eul_wid: xie-aax
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Ω by Great Etymologicon

ω.Ὤια: Σημαίνει τὴν ἀνάκλασιν τοῦ κρασπέδου τοῦ ἱματίου· σὺν τῷ ι γράφεται· ἔστιν ὄϊς ὄϊος, τὸ πρόβατον· καὶ συναιρέσει, οἶς οἰός· τὸ θηλυκὸν, οἴα· καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω, ᾤα· καὶ γὰρ οἱ ἀρχαῖοι προβάτων δέρματα ἔβαλλον ἐν τοῖς κρασπέδοις τῶν ἱματίων. Ἢ ἀπὸ τοῦ οἶς, τὸ κτητικὸν, οἴειος· τὸ θηλυκὸν, οἰεία· καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν τοῦ ο εἰς ω, ᾤα. Τὸ δὲ οἶς, παρὰ τὸ οἴω, τὸ κομίζω. Ὦιγον: Σὺν τῷ ι· πρῶτον μὲν, ὅτι ἀπὸ τοῦ οἴγω ἐγένετο κατὰ τροπὴν τοῦ ο εἰς ω, ὥσπερ οἴχομαι, ᾠχόμην· οἰκῶ, ᾤκουν· ὁ γὰρ παρατατικὸς πάντοτε μεγεθύνεται κατὰ τὴν ἀρχὴν, ἢ χρονικῶς, ἢ συλλαβικῶς. Δεύτερον δὲ, ὅτι οἱ παρῳχημένοι κατὰ τὴν ἀρχὴν ἢ ἶσα φωνήεντα θέλουσιν ἔχειν, ὡς αὐλῶ ηὔλουν, αἰσχύνομαι ᾐσχυνόμην· ἢ πλείονα, ὡς ἔχω, εἶχον· οὐδέποτε δὲ ἐλάττονα. Εἰ ἄρα οὖν τὸ οἴγω δύο φωνήεντα ἔχει κατὰ τὴν ἀρχὴν, τούτου χάριν καὶ τὸ ᾦγον τὸ ι ἔχει, ἵνα σχῇ κατὰ τὴν ἀρχὴν τὰ ἶσα φωνήεντα τῷ ἐνεστῶτι. Εἰς τὸ κάθημαι. Ἄξιον δὲ ζητῆσαι, διατί πάντοτε μεγεθύνεται ὁ παρατατικός; Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ ὁ παρατατικὸς πλέων ἐστὶ κατὰ τὴν σημασίαν τοῦ ἐνεστῶτος, ὁ γὰρ ἐνεστὼς ἀκαριαῖος ἐστὶ, καὶ ἅμα τῷ λέγεσθαι ἔχει καὶ τὸ εἶναι, ὁ δὲ παρατατικὸς παρατεταμένην ἔχει τὴν σημασίαν, τούτου χάριν ὡς πλεονεκτῶν κατὰ τὴν σημασίαν τὸν ἐνεστῶτα, πλεονεκτεῖ καὶ κατὰ τὴν ἀρχήν. Ὠΐγνυντο πύλαι: Ἰλιάδος θʹ, ἀντὶ τοῦ ἀνεῴγνυντο. Ἀπὸ τοῦ οἴγω οἴγνω οἰγνύω· καὶ, Τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρηος, Ἰλιάδος ζʹ. Ἀπὸ τοῦ οἴγω, οἴξω, ᾤξα· καὶ κατὰ διάστασιν, ὤϊξα. Δύναται δὲ κατὰ τὸ ἀρχαῖον ἐπὶ τοῦ μεγάλου τάττεσθαι τὸ ω. Ὤγυγος: Ἀρχαῖος βασιλεὺς Θηβαίων· ἀφʼ οὗ καὶ ὠγύγιαι πύλαι ἐν Θήβαις· καὶ πᾶν τὸ ἀρχαῖον ὠγύγιον φασὶ, διὰ τὸ πολὺ αὐτὸν γενέσθαι ἀρχαιότατον. Διονύσιος, ὠγυγίη τε Θάσας Δημήτερος ἀκτή· ἐξ ἀρχῆς γὰρ τὴν Δήμητραν μεγάλως ἐτίμων. Ὧδε: Σημαίνει δύο παρὰ τῷ ποιητῇ· τὸ οὕτως, ὡς τὸ, Ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· σημαίνει καὶ τὸ νῦν, ὡς τὸ, Εἴ κέ τί σʼ ἀφραίνοντα κιχείω ὥς νύ περ ὧδε· σημαίνει καὶ τόπον παρὰ τοῖς