eul_wid: xie-aau
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Φ by Etymologicum Magnum

φ.ΦΙ τὸ στοιχεῖον, ὅτι φαιὸν, τὸ μέλαν· μέλαν δέ ἐστι τὸ σκοτεινόν. Οὕτω καὶ τοῦτο παρὰ τὴν ἐκφώνησιν· κακόφωνον γάρ. Φάανθεν: Εἰς τὸ κόσμηθεν. Φάγομαι: Τὸ θέμα, φήγω, τὸ ἐσθίω· ὁ δεύτερος ἀόριστος, ἔφαγον· ὁ μέλλων βʹ, φαγῶ· ὅθεν καὶ τὸ ἀποφαγεῖν ὁ μέσος μέλλων βʹ φαγοῦμαι ὤφειλεν εἶναι· ἀλλὰ σεσημείωται τὸ φάγομαι, πίομαι, ἔδομαι· τὰ δὲ δεύτερα, φάγῃ, πίῃ, ἔδῃ. Φαεινός: Λαμπρός· ἀπὸ τοῦ φάος· ὅθεν καὶ φαείνω, τὸ λάμπω· καὶ φαεινὴ, ἡ λαμπρά. Ὅτε δὲ σημαίνει τὴν λεπτὴν, μάστιγα φαεινὴν, Ὅμηρος. Φαεσίμβροτος ἠώς: Ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις. Φαέθων: Ἠέλιος φαέθων, Ἰλιάδος λʹ, λάμπων ἥλιος. Φαεσφόρους: Φωτοφόρους, φωτὸς παρεκτικὰς, γνώσεις φωτιζούσας. Φάη: Οἱ ὀφθαλμοί· ὅτι ἐξ αὐτῶν φῶς προχεῖται· ἢ ὅτι φωτός εἰσι κριτικοὶ καὶ δεικτικοί. Φάθι: Φημὶ, φήσω, ἔφην, φὰς φάντος, φάθι. Φακή: Παρὰ τὸ αἰκίζειν τὰ φάη, ὡς ὁ ἰατρικὸς λόγος μαρτυρεῖ, φααική τις οὖσα· ἢ φακάκη, ἡ τὰ φάη κακοῦσα, φακὸς μὲν, ὁ ὠμός· φακὴ δὲ, ἡ ἑψηθεῖσα. Φάκελος: Φορτίον ξύλων. Φάλαγγες: Στίχες, τάξεις· οἱ δὲ, τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος, οἷον πάλαγγές τινες οὖσαι, παρὰ τὸ πέλας καὶ ἐγγὺς ἀλλήλων εἶναι. Λέγεται δὲ καὶ τὰ τῶν δακτύλων ἄρθρα, καὶ νεὼς ὑπερείσματα. Ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον, φαλάγγιον. Λέγεται δὲ καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ· καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα· καὶ ὁ ἀράχνης δὲ, ὃν ἔνιοι φαλάγγιον λέγουσι. Λέγεται δὲ καὶ θηλυκῶς, ἡ φάλαγξ· Πλάτων Ἑλλάδι. Καὶ οἱ κόρακες δὲ παρὰ Ἀττικοῖς φαλάγγια. Ἢ ὅτι τὸ παλαιὸν ξύλοις ἐμάχοντο· φάλαγγας δὲ τὰ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. Καὶ φαλαγγηδὸν, τὸ κατὰ τάξιν, Ἰλιάδος βʹ. Φάλαγγες οὖν, αἱ μὲν τῶν νηῶν, παρὰ τὸ σπᾶν εἰς τὴν ἅλα· αἱ δὲ τάξεις, παρὰ τὸ πελάσαι ἄγχι. Φάλαικον: Ποίημα αὐτοσχέδιον, ἐπὶ τῷ φαλλῷ ᾀδόμενον. Φάλανθοι: Φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ. Φαλακρός: Ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι λευκόν· παρὰ τὸ φάος· φάλιον γὰρ τὸ λευκόν. Φαλά: Κόσμος τῆς περικεφαλαίας· παρὰ τὸ φάω φῶ φάσω, ὄνομα φαλὸς, καὶ φαλὰ, διὰ τὸ λαμπρότατον· καὶ κόρυθος φαλὸς, τὸ προμετωπίδιον ἀνάστημα τῆς περικεφαλαίας· εἰσὶ γάρ τινες ἧλοι λαμπροὶ, ἕνεκα κόσμου τῆς περικεφαλαίας· φαλὸν γὰρ τὸ λαμπρόν· ὅθεν καὶ φαλακρὸς, ὁ ἔχων φαλὸν τὸ κάρα· καὶ φάλαρα, τὰς προμετωπίδας, τοὺς ἀσπιδίσκους, τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων· ἢ τὰ τῶν γνάθων σκεπάσματα. Ἀπὸ τοῦ φάος φαλὸς καὶ φάλαρος. Φαλός: Ἀσπιδίσκιόν τι μικρὸν καὶ λαμπρόν· παρὰ τὸ φάος, ἢ παρὰ τὸ φῶ ῥῆμα. Καὶ φάλαρα, τὰ κοσμήματα, διὰ τὴν λαμπρότητα· καὶ φαληριῶ ῥῆμα· ὅθεν Ὅμηρος ἐπὶ τὰ κύματα, Κύρτα φαληριόωντα· ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ εὗρον σημαίνειν τὴν λέξιν τὸ φαλὸς, βῶλον ἢ λόφον, ἢ ὑπερέχουσαν πέτραν ἐν θαλάσσῃ. Φαληρεύς: Ὁ πολίτης. Φάληροι: Δῆμος ἐστὶ τῆς Ἀντιοχίδος· ἀφʼ οὗ ὁ δημότης Φαληρεύς. Φάναι: Εἰ μὲν σημαίνει τὸ λέγειν, παροξύνεται, βραχέος ὄντος τοῦ α· καὶ ἔστιν ἐνεστὼς καὶ παρατατικὸς, ἀπὸ τοῦ φημί· εἰ δὲ σημαίνει τὸ φαίνειν, προπερισπᾶται, μακροῦ ὄντος τοῦ α· καὶ ἔστιν ἀόριστος πρῶτος, ἀπὸ τοῦ φαίνω. Φανήῃ: Ἀρίσταρχος καὶ οἱ ἀκριβεῖς γραμματικοὶ ὑποτακτικὸν τοῦτο ἔχουσιν· ἔστι γὰρ ἡ μετοχὴ φανεὶς φανέντος· ἐὰν φανῇ· καὶ πλεονασμῷ τοῦ η, φανήῃ. φάνης Φάνητος· Τὸν δὴ καλέουσι Φάνητα, .... ὅτι πρῶτος ἐν αἰθέρι φαντὸς ἔγεντο· Ὀρφεύς. Οὕτως Ὦρος. Φανοστράτη: Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνῃσιν ἑταιρῶν ταύτην φησὶν ἐπονομασθῆναι Φθειροπύλην· ἐπειδὴ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο. Φάνιον: Τόπος εἰς ὃν τὰ καθάρματα ἐξέβαλλον. Ῥητορική. Φάο: Ἔπος φάο, μὴ δʼ ἐπικεῦθε· εἰς τὸ φᾶσθαι. Φαρέτρα: Ἡ βελοθήκη· εἴρηται παρὰ τὸ φέρειν καὶ κομίζειν τὰ τιτρώσκοντα. Ἡ γενικὴ τῶν πληθυντικῶν, φαρετρῶν· Ἰωνικῇ διαλύσει, φαρετρέων· ὑπερθέσει καὶ διπλασιασμῷ γίνεται φαρετέρρων. Φάραγξ: Ἡ διεσχισμένη γῆ· ἐκ τοῦ ῥήσσω, τὸ ῥηγνύω· οὗ ὁ δεύτερος ἀόριστος, ἔρραγον. Ἐτυμολογεῖται δὲ παρὰ τὸ φαίνεσθαι ἐν αὐτῇ ῥῆγμα. Φάραγγες: Ἀπὸ τοῦ σπαράσσω, σπαράξω, σπάραξ· τροπῇ, καὶ ἀποβολῇ τοῦ σ, φάραξ· καὶ φάραγξ, κατὰ πλεονασμὸν τοῦ γ. Ἔστι δὲ τὸ ἀπόσπασμα τῆς γῆς. Φάρμακον: Παραμυθία, ὁμιλία· παρὰ τὸ φέρειν τὸ ἄκος, φέρακόν τι ὄν· ἐπὶ δὲ τοῦ κακοῦ, παρὰ τὸ φέρειν τὸ ἄχος, τὸ σημαῖνον τὴν βλάβην. Καὶ φαρμακοτρίβαι, οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβοντες ἢ πωλοῦντες. Ῥητορική. Φαρμακεία: Ἐκ τοῦ φαρμακεύω· τοῦτο ἐκ τοῦ φαρμακός. Φαρμάξας: Ἀποστήσας, γοητεύσας, ἰατρεύσας. Ῥητορική. Φάρμακος: Ὄνομα κύριον. Λυσίας φησίν ... Ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φάρμακος, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας, ἁλοὺς, ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματα ἐστὶν, Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατʼ Ἀριστογείτονος λέγοντος, Οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φάρμακος. Δίδυμος περισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλʼ ἡμεῖς οὐχ εὕρομεν οὕτως που τὴν χρῆσιν. Φαρμακῶντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. Ἔστι δὲ φαρμακῶν, ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος. Φάρος: Ἱμάτιον, περιβόλαιον· ἀπὸ τοῦ φέρεσθαι, οἱονεὶ φέρός τι ὄν. Ἢ παρὰ τὸ τῇ ὑφῇ ἀρηρέναι. Λέγεται δὲ καὶ ἐπὶ γυναικῶν. φάρος ἡ πρὸ τῆς Αἰγύπτου, παρὰ τὸ φῶ, τὸ φαίνω, φάρος, παρὰ τὸ φαίνεσθαι αὐτὴν πρὸ τῆς Αἰγύπτου. Ἔχει δὲ καὶ ἄλλον λόγον καὶ ἐπὶ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου· ἤτοι παρὰ τὸ φῶς ἀνάπτειν τοῖς πλέουσιν· ἢ παρὰ τὸ φάω φάσω· οὗ ὁ παρατατικὸς, ἔφαον· οἷον, φάε δὲ χρυσόθρονος ἠώς. Ὁ δὲ Ὦρος λέγει, ὅτι τῇ Καρίᾳ προσπλεύσαντος Ἀλεξάνδρου, ἡ Ἑλένη παρεκάλει Φάρον τινὰ κυβερνήτην, Κᾶρα τῷ γένει, διασῶσαι αὐτὴν εἰς Λακεδαίμονα· καὶ τοῦτον, ἀναλαβόντα αὐτὴν, ἀπορριφῆναι εἰς Αἴγυπτον· ἔνθα, ὑπʼ ὄφεως πληγέντα, ἀποθανεῖν. Θάψασα δὲ αὐτὸν, ἀπʼ αὐτοῦ Φάρον ὠνόμασε. Φάρος οὖν, εἰ μὲν ἀρσενικῶς, σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκῶς, τὴν πόλιν· εἰ δὲ οὐδετέρως, τὸ ἱμάτιον. Ἔστι δὲ ὁμώνυμον. Φαρῶ: Σημαίνει τὸ ἀροτριῶ· ἀπὸ τοῦ ἀρῶ, πλεονασμῷ τοῦ φ· παρʼ ὃ καὶ ἄφαρον, τὴν λιπαρὰν γῆν καὶ τὴν πολλάκις