; Ἐκ τοῦ εἰπεῖν τὸν ποιητὴν, Ὄστʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων. Ὁ γὰρ τοιοῦτος φοβερὸς φαίνεται ἐν πλήθει προβάτων. Πηγός: Σημαίνει δύο· τὸν εὐπαγῆ καὶ εὐτραφῆ, ὡς τὸ, Πηγοὺς, ἀθλοφόρους. Σημαίνει καὶ τὸ μέλαν, κατὰ διάλεκτον, ὡς τὸ, κύματι πηγῷ· ἢ τῷ ηὐξημένῳ. Πηός: Τὸ ΠΗ, η· ἢ ὅτι κατὰ διάλεκτον εὑρέθη παὸς, ἢ ἐκ τῆς παραγωγῆς αὐτῆς· ἔστι γὰρ πῶ, τὸ κτῶμαι· ὁ μέλλων, πάσω· ἐξ οὗ καὶ πάμων καὶ πολυπάμων. Γίνεται οὖν παός· καὶ τροπῇ, πηός. Ἢ παρὰ τὸ πάσασθαι ὅ ἐστι γεύσασθαι ἐξ ἐπιπολῆς τῆς συγγενείας, καὶ οἱονεὶ ἐπίκτητον ἔχειν καὶ μὴ ἐξ αἵματος αὐτῷ προσῳκειωμένην· πηὸς γὰρ κυρίως ὁ κατʼ ἐπιγαμίαν συγγενὴς, ὡς παρʼ Ὁμήρῳ, Πηούς τε φίλους τε. Διαφέρουσι δὲ ἀλλήλων· φίλοι μὲν λέγονται, οἱ μηδὲν τῷ γένει προσήκοντες· πηοὶ δὲ, οἱ κατʼ ἐπιγαμίαν συγγενεῖς καὶ οἰκεῖοι. Πηδάλιον: Πῆδος ἔστιν εἶδος δένδρου· οἷον, Μέγα δʼ ἔβραχε πήδινος ἄξων. Λέγεται οὖν πῆδος, ἡ πλάτη, διὰ τὸ ἐκ πήδου κατασκευάζεσθαι ξύλου. Πηλαμύς: Παρὰ τὸ ἐν τῷ πηλῷ μύειν. Πάληξ: Κυρίως σημαίνει τὴν ὕβριν. Ἔστι δὲ ἡ λέξις πεποιημένη, ὥσπερ καὶ τὸ παροινία. Εἴρηται δὲ ἀπὸ τῆς τῶν παλήκων ὕβρεως, πάληξ πάληκος παληκίζω, οἱονεὶ παληκισμός· καὶ ἐν ὑπερθέσει, πηλακισμὸς, καὶ προπηλακισμός. Ἄλλοι δὲ λέγουσιν, ὅτι οἱ ἀρχαῖοι, ὅτε ἤθελον ὑβρίσαι τινὰ καὶ ἐμπαῖξαι, πηλῷ ἔχριον τὸ πρόσωπον αὐτοῦ· ἀπὸ τοῦ πηλὸς, πήλαξ πήλακος πηλακίζω. Πηλαγόνες: Οἱ γίγαντες. Καλλίμαχος, Πηλαγόνων ἐλατῆρα. Εἴρηνται παρὰ τὸ ἐκ πηλοῦ γεγενῆσθαι, τουτέστιν ἐκ γῆς. Πηλεύς: Παρὰ τὸ πάλλω, τὸ κινῶ, γίνεται παλεύς· καὶ τροπῇ τοῦ α εἰς η, Πηλεύς. Τὸ πατρωνυμικὸν, Πηλείδης· κατὰ διάλυσιν, Πηλεΐδης· τροπῇ τοῦ ε εἰς η, Πηληΐδης. Ἰστέον ὅτι τὰ εἰς ΕΥΣ, εἰ μὲν καθαρὸν ἔχει τὸ ε, συναιρεῖται παρὰ τοῖς Ἀθηναίοις, Στειριεὺς Στειριέως, Στειριῶς. Ζήτει εἰς τὸ βασιλεύς. Εἰ δὲ μὴ καθαρὸν ἔχει τὸ ε, οὐ γίνεται κρᾶσις ἐπὶ τούτων, καὶ ἡ αἰτιατικὴ εἰς α μόνον κιρνᾶται, καὶ οὐκ εἰς η· τῆς γὰρ κλητικῆς εἰς φωνῆεν ληγούσης, οὐ θέλει ἡ αἰτιατικὴ εἰς η καταλήγειν, οὔτε παρʼ ἡμῖν, οὔτε παρὰ τοῖς Ἀθηναίοις· παρὰ δὲ τοῖς Δωριεῦσιν εὑρίσκεται ἡ αἰτιατικὴ εἰς η, ὡς παρὰ τῷ ποιητῇ, ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί· ἀντὶ τοῦ, ἐπὶ τὸν Τυδέα. Διὰ ταύτην τὴν αἰτίαν οὐ γίνεται ἐπὶ τοῦ ἔχοντος σύμφωνον ἡ κρᾶσις· οὔτε ἐπὶ τῶν καθαρῶν γίνεται κρᾶσις κατὰ τὴν κοινὴν γενικὴν, ἀλλὰ αἰτιατικήν· οὔτε ἐπὶ τῶν εἰς ΥΣ, ἡδὺς ἡδέος· οὔτε ἐπὶ τῶν εἰς ΙΣ, ὄφις ὄφεως· ἐπειδὴ ἔμελλον αἱ αἰτιατικαὶ τούτων εἰς η καταλήγειν. Δεῖ δὲ γινώσκειν, ὅτι τοῦ Πέρσης ἡ κλητικὴ τοῦ κυρίου ὀνόματος εἰς η ἐστὶ, πρὸς ἀντιδιαστολὴν τοῦ ἐθνικοῦ· τὰ γὰρ εἰς ΗΣ, ἰσοσυλλάβως κλινόμενα, καὶ ἑξῆς. Δεῖ προσθεῖναι, «χωρὶς τοῦ Αἰήτη παρὰ Ἀπολλωνίῳ·» καὶ ὦ Καλλιλαμπέτη, καὶ ὦ αἰναρέτη. Σημειοῦνται τὸ λάγνης λάγνου, ὦ λάγνα· Πυραίχμης πυραίχμου, ὦ πυραίχμα· καὶ Μενέχθης, ὦ μενέχθα. Πρόσκειται ἐν τῷ κανόνι, «ἐθνικὰ,» διὰ τὸ Σκύθα καὶ Καππαδόκα. Παράκειται ῥηματικὰ, διὰ τὸ ἀρτοπώλης ἀρτοπώλα. Ἢ εἰς ΠΗΣ ὦσι, διὰ τὸ κυνώπης κυνῶπα. Ταῦτα δὲ τὰ εἰς ΠΗΣ ποιητικὰ λέγονται εἶναι· διὸ καὶ κατὰ ποιητικὴν ἐξουσίαν εἰς α ἔχει τὴν κλητικήν. Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν ἀρσενικῶν. Ἐκ τοῦ Πηλείδης, διαλύσει καὶ τροπῇ καὶ πλεονασμῷ τοῦ α, διὰ τὴν κακοφωνίαν ἢ διὰ τὴν συνέμπτωσιν, γίνεται Πηληϊάδης. Ἔχει δὲ τεχνολογίαν τῶν πατρωνυμικῶν τὸ ἄλλο ἐτυμολογικὸν, ὧδε. Πήληξ: Ἡ περικεφαλαία ἀπὸ τοῦ πάλλεσθαι καὶ σείεσθαι τὰς περικεφαλαίας ἐν τῷ κλήρῳ, ὡς Ὅμηρος, Κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες. Πηλός: Ἐκ τοῦ πάλλω ἢ παλάσσω, τὸ βρέχω καὶ μολύνω, γίνεται πηλὸς, ἡ βεβρεγμένη γῆ. Πηλὸς λέγεται καὶ ὁ οἶνος, παρὰ τὸ πάλλειν καὶ σείειν ἡμῶν τὰς φρένας· οἱ γὰρ πίνοντες αὐτὸν, σείονται· ὅθεν καὶ κραιπάλη. Πηλυγίς: Πηλυγὶς ὀκριόεντος ἀναπνείουσα μυχοῖο, συνεχὲς ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην· Ἡ ἐκ τοῦ κρύους πῆξις. Εἴρηται παρὰ τὸ πήσσω πηλὺς, ὡς πλήθω πληθύς· ἐξ οὗ πηλυγίς. Ἐκ γὰρ τῆς Ἀχερουσίας ἄκρας ἐπὶ τὴν γῆν ἐστὶ κοίλη νάπη, ἐν ᾗ ἐστι σπήλαιον τοῦ ᾅδου ὕλῃ καὶ πέτραις κατὰ τὸ στόμιον πεπυκνωμένον· ὅθεν ἀνάπνοια ψυχροτάτη ἀνιοῦσα, πήγνυσιν ἐκεῖ τὸ ὕδωρ, καὶ γίνεται πάχνη. Πῆμα: Σημαίνει τὴν βλάβην καὶ τὸ κακόν· παρὰ τὸ πήθω, τὸ πάσχω. Ἐξ οὗ πημαίνω· ὅθεν πημήνειαν, τὸ βλάψειαν. Πηνέλεως: Παρὰ τὸ πένω Πενέλαος, καὶ Πηνέλεως Ἀττικῶς. Πήρα: Τὸ σακκοπάθνιον, ἤτοι σακκίον μικρόν· φέρα τὶς οὖσα, ἡ πρὸς τὸ φέρειν τὶ εἰργασμένη· ἐκτάσει τοῦ ε καὶ τροπῇ τοῦ φ. Ἢ ἡ πρὸς τὸ τηρεῖν καὶ φυλάττειν τὰ παρʼ αὐτῆς κατεχόμενα εἰργασμένη, τήρα τὶς οὖσα· διὸ καὶ τὰ παρʼ αὐτὴν συγκείμενα διὰ τοῦ η γράφεται, ἄπηρος, κακόπηρος, μονόπηρος. Πηρός: Ὁ τυφλός. Ἀπὸ τοῦ πήθω πήσω πηρὸς, ὁ ἐπὶ παντὸς μέρους πεπονθὼς, ἐξαιρέτως δὲ ἐπὶ τῆς ὄψεως. Πηρίν: Δικατάληκτόν ἐστι· σημαίνει δὲ τὸν ὄρχιν· ἀπὸ τοῦ σπείρω σπειρὶν καὶ πηρίν· παρὰ τὸ σπείρειν διʼ αὐτοῦ τέκνα. Πῆχυς: Ἐπὶ τῆς χειρός· ἀπὸ τοῦ πεπηγέναι ἄκρῳ τῷ βραχίονι. Πήχυιον προὔχοντα: Ἀπολλώνιος· οἱ μὲν, μικρὸν ἱμαντίδιον τὸ συνέχον τὴν κώπην πρὸς τὸν σκαλμὸν, ὅπερ Ἀττικοὶ πηχυαλέα καλοῦσιν· οἱ δὲ, τὸ ὄπισθεν μέρος τῆς κώπης, ὅπερ κατέχων ὁ ναύτης κωπηλατεῖ. Τὸ δὲ, Πήχυιον βόθρον ὀρύξας ἐν Ὀδυσσείᾳ, ἀντὶ τοῦ πηχυιαῖόν ἐστι. Πῖαρ: Παρὰ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· ἀπὸ τοῦ πιεῖν δὲ, ὅ ἐστιν ὑγραίνεσθαι, γίνεται πῖον, ἐξ ἀναδόσεως τῶν σιτίων· παρὰ τὸ πίω, ὃ σημαίνει τὸ ποτίζω· ὁ μέλλων, πίσω. Καὶ πιαλέα, ἡ κάθυγρος, λιβάδα ἔχουσα· ἐκ τοῦ πίω ὁμοίως. Πίδαξ: Σταγὼν, πηγή· παρὰ τὸ πίω, ἀφʼ οὗ καὶ πιεῖν. Τινὲς δὲ παρὰ τὸ πηδᾶν, κατὰ μετάθεσιν τοῦ η εἰς τὸ ι Βοιωτικῶς, ὥσπερ ἥκω ἵκω· πηδᾶν γὰρ λέγεται καὶ ἐπὶ τοῦ ἁλλομένου ὕδατος κατὰ μετάθεσιν Αἰολικήν. Ἀπὸ τούτου γίνεται καὶ πιδύω, καὶ Πιδύτης κύριον. Πιέζω καὶ ὑποπιάζω: Γίνεται παρὰ τὸ ἰπῶ, τὸ θλίβω, ἰπάζω· καὶ ὑπερθέσει, πιάζω· τοῦ γὰρ πιέζω τὸ πιάζω ἀναλογώτερόν ἐστι. Τρία γὰρ μόνα εἰσὶν εἰς ΖΩ δισύλλαβα τῷ ε παραληγόμενα, ῥέζω, ἕζω, χέζω· οὐδὲν δὲ ὑπερδισύλλαβον τῷ ε παραλήγεται. Κατὰ τροπὴν οὖν γίνεται πιέζω. Ἴωνες μὲν οὖν καὶ Ἀττικοὶ, πιέζω λέγουσιν· οἱ δὲ Δωριεῖς, πιάζω. Πιδηέσσης: Πηγὰς ἐχούσης, καθύγρου· πίδαξ γὰρ ἡ πηγή· ὅθεν καὶ πολυπίδακα, τὴν πολλὰς πηγὰς ἔχουσαν καὶ κάθυγρον Ἴδην λέγει· καὶ, Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης, Ἰλιάδος λʹ. Πιερία: Ὄνομα τόπου, ἔνθα αἱ Μοῦσαι ἐγεννήθησαν. Παρὰ τὸ Πίηρ γέγονεν· ἢ ἀπὸ τοῦ Πιεροῦ ἀδελφοῦ τῆς Μεθώνης· ἢ ἀπὸ Πιερίας νύμφης. Τὸ δὲ Πίηρ, παρὰ τὸ πίω ῥῆμα· ἢ παρὰ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· ἔστι δὲ ὄνομα κύριον. Καὶ πίειρα, ἡ λιπαρὰ, παρὰ τὸ πῖον, Ἰλιάδος ςʹ. Πῖθι πακτωλοῦ ῥοάς: Ἀντὶ τοῦ πίε, Ἴων ἐν Ὀμφάλῃ. Ἀπὸ τοῦ πίω γίνεται πίε, καὶ κατʼ ἔκτασιν τῆς ΘΙ συλλαβῆς, πίεθι, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρὸν, πῖθι. Πίθος: Παρὰ τὸ πίω, ἀφʼ οὗ ἐστι πιεῖν. Πιθάκνη: Τὸ μικρὸν πιθάριον. Πίθηκος: Παρὰ τὸν πιθήσω μέλλοντα· ὅπερ ἀπὸ τοῦ πιθῶ γέγονεν, ἐξ οὗ καὶ τὸ πιθέσθαι· πείθει γὰρ ἡμᾶς τὸ ζῷον, εἰδεχθὲς ὂν, προσέχειν αὐτῷ. Πικρός: Παρὰ τὸ πεῦκος τὴν πικρίαν· σημαίνει ὀδυνηρὸν, χαλεπόν. Ἢ παρὰ τὸ πέκος, ὃ σημαίνει τὴν πεύκην, πλεονασμῷ τοῦ ρ καὶ τροπῇ πικρὸς, πικραίνω. Πιλᾶτος: Ἀπὸ τοῦ σπῖλος, ὃ σημαίνει τὸν ῥύπον, γίνεται σπιλάτος, καὶ κατὰ ἀφαίρεσιν τοῦ σ, πιλᾶτος. Τὸ ΛΑ, μακρὸν φύσει. Πῖλος: Τὸ ἐξ ἐρίων εἰργασμένον πρὸς τὸ κοιμᾶσθαι ἐπιτήδειον· ὃ ἡμεῖς πιλωτὸν φαμέν. Ἰλιάδος κʹ, μέσῃ δʼ ἐνὶ πῖλος ἀρήρει. ἐν τῇ περικεφαλαίᾳ. Καὶ Ἡσίοδος, κεφαλῆφι δʼ ὕπερθεν πῖλον ἔχειν ἀσκητόν. Τὸ καμελαύκιον λέγει. Σημαίνει δὲ καὶ ὀρτάρια, παννία, ὡς παρὰ τῷ αὐτῷ, ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο ἅρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσας. Γίνεται παρὰ τὸ πιέζω πιέσω, οἱονεὶ πίελός τις ὢν, καὶ κατὰ κρᾶσιν πῖλος· ἐπεὶ συμπεπίληται. Ὁ δὲ Ἀπολλώνιος, παρὰ τὸ πιλνῶ ῥῆμα, ὃ σημαίνει τὸ προσπελάζω· καὶ γὰρ πιλνᾶται φησὶ καὶ συνάπτεται, ἵνα κατασκευασθῇ· οἱ δὲ, παρὰ τὸ πελάζω· ἐπεὶ συμπελάζεται ἀλλήλοις τὰ ἔρια. Ὥσπερ δὲ παρὰ τὸ φίλος γίνεται φιλῶ, οὕτω καὶ παρὰ τὸ πῖλος πιλῶ· καὶ ἔστι πρώτης συζυγίας· ὁ μέλλων, πιλήσω, καὶ οὐ πιλώσω, ὡς ἐν τῇ συνηθείᾳ φαμέν. Πίμπλαντο: Ἀπὸ τοῦ πέλω γίνεται καὶ κατὰ συγκοπὴν πλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐπενθέσει τοῦ μ, πιμπλῶ· παράγωγον, πίμπλημι· σημαίνει τὸ πληρῶ· καὶ τὰ λοιπὰ δῆλα. Ἀπὸ δὲ τοῦ πιμπλῶ, πιμπλάνω, καὶ πιμπλάνεται, σημαίνει τὸ πληροῦται, Ἰλιάδος ιʹ. Πιμελή: Παρὰ τὸ πῖον καὶ τὸ μέλος, πιομέλη τὶς οὖσα, ἡ πιαίνουσα τὰ μέλη· ἢ πιμελὴς ὁ πῖα μέλη ἔχων. Σημαίνει δὲ τὸ λῖπος· καὶ ἔστι θηλυκὸν, καὶ ὀξύνεται. Πιμπρᾶσαι: Φυσῶσαι· Ἀπολλώνιος. Πίναξ: Ἡ σανίς· πίνακάς τε νεῶν. Καταχρηστικῶς δὲ καὶ τὸ σκεῦος λέγεται, ὡς τὸ, κρειῶν πίνακας παρέθηκεν. Ἐνταῦθα γὰρ τὰ σκεύη λέγει· ἐπειδὴ πάλαι ἐπὶ σανίδων ἴσως τὰ κρέα ἐτίθεσαν ὀπτῶντες ἢ κατακόπτοντες. Οὕτως Ὦρος· ὁ δὲ Χοιροβοσκὸς εἰς τὸ ἀνεκφώνητον λέγει, Πίνακας φησὶν ἐν οἷς αἱ ἀναγραφαὶ ἦσαν τῶν δραμάτων. Ὁ οὖν Καλλίμαχος ὁ γραμματικὸς ἐποίει πίνακας ἐν οἷς ἦσαν αἱ ἀναγραφαὶ παρὰ τῶν ἀρχαίων· οἷς ἐντυχὼν ὁ γραμματικὸς, ἐποιήσατο τὰς ὑποθέσεις τῶν δραμάτων. Πινάκιον: Παρὰ τὸ τῇ πείνῃ ἄκος φέρειν. Λέγεται καὶ τὸ ψήφισμα καὶ ἡ γραφὴ, ὡς παρὰ τῷ Δημοσθένει, Μικρὸν πινάκιον ταῦτα ἐπισχεῖν ἐδύνατο. Καὶ τὸ νῦν πινακίδιον τῶν κοινῶν γραμμάτων σημαίνει συμβόλον δικαστικὸν ἐν ᾧ ἐπεγέγραπτο τὸ πρᾶγμα τοῦ κρινομένου, καὶ ὁ δῆμος. Πιναρὸς καὶ πινάδης: Ὁ ῥυπαρός· παρὰ τὸ πῖνος, ὃ σημαίνει τὸν ῥύπον· τοῦτο παρὰ τὸ σπῖνος, ἀποβολῇ τοῦ σ· τοῦτο παρὰ τὸ σπῖλος, τροπῇ τοῦ λ εἰς ν. Πινοτήρης: Ὁ τὴν πίναν τηρῶν, ἤγουν τὸν λίθον. Παρὰ τὸ πίνα οὖν ὁ λίθος, καὶ τὸ τηρῶ. Τὸ ΠΙ, ι· διατί; Τὸ γὰρ πείνα τὸ ἐπὶ τῆς ἐνδείας, δίφθογγον. Πινύσκω: Παρὰ τὸ πνέω πνύω· ὁ μέλλων, πνύσω· πλεονασμῷ τοῦ κ, πνύσκω· καὶ ἐπενθέσει τοῦ ι, ἢ ἀναδιπλασιασμῷ, πιπνύσκω· καὶ ἀποβολῇ τοῦ π καὶ ἐκτάσει τοῦ ι, πινύσκω, ὡς γιγνώσκω, γινώσκω. Ἄμεινον δὲ λέγειν πλεονασμὸν, ἤπερ διπλασιασμόν. Περὶ Παθῶν. Πινυτός: Ὁ σώφρων καὶ συνετός. Ἀπὸ τοῦ πνύω πνυτός· καὶ πλεονασμῷ τοῦ ι, πινυτός. Ἢ παρὰ τὸ πονῶ πονύω, πνυτὸς, καὶ πλεονασμῷ τοῦ ι, ὁ διεγηγερμένος. Ἐκ τούτου πινυτὴ, ἡ σωφροσύνη καὶ ἡ φρόνησις. Πίνω: Ἀπὸ τοῦ πίω γίνεται κατʼ ἐπένθεσιν τοῦ ν. Καὶ ἰστέον, ὅτι τὸ πίνω μόνον ἐκτείνει τὸ ι, πίνοντά περ ἔμπης, Ἰλιάδος ξʹ· τὸ δὲ πίω ἐκτείνει καὶ συστέλλει· ἐκτείνει μὲν, ὡς τὸ, Πίομεν ἐκ βοτάνης, Ἰλιάδος νʹ· καὶ Ἀριστοφάνης ἐν Ἥρωσι, Πῶς πίομαι. Συστέλλει δὲ, ὡς τὸ, Οἵ κʼ ἐμὸν αἷμα πιόντες, καὶ, πίον τʼ ἀκέοντό τε δίψαν. Πίπτω: Ἀπὸ τοῦ πέτω πτῶ· διπλασιασμῷ, πίπτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν ἔοικε. Τὰ γὰρ εἰς ΠΤΩ λήγοντα ῥήματα διχρόνῳ παραληγόμενα συστέλλει αὐτὸ, βάπτω, σκάπτω, τύπτω, ἴπτω, λίπτω· σεσημείωται τὸ πίπτω, φύσει μακρᾷ παραληγόμενον· ἀλλὰ καὶ ῥίπτω. Ἀπὸ δὲ τοῦ πέτω γίνεται πίπτω· τὸ γὰρ ε ἐν πλεονασμῷ συμφώνου γινόμενον τρέπεται εἰς ι. Ὥσπερ δὲ ἀπὸ τοῦ ὄπτω Αἰολικῶς ὄσσω, οὕτω καὶ πίπτω πίσσω. Πίσα: Ὄνομα πόλεως· οἱ μὲν, ἀπὸ Πίσου τινὸς ὠνομᾶσθαι. Ἢ ὅτι κάθυγρός ἐστιν ὁ τόπος, καὶ πολὺ ὕδωρ ἔχουσα. Πίση δὲ τὰ τοιαῦτα λέγουσιν οἱ παλαιοὶ, ὡς Ὅμηρος, καὶ πίσεα ποιήεντα, ἀντὶ τοῦ τοὺς καθύγρους τόπους. Καὶ παρὰ Ἀπολλωνίῳ, Πίσεά τε προλιπὼν καὶ ἐλεσπίδας. Διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ πίω πίσω, ὡς λύω λύσω. Ἐκ τούτου ῥηματικὸν ὄνομα πῖσος, καὶ πίσεα. Τὸν δὲ πίσω μέλλοντα ὁ τεχνικὸς μὴ εἰρῆσθαι φησὶ, καὶ ταῦτα εἰρημένου αὐτοῦ καὶ παρὰ Πινδάρῳ, οἷον, Πίσω γε Δίρκης ὕδωρ· καὶ παρὰ Εὐπόλιδι, Τῷ δʼ ἂν οἶνος εἴη πολὺς, πίσει· ἀλλὰ μήποτʼ ἔστιν εἰπεῖν, ὅτι μὴ εἰρῆσθαι εἶπεν ἐν πλάτει. Πισός: Παρὰ τὸ πτίσαι, τὸ καθαίρειν, πτισὸς καὶ πισός. Πιστός: Παρὰ τὸ πείθω γίνεται. πίστρα σημαίνει τὴν ποτίστραν, καὶ γίνεται παρὰ τὸν πίσω μέλλοντα. Πίσυνος διΐ: Πεπιστευκὼς, τεθαρρηκὼς, πεποιθώς. Παρὰ τὸ πιστὸς πιστόσυνος, ὡς δοῦλος δουλόσυνος· καὶ συγκοπῇ, πίσυνος. Πίσυρες: Ἀντὶ τοῦ τέσσαρες, κατὰ τὴν κοινωνίαν τοῦ τ πρὸς τὸ π, καὶ τοῦ ε πρὸς τὸ ι, καὶ τοῦ α εἰς τὸ υ· οἷον, τέσσαρες καὶ πίσυρες. Πιτνῶ: Σημαίνει τὸ διαρρήσσω. Ἀπὸ τοῦ πέτω πιτνῶ, ὡς ὀρέγω ὀριγνῶ· ὡς γὰρ λέγει περὶ παθῶν Ἡρωδιανὸς, οὐ δύναται εἶναι ἀπὸ τοῦ πίπτω κατὰ πλεονασμὸν τοῦ ν· ἐπειδὴ μετὰ δύο ἀντιστοίχων μόνον τὸ ρ τίθεται, οἷον ἐχθρός. Πίτυς: Παρὰ τὸ πίπτω πίπτυς καὶ πίτυς· Ὀλολυζέτω πίτυς ὅτι πέπτωκε κέδρος. Πιτύεια: Ἄκρον ἐστὶ περὶ τὴν Λάμψακον· καὶ Πιτύεια πρότερον ἡ Λάμψακος ἐκαλεῖτο, διὰ τὸ ἔχειν πίτυς πολλάς. Ἀπολλώνιος. Πίτυλος: Κτυπητὴς, φαντασιοκόπος. Παρὰ τὸ τύπτω τύπτιλος· καὶ ἀποβολῇ τοῦ τ, καὶ μεταθέσει τῆς ἐν ἀρχῇ συλλαβῆς, πίτυλος. Πιφαύσκω: Ἐμφανίζω, ὅ ἐστι φανεροποιῶ, λέγω. Ἐκ τοῦ φῶ, τὸ λέγω, παραγωγὸν, φάζω· ὁ μέλλων, φάσω· καὶ φάσκω· καὶ πλεονασμῷ τοῦ υ, φαύσκω· καὶ κατʼ ἀναδιπλασιασμὸν, πιφαύσκω. Ὁ δὲ Φιλόξενος, ἀπὸ τοῦ φῶ, παράγωγον φαύω· ὁ μέλλων, φαύσω· καὶ πλεονασμῷ τοῦ κ, καὶ ἀναδιπλασιασμῷ, πιφαύσκω. Λέγεται καὶ πιφραύσκω, πλεονασμῷ τοῦ ρ. Πίφιξ: Εἶδος ὀρνέου· παρὰ τὸ πίω· χαίρει γὰρ τὸ ὄρνεον τοῦτο τοῖς ὕδασι. Πίων: Σημαίνει τὸν λιπαρόν. Ἔστι πίω· ἐξ οὗ καὶ πιῶ· ὁ δεύτερος ἀόριστος, ἔπιον. Λοιπὸν ἐκ τοῦ πίω γίνεται ὄνομα πίων· ὁ γὰρ λιπαρὸς πιότητα ἔχει· καὶ ἐξ αὐτοῦ πιότης, διὰ τὸ ὑγραίνεσθαι τῇ ἀναδόσει τῶν σιτίων. Οἱ δὲ, παρὰ τὴν πόαν. Τὸ ΠΙ, μακρόν. Κανὼν ἐστὶν ὁ λέγων, ὅτι τὰ εἰς ΩΝ δισύλλαβα τῷ ι παραληγόμενα, μὴ ὄντα κύρια, ἐκτείνει αὐτό· οἷον, κίονος, πρίονος· οὕτως οὖν καὶ πίονος. Πλαγγών: Οὐκ ἀπὸ τοῦ πλάσσω· ἐγένετο γὰρ ἂν πλάδων, ὡς σπάσσω σπάδων· ἀλλὰ παρὰ τὸ πλάζω, πλαγών· καὶ πλεονασμῷ τοῦ γ, πλαγγών· τοῦτο γὰρ εἰς πλάνην γίνεται καὶ ἀπάτην τῶν κορῶν. Πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός: Ἀπεκρούσθη δὲ ἀπὸ τοῦ σιδήρου. Παρὰ τὸ πλάζω πλάζομαι πλάχθη· καὶ πλεονασμῷ τοῦ γ. Τὸ δὲ πλάζω, ἐκ τοῦ πλανῶ πλανάζω, καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ πελάζω πλάζω. Καὶ πλάζουσι, τὸ πλανῶσιν, Ἰλιάδος βʹ. Τὸ δὲ πλανῶ, ἐκ τοῦ πλάνη· τὸ δὲ πλάνη, ἐκ τοῦ ἅλη· ἢ διὰ τὸ πλαγιάζειν τὸν νοῦν. Ζήτει καὶ τοῦτο ἐν τῷ πλαγγηδών. Πλάστιγξ: Ἡ μάστιξ· ἀπὸ τοῦ πλήσσειν, παρʼ Αἰσχύλῳ· πλάστιγξ δὲ, ἡ τοῦ ζυγοῦ, παρὰ τὸ πλατεῖα εἶναι. Πλαδαρόν: Χαῦνον, ὑγρόν· καὶ πλάδος, ἡ ὑγρασία ἡ ἐν τῷ στομάχῳ. Παρὰ τὸ πλάζω, τὸ πλανῶ, ἢ παρὰ τὸ περιπεπλᾶσθαι· καὶ παρὰ Ἀπολλωνίῳ, Πλαδόωσαν ἐπισχίζοντες ἄρουραν· ἀντὶ τοῦ δίϋγρον οὖσαν. Πλακοῦς: Πλάκας ἐκάλουν πάντα τὰ εἰς πλάτος ἐκτεταμένα· ὅθεν πλακόεις, καὶ Ἀττικῇ συναιρέσει, πλακοῦς. Τὰ δὲ εἰς ΟΥΣ συνῃρημένα τῶν ἐντελῶν ἔχει τὴν κλίσιν. Καλῶς δὲ εἴρηται, τὰ συνῃρημένα, καὶ οὐχὶ τὰ πεπονθότα τῶν ἀπαθῶν ἰδοὺ γὰρ ἡ εἰκών· καὶ ἀποβολῇ τοῦ ν γίνεται εἰκὼ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· καὶ οὐ φυλάττει τὴν αὐτὴν κλίσιν· ἡ μὲν γὰρ κλίνεται εἰκόνος· ἡ δὲ, εἰκοῦς, ὡς Σαπφοῦς. Πλάτος: Παρὰ τὸ πλῶ, τὸ πληρῶ· ἢ παρὰ τὸ ἐπιπολὺ τετᾶσθαι· ἢ παρὰ τὸ πολὺς καὶ τὸ ἄτος, ὃ σημαίνει τὸ εὖρος. Πλαταγή: Κρόταλόν ἐστι χαλκοῦν. Ἀπολλώνιος, Χαλκείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων δούπει. Πλατάνιστος: Ὄνομα παρώνυμον· τὸ γὰρ πλατάνιστος καὶ πρώτιστος τῇ μὲν φωνῇ εἰσιν ὑπερθετικὰ, τῷ δὲ σημαινομένῳ καὶ τῷ χαρακτῆρι ἀντὶ ἁπλῶν εἰσι, καὶ εἰσὶ παρώνυμα. Γίνεται δὲ ἐκ τοῦ πλάτους· Λέγεται γὰρ εἶναι αὐτὴν πλατύφυλλον. Εἰς τὸ χαριέστατος. Πλαίσια: Τὰ ποιοῦντα πλίνθους· οἷον πλάσια, παρὰ τὸ πλάττεσθαι ἐν αὐτοῖς τὰς πλίνθους. Δηλοῖ δὲ καὶ τὴν τετραγωνοειδῆ τῶν στρατιωτῶν σύνταξιν, ὡς λέγει Ἡρωδιανός· καὶ γίνεται παρὰ τὸ πέλας πελάσιον, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ι, πλαίσιον. Πλέας: Ἐκ τοῦ πλείων ἐκβολῇ τοῦ ι πλέων· ἡ εὐθεῖα τῶν πληθυντικῶν, πλέονες· ἆρον τὴν ΟΝ συλλαβὴν, καὶ γίνεται πλέες· ἡ αἰτιατικὴ ὁμοίως, πλέας. Πλευραί: Οἷον αἱ πλήρεις οὖσαι καὶ ἀμύχωτοι· ἢ πλεωραί τινες οὖσαι, αἱ φυλάττουσαι τὸν πνεύμονα· ἢ πολύευραί τινες οὖσαι, ὡς πλατεῖαι. Καὶ πλευρὸν, παρὰ τὸ πέλειν εὐρὺ, ἤγουν πλατύ. Καὶ πλευρὰ, παρὰ τὸ πολὺς καὶ τὸ εὖρος, πολύευρά τινα ὄντα, τουτέστι πλατέα. Τὰ γὰρ ἀρσενικὰ ἢ θηλυκὰ, εἰς οὐδέτερον γένος μεταπλαττόμενα, τοῦ αὐτοῦ σημαινομένου ὄντα, τὸν αὐτὸν τόνον φυλάττει· οἱ δεσμοὶ, τὰ δεσμά. Πλεῖαι: Πλεῖαί τοι χαλκοῦ κλισίαι. ἀντὶ τοῦ πλήρεις, γέμουσαι. Ἀπὸ τοῦ πλείων, κατὰ μεταπλασμὸν, γίνεται πλεῖος, καὶ πλεῖα· τὸ πληθυντικὸν, πλεῖαι. Ἐκ τοῦ πλεῖος, καὶ τὸ, πλεῖοι μέλανος θανάτοιο· ἐκ δὲ τοῦ πολὺς, πολέος· ἐν συγκοπῇ, πλέος· καὶ μετὰ τοῦ ι, πλεῖος· καὶ τὸ συγκριτικὸν πλείων· καὶ τὸ οὐδέτερον, πλεῖον. Σημαίνει δὲ τὸ πλεῖστον. Ἢ παρὰ τὸ πολὺς πολεῖον· καὶ συγκοπῇ, πλεῖον. Πλειότερος: Οὕτω κατεσκεύασται. Ὅτι οὐ πάντα τὰ εἰς ΩΝ ὀνόματα ποιοῦσι συγκριτικὰ, ἀλλὰ μόνα τὰ παραληγόμενα θηλυκῷ καὶ οὐδετέρῳ γένει. Τῶν γέ τοι ὀξυτονουμένων οὐδὲν εἰς σύγκρισιν κλίνεται· οὐδὲ γὰρ τοῖς γένεσι παρασχηματίζεται· οἷον, σωφρονέστατος, τλημονέστατος, ἀπὸ τοῦ σώφρων καὶ τοῦ τλήμων· οἷον, Ἀλλʼ εἶμι γὰρ ἤδη τλημονεστάτην ὁδόν· τὸ οὖν παρὰ Καλλιμάχῳ, ὄφρα σε πλειοτέρη, οὐ παρὰ τὸ πλεῖον πεποίηται· πλειονέστερον γὰρ ἂν ἐλέγετο· ἀλλὰ παρὰ τὸ πλεῖος, ἀφʼ οὗ καὶ Ὅμηρος, πλεῖοι μέλανος θανάτοιο· καὶ, πλεῖαί τοι οἴνου κλισίαι· πλεῖος οὖν καὶ πλειότερος. Ἡμάρτηται δὲ ὁμολογουμένως τὸ, πολὺ χειρότερον παρὰ Ἡσιόδῳ. Καὶ γὰρ συγκριτικὸν ὂν τὸ χεῖρον συγκριτικὸν ἐποίησεν· ὅπερ ἀδύνατον. Καὶ εἰ ὅλως ὤφειλεν εἰπεῖν, χειρονέστερον ὤφειλεν. Τί οὖν Ἡσίοδος; Ἴσως παρὰ τὸ χεῖρος. Οὕτω Φιλόξενος ρη. Πλειάρειν: Τὸν γὰρ πλήρην οὗτος ἔφη πλειάρειν· οἱ γὰρ Αἰολεῖς, τὸ η εἰς ΕΙ δίφθογγον μεταβάλλουσι. Τὸ γὰρ πένης, πένεις λέγουσι. Περὶ Παθῶν. Πλέκω Παρὰ τὸ ἕλκω, τὸ σύρω, γίνεται λέκω· καὶ πλεονασμῷ τοῦ π, πλέκω. Πλειάς: Ὡς ἐκ πλειόνων ἀστέρων οὖσα. Πλειὰς, ἀπὸ τῆς Πληϊόνης, θυγατρὸς μὲν Ὠκεανοῦ, γυναικὸς δὲ Ἄτλαντος. Λέγει δὲ Πίνδαρος περὶ τοῦ καταστερισμοῦ αὐτῶν, ὅτι, τῆς Πληϊόνης πορευομένης μετὰ τῶν θυγατρῶν κατὰ τὴν Βοιωτίαν, συναντῆσαι αὐτῇ Ὠρίωνα· εἶτα ἐρασθεὶς, ὥρμησε πρὸς τὸ ἁρπάσαι· τὴν δὲ, φεύγουσαν μετὰ τῶν θυγατρῶν, Ὠρίων ἐδίωκε· γενέσθαι δὲ αὐτῶν τὸν δρόμον πέντε ἔτη ἀδιάλειπτον· τὸν δὲ Δία, διὰ τὴν κακοπάθειαν αὐτῶν, οἱονεὶ μνήματα κατηστερίσθαι τὰς πλειάδας φευγούσας τὸν Ὠρίωνα, ὅς ἐστιν ἐνιαυτός. Σημαντικαὶ δὲ καὶ θέρους καὶ χειμῶνος αὗται. Ἢ παρὰ τὸ πλεῖον, ὃ σημαίνει τὸ πλῆρες, γίνεται· καὶ πλειὼν ἐξ αὐτῶν ὁ ἐνιαυτὸς, οἷον ὁ πλήρης χρόνος· ἢ ἀπὸ τοῦ πλείονας χρόνους περιέχειν ἐν ἑαυτῷ· ἢ παρὰ τὸ πολεῖν καὶ διέρχεσθαι κατὰ τοὶς τεταγμένους χρόνους, καὶ ἐν τῷ αὐτῷ τόπῳ ἀναστρέφεσθαι, πολειών· καὶ συγκοπῇ, πλειών. Ἢ παρὰ τὸ πλειὰς γίνεται· καὶ γὰρ αἱ Πλειάδες, σημαντικαί εἰσι τοῦ ἐνιαυτοῦ· δύνουσαι μὲν γὰρ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν· ἀνατέλλουσαι δὲ, τὸ τέλος. Ὀξύνεται δὲ τὸ πλειὼν, ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι. Πλεισθένης: Ἀπὸ τοῦ πλέον καὶ τοῦ σθένος, Πλεοσθένης· καὶ κατὰ κρᾶσιν Ἀττικὴν, Πλεισθένης. Πλειστοδίκεια: Τὸ μὲν Πλειστοδίκεια, παρὰ τὸ Πλειστοδίκη ἐστὶν, ὅπερ ἀπὸ τοῦ δίκη ἐστί· τὸ δὲ Πλειστοδόκεια, παρὰ τὸ Πλειστοδόκη, ὅπερ ἀπὸ τοῦ δέκομαι Ἰωνικοῦ ἐστὶ, τοῦ σημαίνοντος τὸ δέχομαι, ἀμφότερα διὰ διφθόγγου, τῷ λόγῳ τοῦ Πηνελόπεια. Πλειστοῖο: Ἀπολλώνιος, Πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλειστοῖο θύγατρες. Τινὲς ἀναγινώσκουσι προπερισπωμένως· ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστὸς ὀξυτόνως· ἔστι δὲ ποταμὸς ἐν Δελφοῖς. Ἡρωδιανὸς δὲ ἐν τῷ Καθόλου Πλεῖστος βαρύνει. Κωρύκιον δέ ἐστιν ἄντρον ἐν Παρνασῷ· ἀπὸ νύμφης Κωρυκίας καὶ Ἀπόλλωνος. Πλεῖστος: Δεῖ γινώσκειν, ὅτι τὰ εἰς ΣΤΟΣ ὑπερθετικὰ, δισύλλαβα ὄντα, φυλάττει τὴν δίφθογγον· λῴων, λῷστος· ῥᾴων, ῥᾷστος· μείων, μεῖστος· πλείων, πλεῖστος. Εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβὰς, ἀποβάλλει τὸ ε· ἀρείων, ἄριστος· χερείων, χέριστος. Πλειστηριάσαντες: Τὸ πλείονος πωλῆσαι τιμῆς οὗ τὶς ὠνήσατο. Πλημμέλεια: Ἀπὸ τοῦ πλημμελές· τὸ δὲ πλημμελὲς, παρὰ τὸ πάλιν, ὃ σημαίνει τὸ ἐκ δευτέρου, καὶ τὸ μέλω, τὸ φροντίζω, γίνεται παλιμμελῶ· καὶ συγκοπῇ, πλημμελῶ· σημαίνει δὲ τὸ ἐκ δευτέρου τὰ αὐτὰ φροντίζειν τοῦ λέγειν ἢ ἐπαναλαμβάνειν. Πλημμυρίς: Ἡ πλημμύρα, τὰ δὲ ἀπὸ βαρυτόνου ῥήματος ὀξύνεται· βασιλεύω, βασιλίς· πλημμύρω, πλημμυρίς. Τοῦτο ἀπὸ τοῦ πλήθω, πλήσω, πλήμη, καὶ πλημμύρω. Ἔνιοι δὲ ἐπίρρημα οἴονται εἶναι, ὡς τὸ λικριφὶς καὶ ἀμοιβηδίς. Εἰ μέντοι ὄνομα ἐστὶν, εὔλογον βαρύνεσθαι αὐτὸ διὰ τὴν παρὰ Βακχυλίδῃ αἰτιατικήν· οἷον, Πλημμύριν πόντου φυγών. Τὰ μὲν γὰρ ὀξύτονα τῶν εἰς ΙΣ θηλυκῶν, μόνως περιττοσύλλαβα κατὰ τὰς πλαγίους πτώσεις, ἀσπὶς, ἀσπίδος, ἀσπίδι, ἀσπίδα· τὰ δὲ βαρύτονα ἰσοσυλλάβως ἔχει τῇ εὐθείᾳ τὴν αἰτιατικὴν, Θέτις, Θέτιδος, Θέτιδι, Θέτιν. Παρὰ δὲ τῷ ποιητῇ ἑκατέρως, Κύπριδα μὲν πρώτην. καὶ, ὁ δὲ Κύπριν ἐπῴχετο. Πλῆμναι: Διʼ ὧν ὁ ἄξων στρέφεται· παρὰ τὸ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος· ἢ παρὰ τὸ πλήθω. Πλήμνας: Τοὺς τροχοὺς, τὰς σύριγγας· ἃς ἔνιοι χοινικίδας καλοῦσιν, εἰς ἃς ὁ ἄξων ἐνστρέφεται. Πλήν: Τὸ χωριστικὸν ἐπίρρημα. Εἴρηται δὲ κατὰ ἀντίφρασιν ἀπὸ τοῦ πλῶ· τοῦτο δὲ, ἀπὸ τοῦ πέλω, τὸ πλησιάζω, κατὰ συγκοπὴν σημαίνει τὸ χωρίς· σημαίνει καὶ τὸ ὅμως. Ἔστι δὲ ἐπίρρημα τάξεως. Πλῆντο: Ἀπὸ τοῦ πέλω πλῶ· σημαίνει δύο· τὸ προσεπέλασαν, ὡς τὸ, καὶ ῥῖνές τε οὔδεϊ πλῆντʼ ἤπερ, Ἰλιάδος ξʹ. Σημαίνει καὶ τὸ ἐπληροῦντο, ὡς τὸ, Πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεʼ ἀνδρῶν. Πληθύνω: Ἐκ τοῦ πληθύω· τοῦτο παρὰ τὸ πληθὺς καὶ πλῆθος· τοῦτο παρὰ τὸ πλῶ πλήθω, ὡς νῶ νήθω. Πλήρης: Παρὰ τὸ πολὺ, πολυήρης· καὶ κατὰ συγκοπὴν, πλήρης. Ἢ ἔστι πλεῖος πλειήρης· καὶ κατὰ συγκοπὴν, πλήρης. Κλίνεται πλήρους· καὶ τριγενές ἐστι. Πλησίον: Ἔστιν αἰτιατικὴ ὀνόματος, καὶ μετήχθη εἰς ἐπίρρημα· καὶ ἔστι μονόπτωτον. Ζήτει εἰς τὸ ἀσπάσιος. Πλόος: Ἀπὸ τοῦ πλέω γίνεται πλόος καὶ πλοῦς. Καὶ τί δήποτε τὸ γόος καὶ χλόος μὴ ἐποίησε γοῦς καὶ χλοῦς, εἴπερ τὸ πλόος γίνεται πλοῦς, καὶ τὸ νόος νοῦς; Λύσις. Ὡς τὰ ἀπαθῆ οὐκ εἰσὶ διηνεκῆ· ὅθεν οὐδεὶς ἐγκαλεῖ τοῖς ἀπαθέσιν· ἀλλὰ τοὐναντίον ὑπὲρ πεπονθότων ἀπολογοῦνται. Πλύτης: Εἰς τὸ ὑφάντης. Πλόκαμοι: Αἱ μακραὶ τρίχες, αἱ ἐπιτήδειαι οὖσαι πρὸς τὸ πλέκεσθαι· παρὰ τὸ πλέκω· ὅθεν καὶ πλοχμὸς καὶ πλόκαμος. Πλούσιος: Οἱονεὶ πολυούσιος, κατὰ συγκοπὴν ἐκ τοῦ πολὺς καὶ τὸ οὐσία, ὁ πολλὴν οὐσίαν ἔχων. Πλοῦτος: Παρὰ τὸ πολὺς, καὶ τὸ τῶ, τὸ λαμβάνω καὶ δέχομαι, πολύουτος· καὶ συγκοπῇ, πλοῦτος· καὶ Πλούτων λέγεται ὁ ᾅδης, ἀπὸ τοῦ τοὺς ἀποθανόντας μηδενὸς δεῖσθαι, ὡς οἱ πλούσιοι· ἢ ὅτι ἐκ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις· ὅθεν καὶ Ἡσίοδος, Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο. Πλυνοί: Ἐν οἷς πλύνουσί τι τόποις· καὶ πλυνέας, τοὺς πλύτας. Πλῴζω: Ἔχει τὸ ι. Σημαίνει δὲ τὸ πλωΐζω. Ὥσπερ ἀπὸ τοῦ λέπω γίνεται λεπίζω, οὕτως καὶ ἀπὸ τοῦ πλώω πλωΐζω· καὶ κατὰ συναίρεσιν. Ἢ ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτως ἀπὸ τοῦ πλέω γίνεται πλόος· ἐξ οὗ πλοΐζω, ὡς ἄνθρωπος ἀνθρωπίζω· καὶ κατὰ ἔκτασιν τοῦ ο εἰς τὸ ω, πλωΐζω· καὶ κατὰ συναίρεσιν, πλῴζω, ὡς χρωΐζω χρῴζω. Πλίνθος: Παρὰ τὸ πήλινον θέσιν εἶναι· καὶ πλινθεῖον, τὸ πλινθουργεῖον, ὅπου πλίνθοι γίνονται. Πνευματέμφορον στόμα: Τὸ ὑπὸ πνεύματος πεπληρωμένον· παρὰ τὸ πνεῦμα πνεύματος καὶ τὸ ἔμφορος γίνεται. Τὸ δὲ πνεῦμα, παρὰ τὸ πνέω· καὶ πνεύμων, ἀναλογώτερον διὰ τοῦ ν· ταμίας γὰρ τοῦ πνεύματος, καὶ ἐν αὐτῷ τὸ πνεῦμα ἐστὶ πεπιλημένον. Πνιγεύς: Παρὰ τοῖς κωμικοῖς ὁ φοῦρνος. Ἔστι δὲ καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος τί· σημαίνει καὶ τὸν φιμόν. Καὶ γίνεται παρὰ τὸ πνίγω· ὁ δεύτερος ἀόριστος, ἔπνιγον, ἐξ αὐτοῦ. Πνίγος οὐδετέρως, καὶ σημαίνει τὸ καῦμα καὶ τὸ θέρος· καὶ παρώνυμον πνιγεὺς καὶ σημαίνει τὸν κρίβανον καὶ τὸν φιμὸν τῶν ὑποζυγίων· τοῦ μὲν προτέρου τὸν οὐρανὸν λέγοντος, Ὡς ἔστι πνιγεύς· τοῦ δὲ δευτέρου, Περίθες σεαυτῷ τὸν πνιγέα· ἀντὶ τοῦ τὸν φιμόν. Καὶ ἔστι τοῦ μὲν πνίγος τὸ ι μακρὸν, ὡς γίνεσθαι παρὰ τὸ τὴν πνοὴν ἄγχειν, πνίχος καὶ πνῖγος· τοῦ δὲ πνιγεὺς, βραχὺ, ἀπὸ δευτέρου ἀορίστου γινόμενον. Πνύξ: Παρὰ Ἀθηναίοις ἡ ἐκκλησία, παρὰ τὸ πεπυκνῶσθαι τῷ πλήθει τῶν ἐκκλινόντων ἐκεῖσε ἀνθρώπων· κλίνεται πυκνός. Ἢ ὅτι πυκνά ἐστι περὶ αὐτὴν οἰκήματα. Ἡ γενικὴ, πνυκός· διὰ δὲ εὐφωνίαν, πυκνός. Πόα: Ἡ βοτάνη· ἀπὸ τοῦ ποιὰ, κατὰ ἀποβολὴν τοῦ ι. Ἢ ποιά ἐστιν ὁ ἐνιαυτός· ἐξ οὗ πόα, ἐπειδὴ κατʼ ἐνιαυτὸν πολλάκις αὔξεται καὶ ξηραίνεται. Ποιά δὲ εἴρηται ὁ ἐνιαυτὸς, παρὰ τὴν ποιότητα, διὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην φύεσθαι. Καλλίμαχος, Αἴγυπτος προπάροιθεν ἐπʼ ἐννέα κάρφετο ποιάς· σημαίνει δὲ καὶ τὴν βοτάνην, ὡς τὸ, νεοθηλέα ποιὴν, Ἰλιάδος ξʹ. Ποιὰ, ἡ πεποιημένη φωνή. Διατί ὀξύνεται; Ζήτει εἰς τὸ ῥοιά. Ποδαβρός: Ὁ τὸν πόδα ἁβρός. Πόδες, διὰ τὸ παίειν τὸ ἔδαφος. Ποδάρκης: Σημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον, ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφεύγειν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος, ποδάρκης δῖος Ἀχιλλεύς. Ἔστι δὲ καὶ ὄνομα κύριον. Ὤφειλε δὲ εἶναι ποδαρκὴς ὀξυτόνως, ὡς ἐπίθετον· ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀντῶ καὶ ἀρκῶ, καὶ αὐθάδης. Γίνεται δὲ ἡ κλητικὴ, πόδαρκες, ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκὲς ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. Ποδοκάκη: Ὁ ἐν τῷ ξύλῳ δεσμὸς τῶν ποδῶν· ἤτοι διὰ τὸ τοὺς πόδας κακοῦν. Ποδοκάκη: Ξύλον ἐν ᾧ οἱ κακοῦργοι δεσμοῦνται, ποδοκατόχη τὶς οὖσα, ἐν ᾗ οἱ πόδες κατέχονται. Ποδαλείριος: Ὄνομα κύριον· οἱ μὲν λέγουσι παρὰ τὸ ἔχειν τὸν πόδα λείριον, ἤγουν ἁπαλόν· ἄτοπον δὲ ἥρωος πόδα λέγειν ἁπαλόν. Οἱ δὲ λέγουσι κατὰ στέρησιν ἀλείριος, καὶ ἐκεῖθεν ποδαλείριος· οἷον, ὁ τοὺς πόδας μὴ ἔχων ἁπαλοὺς, ἀλλὰ σκληρούς. Κρεῖττον δὲ παρὰ τὸ ἔχειν τοὺς πόδας περὶ τὰ λείρια, ἤγουν περὶ τὰ ἄνθη· βοτανικὸν γὰρ ἰατρὸν τοῦτον ἡμῖν ὑποτίθησιν· Ἰατρὸς μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων, Ἰλιάδος λʹ. Ποδοστράβη: Πάγης εἶδος ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὰ θηρία. Ποδοστράβη: Τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν ξύλον· Ξενοφῶν δὲ τὴν ταῖς ἐλάφοις ἱσταμένην πάγην· παρὰ τὸ ποὺς καὶ τὸ στρέφω. Ποδορρώρη: Ἐπώνυμον Ἀταλάντης· παρὰ τὸ ποὺς καὶ τὸ ὀρούειν· οἷον, ἡ τοῖς ποσὶν ὁρμῶσα. Ποδεῶνες: Οἱ ἑκατέρωθεν τοῦ ἀσκοῦ προύχοντες. Πόθος: Παρὰ τὸ πήθω, τὸ πάσχω, γίνεται πόθος, κατὰ τροπὴν τοῦ η εἰς ο· ἢ ἀπὸ τοῦ πείθω, τὸ εἰς συγκατάθεσιν ἄγειν, ἐξ οὗ τὸ πέποιθα· ὁ γὰρ πόθος πείθει τὸν ποθοῦντα ποθεῖν ὃ ποθεῖ. Ἐκ τοῦ πόθος γίνεται καὶ ποθεινός· καὶ ποθὴ, Ἰλιάδος αʹ. Ἀρίσταρχος ὀξύνει· ὥσπερ γὰρ χόλος τὸ πάθος, χολὴ δὲ ἀφʼ οὗ τὸ πάθος, οὕτως καὶ πόθος τὸ πάθος, ποθὴ δὲ ἡ ἐπιπόθησις καὶ ἐπιθυμία. Ἢ ὅτι τὰ εἰς ΟΣ δισύλλαβα τῷ ο παραληγόμενα, ποιοῦντα θηλυκὰ, ὀξύνουσιν αὐτά· οἷον, στρόφος, στροφή· νόμος, νομή· ῥόος, ῥοή. Ταῦτα δὲ Ἡρωδιανός· ὁ δὲ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὐτοῦ λέγει, ἀπὸ τοῦ πεύθω γέγονε πευθὴ, καὶ ποθή. Ποῖ: Παρὰ Ἀργείοις ἀντὶ τοῦ ποτὶ, ἀφαιρέσει τοῦ τ, εἶτα συνόδῳ. Περὶ Παθῶ· Ποικίλος: Παρὰ τὸ πέλω, τὸ ὑπάρχω, γίνεται πεκίλος· καὶ τροπῇ τοῦ ε εἰς ο, καὶ πλεονασμῷ τοῦ ι, ποικίλος· ὁ ἐπιμελῶς κατεσκευασμένος, παρὰ τὸ πύκα, ὁ πολλὴν ἔχων πυκνότητα ποικιλίας. Λέγεται καὶ ὁ πανοῦργος. Ποιμήν: Παρὰ τὸ ἐν τῇ πόᾳ μένειν· κλίνεται ποιμένος. Ἐξ αὐτοῦ γίνεται ποιμένη· καὶ συγκοπῇ, ποίμνη. Ἐκ τοῦ ποιμένος γίνεται ποιμένιον· καὶ συγκοπῇ, ποίμνιον· καὶ πλεονασμῷ τοῦ η, ποιμνήϊον. Ποινή: Ἡ ὑπὲρ φόνου ζημία καὶ ἀντέκτισις καὶ τιμωρία, φονή τις οὖσα, πλεονασμῷ τοῦ ι· ὅθεν καὶ παρʼ Ὁμήρῳ ἄποινα· οἷον, Λυσόμενός τε θύγατρα, φέρων τʼ ἀπερείσιʼ ἄποινα. Σημαίνει δὲ τὰ ὑπὲρ ἀπολυτρώσεως φόνου προσαγόμενα δῶρα. Καὶ ἄποινον ᾠδὴν τῷ κυρίῳ ὁ θεόπτης ᾖ Μωϋσῆς ὑπὲρ τῶν Ἰσραηλιτῶν ῥυσθέντων τοῦ παρʼ Αἰγυπτίων φόνου, καὶ εἶπεν, Αἴσωμεν τῷ κυρίῳ. Ἰστέον ὅτι ἔστι τείνω διὰ τῆς ΕΙ διφθόγγου· ἐξ οὗ γίνεται τοινὴ καὶ ποινή· Εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος, καὶ ἑξῆς· τίνειν οὐκ ἐθέλῃσι, μαχήσομαι εἵνεκα ποινῆς. Ἢ ἀπὸ τοῦ πόνος γίνεται πονὴ καὶ ποινή. Ἐκ δὲ τοῦ ποινὴ γίνεται ποιναῖος, καὶ ποιναίῳ, ἀντὶ τοῦ τιμωρητικῷ. Ποιπνύειν: Ἐνεργεῖν, διακονεῖν, οἱονεὶ τὸ μετὰ σπουδῆς καὶ πνεύματος ποιεῖν τί· τῷ γὰρ μετὰ σπουδῆς ἐνεργοῦντι ἕπεται τὸ πνευστιᾶν. Πνέειν οὖν καὶ πνύειν· καὶ ἐν συνθέσει μετὰ τοῦ ΠΟΙ ποιπνύειν. Ἢ παρὰ τὸ πονῶ πονύω· καὶ πλεονασμῷ τοῦ π καὶ τοῦ ι, ποιπνύω. Πνεῦμα: Πνεῦμα ὁ θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· πνεῦμα ὁ ἄγγελος, ὡς τὸ, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· σημαίνει καὶ τὴν ψυχὴν, ὡς τὸ, Ζήσεται τὸ πνεῦμα αὐτοῦ· σημαίνει καὶ τὸν ἄνεμον, ὡς τὸ, Πνεῦμα βίαιον· παρὰ τὸ παρέχειν ἡμῖν πνεῖν. Ποιῶ: Παρὰ τὸ ποιόν· ἢ παρὰ τὸ πονῶ, ἀποβολῇ τοῦ ν, καὶ πλεονασμῷ τοῦ ι. Ἰστέον ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλουσι τὸ ι, λέγοντες ποῶ. Καὶ ἀποροῦσι τινὲς, λέγοντες ὅτι εἰ ἄρα οἱ Ἀθηναῖοι ἐν τῷ κλαίω καὶ καίω ἀποβάλλοντες τὸ ι ἐκτείνουσι τὸ δίχρονον, διατὶ καὶ ὧδε ἀποβάλλοντες τὸ ι οὐκ ἐκτείνουσι τὸ ο εἰς τὸ ω. Καὶ ἔστιν εἰπεῖν, ὅτι οἱ Ἀθηναῖοι, ἀποβάλλοντες τὸ ι, τὸν αὐτὸν τόνον φυλάττουσιν ἐν τῷ κλάω κάω· τὸ δὲ ποιῶ καὶ μετὰ τὴν ἀποβολὴν τοῦ ι ἀναγκάζεται περισπᾶσθαι· εἰ δὲ ἐξετάθη τὸ ο εἰς τὸ ω, οὐκ ἠδύνατο περισπᾶσθαι· τὰ γὰρ διὰ τοῦ ΩΩ, μὴ ἔχοντα ὀνόματα προϋποκείμενα, βαρύνονται. «Μὴ ἔχοντα δὲ ὀνόματα» εἶπε, διὰ τὸ ἐρωῶ. Λέγουσι δέ τινες, ὅτι οὐ πάντως οἱ Ἀθηναῖοι ἀποβάλλοντες τὸ ι καὶ τὸν αὐτὸν τόνον φυλάττουσιν· ἰδοὺ γὰρ τὸ χροιὰ, γινόμενον παρʼ αὐτοῖς κατὰ ἀποβολὴν τοῦ ι χρόα, βαρύνεται. Ἔστι δὲ εἰπεῖν, ὅτι οὐκ ἐγένετο ἀπὸ τοῦ χροιὰ ὀξυτόνου, ἀλλʼ ἀπὸ τοῦ χροία βαρυτόνου. Καὶ γὰρ τὸ χροιὰ, χροία λέγεται βαρυτόνως. Ἢ ἀπὸ τοῦ χροῦς χροὸς γέγονεν ἡ χρόα Ἀττικῶς· καὶ ἐκεῖθεν ἡ χροιὰ ἐν ὀξείᾳ τάσει. Πόκος: Τὸ συνειλιγμένον ἔριον· παρὰ τὸ πείκω, τὸ ξαίνω, ὡς σπείρω, σπόρος. Ἐξ αὐτοῦ γίνεται καὶ πόκτος. Πόλεμος: Παρὰ τὸ τὰς πόλεις μειοῦν· ἢ παρὰ τὸ πολλοὺς ἁμᾶν, ὅ ἐστι θερίζειν καὶ κόπτειν. Ἢ παρὰ τὸ πόλεις ὀλλύειν· ἢ παρὰ τὸ ὀλῶ, ὄλεμος καὶ πόλεμος. Καὶ πολέμιος· οὐδετέρως, τὸ πολέμιον· καὶ πλεονασμῷ τοῦ η, πολεμήϊα ἔργα. Πολέμων: Ὁ Ἡρακλῆς, διὰ τὸ παλαῖσαι Ἀνταῖον. Φερεκύδης λέγει, Ὅτι μετὰ τὸ παλαῖσαι αὐτὸν Ἀνταῖον καὶ ἀποκτεῖναι, συνῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰφινόῃ, καὶ ἐγέννησε Πολέμωνα. Ὦρος. Πολεμώνιος: Πόλις Πόντου· ἀπὸ Πολέμωνος βασιλέως, ὃς ἦν ἐπὶ Ἀντωνίου τοῦ ἐπʼ Αὐγούστου. Πολεῖς: Ἀπὸ τοῦ πολὺς πολέος, ὡς ἡδὺς ἡδέος. Ἡ εὐθεῖα τῶν πληθυντικῶν, πολέες· καὶ κράσει, πολεῖς. Ἡ αἰτιατικὴ πολέας, ἀντὶ τοῦ πολλούς. Πόλις: Σημαίνει δύο· τὰ κτίσματα, ὡς τὸ, Ἀλλʼ ἄγε δὴ τὸν δύστηνον ἄγʼ εἰς πόλιν. Σημαίνει καὶ τὸ πλῆθος καὶ τὸν λαὸν, ὡς τὸ, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε θάρσυνος. Γίνεται ἐκ τοῦ πέλω, τὸ ἀναστρέφομαι· παρὰ τὸ πολεῖν ἐν αὐτῇ, ἐν ᾗ ἀναστρέφονται οἱ ἄνθρωποι κατὰ τὸ αὐτό. Ἢ παρὰ τὸ πολίζω, τὸ οἰκῶ· ἢ παρὰ τὸ ἐκ πολλῶν συνίστασθαι. Ἐκ δὲ τοῦ πόλις γίνεται πολίτης· καὶ πλεονασμῷ τοῦ η, πολιήτης. Πολίσσαμεν: Τὴν πόλιν ἐτειχίσαμεν, περιεβάλομεν, ἤγουν οἰκοδομήσαμεν, Ἰλιάδος ηʹ. Πολίειον: Πόλις ἐστὶν Ἰταλίας, πρότερον Σίρις καλουμένη· ἀπὸ Πόλιδος ἐμπόρου· ἢ ὅτι Ἀθηνᾶς Πολιάδος ἱερὸν ἐν αὐτῇ ἐστιν. Πολιά: Ἐπὶ τῆς τριχὸς, παρὰ τὸ λευκὴν εἶναι· τὸ γὰρ λευκὸν, πολιὸν λέγεται· ἢ παλαιὰ, καὶ πολιά· ὡς γὰρ ἐπιτοπλεῖστον ἐν γήρᾳ γίνεται. Ὅθεν καὶ πολιῆς ἁλὸς, τῆς λευκῆς, διὰ τὸν ἀφρόν· ἢ τῆς παλαιᾶς. Πολιοκροτάφους τε γέροντας: Ἰλιάδος θʹ. πολιοὺς ἀπὸ μέρους ἢ συνεκδοχικῶς· ἢ τοὺς ἐντίμους καὶ λαμπροὺς ταῖς διανοίαις. Πολιοὶ λύκοι: Γράφεται καὶ πελειοὶ, πυρροὶ ἢ μέλανες· ὡς παρὰ τῷ ποιητῇ Ἰλιάδος κʹ. Ῥινὸν πολιοῖο λύκοιο. Ἢ ὑπότεφροι· ἢ τίμιοι· τίμιον γὰρ τὸ ζῷον· καὶ παρʼ Ἀθηναίοις ὁ ἀποκτείνας λύκον ἀγείρει αὐτῷ τὰ πρὸς ταφήν. Καὶ ἴσως ἐπειδὴ ἡ Λητὼ, ἔγκυος οὖσα, διὰ δώδεκα ἡμερῶν εἰσῆλθε μεταβαλοῦσα εἰς λύκον· διόπερ κατά τινα καιρὸν ὡρισμένον τίκτει παῖδα λύκαινα. Ἢ πολιοὺς λέγει τοὺς λευκούς· αἱ γὰρ τρίχες αὐτῶν, τὸ μὲν, ἔχουσι πυρρόν· τὸ δὲ, λευκόν· τὸ δὲ μέλαν ἐν αὐταῖς· οἷον, τὸ μὲν κάτω πρὸς τῷ δέρματι, λευκόν· τὸ δὲ μέσον, μέλαν· τὸ δὲ ἄνω, πυρρὸν, καὶ τὸ ἀνάπαλιν. Εὑρίσκεται οὖν ἡ θρὶξ τρεῖς ἔχουσα χροιάς. Πολιοὺς οὖν, ἀπὸ τοῦ λευκοῦ μέρους τῶν τριχῶν, τοὺς λευκοὺς εἶπεν. Πολιόν τε σίδηρον: Ἔνιοι φασὶν, ὅτι πυρωθεὶς ὁ σίδηρος λαμπρότερος γίνεται, φύσει μέλας ὤν· καὶ ἄλλα δὲ πολλὰ ταυτὸ πάσχει. Ἄλλοι πολιὸν, ἀντὶ τοῦ ἔντιμον, διὰ τὰς χρείας· ἢ ὅτι λαμπρυνθεὶς καὶ ἀκονηθεὶς λευκὸς φαίνεται. Πόλιον: Σημαίνει βοτάνην, διὰ τὸ πολιὸν εἶναι, ἤγουν λευκὴν, ὡς παρὰ Νικάνδρῳ ἐν Ἀλεξιφαρμάκοις. Πολλοὶ: Ἡ εὐθεῖα ὁ πολλός· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι ἀορίστου, σχήματος ἁπλοῦ, εἴδους πρωτοτύπου. Ὀξύνεται. Τὰ εἰς ΛΟΣ λήγοντα δισύλλαβα τριγενῆ ἐπίθετα, ἑτέρῳ λ παραληγόμενα, μὴ ἔχοντα τὸ ω, ὀξύνεται, κυλλὸς, ἰλλὸς, ψελλός. Σεσημείωται τὸ ἄλλος, ὡς ἐπιμεριζόμενον· τὰ γὰρ ἐπιμεριζόμενα ἅπαντα βαρύνονται. Τὸ δυϊκὸν οὐκ ἔχει· τὰ δὲ δυϊκὰ τοῦ πολλὸς ἀπέλειψαν κατὰ σημασίαν. Γίνεται δὲ παρὰ τὸ πέλω, τὸ μᾶλλον τῶν ἄλλων ὑπαρκτικόν. Τὸ θηλυκὸν πολλή· διαφέρει τοῦ πολὺς, ὅτι διʼ ἑνὸς λ. Πόλοι: Οἱ ἐν τῷ οὐρανῷ· ἔστι δὲ ἄστρων θέσις· παρὰ τὸ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, ἤγουν τὸν οὐρανὸν, ἅτε πόλον καλούμενον. Πολυάϊκος πολέμοιο: Πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος, ἀστάτου· ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, γίνεται πολυάϊξ. Πόλυβος: Συγκοπὴ, καὶ οὐχ ὑφαίρεσις· εἰ γὰρ κατʼ ἔλλειψιν ἐγένετο τοῦ υ, ὤφειλεν εἶναι πολύβος, ὡς ὠκύπους ὠκύπος· προπαροξύνεται τοίνυν. Ἢ ἀπὸ τοῦ πολύβους, συγκοπῇ· ἢ ἀπὸ τοῦ πολύβιος. Περὶ Παθῶν. Πολυδίψιον ἄργος: Πολλὴν δίψαν ἐκφέρον· ἢ τὸ πολλοῖς ἔτεσι διψῆσαν· ἄνυδρον γὰρ οὖσαν τὴν Πελοπόννησον ἔνυδρον ἐποίησε Δαναὸς, ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου, καὶ οἰκήσας αὐτήν. Τῶν γὰρ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν, τῆς Ἀμυμώνης, ἠράσθη Ποσειδῶν, καὶ ἔδειξεν αὐτῇ, τῇ τριαίνῃ πλήξας, τὰς ἐν Λέρνῃ πηγάς. Ἢ τὸ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων. Ἄλλοι δὲ πολυΐψιον, πολυβλαβές· καὶ πλεονασμῷ τοῦ δ. Ἰλιάδος δʹ. Πολυδεύκης Πολυδεύκους· τὰ εἰς ΗΣ ὀνόματα κύρια σύνθετα ἀπὸ ῥημάτων παρηγμένα, εἰς ΟΥΣ ἔχει τὴν γενικὴν, ὡς Ἀριστοφάνης Ἀριστοφάνους. Ζήτει εἰς τὸ ἀδευκής. Πολλά: Σημαίνει δύο· ἐπίρρημα, ἀντὶ τοῦ πολλαχῶς, Πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα· ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους, Πολλὰ δέ οἱ πρόβατʼ ἔσκεν. Πόλτυν: Παρὰ τὸ πέλω, τὸ ἀναστρέφομαι, κατὰ ἀντίφρασιν· σημαίνει δὲ τὸ ξυλόκαστρον. Πολύειδος: Ἰλιάδος εʹ, ὁ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον· ἐν ἄλλοις δὲ διὰ τοῦ ι συνεσταλμένου, ὡς παρὰ Σοφοκλεῖ, Ὁρῶ πρὸ χειρῶν Πολυΐδου τοῦ μάντεως· καὶ πάλιν ὁ αὐτὸς, Οὐκ ἔστιν εἰ μὴ Πολυΐδῳ τῷ κοιράνῳ. Χοιροβοσκός. Πολυθρύλητον: Πεφημισμένον, διαβεβοημένον, ὀνομαστότατον. Πολύζυγος: Ὄνομα θηλυκὸν ἐκ τοῦ πολὺς καὶ τοῦ ζυγός. Κανών ἐστιν ὁ λέγων, Ὅσα τὸ πολὺ ἔχει ἐν τῇ συνθέσει κατὰ τὸ ἄρχον μέρος, ὀνόματος ἐπιφερομένου ἢ ῥήματος ἐν τέλει, προπαροξύνεται, πολύκαρπος, πολύϊδος· τὸ δὲ πολυφάγος, παροξύνεται. Καὶ τὰ παρὰ τὸ φαγεῖν συντιθέμενα κατὰ τὸ τέλος, παροξύνονται, ποηφάγος, ὁ ποιμήν· παμφάγος, ὠμοφάγος. πολύκρημνος μὲν διὰ τοῦ η, ἡ πολλοὺς κρημνοὺς ἔχουσα· διὰ δὲ τοῦ ι, ἡ πολλὰς κριθὰς ἔχουσα, διὰ τὸ εὔκαρπον τοῦ τόπου. Πολυκάγκης: Πολύξηρος, ξηραντικός. Ἐκ τοῦ κῶ, τὸ καίω, γίνεται πολύκης· καὶ κατὰ ἀναδιπλασιασμὸν, πολυκάκης· καὶ πλεονασμῷ τοῦ γ, πολυκάγκης. Πολυκάγκεα δίψαν, Ἰλιάδος λʹ. Πολύκεστος: Πολυκέντητος, πολύραφος. ποικίλος. Πολυκτόριον: Τόπος ἐν Ἰθάκῃ· ἀπὸ Πολύκτορος, οὗ καὶ ὁ ποιητὴς μέμνηται. Πολυλήϊος: Πλούσιος, πολλὰ λήϊα ἔχων, ἢ πολλὰ θρέμματα· τὸ δὲ πολύλλιτος, ἐλλείψει τοῦ σ. Πολυπάμμων: Πολυπάμμονος ἀνδρὸς, ἀντὶ τοῦ πολυθρεμμάτου, πλουσίου. Πάω, πῶ· ἔστι τὸ κτῶμαι ὁ μέλλων, πάσω· ῥηματικὸν ὄνομα, πάμμων καὶ πολυπάμμων. Καὶ πάσασθαι, τὸ κτήσασθαι, κυρίως, θρέμματα· καταχρηστικῶς δὲ, πᾶν ὁτιοῦν· καὶ πασάμενος πολλάκις Ξενοφῶν λέγει ἀντὶ τοῦ κτησάμενος· καὶ Θεόκριτος, Πασάμενος ποτίτασσε· Συρακοσίοις ἐπιτάσσειν; ἀντὶ τοῦ κτησάμενος. Πολυφόρβην: Τὴν πολλοὺς τρέφουσαν γῆν· ὅθεν καὶ ἱπποφόρβια καλεῖται τὰ τοὺς ἵππους τρέφοντα χωρία. πολυωπὸν τὸ δίκτυον, ἀπὸ τοῦ πολλὰς ὀπὰς ἔχειν. Τοιοῦτο καὶ τὸ περιωπὴ, ἔκτειναν τὸ ο εἰς ω. Πολυωρῶ: Πολυωρήσεις με. Ἔστιν ὡρῶ, τὸ φυλάσσω· καὶ μετὰ τοῦ πολὺ ἐπιρρήματος γίνεται πολυωρῶ, πολυωρήσω, ἤγουν ἐπιπολὺ φυλάξω. Πομπός: Ἄγγελος, σύνοδος· καὶ πομπὴ, ἡ ἀποστολή. Ἰλιάδος ζʹ. Λέγεται δὲ πομπὴ καὶ ἡ μετὰ σταυροῦ λιτὴ καὶ ἄφοδος καὶ δημοσίευσις. Πομφόλυγες: Αἱ ἐκ τῶν ὄμβρων, ἢ ἄλλων καταφερομένων ὑδάτων, ἐπὶ ὕδασιν εὐδιάλυτοι κυρτώσεις, ἤγουν τὰ φυσήματα· ὅθεν καὶ ἐπὶ τῶν διακενῆς φυσιουμένων, ἢ ὅλως ἐπαιρομένων, λαμβάνεται ἡ λέξις. Παρὰ τὸ παμφλάζω ῥῆμα ἄλλο παράγωγον, παμφαλύζω· ὁ μέλλων, παμφαλύξω· ῥηματικὸν ὄνομα, παμφάλυξ· καὶ τροπῇ τῶν δύο ΑΑ εἰς ΟΟ, πομφόλυξ. Πόνος: Παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω. Σημαίνει δὲ τὸ γυμνάσιον, ὡς παρὰ Ἱπποκράτει, Ἄσκησις ὑγείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Σημαίνει καὶ τὴν ὀδύνην, ὡς παρὰ τῷ αὐτῷ, Δύο πόνων προκειμένων μὴ κατὰ τὸν αὐτὸν τόπον. Σημαίνει καὶ τὴν βλάβην, ὡς ὁ αὐτὸς πάλιν, Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον. Ἐκ δὲ τοῦ πόνος γίνεται πονῶ πονήσω. Πονηρεύω: Παρὰ τὸ πονηρὸς, πονηρεύω· καὶ εἰ μὲν κατὰ ψυχὴν, πονηρὸς, ὀξύνεται· εἰ δὲ κατὰ τὸ σῶμα, πόνηρος, βαρύνεται· ἐξ οὗ καὶ τὸ, Ἰὼβ ἔπαισεν ἕλκει πονήρῳ. Ζήτει εἰς τὰς Διαφοράς. Πονεύμενον: Ἐπιπονοῦντα, μαχόμενον. Ἐκ τοῦ πονέομαι πονεόμενος· καὶ κράσει Δωρικῇ, πονεύμενος. Πόντος: Σημαίνει τὴν θάλασσαν· ἀπὸ τοῦ πνέω· ἐν ᾗ αἱ πνοαὶ καὶ οἱ ἄνεμοι φέρονται. Ἢ ἀπὸ τοῦ πόνος πόντος, καθʼ ὃν πεπόνηται περὶ τὸν πλοῦν τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἀπὸ τοῦ πνέω πνότος καὶ πόντος, ἐξ οὗ αἱ πνοαὶ γεννῶνται· Ὅμηρος. Αἶψα δὲ πόντον ἵκανον ἀήμεναι. Καὶ πόνων ἐπώνυμος ὁ πόντος. Ἢ παρὰ τὸ πίνω, ὁ πίνων τοὺς κινδυνεύοντας. Ἢ παρὰ τὸ πέποται, ἀπὸ τοῦ πῶμι. Πολύτροπον: Ὀδυσσείας αʹ. Οὐδαμοῦ τῆς Ἰλιάδος παλίμβολον τινὰ τῶν ἡρώων ὠνόμασε. Τάχα οὖν πολύτροπον φησὶ τὸν λόγιον, τὸν ἱκανῷ πηδαλίῳ τῇ γλώττῃ χρώμενον, ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν, συνετόν· ἢ πολλῶν ἔμπειρον τρόπων. Πομπεῖα: Τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα, οἷον θυμιατήρια καὶ φιάλαι· πομπὴ γὰρ, ἄφοδος ἐξ ἀποστολῆς δημοσία τις· καὶ πέμψαι, οὐ μόνον τὸ ἀποστεῖλαι, ἀλλὰ καὶ τὸ πομπεῦσαι. Ποππύσματα: Κολακεῖαι ἵπποις ἀδαμάστοις. Πόπανα: Πλακούντια ἀπὸ ἄρτου· παρὰ τὸ πέπτω, τὸ χωνεύω· ἢ παρὰ τὸ κόπτω κόπανον, καὶ τροπῇ, πόπανον. Ποῖ κῆχος: Ζήτει καὶ τοῦτο, Ποῖ κῆχος; Εἰς τὸν οὐρανόν. καὶ Ἀριστοφάνης, Ποῖ κῆχος; Εὐθὺς Σικελίας. καὶ παρὰ Φερεκράτει, Ποῖ κῆχος; Καὶ εἰ μὲν παρεζευγμένον εὑρήσεις τὸ ποῖ τῷ κῆχος· Ἐρατοσθένης δὲ λαμβάνει ἐκ ταύτης τῆς συντάξεως, ποῦ ἐγγὺς, καὶ εἰς τίνα τόπον· ποῦ ἄγχος, ποῦ κῆχος; Τὸ πῇ κῆχος· πῇ ἐγγύς· πῇ ἄγχος· ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος κῆχος. Ἔλλειψις ἄρα τοῦ γ, κῆχος, ἄγχος· ἔχει αὐτὸ ἐν τῷ ἔναγχος. Ἡρωδιανὸς Περὶ Παθῶν. Πορεύω: Παρὰ τὸ πόρος· τὸ δὲ πόρος, παρὰ τὸ περῶ, τὸ τελειῶ. Σημαίνει δὲ τρία· τὸν περάσιμον τόπον τοῦ ποταμοῦ, ὡς τὸ, Ἀλλʼ ὅτε δὴ πόρον ἵξον. καὶ τὸν τραχὺν καὶ λιθώδη τόπον· καὶ διὰ τοῦ ω μεγάλου σημαίνει κύριον ὄνομα. Πόροι: Διέξοδοι, τρίβοι· ἀπὸ τοῦ πορεύεσθαί τι διʼ αὐτῶν· εἴληπται δὲ παρὰ τῇ κοινῇ συνηθείᾳ· πόρους λέγουσι καὶ τοὺς ποταμοὺς, ὅτι πορεύεται αὐτῶν τὸ ῥεῖθρον εἰς τὴν θάλασσαν· οἱ δὲ, τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ πόρον φασὶ λέγεσθαι, ἀπὸ τοῦ πορεύεσθαί τι διʼ αὐτοῦ. Πορθμός: Ὥσπερ ἀπὸ τοῦ κείρω γίνεται κορμὸς, οὕτως καὶ ἀπὸ τοῦ πείρω, τοῦ σημαίνοντος τὸ περῶ, γίνεται πορμὸς, καὶ πλεονασμῷ τοῦ θ, πορθμὸς, ἡ μεταξὺ δύο ἠπείρων θάλασσα. Ζήτει εἰς τὸ ἰσθμός. Πόρκις πόρκιος: Οἱ μὲν, πόρκιον δίκτυον ἀπέδωκαν, οὐκ εὖ· ἔστι δὲ σχοινίου πλέγμα· οἱ δὲ, κύρτον· οὐδὲ οὗτοι ὑγιῶς· ὁ γὰρ Πλάτων ἕτερον φησὶν εἶναι τὸν πόρκον τοῦ κύρτου, ἐν Σοφιστῇ λέγων οὕτως, Κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους, καὶ τὰ τοιαῦτα, οὐκ ἄλλο τι πλὴν ἕρκη δεῖ προσαγορεύειν. Καὶ Δίφιλος ἐν Σχεδίᾳ μνημονεύει τοῦ πόρκου, Θᾶττον πλέκειν κέλευε τῶν πόρκων πυκνοτέρους· καὶ Ἀντιφάνης Κιθαρῳδῷ, Εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν. Ἔλεγον δὲ τὸ πλέγμα πόρκον, διὰ τὸ περιλαμβάνειν καὶ ἀμπέχειν τὸν εἰσδύνοντα ἰχθῦν· καὶ καθάπαξ τὰ ἐν κύκλῳ πάντα καὶ περιφερῆ οὕτως ἔλεγον, ἀπὸ τοῦ οἱονεὶ περικεῖσθαι. Καὶ ὁ ποιητὴς δὲ πόρκην φησὶ τὸν περὶ τῷ δόρατι κρίκον, περὶ δὲ χρύσεος θέε πόρκης. Ἤγουν ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, Ἰλιάδος ζʹ· παρὰ τὸ περιέχειν. Οὕτως Ὦρος· ὁ δὲ Ὠρίων, ἀπὸ τοῦ πείρω. Πόρνη: Παρὰ τὸ πέρνω, τὸ πωλῶ· ὅθεν τὸ, περνὰς νήσων ἐπὶ τηλεδαπάων· ἀντὶ τοῦ πιπράσκων, οἱονεὶ πέρνη τὶς οὖσα, ἡ τὴν μίξιν πωλοῦσα. Ἐπὶ δὲ τοῦ ἀνδρὸς, παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν, τουτέστιν ἐσκοτισμένον. Πόρπη: Ἐκ τοῦ περόνη. Πόρρω: Παρὰ τὴν πρὸς πρόθεσιν γίνεται πρόσω· καὶ κατὰ μετάθεσιν, πόρσω· καὶ τροπῇ τοῦ σ εἰς ρ, πόρρω, ὡς μυρσίνη, μυρρίνη. Πορσύνω: Σημαίνει τὸ εὐτρεπίζω καὶ ἑτοιμάζω καὶ κοσμῶ. Ἀπὸ τοῦ πόρος πορῶ πορύνω· καὶ πλεονασμῷ τοῦ σ, πορσύνω· ὅθεν καὶ τὸ Ἰλιάδος γʹ, Κείνου πορσανέουσα λέχος· ἀντὶ τοῦ ἑτοιμάζουσα, δωρουμένη. Ἢ παρὰ τὸ πόρος καὶ τὸ σαίνω, τὸ καλλωπίζω καὶ εὐτρεπίζω, γίνεται πορσαίνω· ὁ μέλλων, πορσανῶ· καὶ τὸ θηλυκὸν, πορσανοῦσα, καὶ πορσανέουσα διαλύσει Ἰωνικῇ, ἢ πλεονασμῷ τοῦ ε. Ἢ ἐκ τοῦ ὄρω, τὸ διεγείρω, Αἰολικῶς ὄρσω· ὀρσαίνω κατὰ παραγωγήν· καὶ πλεονασμῷ τοῦ π. Ἢ ἐκ τοῦ πόρω, τὸ παρέχω, ὁ μέλλων, πορῶ· καὶ Αἰολικῶς, πόρσω· καὶ ἐξ αὐτοῦ πορσαίνω. Θυγατέρʼ ἰφθίμην ἀδμῆτα πορσαίνεσκον, Ἀπολλώνιος. Πόρτα: Παρὰ τὸ τὸν πόρον τηρεῖν. Πόρτις: Ἰλιάδος ρʹ. Πόρτις δέ ἐστιν, ἡ μικρὰ βοῦς, ἡ δάμαλις· παρὰ τὸ ἄρτι εἰς πορείαν καὶ νομὴν ἔρχεσθαι· οἷον πόρος πόρις· καὶ πλεονασμῷ τοῦ τ, πόρτις. Ἢ πορεία πόρις καὶ πόρτις, ἡ ἀρξαμένη νῦν τὴν κατὰ νομὴν πορείαν. Πορνεία: Εἴρηται πηρονεία, ἢ διὰ τὸ τὸν νοῦν πηροῦν, ἤγουν ἐκτυφλοῦν· ἢ διὰ τὸ πόρρωθεν νεύειν. Πορεῖον: Τὸ διδόμενον τοῖς πρεσβευταῖς περὶ τοῦ πορευθῆναι εἰς τὴν πρεσβείαν, ὥσπερ ἐφόδιον. Πορφύρα: Ἀπὸ τοῦ πορφύρω ῥήματος, τοῦ σημαίνοντος τὸ βουλεύομαι, γίνεται πορφύρα· τοῦτο παρὰ τὸ περιφέρειν τὸν νοῦν ὧδε κἀκεῖσε. Ὀδυσσείας δʹ. Πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι. Τὸ δὲ Ἰλιάδος ξʹ, Ὡς δʼ ὅτε πορφύρει πέλαγος· ἀντὶ τοῦ μελανίζει. Καὶ γὰρ πορφύρεον θάνατον λέγουσι τὸν μέλανα· καὶ κῦμα πορφύρεον, τὸ μέλαν. Ἔνιοι δὲ μετέφρασαν τὸ πορφύρει, ἀντὶ τοῦ κατὰ βάθος κινεῖται· ἔνθεν καὶ τὸ κατὰ βάθος μεριμνᾶν πορφυρεῖν λέγουσι. Πόσις: Δύο σημαίνει, τό τε πόμα καὶ τὸν ἄνδρα. Λέγεται ἀπὸ μεταφορᾶς τοῦ ὕδατος ὁ ἀνὴρ πόσις, παρὰ τὴν τοῦ ὕδατος φύσιν· ἐπειδὴ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνεται τῶν φυτῶν καὶ σπερμάτων. Οὕτως καὶ ὁ ἀνὴρ, μιγνύμενος τῇ γυναικὶ, αἴτιος γίνεται τῆς τῶν παίδων γενέσεως. Ποσειδῶν: Γράφεται καὶ διὰ τοῦ ι, καὶ διὰ τῆς ΕΙ διφθόγγου· καὶ εἰ μὲν διὰ διφθόγγου γράφεται, ἔχει λόγον τοιοῦτον· ἀπὸ τοῦ πέδον καὶ τοῦ σείω γίνεται πεδοσείων· καὶ ἐν ὑπερβιβασμῷ, ποσειδῶν, παρὰ τὸ σείειν τὸ πέδον· ὁ αὐτὸς γὰρ καὶ ἐνοσίχθων. Εἰ δὲ διὰ τοῦ ι, παρὰ τὸ τοὺς πόδας δεῖν, ὅ ἐστι δεσμεύειν· σημαίνει γὰρ τὴν θάλασσαν· ἐκεῖσε γὰρ ἀφικόμενοι βαδίζειν οὐ δυνάμεθα. Ἢ παρὰ τὸ τὴν πόσιν δεσμεῖν· οὐδεὶς γὰρ ἐκ τοῦ τῆς θαλάσσης πίνει ὕδατος αὐθαιρέτως. Ἢ παρὰ τὸ τὴν πόσιν τὰ πάντʼ ἀπʼ αὐτῆς ἔχειν, κατὰ ἀντίφρασιν· οὐδεὶς γὰρ, ὡς εἴρηται, ἐκ τῶν θαλάσσης ἀπογεύεται ῥεέθρων. Ἢ παρὰ τὸ τὴν πόσιν τῷ δάει, ἤγουν τῷ ἡλίῳ, ἀναπέμπειν· ἐκ γὰρ τῆς θαλάσσης ὁ ἥλιος ἀνιμᾶται τὴν ὑγρότητα. Ἐκ τούτου γίνεται καὶ Ποσειδάων. Ἢ παρὰ τὸ τῇ πόσει ἐνδεῖν γίνεται καὶ Ποσειδέης· καὶ ἐξ αὐτοῦ, Ποσειδέων· ὅθεν Ποσειδῶν· καὶ τροπῇ Δωρικῇ τοῦ ε εἰς α, ὡς ἐπὶ ἄλλων πολλῶν, γίνεται Ποσειδάων· καὶ κλίνεται Ποσειδάωνος· καὶ ὡς παρώνυμον φυλάσσει τὸ ω. Οὐ κλίνεται δὲ διὰ τοῦ ΝΤ· ἐπειδὴ τὰ εἰς ΩΝ περισπώμενα οὐδέποτε εἰσὶ παρασύνθετα, ἀλλὰ σύνθετα, Ξενοφῶν, Ἀγλαοφῶν· τὸ δὲ Ποσειδῶν παρασύνθετόν ἐστιν· ἐκ γὰρ τοῦ Ποσειδέης γέγονε· καὶ ὡς διήλλαξε περὶ τὸ σχῆμα, διήλλαξε καὶ περὶ τὴν κλίσιν. Καὶ ἄλλως· τὰ εἰς ΩΝ περισπώμενα οὐ παραλήγεται φύσει μακρᾷ· οἷον, Κτησιφῶν, Δεξικρῶν· τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται· εἰκότως οὖν σεσημείωται. Ὦ Πόσειδον. Ὁ κανών· τὰ εἰς ἀμετάβολα λήγοντα μακροκατάληκτα. Καὶ ὡς οὐκ ἔστι βαρύτονον. Ἀλλὰ πάντα τὰ περισπώμενα δυνάμει βαρυνόμενα εἰσίν· οἷον Ποσειδέων Ποσειδῶν, Ξενοφάων Ξενοφῶν. Πόσθη: Τὸ αἰδοῖον, πλεονασμῷ τοῦ σ, οἷον πόθη· διʼ ἧς τὰ τοῦ πόθου γίνεται. Ὦρος· ὁ δὲ Ἡρωδιανὸς πρόσθη γράφει. Περὶ Παθῶν. Πόστος: Ὡς μυχὸς μύχατος, τρίτος τρίτατος, ἕβδομος ἑβδόματος, οὕτω πόσος πόσατος· καὶ κατὰ συγκοπὴν, πόστος. Περὶ Παθῶν. Ποταμός: Παρὰ τὸ πότος παρώνυμον· ποτὸς δὲ ὀξυνόμενον σημαίνει τὴν πόσιν, παροξυνόμενον δὲ σημαίνει τὸ συμπόσιον. Ἢ παρὰ τὸ ποτάζω, τὸ ῥέω· ἢ παρὰ τὸ πότιμον ὕδωρ ἔχειν. Ποταίνιον: Τὸ ξένιον, τὸ πρόσφατον· καὶ οἶμαι παρὰ τὸ νέον, ἵνα ᾖ ποτίνεον, τὸ νεαρόν· ἀπὸ τοῦ παρακολουθοῦντος νυνί. Πίνδαρος Ἀγησιδάμῳ. Ποτή: Ἡ πτῆσις. Ὡς ἔχω ὀχὴ, οὕτω πέτω ποτή. Ποτήριον: Παρὰ τὸ τὴν πόσιν τηρεῖν. Λέγεται ποτήριον καὶ τὸ ἐξ ἐρίων ἔνδυμα· ἐπεὶ ποτὲ ἔριον ἦν. Σημαίνει καὶ τὴν τιμωρίαν, ὡς τὸ, Ὅτι ποτήριον ἐν χειρὶ κυρίου· καὶ, Ποτήριον σωτηρίου λήψομαι. καὶ τὸν θάνατον, ὡς τὸ, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο. Σημαίνει καὶ τὸ ἀγγεῖον ἐν ᾧ πίνομεν· οὐ παρὰ τὸ ποτὸς ἢ πότον· ἀλλʼ ἀπὸ τοῦ ποτὴς ποτῆτος, ποτὴρ, ὡς ποιητὴς ποιητὴρ ὅθεν καὶ οἰνοποτὴρ παρʼ ὃ κτητικὸν, ποτήριον. Ποτινίσσεται: Ἀντὶ τοῦ προσοδεύεται, προσέρχεται, ὅ ἐστιν ἀνάκειται. Ἀπὸ τοῦ εἶμι, τὸ πορεύομαι· ἢ ἀπὸ τοῦ νίω νίσω νίσεται, καὶ ποτινίσσεται, πλεονασμῷ τοῦ σ. Τὸ δὲ ποτὶ τὴν πρὸς πρόθεσιν σημαίνει Δωρικῶς· ἡ γὰρ πρὸς κατʼ ἐπέκτασιν γίνεται προσὶ, ὡς ἐν ἐνί· ἀναλόγως· παρέπεται γὰρ ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλαβίας αὐξάνεσθαι· καὶ τροπῇ Δωρικῇ τοῦ σ εἰς τ, καὶ ἀποβολῇ τοῦ ρ, ποτὶ, ὥσπερ σὸς, τός. Πότμος: Μόρος, θάνατος. Παρὰ τὸ πέτω ποτῶ πότος· καὶ πλεονασμῷ τοῦ μ, πότμος. Ἢ παρὰ τὸ πίπτω κατὰ συγκοπὴν πτῶ, γίνεται ῥηματικὸν ὄνομα, πτός· καὶ πλεονασμῷ τοῦ μ, πτμός· καὶ διὰ τὴν ἀσυνταξίαν ἐπλεόνασε τὸ ο, καὶ γίνεται πότμος· ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου· ἀπὸ τοῦ πεσεῖν. Ἢ ὁ ποιῶν πεσεῖν εἰς τὴν γῆν. Ἐπὶ δὲ τῆς τύχης, ἀπὸ τοῦ μεταπίπτειν, ἡ ὑπὸ τὴν πρώτην γένεσιν τοῦ βρέφους ἐπιμεριζομένη τύχη, παρὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων. Ὅθεν Μένανδρος φησὶ, Τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ. Ποτνιάδες θεαὶ: Αἱ μανιοποιοί. Εὐριπίδης Ὀρέστῃ, περὶ τῶν Ἐρινύων. Πότνιαι γὰρ χωρίον Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι τοῦ Βελλεροφόντου, καὶ μανεῖσαι, διεσπάσαντο τὸν ἴδιον δεσπότην. Ἀλλὰ καὶ Γλαῦκος ὁ Ἀνθηδόνιος ἁλιεὺς, ἑωρακὼς ἰχθῦν παρὰ ψάμμῳ βοτάνης γευσάμενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς, ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς τὴν θάλασσαν. Ἢ ὅτι ἀθάνατος μὲν, οὐκ ἀγήρως δὲ γεγονὼς, ἐπὶ τούτῳ ἑαυτὸν κατεπόντισεν. Ποτνιᾶσθαι: Τὸ μετὰ λύπης τὸν θεὸν ἐπιβοᾶσθαι. Πότνια: Σεβασμία, ἔντιμος. Παρὰ τὸ πέτω ποτῶ καὶ ποτνῶ· οἱ γὰρ σεβόμενοι προσπίπτουσιν· ὅθεν ποτνιᾶσθαι, τὸ προσπίπτειν καὶ παρακαλεῖν· παρὰ τὸ πίπτειν τοῖς ποσί. Κυριώτερον δʼ ἄν τις φήσειεν ἐπὶ γυναικῶν· ὅταν γυνὴ κακόν τι πάσχῃ καὶ θήλειαν ἱκετεύῃ θεὸν, ὦ πότνια λέγει. Ποτνιᾶσθαι δὲ ὅταν εἴπῃ τὶς ἄνδρα, περιφανῶς ἁμαρτάνει. Οὕτως Βησαντῖνος ἐν τῷ περὶ Χρηστομαθείας. Ὦρος. Πότνα: Ἀπὸ τοῦ πότνια. Πούς: Ἀπὸ τοῦ παύω παύσω, παὺς, καὶ ποὺς, εἰς ὃν ἀναπέπαυται τὸ ὅλον μέρος τοῦ σώματος· καὶ γὰρ ἐν τοῖς ποσὶν ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. Ἢ ὅτι εἰσὶ τινὰ εἰς ΟΣ ὀνόματα πρὸς διάφορον σημαινόμενον διάφορον ἔχοντα καὶ τὸν τόνον· οἷον, φορὸς ἐστὶν ὁ φέρων· φόρος δὲ, ὁ φερόμενος· τρόχος, ὁ τόπος ἐν ᾧ τρέχουσι· τροχὸς δὲ, ὁ τρέχων· Τὰ γὰρ εἰς ΟΣ ὀνόματα δισύλλαβα ῥηματικὰ, ἡνίκα μὲν παθητικὰ ᾖ τῷ σημαινομένῳ, βαρύνεται· ἡνίκα δὲ ἐνεργητικὰ, ὀξύνεται. Ἐκ τοῦ περῶ οὖν γίνεται πόρος βαρύτονον, ὁ διαπερώμενος τόπος· πορὸς δὲ ὀξυτόνως, ὁ διαπερῶν· εἶτα ἀποβολῇ τοῦ ρ γίνεται ποὸς, καὶ κατὰ συναίρεσιν ποὺς, ἐν ὀξείᾳ τάσει· ἡ γὰρ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν συνέρχεται· οἷον ζωὸς, ζώς. Ἢ ἐκ τοῦ πόρος γίνεται κατὰ συγκοπὴν πρός· ἐκβολῇ τοῦ ρ, πός· καὶ, πλεονασμῷ τοῦ υ, πούς. Κλίνεται διὰ τοῦ ΔΟΣ· τὰ γὰρ ἀπὸ μελλόντων δισυλλάβων κατὰ ἀποβολήν .... Πραΰς: Ἀπὸ τοῦ ῥᾶον, ὃ σημαίνει τὸ εὔκολον, γίνεται ῥαΰς· καὶ πλεονασμῷ τοῦ π, πραῢς, ὁ εὔκολος καὶ ἀγαθός. Πρᾶος: Παρὰ τὸ πάντα ῥᾳδίως ποιεῖν. Πρανές: Τὸ κάταντες καὶ κατωφερὲς, οἷον προνενευκός· καὶ πρανίζει, τὸ καταφέρει. Πράμνειος οἶνος: Πραϋμένης, ὁ πραΰνων τὸ μένος καὶ στέλλων· οἱ δὲ, τὸν ἐπὶ τοῖς πρέμνοις φυταγωγούμενον φασίν· οἱ γὰρ τῶν Ἰταλῶν γεώμοροι βότρυν ἐπὶ ταῖς τῶν δενδρῶν χαίταις μεταρσίοις ἐλευθεριάζοντα κλήμασι τιθηνοῦνται. Ἢ ἀπὸ πραμνείας ἀμπέλου. Πρέμνον δὲ, τὸ ἀπογηράσκον τῶν στελέχων λέγεται, καὶ τὰ μεγάλα ξύλα· καὶ πρεμνίζειν. Οἱ δὲ, τὸν ἀκραιφνῆ καὶ μὴ μετεωριζόμενον πρὸς τὴν ἀηδεστέραν χρῆσιν, ἀλλὰ τῷ γήρᾳ συννεάζοντα καὶ συνανθοῦντα. Ἢ ἀπὸ τοῦ παραμένειν παραμένειον φασὶ λέγεσθαι καὶ πράμνειον. Ἢ τὸν μέλανα. Πραπίδεσσι: Φρεσὶ, διανοίαις. Ἱῶ, τὸ πέμπω· ἐν συνθέσει προϊῶ· συγκοπῇ, πρῶ, καὶ φρῶ. Ἐκ τούτου φραπὶς καὶ πραπὶς, ἀφʼ ἧς προΐενται τὰ βουλεύματα· ἡ εὐθεῖα τῶν πληθυντικῶν, πραπίδες· καὶ κατὰ ἐπέκτασιν τῆς ΣΙ συλλαβῆς, πραπίδεσσι. Πρᾶσις: Ἡ ἐπὶ τῆς πραγματείας, οἱονεὶ πέρασίς τις οὖσα, ἡ ἐξ ἑτέρου εἰς ἕτερον μεταβαίνειν ποιοῦσα τὰ πιπρασκόμενα· κατὰ συγκοπὴν τοῦ ε. Πρασιαί: Τετράγωνά τινα σχήματα ἐν τῇ γῇ, οἱονεὶ περασίαι τινὲς οὖσαι, παρὰ τὸ πεπερατῶσθαι· καὶ κατὰ συγκοπήν. Τὸ γεωργικὸν σχῆμα, πρασιά· ἔστι δὲ καὶ ὄνομα πόλεως. Πραιτώριον: Εἴρηται παρὰ τὸ πράττω πραιτώριον πλεονασμῷ τοῦ ι, ὅπου τὰ πραττόμενα ὡροῦνται, ὅ ἐστι φυλάττονται καὶ ἐξανύονται. Πρέπω: Παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἔπω, τὸ λέγω. Πρευμενής: Ὁ ἄγαν εὐμενής· ἀπὸ τοῦ πραῢ μένος ἔχειν· ἢ ἀπὸ τοῦ πρᾶος καὶ εὐμενής. Λυκόφρων. Πρέσβα θεά· Πρεσβυτάτη, ἐντιμοτάτη· ἀπὸ τοῦ πρέσβεια, κατὰ συγκοπὴν, οἱονεὶ ἡ πρεσβευτική. Ἀπὸ δὲ τοῦ πρέσβυς, πρέσβεια, ὡς θῆλυς θήλεια. Ἢ ἀπὸ τοῦ πρέσβειρα· Ἀπολλώνιος· πρέσβειρα Θέμις. Οἱ δὲ τὸ πρέσβειρα ἀπὸ τοῦ πρέσβεια. Πρεσβῆες: Ἀπὸ τοῦ πρεσβεύσω πρεσβεὺς, ὡς ἱππεύσω, ἱππεύς· πρεσβευτὴς, ἐκ τοῦ πρεσβεύω. Πρεσβήϊον: Ἰλιάδος θʹ, τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον. Πρέσβις: Ὁ ἐκπεμπόμενος πρὸς βασιλέα ἢ πόλιν ἐντιμότατος ὤν· ἀπὸ τῆς ἡλικίας τοῦ πρεσβύτου· πρεσβύτης γὰρ ὁ γηραιὸς, παρὰ τὸ προβεβηκέναι τὴν ἥβην· ἢ παρὰ τὸ περισσῶς βεβιωκέναι. Ἀπὸ τοῦ πρέσβις πρέσβιος, πρέσβεες πρέσβεις. Καὶ πρέσβυς ὁ γηραιός· οἷον, πρέσβυς ἄττα γεραιέ· κλίνεται τὸ πρέσβυς πρέσβυος καὶ πρέσβεως Ἀττικῶς. Καὶ ἔστι τρίτον μετὰ τῶν πήχεως καὶ πελέκεως σεσημειωμένων. Πρέσβεις: Γέροντες, βασιλεῖς, ἄρχοντες προτιμώμενοι· καὶ οἱ νῦν πρεσβευταί. Πρηνής: Εἰς τοὔμπροσθεν, ἐπὶ στόματος, ἐπὶ προσώπου. Παρὰ τὸ πρόσω νενευκέναι, πρενὴς, καὶ κατʼ ἔκτασιν. Τὸ ΠΡΗ, η· διότι ἀνεφάνη τὸ α ἐν τῷ πρανής. Τὸ οὐδέτερον, πρηνές· καὶ ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπιρρηματικὴν σύνταξιν· καὶ ἔστιν ἐπίρρημα τοπικὸν τὸ πρηνές. Πρηνῖξαι: Γνὺξ ἐστὶ κυρίως τὸ εἰς γόνυ πεσεῖν. Τινὲς δὲ αὐτό φασι ταὐτὸν τῷ πρηνίξαι· κακῶς· διαφέρει γάρ· οὐ δύναται γάρ τις ἅμα πρηνιχθῆναι καὶ ὀκλακέναι ἐπὶ τὰ γόνατα. Τὸ δὲ πρηνιχθῆναι, ἐπὶ τὸ πρόσωπον. Ὁ γὰρ Ἡρόδοτος τὸ τοιοῦτον ἐξέφηνε· μεταφορᾷ γὰρ χρησάμενος εἶπε τὴν πόλιν εἰς γόνυ πεσεῖν, τοῦτο δηλῶν, ὡς εἰς δουλείαν αὐτὴν ἀπήγαγεν. Ὁ δὲ Εὐφορίων οὐκ ὀρθῶς λέγει περὶ τοῦ Διονύσου, ὅτι ταῖς γυναικείαις τάξεσιν ἐγκελευσάμενος ἐπρήνιξε τὴν τοῦ Εὐρυμέδοντος πόλιν, τουτέστι τὸ Ἄργος. Εὐρυμέδων δὲ ὁ Περσεὺς ἐκαλεῖτο. Πρηξῖνος: Παρὰ τὸν πράξω μέλλοντα γίνεται Πρηξῖνος κατὰ ἔκτασιν. Πρήθω: Ἀπὸ τοῦ πρίω γίνεται κατὰ παραγωγὴν πρίθω· καὶ καθʼ ὑπαλλαγὴν, πρέθω· ἐξ οὗ Ἡσίοδος, πάσας ἔπρεσε θεσπεσίας κεφαλάς· ἐξ οὗ γίνεται κατʼ ἔκτασιν τοῦ ε εἰς η. Σημαίνει δὲ τὸ ἐμπυρίζω, ὡς τὸ, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα· σημαίνει καὶ τὸ φυσῶ, ὡς τὸ, Ἔπρησε δʼ ἄνεμος μέσον ἱστίον· καὶ, Δάκρυον πρήσας, ἀντὶ τοῦ ἀναφυσήσας. Ὅθεν καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ τοὺς πεφυσημένους πεπρησμένους λέγομεν. Γίνεται παρὰ τὸ πιμπρῶ δευτέρας συζυγίας τῶν περισπωμένων, παράγωγον, πίμπρημι· ὁ μέλλων, πρήσω· ὁ ἀόριστος, ἔπρησα. Σημαίνει δὲ τὸ πνεῦμα τῆς φύσης. Ἔστι καὶ πρῶ, τὸ πιπράσκω, ἀπὸ τοῦ περῶ· ὅθεν τὸ πέπρακα· καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος πρὸς τὸν ἀγοράζοντα. Πρῶ οὖν, ὁ μέλλων, πρήσω· ἡ μετοχὴ, πρήσων· καὶ, διαπρήσουσα κελεύθους. Ἢ ἐκ τοῦ πρῶ, τὸ περῶ, γίνεται πρήθω, ὡς κνῶ κνήθω· καὶ ἐμπρήθω· ὁ παθητικὸς παρακείμενος, ἐμπέπρησμαι· ἐξ οὗ ἐμπρησμός. Πρήσσω: Τοῦτο ἐνεστώς ἐστι, καὶ μέλλοντα οὐκ ἔχει, ὡς ἀπὸ μέλλοντος παραχθέν. Περῶ, περάσω· συγκοπῇ πράσω· καὶ τροπῇ μετὰ πλεονασμοῦ ἑτέρου σ, πρήσσω· ὁ παρατατικὸς, ἔπρησσον· καὶ, διέπρησσον πεδίοιο. Πρίαμος: Παρὰ τὸ πρίημι, τὸ ἀγοράζω, τὸ παθητικὸν, πρίαμαι· ἐξ αὐτοῦ Πρίαμος· ἐπράθη γὰρ, ὡς ἡ ἱστορία δηλοῖ παρὰ Λυκόφρονι. Πρίε: Ἐνταῦθα ἀντὶ τοῦ λάβε ἐστὶ, Λευγαλέος δέ οἱ πρίεν χόλος, Ἀπολλώνιος. Πρίων: Παρὰ τὸ πρίζω· ὅπερ ἀπὸ τοῦ περῶ περίζω· ἢ πρῶ πρίζω, ὡς κτῶ κτίζω. Πρίεται: Ἰστέον ὅτι οἱ Ἀθηναῖοι οὐ λέγουσι πρίζεται, ἀλλὰ χωρὶς τοῦ ζ, πρίεται· καὶ παρὰ Μενάνδρῳ, ἔνδοθεν δὲ πρίεται. Ἔστι δὲ ἀπὸ τοῦ πρίζω. Εὕρηται δὲ καὶ ἐν συστολῇ. Πρίαμος: Ἐκ τοῦ πρίω, τὸ πωλῶ, τῆς ὀνομασίας ταύτης ἔτυχε. Τὰ διὰ τοῦ ΑΜΟΣ ὀνόματα, εἰ μὲν ὦσι κύρια, βαρύνεται, ὡς Σίσαμος· εἰ δὲ μὴ, ὀξύνεται, ὡς φωριαμὸς, χηραμός. Πρίν: Ἐπίρρημα χρόνου δηλωτικόν. Ἐκ τοῦ πάρος παρὶν, καὶ συγκοπῇ πρίν. Πρόβατον: Πολλάκις κατὰ κοινοῦ ἐπὶ πάντων τῶν βοσκημάτων εἴρηται ἡ λέξις· παρὰ τὸ πρὸ τῆς ὀπισθίας βάσεως ἑτέραν βάσιν ἔχειν· ὅθεν καὶ πρόβασις, ἐπὶ τῆς τῶν τετραπόδων κτήσεως. Πρόβατον: Παρὰ τὸ πρὸ τῆς ὀπισθίας βάσεως ἔμπροσθεν βάσιν ἔχειν. Ἢ πρόβατον, παρὰ τὸ προβαίνειν τῇ βοσκῇ· ἢ παρὰ τὸ πράως βαίνειν τοῦ ὄπισθεν ποδὸς τὸν ἔμπροσθεν πόδα. Προβατειά: Ἡ τῶν προβάτων νομὴ καὶ κτῆσις. Προβλῆτι: Τόπῳ προβεβλημένῳ καὶ προνενευκότι εἰς τὴν θάλασσαν· εἰς τὸ ἀβλῆτα. Ζήτει εἰς τὸ τέλος προβολὴ καὶ ἄλλα. Προηγορεών: Τόπος ἐστὶν ὅπου ἀγείρεται ἡ τροφή. Πρόδομος: Ἡ πρὸ τῆς οἰκίας στοὰ, ἣν καὶ αἴθουσαν καλεῖ Ὅμηρος. Ἔνιοι μὲν παστάδα· τινὲς δὲ προστάδα προσαγορεύουσιν, ἣν Ὅμηρος πρόδομον εἴρηκε. Πρόες: Εἰς τὸ ἕς. Προοῦ: Ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ὁ δεύτερος ἀόριστος, ἧν· ὁ μέσος, ἕμην· τὸ δεύτερον, ἕσο, ἕτο· ἀποβολῇ γίνεται ἕο, καὶ οὗ· καὶ συνθέσει, προοῦ, ἤγουν πρόπεμψον. Καὶ περισπᾶται· ἡνίκα γὰρ συντεθῇ μετὰ μονοσυλλάβου προθέσεως, περισπᾶται, οἷον προοῦ· ἡνίκα δὲ μετὰ δισυλλάβου, βαρύνεται, σύνθου ἀπόθου, κατάθου. Προηρόσια: Ὄνομα θυσίας ὑπὲρ τῶν καρπῶν γινομένης. Προθέλυμνος: Πρόρριζος, ἢ πυκνός. Παρὰ τὸ τέλος τέλυμνος καὶ θέλυμνος. Θέλυμνα γὰρ λέγεται τὰ ἐπαλλήλως ἔχοντα τοὺς κλάδους δένδρα· διὰ τὸ θηλυμανεῖν, μεταφορικῶς. Ἰλιάδος νʹ. Φράξαντες δόρυ δουρὶ, σάκος σάκεϊ προθελύμνῳ. Προθεσμία: Ἀπὸ τοῦ προθεῖναι τὴν ἡμέραν, ἐν ᾗ τόδε γενέσθαι χρὴ, οὐκ ἀπὸ τοῦ προθεσπίζειν· ἢ ἀπὸ τοῦ θεσμὸς, ὃ σημαίνει τὸν νόμον. Προΐηλε: Ἀπὸ τοῦ εἰλῶ εἶλε· ἐν ὑπερθέσει, ἴελε καὶ ἴηλε. Σημαίνει δὲ δύο· ἐπὶ μὲν τοῦ προσέφερε καὶ προεξέτεινε καὶ προέθηκε, Πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν, Ἰλιάδος λʹ· ἐπὶ δὲ τοῦ ἐξέπεμψε, Ζεὺς δʼ ἔριδα προΐαλλεν, Ἰλιάδος λʹ. Προΐκτης: Προσαίτης· ἡ πρὸ, ἀντὶ τῆς παρά· παρὰ τὸ προϊκνεῖσθαι. Τινὲς δὲ παρὰ τὸ ἵξεσθαι, δωρεάν τινα λαμβάνειν, ὡς Ἀρχίλοχος, Ἐμεῦ δʼ ἐκεῖνος οὐ καταπροΐξεται. Ζήτει εἰς τὴν κατά. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἴσσω, ὡς Ἀρχίλοχος, Προτείνω χεῖρα καὶ προΐσσομαι Προῖξ: Παρὰ τὸ προΐκω προΐξω, ἡ προδιδομένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον· καὶ, οὐ καταπροΐξει, ἀντὶ τοῦ οὐ προδώσει, οὐ καταφρονήσει. Ἢ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ οἶκος, προοὶξ, ἡ προϊκνουμένη εἰς τὸν οἶκον, κατὰ ἀποκοπὴν, ἢ κατὰ συναίρεσιν. Τὸ δὲ προῖκα, ἐπίρρημά ἐστι ποιότητος· Προῖκα χρηστὸς ἦν. Ὁ Θεολόγος, ἀντὶ τοῦ, δωρεὰν ἀγαθὸς ἦν. Προικόννησος: Ἐκ τοῦ προῖξ προικὸς καὶ τοῦ νῆσος, ἡ πάσαις ταῖς νήσοις προῖκα τῶν μαρμάρων μεταδοῦσα. Ἔστι δὲ ὄνομα νήσου. Ἢ προῖξ ἐστι ζῷον ὅμοιον ἐλάφῳ, ὁ λεγόμενος νεβρός. Διονύσιος δὲ ὁ Ἀθηναῖος ἐν ταῖς Κτίσεσιν οὕτως λέγει τὰς ἐλάφους πρόκας· ὅθεν καὶ ἡ προκόννησος· ἐν αὐτῇ γὰρ πλήθουσιν ἔλαφοι. Οἱ δὲ Προχόννησον ἀπὸ τῆς πρόχου φασὶν, ἣν ἔχουσα συνήντησε τοῖς Μιλησίοις ἡ παρθένος, ὅτε τὴν ἀποικίαν ἐστείλαντο. Οἱ δὲ τὴν Προχόνησον ἐτυμολογοῦσι, καθάπερ, πρότερον οὖσα νῆσος, ὕστερον προσεχώσθη. Ὑπό τινων δὲ ἡ Προκόννησος Ἀδελφόννησος κέκληται. Φιλήτας δέ φησι πρόκας λέγεσθαι τὰς πρῶτον τικτομένας ἐλάφους, οἷον πρωτοτόκους, ὡς παρὰ Ἀπολλωνίῳ. Προκρόσσας ἔρυον: Διὰ τὰς νῆας λέγει, Ἰλιάδος ξʹ, ἀντὶ τοῦ ἄλλας ἐπʼ ἄλλαις, ἐξισουμένας, οἷον μίαν κατὰ μίαν· προκάροσσοί τινες οὖσαι· παρὰ τὸ κάρα, αἱ κατὰ κεφαλὴν συντιθέμεναι, καὶ οἱονεὶ τὰς κεφαλὰς ἀλλήλαις ἐπιθεῖσαι· ἐπεὶ καὶ συνήθως λέγομεν τῶν ὀθονίων κροσσούς τὰς κεφαλὰς καὶ ἀρχάς· καὶ τῶν τειχῶν αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ κροσσοὶ λέγονται· οἷον, Κρόσσας μὲν πύργων ἔρυον. Προμολή: Ἔστιν ἡ προαυλία καὶ προέξοδος· ἀπὸ τοῦ προμολεῖν καὶ προαυλίζεσθαι παρὰ Ἀπολλωνίῳ. Καὶ πρόμαλοι, εἶδος ἀγρίας δρυός. Προμηθεύς: Κατὰ μεταβολὴν, προμηδεὺς, ὁ προορῶν τὰ μήδεα, τὰ βουλεύματα. Προμνηστῖνοι ἐσέλθετε, μὴ δʼ ἅμα πάντες: Ἀντὶ τοῦ παραδεχόμενοι ἀλλήλους καθʼ ἕνα. Ὡς ἀπὸ τοῦ ἀγαθὸς Ἀγαθῖνος, οὕτως καὶ ἀπὸ τοῦ μένω μενηστὸς μενηστῖνος· καὶ συγκοπῇ, καὶ μετὰ τῆς πρὸ προθέσεως, προμνηστῖνος. Πρόμος: Δηλοῖ τὸν πρόμαχον· ἀπὸ τοῦ πρόμαχος, κατὰ συγκοπήν. Βέλτιον δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, πρόβος ὁ προβαίνων ἐν τῇ μάχῃ· καὶ κατὰ μετάθεσιν, πρόμος. Οἱ δὲ, παρὰ τὸ νῶ, τὸ πορεύομαι, πρόνος καὶ πρόμος. Προμῶτος: Ῥωμαϊκή ἐστιν ἡ φωνὴ, καὶ δηλοῖ ὁ προκόψας. Ὅθεν καὶ προμωτίωνες, αἱ προκοπαί. Δηλοῖ δὲ καὶ ὁ πόρρω ὠθισθείς. Πρόνοια: Ἡ πρὸ ἀντὶ τῆς ὑπὲρ κεῖται, οἱονεὶ τὸ ὑπέρ τινων νοῆσαι. Πρόπαρ: Εἰς τὸ ῥά. Προπετής: Εἰς τὸ πετῶ. Προπάροιθεν: Ἐπίρρημα τοπικόν· ἐκ τῆς πρὸ προθέσεως, καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ τοῦ πάρος πάροθεν, καὶ πλεονασμῷ τοῦ ι πάροιθεν. Τὸ δὲ πάρος, ἐκ τῆς πρὸς, ὡς τὸ, καὶ μικρόν τι πρὸς, ἀντὶ τοῦ ἔμπροσθεν. Σημαίνει δύο· τὸ ἔμπροσθεν, ἐπὶ τόπου, ὡς τὸ, πάροιθʼ αὐτοῖο καθέζετο· καὶ ἐπὶ χρόνου, ὡς τὸ, Τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν, Ἰλιάδος κʹ. Προπηλακισθέντα. Ἀδικηθέντα, ὑβρισθέντα, διασυρθέντα. Προπηλακισμὸς γὰρ λέγεται ὕβρις μετὰ προσαφῆς τοῦ σώματος· ἀπὸ τοῦ πάλλω, τὸ κινῶ· ἢ ἀπὸ τοῦ παλλακίς· ἢ παρὰ τὸ πηλός· ὃ καὶ βέλτιον· οἱ γὰρ Ἀττικοὶ τὸν ἐπί τινι ἁμαρτήματι ἁλόντα πηλῷ χρίοντες ἐδημοσίευον. Πρὸς τοῦ διός: Ἡ πρὸς πολλάκις λαμβάνεται καὶ ἀντὶ τῆς παρά· καὶ τὸ, πρὸς ἄλλης, τουτέστιν ὑπὸ δεσποίνῃ. Προσέληνοι: προυσελεῖν λέγουσι τὸ ὑβρίζειν· καὶ οἱ Ἀρκάδες ἴσως, ἐπειδὴ λοιδορητικοί εἰσιν, πρόσελοι ἢ προσέληνοι. Οὕτως ἐν ὑπομνήματι Προμηθέως δεσμώτου. Πρόσειλος οἰκία: Ἡ πρὸς τὴν ἕλην τετραμμένη· ἕλη γὰρ, ἡ τοῦ ἡλίου αὐγή· ἐξ οὗ πρόσελος καὶ πρόσειλος. Προσήλυτος: Ἀπὸ τοῦ ἐλεύθω, ἤλευσμαι, ἤλευσται, ἤλυτος καὶ προσήλυτος, ὁ μέτοικος καὶ φυγάς. Προσήκατο: Σημαίνει τὸ προσελάβετο· ἀπὸ τοῦ προσίημι, μέσου ἀορίστου. Σημαίνει δὲ μετὰ τῆς πρὸ προθέσεως τὸ προδίδωμι· οἷον, Οὐ προΐημι τὴν ψυχήν μου. Προσῆκον: Τὸ πρέπον. Ἐκ τοῦ ἥκω, τὸ ἔρχομαι, μετὰ τῆς προθέσεως· ἡ γὰρ πρόθεσις τὸ πλησιάζον καὶ προσεγγίζον σημαίνει. Τὸ γὰρ πρέπον καὶ ἁρμόζον πλησιάζει· ὥσπερ τὸ ἀπαρέσκον πόρρω καθίσταται. Πρόσθεμα καὶ προσθέματα: Ἐπὶ τῶν αἰδοίων· παρὰ τὸ ἀλλήλοις ἐν ταῖς συνουσίαις προστίθεσθαι. Ἢ διὰ τὸ ἐπὶ τὰ ἔμπροσθεν μέρη εἶναι. Προσχών: Ζήτει εἰς τὸ τέλος. Πρόσκλιντρον: Τὸ λεγόμενον προσκλιτόν· καὶ κλιντήρ, ὁ θρόνος ὁ ἔχων πρόσκλιντρον. Προσκυνῶ: Συζυγίας πρώτης· ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ κυνῶ· τοῦτο, παρὰ τὸ κύω, τὸ φιλῶ. Προσωιδίαι: Παρὰ τὸ προσιόντας ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾄδειν· διὰ δὲ τῶν ὕμνων· ὅτι τοὺς ὕμνους πρὸς κιθάραν ἑστῶτες ᾄδουσιν. Οὕτω Δίδυμος ἐν τῷ περὶ λυρικῶν ποιητῶν. Ἢ παρὰ τὸ πρὸς αὐτὰς ᾄδειν ἡμᾶς ταῖς φωναῖς· ἢ παρὰ τὸ πρὸς αὐτὰς ᾄδεσθαι τὰ ποιήματα· ᾠδὰς γὰρ οἱ παλαιοὶ τὰ ποιήματα ἐκάλουν· ἢ παρὰ τὸ προσᾴδειν καὶ ἁρμόζειν τῇ ὑποκειμένῃ λέξει. Ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ ᾠδή. Προσῴδιον: Λιτανεία μετὰ ὕμνων· παρὰ τὸ προσίεναι μετὰ τούτου τοῖς θεοῖς. Ἰστέον ὅτι τῶν μελῶν καὶ τῶν ὕμνων τὰ μὲν καλεῖται προσῴδια· τὰ δὲ, ὑπορχήματα· τὰ δὲ, στάσιμα. Καὶ προσῴδια μὲν, τὰ λεγόμενα ᾄσματα εἰσφερομένων εἰς τὸν βωμὸν τῶν ἱερείων· παρὰ τὸ προσιόντων εἰς τὸν βωμὸν τῶν θυμάτων ταῦτα λέγειν. Ὑπορχήματα δὲ, ἅτινα πάλιν ἔλεγον ὀρχούμενοι καὶ τρέχοντες κύκλῳ τοῦ βωμοῦ, καιομένων τῶν ἱερείων. Στάσιμα δὲ, ἃ ἑστῶτες ὕστερον ἔλεγον, ἀναπαυόμενοι μετὰ τὸ κύκλῳ δραμεῖν τοῦ βωμοῦ. Ὅτε δὲ περιέτρεχον τὸν βωμὸν, ἀπῄεσαν πρότερον μὲν ἀπὸ τοῦ ἀριστεροῦ μέρους ἐπὶ τὸ δεξιὸν, κατὰ μίμησιν τοῦ ζωδιακοῦ κύκλου, ἐπεὶ καὶ αὐτὸς τὴν ἐναντίαν τῷ οὐρανῷ ποιεῖται κίνησιν, ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς φερόμενος· ὕστερον δὲ πάλιν, ἀπὸ τοῦ δεξιοῦ ἐπὶ τὸ ἀριστερὸν ᾔεσαν, κατὰ μίμησιν τοῦ οὐρανοῦ· τελευταῖον δὲ, πάντα τὸν βωμὸν περιέτρεχον. Πρόσωπον: Ἐκ τοῦ ὢψ ὠπὸς, ὃ σημαίνει τὸν ὀφθαλμὸν, ὦπον, καὶ πρόσωπον, τὸ πρὸς τὸν ὦπα ὄν· ἢ ἀπὸ τοῦ πρόσω, τουτέστιν ἔμπροσθεν, ἀλλʼ οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν· διὸ καὶ μόνοις ἀνθρώποις ἐπικατηγορεῖται. Πρόσφατον: Κυρίως ἐπὶ τοῦ νεωστὶ πεφονευμένου εἴρηται· οἷον, Νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος. Ἐκ τοῦ φῶ, τὸ φονεύω. Καὶ πρόσφατον κρέας, τὸ νεοσφαγές· καταχρηστικῶς δὲ ὁ πρὸς ὁτιοῦν νεωστὶ ἐληλυθὼς πρᾶγμα. Πρότερος: Παρὰ τὴν ΠΡΟ πρόθεσιν. Προτέρω: Πορρωτέρω, εἰς τοὔμπροσθε. ἢ ἐνδοτέρω· ἢ πρότερον. Γίνεται κατὰ συγκοπὴν ἀπὸ τοῦ πορρωτέρω. Καὶ προτέρωσε. Ἀπολλώνιος. Πρότονον: Σημαίνει τὸ σχοινίον. Πρότμησις: Ὁ κατὰ τὸν ὀμφαλὸν καὶ τὴν λαγόνα τόπος· ἐπεὶ κατὰ τοῦτον τὸν τόπον προτέμνεται τὰ ζῷα καὶ προέρχεται. Κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζῴων· ἔνιοι δὲ κακῶς πρότμησιν τὴν ὀσφῦν ἀποδεδώκασι. Προυνείκους: Σημαίνει τοὺς ὑβριστὰς, καὶ τοὺς ἄνδρας τοὺς ἱσταμένους ἐν τῇ ἀγορᾷ καὶ φέροντας τὰ ὤνια καὶ λαμβάνοντας ὑπὲρ τούτων μισθόν. Καὶ εἰ μὲν τοὺς ὑβριστὰς σημαίνει, γίνεται παρὰ τὴν ΠΡΟ πρόθεσιν καὶ τὸ νεῖκος, πρόνεικος, καὶ πλεονασμῷ τοῦ υ· εἰ δὲ τοὺς ἄλλους, παρὰ τὸ ἐνείκω Βοιώτιον, ὃ σημαίνει τὸ ἐνέγκω, γίνεται προένεικος· καὶ κράσει τοῦ ο καὶ ε εἰς τὴν ΟΥ δίφθογγον, προύνεικος. Προὐριαίτερον: Προφανὲς καὶ φανερὸν, καὶ οἷον πρὸ τῶν ὀφθαλμῶν κείμενον, τὸ πρὸ τοῦ ἔργου αἱρετώτερον· ἐκ τῆς ΠΡΟ προθέσεως, καὶ τοῦ αἱρῶ, τὸ προαιροῦμαι. Προὔργου: Τῶν ἀναγκαίων καὶ τῶν πρὸ τοῦ ἔργου· οἷον, τὸ μὲν ἔργον, αὐτὸς ὁ γάμος· τὰ δὲ πρὸ τοῦ ἔργου, τὰ εἰς τὸν γάμον ἀναγκαῖα. Οὔτως Ὦρος ὁ Μιλήσιος. Πρόφασις: Ἀπὸ τοῦ φημὶ, φήσω, πέφαμαι, πέφασαι· ἡ ἀπὸ τοῦ λόγου φάσις. Πρόφρων: Προθύμως· παρὰ τὴν ΠΡΟ καὶ τὸ φρῶ. Πρόφρασσα: Ἐνόησαν τινὲς εἶναι θηλυκόν· οὐκ ἔστι δέ· Φιλόξενος γὰρ ἐν τῷ περὶ μονοσυλλάβων φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· ὡς παρὰ τὸ βήσω, βῆσσα, οὕτως ἀπὸ τοῦ φρῶ φρῆσσα καὶ φράσσα· καὶ ἐν συνθέσει, Ἰλιάδος κʹ, Σὺν σοὶ δῖα θεὰ, ὅτε οἱ πρόφρασσα παρέστης. Σημαίνει δὲ τὸ προδιανοηθεῖσα πρὶν ἐκεῖνον προσκαλέσασθαι, αὐτεπάγγελτος, ἢ πρόθυμος. Προχέοντο: Προήρχοντο· μεταφορικὸς ὁ τρόπος· κυρίως γὰρ τὸ χέω ἐπὶ τῶν ὑδάτων λέγεται. Προφήτης: Φῶ, φήσω· ὁ παθητικὸς, πέφημαι, πέφηται, φήτης, καὶ προφήτης. Πρόχνυ: Πρόχνυ καθεζομένη. Οἱονεὶ πρὸ γόνυ· καὶ κατὰ συγκοπὴν, πρόγνυ καὶ πρόχνυ· ἡ γὰρ πρὸ ἀντὶ τῆς ἐπὶ κεῖται· οἷον ἐπὶ γόνυ, ὅ ἐστι παντελῶς ὀκλάσαι, Ἰλιάδος ιʹ· ἐπὶ δὲ τοῦ παντελῶς, Ὡς ὤφειλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε. Πρῷζον: Σημαίνει τὸ προχθεσινόν. Ἔχει τὸ ι. Ὥσπερ ἀπὸ τοῦ χθὲς γίνεται χθιζὸν, οἷον, Χθιζά τε καὶ πρωϊζὰ, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πρωῒ γίνεται πρώϊζον· καὶ κατὰ συναίρεσιν, πρῷζον. Ἐκ δὲ τοῦ πρωῒ, πρωιζὸς καὶ πρωϊζά· καὶ πρόϊζον, τὸ ὑπόγυον. Πρωΐ: Ἐπίρρημα καιροῦ παραστατικόν· παρὰ τὴν πρὸ πρόθεσιν, κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω μετὰ τοῦ ι, γίνεται πρωΐ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν, πρώϊος· τὸ θηλυκὸν, πρωΐα, ὡς ὀψὲ, ὄψιος, ὀψία. Ἡ αἰτιατικὴ, πρωΐαν, καὶ Ἰωνικῶς, πρωΐην· καὶ κατὰ συναίρεσιν, πρῴην· καὶ χωρεῖ εἰς ἐπιρρηματικὴν σύνταξιν αὕτη ἡ αἰτιατικὴ, ὡς καὶ ἡ ἀκὴ, τῆς ἀκῆς, τῇ ἀκῇ, τὴν ἀκήν· καὶ ἐπίρρημα, Ἀκὴν ἐγένοντο σιωπῇ. Δεῖ οὖν γινώσκειν ὅτι τὸ πρῴην σὺν τῷ ι γράφεται, ὡς γινόμενον ἀπὸ τοῦ πρωΐ· ὅπερ οἱ μὲν ποιηταὶ βαρύνουσιν· οἷον, Πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσιν. οἱ δὲ κοινοὶ καὶ Ἀττικοὶ καὶ Ἀθηναῖοι ὀξύνουσιν. Ὀξύνεται δὲ εἰς τοὺς Ἐπιμερισμούς· τὰ εἰς ι λήγοντα ἐπιρρήματα δισύλλαβα, καὶ ἑξῆς· ζήτει εἰς τὸ νόσφι· βαρύνεται, οἷον τὸ καὶ τό. Σεσημείωται τὸ πρωΐ. Πρωΐα: Παρὰ τὴν πρὸ πρόθεσιν χρόνον δηλοῦσαν· ἢ ἀπὸ τοῦ προϊέναι ἡμᾶς, καθὸ ταύτης ἐπιφανείσης προΐασιν οἱ ἄνθρωποι. Ἢ ἀπὸ τοῦ προϊκνεῖσθαι τῆς ἡμέρας τὸν καιρὸν τοῦτον. Ἢ ἀπὸ τοῦ πρώϊος· ἐξ οὗ τὸ οὐδέτερον, πρώϊον, ὡς παρὰ τῷ ποιητῇ, Ἰλιάδος οʹ. οἷον, Νευρὴν δʼ ἐξέρρηξε νεόστροφον ἣν ἐνέδησα πρώϊον· ἀντὶ τοῦ ἕωθεν, ὄρθρου· ἢ πρόσφατον, νεωστὶ ἐστραμμένην, καινήν. Πρώιρα: Σὺν τῷ ι. Οἱ μὲν λέγουσι παρὰ τὸ προέχειν καὶ προορᾶν τοῦ σκάφους· ἢ παρὰ τὸ πρώτην εἶναι. Ἢ παρὰ τὴν ὥραν, ὃ δηλοῖ τὸν καιρὸν, γίνεται πρώρα· ἐξ οὗ καὶ πρωρεύς· ἔργον γὰρ τῷ πρωρεῖ πρὸ ὥρας ὁρᾶν. Ἀλλʼ οὕτως εἰ εἶπεν, οὐκ ἔχει τὸ ι, ἀλλʼ ἡ παράδοσις ἔχει τὸ ι προσγεγραμμένον, ἀπό τε τῆς ἐτυμολογίας ἀπὸ τοῦ προϊέναι, καὶ ἀπὸ τῆς διαστάσεως· ἐπειδὴ εὕρηται κατὰ διάστασιν, ὡς παρὰ τῷ ποιητῇ, κυανοπρωΐρους· καὶ παρὰ Σιμωνίδῃ, κυανοπρώϊραν. Τὸ δὲ πρώϊρα, οἱ μὲν διὰ τοῦ ι λέγουσιν, ὡς ἀπὸ τοῦ πρῷρα, κατὰ διάστασιν τοῦ ι, πρώϊρα· ὁ δὲ Ἡρωδιανὸς, διὰ τῆς ΕΙ διφθόγγου γράφει, πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ΕΙΡΑ. Ζήτει εἰς τὸ ἐθείρῃσι. Τὸ δὲ Ἴρα, ἡνίκα μὲν ἐπὶ τῆς πόλεως ἐστὶ, διὰ τοῦ ι γράφεται· ἔστι γὰρ καὶ πόλις οὕτω λεγομένη· τὸ δὲ ἐπὶ τῆς ἐκκλησίας διφορεῖται κατὰ παράδοσιν. Ἔστι περὶ τούτου καὶ εἰς τὸ εἴρην. Πρῶρα: Ἀφʼ οὗ ἐστι προορᾶν καὶ προβλέπειν τὰ ἔμπροσθεν. Πρωϊαίτερον: Θᾶττον, πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον. Πρωθῆβαι: Οἱ ἐν τῇ πρώτῃ ἡλικίᾳ ὄντες· παρὰ τὴν ἥβην καὶ τὸ πρῶτον. Πρωκτός: Προακτός τις ἐστί· παρὰ τὸ διʼ αὐτοῦ προάγεσθαι τὰ περιττώματα. Πρῶνες: Οἱ ὑψηλοὶ τόποι. Παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὴν ἰὼν μετοχὴν γίνεται προϊὼν καὶ προών· καὶ κατὰ συναίρεσιν, πρών. Κλίνεται πρωνός· ἡ εὐθεῖα τῶν πληθυντικῶν, πρῶνες· καὶ πλεονασμῷ τοῦ ο, Πρώονες ἄκροι. Προχοαί: Αἱ τῶν ποταμῶν διεξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν· καὶ ἡ ἐκ παντὸς ὕδατος ἐκροή. Πρῶτος: Παρὰ τὴν πρὸ πρόθεσιν γίνεται καθʼ ὑπέρθεσιν πρότατος· ἀποβολῇ τοῦ τ καὶ κράσει, πρῶτος. Ποσαχῶς λαμβάνεται; Πενταχῶς· κατὰ χρόνον, ὅτι πρῶτοι εἰσὶν οἱ προφῆται τῶν ἀποστόλων· κατὰ φύσιν, ὥσπερ πρῶτον ἐστὶ τὸ ζῷον τοῦ ἀνθρώπου· κατὰ τάξιν, ὡς πρῶτα τὰ στοιχεῖα τῶν συλλαβῶν· κατὰ ἀξίαν, ὡς πρῶτοι οἱ ἄρχοντες τῶν ἀρχομένων· κατὰ αἴτιον, ὡς πρῶτος ὁ πατὴρ τοῦ υἱοῦ· αἴτιος γὰρ ὁ πατὴρ τοῦ υἱοῦ· πρῶτος γάρ ἐστι. Σημαίνει δὲ δύο· τὸν παρʼ ἡμῖν λεγόμενον, ὡς πρῶτος ἐστὶν ὁ Πέτρος τοῦ Παύλου· καὶ τὸ ἄκρον τοῦ ῥυμοῦ, ὡς τὸ, Ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ. Πρωτοπαγεῖς; Νεοτευχέες, πρώτως πεπηγότες, νεοκατασκεύαστοι, νεωστὶ κατεσκευασμένοι. Εἰς τὸ εὐλαβεῖς. Πρωτόλεια: Τὰ πρῶτα τῶν ληΐων, καὶ τῶν τοῦ πολέμου λαφύρων ἐξαίρετα καὶ πρώτιστα, ἅπερ εἰώθασιν οἱ ἄριστοι λαμβάνειν· οἷον ἡ Χρυσηῒς ἐδόθη τῷ Ἀγαμέμνονι, καὶ ἡ Βρισηῒς τῷ Ἀχιλλεῖ. Δηλοῖ δὲ τὰς ἀπαρχάς. Πρωτότοκος: Παῖς μὲν προπαροξύνεται, μήτηρ δὲ παροξύνεται. Πρῶτα: Πρῶτα δʼ ἐγὼν ἔπεσι πειρήσομαι. Ἀντὶ τοῦ πρότερον, ἢ πρώτως. Ἔστι δὲ ἐπίρρημα μεταχθὲν ἀπὸ οὐδετέρου. Πρώτιστος: Πρῶτος· καὶ τὸ συγκριτικὸν οὐκ ἔχει· τὸ δὲ ὑπερθετικὸν πρώτιστος χαρακτῆρι μόνῳ· ἐπειδὴ τὰ ὑπερθετικὰ τριγενῆ εἰσι· τὰ δὲ οὐδέτερα, οὐκ ἔχει. Ζήτει πλατάνιστος. Τινὰ μὲν γὰρ αὐτῶν εἰσὶ καὶ χαρακτῆρι καὶ σημαινομένῳ, ὥσπερ τὸ σοφώτατος. Διαφέρει δὲ, ὅτι τὰ μὲν ὑπερθετικὰ, ἀπηρτισμένην καὶ ἀκροτάτην ἔχοντα ἐπίτασιν, οὐκ ἐπιδέχεται ἐπιτατικὸν ἐπίρρημα· οὐ γὰρ λέγομεν ἄγαν ἢ λίαν τιμιώτατος· τὰ δὲ συγκριτικὰ ἅτε τελειοτάτην οὐκ ἔχοντα ἐπίτασιν, ἔστιν ὅτε δευτέραν ἐπιρρηματικὴν ἐπίτασιν προσδέχεται· οἷον ὡς παρʼ Ὁμήρῳ, Πολλὸν παυρότεροι· καὶ, Ῥηΐτεροι μᾶλλον ἔσεσθε. Πρυλέες: Ἰλιάδος μʹ. πεζοὶ ὁπλῖται. Ὡς δαμῶ δαμάζω δάμαλις, οὕτως περῶ περύω περύσω πέρυλις, καὶ συγκοπῇ, πρύλις. Καὶ πρύμνη, οὐκ ἐπὶ νηὸς μόνον, ἀλλὰ πᾶν τὸ τελευταῖον καὶ ὕστατον, τὸ συνορίζον τινὶ πέρατι· παρὰ τὸ πέρας πέρυμνον· καὶ συγκοπῇ, πρυμνὸν, καὶ πρύμνη. Ἐκ τοῦ πρυμνὸς γίνεται πρυμνὴ ἡ ἐσχάτη. Πρυμνήσια: Τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύμνης δεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. Πρυμνωρείας: Τὰ κατώτατα καὶ ἔσχατα τῶν ὀρῶν καλεῖται. Πρυτανεῖα: Ἀριθμὸς ἡμερῶν τριάκοντα ἕξ· θηλυκῶς καὶ πρυτανεία. Τοῦτο ἀργύριόν τι. Πρυτανεῦσαι: Διοικῆσαι, προστατεῦσαι, φυλάξαι, βασιλεῦσαι, ταμιεῦσαι· κυρίως γὰρ ἐπὶ τούτου τοῦ σημαινομένου τάττεται ἡ λέξις· πρύτανις γὰρ ὁ σιτοφύλαξ· οἷον πυρόταμίς τις ὤν· συγκοπῇ, πρύταμις· καὶ τροπῇ τοῦ μ εἰς ν. Πρυτάνεις: Τὸ δέκατον μέρος τῆς βουλῆς τῶν πεντακοσίων, πεντήκοντα ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα πρυτάνεις ἐκαλοῦντο. Ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ δέκα φυλαὶ κληρολαχοῦσαι κατὰ ἐνιαυτόν. Καὶ πρυτανεῖον λέγεται παρὰ τὸ ἐκεῖ φυλάττεσθαι τὸν πυρὸν, ἤγουν τὸν σῖτον· οἱονεὶ πυροταμεῖον· καὶ πρυτανεῖον γράφεται δίφθογγον, διὰ δύο αἰτίας· ἢ ὅτι εὕρηται καὶ κατὰ διάστασιν πρυτανήϊον. Πταίω: Παρὰ τὸ πέτω, συγκοπῇ, πτῶ· καὶ κατὰ παραγωγὴν, πταίω· ἀπὸ τοῦ πίπτειν πολλάκις τοὺς προσπταίοντας. Ἐκ δὲ τοῦ πτῶ γίνεται πτὴν καὶ πτανές. Πτέρνα: Παρὰ τὸ πετῶ πετέρνα· καὶ συγκοπῇ, πτέρνα· ἢ ἀπὸ τοῦ ἐπιπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα· ἢ παρὰ τὸ τὴν ἔραν πατεῖν. Πτερόν: Παρὰ τὸ πέτω πετερὸν, ὡς θάλλω θαλερὸν, τήκω τηκερόν· καὶ συγκοπῇ, πτερόν. Ἢ παρὰ τὸ πτῶ, ὃ δηλοῖ τὸ πέτομαι· ἢ παρὰ τὸ πτερῶ, ἐξ οὗ τὸ ἀναπτερωθῆναι. Πτερόεντα: Ἔπεα πτερόεντα· ἐπειδὴ νικήσασαι αἱ Μοῦσαι τὰς Σειρῆνας τοῖς πτεροῖς αὐτῶν ἐστέφθησαν. Πτέρυξ: Παρὰ τὸ πτερύσσω πτερύξω· τοῦτο παρὰ τὸ πετῶ πετήσω, πτῶ πτήσω, πτέρυξ. Ἢ παρὰ τὸ πτερὸν πτερύσσω. Ἢ ἀπὸ τοῦ πτερὺς, ὡς χλαμύς· τροπῇ, πτέρυξ. Διαφέρει πτέρυξ καὶ πτερύξ. Πτέρυξ λέγεται τὸ ὅλον μέρος· πτερὺξ δὲ, τὸ ἄκρον· ὡς τὸ, πτερύγος λάβεν, Ἰλιάδος βʹ. Ἢ ὅτι τὸ πτερὺξ ὀξυτόνως περιεκτικήν τινα ἔννοιαν σημαίνει, ἤγουν ὅλην, καὶ περιεκτικόν ἐστι πολλῶν πτερῶν· πτέρυξ δὲ, μερός τι τοῦ πτεροῦ παροξυτόνως. Ἢ πτέρυξ ἡ σὰρξ ἧς ἐκφύεται τὰ πτερά· πτερὺξ δὲ, τὸ πτερύγιον διʼ οὗ πέτονται. Πρυτανεῖα: Ὅτι τὸ ἱερὸν πῦρ ἐπὶ τούτων ἀπόκειται· καὶ τοὺς ὅποι ποτὲ ἀποικίαν στέλλοντας αὐτόθεν αὔεσθαι τὸ ἀπὸ τῆς ἑστίας πῦρ, ὅπερ ἐστὶ ζωπυρεῖσθαι. Πτήσσω: Τὸ φοβοῦμαι. Παρὰ τὸ πέτω, πτῶ, πτήσω, καὶ πτήσσω· ὁ γὰρ φοβούμενος πίπτοντι ἔοικε. Πτῖλα: Τὰ ἅρμενα. Παρὰ τὸ τίλλω, τίλα καὶ πτῖλα. Πτίλος: Ὁ ἐκπεπτωκὼς τῶν ἴλλων, τουτέστι τῶν ὀφθαλμῶν· ἢ κατὰ πλεονασμὸν τοῦ ΠΙ, ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέφαρα. Πτισάνη: Ἡ λελεπισμένη κριθή· παρὰ τὸ πτίσσω, τὸ καθαίρω· καὶ ἐπτισμένον, τὸ κεκαθαρμένον. Πτολίεθρον: Ἐκ τοῦ πόλις κατὰ ποιητικὸν ἔθος γίνεται πτόλις καὶ πτολίεθρον. Διαφέρει δέ· ὅτι πόλις λέγεται καὶ χωρὶς τοῦ τ, τὸ δὲ πτολίεθρον ἄνευ τοῦ τ οὐ λέγεται. Πτολίπορθος: Ἐκ τοῦ πορθῶ. Καὶ διατί μὴ πρὸ μιᾶς εἶχε τὸν τόνον, ὥσπερ καὶ τὸ καλλιγράφος ἐκ τοῦ γράφω; Ἐπειδὴ τὰ εἰς ΟΣ ὀνόματα ἀπὸ ῥημάτων δισυλλάβων συντιθέμενα προπαροξύνεται, οἷον συλῶ, ἱερόσυλος· μυκῶ, ἐρίμυκος. Οὕτω καὶ πτολίπορθος, ὁ τὰς πόλεις πορθῶν. Πτόρθος: Οὐχ εὗρον τὴν ἐτυμολογίαν· ὡς οἶμαι δὲ, παρὰ τὸ πέτω πτῶ γίνεται πτείρω· ἐξ οὗ ὁ δεύτερος ἀόριστος, ἔπταρον, ὡς φθείρω ἔφθαρον. Ἐκ δὲ τοῦ πτείρω, ῥηματικὸν ὄνομα πτόρος, ὡς φθείρω, φθόρος· καὶ πλεονασμῷ τοῦ θ, πτόρθος. Πτοῶ: Ἐκ τοῦ πετῶ ποτῶ, καὶ ὑπερθέσει, πτοῶ πτοήσω· ἔνθεν τὸ ἐπτοήθην ὥσπερ καταπέπτωκε. Τὸ δὲ πτοῶ λέγεται καὶ πτοιῶ· ἐξ οὗ τὸ διεπτοίησε· καὶ πτοία ἡ πτόησις. Πτοῖαι: Παράλογοι φόβοι, ἐκπλήξεις, κίνδυνοι· οἱ δὲ, ταραχαί. Ἀπὸ τοῦ πτοῶ ῥήματος γίνεται πτόα καὶ πτοία. Πτωσκαζέμεν: Παρὰ τὸ πτῶ, ὃ σημαίνει τὸ φοβοῦμαι, καὶ τὸ σκάζω, τὸ ἐκκλίνω. Πτωχεύειν: Ἀπὸ τοῦ πτώσσειν καὶ προσπίπτειν τοὺς δεομένους· ἢ ἀπὸ τοῦ ἐκπεπτωκέναι τοῦ ἔχειν. Ὡσαύτως δὲ καὶ πτωχός. Ὁ δὲ Ὦρος ἐτυμολογεῖ τὸ πτωχὸς ἀπὸ τοῦ πτήσσειν περὶ τὴν ὀχὴν, τουτέστι τὴν τροφήν. Ἢ πτηχός τις ὤν· πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν. Πτῦον: Παρὰ τὸ πτύω, τὸ ἀποπτῦον καὶ ἀπορρίπτον τῶν καρπῶν τὰ ἄχυρα. Τὸ δὲ πτύω σημαίνει τὸ ἀπορρίπτειν καὶ ἐκβάλλειν· ἔνθεν καὶ τὸ ἀποπτύω. Ἀπὸ τοῦ πετῶ πετύω· καὶ συγκοπῇ, πτύω, τὸ δίκην ἀποπεταννύμενον καὶ ἀπορριπτόμενον. Πτύσσω: Παρὰ τὸ πέτω πετύσσω· τὸ γὰρ πτύσσειν οὐδέν ἐστιν ἄλλο ἢ τὸ ἐπιπίπτειν ἕτερον ἑτέρῳ, ὡς τὸ, Ἔγχεα δʼ ἐπτύσσοντο, Ἰλιάδος νʹ, ἀντὶ τοῦ εἰς τὸ αὐτὸ συνήγετο καὶ ἐκάμπτετο κραδαινόμενα. Πτώξ: Παρὰ τὸ πτῶ, παράγωγον πτώσσω· ὁ μέλλων, πτώξω· καὶ ἀποβολῇ τοῦ ω πτώξ. Ἢ ἀπὸ τοῦ πτήσσω, τὸ φοβοῦμαι, πτήξω πτήξ· καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρόν. Σημαίνει δὲ τὸν λαγωόν. Πτύχες: Σημαίνει τὰς τῶν ὀρῶν κατακλίσεις, ὡς τὸ, πολυπτύχου οὐλύμποιο. τοῦ πολλὰ ἀποκλίματα ἔχοντος. Λέγονται δὲ καὶ ἐπὶ τῆς ἀσπίδος πτύχες, τὰ διάφορα ἐπʼ ἀλλήλοις ἐλάσματα. Πύγελα: Πόλις περὶ τὴν Ἔφεσον οὐδετέρως λεγομένη τὰ Πύγελα. Ὠνόμασται παρὰ τὰς πυγὰς, ἃς ἤλγησαν οἱ Ἀγαμέμνονος ἐρέται· κἀνταῦθα ἀπομείναντες τῆς συμφορᾶς ἐπώνυμον ἐποίησαν τὴν πόλιν. Πυγοστόλος: Ἡσίοδος· οἱ μὲν, τὴν μαυλίστριαν· οἱ δὲ, αὐτὴν τὴν ἑταῖραν, τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτέστιν κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν γάρ ἐστι τὸ κοσμεῖν. Ἄλλοι δὲ, τὴν κοσμοῦσαν τὰς χεῖρας· πυγούσιον γὰρ ὁ πῆχυς κεκαμμένων τῶν δακτύλων. Πυγμαίοισιν: Ἰλιάδος γʹ· ἤγουν ἴσοις γρόνθῳ· πυγμὴ γὰρ σημαίνει τὸν γρόνθον τῆς χειρός· παρὰ τὸ πτῶ πτύσσω, πτυγμὴ καὶ πυγμή· ἐξ οὗ γίνεται καὶ πτυχία, τὰ ἀσφαλιζόμενα. Πυγμὴ σημαίνει καὶ τὸν πῆχυν, ἐξ οὗ παρώνυμον πυγμαῖος. Ζήτει εἰς τὸ πύξ. Πυλαγόροι: Οἱ προεστῶτες Πυλαίας. Πυλαία δέ ἐστιν ἡ εἰς Θερμοπύλας γινομένη σύνοδος τῶν Ἀμφικτυόνων· ἢ οἱ πεμπόμενοι ἀπὸ τῶν πόλεων εἰς Ἀμφικτυονίαν ῥήτορες, ὥστε ἐκεῖ ἀγορεῦσαι. Ἐκαλεῖτο δὲ πυλαγόρας, παρὰ τὸ ἐπὶ Πυλαίᾳ ἀγορεύειν. Πυλαία δέ ἐστι τὸ Ἀμφικτυονικὸν συνέδριον. Πύγαργος: Εἶδος ἀετοῦ· Λυκόφρων· δειλὸν ἢ ἅρπαγα. Σοφοκλῆς ἐπὶ τοῦ δειλοῦ, ἀπὸ τῆς λευκῆς πυγῆς, ὥσπερ ἐναντίως μελάμπυγος ἐπὶ τοῦ ἰσχυροῦ, ἀπὸ τῆς μελαίνης πυγῆς. Πύξ: Πὺξ ἀγαθόν. Ἔστιν ἐπίρρημα ποιότητος. Γίνεται παρὰ τὸ πτύσσω πτύξω, τὸ ἀσφαλίζω, ἀποβολῇ τοῦ ω καὶ τοῦ τ, πύξ· παρὰ τὸ πτύσσειν τοὺς δακτύλους ἐν τῷ πλήττειν· κατακλείοντες γὰρ τοὺς δακτύλους ἐν τῇ πυγμομαχίᾳ ἐπάλαιον. Ἡσίοδος, οἷον δʼ ἐμάχοντο πύξ τε καὶ ἑλκηδήν. Ἔστι δὲ καὶ πυγμὴ εἶδος ἀγῶνος, παρὰ τὸ πτύσσειν· κλείοντες γὰρ τοὺς δακτύλους πλήσσομεν. Πυδαρίζειν: Ἐπὶ τοῦ ἅλλεσθαι, ἤτοι ποδαρίζειν, ὡς ὄνομα ὄνυμα Αἰολικῶς· ἢ πυγαρίζειν, παρὰ τὴν πυγήν. Δηλοῖ δὲ καὶ τὸ λακτίζειν. Ἀριστοφάνης Ἱππεῦσιν, Ἀπεπυδάρισα μόθωνα παρὰ τοὺς πόδας. Οὕτως Εἰρηναῖος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Πύελος: Κυρίως ὅπου τοὺς πυροὺς πλύνουσι, πυρέλους τινὰς ὄντας· ἐκβολῇ τοῦ ρ, πυέλους· πυοὺς δὲ λέγουσι καὶ δίχα τοῦ ρ τοὺς πυρούς. Εἰσὶ δὲ σκαφίδες ἐν αἷς λούονται· παρὰ τὸ πεπυθὸς τουτέστι τὸ σεσηπὸς ἑλεῖν. Οὕτω δὲ ἔλεγον τοὺς πλυνοὺς, ὡς Θέων ἐν ὑπομνήματι τῆς Ὀδυσσείας. Πύθεσθαι: Τὸ σήπεσθαι· ἐκ τοῦ πύθω, τὸ σήπω. Πυθέσθαι: Τὸ ἀκοῦσαι καὶ μαθεῖν. Ἐκ τοῦ πεύθω, πεύσω· ὁ δεύτερος ἀόριστος, ἔπυθον· ἐπυθόμην, ἐπύθετο· καὶ τὸ ἀπαρέμφατον, πυθέσθαι. Πυνθάνεσθαι: Μανθάνειν, διδάσκειν, ἱστορεῖν, ἐρωτᾶν. Ἐκ δὲ τοῦ πεύθω γίνεται πύθω, τὸ μανθάνω καὶ ἀκούω· ἐξ οὗ καὶ τὸ πυνθάνω. Πυθοίατο: Ἐκ τοῦ ἐπυθόμην, τὸ εὐκτικόν, πυθοίμην, πύθοιο, πύθοιτο, καὶ πυθοίατο. Ζήτει εἰς τὸ δευοίατο. Πύθεια καὶ πυθαῖος: Ὄνομα ἑορτῆς ἀγομένης τῷ Ἀπόλλωνι. Πυθώ: Πόλις Φωκίδος, ἧς οἰκήτορες, Δελφοί· ἀπὸ τοῦ σεσῆφθαι αὐτόθι τὸν δράκοντα, ὃν ἀνεῖλεν ὁ Ἀπόλλων. Ἢ παρὰ τὸ πεύθεσθαι καὶ ἀκούειν τῶν χρησμῶν· ἐκεῖ γὰρ ἦν τὸ μαντεῖον τοῦ Ἀπόλλωνος. Πυθών, Πύθων: Ὀξυνόμενον μὲν καὶ θηλυκὸν, ὁ τόπος· βαρυνόμενον δὲ καὶ ἀρσενικὸν, ὁ δράκων. Πυθμήν: Φυτοθεμήν τις ἐστὶν, οἷον τοῦ φυτοῦ θέσις· φυθμὴν καὶ πυθμήν. Οὕτως Ὦρος. Ἢ παρὰ τὸ φύω φύσω φυθμήν· καὶ σημαίνει δὲ τὸν κοῖλον τόπον. Ὁ δὲ Θεόγνωτος, παρὰ τὸ κεύθω, τὸ κρύπτω, κευθὴν καὶ κυθήν· πλεονασμῷ τοῦ μ καὶ τροπῇ, πυθμὴν, βαθυπυθμὴν, ἀπυθμήν. Τὸ υ, ψιλόν. Πύκασε: Περιεκάλυψεν, ἐσκέπασεν. Ἀπὸ τοῦ πτύσσω πτυκάζω καὶ πυκάζω. Πυκνά: Τὰ συνεχῆ καὶ συνετά· ἡ γὰρ φρόνιμος διάνοια πεπυκνωμένη ἐστὶν, ὥσπερ τοὐναντίον ἡ ἔξηχος ἠραιωμένη. Τὸ ἀρσενικὸν, ὁ πυκνός· τοῦτο ἐκ τοῦ πυκινός· ὅθεν καὶ πυκινὴν βουλὴν, τὴν πυκνὴν καὶ συνετὴν καὶ σώφρονα. Ἢ ἐκ τοῦ πτύσσω πτυκνὸς καὶ πυκνός· τὸ δὲ πυκινὸς, ἐκ τοῦ πύκα ἐπιρρήματος, ὃ σημαίνει τὸ ἐπιμελῶς ἔχειν. Τοῦτο ἐκ τοῦ πτύσσω, τὸ σφαλίζω, πτύκα καὶ πύκα. Τὸ δὲ πτύσσω ἐκ τοῦ πέτω. Τὸ γὰρ πτύσσειν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἐπιπίπτειν ἕτερον πρὸς τὸ ἕτερον. Πύλη: Ἐκ τοῦ πτύσσω, τὸ σφαλίζω· καὶ, πυλάρταο αἵδου, τοῦ τὰς πύλας ἰσχυρῶς ἀρτῶντος, ὅ ἐστι κατασκευάζοντος καὶ συναρμόζοντος. Καὶ πύλαιος τὸ κύριον ὄνομα, προπαροξυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ τόπου. Πύματος: Ἔλλειψις τοῦ θ· παρὰ τὸ πυθμὴν ὄνομα· ἀπὸ μεταφορᾶς τῶν ἀγγείων· ὁ γὰρ πυθμὴν, ἔσχατος, εἰ καὶ τὴν ἀρχὴν ἔχει. Πύθματος οὖν· καὶ ἀποβολῇ τοῦ θ, πύματος. Σημαίνει δὲ τὸ ἔσχατον. Πυξίς: Τεῦχος ἰατρικόν· καὶ κυρίως ἡ ἐκ πύξου γενομένη· καταχρηστικῶς δὲ, ἡ ἐξ ὁποιασδηποτοῦν ὕλης, καὶ χαλκοῦ καὶ μολύβδου. Πῦος: Τὸ σεσηπὸς αἷμα καὶ μεταβεβλημένον· παρὰ τὸ πύθω, τὸ σήπω· καὶ τὸ γάλα ὁμοίως. Οὕτως Ἀριστοφάνης, Πῦος ἡμῖν ἔνδον. Τὸ πεπηγὸς γάλα, διὰ τὸ καὶ αὐτὸ μεταβεβλῆσθαι. Καὶ ἔμπυον, τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν. Τὸ πρωτόγαλα, πῦος, ἐπὶ τοῦ παρεσπαρμένου ὑγροῦ ἐν τῷ σώματι. Ἔστι δὲ οὐδέτερον τὸ πῦος. Πῦρ: Πυρός. Ἔστιν ἐπὶ τῆς εὐθείας μακρόν· ἐπὶ δὲ τῆς γενικῆς, βραχύ· πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου. Ἔστι γὰρ πυρός· τὸ ΠΥ, μακρόν· καὶ σημαίνει τὸν σῖτον. Τὸ δὲ πῦρ, φῦρ τι ἐστὶν, ὅτι φυσώμενον ἐξάπτεται. Ἢ παρὰ τὸ φύω, τὸ ἀναβλαστάνω, φῦρ. Τί γὰρ πυρὸς εὐφυέστερον, ἡνίκα ἐπιλάβηται ὕλης; Φύει γὰρ, λαβόμενον ὕλης. Ἐκ δὲ τοῦ πῦρ πυρὸς, πυράζω· ὁ μέλλων, πυράξω· ὄνομα ῥηματικὸν, πυρακτός· καὶ ῥῆμα, πυρακτῶ, ἐξ οὗ ἐπυράκτεον. Πυραί: Πυρκαϊαί· ἀπὸ τοῦ φύρω. Πυργοβάρεις: Προμαχῶνες οἱ ὀχυρώτεροι τῶν πύργων. Πύραυνος: Ὁ χυτρόπους· παρὰ τὸ πῦρ ἐνιαύειν ἐν αὐτῷ. Πυρριχισταί: Οἱ τὴν ἐνόπλιον ὀρχούμενοι ὄρχησιν. Πύραμος: Ποταμὸς Κιλικίας. Ὠνόμασται δὲ οὕτω διὰ τὸ πολὺν πυρὸν περιποιεῖν τοῖς ἐν τῇ Κιλικίᾳ οἰκοῦσι. Πυραμίς: Ἡ ἐκ πυρῶν καὶ μέλιτος, ὥσπερ σησαμὶς, ἡ ἐκ σησάμων καὶ μέλιτος. Τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος αὐτῇ σχήματος, πλατέος κάτωθεν ὄντος καὶ εἰς ὀξὺ λήγοντος, ὅ ἐστι τὸ φλογὶ ἀναφερομένῃ ἐοικός. Τοιοῦτος δὲ καὶ ὁ πύργος. Ἢ παρὰ τὸν πυρόν. Πυραμίδες δὲ πάλιν λέγονται ὡρεῖα βασιλικὰ σιτοδόχα, ἃ κατεσκεύασεν Ἰωσήφ. Πύργος: Παρὰ τὸ ὑπεράνω γῆς ἵστασθαι. Σημαίνει δὲ ὁτὲ μὲν κυρίως τὸν πύργον, ὡς τὸ, Πύργῳ ἐφεστήκει γοόωσα· ὁτὲ δὲ τὸ τεῖχος, ὡς εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν· καὶ τὴν τάξιν, ὡς τὸ, Εἰ δέκα πύργοι Ἀχαιῶν· καὶ ἐπίρρημα, πυργηδόν· καὶ μέρος τι τοῦ τείχους· Τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν, Ἰλιάδος μʹ. Ὄτε δὲ μεταφορικῶς, ἀσφαλείαν καὶ φυλακήν, Τοῖος γάρ σφιν πύργος ἀπώλετο· λέγεται δὲ καὶ μέρος τὶ τῆς νεώς. Πυρήϊα: Πυρήϊα δινεύεσκον, Ἀπολλώνιος. Λέγεται τὰ ξύλα, ἃ τριβόμενα πῦρ ἐγγεννᾷ. Τινὲς δὲ τοὺς πυροβόλους λίθους. Πυρνός: Σημαίνει τὸν ψωμόν. κοινοτέρως δὲ ἡ τροφή· ἀπὸ τοῦ πυροῦ, ὅ ἐστι τοῦ σίτου. Πυρός: Οἱ μὲν, παρὰ τὴν ἔκφυσιν, φυροὺς καὶ πυρούς· οἱ δὲ, σποροὺς σπυροὺς καὶ πυρούς. Σημαίνει καὶ κριθήν· κυρίως δὲ σῖτον. Πυρόεις: Πυρόεις ἀπολάμπεται ἀστὴρ, Ἀπολλώνιος. ὅτι ὁ ἀστὴρ ὁ Ἄρης ὑπὸ μὲν Ἑλλήνων ἄρης λέγεται, ὑπὸ δὲ Αἰγυπτίων καὶ ἀστρονόμων πυρόεις, ὑπὸ δὲ Χαλδαίων, ἡρακλῆς. Περὶ Παθῶν. Πύστις: Μήπως παρὰ τὸ πέπυσμαι πύσις· καὶ πλεονασμῷ τοῦ τ. Οὐ δύναται δὲ πλεονασμὸς εἶναι, ἀλλὰ παραγωγή. Ἀπὸ τοῦ πυστὸς πύστις, ὡς ὑβριστὸς ὕβριστις. Πυτίζω: Παρὰ τὸ πτύω πτυτίζω παράγωγον· καὶ ἀποβολῇ τοῦ τ. Τινὲς δὲ παρὰ τὸ φυσῶ φυσίζω· καὶ ἐναλλαγῇ τοῦ φ, πυτίζω. Πώγων: Ὡς μὲν Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλικίας σημαίνει· ὡς δὲ ἄλλοι, ὅτι ἐπὶ τὸ εἰπεῖν ἄγει· ἱκανοὶ γὰρ ἤδη οἱ γενειῶντες πρὸς τὸ λέγειν. Παρὰ τὸ πήσσω οὖν, πήξω πέπηγα, πήγων, καὶ πώγων, ὁ πεπηγὼς καὶ ἑδραῖος τόπος. Πωγωνιήτης: Πώγων πώγωνος πωγωνίτης. Λέγουσι δέ τινες, ὅτι ἀπὸ τῶν εἰς ΩΝ ληγόντων οὐκ ἔχει γεγονέναι πωγωνία. Κράτης γοῦν ἐν Μετοίκοις λειποπωγωνία ἔφη. Δύναται οὖν, ὥσπερ οἰκία οἰκιάτης, οὕτω πωγωνία πωγωνιάτης καὶ πωγωνιήτης γενέσθαι. Πῶλοι: Οἱ νέοι ἵπποι, πόαλοί τινες ὄντες, ὡς ἵππος ἵππαλος, οἱ περὶ πόαν ἁλλόμενοι. Πωλικὸν παράδειγμα: Ὥσπερ ὁ νεωστὶ πῶλος γεννηθεὶς ἐκ τῆς γεννησάσης αὐτὸν οὐδὲν χωρίζεται, οὕτω κἀγὼ ἐν ταῖς ἀρεταῖς τὸν πατέρα μου οὐκ ἐχωριζόμην. Πωλῶν: Παρὰ τὸ πολῶ, τὸ συναναστρέφομαι καὶ ἐπιφοιτῶ· ἐπειδὴ ὁ πωλούμενος καὶ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ἵνα θεωρῆται ὑπὸ πάντων. Ἰστέον δὲ ὅτι τὸ πωλῶ διφορεῖται κατά τε γραφὴν καὶ σημαινόμενον· ἐπὶ μὲν γὰρ τοῦ πιπράσκω, διὰ τοῦ ω μεγάλου· ἐπὶ δὲ τοῦ κινοῦμαι ἢ περιπατῶ, διὰ τοῦ ο μικροῦ. Ἀμφότερα δὲ ἐν τῇ συνθέσει τὴν ἰδίαν φυλάττει γραφήν. Ὅθεν ἀρτοπώλης μὲν καὶ τὰ ὅμοια, διὰ τοῦ ω μεγάλου· οἰωνοπόλος δὲ καὶ τὰ ὅμοια, διὰ τοῦ ο μικροῦ. Σεσημείωται τὸ ἀπεμπολῶ καὶ πυρπωλῶ· τὸ μὲν, ἀπὸ τοῦ πωλῶ, τὸ πιπράσκω, διὰ τοῦ ο μικροῦ γράφεται· τὸ δὲ, ἀπὸ τοῦ πολῶ, τὸ συναναστρέφομαι, διὰ τοῦ ω μεγάλου. Τούτου δὲ τὴν ἐτυμολογίαν οὐχ εὗρον· ὡς οἶμαι δὲ, παρὰ τὸ πέλω ἐστὶ τὸ ὑπάρχω· οἱ γὰρ συναναστρεφόμενοι περὶ τὸν αὐτὸν ὑπάρχουσι τόπον. Καὶ, πωλέσκετο, Ἰλιάδος αʹ, τὸ συνανεστρέφετο, διῆγεν· ἐκ τοῦ πολῶ· ὁ μέλλων, πολέσω· πλεονασμῷ τοῦ κ, πολέσκω, ὡς ἀρῶ ἀρέσω ἀρέσκω· καὶ γίνεται ἀπὸ μέλλοντος ἐνεστὼς, πολέσκω· ὁ παθητικὸς, πολέσκομαι, ἐπολεσκόμην· καὶ τὸ τρίτον, κατʼ ἔκτασιν ποιητικὴν τοῦ ο εἰς ω, πωλέσκετο. Πώ καὶ Πώμαλα: Τὰ τῷ ο παραληγόμενα ἐπιρρήματα ἀποκοπῇ τοῦ ΘΕΝ καὶ ἐκτάσει τοῦ ο εἰς ω γίνεται παρὰ Δωριεῦσι· οἷον, αὐτόθεν, αὐτῶ· τουτόθεν, τούτω. Οὕτως καὶ πόθεν, πώ· καὶ παρὰ Σώφρονι, Πώ τις ὄνον ὠνάσηται; ἀντὶ τοῦ πόθεν. Τὸ δὲ πώμαλα παρὰ Ἀττικοῖς ἐν παρολκῇ τοῦ μάλα γίνεται· καθάπερ, Ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός· καὶ, Ἦ μάλʼ ἐλαφρὸς ἀνήρ. Τὸ δὲ πόθεν ἐπὶ τῆς οὐ ἀρνήσεως συνεχῶς λέγεται· οἷον, ἔγραψας πόθεν; ἀντὶ τοῦ οὔ. Καὶ κατὰ τοιαύτην σημασίαν τὸ πώμαλα παρὰ Ἀττικοῖς σημαίνει τὸ οὐδαμῶς. Καὶ τὸ πώποτε, ἀπὸ τοῦ ΠΩ ἐπιρρήματος. Ἔστι καὶ ῥῆμα προστακτικὸν παρὰ Αἰολεῦσιν· οἷον, Χαῖρε καὶ πῶ, ὅπερ λέγεται ἐν ἑτέρῳ, σύμπωθι, τρίτης συζυγίας ἐστὶν, ὡς μυρῶ, διδῶ. Πῶ, ὅταν γένηται πῶθι, ἐπαύξησις ἐστὶν, ὡς ζῆθι καὶ ζῶθι. Πωλοδαμνεῖν: Παρὰ τὸ πῶλος καὶ τὸ δαμνῶ δαμνᾷς. Πωληταί: Ἀρχή τις Ἀθήνῃσιν, οἳ τὰ τῆς πόλεως πωλοῦσι καὶ φροντίζουσιν, ἀποδιδόντες τῇ πόλει. Πυρρίχην: Σημαίνει τὴν σύντονον ὄρχησιν. Ἀπὸ Πύρρου ἢ Πυρρίχου· ἢ παρὰ τὸ διάπυρον τῶν ὀρχουμένων. Πῶϋ: Κλίνεται πώεος, καὶ σημαίνει τὸ ποίμνιον· παρὰ τὴν πόαν ἣν νέμεται· ἢ παρὰ τὸ πῶ, τὸ κτῶμαι· ἢ παρὰ τὸ πῶ, τὸ πίνω· ὅτι ποτῷ ἥδεται καὶ εὐφραίνεται· ἢ ὅτι τὰ κτήματα πάμματα ἔλεγον, ὡς πολυπάμμων. Πωρός: Ὅθεν τὸ ταλαίπωρος. Παρὰ τὸν πήσω μέλλοντα πηρὸς, καὶ πωρὸς, τροπῇ τοῦ η εἰς ω, ὡς ἀρήγω ἀρηγὸς καὶ ἀρωγός. Πώϋγγες: Αἱ αἴθυιαι, αἱ κληθεῖσαι βοῦγγες. Παρὰ τὴν βοὴν καὶ τὴν ἰϋγήν. Παραπέτασμα: Τὸ προκάλυμμα, κυρίως τῶν πορνῶν, ὃ προβάλλονται διὰ τὸ μὴ ὁρᾶσθαι τοὺς εἰσιόντας. Πάραλος: Ἱερὰ τριήρης, ὥσπερ καὶ Σαλαμινία καὶ Ἀντιγονὶς καὶ Δημητριάς· ἀπὸ Παράλου τινὸς ἥρωος· πρὸς ὑπηρεσίαν τῶν ἀναγκαίων ἐπιτήδειος. Αὗται δὲ ἐπὶ στρατηγοὺς ἐπέμποντο, καὶ τοιαύτας τινὰς χρείας. Παραφυλακτωρευόμενοι: Οἱ κακουργοῦντες περὶ τὰς φυλακὰς, καὶ φρυκτοὺς ἀνατείνοντες ἐπὶ τῷ συμφέροντι τῶν πολεμίων. Προκαλεῖν: Προτρέπειν, δεῖσθαι, ἱκετεύειν. Πρόβολοι: Αἱ εἰς θάλασσαν ἐγκείμεναι πέτραι ὀξεῖαι· καὶ προβόλιον, εἶδος δόρατος. Καὶ προβλῆτας, τοὺς θεμελίους λίθους, παρὰ τὸ προβεβλῆσθαι. Πάρεδροι: Οἱ αἱρούμενοι τοῖς ἄρχουσιν οἷον βοηθοὶ, καὶ σύμβουλοι, καὶ φύλακες, Δημοσθένης, Παρεδρεύοντος ἄρχοντος τῷ υἱεῖ. Ὠνόμασται δὲ οὕτω παρὰ τὸ τὸν ἄρχοντα ἱζόμενον καὶ συνεδρεύοντα συνδιοικεῖν τὰ τῆς ἀρχῆς. Προβάλλεσθαι: Ἔθος ἦν Ἀθηναίοις τοὺς ἄρχοντας εἴτις δοκοίη ἀδικεῖν καὶ τοὺς συκοφάντας παράγειν εἰς τὴν ἐκκλησίαν τὸν βουλόμενον, καὶ ἀποφαίνειν ὡς ἠδίκησε, καὶ τοῦτο καλεῖται προβολὴ καὶ προβάλλεσθαι. Περιστοιχίζεται: Δημοσθένης ἐν δευτέρῳ Φιλιππικῶν. Ἔστι δὲ οἷον αἱρεῖ, λαμβάνει· ἀπὸ μεταφορᾶς τῶν κυνηγετῶν, οἵτινες στοίχους περιβάλλουσι τοῖς ὄρεσι· στοῖχοι δέ εἰσιν αἱ λεγόμεναι στάλικες, ἀφʼ ὧν τὰ δίκτυα καθίεται. Ταύτας οὖν περιβάλλοντες αἱροῦσι τὰ θηρία. Περιδέξιος: Ὅπως ἀποφεύξῃ θεὸν περιδέξιον· ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. Καὶ περιδέξιον ἐστὶ πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ ὃ βούλεται συνάγει. Καὶ παρὰ τῷ Θεολόγῳ. Περίδειπνον: Ἡ ἐπὶ τοῖς ἀποθανοῦσι γινομένη ἑστίασις. Περιγράψαι: Τὸ ἀποκτεῖναι· ἐπεὶ οἱ ἀποθανόντες περιγράφονται. Πεζέταιρος: Δημοσθένης Φιλιππικῶν δευτέρῳ. Καὶ τῶν Μακεδόνων τοὺς πεζεταίρους μὲν καλουμένους, ὄντας δὲ ἀπολέκτους, ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα ἔχων. πεζεταίρους εἶναι φασὶν ἀπὸ ὁδοιπορικῶν ἔργων ἑταίρους γεγονότας· οἱ δὲ, τοὺς περὶ τὸ σῶμα τοῦ Φιλίππου φρουρούς. Ἦσαν δὲ οὗτοι καὶ πρῶτοι καὶ ἰσχυροί· ἀπὸ μεταφορᾶς τῶν πεζῶν. Πέζαι γὰρ λέγονται αἱ ᾦαι τῶν ἱματίων· ἐπεὶ ἔξωθεν περὶ τὸ ἱμάτιον εἰσὶ κατεσκευασμέναι. Προφερεῖς: Οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. Προναΐα Ἀθηνᾶ: Ἀγάλματος ὄνομα· ἤτοι διὰ τὸ πρὸ τοῦ ναοῦ ἐν Δελφοῖς ἑστάναι· ἢ ὅτι προενόησεν, ὅτι ἐστιν ἡ Λητώ. Πρόσαντες: Τὸ δύσκολον, τὸ προϊστάμενον τῇ γνώμῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς ὄρεσι προϊσταμένων καὶ ἐμποδιζόντων. Προκώνια: Γένη θυμιαμάτων· οἱ δὲ, τὰς ἀφρύκτους κριθάς φασιν. Ἢ οἷον πυροκώνια, πυροὶ μέλιτι κεχρισμένοι, καὶ ἐν ἡλίῳ ὠπτημένοι. Προστρόπαιος: Δαίμων τις ἐπὶ τῶν ἐναγῶν. προστρόπαιον, ἄγος, μίασμα. Προστέτηκε: Προσκεκόλληται. Προσφυῶς: Οἰκείως, ἀκολούθως. Παρέγγραπτος: Πάντες δὲ οἱ πολῖται παρὰ Ἀθηναίοις ἐν γραμματείῳ ἐνεγράφοντο. Εἴ τις οὖν μὴ ὢν πολίτης ἐνεγράφη παρʼ ἀξίαν, ἐκαλεῖτο παρέγγραπτος. Προσχών: Τοῦτο ποτὲ μὲν διʼ ἑνὸς σ γράφεται, ποτὲ δὲ διὰ δύο. Διὰ δύο μὲν, ὅτε σημαίνει τὸ προσορμίσας· ὅτε δὲ σημαίνει τὸ ἰδὼν, διʼ ἑνός. Τοιοῦτόν ἐστι καὶ τὸ προστῆναι· ἐὰν γὰρ εἴπω, προσστῆναί μου τὴν τροφὴν ἐπὶ τοῦ στομάχου, διὰ δύο ΣΣ γράφεται· ὅτε δὲ σημαίνει τὸ προΐστασθαι, διʼ ἑνός.