ἄλλοις, τὸ ἐνταῦθα· σημαίνει καὶ τὸ ὅπως· καὶ μάλιστα Ὅμηρος τοῦτο οἶδεν· οὐδέποτε δὲ παρὰ τῷ ποιητῇ τοπικὸν εὑρίσκεται, ἀλλὰ πάντοτε ἀντὶ τοῦ οὕτως ἐπίρρημα μεσότητος. Οὐδὲν δὲ εἰς ΔΕ λῆγον τοπικὸν ἔχει πρὸ τοῦ τέλους τὸ ω, πλὴν τοῦ ὧδε· οὐδὲν δὲ εἰς ΔΕ λῆγον δισύλλαβον τοπικόν ἐστιν. Ὃν δὲ τρόπον τὸ ὃς ἐκταθὲν ἐγένετο ὡς, καὶ τὸ οὗτος οὕτως, οὕτω καὶ τὸ ὅδε, ὧδε. Γίνεται δὲ ἡ χρῆσις παρὰ Ἀττικοῖς ὡδὶ, ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἐπίρρημα μεσότητος, διὰ τοῦ ι γραφόμενον. Ὠιδή: Παρὰ τὸ εἴδω, τὸ γινώσκω, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀείδω, τὸ πάνυ γινώσκω· ἐξ αὐτοῦ ὄνομα ἀοιδή· καὶ κράσει τοῦ ΑΟ εἰς ω μέγα, ᾠδή. Ὠδύσατο: Ὠργίσθη. Ὀδύζεσθαι ἐστὶ τὸ ὀργίζεσθαι, παρὰ τὴν ὀδύνην. Ἢ ἔστι παρὰ τὸ ἔδω· οἱ γὰρ χολούμενοι, πρότερον ὀδυνώμενοι, ἑαυτοὺς κατεσθίουσιν. Ὠδίς: Παρὰ τὸ ὠθῶ, ὠθίς τις οὖσα, διʼ ἧς ὠθεῖται τὸ βρέφος· ἢ ἀπὸ τοῦ ὀδύνη, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω, καὶ τροπῇ τοῦ υ εἰς τὸ ι. Ὠδίς: Ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. Ὤδινε σημαίνει καὶ τὸ ἐπεθύμει. Ὠή: Ἔστιν ὦ κλητικὸν ἐπίρρημα· καὶ πλεονασμῷ τοῦ η γίνεται ὠὴ, ὥσπερ τὸ τὶ, τίη· οἷον, Τίη δὲ σύ. Ὦκα: Ἐπίρρημα μεσότητος. Γίνεται ἀπὸ τοῦ ἀκὺς, τὸ οὐδέτερον, ἀκὺ, ἀκέα, ἆκα· καὶ τροπῇ τοῦ α εἰς ω, γίνεται ὦκα· καὶ δηλοῖ τὸ ταχέως. Τὰ δὲ ἀπὸ πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιρρηματικὴν σύνταξιν ἅπαντα βαρύνονται· ταχέα, τάχα· σαφέα, σάφα· ὠκέα, καὶ συγκοπῇ ὦκα· χωρὶς τοῦ θαμά. Ὠκεανός: Παρὰ τὸ ὠκέως ἀνύττειν ὁ οὐρανὸς νενόμισται· ἢ παρὰ τὸ ὠκέως νάειν· ἢ παρὰ τὸ ὠκὺς καὶ τὸ ἀνύω, ὁ ταχέως φέρων. Ὠκύς: Σημαίνει τὸν ταχύν· παρὰ τὴν ἀκὴν, ἥτις δηλοῖ τὴν ὀξύτητα, γίνεται ἀκύς· καὶ τροπῇ, ὠκὺς, ὡς τέκμαρ τέκμωρ· ἢ παρὰ τὸ ὦκα· ἢ παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ. Τὸ πρῶτον, Ὦρος· τὸ δεύτερον, ἄλλος. Ὠκυάλου: Ἐπὶ νηός. Ἡ ἁλὸς γενικὴ, ἐπὶ μὲν κυρίων συντιθεμένη, ψιλὸν ἀποφέρει τὸ πνεῦμα· οἷον Εὐρύαλος· ἐπὶ δὲ ἐπιθέτου, τὸ ἴδιον τηρεῖ πνεῦμα· ἐν ἀμφιάλῳ Ἰθάκῃ· ὕφαλος, πάραλος. Εἰ οὖν καὶ τοῦτο ἐπίθετον ὂν, ὤφειλε δασύνεσθαι, εἴπερ ἦν σύνθετον· νῦν δὲ παραγωγὴν ἔλαβε, τῆς ἁλὸς κατὰ παρολκὴν κειμένης· διὸ ἐψίλωσαν τὸ α, παραγωγὴν