ἀροτριωθεῖσαν· Καλλίμαχος, ἄφαρον φαρόωσι· μέλει δέ φιν ὄμπνιον ἔργον. Τὸ Δήμητρος δηλονότι. Ἢ ἄφαρον, τὴν μηδὲν φέρουσαν. Ζήτει εἰς τὸ ἀφάροτος. Φάρυγξ: Παρὰ τὸ φέρω, διʼ ἧς φέρεται τὸ πνεῦμα. Φέρω φέρος καὶ φάρος· καὶ παρώνυμον, φάρυγξ. Ὡς Λυκόφρων, ἐτύμβευσεν φάρῳ. Ἀντὶ τοῦ φάρυγγι. Ὦρος δὲ λέγει, διʼ ἧς φέρεται ἡ ἰϋγὴ, ὅ ἐστιν ἡ φωνή. Ἰστέον ὅτι φάρυγξ φάρυγος διʼ ἑνὸς γ κλίνεται· καὶ θηλυκῶς μᾶλλον εἴωθε λέγεσθαι, ὡς Ἀττικοὶ χρῶνται· ἀρσενικῶς γὰρ Δωριεῖς προφέρουσιν. Ὁμοίως δὲ καὶ λάρυγος Ἀττικῶς. Φαρυγίνδην: Ὡς ἀριστίνδην, σκώπτοντες τὴν γαστριμαργίαν τῶν χορευτῶν Ἀττικοὶ λέγουσι. Ῥητορική. Φάσγανον: Παρὰ τὸ σφάζω, σφάγανον· καὶ ὑπερθέσει φάσγανον· ἢ σπάγανόν τι ὂν, παρὰ τὴν σπάσιν· ἢ παρὰ τὸ φᾶσθαι, ὅ ἐστι φονεῦσαι. Φάτο: Φημὶ, τὸ λέγω· σημαίνει γὰρ καὶ τὸ φονεύω· ὁ μέλλων, φήσω· ὁ δεύτερος ἀόριστος, ἔφην· ὁ μέσος, ἐφάμην, ἔφασο, καὶ ἔφαο· ὅθεν καὶ Ἰωνικῶς τὸ προστακτικὸν, φάο· τὸ τρίτον, ἔφατο· καὶ τὸ ἀπαρέμφατον, φᾶσθαι. Ἢ ἐκ τοῦ φῶ, τὸ φαίνομαι, παράγωγον, φημὶ φήσω, ἐφάμην, ἔφατο· συγκοπῇ, φάτο· οἷον, Ὣς φάτο. Φάσις: Λέγεται μὲν καὶ ἐπὶ δημόσιον ἐγκλήματος, ὅτάν τις ἀποφαίνῃ τι τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον· λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων· ὅταν γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ. Ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν ἐμεμίσθωτο. Τοῦ μὲν οὖν προτέρου τὰ μαρτυρία ἔστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει· τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως, παρὰ Λυσίᾳ. Φασίμη κύλιξ: Παρὰ τὴν φάσιν, τὴν ἔνδειξιν. Φασιανός: Συκοφάντης, παρὰ τὴν φάσιν· ἢ παρὰ τὸ φαίνω ῥῆμα. Φασιανοί: Ἀλεκτρυόνες καὶ ὄρνεις τινές. Φασκώλιον: Ἱμάτιον φορεῖον· φάσκωλον δὲ, μαρσίπιον. Φάσκωλον: Πήρα τὶς οὕτως ἐκαλεῖτο, ὡς Ἰσαῖος καὶ Λυσίας εἰρήκασιν. Οὕτως ἔχει εἰς τὸ Μέγα. φασκώλιον, τὸ δερμάτινον βαλάντιον, οἱονεὶ Ἀσκώλιον, τῷ ἀσκῷ ἐοικός· φάσκωλον δὲ, τὸ μέγα, εἰς ὃ τὰ ἱμάτια ἐμβάλλεται· Καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστατον ποιῶν τὸ φασκώλιον. Οὕτως εἶχεν εἰς τὸ αἱμωδεῖν. Εὗρον ἐγώ. Τὸ δὲ φάσκωλος, ἱμάτιόν ἐστιν ὃ φορεῖται· φασκώλιον, ἄγγος δεκτικὸν βιβλίων καὶ ἱματίων καὶ ἀργυρίου· τάχα δὲ ἐστὶ καὶ τὸ ποτήριον. Φάτνη: Παρὰ τὸ φαγεῖν φάγνη καὶ φάτνη. Δύναται δὲ καὶ παρὰ τὸ πατῶ, τὸ ἐσθίω, ὡς τὸ πάσασθαι, πάτνη καὶ φάτνη. Φατνωτόν: Τὸ σανιδωτόν. Φατνώματα: Σανιδώματα, στέγη διάγλυφα. Ῥητορική. Φατρία: Σύνταγμα. Ὦρος· οἷον πατρία, ὅταν ἀφʼ ἑνὸς καὶ εὐγενοῦς ἀνδρὸς, ὡς πατρὸς, κατὰ διαδοχὰς ἐπέκτασιν λάβῃ τὰ γένη, τό τε ἐπί τινα ἀναφέρεσθαι, ὡς Ἡρακλεῖδαι, καὶ Ἀχαιμενίδαι ἀπὸ Ἀχαιμένους παρὰ Πέρσαις. Φαυλία: Ἡ κότινος, καὶ ἁπλῶς εἶδος ἐλαίας. Ῥητορική. Φαύλια μῆλα: Εἶδός τι μήλων. Φαυλίζει: Εὐτελίζει, χλευάζει. Φαῦλος: Παρὰ τὸ φῶ, τὸ φαίνω, παράγωγον, φαύω, τὸ λάμπω, γίνεται φαῦλος, ὁ φανερούμενος εἰς ἃ ἐργάζεται· ἢ ὁ ἐπὶ αἰσχροῖς πράγμασι διάδηλος καὶ φανερός. Ἢ παρὰ τὸ παύω παῦλος καὶ φαῦλος· τὸ γὰρ κακὸν ταχὺ παύεται· τὸ δὲ καλὸν, οὐδέποτε. Φαῦλον: Σημαίνει δέκα· τὸ ἁπλοῦν, Εὐριπίδης Λικυμνίω, Φαῦλον ἄκομψον τὰ μέγιστʼ ἀγαθόν· ἁπλοῦν καὶ ἀπονήρευτον λέγεται· ἔστι δʼ ὅτε τίθεται καὶ ἐπὶ τοῦ κακοῦ καὶ τοῦ τυχόντος· Πλάτων περὶ Ψυχῆς, Φαῦλον πρᾶγμα, ἔφη, ζητεῖς· καὶ, φαῦλον πρᾶγμα ἔσται, τὸ τυχὸν πρᾶγμα. Καὶ ἐπὶ τοῦ ἁπλῶς πρὸς τῷ οὐ τὸ τυχόν. Πλάτων, Πρᾶγμα δʼ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς· τάττοιτο δʼ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. Τεθείη δʼ ἂν καὶ ἐπὶ τοῦ μεγάλου· Σοφοκλῆς Αἰχμαλώτισιν, Εἰ μικρὸς ὢν, τὰ φαῦλα νικήσας ἔχω· καὶ ἐπὶ τοῦ ῥᾳδίου Πλάτων Πολιτειῶν πρώτῳ, Καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν· καὶ τούτου δʼ ἔτι ἐγὼ φαυλότερον· τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου, ὡς Δημοσθένης· καὶ ἐπὶ τοῦ ταπεινοῦ καὶ πένητος καὶ ἀδόξου καὶ ἀνοήτου. Ῥητορική. Διαφέρει δὲ φλαύρου. Φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν· φαῦλον δὲ, τὸ μέγα. Φαυλίζω: Ἐνεμέσιζε δὲ καὶ ἀπεφαύλιζε τὰ λεγόμενα. Φαύστιγγες: Οἱ ἐκ τοῦ πυρὸς ἐν ταῖς κνήμαις σπῖλοι. Οὕτως Ἀριστοφάνης. Φαιδρωπόν: Τὸ τερπνὸν καὶ χάριεν πρόσωπον. Φαίδιμος: Ὁ λαμπρός· παρὰ τὸ φαίνω, φαίνιμος καὶ φαίδιμος. Φαίνων: Δεικνύων· ἀπὸ τοῦ φαείνω, ἀποβολῇ τοῦ ε, καὶ κατὰ συναίρεσιν, φαίνω, ὡς ἀείρω, αἴρω. Φαινόμενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ· Πλάτων. Φαιόν: Χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ, ἤγουν μύϊνον. Φαινόλης: Χιτών· οἱ δὲ παλαιοὶ ἐφεστρίδα. Ὡς τὸ, Καὶ τὸν φαινόλην ἀποδύσασθαι· τουτέστι τὸ ἱμάτιον. Παρὰ τὸ φαίνεσθαι ὅλον. Ῥητορική. Φελόνης: Εἰλητὸν τομάριον, βέμβρανον· ἢ γλωσσόκομον, ἢ χιτώνιον. Ῥητορική. Φελλός: Ὄρος ἐστὶν ἐν Ἰταλίᾳ, ἐν ᾧ γίνονται πεῦκαι ὑπερμεγέθεις· ἐκ δὲ τούτων τῶν δένδρων γίνεσθαι τοὺς φελλοὺς, οἷς κέχρηνται πρὸς κουφισμὸν τῶν σωμάτων. Φελλέα: Τὰ πετρώδη καὶ αἰγίβοτα χωρία, ὡς Ἰσαῖος. Φελλεύς: Σκλῆρος ποσῶς καὶ πετρώδης τόπος. Ῥητορική. Φενακισθέντες: Χλευασθέντες, ἀπατηθέντες· ἀπὸ τοῦ φενακίζω· τοῦτο, παρὰ τὸ τὰς φρένας αἰκίζειν. Φενακίζειν οὖν, τὸ ἀπατᾶν· ὅπερ οἱ ἀρχαῖοι φηνακίζειν ἔλεγον. Πεποίηται δὲ τοὔνομα κατʼ ἐναλλαγὴν γράμματος, παρὰ τὴν πηνίκην, ἥτις ἐστὶ περίθετος κόμη, διαπατῶσα τοὺς πολλούς· ἢ παρὰ τὸ φενάκη· ἔστι δὲ κόσμος γυναικεῖος, ἡ λεγομένη οὐρά. Τὸ ΦΕ, ψιλόν. Ἢ παρὰ τὸ ΦΗλοῦν πεποίηται, ὅπέρ ἐστι τὸ ἀπατᾶν. Φέναξ: Χλευαστὴς, ἀπατεών. Φεννίς: Παιδιὰ διὰ σφαίρας γινομένη· ἔστι καὶ φενίνδα, ἀπὸ τοῦ φενακίνδα, κατὰ συγκοπήν. Ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων· ἢ ἀπὸ τοῦ φενακίζειν ἐν τῷ ῥίπτειν, καὶ μὴ ῥίπτειν ἐκεῖσε, ἀλλʼ ἑτέρωσε· ἢ ἀπὸ Φενεστίου τοῦ ἐφευρόντος αὐτήν. Φεραυγής: Κατάλαμπρος, ὁ φέρων τὴν αὐγήν. Φερέγγυσσος: φερέγγυος, ἀξιόπιστος ἐγγυητὴς, φέρων τὸ βέβαιον, ἀσφαλής. φέρειν λέγεται καὶ τὸ λαμβάνειν· καὶ μισθοφόρος ἀπὸ τούτου. Φέρεκλος: Ἁρμόζον ὄνομα τέκτονι, οἷον φερέκλωνός τις ὤν. Φερέοικος γρ. καὶ φέροικος: Ὁ κοχλίας καὶ ἡ χελώνη· ἔνιοι δὲ ζῷον λευκὸν ὅμοιον γαλῇ, ὑπὸ δρυσὶ καὶ ἐλαίαις γινόμενον, βαλανηφάγον, οὕτω καλούμενον ὑπʼ Ἀρκάδων· οἱ δὲ, ζῷον σφηκὸς εὐμεγέθους μέγιστον. Φερέσβιος: Ζωοποιός. Ῥητορική. Ὡς φερέπονος, καὶ τὰ ὅμοια, οὕτω καὶ φερέβιος· καὶ πλεονασμῷ τοῦ σ. Περὶ Παθῶν. Φέρενα: Τοῦτο κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς λέγουσι τὴν φερνὴν φέρενα· ἴσως προφερέστερον, παρὰ τὸ φέρειν· προὶξ γάρ ἐστιν· ἦν γὰρ ἠλογημένον τὸ φέρνη· τὰ γὰρ εἰς ΝΗ λήγοντα δισύλλαβα, ἔχοντα πρὸ τέλους τὸ ρ, βαρύνεται, οἷον τάρνη, πτέρνη· μόνον τὸ φερνὴ ὀξύνεται. Ἐὰν δὲ δώσῃ τὶς τὸν πλεονασμὸν Αἰολικὸν εἶναι, καὶ εἴπῃ φέρενα, καὶ μιμήσηται τὸ Ἑλένη, ἀπολέλυται τὸ ἠλογημένον. Περὶ Παθῶν. Εὐριπίδης Μηδείᾳ. Φερνὴν δὲ τὴν προῖκα καὶ Αἰσχίνης καὶ Μένανδρος· ἀπὸ τοῦ ἐπιφέρεσθαι αὐτήν. Φέρνιξ: Προίξ· ἀπὸ τοῦ φέρειν ὄνησιν. Φερσεφόνη: Παρὰ τὸν φέρσω μέλλοντα, ἡ φέρουσα πάντα καὶ φθείρουσα· ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ. Φερέτρῳ: Τῇ τῶν νεκρῶν κλίνῃ· παρὰ τὸ φέρειν. Κείμενον ἐν φέρτρῳ. Ἰλιάδος ςʹ. Φέριστον: Κράτιστον, ἐξοχώτατον· ἢ ἀγαθόν. Φέρτερον: Κρεῖττον, ἢ ταχύτερον. Ῥητορική. Ἀπὸ τῶν ἀχθοφόρων. Καὶ ἀφαυρότερος, ὁ τοῦ φέρειν οἵουτε ἥττων κατὰ δύναμιν. Γίνεται δὲ τὰ συγκριτικὰ ἀπὸ ὀνόματος, ὡς τὸ ὀξὺς, ὀξύτερος· ἀπὸ ῥήματος, ὡς φέρω φέρτερος· ἀπὸ ἐπιρρήματος, ὡς πάλαι παλαίτερος. Φευκτέος: Τὰ ἀπὸ τῶν εἰς ΟΣ ὀξυτόνων, διὰ τοῦ ΕΟΣ γινόμενα, διὰ τοῦ ε ψιλοῦ γράφεται, ψεκτὸς, ψεκτέος· φευκτὸς, φευκτέος. Φέψαλος: Σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Ῥητορική. Φείδομαι: Παρὰ τὸ φεύγειν τὸ δοῦναι· ἢ παρὰ τὸ φεύγομαι, φεύδομαι· καὶ τροπῇ τοῦ υ εἰς ι, φείδομαι. Τοῦ δὲ Φιδὸς ὀνόματος γράφεται τὸ ΦΙ διὰ τοῦ ι· εἰ γὰρ ἐγράφετο διὰ διφθόγγου, φοῖδος ἂν ἐλέγετο τὸ ῥηματικὸν ὄνομα. Τοῦ Μεγάλου ἐστίν. Φειδωλός: Φειδόμενος, κνιπός. Παρὰ τὸ φείδω φειδωλὸς, ὁ φεύγων τὸ διδόναι· καὶ φειδυλὸς, ὁμοίως· καὶ Φείδων ὄνομα κύριον μετοχικὸν, ὡς λάμπω Λάμπων, καὶ στίλβω Στίλβων. Φειδώ: Πρόνοια, φεισμονὴ, εὐσπλαγχνία. Σημαίνει δὲ καὶ τὴν φροντίδα· οἷον, Οὐ γάρ τις φειδὼ νεκύων κατατεθνειώτων γίνεται. Ἰλιάδος ηʹ. Φηγός: Δρῦς, ἢ πεύκη. Παρὰ τὸ φώγεσθαι, ὅ ἐστι καίεσθαι. Τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες, τὰ ἔξω ἔκαιον πρὸς θέρμην. Ἢ παρὰ τὸ φαγεῖν ἐξ αὐτῆς τὰς βαλάνους τοὺς ἀνθρώπους. Καὶ φήγινος, δρύϊνος. Φηγαιεῦσι: Δῆμος τῆς Αἰαντίδος. Φηγοῦς: Δῆμος τῆς Ἐρεχθηΐδος. Φῆναι: Ἢ δεύτερος ἀόριστος ἐστὶν, ὡς τὸ στῆναι· ἢ πρῶτος ἀόριστος, ἔφανα, φᾶναι, καὶ φῆναι Ἰωνικῶς, ὡς μιᾶναι μιῆναι. Φήῃ: Εἰς τὸ ἁλῴη. Φηλώματα: Ἐξαπατήματα· φηλοῦν γὰρ τὸ ἀπατᾶν· καὶ φηλώσεις, τὸ ἀπατήσεις· ἔνθεν καὶ φήληξ τὸ ἠρέμα πεπανθὲν σῦκον· καὶ φήληκας δὲ φαμὲν, τὰ διαπατῶντα τὰς ὄψεις σῦκα, ὡς εἴη πέπειρα. Φήμη: Ὡς ἀπὸ τοῦ γνώσω γίνεται γνώμη, οὕτως φήσω φήμη, παρὰ τὸ φῶ· τοῦτο παρὰ τὸ φῶς· φῶς γὰρ τῶν πραγμάτων οἱ λόγοι. Γράφεται δὲ καὶ φῆμις διὰ τοῦ ι, ὡς ἐν Ἰλιάδος κʹ, Εἴ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο. Φῆσι: Κατʼ ἐπέκτασίν ἐστι τῆς ΣΙ συλλαβῆς, ἀπὸ τοῦ ἐὰν φῶ, ἐὰν φῇ. Εἰς τὸ παμφανόωντα. Ἰστέον ὅτι τὸ φημὶ, γινόμενον μὲν ἀπὸ τοῦ φῶ, οὐκ ἀναγκάζεται διπλασιάζεσθαι καὶ γενέσθαι φίφημι, ὡς τίθημι, ἐπειδὴ τὰ ἐγκλιτικὰ οὐ θέλει ὑπερβαίνειν τὴν δισυλλαβίαν. Φηρῇ: Οἷον, ἐϋκτιμένῃ ἐνὶ Φηρῇ· τὸ Φηρῇ περισπᾶται κατὰ τὴν παράδοσιν· ἡ μέντοι ἀναλογία ἀξιοῖ βαρύνεσθαι· τὰ γὰρ εἰς ΡΑ δισύλλαβα μονογενῆ τῷ η παραληγόμενα βαρύνεται, Ἥρα. Φήις: Εἰς τὸ βῆ. Δεῖ γινώσκειν, ὅτι τὸ ἢ φῂς τοῦτο κάκιστον ἐνεστώς ἐστι δευτέρου προσώπου, καὶ σὺν τῷ ι γράφεται· καὶ ὅσον κατὰ ἀναλογίαν οὐκ ὤφειλεν ἔχειν τὸ ι· τὰ γὰρ εἰς ΜΙ τροπῇ τῆς ΜΙ εἰς σ τὸ δεύτερον ποιοῦσιν. Εἰ οὖν τὸ φημὶ οὐκ ἔχει τὸ ι, τὰ γὰρ εἰς ΜΙ οὐ θέλει διφθόγγῳ παραλήγεσθαι, χωρὶς τοῦ εἰμὶ καὶ εἶμι, δῆλον ὅτι οὐδὲ τὸ φῂς ὤφειλεν ἔχειν τὸ ι· ἀλλὰ κατὰ ἱστορίαν, ἤγουν κατὰ παράδοσιν, ἔχει τὸ ι προσγεγραμμένον. Πότε γὰρ τῇ ἱστορίᾳ χρώμεθα; Ἡνίκα τὶ κατὰ παράδοσιν γράφεται, ὥσπερ τὸ σκείρω. Ἰστέον δὲ ὅτι ἡ ἱστορία διττή ἐστιν· ἔστι γὰρ ἡ χρῆσις, ἥτις καὶ ὡς ὕλη ὑπόκειται τῇ ὀρθογραφίᾳ· λέγεται δὲ ἱστορία καὶ ἡ μαρτυρία τῶν ἀρχαίων καὶ ἐνδόξων ἀνδρῶν· ἥτις καὶ ὄργανόν ἐστι τῆς ὀρθογραφίας. Διὰ τοῦτο καὶ ἔσχατον τέτακται ἡ ἱστορία, ἐπειδὴ οὐκ ἀεὶ κεχρήμεθα αὐτῇ, ἀλλʼ ὅτε οὐ δυνατόν ἐστι τὴν λέξιν διὰ τῶν ἄλλων κανόνων ὀρθῶσαι, ἀναλογίας, διαλέκτου, ἢ ἐτυμολογίας· τούτου χάριν τελευταία ἐτάγη. Τινὲς δὲ θέλουσι λέγειν παρὰ τὸ φῄς· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰς ΜΙ ἔσχε· τὴν δὲ γραφὴν, ὡς ἀπὸ τῶν εἰς ω, ἀπὸ τοῦ φῶ· τὰ γὰρ εἰς ω θέλει ἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον μετὰ τοῦ ι. Ἄλλοι δὲ θέλουσιν αὐτὸ εἶναι Δωρικὸν, ὥσπερ τὸ ζῇς· οἷστισι καὶ ὁ τόνος ἀντίκειται, ὤφειλε γὰρ περισπᾶσθαι· καὶ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν· ὤφειλε γὰρ ἀποβολῇ τοῦ σ ποιεῖν τὸ γʹ. Φθάμενος: Φθάσας. Ἐκ τοῦ θέω, τὸ τρέχω, πλεονασμῷ τοῦ φ, φθέω, ἔστι φθῶ, σημαῖνον τὸ καταλαμβάνω· ὅθεν Ἰλιάδος λʹ, Φθῆσε τέλος θανάτοιο· οὗ παράγωγον, φθῆμι· ὁ παθητικὸς ἐνεστὼς, φθάμαι· ἡ μετοχὴ φθάμενος, Ὅς μʼ ἔβαλε φθάμενος, Ἰλιάδος εʹ. Οἱ δὲ φασὶν ἀπὸ τοῦ φθαζόμενος, κατὰ συγκοπήν· ὡς οἶμαι, οὐ καλῶς. Τὸ δὲ φθῶ γίνεται ἀπὸ τοῦ φθίω, τὸ φθείρω· οἱ γὰρ καταλαμβάνοντες φθείρουσι τὸν δρόμον καὶ ἐλαττοῦσι τοῦ καταλαμβανομένου. Φθάνει: Προήκει, προλαμβάνει· παρὰ τὸ φθείνω. Ἐκ δὲ τοῦ φθάζω φθάσω γίνεται τὸ ὑποφθὰς, ἀντὶ τοῦ προφθάσας, προλαβών. Φθαίη: Ἀπὸ τοῦ φθάς φθάντος, τὸ εὐκτικὸν, φθαίην, φθαίης· καὶ παραφθαίη, Ἰλιάδος κʹ, ἀντὶ τοῦ παραδράμοι, φθάσοι, παρέλθοι, προλάβοι. Σημαίνει καὶ τὸ φθείρειν. Τὸ δὲ φθὰς μετοχή ἐστιν, ἀπὸ τοῦ φθῆμι, ἔφθην. Φθέγμα: Ὁ μὲν Ὦρος διʼ ἑνὸς γ λέγει γράφεσθαι· ὁ δὲ Ἡρωδιανὸς, διὰ δύο, φθέγγμα· καὶ ἴσως παρὰ τὸ φθέγγομαι· τὸ δὲ φθέγγεσθαι κατὰ πλεονασμὸν τοῦ θ γίνεται· παρὰ γὰρ τὸ φῶ, τὸ λάμπω, γίνεται φέγγος· καὶ φέγγω, φθέγγω· παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ. Φθείρ: Παρὰ τὸ φθείρω, ἡ ἀπὸ φθορᾶς σωματικῆς γινομένη. Λέγεται δὲ φθεὶρ καὶ ὁ τῆς πίτυος καρπὸς, τὰ λεγόμενα στροβίλια. Φθειρῶν τʼ ὄρος ἀκριτόφυλον: Ὁ μὲν τεχνικὸς διὰ τοῦ ι γράφει, λέγων ὅτι παρὰ τὸ Φθεὶρ γέγονε, τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. Ἕτεροι δὲ διὰ διφθόγγου λέγουσι, παρὰ τὸ φθεὶρ, ὃ σημαίνει τὴν πίτυν· εἰσὶ γάρ τινες πίτυες φθεῖρας ποιοῦσαι. Τὸ ὄρος τὸ ἔχον φθεῖρας, τουτέστι πίτυας. Οἱ δὲ, παρὰ τὸ φθεὶρ λέγουσιν ὁ λῃστὴς, τουτέστιν ὁ φθείρων· οἱονεὶ, τὸ ὄρος τῶν λῃστῶν. Οἱ δὲ, ὅτι φθεῖρες λέγονται οἱ θῆρες, παρὰ τὸ φθείρειν· τὸ ὄρος τῶν θηρῶν. Λυκόφρων. Φθισήνωρ: Σημαίνει τὸν φθείροντα τοὺς ἄνδρας. Ἔστι φθείω, διὰ τῆς ΕΙ διφθόγγου· ἔστι καὶ φθίω, διὰ τοῦ ι· ἔστι καὶ φθῖμι διὰ τοῦ ί. Ἀμφότερα δὲ σημαίνει τὸ φθείρω· ὅθεν τὸ, φθίσει