eul_wid: xie-aam
DOI 10.5281/zenodo.20335421

Great Etymological Work: Letter Ν by Etymologicum Magnum

ν.Νῦ: Τὸ στοιχεῖον, ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. Νάκη: Τὸ αἰγεῖον δέρμα· κωδία καὶ κώδιον, τὸ προβάτειον. Οὐκ ἄρα τὸ ἐν Κόλχοις νάκος ῥητέον. Κακῶς οὖν Σιμωνίδης νάκος φησί. Τὸ δὲ νάκη ἔστιν ὄνομα προσηγορικόν· ὁ νάκης, τοῦ νάκου, τῷ νάκῃ, τὸν νάκην· τὸ γὰρ θηλυκὸν, παρὰ τὸ νάκος, νάκη, ὡς παρὰ τὸ βλάβος, βλάβη· ἄκος, ἄκη· σκέπος, σκέπη. Τό τε ἀρσενικὸν παρὰ τὸ νάκη· τὰ γὰρ θηλυκὰ, προσθήκῃ τοῦ σ, μὴ κωλυόμενα ὑπὸ χαρακτῆρος, ἐπὶ γενικῆς εἰς ΟΥ λήγει, πλάτη, πλάτης, πλάτου· λέσχη, λέσχης, λέσχου· ἀήτου· ἀράχνου. Μὴ κωλυόμενα ὑπὸ χαρακτῆρος, διὰ τὸ πλάνης καὶ κόμης. Νάμα: Παρὰ τὸ νῶ, τὸ ῥέω· οὗ ὁ μέλλων, νάσω· ἐξ αὐτοῦ νάμα, ὡς δράσω δράμα. Νάνος: Ὁ μὴ αὐξόμενος, ὁ πίθηκος. Παρὰ τὸ ἄνω, ὃ δηλοῖ τὸ αὐξάνω, γίνεται ἄνος· καὶ μετὰ τοῦ ΝΗ στερητικοῦ, καὶ συγκοπῇ. Νάπυ: Τὸ σίνηπι, κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δριμύτητα. Τὰ εἰς υ λήγοντα οὐδέτερα μακρᾷ παραληγόμενα διὰ τοῦ ΕΟΣ κλίνονται. Σεσημείωται τὸ νάπυος. Νάπαι: Δρυμοὶ, φάραγγες, κοιλάδες. Παρὰ τὸ πίω ῥῆμα γίνεται μετὰ τοῦ στερητικοῦ α ἄπη καὶ μετὰ τοῦ ΝΗ ἑτέρας στερήσεως γίνεται νηάπη, καὶ συγκοπῇ, νάπη, οἱονεὶ ἡ ἄγαν πίνουσα· αἱ γὰρ δύο στερήσεις ποιοῦσι μίαν ἐπίτασιν. Ἢ παρὰ τὸ ΝΗ καὶ τὸ φῶ γίνεται νῆφαι, καὶ νάπαι, κατὰ τροπὴν τοῦ η εἰς α. Ὡς νηάνος καὶ νᾶνος, οὕτως νῆπαι καὶ νάπαι. Σημαίνει δὲ τοὺς συμφύτους καὶ κατασκίους τῶν ὀρῶν τόπους, ἢ τοὺς ὀρεινοὺς καὶ ὑλώδεις. Ναρόν: Τὸ ὑγρόν. Παρὰ τὸ νῶ ῥῆμα δηλοῖ τὸ ῥέω ὁ μέλλων νάσω, γίνεται ναρός· καὶ τὸ οὐδέτερον, ναρόν. Σοφοκλῆς Τρωΐλῳ· Πρὸς ναρὰ δὲ κρηναῖα χωροῦμεν ποτά. Οὕτω Φιλόξενος. Καὶ ἴσως ἡ συνήθεια τρέψασα τὸ α εἰς ε λέγει νερόν. Νάρθηξ: Σημαίνει δύο· τὸν τῆς ἐκκλησίας νάρθηκα, καὶ γίνεται παρὰ τὸ νέρθεν εἶναι τοῦ ἄμβωνος. Σημαίνει καὶ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ λεγόμενον νάρθηκα· καὶ γίνεται παρὰ τὸ νεαρὸν νεάρηξ καὶ νάρθηξ. Ἢ παρὰ τὸ ναρὸν, ὃ σημαίνει τὸ ὑγρὸν, νάρηξ, καὶ νάρθηξ. Νάρθηξ ἐστὶ καὶ ἰατρικόν τι τεῦχος· κυρίως, τὸ ἐκ νάρθηκος γεγενημένον· καταχρηστικῶς δὲ καὶ τὸ ἐξ οἱασδήποτε ὕλης. Ναστός: Ὁ πεπιλημένος ἄρτος, ὁ μεστὸς, πλήρης, καὶ μὴ ἔχων τὶ κοῦφον· ἀπὸ τοῦ νάσσεσθαι ἀρτύμασιν ἢ τραγήμασί τισι. Λυκόφρων, Οὐ γάρ τις αὐτῶν ψήσεται πύρνον γνάθῳ, πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ. Νῦν ἐπὶ ἄρτου καταχρηστικῶς ἔθηκε. Ναστὸς δὲ κυρίως ὁ πλακοῦς, ὁ μετὰ σταφίδων πεπεμμένος, ὁ πυκνός. Νασμός: Ὄμβρος· ἀπὸ τοῦ νάω· ὅθεν καὶ νάμα καὶ ναύτης. Λυκόφρων, Ζηνὸς καχλάζων νασμός. Σημαίνει δὲ ἐνταῦθα τὸν κατακλυσμόν. Νάσθη: Ἰλιάδος ξʹ, Πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη πλαγχθείς. Ἀντὶ τοῦ ἀπῳκίσθη. Νάρκησεν: Ἰλιάδος θʹ, ἐνάρκησεν, ἐλύθη· ἀπὸ τῆς νάρκης τοῦ ἰχθύος Ναῦς: Γʹ εὐθείας ἔχει· ναῦς, ναός· νηῦς, νηός· νεῦς, νεός. Ναῦς, ναός. Ὁ κανών· δύο μόνα εἰσὶν εἰς ΑΥΣ θηλυκὰ, ναῦς καὶ γραῦς· κέκλιται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ ΟΣ· ναὸς, ἡ γενική· καὶ Ἀττικῶς, νεώς. Γίνεται δὲ παρὰ τὸ νῶ, τὸ κολυμβῶ, ἢ νέω, ὁμοίως· παράγωγον νεύω· ὁ μέλλων, νεύσω· νεῦς καὶ ναῦς. Ὅμηρος παρετυμολογεῖ, ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι· Ἰλιάδος ιʹ, Νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω. Ναῦφι: Ὥσπερ ἀπὸ τοῦ ταναόποδος γίνεται ταναύποδος κράσει τοῦ α ο εἰς τὴν ΑΥ δίφθογγον, σημαίνει δὲ τὸν σύροντα τὸν πόδα, οὕτω καὶ ἀπὸ τοῦ ναῦς ναὸς γίνεται ναόφι, καὶ κατὰ κρᾶσιν, Ναῦφιν ἀμυνόμενοι, ἀντὶ τοῦ, ἐκ τῶν νεῶν ἀποσοβοῦντες. Ναύπακτος: Πόλις· παρὰ τὸ ναυπήγιον γενέσθαι τῶν Ἡρακλειδῶν ἐκεῖ. Ναυσικάα: Κεκασμένη ὅ ἐστι κεκοσμημένη ταῖς ναυσί. Ναύτης: Ὁ ἄγων τὴν ναῦν· ἢ διὰ τὸ τὰ νάματα τέμνειν· ἢ διὰ τὸ τὰ νάματα τείνειν, ἤγουν ἐλαύνειν. Νάφθα: Ἀπὸ τοῦ ἀνάπτω ἀνάψω ἀνῆφα, ἀνῆμμαι, ἀνῆψαι, ἀνῆπται, νάπτα καὶ νάφθα. Παρεσκεύασται γὰρ ἐξάπτειν. Ναῦλον: Τὸ εἰς τὸ στόμα τῶν νεκρῶν ἐμβαλλόμενον νομισμάτιον. Ναύλοχος: Ὁ λιμὴν, ἐν ᾧ αἱ ναῦς κοιμῶνται· ὅθεν καὶ εὐναὶ αἱ ἄγκυραι· εὐνάζουσι γὰρ τὴν ναῦν. Ναύαιθος: Ποταμὸς Ἰταλίας. Τῶν ἐξ Ἰλίου πλεόντων Ἑλλήνων