ο.Ο τὸ στοιχεῖον, παρὰ τὸ ἐμφερῆ εἶναι τῷ χαρακτῆρι τὴν ἐκφώνησιν· κατὰ γὰρ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου. Ὄα: Τὰ εἰς α λήγοντα καθαρὸν τῷ ο παραληγόμενα, σπάνια, καὶ σχεδὸν ἀπὸ πάθους γέγονεν· ἔστι γὰρ τὸ ὄα, ὅπερ ἀπὸ τοῦ οἴα γέγονεν, ἐξ οὗ καὶ τὸ διὰ τῆς ΩΙ διφθόγγου ᾦα· δηλοῖ δὲ δῆμον Ἀττικὸν, καὶ τοῦ χιτῶνος τὸ ἄκρον· καὶ τὸ χρόα, ἀπὸ τοῦ χροιά· καὶ τὸ στοὰ, ἀπὸ τοῦ στοιά. Ἴσως δὲ καὶ τὸ πόα ἡ βοτάνη, ἀπὸ τοῦ ποιὰ γέγονε. Θεόγνωτος. Ὄαροι: Αἱ γυναῖκες, αἱ γαμεταὶ, οἱονεὶ ὁμόαροί τινες οὖσαι, παρὰ τὸ ὁμοῦ ἀρηρέναι γάμῳ καὶ συνηρμόσθαι. Ἐξ αὐτοῦ δὲ καὶ ὀαρίζειν λέγεται. τὸ τοὺς ἄνδρας γυναιξὶν ὁμιλεῖν. Ἰλιάδος ζʹ, ὅθι ᾗ ὀάριζε γυναικί. Καὶ ὀαριζέμεναι, τὸ γυναικώδεις προσδιαλέγεσθαι λόγους, Ἰλιάδος χʹ. Ἔνθεν ὀαριστὺς, ὀαριστὺς πάρφασις, ἀντὶ τοῦ ὁμιλία παρασκευαστικὴ, Ἰλιάδος ξʹ. Καὶ, μετὰ προμάχων ὀαριστύν. Ἀντὶ τοῦ, ἐν τῇ τῶν πρωταγωνιστῶν ὁμιλίᾳ καὶ συναναστροφῇ, Ἰλιάδος νʹ. Ὀαριστὺν οὖν, συνόμιλον, συναναστρεφόμενον· ἀπὸ τοῦ ὀαρίζειν. Ὄβδην: Ἐπίρρημά ἐστι μεσότητος. Ἀπὸ τοῦ ὦμμαι, ὄβδην, ὡς ἀπὸ τοῦ ἕστηκα στάδην. Συνέστειλε τὸ ω εἰς ο. Μούσῃ γὰρ ἦλθεν ἐς ὄβδην. Ὀβελίσκος: Οἱονεὶ ὀφελίσκος τὶς ὢν, ὁ εἰς μῆκος ὀφελλόμενος, τουτέστιν αὐξανόμενος· ὀφέλλειν γὰρ τὸ αὔξειν. Καὶ ὀβελός. Σημαίνει δὲ ἀμφότερα τὰς σούβλας. Παρὰ τὸ βάλλω ἢ βέλλω γίνεται· τὸ μὲν οὐδέτερον, βέλος· τὸ δὲ ἀρσενικὸν, βελός· καὶ πλεονασμῷ τοῦ ο, ὀβελὸς, ὁ ἐοικὼς βέλει. ὅτι ὀβολὸς ἐκλήθη, ἐπειδὴ τὸ ἀρχαῖον τὸ χαλκοῦν νόμισμα τῶν Ἀθηναίων ὀβελίσκον εἶχεν. Φώτιος πατριάρχης. Ἀριστοφάνης ἐν Βατράχοις, Ναύτης διάξει, δύʼ ὀβολὼ μισθὸν λαβών. Φεῦ, Ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ. Τροπῇ δὲ γίνεται τοῦ ε εἰς ο· πρὸ τούτου γὰρ ὀβελίσκοις τραχέσιν ἐνομίστευον. Οἱ μὲν οὖν Ἴωνες, ὀβελός· ἡμεῖς δὲ, ὀβολός. Πάντων δὲ πρῶτος Φείδων Ἀργεῖος νόμισμα ἔκοψεν ἐν Αἰγίνῃ· καὶ δοὺς τὸ νόμισμα καὶ ἀναλαβὼν τοὺς ὀβελίσκους, ἀνέθηκε τῇ ἐν Ἄργει Ἥρᾳ. Ἐπειδὴ δὲ τότε οἱ ὀβελίσκοι τὴν χεῖρα ἐπλήρουν, τουτέστι τὴν δράκα, ἡμεῖς, καίπερ μὴ πληροῦντες τὴν δράκα τοῖς ἓξ ὀβολοῖς, δραχμὴν αὐτὴν λέγομεν, παρὰ τὸ δράξασθαι. Ὅθεν ἔτι καὶ νῦν λέγομεν ὀβολοστάτην τὸν τοκιστὴν, ἐπειδὴ σταθμοῖς παρεδίδουν οἱ ἀρχαῖοι. Ὁ δὲ Ὦρος λέγει ὅτι τὸ στῆσαι, δανείσασθαι δηλοῖ· ὀβολοστάτης οὖν ὁ τὰ μικρὰ δανείζων φίλοις, ἢ ὁ τοκογλύφος λεγόμενος· καὶ ὀβολοστατῆσαι, τόκους λαβεῖν. Ὄβριμος: Ἰσχυρὸς, γενναῖος, ἀπειλητικὸς, δυνατός. Παρὰ τὸ ΒΡΙ ἐπιτατικὸν μόριον, δηλοῦν τὸ ἄγαν, ἢ τὸ μεγάλως καὶ ἰσχυρῶς, γίνεται βρίμος· καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος· καὶ ὀβριμοεργὸς, ὁ μεγάλοις ἔργοις ἐπιτιθέμενος, καὶ ἰσχυρὰ διαπραττόμενος. Ὄβρυζος: Παρὰ τὸ ἁβρὸν, ὃ σημαίνει τὸ τρυφερόν. Ὄγδοος: Παρὰ τὸ ὀκτὼ, ὄκτοος καὶ ὄγδοος. Τὰ διὰ τοῦ ΟΟΣ ὀνόματα προπαροξύνεται· οἷον, σίγδοος, πείροος. Ψιλοῦται· πᾶν φωνῆεν τῶν ἀριθμῶν δασύνεται, πλὴν τοῦ ὀκτὼ καὶ εἴκοσι. Ὀγμεύω: Κατὰ τάξιν θερίζω. Ὄγμος: Ἡ ἐπίστιχος φυτεία τῶν δένδρων, καὶ κατὰ τάξιν ἀγωγή. Ὥσπερ γὰρ παρὰ τὸ δαΐζω γίνεται δαϊγμὸς, καὶ παρὰ τὸ φράζω φραγμὸς, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγμὸς, καὶ ὄγμος, κατὰ μετάθεσιν τοῦ α εἰς ο Αἰολικῶς, καὶ παροξύνεται. Ἢ παρὰ τὸ ἔχω ἐχμὸς, καὶ ὄγμος, παρὰ τὸ ἔχεσθαι ἄλλο ἐπʼ ἄλλο, καὶ πρὸς ἄλληλα ἔχειν τὴν σχέσιν. Δηλοῖ δὲ ὄγμος τὴν τομὴν τοῦ ἀρότρου· παρὰ τὸ οἴγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀροῦντος. Ὄγκαι: Πόλις ἐν Ἀρκαδίᾳ, ἀπὸ Ὄγκου τινὸς ὀνομασθεῖσα. Ὄγκιον: Ἀγγεῖον ἐν ᾧ ἀποτίθενται τινά· παρὰ τὸ ὀγκοῦσθαι πληρούμενον· ἢ ὅπου ἀποτίθενται τὰ σίδηρα τῶν βελῶν· ὄγκους γὰρ τὰς ἀκίδας λέγουσι καὶ ἐξοχὰς τῶν βελῶν, ἀπὸ τοῦ ἐξέχειν. Ἰλιάδος δʹ, Ὡς δʼ εἶδε νεῦρόν τε καὶ ὄγκους. Νεῦρον δὲ, ἐν ᾧ δέδεται τὸ σιδήριον τοῦ βέλους πρὸς τὸν κάλαμον. Ὅγε: Δύο μέρη λόγου εἰσὶν, ἢ ἕν; Δύο· ὁ, ἄρθρον· γε, σύνδεσμος. Ἐν συνθέσει ἐστὶν, ἢ ἐν παραθέσει; Παράλληλος σύνταξις ἐστὶ λέξεων, ἑκάστης τὸν ἴδιον τόνον φυλαττούσης. Τὰ ἐπεκτεινόμενα διὰ τοῦ ΔΕ, διὰ τοῦ ΓΕ οὐκ ἐπεκτείνονται· οἷον, τοῖος, τοιόσδε· τοιόσγε οὐ λέγεται· τόσος, τοσόσδε. Καὶ τὰ ἐπεκτεινόμενα διὰ τοῦ ΓΕ, διὰ τοῦ ΔΕ οὐκ ἐπεκτείνονται· οἷον, ἐγὼ, ἔγωγε· ἐμοὶ, ἔμοιγε. Ὅ: Ἄρθρον ὑποτακτικὸν μεταχθὲν εἰς ἀντωνυμίαν ἀναφορικήν· ἔθος γὰρ τῷ ποιητῇ τὰ ὑποτακτικὰ τῶν ἄρθρων εἰς ἀντωνυμίαν μετάγειν, ὅτε οὐκ ἔχει ὄνομα προϋποκείμενον εἰς ὃ συνταχθῇ. Σημαίνει δὲ τὸ ο, ἕξ· ἄρθρον προτακτικὸν, ὡς τὸ, Τὸν δʼ ὁ γέρων ἠγάσατο· καὶ ὑποτακτικὸν, ὡς τὸ, Ὅ σφιν ἐῢ φρονέων· καὶ ἀντωνυμίαν τρίτου προσώπου, ἀντὶ τοῦ οὗτος, ὡς τὸ, ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας· καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τὸ, ὃ μὲν οὔτι τόσον τελέθει κακὸν, ἔνδοθι μίμνον· καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸ, Λεύσσετε γὰρ τόγε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ· καὶ ἀντὶ τοῦ διὸ, ὡς τὸ, Τοίου γὰρ καὶ πατρὸς, ὃ καὶ πεπνυμένα βάζεις. Ὅ σφιν: Ἀντὶ τοῦ ὃς ἐν αὐτοῖς. Ἔστι προτακτικόν· καὶ εἴωθεν ὁ ποιητὴς τὰ προτακτικὰ ἀντὶ ὑποτακτικῶν χρῆσθαι, ὡς τὸ, Ἔνθα Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν· καὶ, Αἰδοῖος νεμεσητὸς, ὅ με προέηκε πυθέσθαι· ἀντὶ τοῦ, ὅστις. Χωρὶς εἰ μὴ τὸ μέτρον κωλύσει, ὃς μάλα πολλὰ πλάγχθη. Καὶ λέγεται ὅτι ἄρα ἀναλόγως τούτῳ χρῆται ὁ ποιητὴς, ἢ παραλόγως; Ἀναλόγως· ἐπειδὴ τὰ ὑποτακτικὰ τῶν ἄρθρων ὁμοιοκατάληκτα θέλει εἶναι τοῖς ἰδίοις προτακτικοῖς, τοῦ, οὗ· τῷ, ᾧ· ἔνθεν Ἀρίσταρχος εἰδὼς ὅτι ὁ ποιητὴς προτακτικοῖς χρῆται ἀντὶ ὑποτακτικῶν, τὸ, Ὅ σφιν προΐει, καὶ τὰ λοιπὰ, διʼ ἑνὸς σ γράφει. Ὅτις ἐπίορκον ὀμόσσει: Ἀόριστον ὄνομα· συνετέθη ἐκ τοῦ Ὁ ἄρθρου προτακτικοῦ, καὶ τοῦ τίς· σημαίνει δὲ τὸ, ὅστις. Ἀεὶ γὰρ ὁ ποιητὴς τὰ προτακτικὰ ἄρθρα ἀντὶ ὑποτακτικῶν χρῆται· χωρὶς εἰ μὴ μέτρον κωλύσει. Ὅστις: Ὄνομα ἀναφορικόν· καὶ συνετέθη ἐκ τοῦ Ὃς ἄρθρου ὑποτακτικοῦ, καὶ τοῦ τὶς ὀνόματος ἀορίστου. Τὸ γὰρ τὶς τὸ ἐρωτηματικὸν ἀεὶ τὸν οἰκεῖον τόνον φυλάττει, καὶ οὐδέποτε ἐγκλίνεται. Ὅου: Ὅου κράτος ἐστὶ μέγιστον. Ἄρθρον ὑποτακτικόν· τὸ δὲ ο λέγεται πλεονάζειν. Λέγει δὲ Ἡρωδιανὸς, ὅτι ὁ πλεονασμὸς τὸν οἰκεῖον τόνον φυλάττει, οἷον, ὥρακα, ἑώρακα· εἰ ἄρα οὖν καὶ τὸ ο κατὰ πλεονασμὸν ἐγένετο, ὤφειλεν εἶναι ὁοῦ περισπώμενον. Οὐκ ἔστι δὲ πλεονασμὸς, ἀλλὰ διαίρεσις· τὰ γὰρ ἄρθρα εἴωθε διαιρεῖσθαι, οὐχὶ πλεονάζειν· οἷον, ἧς, ἕης· οὗ, ὅου. Τὶ διαφέρει διαίρεσις πλεονασμοῦ; Διαφέρει, ὅτι ὁ μὲν πλεονασμὸς τὸν αὐτὸν τόνον φυλάττει, οἷον, εἴκοσι, ἐείκοσι· ἡ δὲ διαίρεσις ἐναλλάσσει τὸν τόνον. Δασύνεται· τὰ πλεονάζοντα φωνήεντα ἐν δασυνομένῃ λέξει μεταληπτικὰ γίνεται τοῦ δασέος πνεύματος. Ζήτει εἰς τὸ ἔειπεν. Ὁ δεῖνα: Ὥσπερ τὸ Νεάπολις δύο ὀνόματα εἰσὶ καθʼ ἑνὸς ὑποκειμένου, οὕτως καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰσὶ καθʼ ἑνὸς ὑποκειμένου. Τινὲς δὲ λέγουσιν, ὅτι μία λέξις ἐστὶ, καὶ οὐ δύο· οἵτινες κακῶς λέγουσιν. Εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι ἡ ἀρχή· οἷον, ὁ δεῖνα, τοῦ δείνατος τῷ δείνατι· τῆς γὰρ μιᾶς λέξεως φυλάττεται ἐν τῇ κλίσει ἡ ἀρχή· οἷον, φιλάνθρωπος φιλανθρώπου φιλανθρώπῳ. Γράφεται διὰ διφθόγγου, οὕτως ἐχούσης τῆς παραδόσεως, καὶ ἴσως πλανηθείσης ἐκ τοῦ τινὰς λέγειν ὅτι μία λέξις ἐστίν· οἱ γὰρ λέγοντες ὅτι μία λέξις ἐστὶν, λέγουσιν ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονεν ὁδέϊνα καὶ ὁδεῖνα. Αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον, αὐτὸς, οὗτος, ἐκεῖνος· μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν τὸ ὁ δεῖνα ἔχει τὴν ΕΙ δίφθογγον. Πρόσκειται, «ὑπὲρ μίαν συλλαβήν·» διὰ τὴν μὶν καὶ σφὶν μονοπρόσωπον. Μονοπρόσωποι δὲ λέγονται αὗται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον κατὰ τὴν ἀκολουθίαν· τὸ γὰρ ἐγὼ, σὺ, οὐκ εἰσὶ τούτων, ἀλλὰ τοῦ ἴ. Ὁδός: Παρὰ τὸ ἕω, τὸ πέμπω, ἑδὸς καὶ ὁδὸς, ὡς σβέω σβεδὸς καὶ σποδός. Τὸ δὲ οὐδὸς, πλεονασμός ἐστι τοῦ υ. Καὶ, Ἐπὶ γήραος οὐδῷ. ἀντὶ τοῦ ἐπʼ ἐξόδου τοῦ γήρως, ὅτε ἤδη πεπέρασται ὁ βίος καὶ διελήλυθε διʼ αὐτοῦ. Καὶ, Οὐδὸν ἐς λαύρην, Βατῆρα, βαθμόν. Σημαίνει δὲ τὴν δημοσίαν ὁδόν· λαύρην δὲ Φιλόξενος τὴν ῥύμην φησί. Καὶ τινὲς μὲν ὁδὸν ἀπέδωκαν, τινὲς δὲ τὸν κοπρῶνα, ὡς Ἱππώναξ. Ὁδίος: Πρὸ τέλους ἡ ὀξεῖα· ἐπεὶ κύριόν ἐστι· τὸ δὲ προσηγορικὸν ὅδιος, ὡς σκότιος. Ὀδὰξ λαζοίατο γαῖαν: Ἀντὶ τοῦ, τοῖς ὀδοῦσι δάκοιεν τὴν γῆν. Τοῦτο δὲ συμβαίνει αὐτοῖς ὀδυνωμένοις. Παρὰ τὸ δάκω δάξω δάξ· καὶ πλεονασμῷ τοῦ ο, ὀδάξ. Ὀδόντες: Οἱ ἐπὶ ἐδωδῇ ὄντες, ἔδοντές τινες. Παρὰ τὸ ἔδω, τὸ ἐσθίω, γίνεται ὀδούς· καὶ κλίνεται ὀδόντος· ὀξύνεται δὲ, καὶ διὰ τοῦ ΝΤ κλίνεται, ὡς μετοχή. Αἱ δὲ εἰς ΟΥΣ μετοχαὶ διὰ τοῦ ΝΤ κλίνονται· οἷον, διδοὺς διδόντος. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ΟΥΣ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὀνόματα οὐδέποτε συντίθενται, διὰ τὶ τὸ ὀδοὺς συντίθεται, οἷον τριόδους, κυνόδους. Πρόσκειται, «ὑπὲρ μίαν συλλαβὴν,» διὰ τὰ μονοσύλλαβα, εὔνους, εὔχρους. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΟΥΣ ὀνόματα οὐδέποτε ὀξύνονται, ἀλλʼ ἢ βαρύνονται ἢ περισπῶνται. Ἐπεὶ οὖν τὸ ὀδοὺς ὀξύνεται, τούτου χάριν συντίθεται, ἵνα βαρυνθῇ καὶ ἐκφύγῃ τὴν παράλογον τάσιν. Ὀδύνη: Παρὰ τὸ ἔδειν τὴν ψυχήν· καὶ ὀδυνήφατα φάρμακα, τὰ τὰς ὀδύνας παύοντα καὶ φθείροντα, παρὰ τὸ φθίω. Παρὰ τὸ ἔδω οὖν ὀδύνη· καὶ ῥῆμα ὀδύνω· σημαίνει τὸ τήκομαι καὶ καταπονοῦμαι· καὶ τροπῇ τοῦ ν εἰς ρ, γίνεται ὀδύρω. Τὸ ἐνεργητικὸν οὐχ εὕρηται· τὸ δὲ παθητικὸν, Ὀδυρομένη φίλα τέκνα. Ὀδυσσεύς: Εἴρηται ἀπὸ ἱστορίας. Ἀντίκλειαν γάρ φασι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύουσαν τὸ Νήριτον τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς, ὑπὸ ἀγωνίας τε καὶ φόβου καταπεσοῦσαν ἀποτεκεῖν τὸν Ὀδυσσέα. Οὕτω ταύτης τῆς ὀνομασίας ἔτυχεν, ἐπειδὴ κατὰ τὴν ὁδὸν ὗσεν ὁ Ζεύς. Ὀδμή: Παρὰ τὸ ὄζω ὀδὴ, καὶ ὀδμὴ, πλεονασμῷ. Ὀζῶ ὀζέσω· ὅθεν τὸ προσώζεσαν· ὥσπερ πιέζω, πιεζῶ. Ἐκ δὲ τοῦ ὄζω, ὁ μέλλων, ὄσω· ὁ παρακείμενος, ὦκα· ὁ μέσος, ὦδα· καὶ Ἀττικῶς, ὄδωδα. Ἡ ἐκ τοῦ ὀδῶ ὀδώσω, ὤδωκα· ὁ μέσος, ὦδα. Ὄζος: Ὁ κλάδος, παρὰ τὸ ἵζω, τὸ καθίζω· ἢ παρὰ τὸ ἕζω, τὸ κάθημαι, ἕζος καὶ ὄζος, τὸ ἐγκαθήμενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ, ἢ εἰς ὃν κάθηνται οἱ νεοσσοί· οἷον, Ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες. Ὄθομαι: Οὐδʼ ὄθομαι κοτέοντος. Ἀντὶ τοῦ ἐπιστροφὴν ποιοῦμαι ὀργιζομένου σου. Ἢ ὄθομαι, τὸ ταράττομαι, παρὰ τὸν ὄταβον, ὃ σημαίνει τὸν τάραχον. Οὕτω δὲ λέγουσιν Ἴωνες. Ἢ ἐκ τοῦ ὄθω, τὸ συστρέφω καὶ κινῶ, ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι. Ὅθεν καὶ ὀθόνη, ἡ εὐκίνητος διὰ τὸ λεπτότατον. Δύναται δὲ λέγεσθαι τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον· παρὰ τὸ ὄθμα, τὸ ὄμμα, ὀθμάνη καὶ ὀθόνη. Ἢ ἐκ τοῦ ὄθω, τὸ ἐπιστρέφομαι, οἱονεὶ τὸ μαλακὸν καὶ εὐένδοτον, καὶ εὐεπίστροφον. Ὀθνεῖον: Τὸ ξένον. Ὥσπερ παρὰ τὸ ἄριστος γίνεται ἀριστεῖον, καὶ κότταβος κοτταβεῖον, οὕτως καὶ παρὰ τὸ νόθος νοθεῖον. Ἢ ἐκ τοῦ νοθεύω, καὶ ὑπερβιβασμῷ ὀθνεῖον, οἱονεὶ τὸ νόθον· καὶ ὀθνεία. Ὅθεν καὶ ὅθι: Ἀπὸ τοῦ πόθεν, ἀποβολῇ τοῦ π, ὅθεν· καὶ δασύνεται· καὶ ὥσπερ ἐκ τοῦ ὑψόθεν ὑψόθι, οὕτω καὶ παρὰ τὸ ὅθεν γίνεται ὅθι. Σημαίνει δὲ τὸ ἔνθα, ὅπου. Διαφέρει δέ· ὅτι τὸ μὲν ὅθι, ἐπίρρημα ἐστὶ τοπικὸν, καὶ δηλοῖ τὴν εἰς τόπον σχέσιν· τὸ δὲ ὅθεν, τὴν ἐκ τόπου. Ἢ ἐκ τοῦ ο ἄρθρου, κατʼ ἐπέκτασιν τῆς ΘΙ, γίνεται ὅθι. Ὄθρυς: Ὅρος Θεσσαλίας, οἱονεὶ ἄθρυς τὶς ὤν· ὅθεν ἐστὶν ἀθρῆσαι, διὰ τὸ ὕψος. Οἱ: Σημαίνει ἕξ· ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικὸν, ὡς τὸ, Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι· καὶ ὑποτακτικὸν, ὡς τὸ, Ἀγχοῦ Κυκλώπων ... οἳ σφέας σινέσκοντο· καὶ ἀντὶ τοῦ οὗτοι, ὡς τὸ, Οἱ μὲν πὰρ νηυσὶ κορωνίσιν ἐμάχοντο. καὶ ἄρθρον ἀντωνυμικὸν συζυγοῦν τῇ ἐμοὶ, σοὶ, οἷ· ἥτις ἐγκλιθεῖσα σημαίνει ἀντωνυμίαν ἀντὶ τοῦ αὐτῷ· ὡς τὸ, Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. Ὀρθοτονουμένη δὲ σημαίνει ἑαυτῷ, ὡς τὸ, Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. Ὥσπερ δὲ λέγεται σφεῖς αὐτοὶ, καὶ ἑξῆς σφῶν αὐτῶν, σφᾶς αὐτοὺς, οὕτως καὶ ἐπὶ τοῦ ἑνικοῦ, οἷ αὐτῷ. Οἱ νεῴ: Σὺν τῷ ι. Πρῶτον ἀπὸ τοῦ οἱ Μενέλαοι καὶ οἱ ναοὶ γέγονε κατὰ τροπὴν τοῦ ο εἰς τὸ ω, καὶ μένει τὸ ι προσγεγραμμένον· Δεύτερον δὲ, ὅτι πᾶσα εὐθεῖα ἀρσενικῶν τε καὶ θηλυκῶν πληθυντικῶν, εἰς φωνῆεν λήγουσα ἀνεπέκτατος, εἰς ι θέλει λήγειν· οἷον, οἱ καλοὶ, αἱ μοῦσαι. Αἱ γὰρ θεματικαὶ εὐθεῖαι πληθυντικαὶ, ἤγουν αἱ μὴ ἀπὸ ἑνικοῦ κεκλιμέναι, οἷον, οἱ πέντε, καὶ οἱ ἑπτὰ, οὐκ ἀντίκεινται ἡμῖν, μὴ λήγουσαι εἰς ι· ἐπειδὴ οὐκ εἰσὶν ἀπὸ ἑνικοῦ κεκλιμέναι. Εἰ ἄρα οὖν οἱ Μενέλεῳ καὶ οἱ νεῲ εἰς φωνῆεν λήγουσιν, εἰς τὸ ι δηλονότι θέλουσι καταλήγειν. Οἴαξ: Ὁ κανὼν διʼ οὗ τὸ πηδάλιον φέρεται. Γίνεται παρὰ τὸ οἴω, τὸ κομίζω καὶ φέρω· ὁ μέλλων, οἴσω· ἐξ αὐτοῦ οἴαξ· καὶ κλίνεται οἴακος. Ἐξ οὗ γίνεται οἰήκιον· καὶ κατʼ ἔλλειψιν τοῦ κ, οἰήϊον. Σημαίνει δὲ τὸ πηδάλιον τῆς νηὸς, ἀφʼ οὗ φέρεται ἡ ναῦς. Ἢ ἀπὸ τοῦ οἴω οἴσω γίνεται οἴϊον· καὶ πλεονασμῷ τοῦ η. Οὕτω Φιλόξενος περὶ Ἰάδος διαλέκτου. Ἰλιάδος τʹ, Οἵτε κυβερνῆται, καὶ ἔχον οἰήϊα νηῶν. Οἴαξις: Χωρίον Κρητικὸν ὑψηλόν. Τινὲς δὲ, ὅτι πλεονασμός ἐστι τοῦ ι· Ὄαξις γὰρ ἦν· Δραξάμενος γαίης Οἰαξίδος. Οἰδίπους: Ὁ μὲν Θεόγνωτος, ἀπὸ τοῦ οἰδήσω Οἰδησίπους, κατὰ συγκοπὴν τῆς ΗΣ συλλαβῆς· ὁ δὲ Ἡρωδιανὸς λέγει μὴ εἶναι οὕτως, ἀλλʼ ἀπὸ τοῦ οἰδῶ οἰδίπους· ἄμεινον γὰρ τὸ ἀπαθὲς τοῦ πεπονθότος. Ζήτει εἰς τὸ εἰλίπους. Οἶδα: Ζήτει εἰς τὸ οἶσθα. Οἰδαίνει: Εἰς ὕψος αἴρεσθαι ποιεῖ, πληροῦται ὑπὸ τῆς ὀργῆς, ἀπὸ μεταφορᾶς τῶν οἰδημάτων, ἤγουν τῆς φλεγμονῆς· παρὰ τὸ οἰδῶ, ὅπερ ἀπὸ τοῦ οἴω γίνεται. Ἰλιάδος ιʹ, Ἀλλʼ ὅτε δὴ Μενέλαον ἔδυ χόλος, ὅστε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων. Οἶδμα: Τὸ κῦμα. Ἐκ τοῦ οἰδῶ, τὸ ἐξογκοῦμαι, οἰδήσω οἴδημα· καὶ συγκοπῇ, οἶδμα. Οἴδματι θύων, Ἰλιάδος ψʹ. Οἴδματα: Ἐπάρματα, φυσήματα· καὶ οἴδημα, ὄγκωμα, φλεγμονή. Οἰέτεας: Ὡς Διομήδεας. Ἔστι δὲ ἐπὶ τούτου τοῦ σχήματος παράλογος ὁ τόνος. Τὰ γὰρ ἀπὸ τῶν εἰς ΟΣ ληγόντων οὐδετέρων δισυλλάβων σύνθετα εἰς ΗΣ λήγοντα ἐπιθετικὰ, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενὴς, ἀκλεής. Ἐχρῆν οὖν καὶ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκεται, ὡς εὐσεβέα. Οἴκαδε: Ἐπίρρημα τοπικὸν τῆς εἰς τόπον. Καὶ διατί ἐστι προτέρα ἡ ἐν τόπῳ; Ἐπειδὴ εἰ μὴ ἐν τόπῳ ᾖς, εἰς τόπον οὐ δύνασαι ἀπελθεῖν. Οἶκος: Παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ, ὑφʼ οὖ χωρούμεθα· ὅθεν καὶ οἶκτος· οἱ γὰρ οἰκτείροντες εἴκουσι καὶ ὑποτάσσονται. Οἰκός: Παρὰ τὸ ἐοικός· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε, οἰκός. Οἰκῆας: Οἰκείους, οἰκέτας, δούλους· οἶμαι ἀπὸ τοῦ οἰκεὺς, ὡς Ἀχιλλεύς. Οἶκτος: Σημαίνει τὸν θρῆνον. Ἔστιν οἴχω, τὸ πορεύομαι· ἡ μετοχὴ, οἰχόμενος· κατοιχόμενοι, οἱ κάτω πορευόμενοι, ἤγουν οἱ νεκροί. Τούτου ὁ παρακείμενος, ᾦχα· ὁ παθητικὸς, ᾦγμαι, ᾦκται· καὶ ἐξ αὐτοῦ οἰκτὸς, ὁ ἀποθανών· οἶκτος δὲ βαρύνεται, ὁ ἐπὶ θανάτῳ θρῆνος. Οἰκτρός: Ὁ ἐλεεινός. Οἰδαίνειν: Θυμοῦσθαι, ἐπαίρεσθαι, φυσᾶσθαι. Παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ προϊῶ, γίνεται φοιτῶ· ἐκ τούτου φοιταίνω· ἀποβολῇ τοῦ φ, καὶ τροπῇ τοῦ τ εἰς δ, οἰδαίνω· καὶ ὁ παρατατικὸς, οἴδαινον· τρέπεται γὰρ τὸ ο ἐπὶ τοῦ παρατατικοῦ εἰς ω· οἷον, οἰκῶ, ᾤκουν· πλὴν ἕνδεκα· οἰῶ οἴουν, τὸ μονῶ· οἰμῶ, οἴμουν· οἰστρῶ, οἴστρουν· οἰωνίζομαι, οἰωνιζόμην· οἰωνοσκοπῶ, οἰωνοσκόπουν· οἰωνοπολῶ, οἰωνοπόλουν· οἰακονομῶ, οἰακονόμουν· οἰακοστροφῶ, οἰακοστρόφουν· οἰκουρῶ, οἰκούρουν· οἰδαίνω, οἴδαινον· οἰμώζω, οἴμωζον. Ταῦτα δὲ διφορεῖται. Οὐ τρέπονται δὲ ἢ διὰ εὐφωνίαν, ἢ Ἰωνικῷ ἔθει, ὥς τινες φασίν. Οἶδα: Ὥσπερ ἀπὸ τοῦ εἴκω γίνεται ἔοικα, οὕτως καὶ ἀπὸ τοῦ εἶδα μέσου παρακειμένου γίνεται διαλύσει ἔϊδα καὶ ἔοιδα καὶ οἶδα. Τὸ μέντοι σύνοιδα Αἰολικόν ἐστι, καθὸ τὸν τόνον ἀνεβίβασε· ἔδει γὰρ ὡς εἶκα συνεῖκα, οὕτως οἶδα συνοῖδα. Οἶμος: Ἡ ὁδός· παρὰ τὸ οἰμῶ τὸ σημαῖνον τὸ ὁρμῶ· ὁ μέλλων, οἰμήσω· ἐν ᾗ ὁρμῶσι τινὲς καὶ ὁδεύουσι. Καὶ ἡ ῥάβδος οἶμος λέγεται, παρὰ τὸ ὁρμᾶν εἰς εὐθὺ ἐν τῷ φύεσθαι· οἷον, Τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, Ἰλιάδος λʹ. Ὁ δὲ Φιλόξενος παρὰ τὸν οἴσω μέλλοντα οἶμος, ἡ ὁδὸς, διʼ ἧς παντοίας φέρονται φορὰς οἱ κατʼ αὐτὴν ὁδεύοντες τῇδε κἀκεῖσε. Οἴμη: Ἡ ᾠδή· παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτέστι ταῖς ὁδοῖς, ψάλλεσθαι. Ὦρος. Ἀφʼ οὗ καὶ προοίμιον ἐπί τε ποιημάτων, καὶ μεταφορικῶς ἐπὶ τῶν πεζῶν. Οἶμα: Οἶμα λέοντος ἔχων, Ἰλιάδος πʹ. Ἀπὸ τοῦ οἰμῶ οἰμήσω· οἷον, Οἴμησεν δὲ ἁλεὶς ὥστʼ αἰετός. Οἴμημα· καὶ κατὰ συγκοπὴν, οἶμα, τὸ ὅρμημα. Οἰμώζειν: Τὸ θρηνεῖν· παρὰ τὸ οἴμοι θρηνητικὸν ἐπίρρημα. Ἢ ἔστιν ὤ, σχετλιαστικὸν ἐπίρρημα· ὅθεν τὸ ὤμοι· ὅπερ οὐκ ἔχει προσγεγραμμένον τὸ ἰῶτα. Ἐκ γοῦν τοῦ ὤμοι ἐπιρρήματος γίνεται καθʼ ὑπερβιβασμὸν οἰμώζω· ὁ παρατατικὸς, οἴμωζον καὶ ᾤμωζον, διφορεῖται. Οἰμωγή: Στεναγμὸς, ὀλοφυρμός. Ἀπὸ τοῦ οἰμώζω. Τὸ δὲ οἴμοι, ἐπηύξηται φησὶν Ἡρωδιανὸς ἀπὸ τοῦ οἲ ψιλουμένου· τὰ δʼ ἄλλα, δασύνονται. Ὁμοίως καὶ Θεόγνωτος. Ὦρος. Οἶνος: Οἴνους τὶς ὤν· παρὰ τὸ οἰήσεως καὶ πλάνης αἴτιος τοῖς ἀνθρώποις γίνεσθαι· ὡς Ἀριστοφάνης, Σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; Ὁρᾶς; ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας. Ἢ παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, παρὰ τὴν ἐξ αὐτοῦ ὄνησιν, Ἰλιάδος ζʹ, ἔπειτα δὲ κʼ αὐτὸς ὀνήσεαι, αἴκε πίῃσθα. Ἢ παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον· οἱ γὰρ παλαιοὶ ἐγαλακτοτρόφουν πρὸ τοῦ εὑρεθῆναι τὸν Δημητριακὸν καρπόν. Οἰνίζεσθαι: Σημαίνει τὸ οἶνον ἀγοράζειν. Οἰνοποτάζων: Οἶνον πίνων. Οἴνοπε: Βόε οἴνοπε, Τουτέστι μέλανες· ὡς αἴθοπα οἶνον, τὸν μέλανα ἐν αὐτῷ. Οὕτως Ὦρος. Οἰνόφλυξ: Φλύειν ἐστὶ τὸ ὁρμὴν ἔχειν πρός τι· ὅθεν οἰνόφλυξ, ὁ εἰς τὸν οἶνον ὁρμῶν. Οἷο κασιγνήτοιο: Τοῦ ἰδίου ἀδελφοῦ. Ἡ εὐθεῖα, ὅς, οὗ· καὶ Ἰωνικῶς, οἷο. Ὁ κανών· οἱ Ἴωνες καὶ οἱ Θετταλοὶ τὰς εἰς ΟΣ εὐθείας διὰ τοῦ ΟΙΟ προφέρουσιν. Οἱονεί: Εἰς τὸ ἐνθαδί. Οἰοπόλῳ: Χώρῳ ἐν οἰοπόλῳ, ἐν ᾧ ὄϊες πολοῦνται, ἢ οἶός τις πολεῖται μόνος· ἐξ οὗ, ἐν ἐρήμῳ. Οἶος, ὁ μόνος· καὶ οἴη, ἡ μόνη· παρὰ τὸ ἴος, ὃ σημαίνει τὸ αὐτό· καὶ κατὰ πλεονασμὸν τοῦ ο, οἶος· προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι, Ἰλιάδος ηʹ, ἐκ μόνου μόνος· νῦν δὲ μόνος πρὸς μόνον. Οἰός: Ἐϋστρόφῳ οἰὸς ἀώτῳ, Καλῶς ἐστρεμμένῳ ἐρίῳ, τουτέστι ἐρίᾳ, σφενδόνῃ· προβάτου ἄνθει, ὅ ἐστιν ἐρίῳ. Οἶσθα: Ἀντὶ τοῦ γινώσκεις. Ἔστιν εἰδῶ περισπώμενον, καὶ ἄλλο εἴδω βαρύτονον· ὁ μέσος παρακείμενος, οἶδα· τοῦ δὲ περισπωμένου ὁ μέλλων, εἰδήσω· παράγωγον, εἴδημι· τὸ δεύτερον, εἴδης· καὶ κατʼ ἐπέκτασιν τῆς ΘΑ συλλαβῆς, εἴδησθα· καὶ κατὰ συγκοπὴν τῆς ΔΗ, καὶ τροπῇ Αἰολικῇ τοῦ ε εἰς τὸ ο, οἶσθα. Ἢ τὸ οἶδα Αἰολικῶς, οἴδημι λέγεται· τὸ δεύτερον, οἴδης· καὶ κατʼ ἐπέκτασιν, οἴδησθα· καὶ συγκοπῇ, οἶσθα. Οἴσετε: Ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ. Ἔστι γὰρ οἴσω μέλλων, καὶ μετάγεται εἰς ἐνεστῶτα· τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ποιητικὰ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. Τούτου τὸ προστακτικὸν, οἶσε οἰσέτω· καὶ οἴσετε, ἀντὶ τοῦ ἄγετε. Ἰστέον ὅτι τοῦ φέρω μέλλων οὐκ ἔστι· τοῦ δὲ οἴσω ἐνεστὼς οὐκ ἔστι· πλὴν ἔθος τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. Οὕτως ἔχει καὶ τὸ ἄξετε, ἀντὶ τοῦ φέρετε. Οἰσπώτη: Ὁπλὴ προβάτου. Ἐκ τοῦ ὄϊς καὶ τοῦ πατῶ, ὀϊσπάτη· καὶ τροπῇ τοῦ α εἰς ω. Οἰσυπηρὰ ἔρια: Τὰ ῥυπαρά. Καὶ οἴσυπον λέγουσιν· ἀλλʼ Ἀριστοφάνης ἐν Λυσιστράτῃ οἰσπώτην εἴρηκεν. Οὐκ εὖ δὲ τὸ μαρτυρούμενον παρατίθεται· ἔστι γὰρ οἰσπότη τὸ τοῦ προβάτου διαχώρημα. Ἔστιν οὖν ὡς οἶμαι οἴσυπος, οἴσρυπος οἰὸς ῥύπος· καὶ ἐκ τούτου οἴσυπος, οἰσυπηρός. Οἰσύϊνα: Γέρρα οἰσύϊνα. οἰσύα, γένος τι ἰτέας, ἀφʼ ἧς ἔπλεκον τὰ κανᾶ. Ἐκ τούτου δὲ καὶ τὰ γέρρα· σκεπαστήρια ταῦτα πολεμικά· οὐ κυκλοτερῆ δὲ, ὡς αἱ ἀσπίδες, ἀλλὰ τετράγωνα· καὶ οὐδὲ ταῖς παρατάξεσιν ὑφʼ ἑκάστου στρατιώτου φερόμενα ὡς αἱ ἀσπίδες, ἀλλὰ τοῖς σταθμοῖς καταπηγνύμενα· ἢ εἴπερ ἄρα ἐξόπισθεν τῆς παρατάξεως, ὡς σκέπη ἐσόμενα τῷ στρατοπέδῳ ἀπὸ τῶν ἀπὸ τῆς παρατάξεως φερομένων βελῶν. Οἶτος: Θρῆνος, μόρος, θάνατος. Παρὰ τὸ ΟΙ καὶ ΜΟΙ στεναγμοῦ ἐπίρρημα· παρὸ καὶ τὸν μόχθον δηλοῖ. Ὦρος. Οἰστρεῖ: Ἐρεθίζει, ἐκμαίνει. Οἰσχός: Κλῆμα βότρυας φέρον ὀργῶντας καὶ γενναίους· καὶ ὀσχοφόρια, τὰ τῆς ἀμπέλου κλήματα περιέχοντα βότρυας, παρὰ Ἀριστοφάνει. Οἰχνεῖν: Ἀμφίβολον· ἢ παρὰ τὸ ἴχνος ἰχνῶ· καὶ πλεονασμῷ τοῦ ο, οἰχνῶ· ἢ παρὰ τὸ οἴχω οἰχνῶ, ὡς ὀρέγω, ὀριγνῶ· σκέδω, σκιδνῶ. Ἔχεις δὲ ἀμφότερα εἰς τὸ Περὶ Παθῶν. Οἰωνός: Ὄρνις, ὁ γύψ· παρὰ τὸ οἰῶ, τὸ μονῶ, γίνεται· φασὶ γὰρ τινὲς, ὅτι καὶ χωρὶς μίξεως πέφυκε πολλάκις τίκτειν ἐξ ἀνέμου καὶ θερμασίας καὶ τῶν τοῦ ἡλίου ἀκτίνων. Ὥσπερ δὲ παρὰ τὸ κοινῶ κοινώσω γίνεται κοινωνὸς, οὕτως καὶ ἀπὸ τοῦ οἰῶ, τὸ μονῶ, ὁ μέλλων, οἰώσω, οἰωνός· ὁ παρακείμενος, οἴωκα, οἴωμαι, οἰώθην, σημαίνει τὸ ἐμονώθην· ἀπὸ τοῦ οἶος γίνεται. Οἰωνοπόλος: Ὀρνεοσκόπος, μάντις ὁ περὶ οἰωνοὺς, ἤγουν γύψι καὶ κόραξι καὶ ἄλλοις ὄρνισι περιπολῶν, ἤγουν ἀναστρεφόμενος, καὶ μαντευόμενος. Ὅθεν καὶ οἰωνιστὴς, ὁ μάντις. Ὀϊζυρός: Ἐπίπονος, ἄθλιος, ταλαίπωρος, χαλεπὸς, ἀτυχής· καὶ ὀϊζὺς, ἡ ταλαιπωρία. Παρὰ τὸ ἵζω δηλοῖ τὸ καθίζω γίνεται ἱζὺς, ὡς ἥδω ἡδύς· καὶ μετὰ τοῦ α, τοῦ δηλοῦντος τὸ κακὸν, γίνεται ἀϊζὺς, ἡ κακῶς καὶ δυστυχῶς ἱζάνουσα τοῖς ἀνθρώποις· καὶ τροπῇ τοῦ α εἰς ο. Ἐκ δὲ τοῦ ὀϊζὺς, ῥῆμα ὀϊζύω· σημαίνει τὸ μοχθῶ καὶ ταλαιπωρῶ ἐξ οὗ γίνεται ὀϊζυρός. Ὁ δὲ Ἀπολλώνιος λέγει, ὅτι ἔστιν οἴ ἐπίρρημα σχετλιαστικὸν ἢ θρηνητικόν. Ἐκ τούτου γίνεται οἴζω, ὡς λίαν λιάζω, καὶ αἲ αἲ αἰάζω. Ἐκ δὲ τοῦ οἴζω γίνεται οἰζύω· καὶ κατὰ διάλυσιν, ὀϊζύω, καὶ ὀϊζυρός. Τὸ ΖΥ, μακρόν· ἐπειδὴ τὰ εἰς ΡΟΣ ὀξύτονα, ὑπὲρ δύο συλλαβὰς, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, πάντοτε ἔχουσι καὶ τὴν πρὸ τέλους μακράν· οἷον, ἰσχυρὸς, ὀκνηρός. Ὀϊστοί: Τὰ βέλη. Παρὰ τὸ ἵημι, τὸ πέμπω, γίνεται ὀϊστὸς, κατὰ πλεονασμὸν τοῦ ο· ἢ παρὰ τὸ οἴσω, τὸ φέρω, οἰστὸς, καὶ ὀϊστός· ἐξ οὗ ὀϊστεύω· σημαίνει τὸ τοξεύω. Ὀϊστοὶ, τὰ βέλη, ἤτοι τὰ τόξα. Εἴρηται δὲ τόξον, ὅταν τείνηται ἐν τῇ νευρᾷ· παρὰ τὸ τάζω, τὸ τανύω· ὀϊστὸς δὲ, ὅταν φέρηται καὶ βαστάζηται, ἐκ τοῦ οἴω, τὸ κομίζω. βέλος γὰρ, τὸ συστάδην καὶ οὐ μακρόθεν, ἀλλʼ ἐγγύθεν βαλλόμενον, καὶ οἷον κρατουμένου καὶ τοῦ βέλους ἐν τῇ χειρί. Ἰὸς δὲ, παρὰ τὸ ἵημι, ὅταν μακράν που πέμπηται ἀπὸ τῆς νευρᾶς. Βιὸς δὲ, ἀπʼ αὐτῆς τῆς βίας, ἤτοι συντονίας τῆς τάσεως, εἴρηται· ἢ ὅτι οἱ ἀρχαῖοι διʼ αὐτοῦ τὰ πρὸς τὸν βίον εἶχον, θηρῶντες ἢ κυνηγετοῦντες. Ὀϊσθείς: Ὑπονοήσας· ἐκ τοῦ ὀΐω. Ὀΐω: Σημαίνει δύο· τὸ ὑπολαμβάνω, ἅτινʼ οὐ πείσεσθαι ὀΐω· καὶ τὸ προσδέχομαι, κεῖνον ὀϊομένη τὸν κάμμορον. Οἴων: Ὅστʼ οἴων μέγα πῶϋ, Ἰλιάδος γʹ. Ἀρίσταρχος καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης δισυλλάβως, ὡς αἰγῶν· λέγει γὰρ, ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, οἶς· διαμαρτάνει δέ. Οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, ἀλλὰ δισυλλάβως, Τοῖσι δʼ ὄϊς λάσιος. Καὶ τὰς πλαγίους κατὰ διάστασιν λέγει, εἰ μὴ κωλύει μέτρον, Νῶτον ἔθηκʼ ὄϊος· καὶ, Ἡδʼ ἀπάνευθεν ὄϊν· καὶ, Μῆλʼ ὄϊές τε καὶ αἶγες· ἕνεκα δὲ μέτρου, οἰὸς ἀώτῳ. καὶ ἄλλως· ὅτι τὸ ὄϊς δισύλλαβον ἀναλογώτερόν ἐστι τοῦ μονοσυλλάβου. Πολλὰ γάρ ἐστιν εἰς ΙΣ λήγοντα ἐπʼ εὐθείας εὑρεῖν, οὐδὲν δὲ εἰς ΟΙΣ, εἰ μὴ μόνον τὸ οἶς παρʼ Ἀττικοῖς, καὶ τὸ φθοῖς. Ὅκκα δὲ τύνη εἴην: Παρὰ Ἀλκμᾶνι. Τὸ ὅτε ὅκα λέγει ἡ διάλεκτος· εἶτα διπλασιάσασα, ὅκκα. Περὶ Παθῶν. Ὀκλαδιᾶν: Ὀκλάζειν. Παρὰ τὸ ἐγκλᾶν καὶ κάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. Ἐκ δὲ τοῦ κλῶ κλάσω γίνεται ῥηματικὸν ὄνομα κλᾶς· καὶ Δωρικῶς, κλάξ· καὶ πλεονασμῷ τοῦ ο, ὀκλὰξ, ὡς ὀδάξ· καὶ ὀκλάζει, χωλεύει, ἐπὶ γόνυ κάμπτεται. Ὀκνείω: Οὐκ ἔστι πλεονασμός· λέγει γὰρ, ὅτι ἔστιν ὀκνῶ· καὶ κατὰ Ἴωνας, ὀκνέω· καὶ πλεονασμῷ τοῦ ι, ὀκνείω. Οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ κατὰ παραγωγήν· ὥσπερ παρὰ τὸ θάλπω γίνεται θαλπείω, ῥιγῶ ῥιγείω, οὕτως ὀκνῶ ὀκνείω. Περὶ Παθῶν. Καὶ Δημοσθένης ἐν δευτέρῳ Φιλιππικῶν τὸ ὀκνεῖν ἀντὶ τοῦ φοβοῦμαι εἶπε καὶ δέδοικα· ὀκνηροὶ γὰρ, φοβούμενοι καὶ δεδιότες. Τάττεται δὲ ἐπὶ ἀργίας καὶ ῥαθυμίας καὶ ἀμελείας. Ὄκνος, ἡ ἀκινησία τὸ πάθος, οἱονεὶ ἄκινός τις ὤν· συγκοπῇ, καὶ τροπῇ τοῦ α εἰς ο, ὄκνος. Ὀκρίβαντες: Ἐφʼ ὧν ἄκρων ἑστᾶσιν οἱ ὑποκριταὶ, οἱονεὶ ἀκρίβαντες τινὲς ὄντες· παρὰ τὸ ἄκρον. Γράφεται δὲ διὰ τοῦ ι, ὡς ἀργὸν ἀργικέραυνον. Ὀκρίδα: Ταυτόν ἐστι τὸ ὀκριόεις διὰ τὴν τραχύτητα. Φαίνεται δὲ ὁ σχηματισμὸς παρὰ τὰς ἄκρας καὶ τὰς ἐξοχάς. Πόθεν δὲ ἔχει τὴν ἀφορμήν; Πλεονασμῷ τοῦ ο λέγεται. Παρὰ τὸ ἀκρίζω ῥῆμα, ἀκρὶς καὶ ὀκρίς. Ὀκριόεις: Ὁ τραχὺς λίθος· ὀκρίας δὲ τὰς πέτρας φησὶν Ὅμηρος, Διʼ ὀκρίας ἠνεμοέσσας. Παρὰ τὸ ἄκρος καὶ τὴν ἐξοχὴν, πλεονασμῷ τοῦ ι. Ἢ κατὰ παραγωγὴν γίνεται ἄκριος, ὡς Βοιώτιος· ἐκ δὲ τοῦ ἄκριος γίνεται ἀκριόεις, ὡς βροτὸς βροτόεις· καὶ τροπῇ τοῦ α εἰς ο, ὀκριόεις· καὶ τὸ θηλυκὸν, ὀκριόεσσα· καὶ ῥῆμα ὀκριόω. Ἀπὸ δὲ τοῦ ὀκριόεις γίνεται ὀκρυόεις, ὁ ἀκρότατος καὶ ἄκρατος φόβος. Ἢ παρὰ τὸ κρύος κρυόεις, καὶ ὀκρυόεις, πλεονασμῷ τοῦ ο, ὁ κρύους καὶ φόβου ποιητικός. Ὀκτάκνημα: Ὀκτάραβδα, ὀκτακέρκιδα· κνῆμαι γάρ εἰσιν αἱ ἐντὸς τῶν τροχῶν ῥάβδοι ἐμπεπηγμέναι πρὸς τῇ χοινικίδι. Ὀλέκρανα: Τῶν ἀγκώνων τὸ ὀστοῦν. Ὄλεχον καὶ ὄλβαχνον: Εἰς τὸ δερβιστήρ. Ὄλβιος: Μακάριος, εὐδαίμων, πλούσιος, καὶ ἐν μηδενὶ ἐνδεὴς ὢν, οἱονεὶ οὔλιός τις ὤν· οὖλον γὰρ ἐνταῦθα τὸ ὑγιές. Ἢ παρὰ τὸ ὄλβος, ὅ ἐστιν ὁλόκληρος καὶ τέλειος· τοῦτο δὲ παρὰ τὸ ὅλος· πλεονασμῷ τοῦ β, ὅλβος. Ὄλβιοι δὲ λέγονται οἱ ὅλον τὸν βίον, ἤγουν τῆς ζωῆς χρόνον, ἐν εὐδαιμονίᾳ διάγοντες. Ὀλέκοντο: Ὀλέκοντο δὲ λαοί. Ἀπώλλοντο. Παρατατικὸς Ἰωνικός· ἄρχεται ἀπὸ τοῦ ο· καὶ ἔστιν ἄκλιτον, ὡς ἀπὸ μέλλοντος· παρὰ τὸ ὀλῶ ὀλέσω ὀλέσκω· καὶ κατʼ ἔνδειαν τοῦ σ, ὀλέκω. Καὶ τὸ Ὀλέκεσθαι: Τὸ ἐπιστρόφως καὶ ἐρρωμένως ἐπʼ αὐτοὺς στρέφεσθαι. Ὄληαι: Τυραννίων προπερισπᾷ, καὶ τὸ ἰῶτα προσγράφει, οἰόμενος παρέλκειν τὴν ΑΙ. Οὕτω καὶ ἐπὶ τοῦ πρώτη ἐπαύρηαι. Ἔστι δὲ μέσος ἀόριστος δεύτερος, καὶ οὐ περισπᾶται, οὐδὲ προσγράφεται τὸ ι. Τὸ μέντοι, Αὐτὸς ἐν ὀφθαλμοῖσιν ὄρηαι, ἐκ τοῦ ὄρεαι γίνεται ἐνεστὼς, ὡς ἀπὸ τῆς πρώτης συζυγίας κατʼ ἔκτασιν, ὡς δίζεαι, δίζηαι. Λέγουσι γὰρ οἱ Ἴωνες ὀρέω, ὡς ἀπὸ τῆς πρώτης συζυγίας. Ὦρος ὁ Μιλήσιος. Ὀλίγον: Παρὰ τὸ ὅλον κατὰ ἀντίφρασιν, τὸ μὴ ὂν σῶον· καὶ ὀλίγος, ὁ μικρὸς, παρὰ τὸ ὅλος, ὃ σημαίνει τὸν ὁλόκληρον. Ὀλιγωρία: Ἡ ἀμέλεια· παρὰ τὴν ὥραν, τὴν φροντίδα, καὶ τὸ ὀλίγον· τὸ δὲ ὀλίγον καὶ ἐπὶ τοῦ οὐδαμῶς εἴρηται, ὡς τὸ, Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. ἀντὶ τοῦ οὐδαμῶς. Ὦρος. Ὀλιγαρτία: Ἢ ἔνδεια τοῦ σίτου. Ὀλιγαίμους: Παρὰ τὸ αἷμα ἐστίν. Ὦρος ὁ Μιλήσιος. Ὀλιγηπελέων: Ὀλιγοδρανέων, ὀλίγον ἰσχύων, ἐξησθενηκώς· δραίνειν γὰρ τὸ ἰσχύειν. Ὀλίος: Κατὰ διάλεκτον· Ταραντῖνοι γὰρ τὸ ὀλίγος ὀλίος λέγουσιν, ἄνευ τοῦ γ. Ἐν Δούλῳ Μελεάγρῳ, Ὀλίοισιν ἡμῶν ἐμπέφυκʼ εὐψυχία· καὶ ὀλίον μισθόν. Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς βάρβαρον· καὶ τὸ, ὀγίννος, γίννος φησί. Τοῦτο δὲ εἴρηκε τὸ ἐξ ἵππου μὲν μητρὸς, πατρὸς δὲ ὄνου. Περὶ Παθῶν. Ὀλίζων: Ὀλίζονος ἔμμορε τιμῆς, Διονύσιος ὁ περιηγητὴς ὀλίγης, μικρᾶς, εὐτελοῦς. Παρὰ τὸ ὀλίγον γίνεται. Ὁλκός: Ἡ ἰσχυρὰ φορά. Παρὰ τὸ ἕλκω, ὁλκὸς, ὡς φέρβω, φορβός· ὅθεν καὶ ὁλκάδες αἱ νῆες· καὶ ὁλκοὶ, οἱ τόποι διʼ ὧν ἕλκονται αἱ νῆες· ἢ σχοινία τινὰ εἰς τὸ ἕλκειν ἐπιτήδεια. Λέγεται δὲ καὶ ὁλκὸς, ὁδὸς, συρμὸς, ἀγωγὸς, ἢ πόρος ὕδατος. Ὄλαιτος καὶ ὀλεμεύς: Ὁ σπερμολόγος, παρὰ τὰς ὀλὰς, ὁ τὰς ὀλὰς βάλλων. Ὦρος ὁ Μιλήσιος. Ὅλος: Παρὰ τὸ ὀλῶ, τὸ πληρῶ. Ὁλοκαύτωμα: Ἐκ τοῦ ὀλῶ, τὸ φθείρω, καὶ τοῦ καίω. Ὄλισθος: Παρὰ τὸ ὅλως θέειν· ἢ παρὰ τὸ ὅλος καὶ τὸ ἵζω, τὸ κάθημαι, ὁ ὅλος καταπίπτων· καὶ ῥῆμα ὀλίσθω ὀλισθήσω, τὸ καταπίπτω. Ὄλεθρος: Παρὰ τὸ ὀλέω, ὀλέσω, ὤλεκα, ὤλεσμαι· ἐξ αὐτοῦ ὄλεθρος. Ἢ παρὰ τὸ ὅλως θραύειν. Ὀλιγωρηκότες: Ἠφροντικότες, ἠμεληκότες. Ὀλλύω: Οἱ μὲν, παρὰ τὸ ὀλῶ ὀλύω· καὶ πλεονασμῷ τοῦ λ, ὀλλύω· οἱ δὲ, παρὰ τὸ ὄλλω ὀλλύω. Τὰ δὲ διὰ τοῦ ΥΩ ποιοῦντα παράγωγα, εἰ μὲν ὦσιν ὑπὲρ δύο συλλαβὰς, ἄχρι τοῦ παρατατικοῦ κλίνεται· οἷον ὀλλύω, ὄλλυμι· εἰ δὲ ὦσι δισύλλαβα, κλίνεται καὶ μετὰ τὸν παρατατικὸν, κλῦμι, κλύσω. Ὀλοὴ καὶ Ὀλοιή: Σημαίνει τὴν ὀλεθρίαν. Παρὰ τὸ ὀλῶ, ἢ ὄλλω, γίνεται ὀλοὸς ὀλοὴ, ὡς θοὸς θοή. Ὀλολυγή: Φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμεναι· ἢ ἁπλῶς ὁ μετὰ ἤχου κλαυθμὸς καὶ θρῆνος· παρὰ τὸ ὀλολύζω· τοῦτο παρὰ τὸ ὀλῶ ὀλύω ὀλύζω· καὶ κατὰ ἀναδιπλασιασμὸν, ὀλολύζω. Ὀλοφυδνόν: Γοερὸν, θρηνητικόν· παρὰ τὸ ὀλοφύρω, ὀλοφυρὸν καὶ ὀλοφυδνόν. Ὀλοφυρόμενος: Κλαίων, θρηνῶν. Κυρίως δὲ τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν· παρὰ τὸ ὅλως φύρειν ἑαυτόν. Ὀλοφώϊα: Ὀλέθρια καὶ χαλεπά· παρὰ τὸ τοὺς φῶτας ὀλλύειν, ὅ ἐστιν ὀλοθρεύειν. Παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς. Ὀλοοίτροχος: Ἰλιάδος νʹ, Πτολεμαῖος καὶ Ἀριστόνικος ψιλοῦσι παροξύνοντες, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοόν· ἐπένθεσις δὲ τοῦ ι περιττή. Οἱ δὲ δασύνουσιν, ἵνʼ ᾖ ὅλος τροχοειδὴς, καὶ κατὰ πᾶν μέρος ἀστήρικτος. Δημόκριτος δὲ τὸ κυλινδρικὸν σχῆμα ὁλοοίτροχον καλεῖ. Ἐκ δὲ τοῦ ὀλοὸς γίνεται ἡ κλητικὴ ὀλοέ· καὶ κατὰ συγκοπὴν ὀλέ. Ἐὰν δὲ ὀλὸς ᾖ ἡ εὐθεῖα, γένοιτʼ ἂν ἡ κλητικὴ ὀλὲ, καὶ οὐκ ἔστι συγκοπή· οἷον, ἔχει μʼ ἄχος, ὦ ὀλὲ δαῖμον. Τοῦτο Περὶ Παθῶν Ἡρωδιανός. Ὀλοώτερος: Ἐκ τοῦ ὀλοός. Ἔστι δὲ συγκριτικὸν ἀντὶ ἁπλοῦ· τὸ γὰρ δικαιότατος καὶ ὀλοώτερος παρὰ τῷ ποιητῇ ἀντὶ ἁπλοῦ παραλαμβάνεται· τύπου γάρ ἐστι συγκριτικοῦ, σημαινομένῳ δὲ ἀντὶ ἁπλοῦ παραλαμβάνεται. Ὅλμος: Ἐπὶ τοῦ κορμοῦ τῶν ἡμετέρων σωμάτων, διὰ τὴν εὐρυχωρίαν τῶν ἀποκεκλιμένων τῶν χειρῶν, ὅλμῳ ἐοικώς· οἷον, Ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου. Παρὰ τὸ λύω, λύομος· ἐκβολῇ τοῦ υ, λόμος· καὶ καθʼ ὑπέρθεσιν, ὅλμος. Ἢ παρὰ τὸ ἅλλομαι, τὸ πηδῶ. Ὄλπια: Τὰ ὄρη εἰσὶν τὰ διείργοντα Ἰταλίαν καὶ Κελτικήν. Ὄλπις: Καλλίμαχος, Καί ῥα παρὰ σκαιοῖο βραχίονος ἔμπλεον ὄλπιν. Σημαίνει δὲ ἡ λέξις τὴν λήκυθον. Εἴρηται δὲ παρὰ τὸ οἱονεὶ ἐλαιόπιν τινὰ εἶναι, διὰ τὸ διʼ αὐτῆς ὀπιπεύεσθαι τοὔλαιον. Ὄλυμπος: Δύο σημαίνει· τὸν οὐρανὸν, καὶ τὸ ὑψηλότατον ὄρος τοῦ Ὀλύμπου. Εἴρηται παρὰ τὸ ὁλολαμπὴς εἶναι τοῖς ἄστροις· ἢ παρὰ τὸ ὀλλύειν τοὺς ὦπας διὰ τοῦ κρύους. Καὶ ἡ μὲν πρώτη ἐτυμολογία μόνον τῷ τοῦ οὐρανοῦ ἁρμόζει σημαινομένῳ· ἡ δὲ ἑτέρα, καὶ τῶ ὄρει, ὡς ἀγχινεφεῖ καὶ οὐρανομήκει ὄντι. Ὀλυμπία: Ὁ ἐν Ἤλιδι τόπος· φασὶ γὰρ τὸν Δία ἡσθέντα τὸν τόπον ἑαυτῷ ὡς κλῆρον κατασχεῖν. Ὁμωνύμως οὖν τοὔνομα τοῦ οὐρανοῦ τὸν τόπον ὠνόμασε· διὰ τοῦτο καὶ αὐτὸς Ὀλύμπιος προσηγόρευται· οὐ γὰρ δέχομαι τοὺς λέγοντας ὠνομάσθαι τὸν τόπον ἀπὸ Ὀλυμπίας τῆς Ἀρκάδος, ἣν ἔγημε Πῖσος. Ὦρος. Ὅμαδος: Ὅμαδος δʼ ἦν, Ἰλιάδος βʹ, θόρυβος, κραυγή· οἱονεὶ ἅμαυδός τις ὤν· παρὰ τὸ πολλοὺς ὁμοῦ αὐδᾶν. Ὁμαρτεῖν καὶ Ἁμαρτεῖν: Ἀμφότερα ἐπὶ τοῦ ἐπιτυχεῖν καὶ ἀκολουθεῖν· τὸ δὲ δεύτερον, καὶ ἐπὶ τοῦ συμπρᾶξαι· οἷον, Τὼ δʼ ἐξ οἴκου ἔβησαν ἁμαρτήσαντες ἅμʼ ἄμφω. Διὰ δὲ τοῦ ο, Ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον. Παρὰ τὸ ἄρω βαρύτονον, ὁ μέλλων Αἰολικῶς, ἄρσω· ὄνομα ῥηματικὸν, ἀρτός· ἐξ αὐτοῦ ῥῆμα, ἀρτῶ· καὶ ἐν συνθέσει μετὰ τοῦ ἅμα ἐπιρρήματος, τοῦ δηλοῦντος τὸ ὁμοῦ, γίνεται ἁμααρτῶ· καὶ ἐν συγκοπῇ, ἁμαρτῶ καὶ ὁμαρτῶ. Καὶ ὁμαρτήσαντες, ὁμοῦ ἁρμόσαντες· καὶ παρομαρτοῦντες, τὸ παρακολουθοῦντες, ἢ συντυχόντες· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. Ὄμβρος: Παρὰ τὸ ὁμοῦ ῥεῖν, ὁμόροος, ὅμορος, καὶ συγκοπῇ ὄμρος· καὶ ἐπεὶ τὸ μ πρὸ τοῦ ρ οὐ δύναται εἶναι, πλεονάζει τὸ β, καὶ γίνεται ὄμβρος, ὁ ὁμοῦ ῥέων καὶ κατερχόμενος. Ἢ ἀπὸ τοῦ φέρω κατὰ συγκοπὴν φρὸς καὶ βρὸς, καὶ προσθήκῃ τοῦ ο, ὄβρος, ὥσπερ στοῦν ὀστοῦν, καὶ πλεονασμῷ τοῦ μ, ὄμβρος. Ἢ ἀπὸ τοῦ βάρος βρὸς καὶ ὄμβρος, ὁ βαρέως φερόμενος. Ὁμαιχμία: Ἡ συμμαχία. παρὰ τὸ αἰχμὴ καὶ τὸ ὁμοῦ γίνεται ὁμοαιχμία, καὶ συγκοπῇ· σημαίνει δὲ τὴν εἰρήνην. Σημαίνει γὰρ, εἰρηνευόντων τινῶν ὁμοῦ τὰς αἰχμὰς ἔχειν. Ὁμευνέτης: Ὁ σύγκοιτος. Ὁμήγυρις: Ἄθροισμα, πλῆθος. Ὁμηγερέες: Ἐπίρρημα ἀθροίσεως. Παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀγείρω, τὸ συναθροίζω, ὁμοαγειρὴς, ὁμοαγειρέος ὁμηγερέος· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν. Ὅμηρος: Παρὰ τὸ ὁρῶ καὶ τὸ μὴ ἀπαγορευτικὸν, μήορος· καὶ ἐν συγκοπῇ καὶ ὑπερθέσει, Ὅμηρος. Ἢ παρὰ τὸ πηρὸς, ὃ σημαίνει τὸν τυφλὸν, γίνεται ὅπηρος καὶ ὅμηρος· καὶ ὁμηρίδαι, γένος τί. ὅμηρος, παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν, οἷον ὁμοῦ συνών. Ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι. Ὡς οἶνος οἰνηρὸς, οὕτως ὁμὸς ὅμηρος. Εἰς τὸ ὡμήρευσεν. Ἡσίοδος, Φωνῇ ὁμηρεῦσαι. τουτέστιν ὁμοῦ εἴρουσαι. ὁμήλιξ ὁμήλικος, ὁ ἴσην ἡλικίαν ἔχων. Γίνεται ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἥλιξ. Ὅμιλος: Ἐπὶ μὲν τοῦ πολέμου, παρὰ τὸ ὁμοῦ τὰς ἴλας βάλλειν, ὅ ἐστι τὰς συστροφάς· ἐπὶ δὲ τῆς ἀναστροφῆς τοῦ ὄχλου, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Οὕτως Ὦρος. Ὁμιλαδόν: Κατὰ ἴλας καὶ συστροφὰς, ἢ ἀθροίσματα. Ὁμιχεῖν: Σημαίνει τὸ οὐρεῖν· παρὰ τὸ ὁμοῦ ῥεῖν καὶ χεῖν τὴν ἁμίδα, οἷον ἁμιδαχεῖν· καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ α εἰς ο, ὁμιχεῖν. Ἔστι δὲ καὶ βαρύτονον ῥῆμα, οἷον, ὀμίχω· ὁ μέλλων, ὀμίξω, ὡς παρὰ τῷ Ἱππώνακτι, οἷον, Ὤμιξεν αἷμα, καὶ χολὴν ἐτίλησεν. Ὁμίχλη: Ὁ παχὺς καὶ ὑγρότατος ἀήρ. Παρὰ τὴν ὁμοῦ εἴλησιν τῶν νεφῶν, ὁμίλη· καὶ πλεονασμῷ τοῦ χ. Ἢ παρὰ τὸ ὁμοῦ ἔχειν εἴλησιν· ἢ παρὰ τὸ τοῖς ὄμμασι παρέχειν ἀχλύν. Δασύνεται· τὸ ο πρὸ τοῦ ἑνὸς μ δασύνεται. Τὸ ὀμιχῶ σεσημείωται. Καὶ πῶς τὸ παρὰ τῷ ποιητῇ λέγεται, Ἠΰτʼ ὀμίχλη; Κατὰ διάλεκτον Ἰωνικήν. Οἱ γὰρ Ἴωνες τοῖς ψιλοῖς ἀντὶ δασέων χρῶνται· τὸ ἀφικόμεθα γὰρ ἀπικόμεθα λέγουσι, καὶ τὸ οὐχὶ, οὐκί· οὕτω καὶ τὸ ἠΰθʼ ὁμίχλη, ἠΰτʼ ὀμίχλη. Ὄμματα: Οἱονεὶ ἔματα καὶ οἴματα ὄντα, ἐπεὶ διʼ αὐτῶν ἀφίεται καὶ ὁρμᾶται τὸ ὁρατικόν. Αἰολικῶς ὄππατα παρὰ τοὺς ὄπας. Ὀμνύω: Ὀμῶ, ὀμονύω· καὶ συγκοπῇ, ὀμνύω· Περὶ Παθῶν. Ἢ παρὰ τὸ ὁμοῦ καὶ τὸ νεύειν. Ἢ παρὰ τὸ ὄμμα καὶ τὸ νεύειν· οἱ γὰρ ὀμνύοντες κατανεύουσιν. Ὁμοίϊος: Ἐκ τοῦ ὅμοιος, πλεονασμῷ τοῦ ι, ὡς γελοῖος, γελοίϊος. Ὅμοιος, ὁ αὐτός· προπερισπᾶται ἐπὶ τῶν ἐπῶν. Ὁμοκλήσασκεν: Ἐκ τοῦ ὁμοκλὴ, ῥῆμα ὁμοκλῶ· ὁ μέλλων, ὁμοκλήσω· ὁ ἀόριστος, ὡμόκλησα· τὸ τρίτον, ὡμόκλησε, καὶ ὁμοκλήσασκεν. Ἔλθωμεν καὶ διαλάβωμεν περὶ αὐτῶν. Ἰστέον ὅτι ταῦτα Ἰωνικῶς γίνεται διὰ τοῦ ΣΚ· ἀπὸ μὲν βαρυτόνου ὄντα, ἔχει πρὸ τοῦ ΣΚ τὸ ε· οἷον τύπτεσκε, λάβεσκε, λέγεσκεν· ὑπεσταλμένου τοῦ πρώτου ἀορίστου· περὶ οὗ μετʼ ὀλίγον εἰρήσεται. Καὶ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς ΜΙ ὁμοίως τὸ ε ἔχει πρὸ τοῦ ΣΚ· οἷον, ποίεσκε, τίθεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν τῷ παρατατικῷ μόνῳ τὸ α ἔχει πρὸ τοῦ ΣΚ. οἷον, βόασκε, γέλασκεν. Ἐν δὲ τῷ δευτέρῳ ἀορίστῳ, ἐὰν ὅλως γένωνται, τὸ ε ἔχει πρὸ τοῦ ΣΚ· οἷον, μυκῶ μυκᾷς, ἔμυκον, μύκεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν εἰς ΜΙ, καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίστῳ διὰ τοῦ α ἐκφέρονται· οἷον, ἵστημι, ἵστην, ἔστην, στάσκε. Τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς ΜΙ διὰ τοῦ ο ἐκφέρονται, ἐχρύσουν, ἐχρύσοσκεν· ἐδίδων, ἐδίδοσκε. Τὰ δὲ τῆς τετάρτης συζυγίας τῶν εἰς ΜΙ συστέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ ΣΚ, ἐζεύγνυ, ζεύγνυσκεν· ἔδυν, ἔδυς, ἔδυ, δύσκεν. Ὁ δὲ ἀόριστος πρῶτος, ἐπὶ τῶν βαρυτόνων καὶ περισπωμένων, καὶ τῶν εἰς ΜΙ, τὸ α ἔχει πρὸ τοῦ ΣΚ· οἷον τλάσκε, γράψασκε, βοήσασκε, φήσασκε, πτήσασκε· καὶ τοῦτο εἰκότως. Τὸ γὰρ κεχρεωστημένον α τῷ τρίτῳ προσώπῳ ἀνεδέξατο ἐνταῦθα. Προσερχομένου γὰρ τοῦ ΣΚ ἐν τῷ πρώτῳ προσώπῳ τοῦ ἀορίστου, οὐκέτι ἐγένετο ὁμόφωνον μετὰ τοῦ α. Ταῦτα δὲ οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποιοῦσιν· οἷον, τύπτεσκον, χαίρεσκον, τύπτεσκε, χαίρεσκε. Λέγει δὲ ὁ Ἄμβρων, ὅτι εἴ τι προσλαμβάνει ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλει κατὰ τὴν ἀρχήν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτεσκεν· ἀποβάλλοντες ἐκ τῆς ἀρχῆς, καὶ προστιθέντες κατὰ τὸ τέλος. Διὰ τοῦτο τὸ ἔτυπτεν ἐν τῷ τύπτεσκεν ἀποβάλλει τὸ ε τῆς ἀρχῆς, ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον, ἔτυπτε, Τύπτε δʼ ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν· ἥψατο, ἅψατο, ἅψατο δʼ ἡμιόνων, πρὸς τὴν ἅψας μετοχήν· καὶ ἄκουσα, πρὸς τὴν ἀκούσας. Διατί δὲ εἶπε ταῖς ἰδίαις μετοχαῖς, καὶ οὐ τοῖς ἰδίοις ἐνεστῶσι; Διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ τῇ εἰπὼν μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι· ἔπω γάρ ἐστιν ὁ ἐνεστώς. Ταῦτα μὲν ἐν τούτοις. Ὁμοκλή: Ἡ ἀπειλή. Ὁμοκλητῆρος ἀκούων. Σημαίνει δὲ τὸ ὁμοῦ ἐγκελεύσασθαι, ὡς τὸ, Πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν. ὅταν δὲ λέγῃ, Τὸν σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ. Ἀντὶ τοῦ ἠπείλησε· γίνεται παρὰ τὸ κέλω τὸ προστάσσω καὶ τὸ ὁμοῦ, ὁμοκέλη· καὶ συγκοπῇ, ὁμοκλή. Ἢ ἔστι ῥῆμα κλῶ, τὸ φωνῶ καὶ λέγω· ἐξ οὗ καὶ ὁμοκλῶ, τὸ μεθʼ ὕβρεως ἀπειλῶ· καὶ ὁμοκλὴ, ἡ ὁμοῦ πᾶσι λεγομένη, φωνή· οἷον, Μετὰ δὲ Τρώεσιν αὐτὸς ὁμόκλα· ἀντὶ τοῦ, πᾶσιν ἐπεφώνει καὶ ἔλεγεν. Ὅθεν καὶ τὸ ἐνικλᾶν. Τοῦτο δὲ ὁ Ἀριστοφάνης ἀντὶ τοῦ ἀντιλέγειν φησί· τὴν γὰρ ἐν πρόθεσιν ἀντὶ τῆς ἀντὶ εὑρίσκομεν, ὡς παρὰ Σοφοκλεῖ ἐν Αἴαντι· οἷον, Τὸν σὸν ἐνστάτην λέγω, ἀντὶ τοῦ ἀντιστάτην. Ὦρος. Ὁμογνίῳ: Ὁμογενεῖ· τουτέστιν ἀδελφῷ, οἷον ὁμογονίῳ, τῷ ἐκ τῆς αὐτῆς γονῆς. Ὁμονηδύϊος: Ἀπὸ τῆς νηδύος γενικῆς, ὁμονήδυος, καὶ πλεονασμῷ τοῦ ι. Ὁμόσφυρος: Ὁ ἀδελφός· διὰ τὸ περὶ τὰ αὐτὰ σφυρὰ τῆς μητρὸς πεσεῖν γεννηθέντα. Ὀμόργνυ: Ἀπεπίαζεν, ἀπέμασσεν. Ἀπὸ τοῦ ἀμέλγω, τροπῇ τοῦ α καὶ τοῦ ε εἰς ο, καὶ τοῦ λ εἰς τὸ ρ, πλεονασμῷ δὲ τοῦ ν, γίνεται ὀμόργνω, ὀμοργνύω, ὀμόργνυμι· ἡ μετοχὴ, ὀμοργνύς. Ὁμώλακες: Ὁμοαύλακες, ὅμοροι· ὤλακα γὰρ τὴν αὔλακα Δωρικῶς· καὶ ὅμοροι, γειτνιάζοντες. Ὀμφαλός: Κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος κατὰ τὸ μέσον· εἴρηται ἀπὸ τοῦ εἶναι εἰς τὸ ἐμπνεῖν. Παρὰ οὖν τὸ ἐμπνεῖν, ὅ ἐστιν ἀναπνεῖν, γίνεται ὀμπναλός· καὶ κατὰ ἀποβολὴν τοῦ ν, καὶ τροπῇ τοῦ π εἰς φ, ὀμφαλὸς, διʼ οὗ τὸ ἔμβρυον ἀναπνεῖ· τὸ γὰρ βρέφος, κατὰ γαστρὸς ὂν, περὶ αὐτὴν εἰλεῖται καὶ ἀναπνεῖ καὶ τρέφεται· ὅθεν καὶ τὴν Δήμητραν, τροφὸν οὖσαν, ὀμπνίαν ὀνομάζουσι Κυριανοὶ, ὡς παρὰ Λυκόφρονι, Καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων τὴν συντελοῦσαν πρὸς τὸ ζῆν, παρὰ τὸ πνέω· καὶ ὄμπνους, τοὺς Δημητριακοὺς καρπούς. Ἢ παρὰ τὸ φαλῷ ἐοικέναι· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ πρὸ τῆς ἀποτομῆς. Εἴρηται δὲ μεταφορικῶς καὶ ἐπὶ ζυγοῦ καὶ ἀσπίδος, καὶ ἐπὶ ἄλλων τινῶν. Ὀμπή: Πυροὶ, μέλιτι κεχρισμένοι, μεμελιτωμένοι. Ὄμφαξ: Τὸ ὀξεινόν. Βάβριος, Ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην· καὶ ἐν τῇ θείᾳ γραφῇ, Γονεῖς φάγωσιν ὄμφακας, καὶ τέκνα ὠμωδιάσωσιν. Οἱονεὶ ὠμόφαξ τὶς ὤν· καὶ κατὰ συγκοπὴν, καὶ συστολῇ τοῦ ω εἰς ο, ἡ ὠμὴ εἰς τὸ φαγεῖν. Ὀμφή: Θεία φήμη, κληδών· παρὰ τὸ φῶ, τὸ φαίνω, καὶ τὸ ὂν, ἡ τὸ ὂν φαίνουσα, ἤγουν τὸ ἀληθές. Ὀνείατα: Σημαίνει τὰ βρώματα τὰ τὴν ὄνησιν παρέχοντα, καὶ πάντα τὰ ὠφελοῦντα. Ὥσπερ παρὰ τὸν οὐτήσω μέλλοντα γίνεται ὠτειλὴ κατὰ τροπὴν Βοιωτῶν, οὕτω καὶ παρὰ τὸν ὀνήσω μέλλοντα γίνεται ὄνειαρ ὀνείατος, κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ΕΙ δίφθογγον. Ὀνῶ: Σημαίνει δύο· τὸ ὠφελῶ, ἐξ οὗ ὄνησις, ἡ ὠφέλεια, ὡς τὸ, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι. Ἔστι δὲ συζυγίας πρώτης. Σημαίνει καὶ τὸ μέμφομαι· ὁ μέλλων, ὀνόσω, ὡς τὸ, οὐδέ κʼ Ἀθήνη τόνγε ἰδοῦσʼ ὀνόσαιτο. Ἔστι δὲ συζυγίας τρίτης. Τὸ δὲ ὠνῶ, τὸ ἀγοράζω, ἔστι συζυγίας δευτέρας. Ὄνειδος: Παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι, καὶ τὸ εἴδω γέγονεν ὄνειδος, ὁ μεμπτὸν εἶδος ἔχων· καὶ ὀνειδισμὸς, ὁ κατὰ τὸ εἶδος μεμπτός. Ὄνειρος: Παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ· πολλοὶ γὰρ ἐκ τῶν ἰδίων ὀνειράτων ὠφελήθησαν· ὡς πέπτω, πέπειρος, ὁ ἀκμαῖος βότρυς. Ὀνειροπόλος: Ὥσπερ λέγεται θυηπόλος ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος, οὕτως καὶ ὁ περὶ τοὺς ὀνείρους πολῶν καὶ ἀναστρεφόμενος, ὀνειροπόλος. Ὄνομα: Παρὰ τὸ νέμω, τὸ μερίζω, νένομα, νόμα καὶ ὄνομα· ὅθεν καὶ ῥῆμα ὀνομαίνω, ὡς πῆμα πημαίνω· ἀφʼ οὗ τὸ ἐξονομήνῃς, ὃ δηλοῖ τὸ ἐξ ὀνόματος εἴπῃς. Καὶ δεῖ γινώσκειν, ὅτι ἐπὶ τοῦ ἀορίστου τῶν ἀπὸ περισπωμένων τῶν διὰ τῆς ΑΙ διφθόγγου οἱ Ἴωνες τρέπουσι τὸ α εἰς η· καθαρῶ, ἐκάθηρα· χρῶνται δὲ αὐτῷ καὶ οἱ Ἀθηναῖοι, μιανῶ, ἐμίηνα· σημανῶ, ἐσήμηνα, καὶ ἐσημηνάμην. Ὄνος: Ἐπὶ τοῦ ζῴου, παρὰ τὴν ἐξ αὐτοῦ γινομένην ὄνησιν ἐν τοῖς ἔργοις· ἐπὶ δὲ τοῦ παρὰ τέκτονος εἰργασμένου καὶ ὁμοίως εἴρηται παρὰ τὸ βαστάζειν. Ὀνῶνις: Παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, καὶ τὸ ὄνος, ἡ τοὺς ὄνους ὠφελοῦσα. Ἔστι δὲ ἀκανθῶδες φυτόν. Ὄνειδος: Λαμβάνεται καὶ ἐπὶ τοῦ κλέους, ὡς Εὐριπίδης ἐν Φοινίσσαις. Ἔστι δὲ τῶν μέσων λέξεων, ὡς τύχη, καὶ ζῆλος, καὶ δόλος. Ὄνθος: Τὸ τῶν βοῶν κοπρίδιον. Ὄνυξ: Παρὰ τὸ νύσσω νύξω νύξ· καὶ πλεονασμῷ τοῦ ο, ὄνυξ. Ἢ παρὰ τὸ ἀνοίγω ἀνοίξω ἄνοιξ καὶ ὄνυξ, διʼ οὗ ἀνοίγεται ἡ σὰρξ καὶ ἀραιοῦται. Ὀξυθύμια: Τὰ καθάρματα τῶν νεκρῶν, ἃ δὴ καὶ ἑκαταῖα λέγονται· ἢ τὰ τῶν οἰκιῶν καθάρματα, τὰ ἐν τοῖς τριόδοις τιθέμενα. Ὀξυλαβῆσαι: Τὸ ὀξέως λαβέσθαι τοῦ πράγματος. Ὀξίς: Τὸ ὀξηρὸν ἀγγεῖον. Ὀξύς: Παρὰ τὸ ξέω ξόος· καὶ ὡς πλάτος πλατὺς, οὕτως καὶ ξόο̈ς ξοΰς· καὶ ἐν ὑπερβιβασμῷ, ὀξύς. Ἐκ δὲ τοῦ ὀξὺς γίνεται ὄξος ὡς ταχὺς, τάχος· παχὺς, πάχος τουτέστιν ὁ εἰς ὀξὺ μεταβεβληκὼς οἶνος, ἐπειδὰν τέμνῃ καὶ κεντρίζῃ ὡς εἰπεῖν τὴν γεῦσιν. Οὕτως καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν τὴν γεῦσιν· καὶ ὀξὺν ἄνθρωπον, τὸν ταχέως θυμούμενον· καὶ μάχαιραν ὀξεῖαν, τὴν ἠκονημένην· οἱ δὲ Κυρηναῖοι τὸ ὄξος ἦδος φασὶ, καὶ ἄλλοι γλυκάδιον. Ὦρος. Ὀξυβελής: Ὁ ταχέως βάλλων, ἢ ταχέως βαλλόμενος. Ὀξύνω: Ἐκ τοῦ ὀξύς. Ὥσπερ δὲ παρὰ τὸ χέω χόος χοῦς, οὕτως παρὰ τὸ ξέω ξόος ξοῦς· καὶ ἐν ὑπερβιβασμῷ, ὀξύς· καὶ ὀξὺ, τὸ ἀντιδιαστελλόμενον τῷ ἀμβλεῖ. Ὄξος: Ἢ παρὰ τὸ ἔχω, τὸ κρατῶ· ἔχει γὰρ αἰσθήσεις· ἢ παρὰ τὸ ὀξύνειν τὰς αἰσθήσεις ἐν τῷ γεύεσθαι. Ὄπα: Παρὰ τὸ ἔπω, τὸ λέγω, ὁ μέλλων, ἔψω· καὶ ἀποβολῇ τοῦ ω, ἔψ· καὶ τροπῇ τοῦ ε εἰς ο, ὄψ. Κλίνεται ὀπός· σημαίνει δὲ τὴν φωνήν. Ὀπαδός: Ὁ ἀκόλουθος. Ὥσπερ παρὰ τὸ πέμπω γίνεται πομπὸς, οὕτως καὶ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται ὀπός· ἐξ οὗ παράγωγον ὀπάζω, ὡς γυμνὸς, γυμνάζω· μόνος, μονάζω· καὶ ἵππος, ἱππάζω. Ὣς Ἕκτωρ ὤπαζε. Οἱονεὶ ἑπόμενος ἐδίωκε· παρέπεται γὰρ τῷ διώκοντι ἕπεσθαι τῷ διωκομένῳ· οἷον, Δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταίρους· ἀντὶ τοῦ ἕπεσθαι ποιήσας, ὡς τὸ, Οἶνον δὲ φθινύθουσιν· ἀντὶ τοῦ φθίνειν ποιοῦσι. Καὶ ὄπις, ἡ ἐξόπισθεν ἑπομένη τίσις. Ἐκ τοῦ οὖν ὀπάζω ὀπάσω γίνεται ὀπαδὸς, ὡς φράζω φράσω, φραδή· κομίζω κομίσω, κομιδή. Ἐκ δὲ τοῦ ὀπαδὸς γίνεται κατὰ μεταπλασμὸν ὀπηδός· ἐξ οὗ ῥῆμα, ὀπηδῶ καὶ ὀπηδεύω. Ὅμηρος Ἰλιάδος βʹ, ὅς οἱ ὀπήδει· καὶ, μῆλα ὀπηδεύοντα νομῆϊ, Ἀπολλώνιος. Ἐκ τοῦ ὀπαδὸς γίνεται κατʼ ἔλλειψιν ὀπάος· καὶ ἐκ τοῦ ὀπάος, ὀπάων Ἰδομενῆος. Σημαίνει τὸν ἀκόλουθον. Ὀπάζω: Σημαίνει δὲ ἡ λέξις πλείονα· ποτὲ μὲν, τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ, Τρωσί τε καὶ Ἕκτορι κῦδος ὀπάζει. ποτὲ δὲ, τὸ καταφέρεσθαι· οἷον, Χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ. ποτὲ δὲ τὸ ἐπιλέγεσθαι· οἷον, Ἦ, καὶ νεώτερον υἱὸν ὀπάσσατο κύδος. ποτὲ δὲ τὸ διώκειν, Ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων. Ὄπατρος: Κασίγνητος καὶ ὄπατρος. Ψιλοῦται· τὸ ο πρὸ τοῦ π, μὴ κατὰ ἀναφορικὴν ἔννοιαν, ψιλοῦται, ὀπώρα. Οὕτως καὶ ὄπατρος, παρὰ τὸ ὁμόπατρος. Τὸ δὲ ὁμὸς σημαίνει τὸ ὁμοῖος· οἷον, Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος. Πρόσκειται, «κατὰ ἀναφορικὴν,» διὰ τὸ ὁπόσος. Τὸ ὁπλὴ ἀντιπίπτει. Ὀπή: Κυρίως τόπος τετρημένος, ἀφʼ οὗ τις δύναται ὀπίσασθαι καὶ περιβλέψασθαι. Οὕτως Ἀριστόνικος ἐν σημείοις. Ὅπηι: Εἰς τὸ ἁμαρτῆι. Ὀπήτιον: Παρὰ τὸ ὀπὰς ἐμποιεῖν. Ὄπις: Σημαίνει τὴν μῆνιν· ἐκ τοῦ ἕπω· παρὰ τὸ ἕπεσθαι καὶ ἐπακολουθεῖν τοῖς ἁμαρτάνουσιν· ἐξ οὗ καὶ φίλοπις· καὶ θεῶν ὄπιν. Ὀπίζεσθαι: Τὸ ἐντρέπεσθαι· ἀπὸ τῶν ὠπῶν, τῶν ὀφθαλμῶν· οἷον, θεῶν δʼ ἐποπίζεο μῆνιν· ἀντὶ τοῦ προόρα τὴν τῶν θεῶν μῆνιν, καὶ ἐπιστροφὴν ποιοῦ. Καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγει ὀπίζετο, ἀντὶ τοῦ ἐπεστρέφετο. Ὀπισθόδομος: Τὸ ὄπισθεν παντὸς οἰκήματος· Ἀθήνησι δὲ, τὸ ταμιεῖον τῶν ἱερῶν χρημάτων· ἐπεὶ ἦν ὄπισθεν τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς. Ὀπιπτεύεις: Ἰλιάδος δʹ. Παρὰ τὸ ὄπτω, τὸ βλέπω, παράγωγον ὀπτεύω· καὶ κατὰ ἀναδιπλασιασμὸν, ὀπιπτέω καὶ ὀπιπτεύω, τὸ περιβλέπομαι. Ὀπίσω: Ἐπίρρημα τοπικόν. Ποίας σχέσεως; Τῆς ἐν τόπῳ. Ἔστι δὲ καὶ χρόνου δηλωτικὸν, καὶ σημαίνει τὸ μέλλον. Πόσαι σχέσεις τῶν τοπικῶν; Ἕξ· ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιᾷ, ἀριστερᾷ. Γίνεται δὲ παρὰ τὴν ἐπὶ, ἐπίσω, ὡς παρὰ τὴν ἐξ, ἔξω· καὶ τροπῇ τοῦ ε, ὀπίσω. Σημαίνει δὲ τὸ μετὰ ταῦτα. Ἢ παρὰ τὸ ὀπίζω, τὸ ἐπιστρέφομαι· ἢ παρὰ τὸ ὀπίζω, τὸ ἀκολουθῶ, καὶ κατόπιν διώκω. Τὸ δὲ ὀπίζω, ἐκ τοῦ ὄπις, ὃ σημαίνει τὴν ἐπιστροφὴν, Θεῶν ὄπιν οὐκ ἀλέγοντες· καὶ ὄπισθεν, διχῶς· Στῇ δʼ ὄπιθεν. Ἀπὸ τοῦ ὀπίσω, ὀπίσωθεν, καὶ συγκοπῇ τῆς ΣΩ συλλαβῆς. Εἰ δὲ ὄπισθεν, ἀποκοπῇ τοῦ ω· καὶ μετόπισθεν, Ἰλιάδος αʹ. Ὀπίστατον: Τὸ τελευταῖον. Ὅπλα: Παρὰ τὸ ὀφέλλω, τὸ αὔξω, ὄφλα καὶ ὅπλα, τὰ κατὰ μῆκος ἐξελαυνόμενα ἐπὶ τοῦ ἄκμονος. Ἢ παρὰ τὸ ἕπω, τὸ ἐπακολουθῶ, ἕπλον καὶ ὅπλον. Αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς Ἀμφιγυήεις. Σημαίνει καὶ τὰ τῆς νηὸς σχοινία, Ὅπλα τε πάντα εἰς ἄντλον κατέχευε. Σημαίνει καὶ τὰ χαλκευτικὰ ὄργανα, ἤγουν ἐργαλεῖα, ὥς φησιν Ἀπίων, Ἰλιάδος ςʹ. Ἐκ τοῦ φύσας. Ὁπλή: Οἱονεὶ ἁπλῆ τις ἐστὶ, κατὰ τροπὴν τοῦ α εἰς ο· ἢ παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ. Ὁπλότεροι: Οἱ νέοι, οἱ μᾶλλον ὅπλα φέρειν δυνάμενοι, ὡς τὸ, Αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵπερ ἐμοῖο ὁπλότεροι γεγάασι. Οἱ γὰρ προβεβηκότες τούτων ἀπηλλάγησαν· Ὅμηρος, Γήραϊ δὴ πολέμοιο πεπαυμένοι. Ἀπὸ τῶν ὅπλων οὖν ὁπλότεροι· ἐπεὶ πρὸς ὅπλων ἀναίρεσιν εἰσὶν ἐπιτήδειοι, ὡς πρὸς τοὺς γέροντας. Καὶ ὁπλοτέρων, ἀντὶ τοῦ νεωτέρων. Εἴδους τῶν παραγώγων συγκριτικοῦ· ὥσπερ τὸ νεώτερος καὶ τὸ πρεσβύτερος τύπου μέν εἰσι συγκριτικοῦ, τῇ δὲ φωνῇ ἀντὶ ἁπλοῦ παραλαμβάνονται. Ὀππότερος: Τὸ ἐρωτηματικὸν, πότερος· καὶ τὸ ἀναφορικὸν, πλεονασμῷ τοῦ ο, ὁπότερος, σχήματος συνθέτου, ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποιότερος καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο. Πλεονάζουσι δὲ τὸ π οἱ ποιηταὶ, ὥσπερ καὶ τὸ ὅπῃ, ὅππῃ· καὶ ὁποῖος, ὁπποῖος. Ὀπός: Ἀπίων τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ ἡ σμύρνα καὶ ὁ λίβανος οὕτω λέγεται. Ἀφʼ οὗ καὶ ἡ ὀπώρα, ὅτι ὀπὸς αὐτὴν ὠρεῖ, ὅ ἐστι φυλάσσει· οὐκ ἀπιθάνως· ὀπὸς γάρ ἐστιν ἀπὸ τοῦ ἐπεῖναι κατὰ τὴν ἐπιτομήν. Ὅμηρος ἰδικῶς ὀπὸν καλεῖ· Ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν, Ἰλιάδος εʹ. Ὀπώρα: Παρὰ τὸ ἕπεσθαι τῇ ὥρᾳ. Ὀπυιομένη: Μεμνηστευμένη, γεγαμημένη. Ὀπωπή: Πρόσοψις· ὁ δʼ Ἀπίων τὴν ἐν τῷ προσώπῳ ἀποδίδωσι· παρὰ τὸ ὄπτω γίνεται ὀπὴ, ὡς κόπτω, κοπή· καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἔκτασιν, ὀπωπή. Ἀπολλώνιος δὲ τὴν χρῆσιν εἶπε, Δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ἀπελείπετʼ ὀπωπή. Βλέφαρον καλεῖται τὸ ἐπικαλύπτον τοὺς ὀφθαλμοὺς δέρμα· ὀπωπὴ δὲ, ἡ κόρη, ἢ ἡ ὅρασις. Ἀπὸ τοῦ ὄπτω, ὄψω, ὁ παρακείμενος, ὦφα· ὁ μέσος, ὦπα. Ὄπωπα: Ἀπὸ τοῦ ὄπτω ὦπα καὶ ὄπωπα. Τούτων δὲ οἱ κοινοὶ μέσοι παρακείμενοι, φημὶ δὴ τοῦ ὦπα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, ὡς λέγει ὁ Χοιροβοσκός. Ὀπταλέα: Ὀπτά· παρὰ τὸ ὀπτῶ· τοῦτο παρὰ τὸ πέπτω πτῶ· καὶ πλεονασμῷ τοῦ ο, ὀπτῶ. Ἢ παρὰ τὸ ὄπτω· δεῖ γὰρ βλέπειν συνεχῶς πρὸς τὸ μὴ καίεσθαι τὰ ὀπτώμενα. Ὀπτανεῖον: Δεῖ γινώσκειν, ὅτι διὰ τῆς ΕΙ διφθόγγου γράφεται· σημαίνει δὲ τὸ μαγειρεῖον· πρῶτον μὲν, ὅτι λέγεται ὀπτανήϊον· δεύτερον δὲ, τῷ λόγῳ τοῦ βαλανεῖον. Λέγει δὲ ὁ Ἡρωδιανὸς καὶ ἐνταῦθα καὶ ἐν τῇ Καθόλου, ὅτι παρὰ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον ὀπτάνιον. Ὀργή: Ἀπὸ τοῦ ῥέζω, τὸ πράττω, ὅθεν τὸ ἔοργα γίνεται· ἢ παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, ὀρεγή· καὶ συγκοπῇ, ὀργή. Ἢ παρὰ τὸ εἴργω, εἰργή· καὶ ἀποβολῇ τοῦ ι, καὶ τροπῇ τοῦ ε εἰς ο, ὀργὴ, ἡ κωλύουσα ἡμᾶς τὰ δέοντα βουλεύεσθαι. Ἢ παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὀρὴ καὶ ὀργή. Σημαίνει δὲ δύο· αὐτὴν τὴν ὀργὴν, ὡς τὸ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· καὶ τὴν κρυφίαν, ὡς τὸ, Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργὴν δόλους διελογίζοντο. Ὀργεῶνες: Σύνταγμά τι ἀνδρῶν, ὡς τῶν γεννητῶν, καὶ τῶν φρατόρων. Ὠνόμασται ἀπὸ τοῦ κοινῇ ὀργιάζειν, τὸ θύειν, τοῖς θεοῖς· παρὰ τὰ ὄργια, ἅ εἰσι μυστήρια ἱερά. Ὅρασις: Ὅρισίς τις οὖσα, διὰ τὸ τοὺς ὅρους τουτέστι τὰ πέρατα τῶν σωμάτων καταλαμβάνειν. Ὀργάδα γῆν: Παρὰ τὸ ἀργή τις εἶναι καὶ ἀνέργαστος· ἢ διὰ τὸ ἐν αὐτῇ τὰ φυτὰ πρὸς αὔξησιν ὀργᾶν. Τάχα δὲ βέλτιον παρὰ τῆς κατεργασίας εἴρηται, ὡς φύγω φυγὰς, ἔθω ἐθὰς, ἔργω ἐργάς· ἐλέγετο γὰρ καὶ χωρὶς τοῦ ι τὸ εἴργω εἴργειν. Κόμανος δέ φησιν, ὀργάδα λέγεσθαι τὴν μελάγγειον καὶ ἔνυδρον γῆν· καὶ γὰρ ὀργάσαι τὸ πηλοποιῆσαι ἐστὶ καὶ ὑγρῷ ξηρὸν μίξαι. Σοφοκλῆς, θέλοιμι πηλὸν ὀργάσαι. Ἔστι δὲ καὶ γῆ ἐν Μεγάροις οὕτω καλουμένη ὀργάς. Λέγεται δὲ καὶ ἡ εὔγειος καὶ σύμφυτος. Ὄργια: Τὰ μυστήρια· κυρίως δὲ τὰ Διονυσιακὰ, διὰ τὸ ἐν ταῖς ὀργάσιν αὐτοῦ ἐπιτελεῖσθαι. Ἢ διὰ τὸ ὀργᾶν καὶ ἐπιθειάζειν· ἢ παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ· τὸ δὲ ὀρέγω σημαίνει καὶ τὸ ἐκτείνω τὰς χεῖρας· ὅθεν τὸ ὀρεγνύς. Ὄργανον: Ἀπὸ τοῦ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται ὀρέγανον καὶ ὄργανον· γάννυσθαι γὰρ καὶ χαίρειν τοὺς καταυλουμένους ποιεῖ. Ἢ παρὰ τὸ ὀρέγω, τὸ διεγείρω. Ὀργυιά: Σημαίνει τὴν ἔκτασιν τῶν χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους· παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ὅ ἐστι τὰς χεῖρας. Ὀργῶντας: Ἐπιτεταμένως ἐπιθυμοῦντας· ἀπὸ τοῦ ὀργῶ, ὃ σημαίνει τὸ ἀκμάζω· ὅπερ ἀπὸ τοῦ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται κατὰ συγκοπήν. Ὀρεκτῇσι μελίῃσι: Παρωνύμως, αἷς ὀρέγδην χρῶνται ἐκ χειρὸς νύσσοντες. Ὀρεύς: Ὁ ἡμίονος· παρὰ τὸ ἐν ὄρεσι μᾶλλον τῶν ἄλλων ζῴων δύνασθαι ἐργάζεσθαι. Ὄρος, ὀρεὺς, πλεονασμῷ τοῦ υ, οὐρεύς· ὡς τὸ ἡνίοχος ἡνιοχεύς· κλίνεται οὐρῆος κατὰ Ἴωνας· ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, οὐρῆας. Ἢ παρὰ τὸ οὐρώδη γονὴν ἔχειν· ὅθεν ἐν ταῖς συνουσίαις οὐ συλλαμβάνουσιν οὐδὲ τεκνογονοῦσιν. Ὄρηαι: Ἀπὸ τοῦ ὄρω ὄρσω ὦρμαι. Εἰς τὸ ὄληαι. Ὀρεσκεύειν: Τὸ ἐν ὄρεσι διατρίβειν. Νίκανδρος ἐν Θηριακοῖς. Ὀρεσκῷος: Ὁ ἐν ὄρεσι διαιτώμενος. Ἀπὸ τοῦ κείω, τὸ κοιμῶμαι, γίνεται ὀρεσίκοιος· καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ο εἰς ω, ὀρεσκῷος· καὶ μένει τὸ ι προσγεγραμμένον. Ὀρίνω: Τὸ διεγείρω καὶ ταράσσω. Ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω καὶ ὀρύνω· καὶ τροπῇ τοῦ υ εἰς ι, γίνεται ὀρίνω. Ὀρίγανον: Ὤφειλεν ἐκ τῆς ἐτυμολογίας διὰ διφθόγγου γράφεσθαι· τὰ γὰρ ἀπὸ δοτικῆς τῶν εἰς ΟΣ οὐδετέρων συντιθέμενα γίνεται τοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρηται ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει δίφθογγος· οἷον, ὄρει, ὀρείαυλος, ὀρειγενὴς, ὁ ἐν τῷ ὄρει γεννηθείς· τὸ γὰρ κύριον ὄνομα καὶ βαρύνεται, καὶ διὰ τοῦ ω μεγάλου γράφεται καὶ διὰ τοῦ ι· ἔγχει, ἐγχείμαργος. Εἰ δὲ δύο σύμφωνα ἐπιφέρηται, ἀποβάλλουσι τὸ ε· ἔγχει, ἐγχίκτυπος· ὄρει, ὀρίτροφος· χωρὶς τῶν παρὰ τὸ κάλλος καὶ τῶν παρὰ τὸ ὕψος, οἷον καλλιπάρθενος, ὑψίθρονος. Κρεῖττον δὲ σημειοῦσθαι μόνα τὰ παρὰ τὸ κάλλος· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψος εἶναι, λέγεται ὅτι παρὰ τὸ ὕψι ἐπίρρημα εἰσί. Τούτων οὕτως ἐχόντων, τὸ ὀρίγανον ὤφειλε διὰ τῆς ΕΙ διφθόγγου γράφεσθαι. Παρὰ γὰρ τὴν ὄρει δοτικὴν, καὶ τὸ γάνος, τὸ σημαῖνον τὴν χαρὰν, γίνεται· τὸ γὰρ ὀρίγανον τῷ ὄρει χαίρει. Ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γανῶ, τὸ λαμπρύνω, οἱονεὶ τὸ λαμπρύνον τὴν ὅρασιν· ὁρᾶν γὰρ καλῶς ποιεῖ τὸ ὀρίγανον. Ἡρωδιανός· ὁ δὲ γραμματικὸς Θεοδόσιος λέγει διὰ τοῦ ι γράφεσθαι· ἐπειδὴ παρὰ τὸ ῥιγῶ γίνεται ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο, ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ, κατὰ ἀντίφρασιν· θερμαίνει γάρ. Ἢ ἐπειδὴ ὥς φησιν Ὠριγένης εὕρηται ἐν συστολῇ ἡ ΡΙ συλλαβὴ, ὡς παρὰ τῷ Τιμοθέῳ τῷ κιθαρῳδῷ· οἷον, Τεταμένον ὀρίγανα διὰ μυελοτρεφῆ. Ὀδυσσείας δʹ. Σύγκειται δὲ οὗτος ὁ στίχος ἀπὸ προκελευσματικῶν· ὁ δὲ τελευταῖος ποὺς ἀνάπαιστός ἐστι, τῶν δύο βραχέων εἰς μίαν μακρὰν συναιρεθεισῶν. Ἰστέον δὲ ὅτι λέγεται καὶ ὁ ὀρίγανος καὶ ἡ ὀρίγανος καὶ τὸ ὀρίγανον· καὶ θηλυκῶς μὲν εὕρηται παρὰ Ἀριστοφάνει ἐν Ἐκκλησιαζούσαις· ἀρσενικῶς δὲ, παρὰ Ἀναξανδρίδῃ ἐν Φαρμακομάντει· οὐδετέρως δὲ ἐν ἐλεγείοις, καὶ παρὰ Ἐπιχάρμῳ ἐν Ἀταλάντῃ. Χοιροβοσκός. Ὀρείχαλκος: Εἶδος ὕλης οὕτω καλουμένης, ἥτις νῦν οὐχ εὑρίσκεται. Ἄλλοι δὲ λέγουσιν, ὅτι χύμευσίς ἐστι χαλκοῦ, τοῦ νυνὶ εὑρισκομένου λευκοῦ χαλκοῦ· οὗτος γὰρ σκευασίᾳ τινὶ γίνεται λευκὸς, φύσει πυρρὸς ὤν. Ὀρθός: Ἐκ τοῦ ὄρω ὄρσω, ῥηματικὸν ὄνομα, ὀρτὸς καὶ ὀρθός. Ἢ ἔστιν ὄρω, τὸ διεγείρω, καὶ θεῶ, τὸ βλέπω· γίνεται ὄροθος· καὶ κατὰ συγκοπὴν, ὀρθὸς, ὁ διεγειρόμενος καὶ πρὸς τὰ ἄνω βλέπων. Ὀρθωσία: Ἡ Ἄρτεμις· παρὰ τὸ ὀρθοῦν τοὺς βίους τῶν ἀνθρώπων. Ὀρθογόη: Ἡ μεγάλα θρηνοῦσα· ἢ ὑπὸ τὸν ὄρθρον ἠχοῦσα. Ἡσίοδος. Ὄρθαι: Πρὶν ὄρθαι. Διεγέρθαι· ἀπὸ τοῦ ὦρθαι ἀπαρεμφάτου· καὶ συστολῇ, ὄρθαι. Ὀρθοκραιράων: Τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραίραν γὰρ λέγουσι τὴν κεφαλήν. Λέγεται δὲ διὰ τὸ τὰς πρύμνας καὶ τὰς πρώρας ἀνατετάσθαι· ἐκ μεταφορᾶς τῶν βοῶν. Σημαίνει δὲ καὶ τῶν ἐχόντων ὀρθὰ κέρατα. Ὄρθρος: Παρὰ τὸ αἴρειν καὶ ὀρθοὺς ἡμᾶς ποιεῖν λεχήρεις ὄντας· ὅθεν καὶ ἦρι ἐλέγετο, ὁμοίως παρὰ τὸ αἴρειν. Ὅρκος: Ἐκ τοῦ ὅρος· οἱ γὰρ ὀμνύοντες ὁρίζονται καὶ ὀμνύουσιν· ἢ παρὰ τὸ ἀρκῶ, τὸ βοηθῶ· ὥσπερ γὰρ βοηθήματι αὐτῷ ἐχρῶντο οἱ ἀδικούμενοι· ἢ παρὰ τὸ εἴργω· ἐπισχετικὸν γάρ ἐστι τῶν παραβῆναι βουλομένων· παρὰ οὖν τὸ εἴργειν καὶ κωλύειν τοῦ παραβαίνειν, ὅργος· καὶ τροπῇ τοῦ γ εἰς κ, ὅρκος. Ἀπὸ δὲ τοῦ ὅρκου γίνεται ὅρκιος. Ἢ παρὰ τὸ ἕρκος καὶ τειχίον εἶναι τῷ ὀμνύοντι, μὴ παραβῆναι τὰς συνθήκας. Προπαροξύνεται· τὰ διὰ τοῦ ΙΟΝ ὑπὲρ τρεῖς συλλαβὰς προσηγορικὰ, ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα, προπαροξύνεται, ὁπότε πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον· οἷον κυμβίον, ἱστίον, ἰσχίον, ἑρκίον· τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταυτόσημόν ἐστι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν, ὡς τὸ κάπριος, αἰζήϊος. Εἶπεν, «ὁπότε πρὸ τοῦ ι·» διὰ τὸ ἴκριον καὶ ἴχνιον. Ὅρμος: Σημαίνει δύο, τὸν λιμένα, καὶ τὸν περιτραχήλιον κόσμον. Παρὰ τὸ ἕρμα, τὸ ἀσφάλισμα, γίνεται ὅρμος, ὁ λιμήν· ὅθεν καὶ ὁρμίσαι, τὸ ἐν ἀσφαλείᾳ εἶναι τὴν ναῦν. Ἢ παρὰ τὸ εἴρω, τὸ συμπλέκω· ἐξ οὗ καὶ ὁρμιὰ, ἡ σειρὰ, πρὸς ἣν τὸ ἄγκιστρον ἐπησφάλισται δεδεμένον. Ὁρμῶ: Εἰ μὲν ἐπὶ ἐμψύχων, δευτέρας συζυγίας, ἀπὸ τοῦ ὁρμή· εἰ δὲ ἐπὶ ἀψύχων, πρώτης, ἀπὸ τοῦ ὅρμος· καὶ διαφέρει· ὁρμεῖ· μὲν, τὸ πλοῖον· ὁρμᾶν δὲ, τὸ ἁπλῶς ἐπέρχεσθαι· ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, πλεονασμῷ τοῦ μ γίνεται. Ἦ ῥα καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς, Ἰλιάδος νʹ. Ὄρμενον ἐξαίφνης: Ἰλιάδος φʹ. Ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, ὄρσω, ὦρκα, ὦρμαι, ὠρμένος· καὶ κατὰ συστολὴν καὶ ἀνάδοσιν τοῦ τόνου, ὄρμενος. Ἢ ἀπὸ τοῦ ὀρόμενος ὄρμενος κατὰ συγκοπήν. Ὁρμήματα: Ἐνθυμήματα, φροντίδας. Ὁρμαθός: Στίχος, ἤγουν τὸ σύστημα· ἀπὸ τοῦ ἐν αὐτοῖς ἁρμόζεσθαι. Ὅρμασται: Ἀπὸ τοῦ ἁρμόζω, ὁ παθητικὸς παρακείμενος, ἥρμοσμαι· τὸ τρίτον, ἥρμοσται· ὑπερθέσει, ὅρμησται· καὶ κατὰ συστολὴν τοῦ η, ὅρμασται. Ὄρνεον: Παρὰ τὸ ὀρούειν· ἢ ἀπὸ τοῦ αἴρεσθαι. Ἰλιάδος νʹ, Ὅς ῥα τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ὁρμήσαι πεδίοιο διώκειν ὄρνεον ἄλλο. Ὅμηρος, διὰ τὸν ἱέρακα. Ἢ παρὰ τὸ τὰ ὄρη νέειν, ἤγουν διώκειν, γίνεται ὄρνεον. Ὄρνις: Παρὰ τὸ ὄρω, ὄρις· καὶ πλεονασμῷ τοῦ ν, τί γὰρ ὁρμητικώτερον πτηνοῦ; γίνεται ὄρνις· οὐδὲν γὰρ ὁρμητικώτερον τούτου τοῦ ζῴου. Ὄρνιθος. Ὁ κανών· τὰ εἰς ΙΣ λήγοντα, ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα, διὰ τοῦ ΘΟΣ κλίνεται· δέλλις δέλλιθος, ἔστι δὲ εἶδος ζῴου ὅμοιον μελίσσῃ μέρμις μέρμιθος, τὸ σχοινίον· ἕλμινς ἔλμινθος· πλὴν τοῦ Τράλλις Τράλλεος· ἔστιν ὄνομα πόλεως· τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται. Τὸ ὄρνις Ἀττικῶς ἐκτείνεται· ὥστε βραχύ ἐστι· τὰ γὰρ εἰς ΙΣ βαρύτονα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, συστέλλει τὸ ι· ἐπὶ δὲ τῆς γενικῆς μακρόν ἐστι. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε παραλήγουσα γενικῆς περιττοσυλλάβου μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας εὑρίσκεται, πλὴν τοῦ ὄρνιθος καὶ κώμυθος καὶ πόληος. Ὡς ἐμάθομεν, ὅτι ἐπὶ τῆς εὐθείας βραχύ ἐστι τὸ ι, ἐπὶ δὲ τῆς γενικῆς μακρόν. Ἰστέον δὲ ὅτι τὸ ὄρνις καὶ τὸ πετεινὸν γενικά εἰσι· τὰ δὲ εἰδικὰ ταῦτα, χὴν, γέρανος, κύκνος. Ὀρνιθοκλόος: Ἀπὸ τοῦ κοεῖν, τὸ συνιέναι, γίνεται ὀρνιθοκόος· εἶτα ὀρνιθοκλόος. Ὀρνιθευτάς: Ὀρνιθοθήρας. Ὀρνύω: Ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω· καὶ πλεονασμῷ Δωρικῷ τοῦ ν, ὀρύνω· καὶ ὑπερβιβασμῷ, ὀρνύω· ἐξ οὗ ὄρνυμι, καὶ ὤρνυτο. Ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός. Ὁρκάνη: Περίφραγμά τι ἀκανθῶδες. Ὄροβος: Ὀσπρίου εἶδος. Ὅρος: Σημαίνει δύο, τὰ ὅρια καὶ τῆς χώρας τὰ τέλη· καὶ σανίδιον τὸ ἐπιτιθέμενον ταῖς οἰκίαις καὶ τοῖς χωρίοις ἐγκαταπηγνύμενον τοῖς ἐνεχυριαζομένοις πρὸς ἃ ὀφείλουσιν οἱ δεσπόται. Καὶ ὁρισταὶ, ἀρχή τις ἐστὶν, ἥτις ἀφώριζε τὰ ἴδια καὶ τὰ δημόσια οἰκήματα, ὥσπερ τινὲς γεωμέτραι καὶ ὁριοδεῖκται. ὅρος καὶ γεωργικὸν σκεῦος, ὅ φασί τινες σχοινίον. ὅρος ἐστὶν, ὁ τὸ τὶ ἦν εἶναι δηλῶν· ἢ λόγος ἐκ τῶν καθόλου καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν· οἷον, «Ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν.» Ἐκ τοῦ καθόλου καὶ κοινοῦ ἴδιόν τι ἀπετέλεσε, τὸν ἄνθρωπον. Τῶν καθόλου ἐστὶ, τὸ ζῷον· τῶν κοινῶν, τὸ λογικόν. Εἴληπται δὲ ὅρος ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθεσίων. Ὥσπερ γὰρ τὰ ὁροθέσια χωρίζουσι τήνδε τὴν γῆν ἀπὸ τῆσδε, καὶ ἑκάστῳ τὸ ἴδιον φυλάττει, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος ὁ τοῦ ἀνθρώπου χωρίζει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου καὶ τῶν ὁμοίων. Γίνεται δὲ ἀπὸ τοῦ εἴρω, τὸ συνάπτω καὶ συμπλέκω, ὡς σπείρω σπόρος. Ἐπὶ δὲ τοῦ οὐδετέρου, οἷον τὸ ὄρος, παρὰ τὸ αἴρω ἄρος καὶ ὄρος, τὸ ἀπὸ γῆς πρὸς ὕψος αἰρόμενον· ἢ παρὰ τὸ ὄρω, τὸ ὁρμῶ· ἢ παρὰ τὸ ὁρᾶν εἰς ὕψος διʼ αὐτοῦ. Ὀρὸς δὲ, ἡ ὑπόστασις τοῦ γάλακτος, ὀξύνεται. Ὄρουσε καὶ ἀνόρουσεν: Ἐκ τοῦ ὀρούω, τὸ ὁρμῶ, γίνεται. Ἀπὸ τοῦ ὄρω ὀρύω, ὡς πλήθω πληθύω, πηδῶ πηδύω, καὶ πλεονασμῷ τοῦ ο Βοιωτικῶς, γίνεται ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τῷ υ στοιχείῳ τὸ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσηται φωνήεντι· οἷον, κύνες, κοῦνες· καὶ τὸ κῦμα, κοῦμα. οὐ πλεονάζει δὲ τὸ ο, ἡνίκα ὑποτάσσηται· οἷον εὐνὴ, αὐλή. Ὀρούεινε: Παρώρμησεν. Εἰς τὸ ἀγλαϊεῖσθαι. Ὅρπηξ: Ὀρόδαμνος καὶ ὅρπηξ ὁμοίως ἐπὶ τῶν κλάδων λέγεται, παρὰ τὸ ὀρούειν κατὰ τὴν αὔξησιν· ὅρπηξ ὁ κλάδος, παρὰ τὸ ἕρπειν καὶ ὀρούειν εἰς ὕψος πεποίηται· ἢ ὅρμηκες τινὲς ὄντες· ἢ ὄρφηκες, οἱ εἰς ὀροφὴν ἐπιτήδειοι. Ὀρόγυια: Ὀρέγω, τὸ ἐκτείνω· ὁ μέσος παρακείμενος, ὤρεγα· ἡ μετοχὴ, ὠρεγώς· τὸ θηλυκὸν, ὠρεγυῖα· συστολῇ καὶ τροπῇ, ὀρόγυια. Ὁροθύνω: Τὸ παρορμῶ καὶ διεγείρω καὶ ἐρεθίζω, παρὰ τὸ ὀροθῶ· ἢ παρὰ τὸ ὄρω ὀρῶ καὶ τὸ θύνω γίνεται ὀροθύνω. Ὁρῶν: Παρὰ τὴν ὅρασιν, ὁ διὰ τῆς ὁράσεως τὶ καταλαμβάνων· ἢ παρὰ τὸ ὄρος, ὁ διὰ τῶν ὀρῶν τὰ πέρατα τῶν σωμάτων καταλαμβάνων. Ἔστι καὶ ὀρῶ περισπώμενον, τὸ διεγείρω καὶ ὁρμῶ· ἔνθεν τὸ, Νεῖκος ὀρεῖται. Τούτου ὁ μέσος παρακείμενος ὦρα καὶ ὄρωρα· καὶ καθʼ ὑπερβιβασμὸν, ὤρορα. Ἢ ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὁ μέσος παρακείμενος, ὦρα, καὶ Ἀττικῶς ὄρωρα· ὁ ὑπερσυντέλικος, ὀρώρειν. Ὁρόῳτε: Ἰλιάδος δʹ, ἀπὸ τοῦ ὁράοιτε ὁρῷτε· καὶ πλεονασμῷ τοῦ ο. Ὁρῶ οὖν, ὁ μέλλων ὁρήσω· ὁ παρακείμενος, ὥρηκα· ὁ μέσος, ὧρα· καὶ τὰ ἑξῆς. Ὁρωρέχατο: Ἰλιάδος λί, ἤγουν ἢ τῷ κυρτώματι, ἢ τῷ χρώματι, ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις. Σημαίνει τὸ ἐκρέμαντο. Ἀπὸ τοῦ ὀρέγω ὀρέξω· ὁ παρακείμενος, ὤρεχα, ὤρεγμαι· ὁ ὑπερσυντέλικος, ὠρέγμην, ὤρεκτο, ὠρέχατο· καὶ κατὰ ἀναδιπλασιασμὸν, ὀρωρέχατο. Ὁροίτυπος: Ὡς ἀπὸ τοῦ χορότυπος γίνεται πλεονασμῷ τοῦ ι χοροίτυπος, καὶ δολοφονῆσαι δολοιφονῆσαι, οὕτως ὀρότυπος καὶ ὀροίτυπος, ὁ ἐν ὄρει τὰ στύπη ὅ ἐστι στελέχη κόπτων. Ἀρχίλοχος, θυρέων ἀπεστύπαζον. Σημαίνει δὲ τὸν ξυλουργόν. Ὀρυγμαδός: Θόρυβος, κραυγή· ὁ ἐν ὄρει γινόμενος. Παρὰ τὸ ὄρος καὶ τὸ ὅμαδος. Οἱ δέ φασι παρὰ τὸ θορυβάζω θορυβάσσω, καὶ Δωρικῶς, θορυβάξω· ὁ μέσος παρακείμενος, τεθορύβαγα, θορυβαγός· καὶ ἀφαιρέσει τοῦ θ, καὶ τροπῇ τοῦ β εἰς μ, καὶ πλεονασμῷ τοῦ δ, ὀρυγμαδός. Ἐπὶ τοῦ ἁπλῶς θορύβου. Ὀρρωδῶ καὶ ἀρρωδῶ: Ζήτει εἰς τὰς Διαφοράς. Καὶ κατωρρωδηκότες, τὸ φοβούμενοι· ἀπὸ τοῦ ῥῶ, τὸ ὑγιαίνω, ἐξ οὗ καὶ τὸ ἔρρωμαι, παράγωγον ῥώζω· καὶ μεταθέσει τοῦ ζ εἰς δ, ῥωδῶ, ὡς μύζω μυδῶ, καὶ ἐρίζω ἐριδῶ· ἔνθεν τὸ, ἐριδήσασθαι μετὰ τοῦ στερητικοῦ α ἀρρωδῶ· Ἡρόδοτος, Καὶ ἀπεμάχετο τὴν ψυχὴν ἀρρωδέων καὶ τροπῇ τοῦ α εἰς ο, ὀρρωδῶ, τὸ μὴ ἐρρῶσθαι τὴν ψυχὴν ἀπὸ φόβου. Φιλόξενος. Ὀρρωδῶ, παρὰ τὸ τὸν ὀρρὸν ἰδίειν. Ὀρρὸς δέ ἐστι τὸ ἱερὸν ὀστοῦν. Συμβαίνει δέ πως τοῖς φοβουμένοις ἱδρῶτα γίνεσθαι κατὰ τοῦ ἱεροῦ ὀστέου. Ὄρσεο: Ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ. Ὁ κανών· οἱ Ἴωνες τὴν ΟΥ δίφθογγον εἰς ε καὶ ο διαλύουσιν, ὄρσου ὄρσεο. Τὸ ῥῆμα, ὄρσω· γίνεται ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὁ μέλλων Αἰολικῶς, ὄρσω· καὶ μετάγεται εἰς ἐνεστῶτα, καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ. Ὄρσω, ὄρσομαι· ὠρσόμην ὤρσου· καὶ ὄρσεο τὸ προστακτικὸν Ἰωνικῶς, κατὰ συστολὴν τῆς πρώτης συλλαβῆς, ὡς ἐμοῦ, ἐμέο· τύπτου, τύπτεο. Ὀρσοθύρη: Θυρὶς διʼ ἧς εἰς ὑπερῷον ὑπάρχει ἀνάβασις· παρὰ τὸ ὄρω ὄρσω καὶ τὸ θύρα. Ὀρσοθύρη δέ τις ἔσκεν. Θυρίς τις ἔοικεν ἐπὶ τὴν δημοσίαν ὁδὸν φέρουσα, ἐφʼ ἣν ἔδει ἀναβῆναι διά τινος κλίμακος. Δύναται δὲ καὶ διʼ αὐτοῦ ἄνοδός τις εἶναι φέρουσα ἐπὶ τὴν θύραν ταύτην. Εἴρηται παρὰ τὸ ὀρούειν ἐπʼ αὐτήν. Λέγει δὲ καὶ Σιμωνίδης κακοσχόλως, Καὶ τῆς ὄπισθεν ὀρσοθύρης ἠλσάμην. Φησὶ δὲ Ἀπολλόδωρος, ὀρσορόκα ὑπʼ ἐνίων λέγεσθαι, διʼ ἧς τὸ ὕδωρ ὄρνυται· Κράτης δὲ, ὀρθοθύρη, θύρα πρόβασιν ἔχουσα, καὶ εἰς τὰ ὑπερῷα φέρουσα. Τινὲς ὑψηλὴν θύραν. Ὀρσολόπος: Ὀρσοοπὸς, ἵνα λάβῃ τὸ λ. Περὶ Παθῶν. Ὁρτή: Ἀπὸ τοῦ ἑορτὴ, κατὰ ἀφαίρεσιν. Περὶ Παθῶν. Ὀρταλίζειν: Τὸ ῥίπτειν, ὡς Ἀριστοφάνης· οἷον, Ἀνωρτάλιζες κἀκερουτίας. Ἀντὶ τοῦ ἀναρρίπτειν ἐποίεις. Παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὁ παθητικὸς παρακείμενος, ὦρται· ῥηματικὸν ὄνομα ὀρτός· ἀφʼ οὗ περισπώμενον ῥῆμα ὀρτῶ· καὶ παράγωγον ὀρτίζω· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ὀρταλίζω. Δηλοῖ δὲ ἡ λέξις κυρίως τὸ ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων, οἱονεὶ ὀρούειν εἰς ὕψος. Κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ τοῦ ἄλλην ἡντιναοῦν ποιεῖσθαι κίνησιν, ὡς ἀνωτέρω εἴρηται παρὰ Ἀριστοφάνει. Ὀρτάλιχος: Παρὰ τὸ γλίχεσθαι τοῦ ὀρούειν καὶ πέτεσθαι. Ὀρτυγομήτρα: Παρὰ τὸ ὄρω, τὸ διεγείρω. Ὀρφανός: Ἀπὸ τοῦ ὄροφος ὀροφανὸς, καὶ ὀρφανὸς, ὁ μὴ ἔχων τινὰ βοηθόν. Ἢ παρὰ τὸ ὀρφνὸν, ὃ σημαίνει τὸ σκοτεινόν. Ζήτει εἰς τὸ ὀρχομενόν. Ὄρφνη: Ἡ σκοτία. Καὶ, Νύκτα διʼ ὀρφναίην. Τὴν σκοτεινήν. Ἀπὸ τοῦ ἐρέφω, τὸ σκέπω, γίνεται ὀροφή· πλεονασμῷ τοῦ ν, ὀροφνή· καὶ συγκοπῇ ὄρφνη, ἡ σκέπουσα τὸ φῶς. Ὄρχαμος: Ἡγεμών· παρὰ τὸ ἄρχω, ἄρχαμος καὶ ὄρχαμος. Ὄρχατος: Σημαίνει τὸν παράδεισον, τὴν φυτείαν δʼ ἧς ἐρχόμεθα. Διαφέρει δὲ ὀρχοῦ· ὀρχὸς γὰρ ἐστὶν ὁ βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν· παρὰ τὸ ὀρύσσω, ὄρυχόν τινα ὄντα· ὄρχατος δὲ, ἡ ἐπίστιχος φυτεία, παρὰ τὸ ἔρχεσθαι. Καὶ Ἀριστοφάνης τὸ μεταξὺ τῶν φυτῶν μετόρχιον ἐκάλεσεν ἐν τοῖς Γεωργοῖς. Ὁ δὲ Ἡσίοδος ὀρχὸν λέγει τὴν ἐπίστιχον φυτείαν τῶν ἀμπέλων· Οἱ δʼ αὖτʼ ἐς ταλάρους——ἔφερον βότρυας μεγάλων ἀπὸ ὀρχῶν· καὶ πάλιν, παρὰ δέ σφισιν ὀρχὸς χρύσεος ἦν. Ἕστι δὲ ὅτε δηλοῖ καὶ κῆπον. Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν. Καὶ Ὅμηρος, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφὶς, Ἰλιάδος ξʹ. Ὀρχηστής: Τὴν τάξιν τῆς φυτείας ὀρχοὺς εἰώθασι λέγειν οἱ ποιηταί· καὶ οἱ ὀρχησταὶ ἐντεῦθεν, ὅτι κατὰ τὴν τῶν βοτρύων συγκομιδὴν ἐν τοῖς τόποις τούτοις, ἐπειδὰν ἔτυχον τρυγῶντες, ἀπήρχοντο τῷ θεῷ χορεύοντες, καθάπερ κωμῳδοί· ἐξ οὗ καὶ τὸ ὀρχῶ ὀρχήσω. Οἱ δὲ, παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς χεῖρας, κατὰ τροπὴν τοῦ γ εἰς χ. Καὶ ὀρχηστὴς ἄρης, ὁ εὐκίνητος κατὰ πόλεμον, ὡς τὸ, Μηριόνη, τάχα κέν σε, καὶ ὀρχηστήν περ ἐόντα, Ἰλιάδος πʹ. Ἐπυρρίχιζον γὰρ ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν, ὅ ἐστι σὺν τοῖς ὅπλοις τὴν πυρρίχιον καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία γὰρ εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν, καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος. Ὀρχομενός: Δύο εἰσὶ, Βοιωτικὸς καὶ Ἀρκαδικός· ἀλλʼ ὁ μὲν Βοιωτικὸς, Μινύειος καλεῖται· ὁ δὲ Ἀρκαδικὸς, πολύμηλος· καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία. Ὀρφανός: Ἢ παρὰ τὸ οἶος, ὁ μόνος, γίνεται οἰοφανὸς καὶ ὀρφανὸς, ὁ μόνος φαινόμενος, καὶ γονεῖς μὴ ἔχων· ἢ παρὰ τὸ ἁρπάζω, ἁρπανὸς καὶ ὀρφανὸς, οὗτινος οἱ γονεῖς ἡρπάγησαν. Ὅς: Ἄρθρον ὑποτακτικόν· σημαίνει δὲ καὶ ἀντωνυμίαν κτητικὴν τρίτου προσώπου, ἐμὸς, σὸς, ὅς. Σημαίνει καὶ ἀντωνυμίαν ἰσοδυναμοῦσαν τῇ οὗτος· οἷον, Ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. Δύναται σημαίνειν καὶ τὴν αὐτός· οἷον, Ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνόν. Ἔστι δὲ καὶ ἀόριστον μόριον ἰσοδυναμοῦν τῷ ὅστις, ὑποτακτικῷ ἄρθρῳ ὁμόφωνον· οἷον, Ὃς ἂν ἔλθοι, μεινάτω με, καὶ, Ἄνθρωπος ὃς ἦλθε. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί οὐκ εἰσὶν εἰς ΟΣ ὀνόματα μονοσύλλαβα· τὸ γὰρ ὃς ἄρθρον ἐστὶν, ὡς εἴπομεν· καὶ τὸ πὸς, οἷον, Ὡς πὸς χειμαινομένοισιν, ἀπὸ τοῦ ποὺς γέγονε, κατὰ ἀποβολὴν τοῦ υ. Καὶ ἔστιν εἰπεῖν, ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει φύσει ἢ θέσει, χωρὶς τοῦ τίς. Ἄλλως τε δύο κανόνες εἶχον μάχεσθαι· καθὸ μὲν γὰρ εἰς ΟΣ εἰσὶν, ὤφειλεν εἰς ΟΥ ἔχειν τὴν γενικὴν, καθὸ δὲ πάλιν ὅτι πᾶσα μονοσύλλαβος εὐθεῖα, ἰσοσυλλάβως κλινομένη, ἀποβολῇ τοῦ σ ποιεῖ τὴν γενικὴν, ὁ Χνᾶς, τοῦ Χνᾶ· ὁ Δρῆς, τοῦ Δρῆ· τῶν δύο οὖν κανόνων μαχομένων, ἐπέλιπον τὰ εἰς ΟΣ μονοσύλλαβα ὀνόματα. Ὀρφῶς: Περὶ δὲ τοῦ ὀρφῶς ἔστιν εἰπεῖν ὡς λέγει ὁ αὐτὸς Χοιροβοσκὸς, ὅτι τὰ εἰς ΩΣ Ἀττικὰ τῆς κοινῆς εὐθείας ἔχουσι τὸν τόνον· κἂν φθάσῃ προπαροξυνθῆναι ἡ εὐθεῖα, πᾶσα πτῶσις προπαροξύνεται. Σεσημείωται τὸ ὀρφῶς καὶ τὸ λαγῶς· ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν. Τοῦ μὲν γὰρ ὀρφῶς ὁ τόνος ὄρφος ἐστὶ, βαρύτονος· τοῦ δὲ λαγῶς, λαγὸς, ὀξύτονος· καὶ Ἡρωδιανὸς φησὶν, ὅτι ἐν τοῖς εἰς ΩΣ ὑπὲρ μίαν συλλαβὴν οὐδὲν περισπᾶται, πλὴν τοῦ ὀρφῶς καὶ λαγῶς. Ὅσιος: Παρὰ τὸ ἅζω, τὸ σέβομαι, γίνεται, τροπῇ τοῦ α εἰς ο· διὸ καὶ διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ μέλλοντος διὰ τοῦ ΙΟΣ γινόμενα διὰ τοῦ ι γράφεται· ἅζω, ἅσω, ἅσιος καὶ ὅσιος· καὶ κτήσω, κτήσιος· ἀλέξω, ἀλέξιος. Τὸ δεξιὸς καὶ ἀνεψιὸς κατὰ τόνον μόνον διήλλαξεν. Ὁσημέραι: Πάντοτε, καθʼ ἡμέραν, ὅσαι ἡμέραι. Ὄσπριον δεῖ λέγειν, καὶ οὐκ ὄσπρεον. Παρὰ τὸ σπόρος σπόριον· καὶ ὑπερβιβασμῷ, ὄσπριον. Χοιροβοσκός. Ὄσσα: Θεία φήμη καὶ κληδών. Οἶμαι παρὰ τὸ ὄπτω. Ὄσσαν ὅδʼ ἄμβροτον ἱεῖται. Ἡσίοδος τὴν πᾶσαν φωνὴν ὄσσαν λέγει. Σημαίνει καὶ τὸ ὄρος τὸ Θετταλικόν. Ὄσσε: Σημαίνει τοὺς ὀφθαλμούς. Γίνεται παρὰ τὸ ὄπτω, τὸ βλέπω, Αἰολικῶς ὄσσω, ὡς κόπτω κόσσω, καὶ πέπτω πέσσω. Ἔστιν οὐδέτερον τὸ ὄσσος· Κλίνεται τοῦ ὄσσεος καὶ ὄσσους· ὄσσεε, καὶ ἀφαιρέσει τοῦ ἑνὸς ε, ὄσσε. Κλίνεται δὲ καὶ ἀρσενικῶς ὁ ὄσσος, ὥσπερ καὶ ὁ σκότος. Ὀσσόμενος: Σημαίνει τὸ περιβλεψάμενος. Ὄσσετο θυμός: Προεώρα, τουτέστι κατὰ ψυχὴν προσεδέχετο, οἷον ἡ κατʼ ἐπίνοιαν γνῶσις· ἀπὸ τῶν ὄσσων, τῶν ὀφθαλμῶν. Ὀσταφίς: Πλεονασμῷ τοῦ ο· καὶ ἀσταφὶς, πλεονασμῷ τοῦ α· σταφὶς γάρ· σπάνιον δὲ τὸ σταφίς· σχεδὸν γὰρ ἡ εἰς α χρῆσις ἀσταφὶς ἔχει. Περὶ Παθῶν. Ὀστέον: Παρὰ τὸ στῶ στέον, καὶ ὀστέον, τὸ αἴτιον τῆς στάσεως· ἢ παρὰ τὸ ἵστημι. Ὄστρακον: Παρὰ τὸ στερεὰν ἀκμὴν ἔχειν. Ὄστλιγγες: Ὄστλιγγες μαλεροῖο πυρός. Αἱ λαμπηδόνες· παρὰ τὸ ὄσσε καὶ τὴν ἴλιγγα, ὀσσίλιγγες τινὲς οὖσαι· καὶ κατὰ συγκοπήν. Σημαίνει δὲ καὶ τρίχας, ὡς παρὰ Καλλιμάχῳ ἐν τῷ πρώτῳ Αἰτιῶν, ἀπʼ ὀστλίγγων αἰὲν ἄλειφα ῥέει. Παρὰ τὸ ὀστοῦν εἰλεῖσθαι, ὀστοΐλιγγες τινὲς οὖσαι, αἱ περὶ τὸ ὀστέον εἰλούμεναι. Ἢ παρὰ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς εἰλεῖσθαι καὶ συνηθροῖσθαι. Ὦρος, καὶ ἄλλοι. Ὀσφύς: Ῥάχις, καὶ ψύα· ὡς μὲν Ἀριστοτέλης, ἡ ἴση πρὸς τὰ ἄνω ἐμπεφυυῖα, ἰσόσφύς τις οὖσα· ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστοφυής τις οὖσα· ὀστώδης γάρ. ὀσφὺς λέγεται τὸ τρίτον μέρος τῆς ῥάχεως· ἡ γὰρ ῥάχις τρεῖς ἐπωνυμίας ἔχει· καὶ ἡ μὲν πρώτη καλεῖται αὐχήν· ἡ δὲ δευτέρα, ἰξύη· ἡ δὲ τρίτη, ὀσφὺς, οἱονεὶ ὀστοφυής. Ὀσχεός: Ὀχεύω, ὀχεός· καὶ πλεονασμῷ τοῦ σ, ὀσχεὸς, ὡς φωλεύω, φωλεός. Ὅτʼ ἂν: Τὸ ὅτʼ ἂν ἐπίρρημα οὐ δύναται εἶναι· τὰ γὰρ εἰς ΑΝ ἐπιρρήματα ἐκτείνεται. Τὸ πάμπαν ὀνοματικόν. Τὸ δὲ ὅτʼ ἂν, κατὰ συστολὴν, δύο μέρη λόγου εἰσὶν, ὅτε ἄν. Ὁμοίως καὶ τὸ ὁπότʼ ἂν. Ὁτέοισιν: Ἰλιάδος οʹ, Ἠμὲν ὁτέοισι κῦδος ὑπέρτατον ἐγγυαλίξει, ἠδʼ ὅτινας μινύθει· ἀντὶ τοῦ οἷστισι. Τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει τὸν τόνον· τὸ δὲ ὁτέοισιν, οὐκ ἔτι. Ὄτλος: Ὁ μόχθος, ἡ κακοπάθεια. Παρὰ τὸ τλῶ, τὸ κακοπαθῶ, ῥηματικὸν ὄνομα τλός· καὶ πλεονασμῷ τοῦ ο. Ἢ μετὰ τοῦ ἐπιτατικοῦ α, ἄτλος καὶ ὄτλος, ὡς ἄχθος, ὀχθήσατο. Ὅτι: Ἰστέον ὅτι τὸ ὅτι πῇ μέν ἐστι σύνδεσμος αἰτιολογικὸς, πῇ δὲ ὄνομα οὐδέτερον, ὅπερ γέγονεν ἀπὸ τοῦ ὅστις ἀρσενικοῦ· τὸ θηλυκὸν, ἥτις· καὶ τὸ οὐδέτερον, ὅτι. Καὶ ὥσπερ ἐν τῷ ὅστις δύο λέξεις εἰσὶν, οὕτως καὶ ἐν τῷ ὅτι, ὅπερ ἐστὶν ἓν μέρος λόγου· τοῖς γὰρ πυσματικοῖς εἴωθε προσέρχεσθαι ἀναφορικὸν μόριον τὸ ὁ· ποῖος, ὁποῖος· τίς, ὅ τις. Τὸ δὲ τὶς κοινόν ἐστι τῷ γένει, καὶ ὄνομα ἀναφορικόν. Ἐὰν δὲ ἀναδιπλασιασμὸν δέξηται τοῦτο ὅττι, μόνον ἐστὶν ὄνομα ἐν μιᾷ λέξει ἀκουόμενον, καὶ οὐκέτι συμπίπτει συνδέσμῳ, ἀλλʼ ἔστιν οὐδέτερον ὄνομα. Ἰστέον ὅτι ἐπὶ μὲν τοῦ ὁποῖος καὶ τῶν ὁμοίων οὐκ ἔστι τὸ ο ἄρθρον, ἀλλὰ μόριόν τι προσιὸν τοῖς πύσμασιν· οὐδέποτε γὰρ ἄρθρον μετὰ πυσμάτων συντάσσεται· τὰ γὰρ πύσματα ἀγνοεῖ, τὸ δὲ ἄρθρον ἀναφέρει τὸ προεγνωσμένον. Ὄτοβος: Ψόφος· διὰ τὸ ἀσαφὲς τῆς λέξεως, ἤγουν τοῦ λέγειν· ἡ διὰ τῶν ὤτων βοή. Ἡσίοδος ἐν Θεογονίᾳ, Ὄτοβος δʼ ἄτλητος ὀρώρει. Ὀτραλέως: Σπουδαίως. Παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, καὶ σπεύδω, γίνεται τρεής· καὶ κατὰ συναλοιφὴν τοῦ ε καὶ η εἰς τὸ αὐτὸ η, καὶ πλεονασμῷ τοῦ ο, ὀτρής· ἀφʼ οὗ ἐπίρρημα εἰς ΩΣ, ὀτρῶς καὶ ὀτρέως, ὡς εὐτυχὴς εὐτυχῶς, εὐγενὴς εὐγενῶς· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς. Ἰλιάδος γʹ, Τοὶ δʼ ὀτραλέως ἐπίθοντο. Ἔστι ῥῆμα τρῶ, τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν, τρεύς· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀτρεὺς, ὁ ἄφοβος· τροπῇ Ὀτρεύς· ὅθεν τὸ, λαοὺς Ὀτρῆος καὶ Μύγδονος. Ἡ γενικὴ τῶν πληθυντικῶν, ὀτρέων· καὶ τὸ ἐπίρρημα ὀτρέως· καὶ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονασμῷ τῆς ΑΛ συλλαβῆς γίνεται καρπάλιμος οὕτω καὶ ὧδε. Ὀτρηρώ: Ὀτρηρὼ θεράποντε. Δραστικοὶ, σπουδαῖοι. Παρὰ τὸ ὀτρύνω, ὀτρυρὸς, καὶ τροπῇ, ὀτρηρὸς, ὁ διʼ ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν, ἢ διʼ ἑτέρου. Ὁ δὲ Φιλόξενος, παρὰ τὸ τρῶ τρέω γίνεται ῥηματικὸν ὄνομα τρεερὸς, ὡς σφάλλω, σφαλερός· καὶ κράσει, τρηρὸς, ὁ δειλὸς, ἀφʼ οὗ παρώνυμον τρήρων, μετὰ τοῦ στερητικοῦ α, ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς, καὶ ἐρρωμένος τὴν γνώμην· καὶ μεταθέσει, ὀτρηρός. Ὄτριχας, οἰετέας καὶ ὄπατρας: Οἱονεὶ ὁμοετέας καὶ ὁμοιότριχας καὶ ὁμόπατρας· καὶ κατὰ συγκοπὴν, ὄτριχας. Ἢ ὁμοῦ λέγει τὸ αὐτό· ὅθεν καὶ ὁμώνυμον. Ὀτρυγηφάγος: Τρύγη, ὁ Δημητριακὸς καρπός· ἐξ οὗ τρυγηφάγος· καὶ πλεονασμῷ τοῦ ο, ὀτρυγηφάγος. Ὀτρύνω: Ἀπὸ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω, ὀρύνω· καὶ πλεονασμῷ τοῦ τ, ὀτρύνω· σημαίνει τὸ ἐπισπεύδω καὶ παρορμῶ καὶ διεγείρω, ὡς τὸ, Ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσι. Σημαίνει καὶ τὸ παρακατασκευάζω, ὡς τὸ, Αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε. Οὐκ ἔα: Τρεῖν μʼ οὐκ ἔα Παλλὰς Ἀθήνη, Ἰλιάδος εʹ. Συστέλλεται τὸ α, καὶ βαρύνεται. Τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτος ἐστὶν ἐῶ, ἐᾷς, ἐᾷ, μετὰ τοῦ ι· τοῦ δὲ παρατατικοῦ, εἴων, εἴας, εἴα, οὐ μετὰ τοῦ ι· καὶ τὸ προστακτικὸν, ἔα. Εἰ τοίνυν ἐστὶ τοιοῦτο τὸ, «τρεῖν μʼ οὐκ ἔα,» μόνον συνεστάλη τὸ α, καὶ ὁ παρατατικὸς ἐστὶν ἰσοδύναμος τῷ ἐνεστῶτι· εἰ δὲ ἐνεστώς ἐστιν, ἀεὶ περισπᾶται καὶ σὺν τῷ ι γράφεται, δῆλον ὅτι πολλὰ πάθη, συστολὴ τοῦ α, καὶ ἐκβολὴ γίνεται τοῦ ι, καὶ μεταβολὴ τοῦ τόνου· εἰ μὴ ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο ΑΑ, ὧν τὸ μὲν πρῶτον συνεσταλμένον, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον· οἷον, Οὐχ ὁράᾳς οἷος κἀγώ. Καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάα δακέειν,» «ἥτʼ ἐκπεράα,» Οὐκ ἐάᾳ Κρονίδης. Τοῦτο γοῦν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι· οἷον, Τρεῖν μʼ οὐκ ἔα. Ἔνθεν καὶ συστέλλεται τὸ α καὶ βαρύνεται. Οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτα ἀποκόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ, Οὔτα κατὰ λαπάρην. Εἰ δέ τις ἐπιζητῶν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυτόνων ἐπὶ τοῦ τρίτου ἀποκοπὴν οὐχ εὑρήσει, καὶ οὐδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν. Οὔ σε ἔοικε: Τί διαφέρουσιν αἱ ἐγκλινόμεναι ἀντωνυμίαι τῶν ὀρθοτονουμένων; Διαφέρουσιν, ὅτι αἱ μὲν ὀρθοτονούμεναι διαστολὴν ἔχουσιν ἑτέρου προσώπου· οἷον, ἐμοὶ ἔδωκας, καὶ οὐκ ἄλλῳ· ἐμοῦ ἤκουσας, καὶ οὐκ ἄλλου· αἱ δὲ ἐγκλινόμεναι ἀπόλυτα πρόσωπα δηλοῦσιν, Ὥς σεο νῦν ἔραμαι. Οὐ μέν πως: Τὸ μὲν ὀξύνεται· ἐπειδὴ αἱ ὀξυνόμεναι λέξεις αἱ διὰ τὴν συνέπειαν τρέπουσαι τὴν ὀξεῖαν εἰς βαρεῖαν, ἐπιφερομένου ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν τάσιν φυλάττουσι. Ζεὺς δʼ ἐπεὶ οὖν· καὶ, Ζεύς με μέγα Κρονίδης. Οὐ ἕθεν: Ἐκ τῆς οὐ ἀρνήσεως καὶ τῆς ἕθεν ἀντωνυμίας. Ἰστέον ὅτι τὸ οὔ ἑθεν χωρὶς τοῦ κ εὑρέθη, διότι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέποτε προσλαμβάνει· οἷον, ἐμοῦ, ἤκουσέ μου. Ἄλλως δὲ, αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασμοῦ, ἀλλʼ οὐ δύναται λήγειν εἰς κ· οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ εἰς ἄφωνον λήγει. Δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει. Εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν, ἤμελλε φυλάττειν ἐν πλεονασμῷ, καὶ οὐκέτι ἐνεκλίνετο. Οὔ θήν μιν: Πόσοι τόνοι; Δύο. Διατί; Ἡνίκα εὑρεθῇ ἐγκλιτικὰ ἐφεξῆς ἀλλήλων κείμενα, πολλαὶ ἔσονται καὶ παράλληλοι αἱ ὀξεῖαι, Ἦ ῥὰ νύ μοι τι πίθοιο. Οὐχ ἅπτομαι: Πότερον ἀπὸ τῆς οὐ ἀρνήσεως γέγονεν, ἢ ἀπὸ τῆς οὐχί; Λέγομεν ὅτι οὐκ ἀπὸ τῆς οὐχὶ, οὐδὲ γὰρ ἔχει ἀπόστροφον· καὶ τοῦτο δῆλον καὶ ἐξ ἑτέρου ῥήματος. Οὐκ ἔρχομαι, Οὐκ ἄγω· εἰ γὰρ ἐκ τοῦ οὐχὶ αἱ συνθέσεις ἐγίνοντο, ἄτρεπτον ἂν τὸ χ ἐφυλάττετο· ψιλὴ γὰρ οὐ δύναται μεταβάλλειν τὸ δασὺ εἰς ψιλὸν, ὡς τὸ, «ἀμφʼ ἐμοί·» ἡ δασεῖα δὲ μᾶλλον τὸ ψιλὸν μεταβάλλει πρὸς δασύ. Προφανὲς οὖν, ὅτι ἐκ τῆς οὐ ἀρνήσεως μᾶλλον τὰ ῥήματα συντίθεται, καὶ πλεονασμῷ τοῦ κ διὰ τὴν ἐπαλληλίαν μεταβάλλεται, ὁπηνίκα δασὺ τὸ ῥῆμα, ὡς τὸ Οὐχ ὁρῶ. Ἄτοπον οὖν, εἰ τὸ μὲν Οὐκ ἄγω ἐκ τοῦ οὐ συντίθεται, τὸ δὲ Οὐχ ἅπτομαι, ἐκ τοῦ οὐχί· ὤφειλε γὰρ λέγεσθαι οὐχʼ ἔρχομαι. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὸ σύμφωνον προσελθὸν διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων τῇ κάτω συλλαβῇ ἀκολουθεῖ, διϊστάμενον τῆς οὐ ἀρνήσεως. Οὕτως εὗρον ἐγὼ εἰς τὰς ἀπορίας καὶ λύσεις Εὐλογίου σχολαστικοῦ. Οὐ: Τὸ οὐ ἐπίρρημά ἐστιν ἀρνήσεως· τὸ δὲ κ πλεονάζει διὰ τὴν χασμωδίαν, καὶ ὅτι ψιλὸν ψιλοῦ ἡγεῖται καὶ δασὺ δασέος, καὶ ὅτι ἡ οὐ ἄρνησις συντιθεμένη μεθʼ ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχομένης, ψιλουμένης μὲν αὐτῆς, πλεονάζει τὸ κ, ὡς τὸ, «Οὐκ ὀνοστὰ,» ἀντὶ τοῦ, οὐ μεμπτά· καὶ, «οὐκ ἐπιεικτὸν,» ἀντὶ τοῦ οὐχ ὑποχωροῦν τινὶ, οὐ νικώμενον· δασυνομένης δὲ, πλεονάζει τὸ χ, ὡς τὸ, «Οὐχ οὕτως·» ἔστι δὲ ἐπίρρημα μεσότητος, ἐκ τῆς οὐ ἀρνήσεως καὶ τῆς οὗτος ἀντωνυμίας. Οὐχί: Τὸ οὐχὶ κατʼ ἐπέκτασιν ἐστὶ τῆς ΧΙ συλλαβῆς ἐκ τῆς οὐ ἀρνήσεως, ἢ κατὰ πλεονασμόν· τὸ δὲ οὐκὶ κατὰ πλεονασμὸν καὶ μόνον, καὶ οὐ κατʼ ἐπέκτασιν· αἱ γὰρ ἐπεκτάσεις διὰ δασέων γίνονται, καὶ οὐ διὰ ψιλῶν, οὐὶ, καὶ οὐχὶ, καὶ οὐκί· σημαίνει τὸ οὐδαμῶς. Καὶ ἔστιν ἐπίρρημα ἀρνήσεως· καὶ οἱ Ἴωνες ἀντὶ τῶν δασέων ... εἰς τὸ ὁμίχλη. Τὸ δὲ οὐχὶ παράλογόν ἐστι κατὰ τόνον· ὤφειλε γὰρ βαρύνεσθαι· ἐπεὶ δὲ παραλόγως ὀξύνεται πρὸ τῆς ἐκτάσεως, τούτου χάριν καὶ μετὰ τὴν ἔκτασιν παραλόγως ὀξύνεται. Εἰς τὸ νόσφι. Οὖας: Σημαίνει τὸ οὖς. Παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται αὖας· καὶ τροπῇ τοῦ α εἰς ο, οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον. Κλίνεται οὔατος, ὡς δέρας δέρατος· ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ υ, ὄας· καὶ κατὰ κρᾶσιν, οὖς· καὶ κατὰ Δωριεῖς, ὦς. Τὸ δὲ, Ἀμφῶες νεοτευχὲς, παρὰ Θεοκρίτῳ, γίνεται οὕτως· ὡς παρὰ τὸ οὖδας γίνεται οὖδος, καὶ παρὰ τὸ γῆρας γῆρος, καὶ παρὰ τὸ κῶας κῶος, οὕτως καὶ παρὰ τὸ ὄας ὄος. Εἶτα πάλιν, ὥσπερ παρὰ τὸ εἶδος εὐειδὴς, γένος εὐγενὴς, οὕτως καὶ παρὰ τὸ ὄος γίνεται ἀμφώεις· ἀπὸ γὰρ τῶν εἰς ΑΣ οὐ γίνεται σύνθετον, ἀλλʼ ἀπὸ τῶν εἰς ΟΣ. Περὶ Παθῶν. Τὸ δὲ οὖς ἄκλιτόν ἐστιν, ὡς λέγει ὁ Χοιροβοσκός· οὐδὲν γὰρ οὐδέτερον εἰς ΟΥΣ λήγει, εἰ μὴ μόνον τὸ οὖς. Ὅθεν, ὡς μονῆρες, ἔμεινεν ἄκλιτον, ὥσπερ καὶ τὸ δέμας ἄκλιτόν ἐστιν· οὐδὲν γὰρ οὐδέτερον εἰς ΑΣ εὑρίσκεται ἔχον πρὸ τοῦ α τὸ μ· καὶ ὡς μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον. Οὐδαμῶς: Ἐπίρρημα μεσότητος· ἀπὸ τοῦ ἁμὸς γίνεται· ἐξ οὗ καὶ τὸ οὐδαμόθεν. Ζήτει εἰς τὸ ἀμωσγέπως. Οὐδείς: Ἰστέον ὅτι τὸ οὐδεὶς ὅτε ἰσοδυναμεῖ τῷ οὔτις, δύο μέρη λόγου εἰσὶ, τό τε οὔ, καὶ τὸ δείς· οὐδὲ γὰρ ἐστὶ σύνθετον. Εἰ γὰρ ἦν σύνθετον, ἤμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. Πᾶν γὰρ ὄνομα μονοσύλλαβον συντιθέμενον ἀναβιβάζει τὸν τόνον, παῖς, εὔπαις· χθὼν, αὐτόχθων· Θρὰξ, Σαμόθραξ· χωρὶς τοῦ πτὼξ, πολυπτώξ. Δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. Εἰ δὲ ἦν ἐν συνθέσει, ἤμελλεν ἡ γενικὴ βαρύνεσθαι· πᾶσα γὰρ γενικὴ ὑπὲρ δύο συλλαβὰς εἰς ΟΣ λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν, χωρὶς τοῦ γυναικὸς καὶ θυγατρός. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι κατὰ τὴν γενικὴν τῶν πληθυντικῶν περισπᾶσθαι ὀφείλει, διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ΕΣ λήγουσα δισύλλαβος περισπᾶται κατὰ τὴν γενικὴν, ἄνδρες, ἀνδρῶν. Ἡ δὲ παράδοσις ἀντίκειται αὐτῷ· πάντες γὰρ οἱ ῥήτορες οὐδένων βαρύνοντες ἀναγινώσκουσιν. Αὐτοῦ δὲ τοῦ οὐδεὶς τὸ οὐδέτερον, δὲν, χωρὶς τῆς οὐ παραθέσεως, ἔχομεν παρὰ Ἀλκαίῳ ἐν τῷ ἐνάτῳ, Καί κʼ οὐδὲν ἐκ δενὸς γένοιτο. Ζηνόβιος. Οὐδενόσωρα: Ἰλιάδος θʹ, τὰ οὐδὲ μιᾶς φροντίδος ἄξια. Ὑφʼ ἓν δὲ κατὰ σύνθεσιν· εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνὸς γενικῆς, ταῦτα δὲ ποιητῶν τολμήματα αἱ ξέναι συνθέσεις· καὶ γὰρ οὐκ ἔχει τὶ ἕτερον μιμήσασθαι· τὸ γὰρ ἑκκαιδεκάδωρα, πρῶτον ἐστὶν ἑκκαίδεκα, καὶ οὕτω τὸ δῶρα προσελθὸν ἐγένετο ἑκκαιδεκάδωρα. Λέγει δὲ ὁ Ἡρωδιανὸς, ὅτι ἀπὸ τῆς οὐ ἀποφάσεως ἔστι καὶ τῆς δενὸς γενικῆς, καὶ τοῦ ὦρα, ἡ φροντίς. Ζήτει εἰς τὸ ὁδός. Οὐδέτερον: Οὐδέτερόν ἐστι τὸ μὴ ὂν ἓν ἐκ τῶν αὐτῶν προϋποκειμένων γενῶν, λέγω δὴ τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ. Εἰ γὰρ εὑρίσκομεν καὶ ἀπὸ τοῦ α στερητικοῦ ἀρχόμενον, ὡς τὸ ἄφιλος, ἄσεμνος, τὶ ἄτοπον καὶ ἀπὸ τῆς οὐ ἀποφάσεως ἄρχεσθαι τοῦτο; Οὐδὲ γὰρ διαφέρουσιν ἀλλήλων ἥ τε ἀπόφασις καὶ στέρησις, ὅσον κατὰ τὸ εἶναι ἄμφω ἀναιρετικά· εἴτε κατὰ ἄλλον τρόπον διαφέρουσι, καθʼ ὃ ἡ μὲν στέρησις, ἐπιβάλλοντος ἤγουν ἁρμόζοντος ἐστὶν ἀτευξία, τουτέστιν ἀποτυχία· ὡς ὅταν εἴπωμεν, ἄτεχνος ὁ ῥήτωρ· ἐπιβάλλει μὲν γὰρ, ἤτοι ἁρμόζει, αὐτὸν τὸ εἶναι ἔντεχνον, οὐκ ἔτυχε δὲ τούτου· ἡ δὲ ἀπόφασις, ὡς ἔτυχε λαμβάνεται· δυνατὸν γὰρ λέγειν Οὐ τεχνικὸς ὁ ὄνος· ἄτεχνος δὲ ὁ ὄνος, οὐ δυνατὸν λέγειν· ἐπειδὴ, ὡς εἴρηται, οὐχ ἁρμόζει τῷ ὄνῳ τὸ εἶναι τεχνικόν. Ἀμέλει ἡνίκα ἡ α στέρησις μὴ σημαίνει ἐπιβάλλοντος ἀποτυχίαν, τότε ἀντὶ ἀποφάσεως λέγουσιν αὐτὴν εἶναι, καὶ παραλαμβάνεται ὡς ἐν τῷ ἀθάνατον, ἄλογον, ἀντὶ τοῦ οὐ θανατούμενον, οὐ λογικόν. Οὐδὲ γὰρ ἐστὶν ἐνταῦθα ἐπιβάλλοντος ἀτευξία· οὐ δύναται γὰρ ὁ ἀθάνατος εἶναι θνητὸς, οὐδὲ τὸ ἄλογον λογικόν. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὰ Προλεγόμενα τῶν Οὐδετέρων. Σύγκειται δὲ ἐκ τριῶν μερῶν τοῦ λόγου, τῆς οὐ ἀποφάσεως, καὶ τοῦ δὲ συνδέσμου, καὶ τοῦ ἕτερον ὄνομα. Καὶ ἔστιν ἀναλογώτερον τοῦ οὐθέτερον· ὅπερ ἀπὸ τοῦ τε συνδέσμου γίνεται οὐτέτερον· καὶ διὰ τὴν δασεῖαν ἐτράπη τὸ τ εἰς θ· ὁ γὰρ ΤΕ σύνδεσμος ἀπαιτεῖ καὶ ἕτερον σύνδεσμον, Οὔτε τοῦτο, οὔτε τοῦτο. Ὅθεν σεσημείωται τὸ παρὰ Μενάνδρῳ, Οὐθὲν μέλει σοι, ὅτι οὐκ ἔχει ἑτέρου συνδέσμου ἐπιφοράν. Μήποτε δὲ οὐκ ἔστιν ἀπὸ τοῦ ΤΕ συνδέσμου, ἀλλʼ ἀπὸ τοῦ δὲ, κατὰ τροπὴν, οὐδέτερον, οὐθέτερον, ὡς δάσος, Θάσος. Οὖθαρ ἀρούρης: Τὸ λιπαρώτατον καὶ κάρπιμον καὶ κάλλιστον τῆς γῆς. Οἶμαι ἀπὸ τοῦ θῶ, τὸ τρέφω ἢ θάλλω, γίνεται πλεονασμῷ τοῦ ο. Ἢ παρὰ τὸ θῶ, τὸ θηλάζω, γίνεται θάρ· καὶ πλεονασμῷ τῆς ΟΥ συλλαβῆς, οὖθαρ· σημαίνει δὲ τὸν μαζόν. Οὐθέν: Ἔστιν ὄνομα δείς· καὶ ἰσοδυναμεῖ τῷ τὶς καὶ τὸ εἷς ἐνός· καὶ τὸ οὐδέτερον, τὸ ἓν, γίνεται οὐδὲ ἓν, καὶ ἐν συγκοπῇ, οὐδὲν, καὶ τροπῇ τοῦ δ εἰς θ, οὐθέν. Οὐλαμός: Τὸ πλῆθος τῶν ἀνδρῶν, ἡ τάξις, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ὅθεν καὶ τὰς τρίχας οὐλὰς φασίν. Ἰστέον ὅτι οὐλαμὸς ἐστὶν τάξις συνεστηκυῖα ἐκ τεσσαρακοντατεσσάρων ἀνδρῶν· φάλαγξ δέ ἐστιν ἐξ ἑκατὸν εἴκοσι ἀνδρῶν. Οὖλος: Σημαίνει τέσσαρα· τὸν ὁλόκληρον καὶ προσηνῆ, ὡς ἐν Ὀδυσσείᾳ, Οὖλόν τʼ ἄρτον ἑλὼν ἐπένειμε τραπέζῃ. Καὶ τὸν μαλακὸν, ὅθεν, Οὔλων τε ταπήτων· σημαίνει καὶ τὸν ὀλέθριον, ὡς τὸ οὖλος Ἄρης, ὁ ὀλέθριος· παρὰ τὸ ὄλλω ὀλλύω, οὖλος σημαίνει καὶ τὸν συνεστραμμένον, ὡς τὸ οὐλοκάρηνος, ἐπὶ τοῦ Ὀδυσσέως, παρὰ τὴν τῶν τριχῶν διαστροφήν. Σημαίνει καὶ τὸ ὑγίαινε, ὡς τὸ, Οὖλέ τε καὶ μέγα χαῖρε. οὖλον δὲ ὄνειρον, οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλὰ τὸν ἐπʼ ὀλέθρῳ πεμπόμενον. Ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ λέγεται οὐλὴ τραύματος. Οὔλη δʼ ἐπενήνοθε λάχνη. Ἁπαλὴ, ἢ τρυφερά. Καὶ πάλιν, Χλαίνας τʼ ἐνθέμεναι οὔλας Ἐνταῦθα σημαίνει τὰς συνεστραμμένας. Εἰσὶ δὲ αἱ ἑλικοειδεῖς τρίχες· παρὰ τὸ εἰλεῖσθαι· ὡς ἐξ ἐναντίας αἱ ἄλλαι τέταναι λέγονται, παρὰ τὸ τετάνθαι. Οὔλη δὲ βαρύνεται· καὶ τὸ ἀρσενικὸν αὐτοῦ. Καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴγε ὀξύνεται τὸ ὄνομα λεγόμενον οὐλὸς ἄνθρωπος, καὶ οὐλὴ κόμη. Οὐ δέον δέ· τὰ γὰρ εἰς ΛΟΣ λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο, ἤτοι μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος, στόλος, κοῖλος, δοῦλος. Προσέθηκε δὲ, «μὴ ἔχοντα σύμφωνον,» διὰ τὸ μοχλός. Τὸ μέντοι θολὸς, ὀξυνόμενον, πρὸς ἀντιδιαστολήν ἐστιν. Οὐλή: Τὸ ὑγιανθὲν τραῦμα· Παρὰ τὸ οὐλῶ, τὸ ὑγιαίνω. Οὖλέ τε καὶ μέγα χαῖρε. Οἱονεὶ ἡ τὴν ὅλην ἀναλαβοῦσα σάρκα. Ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, γίνεται οὐλὴ, ἡ συνεστραμμένη σάρξ· τὸ γὰρ ἐναντίον, ἀπὸ τοῦ διελκύσαι ἕλκος λέγεται. Ἢ οὐλὴ ἡ συναχθεῖσα σὰρξ, παρὰ τὸ ἑλῶ ὁλὴ καὶ οὐλή. Οὔλιος ἀστήρ: Ἰλιάδος λʹ. Οὕτω γραπτέον, καὶ οὐχὶ αὔλιος, ὥς τινες· ἵνα σημαίνῃ τὸν φθοροποιὸν κύνα καὶ λαμπρότατον. Αὔλιος δὲ, ὁ ἕσπερος, ὁ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα, ἀλύπιός τις ὤν. Ἴσως δὲ καὶ οὐδὲ τὸν τοῦ κυνὸς λέγει, ἀλλʼ ἕνα τῶν κομητῶν, διὸ καὶ φθοροποιὸς, ὁ φθορὰν προμηνύων. Παρὰ τὸ ὀλοὸς, ὃ σημαίνει τὸν ὀλέθριον, γίνεται οὖλος. Οὖλον: Ἡ συνέχουσα τοὺς ὀδόντας σάρξ. Ὠνόμασται δὲ διὰ τὸ τρυφερόν· οὖλον γὰρ τὸ ἁπαλόν· οἷον, Οὔλας ἦκε κόμας. Ἢ παρὰ τὸ εἰλεῖσθαι περὶ τοὺς ὀδόντας· τρόπῳ γάρ τινι τειχῶν τάξιν ἐπέχει εἰς διακράτησιν τῶν ὀδόντων. Ἢ παρὰ τὸ οὐλὴν ἔχειν, ἐκ τῆς γινομένης διακοπῆς τῶν φυομένων ὀδόντων. Οὐλομένην: Οὐλομένην μῆνιν. Σημαίνει τὴν ὀλεθρίαν. Ἀπὸ τοῦ οὐλόμενος. Ἢ ἀπὸ τοῦ οὖλος, ὁ ὀλέθριος, γίνεται οὐλῶ οὐλήσω. Μετοχὴν δὲ εἶπεν ἀντὶ ὀνόματος. Ἀλλὰ καὶ Ἡσίοδος ἔλαβε τὴν χρῆσιν, οὐλομένην πενίην εἰπών. Ἢ ἀπὸ τοῦ ὀλῶ ὀλέσω· ἡ παθητικὴ μετοχὴ τοῦ θηλυκοῦ, ὀλουμένη· καὶ ὑπερθέσει, οὐλομένη. Ἢ ἀπὸ τοῦ ὄλω, τὸ ἀπολλύω· καὶ πλεονασμῷ τοῦ υ. Καὶ ἔστι μετοχὴ ἀντὶ ἐπιθετικοῦ ὀνόματος τοῦ ὀλοὴ, ὡς καὶ τοὐναντίον ἔστιν εὑρεῖν ὄνομα ἀντὶ μετοχῆς, ψάμμῳ κυανέῃ, ἀντὶ τοῦ κυανίζουσα. Οὐλοχύτας προβάλοντο: Κριθαί εἰσι μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζῴοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθίας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· «πρινὴ γὰρ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτως σώας αὐτὰς ἤσθιον.» Ὅθεν ὅλας αὐτὰς φησὶν ὁ ποιητής. Ἐκ τοῦ ὅλος, πλεονασμῷ τοῦ υ, γίνεται οὖλος ἄρτος, ὁ ὁλόκληρος· καὶ θηλυκῶς οὔλη, ἐπὶ τῶν κριθῶν. Λοιπὸν ἐκ τοῦ οὔλη καὶ τοῦ χύω γίνεται οὐλοχύτης· πρὸ τοῦ γὰρ εὑρεθῆναι τὸν Δημητριακὸν σῖτον ὁλοκλήρους τὰς κριθὰς ἤσθιον. Οὑμός: Ὅτι Ἀπολλώνιος φησὶν ἐν τοῖς πνεύμασι τὴν δασεῖαν ἐπικρατεῖν, ὁ ἐμὸς, οὑμός· ἃ ἔπαθον, ἅπαθον. Καὶ ὅτι φησὶ τὸ ὡπόλος δασυνόμενον καὶ ψιλούμενον συναλήλιπται. Οὕνεκα: Σύνδεσμος αἰτιολογικὸς, σχήματος ἁπλοῦ, ἔχει δὲ ἔννοιαν συνθέτου, ἀντὶ τοῦ οὗτινος ἕνεκα. Ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἐν ἀνταποδόσει τοῦ τ παραλαμβανόμενα, ἁπλᾶ καθεστήκασιν· οἷον, τέως, ἕως· τόσος, ὅσος. Τὸ οὖν οὕνεκα, ἐν ἀνταποδόσει τοῦ τ παραλαμβανόμενον, λέγεται τούνεκα. Τούτου χάριν ἐν ἁπλότητι καθεστήκασι Τὸ δὲ τούνεκα, σύνδεσμος ἀνταποδοτικός. Οὔπω: Ἐπίρρημα ἀρνήσεως. Συνετέθη ἐκ τοῦ οὐ ἀρνητικοῦ, καὶ τοῦ ΠΩ παραπληρωματικοῦ συνδέσμου. Οὖπις: Ἐπίθετον Ἀρτέμιδος· ἢ παρὰ τὸ ὀπίζεσθαι τὰς τικτούσας αὐτήν· ἢ παρὰ τὴν θρέψασαν αὐτὴν Οὖπιν· ἢ διὰ τὰς ὑπερβορέας κόρας, Οὖπιν, Ἑκαέργην, Λοξὼ, ἃς ἐτίμησεν Ἀπόλλων καὶ Ἄρτεμις. Καὶ ἀπὸ μὲν τῆς Οὔπιδος, ἡ Ἄρτεμις οὖπις· λοξίας δὲ, καὶ ἑκάεργος, ἀπὸ τῶν ἄλλων ὁ Ἀπόλλων. Οὐράδιον: Εἰς τὸ γράδιον. Οὐρά: Κυρίως οὐρὰ λέγεται ἐπὶ τοῦ λέοντος, παρὰ τὸ ὄρω, τὸ διεγείρω καὶ ὁρμῶ, παρορμητική τις οὖσα, ὥς φησιν Ὅμηρος, Οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἕε δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι. Ὀρὰ οὖν· καὶ πλεονασμῷ τοῦ υ, οὐρά. Οὐρανός: Παρὰ τὸ ὁρῶ, τὸ βλέπω, ὁ πᾶσιν ὁρώμενος, ἤτοι φαινόμενος· ἢ παρὰ τὸ οὐρῶ, τὸ φυλάττω, ὁ πάντα περιέπων, ὥς φησιν Ἡσίδος, Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθʼ, ἵνα μὶν περὶ πάντα καλύπτοι. Ὁ δʼ Ἡρακλείδης οὐρανόν φησι καὶ τὸν φύλακα τὸν ἐν τοῖς ἀγροῖς· ὅροι γὰρ φησὶν οἱ φυλάσσοντες τὸ ἴδιον ἀπὸ τοῦ ἀλλοτρίου. Οὐρανίσκος: Ἢ ἡ ὅρασις ἄνω, ἢ ὁ ὁρώμενος ἄνω· ἢ ὅτι ὀρούει ἄνω. Ὑποκοριστικὸν ἐπὶ τοῦ σωματικοῦ μέρους, οἱονεὶ ὁ μικρὸς οὐρανός· ὅτι μετεωρότατός ἐστι τῆς εὐρυχωρίας· οὗτος ὁ τόπος· ἀπὸ μεταφορᾶς τοῦ ἐν ὅλῳ τῷ κόσμῳ οὐρανοῦ. Οὖρος: Σημαίνει τέσσαρα· τὸν φύλακα, ὡς τὸ, οὖρος Ἀχαιῶν, διὰ τὸν Νέστορα, Ἰλιάδος θʹ. Καὶ γίνεται παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, ὁ ἐπὶ τῶν ὁρίων τεταγμένος καὶ προορῶν. Λέγεται οὖρος καὶ ὁ φορὸς ἄνεμος, Ἰλιάδος αʹ, Τοῖσιν δʼ ἴκμενον οὖρον ἵει. Παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον εἶναι. Λέγεται δὲ καὶ ὁ εὐθυντὴρ, καὶ ἡ διὰ θαλάσσης ὁδὸς, σημαίνει καὶ τοὺς τόπους ἐν οἷς ἕλκονται αἱ νῆες, Ἰλιάδος βʹ, Οὐρούς τʼ ἐξεκάθαιρον. Καὶ γίνεται παρὰ τὸ ὀρούω ὀρούσω, ἀποβολῇ τοῦ ω, καὶ πλεονασμῷ τοῦ υ, οὐρούς· διʼ αὐτοῦ γὰρ ἐγείρονται καὶ καθέλκονται αἱ νῆες εἰς τὴν θάλασσαν. Σημαίνει δὲ καὶ τὸν ὅρον τῆς γῆς, ὡς τὸ, Ἀμφʼ οὔροισι δηριάασθον· καὶ, Ἔμμεναι οὖρον ἀρούρης. Λέγεται δὲ οὐδετέρως καὶ οὖρα τὰ ὅρια, ὡς τὸ, Ὅσσόν τʼ ἐπίουρα πέλονται ἡμιόνων· καὶ, ὅσσα δὲ δίσκου οὖρα. Οὐριοδρομήσαντες: Ἀντὶ τοῦ φορῷ ἀνέμῳ πλεύσαντες. Οὐσία: Παρὰ τὸ ἴσος ἰσία· τροπῇ τοῦ ι εἰς υ, καὶ πλεονασμῷ τοῦ ο, οὐσία. Ζήτει εἰς τὸ ἐούσης. Οὖσα: Τὰ σχοινία οἷς φέρεται η ναῦς. Παρὰ τὸ οἴσω, τὸ κομίσω, ὅνομα οὐδέτερον οἶσον· καὶ τροπῇ τοῦ ι εἰς υ, οὖσον· παρὰ Λυκόφρονι. Οὐκ ἄρα πλεονασμὸς, ἀλλὰ παραγωγή. Οὖτά με τυδέος ὑιός: Ἀντὶ τοῦ ἔτρωσέ με. Ἀπὸ τοῦ οὐτάζω, ὁ μέλλων, οὐτάσω· ὁ ἀόριστος, οὔτασα, οὔτασε· καὶ κατὰ ἀποκοπὴν, οὖτα. Οὐτάμενοι: Παρὰ τὸ οὐτῶ περισπώμενον γίνεται παράγωγον εἰς ΜΙ, οὔτημι· ἀφʼ οὗ ἀπαρέμφατον οὐτάναι καὶ οὐτάμεν, ἀπὸ τοῦ οὐτάμεναι, ὃ δηλοῖ τὸ τρῶσαι· τὸ παθητικὸν, οὔταμαι· ἡ μετοχὴ, οὐτάμενος. Ἢ παρὰ τὸ οὐτάζω, ὁ παθητικὸς παρακείμενος, οὔτασμαι, οὐτασμένος· καὶ ἀποβολῇ τοῦ σ, οὐτάμενος. Προπαροξύνεται δὲ ὑπὸ Ἀριστάρχου, διὰ τὸν χαρακτῆρα· ἐπειδὴ αἱ τοιαῦται μετοχαὶ προπαροξύνονται, ἱστάμενος, κιχράμενος· ὁ γὰρ ποιητὴς τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει· ἢ ὅτι καὶ ἡ ἀφαίρεσις τοῦ σ ἀναδρομὴν ἀπεργάζεται τοῦ τόνου. Εἰς τὸ ἐληλάμενος. Οὐτιδανός: Οὐδενὸς λόγου ἄξιος, ἐλάχιστος. Ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ τὶς γίνεται οὔτις, ὃ σημαίνει τὸ οὐδείς· ἡ γενικὴ, οὔτινος, οὐτιανός· καὶ πλεονασμῷ τοῦ δ. Δύο εἰσὶ σύνθετα εἰς ΟΣ, οὐτιδανὸς οὐτιδανὴ, καὶ μηδαμινὸς μηδαμινή· καὶ τὸ μὲν γίνεται παρὰ τὸ οὖτις οὔτιδος· τὸ δὲ, παρὰ τὸ μηδαμός. Διὸ ἀπολογούμεθα ὑπὲρ αὐτῶν, ὅτι παρασύνθετά εἰσι, καὶ διὰ τοῦτο καὶ τὰ θηλυκὰ ἐνήλλαξε καὶ γέγονεν εἰς δύο· τὰ γὰρ κοινὰ τῷ γένει σύνθετά εἰσιν. Οὔτις: Τὸ οὐ, ἐπίρρημα· τὸ τὶς, ἀόριστον· τὸ δὲ οὖτις, ἐπὶ τοῦ Ὀδυσσέως, ἀντὶ ὀνόματος κυρίου λαμβάνεται, καὶ ἔστιν ἓν μέρος λόγου, καὶ προπερισπᾶται. Τὸ δὲ, Ἀλλʼ οὖτιν δύναμαι ἰδέειν, κατὰ συγκοπήν ἐστιν ἀπὸ τοῦ οὔτινα. Ἐπλανήθη δὲ ἐξ Ὁμήρου, οἷον, Οὖτιν δέ με κικλήσκουσιν. Ἐπεὶ οὕτω κέκληται. Παρέλαβε δὲ αὐτὸ ὡς κύριον, Οὖτιν ὡς Πάριν· ὁ δέ γε ᾠήθη τὸ οὔτινα οὖτιν. Εἴγε οὖν δύο μέρη λόγου ἦν, οὔτινα ἐγίνετο. Περὶ Παθῶν. Οὗτος: Ἀντωνυμία μονοπρόσωπος· τὸ δὲ δεικτικὸν, οὑτοσί· τὸ γὰρ οὑτοσὶ ἐκεινοσὶ καὶ ὁδὶ γίνεται κατʼ ἐπέκτασιν τοῦ ι, πρὸς ἐμφανισμὸν πλείονος δείξεως. Ἡ δὲ αὐτὸς, στερηθεῖσα τῆς δείξεως, ἐστέρηται καὶ τῆς διὰ τοῦ ι ἐπεκτάσεως. Οὗτος· καὶ ἡ κλητική, ὦ οὗτος, Ἀττικῶς. Ὁμοίως καὶ τὸ ἐκεῖνος. Ἡ δὲ αὐτὸς κλητικὴν οὐκ ἔχει· ἡ γὰρ οὗτος καὶ ἡ ἐκεῖνος ἀντωνυμίαι δεικτικαί εἰσιν· ἡ δὲ αὐτὸς ἀναφορὰν δηλοῖ· ἐναντία δὲ ἡ δεῖξις τῇ ἀναφορᾷ. Τὸ οὑτοσὶ, παραγωγὴ ἀντωνυμίας, καὶ οὐ πλεονασμός. Αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτάσεως καὶ οὐ πλεονασμοῦ. Οὕτω: Ἐπίρρημα μεσότητος. Οὐκ ἔστι γὰρ ἀπὸ τῆς γενικῆς, σεσημειωμένον· ἀλλʼ ἀπὸ εὐθείας γίνεται. Εἰ γὰρ ἀπὸ τῆς γενικῆς, ὤφειλεν εἶναι τούτως, καὶ ἐκ τοῦ εἰπεῖν καὶ τὸν τεχνικὸν, «τὸ δὲ ὣς, ὀξύνεται, ἐπεὶ ἀπὸ τοῦ ὃς γέγονε, καὶ τὰ ὅμοια.» Καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρχεται τὸ σ· ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ σ. Ἔστι δὲ τὸ οὕτως ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιρρήματα εἰς ΩΣ λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾖ, εἰς ω λήγει, κύκλος, κύκλῳ. Ἴδωμεν οὖν, εἰ τοῦτο τριγενές· οὗτος, οὗτοι, αὗται, ταῦτα· οὕτως ἄρα τὸ ἀνάλογον· τὸ δὲ οὕτω, κατʼ ἔλλειψιν. Ὄφελες: Ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον. Γράφεται καὶ μέγα καὶ μικρόν. Καλλίμαχος δὲ, ἐπίρρημα εὐκτικόν, Ὤφελε μηδʼ ἐγένοντο θοαὶ νῆες. Ὄφελον: Κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ὄφελον ἀδιάπτωτόν ἐστι ἀπαρεμφάτῳ συντασσόμενον, καὶ οὐκ ἄλλῃ τινὶ ἐγκλίσει. Σημαίνει δύο· ἔστιν εὐχῆς σημαντικὸν, καὶ ῥῆμα. Ὄφελος: Ἄκλιτόν ἐστι· τὰ γὰρ διὰ τοῦ ΕΛΟΣ ὑπὲρ δύο συλλαβὰς οὐκ εἰσὶν οὐδέτερα· τὰ γὰρ διὰ τοῦ ΕΛΟΣ οὐδέτερα δισύλλαβά εἰσι. Τοῦτο οὖν, ὡς μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον. Ὀφέλλω: Σημαίνει τὸ αὔξω· διαβάλλω· ἐξ οὗ πλεονασμῷ τοῦ ι γίνεται ὀφείλω· ὅθεν καὶ ὀφείλημα τὸ αὐξανόμενον ἐν τῷ τόκῳ δάνειον. Ὀφελτρεύω: Ὀφελτρεύουσι κοσμοῦσαι πέδον, Λυκόφρων. Σημαίνει τὸ καλλύνουσιν. Ὀφειλή: Σημαίνει τὸ χρέος. Γίνεται παρὰ τὸ ὀφείλω· σπανίως δὲ εὕρηται ἐν χρήσει· εὑρίσκεται δὲ παρὰ Ξενοφῶντι ἐν τοῖς Περὶ Πόρων. Ὄφις: Παρὰ τὸ ὄπτω, τὸ βλέπω· ὀπτικὸν γάρ· ὅτι κοιμώμενον ἀνεῳγμένους ἔχει τοὺς ὦπας· ἢ παρὰ τὸ ἰός· ἐν ὑπερθέσει, ὄϊς· καὶ πλεονασμῷ τοῦ φ. Ὡς δὲ παρὰ τὸ φύσις γίνεται φυσικός· μάντις, μαντικός· οὕτως ὄφις ὀφικὸς, καὶ ὀφιακὸς κατὰ πλεονασμὸν τοῦ α. Συνεξηκολούθησε γὰρ τῷ θηριακός. Ὄφλω: Σημαίνει τὸ χρεωστῶ· καὶ γίνεται κατὰ συγκοπὴν ἀπὸ τοῦ ὀφείλω· ὅθεν καὶ βαρύνεται. Ὄφλειν, ὀφείλειν, ἐκ καταδίκης χρεωστεῖν. Ὀφθαλμοί: Ὄνομα προσηγορικόν· γίνεται παρὰ τὸ ὄπτω καὶ τὸ ἅλλομαι, τὸ πηδῶ, ὀπταλμὸς καὶ ὀφθαλμὸς, διʼ οὗ ἅλλεται τὸ ὁρατικόν. Ἢ ἀπὸ τοῦ παρέχειν ἅπαντα ὀφθῆναι· ἢ ὀφθαλλοί τινες, κατὰ τροπὴν τοῦ ἑνὸς λ εἰς τὸ μ, ἐξ ὧν ἀνάλλεται ἡ ὄψις. Ἢ ὀπῶν θάλαμοι ὄντες, κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ π εἰς φ. Ἢ ὅρασις θολουμένη ὠμῶς, τουτέστι χαλεπῶς. Ὀφθαλμιῷεν: Ἀντὶ τοῦ ὁρῶντες ζηλῷεν καὶ ἐπιθυμοῖεν τῶν αὐτῶν. Ὄφρα: Τὰ ἐπιρρήματα συνεμπεσόντα συνδέσμοις οὕτως διακρίνονται· εἰ μὲν ὑποτακτικὸν ἐπιφέρεται, σύνδεσμός ἐστιν, ἀντὶ τοῦ ὅπως· ὡς τὸ, Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ. Ἰλιάδος βʹ. εἰ δὲ ὁριστικὸν ἐπιφέρεται, ἔστιν ἐπίρρημα, ὡς τὸ, Ὄφρα μὲν ἠὼς ἦν, ἀντὶ τοῦ ἕως, Ἰλιάδος θʹ. Ὀφρῦς: Παρὰ τὸ φέρω φορῦς, καὶ ἐν ὑπερβιβασμῷ, ὀφρῦς. Ἢ ἀπὸ τοῦ φέρω, συγκοπῇ, φρῶ, φρῦς καὶ ὀφρῦς. Ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὁρῶ ὁρῦς, πλεονασμῷ τοῦ φ· οἱ δὲ, παρὰ τὸ ὄπτω, ὦφα, ὀφῦς καὶ ὀφρῦς, πλεονασμῷ τοῦ ρ. Ἢ ὠπορύες, ἢ μᾶλλον ὠπόφρυες τινὲς ὄντες, οἱ τοὺς ὦπας ἢ τὴν ὄπα φρουροῦνται ἀπό τε τῶν ὄμβρων καὶ τῶν καταφερομένων ἱδρώτων, ὡς μὴ ἐπʼ αὐτοὺς φέρεσθαι. Ἢ ὠποφρύες τινὲς ὄντες, κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ ρ, οἱ ἐπὶ τῶν ὠπῶν φυόμενοι. Ἢ ὠποροφύες τινὲς ὄντες, οἱ ὄροφοι τῶν ὠπῶν· δηλοῖ δὲ ἡ λέξις καὶ τὴν προβολὴν ὁτουδήποτε τόπου καὶ τῶν ὀρέων καὶ τῶν ὄψεων ἡμῶν· ἢ κατὰ τὸν ὅρον ἡμῶν τῶν ὄψεων. Ὀφρυάζειν: Λέγεται τὸ ταῖς ὀφρύσι νεύειν· ἀπὸ τῆς ὀφρύος, ὀφρυάζω. Ὄχʼ ἄριστος: Σημαίνει τὸν ἔξοχον, ἢ ἐξόχως ἔνδοξον. Γίνεται ἀπὸ τοῦ ἐξέχω, ἔξοχος· τὸ οὐδέτερον, ἔξοχον· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἔξοχα· καὶ ἀφαιρέσει τῆς ἐξ προθέσεως, ὄχα. Ἔστι δὲ ἐπίρρημα ὀνοματικόν. Ὀχετοκράνια: Τὰ κηλώνεια, ἢ ἐκχύσεις αἱ λεγόμεναι τῶν μηχανημάτων. Εἰσὶ δὲ αὗται ξύλιναι ἢ κεραμέαι. Οἱ δὲ φασὶ τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ τὴν γῆν ὀχετούς. Ὄχανον: Ὁ δεσμὸς καὶ ὁ λῶρος, ἐξ οὗ ἀποκρέμαται ἡ ἀσπίς. Γίνεται δὲ παρὰ τὸ ἔχω, ὃ σημαίνει τὸ κρατῶ, ἔχανον καὶ ὄχανον. Ὀχεύς: Ὁ συνέχων καὶ συσφίγγων τὴν περικεφαλαίαν ἱμάς· ἀπὸ τοῦ συνέχειν· παρὰ τὸ ἔχω ὀχεύς. Σημαίνει δὲ καὶ τὸν τῆς θύρας μοχλὸν, ἀπὸ τῆς αὐτῆς ἐννοίας. Λέγουσι δὲ καὶ ζωστῆρος ὀχῆας, τὴν τοῦ θώρακος ζώνην. Ὄχεσφιν: Δεῖ γινώσκειν, ὅτι τὸ ὄχεσφιν καὶ ὄρεσφιν ὁ μὲν Δίδυμος λέγει γεγονέναι ἀπὸ τῆς ὄχεσι καὶ ὄρεσι δοτικῆς τῶν πληθυντικῶν, κατʼ ἐπένθεσιν τοῦ φ· ὁ δὲ Τρύφων ἐναντιοῦται αὐτῷ, λέγων ὅτι οὐ δύνανται ἀπὸ δοτικῆς γενέσθαι, ἐπειδὴ γενικῆς σημασίαν ἐπέχουσι· τὸ γὰρ ΚΑΤʼ ὄρεσφιν, ἀντὶ τοῦ ἐκ τοῦ ὄρους· καὶ τὸ ὄχεσφιν, ἀντὶ τοῦ ἐκ τοῦ ἅρματος. Σχηματίζει δὲ αὐτὰ οὕτως· ὥσπερ ἀπὸ τοῦ θεόφαντον γίνεται θέσφατον, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τῆς ὄρεος καὶ ὄχεος γενικῆς γίνεται ὀρέοσφι· καὶ κατὰ συγκοπὴν τοῦ ο, καὶ πλεονασμῷ τῆς ΦΙ συλλαβῆς. Οὕτως Ἡρωδιανός. Ὀχεῖον: Ἀντὶ τοῦ ὄχημα· ἢ καὶ τόπος εἰς ὀχείαν ἐπιτήδειος. Ὄχος: Σημαίνει τὸ ἅρμα· καὶ γίνεται ἐκ τοῦ ἔχω, τὸ ἐλαύνω. Ἐξ αὐτοῦ ῥῆμα ὀχῶ ὀχήσω· ὅθεν ὄνομα ῥηματικὸν, ὄχημα· σημαίνει δὲ τὸ ἅρμα. Ὄχθαι: Τὰ χείλη τοῦ ποταμοῦ τὰ ἐξέχοντα· παρὰ τὸ ἔχω ὄχος· τὸ θηλυκὸν, ὄχη· καὶ πλεονασμῷ τοῦ θ, ὄχθη. Σημαίνει καὶ τὸ ἀνάστημα τῆς γῆς, ὡς τὸ, Αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ. Εἴρηται δὲ ἀπὸ τοῦ ἐξέχειν. Ὄχθωβος: Τὸ λῶμα τὸ γυναικεῖον ὑπὸ Ἀττικῶν ὄχθωβος λέγεται. Ὀχθήσας: Δεινοπαθήσας, στενάξας· παρὰ τὸ ἄχθω βαρύτονον· ἀφʼ οὗ περισπώμενον, ἀχθῶ· καὶ ὀχθήσας, κατὰ τροπὴν τοῦ α εἰς ο· σημαίνει δὲ καὶ τὸ μετεωρισθεὶς τὴν ψυχὴν, ἀπὸ τῶν ὄχθων, οἳ ἀναστήματά εἰσι τῶν ποταμῶν. Ὄχλος: Παρὰ τὸ χλῶ ῥῆμα, ὄνομα κατʼ ἐπένθεσιν τοῦ ο, ὄχλος· ἔνθεν καὶ τὸ παρὰ Πινδάρῳ ἐν Ὀλυμπιονίκαις, Τριπλόος ὁ κεχλαδώς. Ἀντὶ τοῦ ὁ πληθύων. Ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ ἔλλω, τὸ συστρέφω, πλεονασμῷ τοῦ χ, ἔχλω· ἀφʼ οὗ ῥηματικὸν ὄνομα ὄχλος, ὁ συνεστραμμένος λαός. Ὀχλίζω: Σημαίνει τὸ κινῶ· ἔνθεν καὶ μοχλὸς, ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας. Ὄχλος δὲ σημαίνει τὴν ὄχλησιν καὶ τὸ πλῆθος. Ὀχμάζω: Σημαίνει τὸ κατέχω. Ἐκ τοῦ ἔχω, τὸ κατέχω, παράγωγον ἐχάζω, ὡς κύπτω κυπτάζω, προσθήκῃ τοῦ μ, καὶ τροπῇ τοῦ βραχέος εἰς βραχύ. Ἢ ἐκ τοῦ ἔχω ὀχμὸς ὀχμάζω, ὡς πλέκω πλοχμός. Ἢ ἔστιν ἔχω, τὸ κρατῶ· ὁ μέλλων, ἕξω· ὁ παθητικὸς παρακείμενος, εἶγμαι· ἐξ αὐτοῦ ὄνομα, ὀχμὰς ὀχμάδος· καὶ ἐκ τούτου ὀχμάζω· ὁ μέλλων, ὀχμάσω. ὁ ἀόριστος, ὤχμασα· ἡ μετοχὴ, ὀχμάσας· σημαίνει δὲ τὸ κρατήσας καὶ κόψας. Ὄχνη: Ἡ ἀχράς. Ἔστι δὲ εἶδος φυτοῦ, οἱονεὶ ἀχόη τὶς οὖσα, διὰ τὸ μὴ ποτίζεσθαι, ἄχη καὶ ὄχνη κατὰ πλεονασμόν. Ἢ παρὰ τὸ ἄγχειν, ὡς τραχεῖα οὖσα. Ἔστι δὲ καὶ ἄλλη ἑτέρα, ἥτις καὶ ἄπιος καλεῖται, οἱονεὶ ἡ ἥκιστα πίνουσα. Ὀψίς: Ὡς μὲν Ποσειδώνιος, παρὰ τὸ ἅπτω ἅψω, ἁψίς τις οὖσα, ἡ φῶς ἐμποιοῦσα καὶ καταυγάζουσα τῶν ὑποκειμένων ἕκαστα, ὡς πῦρ· ὡς δέ τινες, παρὰ τὸ ἅπτω, τὸ συνάπτω, ἁψὶς καὶ ὀψὶς, ἢ διὰ τῶν ὁρατῶν ψαῦσιν ποιουμένη πρὸς κατανόησιν. Ἢ παρὰ τὸν ὄψω μέλλοντα. Ὀψία: Οἱονεὶ ἑψία τις οὖσα· παρὰ τὸ ἕπω ἕψω, τὸ ἀκολουθῶ, ἡ ὄπισθεν ἰοῦσα καὶ ἐπακολουθοῦσα ἀπὸ τῶν ἔργων. Ὅθεν καὶ πρωΐα, τὸ ἐναντίον κατάστημα. Ὀψέ: Ἐπὶ τῆς ἑσπέρας· παρὰ τὸ τὴν ὥραν ἐπιτηδείαν εἶναι εἰς τὸ ἂψ ἰέναι οἴκαδε, τροπῇ τοῦ α εἰς ο, ὀψέ. Εἴρηται δὲ καὶ ἐπὶ τοῦ βραδὺ καὶ μετὰ πολὺν χρόνον· οἶον, Ὀψὲ δὲ δὴ μετέειπε γέρων. Ἐκ δὲ τοῦ ὀψὲ γίνεται κατὰ μεταπλασμὸν ὄψι βαρύτονον· τὰ γὰρ εἰς ι λήγοντα ἐπιρρήματα .... Ζήτει εἰς τὸ νόσφι. Τὸ δευρὶ δὲ καὶ νυνὶ μακρὸν ἔχει τὸ ι. Παρὰ τὸ ὄψι καὶ τὸ τελεστὸν γίνεται ὀψιτέλεστον, ὡς ἀπὸ τοῦ γόνος ὀψίγονος, καὶ ἀπὸ τοῦ ἔμαθον καὶ τοῦ ὀψὲ ἐπιρρήματος, τοῦ σημαίνοντος τὸ βραδὺ, ὅπερ ἐστὶ καιροῦ παραστατικὸν, γίνεται ὀψιμαθής. Ὄψον: Σημαίνει τὸ προσφάγιον. Ἐκ τοῦ ὀπτῶ ὄπτον· τροπῇ τοῦ τ εἰς σ, καὶ κράσει τοῦ ΠΣ εἰς ψ, ὄψον· καὶ ὀψάριον, παρὰ τὸ ὄψον αἴρεσθαι ἐκ τῆς θαλάσσης· καὶ ὥσπερ παρὰ τὸ οἰκία γίνεται οἰκίδιον, καὶ γωνία γωνίδιον, οὕτω καὶ παρὰ τὸ ὀψάριον ὀψαρίδιον. Ὀψείοντες: Εἰς τὸ κακκείοντες. Τὸ δὲ, Ὄψεσθε Τρῶες καὶ Τρωάδες Ἕκτορα, ἐνεστῶτα εἶναι φησὶν Ἡρωδιανὸς, ἀπὸ τοῦ ὄψομαι γινόμενον μέλλοντος. Οὐ γὰρ μαντεύεται, αὐτός φησίν· ἀλλʼ ἀντὶ τοῦ ἴδετε. Καὶ πάλιν, Ἀλλʼ ὄψεσθε ἵνʼ. Οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ μᾶλλον μέλλοντός ἐστιν ἡ σημασία· οὐ γὰρ παροῦσι καὶ ὁρῶσι τὸν Ἕκτορα λέγει ἡ Κασάνδρα· ὄψεσθε γὰρ φησὶ προσιόντες. Ὥστε εἰς θέαν αὐτοὺς προσκαλεῖ· ὡς τὸ, Ἀλλʼ ὄψεσθʼ ἵνα τώγε καθεύδετον, προσκαλεῖται τοὺς θεοὺς εἰς θέαν, ὡς ἂν εἴ τις λέγοι, Δεῦτε καὶ ἀκούσεσθε· Δεῦτε καὶ ὄψεσθε. Ἢ ὅτι οὐδὲ τὸ ψ ἐστὶ χαρακτηριστικὸν τοῦ ἐνεστῶτος. Οὐκ ἄρα ἐστὶν ἐνεστὼς, ἀλλὰ μέσος ἀόριστος πρῶτος ὄψαι ὀψάσθω, ὄψασθε ὀψάσθωσαν. Οὕτως Ζηνόδοτος.