τὲ τεὸν μένος, Ἰλιάδος ζʹ· εἴτε ἀπὸ τοῦ φθείω, εἴτε ἀπὸ τοῦ φθίω· ἐξ οὗ καὶ τὸ φθιᾶσθαι. Πλεονασμῷ τοῦ ν, γίνεται φθίνω· ὅθεν φθινύθω, τὸ σημαίνει φθείρομαι· καὶ φθινόπωρον, παρὰ τὸ φθίνειν τὴν ὀπώραν ἐν τῷ αὐτῷ. Φθισίμβροτος: Ἡ διαφθείρουσα τὸν ἄνδρα· παρὰ τὸ φθίω φθίσω. Φθόϊς φθοῖς: Ὄνομα πλακοῦντος· οὗ τὴν κατασκευὴν οὕτω τὶς περιλαλεῖ· τυρὸν ἐκπιέσας, τρίβε· καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον, διήθει· εἶτα ἐπίβαλον μέλι, καὶ σιλίγνεως ἡμίναν, ὅ ἐστιν ἥμισυ μέτρου· καὶ συμμάλαξον εἰς ἕν. Φθιῶται: Ἐκαλοῦντο οἱ τοῦ Ἀχιλλέως· ἀπὸ τῆς Φθίας χώρας, Φθιώτης· Φθίοι δὲ, οἱ τοῦ Πρωτεσιλάου, ἀπʼ ἀνδρὸς Φθίου τοὔνομα. Φθόη: Τὴν νῦν φθίσιν λεγομένην οὕτως ἐκάλουν, ὡς Δημοσθένης. Ἢ ὄνομα πάθους ἐξ αἵματος ἀναγωγῆς. Φθίσις: Ἡ σῆψις. Φθόνος: Πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. Ὦρος, παρὰ τὸ φθάνειν· οἱ δὲ, παρὰ τὸ φόνων παραίτιον εἶναι πολλάκις· εἴγε βάσκανος, παρὰ τὸ τοῖς φάεσι καίνειν. Ἐγὼ δὲ οἶμαι, παρὰ τὸ φόνος, φθόνος. Φθορά: Παρὰ τὸ φθίσθαι ῥᾷον, ἤτοι σήπεσθαι εὐχερῶς. Φιάλη: Κατὰ μετάθεσιν τοῦ π εἰς φ, πιάλη τὶς οὖσα, παρὰ τὸ πίω, ἡ τὸ πιεῖν ἅλις παρέχουσα, ὅ ἐστι δαψιλῶς. Φιαρός: Ὁ λαμπρός. Καλλίμαχος, φιαρὴ τῆμος ἀνέσχεν ἕως· παρὰ τὸ φάος, φαερός· τροπῇ τοῦ ε εἰς ι, καὶ ὑπερθέσει, φιαρός. Φιβάλεως: Γένος συκῆς. Λέγουσι δὲ οὕτως καὶ τὰς μυρρίνας. Ἀπολλοφάνης τὰ σῦκα, φιβάλεα· καὶ φιβαλέαι ἰσχάδες. Φιλακίζεται: Χαριεντίζεται. Φιλαπεχθήμων: Φιλομίσητος, φίλεχθρος, φιλόμισος. Φιλεῖ γάρ πως: Τέρπεται γάρ πως, ἢ ἔθος γάρ πως. Φίλεργος: Φιλόπονος. Φιλεριστῆσαι: Φιλονεικῆσαι. Φίλαι: Ἰλιάδος κʹ, νῦν αὖτέ με φίλαι Ἀθήνη· ἀντὶ τοῦ φιλοφρόνησον, καὶ φίλον ἥγησαι. βʹ προσώπου Ἰωνικῶς. Φιλαμένη δημήτερα: Ἀπὸ τοῦ φιλῶ, φιλήσω· ὁ ἀόριστος πρῶτος κατὰ συγκοπὴν, ἔφιλα· ὁ μέσος, ἐφιλάμην· ἡ μετοχὴ, φιλάμενος· καὶ τὸ θηλυκόν. Ἢ ἀπὸ τοῦ φίλος, φίλλω· ὁ μέλλων, φιλῶ· ὁ ἀόριστος, ἔφιλα. Φιλέεσκεν: Φιλῶ, φιλήσω· καὶ οἱ Δωριεῖς τρέπουσι τὸ η εἰς δύο ΕΕ, καὶ γίνεται φιλεέσω· καὶ πλεονασμῷ τοῦ κ, φιλεέσκω· ὁ παρατατικὸς, ἐφιλέεσκον. Φίλιος ζεύς: Ὁ τὰ περὶ τῆς φιλίας ἐπισκοπῶν. Φιλλεῖδαι: Γένος Ἀθήνῃσι. Φιλῖνος: Τὰ διὰ τοῦ ΙΝΟΣ ὀνόματα, ἢ κύρια εἰσιν, ἢ ἐθνικὰ, οἷον Σκοπελῖνος, Ἀκραγαντῖνος, ὁ πολίτης· ἢ ἐπίθετα, ὡς τὸ, ῥιγῖνος, ὁ δεινός· ἢ προσηγορικὰ, ὡς ἐχῖνος, γελασῖνος· γελασῖνοι δέ εἰσιν αἱ γινόμεναι κοιλότητες εἰς τὸ πρόσωπον ἐκ τοῦ γελᾶν· ἢ ὑποκοριστικὰ, οἷον φιλῖνος· σημαίνει δὲ τὸν φίλον· παλλακῖνος, ὁ ἀπὸ παλλακῆς. Ταῦτα δὲ, εἰ μὲν ἀπὸ ὀνόματος παραχθῶσιν, ἢ ἀπὸ εὐθείας, ἢ ἀπὸ γενικῆς παράγονται, φίλος, φιλῖνος· ἀγαθὸς, ἀγαθῖνος· εἰ δὲ ἀπὸ ῥήματος, ἢ ἀπὸ ἐνεστῶτος, ἢ ἀπὸ μέλλοντος· ἔχω ἐχῖνος· πράξω, πραξῖνος. Τὸ δὲ σεβεῖνος διὰ διφθόγγου γράφεται. Φιλήτης, φιλητής: Ὀξυνόμενον μὲν σημαίνει τὸν ἐραστήν· παροξυνόμενον δὲ, τὸν κλέπτην· παρὰ τὸ ὑφελέσθαι γίνεται ὑφειλέτης· καὶ κατὰ ἀφαίρεσιν τοῦ υ καὶ τοῦ ε, καὶ ἐκτάσει τοῦ ε εἰς η, γίνεται φιλητής. Πολλὰ δὲ πάθη ἐνταῦθα γέγονε. Λέγει δὲ ὁ Τρύφων, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ, ὡς ἡμισυκύκλιον, ἡμικύκλιον· λείπω, λιμός· ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· οὗ χάριν καὶ φωνῆς ἔνδειαν ἀνεδέξατο. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέτης, καὶ γαμῶ γαμέτης, οὕτω καὶ παρὰ τὸ φιλῶ φιλέτης· ἐν ἐκτάσει τοῦ ι, καὶ τροπῇ τοῦ ε εἰς η· παρὰ τὸ φιλεῖσθαι, κατʼ ἀντίφρασιν, ὁ μισούμενος. Φίλος: Ἀπὸ τοῦ γινομένου κατὰ τὸ φιλεῖν ἤχου· ἢ παρὰ τὸ πίνω· ἀπὸ γὰρ συμποσίων εἰώθασιν οἱ φίλοι γίνεσθαι. Τοῦτο δὲ, καὶ τὸ ἀνὴρ, καὶ ἀνεψιὸς, καὶ Ἀπόλλων, καὶ Ἄρης, παρὰ τῷ ποιητῇ καὶ ἐκτείνεται καὶ συστέλλεται. Ἐκ δὲ τοῦ φίλος, καὶ φιλόω φιλῶ, τὸ ἀγαπῶ, φιλώσω· ἐξ οὗ καὶ τὸ φιλωθείς. Φιλοθεάμονες: Φιλοθεωρηταί. Φιλοδεσποτεύομαι: Οὕτως Ἀναξίλας. Φιλοστοργότερος: Ἀπὸ τοῦ φιλόστοργος. Οὐ γάρ ἐστι σύνθετον, ἀλλὰ παρασύνθετον. Εἰ γὰρ ἦν σύνθετον, ὤφειλεν εἶναι κοινὸν τῷ γένει, ὡς τὸ φιλότεκνος. Φιλοκομπῶν: Μεγαλορρήμων, ἑαυτὸν ὑψῶν. Φιλοκτέανος: Φιλοχρήματος, φιλοκτήμων. Φιλοκτεανώτατος: Παρὰ τὸ φίλος καὶ τὸ κτέανον· τοῦτο παρὰ τὸ κτῶ κτάνον, ὡς τύπτω, τύπανον· καὶ πλεονασμῷ τοῦ ε, κτέανον. Φιλομμειδής: Φιλόγελως· παρὰ τὸ μέδειν, τὸ βασιλεύειν, καὶ τὸ φιλεῖν, κατὰ πλεονασμὸν τοῦ ι· ἢ παρὰ τὸ μειδιῶ, τὸ γελῶ. Φιλοπότης: Ἰστέον ὅτι διαφέρει· φιλοπότης μὲν διὰ τοῦ ο μικροῦ, ὁ φιλῶν πότους καὶ συμπόσια· φιλοπώτης δὲ διὰ τοῦ ω μεγάλου, ὁ φιλῶν πολλὰ πίνειν· πῶμα γὰρ τὸν ποτὸν, καὶ οὐ πόμα. Οὕτως Ἡρωδιανὸς εἰς τὰ ζητούμενα τῶν μερῶν τοῦ λόγου. Φιλόπονος: Φιλεργὸς, ὁ περὶ τὸ πονεῖν πρόθυμος. Φιλοσοφεῖν: Σπουδάζειν, ἢ πονεῖσθαι. Φιλότης: Σημαίνει δύο· τὴν συνουσίαν· ὡς τὸ, Φιλότητα τραπείομεν εὐνηθέντε· σημαίνει καὶ τὴν φιλίαν, ὡς τὸ, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι. Φιλοτησία: Φιλία, δεξίωσις διὰ τῆς φιάλης· ἡ κύλιξ, ἣν κατὰ φιλίαν προὔπινον τοῖς φίλοις, οὕτως ἐκαλεῖτο· καὶ φιλοτησίαν προπίνειν ἐστὶν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος τὸ λοιπὸν παράσχῃ φίλῳ, χαρισάμενος αὐτῷ καὶ τὴν φιάλην. Φιλοτίμως: Μεγαλοδώρως, ὑπερμέτρως, ἐπιμελῶς. Φιλοτιμεῖται: Ἐπιδαψιλεύεται, μεγαλοφρονεῖ, σπουδάζει, ἀγαπᾷ. Φιλοτιμίας: Δωρεάς· ἢ πλεονεξίας, ἢ κενοδοξίας. Φιλοφροσύνη: Φιλοφρόνησις, φιλία. Φιλοφρονέστατα: Φιλικώτερα. Φιλοφρονούμενα: Παραμυθούμενα. Φίλυδρα: Φιλοῦσα τὸ ὕδωρ. Φιλυδρίας: Φιλῶν τὸ ὕδωρ. Φιμοί: Κυβευτικὰ ὄργανα. Φίλυρα: Φυτὸν ἔχον φλοιὸν βύβλῳ παπύρῳ ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέκουσι. Φίλτερον: Πᾶν συγκριτικὸν εἰς ΡΟΣ λῆγον ὑπερδισύλλαβον ἐστί· τὸ μέντοι φίλτερον, καίτοι ὑπὲρ δύο συλλαβὰς ὂν, διαφωνεῖ ὡς πρὸς τὰ συγκριτικά· οὐκ ἔχει γὰρ τοῦ πρωτοτύπου τὸ ο. Πεποίηται οὖν παρὰ τὸ φίλος, φιλώτερος· ἐξ οὗ τὸ θηλυκὸν, Γελλὼ παιδοφιλωτέρα καὶ κατὰ συγκοπὴν, φίλτερος. Φιλτέας: Παρὰ τὸ φιλῶ, φιλτὸς ῥηματικὸν ὄνομα· οὗ παρώνυμον Φιλτέας, ὡς πρῶτος, Πρωτέας· ἄριστος, Ἀριστέας. Φιλτέας δέ ἐστιν, ὁ καὶ καλούμενος ἱστορικὸς, ὁ τὰ Νάξια συνθείς. Φίλτρον: Δύναται παρὰ τὸ φίλω βαρύτονον εἶναι· καὶ ἀπὸ τοῦ φιλῶ περισπωμένου, φίλητρον· καὶ συγκοπῇ, φίλτρον. Φιμοί: Κυβευτικὰ ὄργανα· φιμός ἐστιν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο. Γίνεται ἀπὸ τοῦ σφίγγω σφιγμὸς, καὶ φιγμός. Καὶ φιμοῖ, ἄγχει, ἐπιστομίζει. Φινεύς: Παρὰ τὸ ἶφι καὶ τὸν νοῦν γίνεται, οἱονεὶ ὁ ἰσχυρὸν νοῦν ἔχων. Φινεές: Παρὰ τὸ φόνος. Φίσκος: Δημόσιον ταμιεῖον. Φιτρῶν: Κορμῶν, ξύλων. Παρὰ τὸ φυτὸν φυτρὸν, καὶ φιτρόν· ἀπὸ τοῦ φύεσθαι ἐξ αὐτοῦ τὰ φυτά. Φιτύω: Σημαίνει τὸ φυτεύω. Ἡσίοδος, φιτύσατο φαίδιμον υἱόν· γίνεται ἀπὸ τοῦ φυτεύω, ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ ἐν τῇ ἀρχῇ υ εἰς τὸ ι. Καὶ φιτύσαι, τὸ γεννῆσαι, ἐπὶ τοῦ πατρὸς τίθεται· ἐπὶ δὲ τῆς μητρὸς, οὐκέτι, ἀλλὰ γεννῆσαι. Καὶ φιτύοντος μὲν, τοῦ γεννῶντος· λέγεται δὲ καὶ τὸ γέννημα, φίτυ. Εὔπολις Αὐτολύκῳ, ἤγαγε καινὸν φίτυ. Φηρσί: Κατὰ μετάθεσιν τοῦ θ εἰς φ, ἀντὶ τοῦ θηρσὶ, ὡς τὸ θλᾶν, φλᾶν. Φλᾶν: Τύπτειν, ἢ μαλάττειν· καὶ τὸ ἀναμαλάττειν, ἀναφλᾶν Ἀριστοφάνης. Φλαῦρον: Εἰς τὸ φαῦλον. Φλυεία: Δῆμος τῆς Κεκροπίδος. Ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής. Φλήναφος: Δύο σημαίνει· φλήναφος, ἡ φλυαρία· καὶ φλήναφος, ὁ φλύαρος. Φλεβάζοντες. Βρύοντες· ἀπὸ τοῦ φλέω ῥήματος· ἢ ἀπὸ μεταφορᾶς τῶν φλεβῶν. Φλέβες: Ἀπὸ τοῦ τὸν φλογωδέστατον χυμὸν παρέχειν, τουτέστι τὸν τοῦ αἵματος. Φλέβες οὖν, παρὰ τὸ διʼ αὐτῶν βαίνειν τὸ φλογῶδες. Φλέγμα: Παρὰ τὸ φλέγω φλέξω, κατὰ ἀντίφρασιν· ψυχρότατον γάρ ἐστι· καὶ τὸ πικρὸν φλέγμα λέγεται, οἷον χολή· οὐδὲ γὰρ ἀποκριθεῖσα πήγνυται. Ἐν δὲ τῷ, φλέγμα κακὸν φορέουσα, Ἰλιάδος φʹ, πύρωσιν καὶ φλόγωσιν σημαίνει· ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυνευόντων ἐκρήσσειν. Φλεγραία: Ὄρος Θρᾴκης. Φλεγύαι: Ἰλιάδος νʹ· ἔστιν ὄνομα ἔθνους, οἳ καὶ Γυρτώνιοι λέγονται. Φλεγύας: Ἔστιν ἀετὸς, ἀπὸ τοῦ φλέγειν καὶ λαμπρὸς εἶναι. Οἱ δὲ, ὄρνεον παραπλήσιον γυπί. Ἡσίοδος Ἀσπίδι, Μορφνοῖο φλεγύαο· τουτέστι μέλανος ἀετοῦ. Φλεδὼν καὶ φλεδωνεία: Ἡ φλυαρία. Ἀπὸ τοῦ φλέω, ὃ καὶ φλύω λέγεται, γίνεται φλεδὼν, καὶ φλεδονεύω. Φλεήσιον: Τὸ Φλιάσιον πεδίον. Φλήναφος: Μωρολόγος, φλύαρος· παρὰ τὸ φλέω, ὅπερ ταυτόν ἐστι τῷ φλύω· ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα· οἷον ἀνάδοσιν καὶ ἀναπομπὴν ἐποίει τοῦ ὕδατος· γίνεται ὄνομα φλενὸς, ὡς δέω, τὸ εὐλαβοῦμαι, δενὸς καὶ δεινός· καὶ μεταθέσει τοῦ ε, φληνός. Εὐριπίδης παράγωγον ῥῆμα ἀπὸ τούτου ποιήσας φησὶν ἐν Κρήσσαις, Πρὶν ἂν ἐκφλῆναί με καὶ μαθεῖν λόγον· τὸ δὲ φληνὸς ὄνομα, προσλαβὸν τὸ φῶ ῥῆμα δηλοῦν τὸ λέγω, ἀποδίδωσι ῥῆμα φληναφῶ, τὸ φλυαρίας λέγω· καὶ φλήναφος, ὁ φλυαρίας λέγων· καὶ φληνάφου πράγματα, λήρου, λοιδόρου, ὕθλου. Πολλάκις δὲ τὰ σύνθετα τρέπουσι τὸ ο εἰς α, ὡς κυνόμυια, κυνάμυια· ποδόνιπτρα, ποδάνιπτρα. Φλιά: Τὸ πλάγιον τῆς θύρας, αἱ παραστάδες, ἐν ᾧ ἵσταταί τις καὶ ἐπερείδεται. Ἐκ τοῦ θλίβω θλίψω θλιὰ καὶ φλιὰ, ὡς θηρσὶ, φηρσί· διὰ τὸ στενὸν τῆς ὁδοῦ. Φλιδόωσα: Διερρωγυῖα. Νίκανδρος ἐν Θηριακοῖς. Φλιοῦντα: Τὸν Φλιοῦντα παρὰ Ξενοφῶντι ἀρσενικῶς, Ἀττικῶς. Φλίει: Μιμητικὸς ἦχος τῶν γαμψωνύχων. Φλόξ: Παρὰ τὸ φλέγω, φλέξω, φλὲξ καὶ φλόξ. Φλογμός: Καῦμα ἐκ πυρακτώσεως. Φλόγεα: Λαμπρὰ, πυρώδη· παρὰ τὸ φλέγω. Φλόνος: Λοχμῶδες φυτὸν, ᾧ ἀντʼ ἐλλυχνίου ἐχρῶντο. Φλοιός: Τὸ καλούμενον λέπος· παρὰ τὸ φλοῦς, φλοὸς καὶ φλοιός· ἢ παρὰ τὸ φλῶ, τὸ ἀναπέμπω καὶ ἀναδίδωμι, φλεὸς, καὶ φλοιός. Φλοῖσβος: Τάραχος. Ὠνοματοπεποίηται δὲ ἡ λέξις· παρὰ τὸ φλέω, τὸ ἀναβράζω, φλόβος καὶ φλοῖβος· καὶ πλεονασμῷ τοῦ σ, φλοῖσβος. Ἢ παρὰ τὸ φλογίζω φλογισμός· ἀποβολῇ τοῦ γ, φλοϊσμός· συναιρέσει, φλοῖσμος· καὶ τροπῇ, φλοῖσβος, κατὰ ἀντίφρασιν, ἡ μὴ φλέγουσα. Φλύαρος: Μωρολόγος· παρὰ τὸ φλύω· ὁ ὑπερζέων τοῖς λόγοις, καὶ ἀναπέμπων ἀκρίτως τὰ ῥήματα· φλύειν γὰρ τὸ ἀναζεῖν· ἔνθεν ἡ ἐκ θερμότητος ἀνάζεσις λέγεται φλυκτίς· καὶ, ἀνὰ δʼ ἔφλυε, τὸ ἀνέζει καὶ φλύκταιναι, αἱ συνιστάμεναι φύσαι ἐν τῷ ὕδατι τοῦ ὑετοῦ. Φλῶ: Τὸ γέμω καὶ εὐκαρπῶ. Καὶ φλεὺς ὁ Διόνυσος ἐν Χίῳ ὀνομάζεται, παρὰ τὸ εὐκαρπεῖν. Φνεί: Δεῖ γινώσκειν, ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ ἄρχεται ἀπὸ τοῦ φ καὶ ν· τὸ γὰρ Φναίτης ὄνομα παρʼ Αἰγυπτίοις, βάρβαρον· τὸ δὲ φνεὶ, ἐπιτετηδευμένον ἐστὶ παρὰ Ἀριστοφάνει, μίμημα φωνῆς ὀρνέου. Λέγουσι δὲ τινὲς, ὅτι τὸ φνεὶ οὐκ ἄρχεται ἀπὸ τοῦ φ ν· οὐκ ἔστι γὰρ φνεὶ ἡ λέξις, ἀλλὰ τοφνεὶ, τοῦ ΤΟ μὴ ὄντος ἄρθρου, ἀλλὰ μέρους τῆς λέξεως· καὶ δῆλον ἐκ τοῦ μὴ εὑρίσκεσθαι αὐτὸ χωρὶς τοῦ ΤΟ παρά τισι. Χοιροβοσκός. Φοῖβος Ἀπόλλων: Καθαρὸς, ἁγνός· ἢ μάντις, καὶ ἀμίαντος· φοιβόϊκός τις ὢν, ὁ φοιβησίοις χρώμενος, ὅ ἐστι καθαροῖς. Ἢ φαόβιος, παρὰ τὸ φάος καὶ τὸ βίος, ὁ καθαρὸν βίον ἔχων. Ἢ ὁ λαμπρὸν βιὸν ἔχων, ἤγουν ἀργυρότοξος. Ἢ ἀπὸ Φοίβης μαμμωνυμικῶς, ὡς Ἡσίοδος. Φοῖβαι: Κυρίως αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες· παρὰ τὸ φοῖβος. Φοιβάζω: Σημαίνει τὸ λαμπρύνω· καὶ φοιβάσασα, τὸ λαμπρύνασα· παρὰ τὸ φοῖβον, τὸ καθαρὸν καὶ λαμπρόν· καὶ φοιβᾶσθαι, τὸ λαμπρύνεσθαι. Ἢ φοῖβος, παρὰ τὰς φοίβας, τὰς κόμας. Ἢ παρὰ τὸ φοιβάναι, τὸ καθάραι, ὡς τὸ, Φοιβανάτω δέ τις ἀσάμινθον· ἢ παρὰ τὸ φοιβάζειν, ἤγουν μαντεύεσθαι· οἷον, Δαφνηφάγον φοίβαζεν ἐκ λαιμῶν ὄπα. Φοιβᾷδαι: Ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ φοιβαΐδης ἐστί. Φοίνικες: Πρότερον οἱ Φοίνικες ᾤκουν πρὸς τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐντεῦθεν αὐτοῖς τοὔνομα· φοινικοὶ γὰρ τὴν χροιὰν, ἀπὸ τῶν παρακειμένων αὐτοῖς πετρῶν ἐρυθρόχρων οὐσῶν· διὸ καὶ ἐρυθρὰ λέγεται. Ἐντεῦθεν μεταστάντες, τῆς Συρίας τὰ παραθαλάσσια κατασχόντες, ὁμοίως ἐκαλοῦντο Φοίνικες, οὐκέτι ἐπωνύμως, ἀλλὰ παρὰ τὸ φοινὸν, ἤγουν τὸ ἐρυθρὸν καὶ πυρρόν. Ὅμηρος, πᾶσι δὲ παρήϊον αἵματι φοινόν· γίνεται καὶ παρώνυμον, ἐκ τοῦ φοινὸς Φοίνιξ τὸ ἐθνικόν· ἔνθεν καὶ, τὸ μὲν ἄλλο τόσον φοίνιξ ἦν· σημαίνει δὲ καὶ μουσικὸν ὄργανον, διὰ τὸ ὑπὸ Φοίνικος εὑρεθῆναι. Φοινίκη: Πόλις ἀπὸ Φοίνικος τινὸς τοὔνομα λαβοῦσα. Φοίνιξ: Παρὰ τὸ φόνος· φόνιοι γὰρ οἱ Φοίνικες, καὶ λῃστρικοὶ τὸν τρόπον. Δύναται δὲ καὶ ἐπὶ τοῦ φυτοῦ λαμβάνεσθαι, διὰ τὴν τῶν στελέχων ὀξύτητα· αἱμάσσουσι γὰρ καὶ φοινίσσουσι τοὺς ἁπτομένους αὐτῶν. Ἐντεῦθεν οἱ δίκαιοι εἰς τοῦτο παρεικάζονται, διὰ τὸ λόγοις ἐγκρατείας καὶ σωφροσύνης ὀξύνειν καὶ λεπτύνειν τὸν νοῦν· ἐκ δὲ τούτου, καθαίρειν. Φοινικοῦν: Ἐρυθρὸν, πυρρόν· ἢ τὸ μέλαν. Γίνεται παρὰ τὸ φοινίσσω, τὸ βάπτω· ἢ παρὰ τὸ φοινόν· τοῦτο παρὰ τὸ φόνος· πλεονασμῷ τοῦ ι, καὶ καταβιβάσει τοῦ τόνου, φοινὸς, ἤγουν πυρρὸς, φόνιος. Ἀπολλώνιος· φοινὰ δάκη ἀντὶ τοῦ φονικὰ θηρία. Φοινίξω: Αἱμάξω, βάψω, πυρρώσω· ἀπὸ τοῦ φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυρρός. Φοινίττων: Βάπτων αἵματι. Φοινικήϊα γράμματα: Ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος αὐτά. Φοινικολόφου: Ξανθολόφου. Φοινικικόν: Τὸ ψεῦδος· ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγομένων. Φοιτητής: Ὁ μαθητὴς καὶ ὁ διδάσκαλος· ἐκ τοῦ φοιτῶ, φοιτήσω· σημαίνει τὸ ὁρμῶ· γίνεται παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἰτῶ, τὸ πορεύομαι, ῥηματικὸν ὄνομα, ἰτὸς, προϊτὸς, προϊτῶ· καὶ συναιρέσει προιτῶ· καὶ ἐκβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, φοιτῶ· ἢ παρὰ τὸ ὁδὸς ὁδῶ· πλεονασμῷ τοῦ ι, οἰδῶ· τροπῇ τοῦ δ εἰς τ, οἰτῶ· καὶ πλεονασμῷ τοῦ φ, φοιτῶ. Σημαίνει δὲ τὸ ὁρμῶ καὶ παραγίνομαι· ὅθεν τὸ φοίτα. Φόβος: Παρὰ τὸ φέβω φόβος. Εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι γενικοῦ. Εἴδη δὲ αὐτοῦ ἕξ. Φοβερός: Ὁ φοβούμενος, παρὰ Θουκυδίδῃ. Φοβέστρατος Ἀθηνᾶ: Ἡ φυγὴν τοῖς πολεμίοις ἐμποιοῦσα. Φόβη: Ἡ θρίξ· παρὰ τὸ φοβεροὺς εἶναι τοὺς κομῶντας· οἱ γὰρ παλαιοὶ τῶν ἀνθρώπων οὕτω φοβερὰν ἐνόμιζον εἶναι τὴν κόμην, ὥστε φόβην αὐτὴν προσηγόρευσαν. Φολκός: Στραβός· παρὰ τὸ τὰ φάη παρέλκεσθαι. Φολός καὶ φολίδες: Αἱ λεπίδες τοῦ ὄφεως. Ἐκ τοῦ λεπὶς, ὑπερθέσει, πολίς· καὶ μεταθέσει τοῦ φ, φολὶς, καταχρηστικῶς δὲ λέγεται καὶ τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. Καὶ φολιδωτὸν, λεπιδωτόν. Φόνος: Παρὰ τὸ φῶ, τὸ φονεύω, φένω· καὶ ἐξ αὐτοῦ φόνος· ἀπὸ τῆς φυσήσεως, καὶ τοῦ ἤχου τοῦ γινομένου ἐν τῇ χύσει τοῦ αἵματος. Φονᾶν: Συζυγίας δευτέρας· σημαίνει τὸ ἀποκτεῖναι ἐπιθυμεῖν, ἑτοίμως ἔχειν πρὸς τὸ φονεύειν· ἀπὸ τοῦ φονὴ, ὃ σημαίνει τὸν τόπον ὅπου οἱ νεκροὶ κεῖνται. Φόνος ἔρρευσεν: Αἷμα ἔρρευσε. Φόξινος: Ἰχθῦς εὐθέως γεννώμενος ἔχων κύημα. Τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὡς Ἀριστοτέλης. Φοξός: Ὁξυκέφαλος, ὁ διεστραμμένος τὰ φάη. Εἴρηται δὲ ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἢ τοῦ πυρὸς ἀπωξυμμένων· καθὰ φησὶ καὶ Σιμωνίδης, Αὕτη δὲ φοξίχειλος Ἀργείη κύλιξ· ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη τουτέστι τὰ ὄμματα ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν· ἀμφοτέρων τὸ πρότερον. Φορβάδων: Νομάδων, βοσκομένων. Φορβαντεῖον: Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους ὠνομάσθαι λέγει ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων, καὶ ὑπʼ Ἐρεχθέως ἀναιρεθέντος. Φορά: Ἡ κατὰ ὅλου τόπου ἐναλλαγή· καὶ μάλιστα ἡ μὴ δυναμένη ἐφʼ ἑαυτῆς στῆναι ὅταν ἐθέλῃ. Ῥητορική. Καὶ φοράδην, τὸ ὁρμητικῶς φερόμενος. Φορβειά: Περιστόμιον, καπίστριον· ἀπὸ τοῦ φέρειν βίᾳ. Φορβή: Ἡ τροφή· παρὰ τὸ βῶ, τὸ τρέφω, βορβὴ καὶ φορβή. Φορίνη: Ἀντιφῶν φησίν. ὅτι ἐπʼ ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη. Φόρκυν: Παρὰ τὸ φέρειν καὶ ὁρμᾶν τὰς ὁλκάδας ἐν αὐτῷ, ἤγουν τὰς ναῦς ἐν τῷ λιμένι. Φόρκυς: Δαίμων θαλάσσιος· παρὰ τὸ φέρεσθαι ὠκέως. Τὸ δὲ φόρκυν, τρεῖς κλίσεις ἐπιδέχεται· σημαίνει δὲ βʹ, τὸν λιμένα, καὶ ὄνομα κύριον. Φόρμιγξ: Ἡ κιθάρα. Παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης, προοίμιγξ· πρῶτον γὰρ ἐκιθάριζεν ὁ Ἀπόλλων, εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι. Καὶ φορμίζων, τὸ κιθαρίζων. Φόρτος: Παρὰ τὸ φέρω φέρτος καὶ φόρτος. Φόρτατον: Κακῶν δέ κε φόρτατον εἴη, Ἰλιάδος ρʹ, τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη ἄριστον· ἢ, ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τοῦτο ἄμεινον γένοιτο. Γράφεται δὲ καὶ φέρτατον κάλλιον. Φορμίσκοι: Καλαθίσκοι, πλεκτὰ ἀγγεῖα· ἀπὸ τοῦ φορμὸς, ὅ ἐστι προκάλυμμα, ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι· ἢ κόφινον σημαίνει. Παρὰ τὸ φέρω, φορμός. Ἡσίοδος, Οἴσεις δʼ ἐν φορμῷ· κοφίνῳ. Φορμηδόν: Κοφινηδόν. Φορμός ἐστι πλέγμα τινὸς μεγάλου εἴδους, ἐν ᾧ ἐκοιμῶντο οἱ πένητες, ἢ κατετίθεντο τὰ ὄσπρια· τάχα δὲ ἡ καλουμένη νῦν καλύβη, ἡ πλεκομένη ἀπὸ καλάμης. Ἐκ τούτου δὲ καὶ τὸ φορμηδόν. Φορύνετο: Ἐμολύνετο, ἐφυρᾶτο τῷ αἵματι· ἐξ οὗ τὸ αἱμοφορυκτά. Φραδέος νόου: Φρονίμου. Φορυτῶι: Τῷ ἀπὸ τῆς γῆς αἰρομένῳ ὑπὸ τῶν ἀνέμων χόρτῳ φρυγανώδει· ἀπὸ τοῦ φορύω· τοῦτο παρὰ τὸ φέρω ἢ φορῶ. Φραγγελῶ: Ἐκ τοῦ φραγγέλιον, ὃ σημαίνει σειρὰν ἐκ σχοίνου πεπλεγμένην, ἣ κέκληται μάστιξ. Γίνεται δὲ ἐκ τοῦ ἔθνους· Φράγγελλοι γὰρ ἔθνος Ἰταλίας. Φράδμων: Ἐπιστήμων, συνετός. Φράζω: Παρὰ τὸ φρῶ, τὸ προϊῶ, ὡς βῶ βάζω· τῶν γὰρ νοηθέντων ἔκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζειν ποιούμεθα. Ἐκ τούτου τὸ ἐπιφρασαίατο, ἀντὶ τοῦ ἐπισκέψωνται, ἐπινοήσωσι, μάθωσιν. Ἐκ τοῦ φράζω, φράσω, ἔφρασα, ἐφρασάμην. Εἰς τὸ ΔΕΥοίατο. Ἢ παρὰ τὸ φῶ, τὸ λέγω, φάζω· καὶ πλεονασμῷ τοῦ ρ, φράζω· καὶ συμφράσατο, ἀόριστος παθητικὸς, ἀντὶ τοῦ συνεσκέψατο. Σημαίνει δὲ δύο· τὸ θεᾶσθαι καὶ βλέπειν, ὡς τὸ, τὸν δʼ ἐφράσατο προσιόντα· σημαίνει δὲ καὶ τὸ διανοεῖσθαι, ὡς τὸ, Φράζεο Τυδείδη καὶ χάζεο· παρὰ δὲ τῇ κοινῇ συνηθείᾳ σημαίνει τὸ λέγω· Ὁποῖόν σου τὸ φρόνημα, ὦ Εὐστράτιε, φράσον ἡμῖν. Φράτορες: Διδάσκαλοι, ἢ πατέρες, ἢ συγγενεῖς. Οἶμαι παρὰ τὸ φατρία· ἢ παρὰ τὸ φράζω. Φατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς· φράτορες δὲ, οἱ τῆς αὐτῆς φατρίας μετέχοντες· καὶ φατριάζειν, τὸ τῆς αὐτῆς φατρίας μετέχειν· φατρίαρχος δέ ἐστιν, ὁ τῆς φατρίας ἄρχων. Φρατήρ: Παρὰ τὸ πατὴρ, πλεονασμῷ τοῦ ρ, καὶ τροπῇ τοῦ π εἰς φ. Φρεάριος: Δῆμος τῆς Λεοντίδος. Φρέαρ: Παρὰ τὸ φλῶ, τὸ ἀναδίδωμι· ἢ παρὰ τὸ φέρω, συγκοπῇ φρῶ, φρέαρ, ὡς θείνω, θέναρ· ἐξ οὗ φέρεται τὸ ὕδωρ. Φρενήρης: Φρόνιμος, ἢ παράφρων. Φρεωρύχος: Φρεατορύκτης. Φρήν: Παρὰ τὸ προϊῶ, τὸ προπέμπω, συγκοπῇ πρῶ, καὶ φρῶ· ἐξ οὗ φρὴν, ἀφʼ ἧς προΐεται τὰ βουλεύματα. Διατί σεσημείωται φρὴν φρενός; Οὐδὲν εἰς ΗΝ λῆγον ὄνομα μονοσύλλαβον μόνως ἐστὶ θηλυκόν· ἀλλʼ εἰ ἐπιδέχεται τὸ θηλυκὸν γένος, ἐν κοινότητι ἐπιδέχεται· οἷον ὁ χὴν, καὶ ἡ χήν· ὁ ῥὴν, καὶ ἡ ῥήν· σημαίνει δὲ τὸ πρόβατον. Τὸ δὲ φρὴν, διήλλαξε. Φρήτρηφι: Ἔστι φατρία· πλεονασμῷ τοῦ ρ, φρατρία· καὶ συγκοπῇ καὶ ἐκτάσει γίνεται φρήτρη. Δεῖ δὲ γινώσκειν, ὅτι ταῦτα ἔχει τὸ ι προσγεγραμμένον. Τινὲς δὲ βούλονται γράφειν αὐτὰ χωρὶς τοῦ ι, λέγοντες ὅτι αἱ ἐπεκτεινόμεναι πτώσεις διὰ τῆς ΦΙ συλλαβῆς, εἰ μὲν ἔχουσιν ἓν φωνῆεν κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτό· εἰ δὲ βʹ, ἀποβάλλουσι τὸ ἕν. Ἕτεροι δὲ συνηγοροῦσι τῇ παραδόσει· ἡ γὰρ παράδοσις τὰς τοιαύτας δοτικὰς σὺν τῷ ι οἶδε γράφειν. Λέγουσι γὰρ, ὅτι αἱ διὰ τοῦ ΦΙ ἐπεκτάσεις, προσερχόμεναι ταῖς πτώσεσιν, εἰ μὲν φυλάσσουσι τὴν αὐτὴν φωνὴν, καὶ τὴν αὐτὴν γραφὴν φυλάσσουσιν· εἰ δὲ μὴ φυλάττουσι τὴν αὐτὴν φωνὴν, οὐδὲ τὴν αὐτὴν γραφὴν φυλάττουσι. Δεῖ δὲ γινώσκειν, ὅτι αἱ διὰ τοῦ ΦΙ ἐπεκτάσεις κατὰ πᾶσαν πτῶσιν γίνονται, ἐν τῇ εὐθείᾳ, ἑτέρη· οἷον, ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν κρείσσων· ἐν γενικῇ, χαλκοῦ· οἷον, πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός· ἐν δοτικῇ, βίῃ, βίῃφι· ἐν αἰτιατικῇ, δεξιὸν, οἷον, Ἐπὶ δεξιόφι παντὸς στρατοῦ· καὶ ἐν κλητικῇ, ὦ οὐρανία, λίγʼ αἴων καὶ οὐρανίαφι· αὗται δὲ αἱ διὰ τοῦ ΦΙ ἐπεκτάσεις τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι καὶ ἶφι· ταῦτα γὰρ μετῆλθον εἰς ἐπιρρηματικὴν σύνταξιν. Χοιροβοσκός. Φρητός: Ἰστέον ὅτι τὰ ἀπὸ τρισυλλάβου γενικῆς συναίρεσιν πάσχοντα βαρύνονται, κέαρος, κῆρος· ἔαρος, ἦρος. Σεσημείωται τὸ φρητὸς ὀξυνόμενον, ἀπὸ τοῦ φρέατος κατὰ κρᾶσιν· ὤφειλε γὰρ βαρύνεσθαι· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις, κἀκεῖθεν ἡ κλίσις· οὐδὲ γὰρ εὕρηται ἡ φρὴρ εὐθεῖα ἐν χρήσει. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητὸς γενικὴ συνεξεδόθη κατὰ τὴν κρᾶσιν τῇ Κρητὸς καὶ σητὸς καὶ θητὸς γενικῆ. Χοιροβοσκὸς εἰς τὸ περὶ τοῦ τόνου τῆς γενικῆς. Φρίκη: Τρόμος, παλμός· ἀπὸ τοῦ φρίσσω. Φρίξ: Ἡ ἄνωθεν καὶ ἐξεπιπολῆς τῶν κυμάτων κίνησις· ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρὸς, ὅτε ἄνεμος ἄρχεται πνεῖν· ἀπὸ τοῦ φρίσσω φρίξω, ἀποβολῇ τοῦ ω. Καὶ ἐπιφρὶξ, ἡ ἐπανάστασις τῶν κυμάτων, ἢ τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες, ὅταν ἄνεμος ἐγερθῇ. Ἡ αἰτιατικὴ, τὴν φρίκα· καὶ σημαίνει τὴν ἐπιφάνειαν τοῦ κύματος. Φριξότριχα: Ὀρθοῦντα τὰς τρίχας. Φρίσσειν: Κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον θρίσσω, κατὰ τροπήν. Φρίσσει δέ τις φόβῳ, ἢ ψύχει, ἢ ὀργῇ. Ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί. Φριμασσομένη: Χρεμετίζουσα, ἀγριουμένη, ἢ ἀτάκτως πηδῶσα. Καὶ φριμαγμὸς, ὁ χρεμετισμὸς παρὰ Λυκόφρονι. Καὶ, Φριμασσόμενοί τε τῷ ταράχῳ καὶ ἀποφυσῶντες· καὶ φρυασσόμενοι, φυσσῶντες. Παρὰ τὸ φρυάζω φρυάξω, φρυαγμός· πλεονασμῷ τοῦ μ, φρυμαγμός. Φρονεῖν: Σημαίνει καὶ τὸ νοεῖν, καὶ τὸ φρόνημα ἔχειν· καὶ φρονηματισθῆναι, Ὑπερίδης. Φρόνησις: Ἡ φέρουσα ὄνησιν, φερόνησίς τις οὖσα· καὶ συγκοπῇ, φρόνησις. Φρόνις: Ὅμηρος, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν· ὁ μὲν Ἡρωδιανὸς, παρὰ τὴν φρόνησιν, κατὰ συγκοπήν· ὁ δὲ Ὦρος, ἐκ τῆς φρὼν φρονὸς γενικῆς γίνεται φρόνις· καὶ ἡ αἰτιατικὴ, φρόνιν. Τὸ δὲ φρὼν γίνεται ἐκ τοῦ φρῶ· ὅθεν ἄφρων καὶ σώφρων. Ἡ γενικὴ, φρονός· οὗ παράγωγον, φρόνιμος· καὶ τὸ φρονῶ ἐξ αὐτοῦ. Φροντίς: Ἐκ τοῦ φέρω φορτίς· ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν, φροντίς· δίκην γὰρ φόρτου ἔγκειται ἡ φροντὶς ἐν τῇ ψυχῇ. Εἰς τὸ ἀφρόντιστον. Φροντιστήριον: Διατριβὴ, ἢ μοναστήριον· ὅπερ Ἀττικοὶ σεμνεῖον καλοῦσι. Φροῦδοι: Παντελῶς ἀφανεῖς, ἔρημοι, οἷον ἀπεληλυθότες, ἔκδημοι. Ἐκ τοῦ ὁδὸς καὶ τῆς πρὸ προθέσεως, γίνεται πρόοδος· καὶ κατὰ συναλοιφὴν, προῦδος, καὶ φροῦδος, ὡς προοίμιον φροίμιον, οἱονεὶ ὁ προπορευόμενος καὶ γενόμενος ἀφανὴς, ἤγουν ὁ μὴ φαινόμενος, ὁ μακρὰν γενόμενος, καὶ οἷον εἰς τὸ ἔμπροσθεν τῆς ὁδοῦ, ἀντὶ τοῦ ἐκποδῶν. Καὶ φροῦδα, τὰ ἀφανῆ καὶ ἄφαντα. Φρουρός: Ὁ προορῶν· παρὰ τὸ προορᾶν· τὸ δὲ φρούριον, σημαίνει δὲ κάστρον, οὐκ ἀπὸ τοῦ φρουρός· φρουρεῖον γὰρ ἂν ἦν, ὡς ἰατρὸς ἰατρεῖον· ἀλλʼ ἀπὸ τοῦ φρουρῶ. Φρύαγμα: Ἡ τῶν ἵππων καὶ ἡμιόνων διὰ μυκτήρων ἠχὴ ἀγρίῳ φυσήματι ἐκπίπτουσα· λέγεται δὲ καὶ ἐπὶ τῆς γελάσεως. Ἀπὸ τοῦ φρυάσσω· τοῦτο παρὰ τὸ ὀφρῦς ὀφρυάσσω· κατὰ ἀποβολὴν τοῦ ο, φρυάσσω. Καὶ φρυαττόμενος, ἐπαιρόμενος· καὶ φρυάττεσθαι, τὸ καταπλήττεσθαι. Μένανδρος. Φρύγανα: Τὰ εἰς τὸ καίειν καὶ φρύγειν ἐπιτήδεια. Φρυγία: Κοινόν· Φρυγίη, Ἰωνικόν. Τὰ ἀπὸ τῶν εἰς ξ ἢ εἰς ρ ληγόντων διὰ τοῦ ΙΑ παραγόμενα θηλυκὰ, διὰ τοῦ ι γραφόμενα, παροξύνεται· πλὴν τοῦ ἀνθρακιά. Ἐκ τοῦ Φρὺξ Φρυγὸς ἐπὶ χώρας. Φρυκτωρεῖν: Κυρίως τὸ διὰ πυρὸς ἀνατεινόμενον σημαίνειν. Ἐκ τοῦ πῦρ πυρὸς, καὶ τοῦ ὠρῶ, τὸ φυλάσσομαι, γίνεται πυρκτωρία· καὶ κατὰ ὑπέρθεσιν τοῦ ρ, καὶ τροπῇ τοῦ π εἰς φ, φρυκτωρία· ἔστι δὲ ἡ παρʼ ἡμῖν λεγομένη βίγλα· ἢ φανὸς, ἢ λαμπὰς, ἢ καῦσις· παραφυλακὴ νυκτερινὴ, ἡ διὰ τοῦ πυρὸς φυλακή. Φρυνέος: Δηλονότι φρῦνος· φρυνέος, πλεονασμῷ τοῦ ε· εἶδος βατράχου· παρὰ τὸ ἐμφερὴς εἶναι πρὸς τοὺς ἄλλους· ἢ ἀπὸ τοῦ φέρεσθαι ἀπὸ τῆς λιμνώδους φύσεως ἐπὶ τὸ χερσαῖον. Φρυνώνδας: Ὄνομα κύριον. Ἦν δὲ Ἀθηναῖος, περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου. Ἐκ τούτου τοὺς πονηροὺς Φρυνώνδας καλοῦσι. Φῦ: Ἔν τʼ ἄρά οἱ φῦ χειρί· ἀντὶ τοῦ προσεπέλασεν αὐτῷ καὶ προσήγγισε τῇ χειρί. Ἀπὸ τοῦ φύω φῦμι. Φύγαδʼ ἔτραπε μώνυχας ἵππους: Εἰς φυγὴν ἔτρεψε τοὺς ἵππους· ὡς ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν, ὡς τὴν σκέπην σκέπα· καὶ ὡς τὸ οἶκόνδε οἴκαδε, οὕτω φυγήνδε φύγαδε. Φυζακινός: Ὁ εὐπτόητος διὰ δειλίαν· φύζα γὰρ ἡ μετὰ δέους φυγή· παρὰ τὸ φεύγω γίνεται φύζα· τοῦτο δὲ, καὶ τὸ λεπτακινὸς, παρώνυμα ὄντα, οὐκ ἀντίκειται τῷ κανόνι, ἐπειδὴ πεπόνθασιν. Ἀπὸ τοῦ φύζα καὶ τοῦ λεπτὸς γίνεται φυζεινὸς καὶ λεπτεινός· καὶ πλεονασμῷ τοῦ ΑΚ ἐγένετο φυζακινὸς καὶ λεπτακινὸς διὰ τοῦ ι, ὡς καὶ ἀπὸ τοῦ δίψα διψηρὸς καὶ διψακερὸς, ἅμα τῷ πλεονασμῷ συστολῆς γινομένης. Φυήν: Βλάστησιν, αὔξησιν ἡλικίας· παρὰ τὸ φύω. Φύκος: Τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. Οἱ δὲ φυκία φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ τῆς θαλάσσης γινομένην· παρὰ τὸ φύεσθαι· φυτὸν γὰρ ἐστὶ θαλάσσιον. Φυκία: Θαλάσσια ζῷα, ἢ ὁ ἀφρός· παρὰ τὸ φύω. Λέγεται δὲ καὶ τὰ βρύα φυκία καὶ φυκίς. Φύκη: Ὧιτινι τὰς οἰκείας ὄψεις χρίουσι. Φυλάκη: Πόλις Θεσσαλίας, βαρυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ δεσμοῦ. Φυλακοὺς λάθοι: Ἰλιάδος ωʹ. Ἀρίσταρχος ὀξύνει· τὰ γὰρ εἰς ΚΟΣ λήγοντα ὑπὲρ δύο συλλαβὰς, παραλήγοντα τῷ α, ἐπιθετικὰ ὄντα, ὀξύνονται, παρδακὸς, φαρμακός. Φυλακτῆρες: Ἀντὶ τοῦ φύλακες· ἀπὸ τοῦ φυλακτήρ. Φυλακτήριον: Τόπος ἔνθα οἱ φύλακες οἰκοῦσι. Φυλάσσω: Παρὰ τὸ πύλη πυλάσσω καὶ φυλάσσω· σημαίνει δὲ δύο· ἐπὶ μὲν τοῦ καθʼ ἡμᾶς συνήθους, Δῶμα φυλασσέμεναι· σημαίνει δὲ καὶ τὸ ἐπιτηρεῖν, ὡς τὸ, Καί σφιν ὀνείδεά τε προφέροις, νόστον τε φυλάσσοις. Φύλα: Ἔθνη, διʼ ἑνὸς λʹ, πρὸς ἀντιδιαστολὴν τοῦ φύλλου ἐπὶ τῶν δένδρων. Ὦρος ἐτυμολογεῖ, ἡ ἐκ πολλῶν ἄθροισις, ἀπὸ μεταφορᾶς τῶν φύλλων· Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν· τὸ ΦΥ, μακρόν· ἐκ τοῦ φύω· ἢ τὰ διὰ τοῦ ΥΛΟΝ οὐδέτερα δισύλλαβα καθαρὰ μονογενῆ ἐκτείνουσι τὸ υ. Σεσημείωται τὸ ξύλον. Φύλαρχος: Ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ. Φυλάσιοι: Οἱ ἐκ τοῦ δήμου τῆς Φυλῆς· Φυλὴ γὰρ, δῆμος τῆς Οἰνίδος. Ὁ δὲ Μένανδρος τόπον νομίζει εἶναι Φυλήν· ὁ δὲ Φιλόχορος φρούριον αὐτὸ φησὶν εἶναι. Φυλακή: Ἀπὸ τοῦ φυλάσσω· τοῦτο παρὰ τὸ φυλή· λέγουσι γὰρ, ὅτι τὰς φυλακὰς αἱ φυλαὶ εἶχον· ὅθεν λέγεται καὶ πρώτη φυλακὴ τῆς νυκτὸς, καὶ δευτέρα, καὶ τρίτη· κατὰ γὰρ τρεῖς ὥρας ἐφύλαττε μία φυλή· καὶ μετὰ ἄλλας τρεῖς ἄλλη· ὥστε ἡ φυλακὴ τῆς νυκτὸς τρεῖς ὥρας σημαίνει. φυλὴ δὲ σημαίνει τὸ γένος· κατὰ γενεὰς γὰρ ἐφύλασσον. Ἢ παρὰ τὸ πύλη· οἱ γὰρ φυλάσσοντες ἐν πύλῃ ἐφύλασσον. Φυλοκρινεῖ: Διακρίνει, καταδικάζει παρέργως Φύλοπις: Μάχη· τροπῇ τοῦ μ εἰς π· παρὰ τὸ ὁμοῦ τὰ φύλα εἶναι, φύλομίς τις οὖσα. Φύλλον: Παρὰ τὸ φύω, τὸ ἀναβλαστάνω, φύαλλον καὶ φύλλον, ὡς πύω πύαλον καὶ πύλον. Διὰ δύο ΛΛ, πρὸς ἀντιδιαστολὴν τοῦ φύλου τοῦ σημαίνοντος τὴν φυλήν. Φυλλιναίους ἀγῶνας: Ἐν οἷς μὴ τίθεται ἀργύριον, ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ στέφανος. Φυλλίς: Παρὰ τὸ φύλλον. Περὶ Παθῶν, Φύλλον: Παρὰ τὸ φύω φύαλον, ὡς πύω πύαλον· συγκοπῇ, καὶ πλεονασμῷ τοῦ λ, φύλλον. Οὕτως εἰς τὸ Μέγα Ἐτυμολογικόν· τὸ δὲ παρʼ ἄνω εἰς τοὺς Ἐπιμερισμοὺς εὗρον. Φύξηλιν ἐόντα: Ἄνανδρον, φυγόν· παρὰ τὸ φεύγειν τὰς ἴλας. Καὶ φύξιν, τὴν φυγήν. Φύξ: Παρὰ τὸν φύξω μέλλοντα. Φύρει: Μολύνει· ἢ ἐκβρέχει· ἢ ἐκπλύνει. Φύρδην: Συγκεχυμένως. Φύραμα: Στέαρ, ζύμη, σταῖς. Φύσις: Παρὰ τὸ φύω φύσω, ἡ ἐν ἅπασι φύουσα καὶ κινουμένη. Φυσίζωος: Ἡ τὰ πρὸς τὸ ζῆν φύουσα γῆ. Φύσαι: Τὰ χαλκευτικὰ φυσήματα, οἱ ἀσκοί. Φύσιγγες: Τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα. Φύσκη: Τὸ παχὺ ἔντερον· ἢ ἡ γαστήρ. Ἀπὸ τοῦ πεφυσῆσθαι πληρουμένη λίπους, ἀλφίτων, καὶ αἱμάτων. Φύστα: Τὰ ἀναπεφυρμένα μέλιτι ἄλφιτα. Φύστη: Ἡ ἐν ταῖς σκάφαις τριβομένη καὶ ἠρέμα ἀναδευομένη μάζα. Φυτάλιμος: Φυτόν· φύτιμος· καὶ πλεονασμῷ, φυτάλιμος, καὶ φυταλίμιος. Σοφοκλῆς, Προσῆλθε μητρὶ καὶ φυταλίμῳ πατρί· πολλάκις δὲ καὶ τροπῇ, φιτάλιμος. Φυταλίζει: Φυτεύει, πλησιάζει· παρὰ τὸ φυτόν· τοῦτο παρὰ τὸ φύω, τὸ φυτεύω. Φυτοκόμος: Φυτουργὸς, καὶ ὁ σύνδενδρος τόπος· διὰ τὸ τοῖς φυτοῖς κομᾶν. Φυτόσκαφος: Ἡ τὰ φυτὰ ἐσκαμμένη γῆ· ἐνεργητικῶς δὲ φυτοσκάφος, ὁ τὰ φυτὰ περισκάπτων γεωργός. Φυτεύω: Παρὰ τὸ φυτὸν φυτεύω· εἰ γὰρ παρὰ τὸ φύω, φυεύω, ἐπεισόδῳ τοῦ τ δηλονότι. Οὔκ ἔστι δέ· οὐδέποτε γὰρ ἀπὸ τῶν διὰ τοῦ ΥΩ γίνεται παράγωγον διὰ τοῦ ΕΥΩ. Κακὸν μέγα πᾶσι φυτεῦσαι, Ἰλιάδος οʹ, κατασκευάσαι, ἐμβαλεῖν. Φυλακή: Σημαίνει τὸ σκοτεινὸν καὶ ἀφεγγὲς οἴκημα· ὡς τὸ, Ποία φυλακὴ οὐκ ἔχει· καὶ τὴν τετάρτην μοῖραν τῆς νυκτὸς, ὡς τὸ, Ἦσαν δὲ ποιμένες φυλάσσοντες φυλακὰς τῆς νυκτός· σημαίνει καὶ τὴν γνῶσιν καὶ θεωρίαν, ὡς τὸ, Ἐπὶ τῆς φυλακῆς μου στήσομαι· σημαίνει καὶ τὸ σῶμα, ὡς τὸ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου· σημαίνει καὶ αὐτὸ τὸ φυλάσσειν, ὡς τὸ, Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον. Φύω: Παρὰ τὸ φῶ, τὸ προϊῶ. Σημαίνει δὲ τρία· τὸ ἀναβλαστάνω, ὡς τὸ, Ὣς ἀνδρῶν γενεὴ ἠμὲν φύει, ἠδʼ ἀπολήγει· καὶ τὸ ὑπάρχω, ὡς τὸ, Θεὸς πεφυκώς· καὶ τὸ κρατῶ, ὡς τὸ, Ἐν τʼ ἄρά οἱ φῦ χειρί. Φωγνύναι: Τὸ φρύγειν· Ἀλλʼ ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων. Φῴς φῳδὸς, ἔχει τὸ ι, καὶ ὀξύνεται, ὡς δᾴς δᾳδός. Εἴρηται παρὰ τὸ φῶς, ὅπερ ταυτόν ἐστι τῷ πυρί· καὶ σημαίνει τὰ ἐν τοῖς σκέλεσι γινόμενα ἐκκαύματα ἀπὸ τοῦ πυρός. Ἔχει δὲ τὸ ι· ἐπειδὴ λέγεται καὶ φωΐδες, ὡς εὗρον ἐν ταῖς λέξεσι τῶν ῥητόρων. Σημαίνει δὲ τὸ αὐτό. Λέγει δὲ ὁ Χοιροβοσκὸς, ὅτι δισυλλάβως καὶ μόνον λέγεται κατὰ τὸ πληθυντικὸν, προσγραφομένου τῷ ω τοῦ ι. Ἐν δὲ τῇ γενικῇ ὤφειλε περισπᾶσθαι, φῷδες φῳδῶν, ὥσπερ χεῖρες χειρῶν· ἀλλὰ σεσημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων βαρυνόμενον. Ἀριστοφάνης Πλούτῳ, πλὴν φῴδων ἐκ βαλανείου. Φῷ: Ἀντὶ τοῦ φωτὶ, σὺν τῷ ι· Εὐριπίδης Μελεάγρῳ, Τὸ μὲν γὰρ ἐν φῷ, τὸ δὲ κατὰ σκότος κακόν. Φῴζειν: Σὺν τῷ ι· σημαίνει τὸ καίεσθαι. Στράττις, Ἀλλʼ εἰ μέλλεις ἀνδρείως φῴζειν ὥσπερ μύστακα σαυτόν. Βιθυνοὶ δὲ φώγειν λέγουσι. Φωλεός: Ὁ σκοτεινὸς τόπος· παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖσε. Φωνή: Παρὰ τὸ φῶς καὶ τὸν νοῦν, ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα· ἢ τὸ τοῦ νοὸς φῶς· παρὰ τὸ φάος εἶναι τοῦ νοός· διὰ γὰρ τῆς φωνῆς τὰ τῆς ψυχῆς ἐνθυμήματα γινώσκομεν· φαονή τις οὖσα, καὶ φωνή. Τὰ δὲ εἰς ΝΗ δισύλλαβα τῷ ω παραληγόμενα βαρύνεται· πλὴν τῶν ἀπὸ τέλους ῥηματικῶν. Φῶ: Σημαίνει δʹ· φῶ, τὸ λέγω, ἐξ οὗ καὶ φωνή· φῶ, τὸ φαίνω, ἐξ οὗ καὶ φῶς· φῶ, τὸ φονεύω, ἐξ οὗ καὶ φόνος· φῶ, τὸ θάλπω, ἐξ οὗ καὶ φῶσαι, τὸ θάλψαι. Τὸ δὲ φῶ, τὸ λέγω, παρὰ τὸ φῶς· φῶς γὰρ τῶν πραγμάτων, οἱ λόγοι. Φώρ: Ὁ λῃστὴς, ὁ κλέπτης· παρὰ τὸ φέρω, φὲρ καὶ φὼρ, μεταθέσει τοῦ ε εἰς ω, ὁ τὰ ἀλλότρια φέρων· ὅθεν καὶ φώριον· καὶ φωραθεὶς, εὑρεθεὶς, γνωσθείς· καὶ φωρᾶν, ἐρευνᾶν, ἐκζητεῖν· καὶ φωράσας, διερευνήσας, καταλαβὼν τὰ κλόπιμα. Φωριαμός: Ἡ κιβωτός· παρὰ τὰ φάρη, ἡ τῶν φάρων δεκτική· ἔστι δὲ ὄνομα ἀρσενικόν. Ἢ παρὰ τοὺς φῶρας· ἐπεὶ πρὸς φυλακὴν τούτων κατεσκεύασται. Ἢ παρὰ τὸ τὰ φορούμενα ἔχειν. Εἰ μὲν οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα αὐτῇ, πέπονθε, μεταβληθέντος τοῦ α εἰς ω, ὡς θάκος, θῶκος. Τὰ διὰ τοῦ ΑΜΟΣ τρισύλλαβα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν φύσει μακρὰν, πάντα ὀξύνονται, χηραμὸς, οὐλαμός. Οὕτως οὖν καὶ φωραμός· καὶ πλεονασμῷ τοῦ ι, φωριαμός. Ἰλιάδος ωʹ. Ἡρωδιανὸς περὶ Ἀττικῶν προσῳδιῶν, τρίτη ἀπὸ τοῦ τέλους ἡ ὀξεῖα· οὐχ ὡς ἀνάλογον, ἀλλʼ ὡς Ἀττικόν. Ἡ μέντοι συνήθεια ὀξυνόμενον ἔχει. Φώσσων: Σινδών· φωσσώνιον, λινοῦν τὶ, ἤτοι σινδόνιον· ἢ καὶ τὸ ἱστίον τῆς νεὼς πεφυσημένον, ὡς παρὰ Λυκόφρονι, Ἄφλαστα καὶ φώσσωνας ὀργυιωμένους. Ἢ προσώπου τὶ ἐκμαγεῖον. Λέγεται δὲ οὕτω καὶ ὃ παρὰ Ῥωμαίοις καλεῖται ὠράριον. Φῶς: Ἀρσενικῶς, ὁ ἄνθρωπος· παρὰ τὸ φῶ, τὸ λέγω· μόνος γὰρ ὁ ἄνθρωπος λογικὸν ζῷον· ἢ ὁ μόνος τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ. Καὶ ὁ Θεολόγος, φὼς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν. φῶς δὲ οὐδετέρως, τὸ φωτίζον καὶ λάμπον· ὃ καὶ κατὰ πλεονασμὸν τοῦ ο λέγεται φόως. Γίνεται παρὰ τὸ φῶ, τὸ φαίνω καὶ λάμπω, φάος· καὶ καθʼ ὑπέρθεσιν φόας· καὶ κατὰ συναίρεσιν φῶς. Κλίνεται διὰ τοῦ ΤΟΣ· ἐπεὶ καὶ τὸ φόας φόατος κλίνεται· τὰ γὰρ συνῃρημένα τῶν ἐντελῶν φυλάσσει τὴν κλίσιν. Οἱ δὲ λέγοντες «ἀπὸ τοῦ φάος γέγονε κατὰ κρᾶσιν» οὐκ ἀκριβῶς λέγουσι· τὸ γὰρ φάος εἰς ΟΥΣ ἔχει τὴν γενικήν.