ἐκδεξάμενοι, καὶ οὐ σύνθεσιν. Ὦλκα: Τὴν αὔλακα· παρὰ τὸ ἕλκω ἕλξω ἓλξ καὶ ὄλξ· καὶ ἐκτάσει, ὤλξ. Ὠλέναι: Αἱ χεῖρες, αἱ παλάμαι· ἀπὸ τοῦ διʼ αὐτῶν ὀλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. Ὤλλοι: Ἀντὶ τοῦ οἱ ἄλλοι. Αἱ τοιαῦται δὲ συναλοιφαὶ τῆς δευτέρας εἰσὶν Ἰάδος, ᾗ Ὅμηρος οὐκ ἐχρήσατο· διόπερ Ζηνοδότῳ μέμφονται εἰπόντι δεῖν ἀναγινώσκειν, ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες. Ὠλίγγην: Ἀκαριαῖον, ἐλάχιστον. Τάττουσι δὲ Ἀθηναῖοι καὶ ἐπὶ τοῦ νυστάξαι· καὶ τὰς ἐπὶ τῶν βλεφάρων οἷον ῥυτίδας, ὠλλίγγας· τὴν δὲ ὠλλίγγην δηλοῦν καὶ πνοὴν καὶ σκιὰν, καὶ ἀκαρὲς πνεῦμα. Τὸ δὲ ὠλίγγιον, ὀλίγον σημαίνει. Ὠμογέρων: Ὁ μὴ εἰς τέλειον καιρὸν γεγηρακὼς, ἤγουν ὁ παρʼ ἡλικίαν γεγηρακὼς, διὰ λύπην, ἢ συμφοράν· οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη. Ὤδησα: Ἐφορτισάμην. Ὁμήρους: Τὰ ἐνέχυρα. Ὡμήρησεν: Ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκὺς, Ὀδυσσείας πʼ, ἀντὶ τοῦ συνέτυχεν· ἀπὸ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων. Πῖος δὲ ἐν ὑπομνήματι τῆς πʹ, ἀντὶ τοῦ συνήντησεν. Πίνδαρος δὲ ἐν Ὕμνοις, Ἐρίφων μεθομήρεον· οἷον, ὁμοῦ καὶ μετʼ αὐτῶν πορευόμενον. Ἢ ὅτι ἀντὶ τοῦ συναντιλαβοῦ καὶ συμβαλοῦ· ἐξ οὗ ὅμηροι, οἱ ἐπὶ καταλλαγῇ στελλόμενοι διʼ εἰρήνην καὶ ὁμόνοιαν. Οἱ δέ φασι τοὺς ἀρχαίους ὁμηρεῖν λέγειν τὸ συνακολουθεῖν. Τοὺς οὖν ἐπὶ ἀκολουθίᾳ τῶν ὡμολογημένων ὄντας ὁμήρους λέγουσιν. Ὠμηστής: Ἀπὸ τοῦ ἔδω, ἔσω, ἦκα, ἦσμαι, ἦσται, ῥηματικὸν ὄνομα ἔστης, ὡς ψεύδω ψεύστης· καὶ τροπῇ τοῦ ε εἰς η μετὰ τοῦ ὠμὰ, ὠμηστής· καὶ ἀλλαχοῦ, Ὠμοφάγοι θῶες· καὶ γὰρ τὸ αὐτό ἐστιν ὠμηστὴς καὶ ὠμοφάγος. Τὸ δὲ ὠμηστὴς τάσσεται καὶ ἐπὶ ἀλόγων καὶ λογικῶν· Ὅμηρος, Ὠμηστὴς καὶ ἄπιστος ἀνήρ· καὶ ἐπὶ ἀλόγων, ἀλλʼ οἰωνοὶ Ὠμησταὶ ἐρύουσιν. Ὠμοργές: Σκληρόν· καὶ ὠμοργὸς, σκληρὸς, χαλεπός. Ὠμόν: Τὸ μὴ μεταβολὴν εἰληφὸς εἰς πέψιν· ὡς καὶ τὴν ἔξω τροφὴν, ὠμὴν λέγουσιν, οὔτε ἠψημένην, οὔτε ὠπτημένην. Ἢ, ὡς Φιλόξενος, ὠμὸν τὸ ἐν ταυτότητι μένον καὶ ὑπάρχον, καὶ μὴ μεταβληθέν· παρὰ τὸ ὦ, τὸ ὑπάρχω. Ὠμήλυσις: Τὸ κρίθινον ἄλευρον, καὶ τὸ ἐξ αὐτοῦ κατάπλασμα, ὅτι οὐ φρυγόμενον ἀλήθεται. Ὦμος: Παρὰ τὸ ὦ, τὸ ὑπάρχω, ὁ ὑπομένων τὰ βάρη ἰσχυρῶς καὶ τὰ φορτία. Ἔστι δὲ τὸ μέρος τοῦ σώματος· ἐξ οὗ καὶ ὠμὸς, ὁ ἀπηνὴς καὶ σκληρὸς, οἱονεὶ ὁ μένων ἐν ᾧ ὑπῆρχε, καὶ μὴ μεταβαλλόμενος. Ἢ παρὰ τὸν οἴσω μέλλοντα, ὁ γὰρ ἐνεστὼς οὐκ εἴρηται, γίνεται οἶμος καὶ ὦμος, ἐφʼ οὗ φέρομεν τὰ φορτία, τροπῇ τῆς ΟΙ διφθόγγου εἰς ω· ὡς ἐκ τοῦ ἐναντίου ἀγκώνη ἔδει λέγεσθαι ἀγκοίνη. Βαρύνεται. Τὰ εἰς ΟΣ λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι, βαρύνεται, ὦρος, ὦχρος. Πρόσκειται «μονογενῆ,» διὰ τὸ ὠμός. «Ἀπὸ τοῦ ω ἀρχόμενα,» διὰ τὸ ζωμὸς καὶ τὰ ὅμοια. «Μὴ προσκειμένου τοῦ ι,» διὰ τὸ ᾠδὸς ὁ τραγῳδός. Ὠμοκυδιᾷ: Ἐπὶ τῇ τῶν ὤμων εὐεξίᾳ μέγα φρονεῖ. Ὤμοι: Ἔστιν ἀναφώνημα λύπης δηλωτικόν. Ἐκ τοῦ οἴμοι, κατὰ ἔκτασιν τοῦ ο εἰς ω, ὤμοι· εἴρηται γὰρ καὶ οἴμοι διʼ ἑνὸς μ. Εἰ δὲ γράφεται χωρὶς τοῦ ι, γίνεται ἀπὸ τοῦ ω, ὤμοι. Τὸ δὲ ὦ, σχετλιαστικόν ἐστιν ἐπίρρημα· ὅπερ καὶ εἰς α συστέλλεται, ὡς τὸ, Ἆ δειλὲ, ἀντὶ τοῦ ὦ ἄθλιε. Τοίνυν ἀπὸ τοῦ ὢ κατʼ ἐπέκτασιν. Ὠιόν: Δεῖ γινώσκειν, ὅτι τὸ ᾠὸν τὸ ι ἔχει· πρῶτον μὲν, ὅτι εὕρηται τὸ ι κατὰ διάστασιν παρὰ τῇ Σαπφοῖ, Φασὶ δή ποτε Λήδαν ὑακίνθινον πεπυκαδμένον εὑρεῖν ὤϊον. Δεύτερον δὲ, διὰ τὸν χαρακτῆρα· τὰ γὰρ διὰ τοῦ ΩΟΝ μονογενῆ .... Εἰς τὸ ζῷον. Πρόσκειται, «μονογενῆ,» διὰ τὸ ὁ σῶος, ὁ ζῶος, τὸ ζῶον. Τὸ δὲ ᾠὸν ὀξύνεται, ὅτι ἀπὸ φωνήεντος ἄρχεται· τὰ δὲ λοιπὰ, ἀπὸ συμφώνου· καὶ ὡς διήλλαξε κατὰ τὴν ἀρχὴν, παρήλλαξε καὶ κατὰ τὸν τόνον. Ἐτυμολογεῖται δὲ παρὰ τὸ οἶον· μόνον γὰρ τίκτεται. Νίκανδρος ἐν Θηριακοῖς, κτίλα τʼ ὤεα βρύκων· τὰ τῶν ἡμέρων ὀρνίθων ὠὰ κτίλα καλεῖ. Ὧιπερ: Σὺν τῷ ι· σημαίνει δὲ τὸ καθάπερ. Ἔστι γὰρ ὡσείπερ· καὶ κατὰ ἀποβολὴν τοῦ σ, ὡείπερ· καὶ κιρνᾶται τὸ ω καὶ ε, καὶ γίνεται ὡΐπερ· καὶ συναιρέσει, ᾧπερ. Ὠιπόλος: Ἀπὸ τοῦ ὁ αἰπόλος γίνεται κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς τὸ ω, καὶ συναιρέσει πάλιν τοῦ ο καὶ ι εἰς τὴν ΩΙ δίφθογγον, ᾠπόλος, ἀντὶ τοῦ ὁ αἰπόλος· τὸ δὲ ᾠπόλοι, ἀπὸ τοῦ οἱ αἰπόλοι, κατὰ ἀποβολὴν τοῦ ι τοῦ οἱ ἄρθρου, καὶ κράσει καὶ συναιρέσει. Ζήτει εἰς τὸ οὐμός. Ὤπυιεν: Ὡμίλει ἐν συνουσίᾳ· ἀπὸ τῆς ὀπὸς, ἢ παρὰ τὸ ἕπεσθαι ἀνδρί. Ἢ παρὰ τὸ ὁμοῦ ἰέναι, ὤμυιεν, καὶ τροπῇ τοῦ μ εἰς π. Ζήτει εἰς τὸ ἀλύω. Ὦπες: Οἷον ὀπαί τινες οὖσαι τῆς ψυχῆς, διʼ ὧν τὸ κατάστημα τῆς ψυχῆς θεωρεῖται· ὅθεν καὶ ὑπώπια. Ἢ ὅτι ὀπῇ καὶ τρήματι ἐοίκασιν. Ὥρα: Σημαίνει τὴν μορφὴν καὶ τὸ κάλλος· ἐξ ἧς καὶ ὡραῖος· σημαίνει καὶ τὴν φροντίδα, καὶ τὸ τέταρτον τοῦ ἐνιαυτοῦ, καὶ τὸ δωδέκατον τῆς ἡμέρας. Γίνεται παρὰ τὸ ὡρῶ, τὸ φυλάττω· κατὰ γὰρ ὥραν ἐφύλαττον οἱ ἀρχαῖοι ἐν ταῖς νυξίν. Ἢ ἀπὸ τοῦ διορίζειν τὰ διαστήματα τῆς ἡμέρας· παρὰ τὸ ὁρίζω ὅρα καὶ ὥρα. Ὥρα ἡ τροπὴ, παρὰ τὸ ὡρεῖν, ἡ φυλάττουσα συντεταγμένως τὸν ἴδιον καιρόν. Καὶ Ὧραι αἱ πυλωροὶ τοῦ οὐρανοῦ θεαί· παρὰ τὸ ὡρεῖν καὶ φυλάττειν. Τὰ δὲ εἰς ἄλφα λήγοντα θηλυκὰ διχῶς συντίθενται· ἢ γὰρ φυλάττει τὸ α, ὡς τὸ σκιὰ, σκιαγραφῶ· ἢ τρέπει αὐτὸ εἰς ο, ὡς τὸ, ὥρα ὡρολογεῖον, ὄπωρα ὀπωροφυλάκιον. Ὅτε δὲ παραλήγεται τῷ ε, τρέπει αὐτὸ εἰς ω, ὡς τὸ γέα γεωμέτρης. Τὰ δὲ εἰς ΡΑ λήγοντα θηλυκὰ δισύλλαβα, εἰ μὲν διφθόγγῳ παραλήγεται, συστέλλει τὸ ἄλφα, πεῖρα, στεῖρα, σφαῖρα· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, ἐκτείνει αὐτὸ, οἷον, χώρα, ψώρα, χήρα, πήρα. Οὕτως οὖν καὶ ὥρα. Ὦ πόποι: Ποίου μέρους λόγου ἐστίν; Ἐπιρρήματος. Καὶ πῶς τίθενται δύο τόνοι; Εἰ γὰρ ἦν ἓν μέρος λόγου, ὤφειλεν ἔχειν ἕνα τόνον. Εἰσὶ δὲ δύο ἐπιρρήματα· καὶ ἔστιν ἀντὶ τοῦ παπαί. Καὶ ἔστιν ἐκ παραλλήλου ἓν μέρος λόγου, καὶ λέγεται, ὅτι συνεξηκολούθησε τῇ ὀνοματικῇ πτώσει τῇ, «ὦ φίλοι.» Ὤφειλε δὲ ὀξύνεσθαι, ὡς γινόμενον ἐκ τοῦ παπαί· ἀλλὰ συνεξηκολούθησε τῇ ὀνοματικῇ πτώσει· οἱ γὰρ Σκύθαι, ἀγάλματα τινὰ ἔχοντες ὑπόγαια τῶν θεῶν, πόπους αὐτὰ καλοῦσιν. Ὡρακίζω: Παρὰ τὸ αἰκίζεσθαι τὴν ὥραν, τουτέστι τὴν μορφὴν, ἀντὶ τοῦ ὠχριᾶν· καὶ ὡρακιῶ, τὸ αὐτό· σημαίνει δὲ καὶ τὸ λειποψυχεῖν καὶ ἐκλύεσθαι. Ὤρεσσιν: Ἀντὶ τοῦ ταῖς γυναιξὶν, Ἰλιάδος ιʹ· ἀπὸ τοῦ ὁμοῦ ἀρηρέναι καὶ συνηρμόσθαι ἀνδρί· ἔνθεν καὶ ξυνωρὶς, παρὰ τὸ ξυνηρμόσθαι. Ἔστιν ἡ εὐθεῖα, ὄαρος· τὸ πληθυντικὸν, ὄαροι· καὶ κατὰ μεταπλασμὸν, ὄαρες· καὶ κατὰ συναίρεσιν, ὦρες. Ὁ δὲ Ὦρος λέγει, ὅτι παρὰ τὸ ὁμοῦ ἀρηρέναι γίνεται ὄαρ· καὶ ὑπερθέσει, ἄορ· καὶ συναλοιφῇ, ὦρ. Ὠρείθυια: Παρὰ τὴν ὄρει δοτικὴν καὶ τὸ θύω, τὸ ὁρμῶ, γίνεται ὠρείθυια, κατʼ ἔκτασιν τοῦ ο εἰς ω. Ὠρείτης: Ὁ πολίτης· παρὰ τὸ ὠρεὺς ὠρέως γίνεται· καὶ τὸ κύριον ὄνομα ἔστι διὰ διφθόγγου, ὡς παρὰ Ἀπολλωνίῳ, Ὠρείτης δʼ Ἀμύκοιο· τινὰ δὲ τῶν ἀντιγράφων Ὠρείδης ἔχει. Χοιροβοσκός. Ὧρος: Ὁ ἐνιαυτός· παρὰ τὰς ὥρας, τὰς τροπὰς, ἃς περιέχει· ἢ παρὰ τὸ ὀξὺ καὶ κοῦφον καὶ μετέωρον εἴρηται· ἐπεὶ καὶ μετέωρος εἴρηται ὁ κοῦφος· καὶ ὡρογραφίαι, αἱ κατʼ ἐνιαυτὸν ἀναγραφαὶ γινόμεναι τῶν ἐν ταῖς πόλεσιν. Ὡρολογεῖον: λέγειν ἐστὶ τὸ μετρεῖν. Ὀδυσσείας δʹ, Ἔνθʼ ἡμέας πρώτους λέγε κήτεσι· ἀντὶ τοῦ συνηρίθμει. Ὡρολογεῖον οὖν, ᾧ τὰς ὥρας μετροῦμεν. Ὤριστος: Ἰλιάδος λʹ· ἄριστος, Βοιωτικῶς τραπέντος τοῦ α εἰς ω. Ὠρίων: Κατὰ τροπὴν τῆς ΟΥ εἰς ω· ἀπὸ τοῦ οὐρίων. Ἔστιν ἀπὸ ἱστορίας· ἀπὸ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ καὶ γενέσθαι αὐτόν. Ἔστι καὶ ἄστρον οὕτω καλούμενον. Ὠρύω: Σημαίνει τὸ κλαίω· παρὰ τὸ ἄω ἢ αὔω, τὸ φωνῶ, γίνεται ἀωρύω, καὶ κράσει τοῦ α καὶ ω εἰς ω. Ἢ γίνεται αὐορύω· καὶ κράσει τοῦ α ο εἰς ω, ὠρύω. Ἢ παρὰ τὸ θόρυβος θορυβῶ· κατὰ ἀποβολὴν τοῦ β, θορύω· καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ἐκβολῇ τοῦ θ, ὠρύω. Εἰς τοὺς Ἐπιμερισμοὺς δὲ εἰς τὸ ὠρυόμενος εὗρον, ὅτι πρωτότυπόν ἐστι. Ὥρμαινεν: Ἐκ τοῦ ὁρμῶ, ὁρμαίνω· ὁ παρατατικὸς, ὥρμαινον. Ὅμηρος, Ἕως ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν. Ὤρχμενος: Ἄρχω ἀρχόμενος· καὶ κατὰ συγκοπὴν καὶ τροπῇ, ὤρχμενος. Ὡς: Ἐπίρρημα θαυμαστικὸν, ἀντὶ τοῦ λίαν· ἢ ἐπίρρημα βεβαιώσεως. Σημαίνει δὲ δύο καὶ τριάκοντα· παραβολὴν, Ὡς δὲ λέων ἐν βουσὶ θορών· ἀνταπόδοσιν, Ὡς αὖτις καθʼ ὅμιλον ἔδυ· ὑπερβολὴν, Ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός· ὁμοίωσιν, Ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷϊ ἔοικεν· καὶ ἀντὶ τοῦ ὅμως, Ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο ἱέμενός περ· ἀναφορὰν, Ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· θαυμασμὸν, Ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ· τὸ οὕτως, Ὡς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ· τὸν ἵνα σύνδεσμον, Ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς· τὸ ὅπως, Ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι· τὸ ὅτι, Ἔγνως ὡς θεὸς εἰμί· τὸ ἐπεὶ, Ὡς ἴδε χῶρον ἔρημον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι· τὸ εἴθε εὐκτικὸν, Ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι· καὶ ἀντὶ τοῦ διὸ, Ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι λείπεσθαι· τὸν εἰ συναπτικὸν σύνδεσμον, Ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε· τὸ ὁμοίως, ὁππότʼ ἐκείνων μνήσομαι, ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν τὸ ὅπως, Ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ· ἐπὶ πρόθεσιν, Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον· τὸ τοσοῦτον, Νῆα θοὴν ἐπὶ πόντον ἐλαυνέμεν, ὡς δὲ γυναικί· τὸ ὅσον, Καὶ κρέας ὡς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· τὸν γὰρ, Ὡς ἤτοι ποταμῷ γε δαμήμεναι αἴσιμον ἦεν· τὸ εὐθέως, Ὡς ἴδεν, ὥς μιν μᾶλλον ἔδυ χόλος· τὸ ὡσαύτως, Ὡς δʼ αὖ νῦν μοι ἀγάασθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι· βεβαίωσιν, Ὡς χαρίσοιτʼ ἄνθρωπος ἀνθρώποισι· τὸ ἀλλὰ, Ὡς τοῦτʼ ἀληθὲς Ἀττικόν· τὸ ἕως, Ὡς ὁ μὲν ἔνθα πολὺν βίοτον· τὸ οὕτως, Ὥς ποτʼ ἔην νῦν αὖτε· τὸ οὐκέτι, Ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργέων· διηγηματικὸν κεφάλαιον, Ὡς ἦλθʼ ὡς Αἴγισθος ἐμήσατο· καὶ ἐπὶ τοῦ λίαν, Ὧς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε. Ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι· περισπᾶται· σημαίνει γὰρ τὸ ὅμως· περισπᾶται δὲ καὶ ὅτε σημαίνει τὸ οὕτως, Χρὴ μὲν σφωΐτερον· καὶ ἑξῆς, ὧς γὰρ ἄμεινον· ὥσπερ εἶεν. Ὥς κεν: Ὅπως ἄν· τὸ Ὡς, ἀντὶ τοῦ ὅπως· τὸ κεν, ἀντὶ τοῦ ἄν. Ὡσεί: Ἐπίρρημα παρέλκον, ἤτοι ἐπακολουθοῦν· προσέλαβε γὰρ τὸ παραβολῆς ὡς, καὶ τὸν εἰ συναπτικὸν σύνδεσμον· οἱ δὲ ἐπὶ παραβολῆς λέγουσιν εἶναι. Ὠσχοί: Τὰ κλήματα σὺν αὐτοῖς τοῖς βότρυσι· καὶ ὠσχοφόροι, οἱ ταῦτα τῇ Σκιράδι Ἀθηνᾷ προσφέροντες ἐν γυναικείαις στολαῖς. Καὶ ὠσχοφόριον, τόπος Ἀθήνῃσιν, ἔνθα καὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος· καὶ ὠσχοφόρια, ὄνομα ἑορτῆς· ἀπὸ τῆς ὤσχης τῆς κληματίδος. Ὠστίζοντο: Ὤθουν, συνέθλιβον· ἐκ τοῦ ὤθω, ὁ μέλλων, ὤσω· πλεονασμῷ τοῦ τ μετὰ περισπωμένης, ὠστῶ. Ἐκ τούτου, ὠστίζω· καὶ τὸ παθητικὸν, ὠστίζομαι. Ὦτα: Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν· οἱ δὲ, διʼ ὧν ὠθεῖται ἡ φωνή. Οἱ δὲ φασὶ, κατὰ μετάθεσιν τοῦ π εἰς τ, ὄπα τινὰ ὄντα, παρὰ τὸ ὀπὰς ἔχειν. Ἢ παρὰ τὸ δέχεσθαι τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν. Οὕτως Ἡρακλείδης. Ὠτᾶν: Ἀντὶ τοῦ ὧ προσφιλέστατε, ὦ ἑταῖρε. Ἔστιν ἔτης, ὃ σημαίνει τὸν συνήθη καὶ φίλον· ἐξ οὗ γίνεται παρώνυμον ἐτᾶν, ὡς Ἑρμῆς, Ἑρμᾶν, μέγιστος, μεγιστᾶν· καὶ μετὰ τοῦ ὦ κλητικοῦ ἐπιρρήματος, ὦ ἐτᾶν· καὶ κατὰ συναλοιφὴν, ὦτᾶν. Ἢ παρὰ τὸ ἔτης, ὃ σημαίνει τὸν ἀληθῆ φίλον, γίνεται ἐτὴν ἐτᾶν, ὡς ἔθος ἐθήν. Ἢ ὥσπερ παρὰ τὸ δὴ γίνεται δῆτα, οὕτως καὶ παρὰ τὸ ὦ, ὦτα, πλεονασμῷ τοῦ ν, καὶ μεταβολῇ τοῦ τόνου. Περισπᾶται δὲ, ὀφεῖλον ὀξύνεσθαι. Δύο μέρη λόγου εἰσί· καὶ κατὰ πλάνην ἀντὶ τῆς ἐπὶ τέλους ὀξείας περισπωμένην ἔσχεν. Ἐγένετο δὲ οὕτως· ἔτης, ἔτου, ἐτᾶν· καὶ ὦ ἐτᾶν· καὶ κατὰ κρᾶσιν, ὦτᾶν. Λέγεται καὶ ἐπὶ εἰρωνείας, ὦ σύ. Ὧιτε χερνῆτις γυνή: Ἀντὶ τοῦ καθάπερ. Ἔχει δὲ τὸ ι· ἔστι γὰρ ὡσεί τε· ἀποβολῇ τοῦ σ, καὶ κράσει τοῦ ω καὶ ε, ᾧτε. Ὧιτε ζεὺς κῦδος ἔδωκεν: Ἀντὶ τοῦ ᾧτινι. Δύο γὰρ μέρη λόγου εἰσί· τὸ ᾧ, ἀντὶ τοῦ ᾧτινι· καὶ τὸ ΤΕ παρέλκει. Ὠτειλή: Παρὰ τὸν οὐτήσω μέλλοντα, οὐτηλὴ, καὶ ὠτειλὴ, τροπῇ τῆς ΟΥ εἰς ω, καὶ τοῦ η εἰς τὴν ΕΙ δίφθογγον Βοιωτικῶς. Ὡυτὸς ἀνήρ: Ἔστιν ὁ αὐτός· κατὰ κρᾶσιν τοῦ ΑΟ εἰς ω μέγα γίνεται ὠυτός. Ὦχρος: Ἐκ τοῦ χρόα, ὃ σημαίνει τὴν ἐπιφάνειαν τοῦ σώματος· διὰ γὰρ τῆς ἐπιφανείας γίνεται ἡ ὠχρίασις. Λοιπὸν ἐκ τοῦ χρόα γίνεται ἄχροος· καὶ ὑπερβιβασμῷ ἄοχρος καὶ κατὰ συναίρεσιν ὦχρος. Διαφέρει τοῦ ὠχρός. Προπερισπώμενον μὲν, λέγεται αὐτὴ ἡ ὠχρίασις· ὡς τὸ, ὦχρός τέ μιν εἷλε παρειὰς, Ἰλιάδος γʹ. Ὀξυτονούμενον δὲ, ἐπὶ τοῦ μετέχοντος τῆς ὠχριάσεως· οἷον, ὠχρὸς ἄνθρωπος, ὁ μετεσχηκὼς τῆς ὠχρότητος. Ὦρτο: Ἔστιν ὄρω· ὁ μέλλων, ὄρσω· ὁ παθητικὸς ἐνεστὼς, ὄρομαι· ὁ παρατατικὸς, ὠρόμην ὤρου ὤρετο· καὶ συγκοπῇ, ὦρτο. Ἢ ὄρω, ὀρῶ, ὦρκα, ὦρμαι, ὤρμην ὦρσο ὦρτο, καὶ ἐνῶρτο. Ὤψ: Παρὰ τὸ ὄπτω, τὸ βλέπω· ὁ μέλλων, ὄψω· ἀποβολῇ τοῦ ω, ὄψ· καὶ αὐξήσει, ὤψ. Σημαίνει δὲ τρία· δύο διὰ τοῦ ω μεγάλου, τὸ πρόσωπον, καὶ τὸν ὀφθαλμόν· σημαίνει καὶ κύριον ὄνομα, ὡς ἐν Ὀδυσσείᾳ, Ὦπος θυγάτηρ. Σημαίνει δὲ καὶ διὰ τοῦ ο μικροῦ τὴν φωνήν. Ὦτος: Ζῷον ὅμοιον νυκτικόρακι. Ἔνιοι δὲ αὐτὸ καὶ νυκτικόρακα καλοῦσιν. Ἔστι δὲ καὶ παλαιόν· εἰλήφει δὲ τοὔνομα, διὰ τὸ περὶ τὰ ὦτα πτέρυγας ἔχειν. Δοκεῖ δὲ καὶ εὔηθες εἶναι, καὶ εὐεξαπάτητον. Γράφει γοῦν περὶ αὐτοῦ Ἀριστοτέλης, Ὁ δὲ ὦτος, ὅμοιος γλαυκὶ, καὶ περὶ τὰ ὦτα πτερύγια ἔχει. Ὠτιαφόροι: Οἱ τὰς ὠτίδας φέροντες ἐργάται· ὠτὶς γὰρ εἶδος ὀρνέου. Ὠτιοφόροι δὲ, οἱ τὰ ὦτα συντεθλασμένοι, οἷον, ὠτοκατάξιδες. Ἦσαν δὲ οὗτοι ἀπὸ παλαίστρας.