κατήχθησαν τινὲς εἰς τὸν ποταμὸν τοῦτον· αἱ δὲ αἰχμάλωτοι, εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν, καὶ τὴν ἐσομένην ζηλοτυπίαν τῶν γυναικῶν αὐτῶν, ἐνέπρησαν τὰς ναῦς· καὶ ὁ μὲν ποταμὸς ὠνομάσθη Ναύαιθος, ἀπὸ τοῦ αἴθω· αἱ γὰρ γυναῖκες, ναυπρήστιδες· καὶ αἱ νῆες, πρηστίδες. Ναίω: Σημαίνει τὸ οἰκῶ· διὰ τῆς ΑΙ διφθόγγου, ὡς τὸ, Ναῖε δὲ Σατνιόεντος ἐϋρείταο παρʼ ὄχθας. Ἐξ οὗ γίνεται καὶ ναός. Νέω σημαίνει δύο διὰ τοῦ ε ψιλοῦ, τὸ πορεύομαι, ὡς τὸ, Νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν. Καὶ τὸ κολυμβῶ, ὡς τὸ, Στόμα καλλιρόοιο ἵξε νέων. Ναιετάωσιν: Ἀπὸ τοῦ ναίω γίνεται ναιέτης· καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτω καὶ ναιέτης ναιετάω ναιετῶ· ναιέτης δὲ σημαίνει τὸν μέτοικον· ἡ μετοχὴ, ναιετάων· τὸ θηλυκὸν, ναιετάουσα· καὶ Δωρικῶς, ναιετάωσα, ὡς ἱδροῦσαι, ἱδρῶσαι· καὶ βοῦν, βῶν. Νέαιρα: Τὸ ἔσχατον τῆς κοιλίας μέρος· παρὰ τὸ νέω, τὸ πορεύομαι, γίνεται· εἰς αὐτὴν γὰρ πορεύονται τὰ ἐσθιόμενα· καὶ πλεονασμῷ τοῦ ι γίνεται νείαιρα, ὡς τὸ, Νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. Ὡς νέατος νείατος, Νείατον ἐς κενεῶνα· καὶ, ἔκειτο δὲ νείατος ἄλλων. Παρὰ τὸ νέος γίνεται νέατος, καὶ πλεονασμῷ τοῦ ι, ὥσπερ παρὰ τὸ μέσον γίνεται μέσατον. Νέατον δὲ, τὸ ἔσχατον· ὅθεν καὶ λαγὼν τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Νεάτη: Ἡ ἐσχάτη· ἀπὸ τοῦ νέος· οἱ γὰρ νέοι ἀτελεῖς εἰσὶ καὶ ἔσχατοι. Νεαλής: Ὁ νεωστὶ ἑαλωκὼς ἰχθῦς· ἢ ὁ νεωστὶ ὁτιοῦν πεποιηκὼς ἢ πεπονθώς. Νεαροί: Παρὰ τὸ νέω καὶ τὸ ἀρύω, τὸ νεωστὶ ἀρυθὲν ὕδωρ. Μεταφορικῶς δὲ ἡ λέξις καὶ ἐπὶ τῶν παιδίων τῶν νεωστὶ γεννηθέντων. Νεανίας: Παρὰ τὸ νέος γίνεται νεὰν, ὡς μέγιστος μεγιστάν· καὶ παράγωγον ἐξ αὐτοῦ νεανίας, καὶ νεανίσκος, καὶ νεᾶνις. Νέανδρος: Κύριον ὄνομα· ἐπεὶ νέος ἠνδρεύσατο· ἢ νέος ὢν, ἀνδρεῖος ἦν. Νέαται: Ἰλιάδος ιʹ, Πᾶσαι δʼ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος. Ἤτοι ἔσχατοι, ἢ κατῳκισμέναι εἰσί. Συγκοπὴ δέ ἐστι τοῦ νενέαται. Ἔστι δὲ νῶ ῥῆμα· δηλοῖ τὸ σωρεύω· οὗ ὁ παρακείμενος νένηκα, νένημαι· ἐξ οὗ γίνεται Ἰωνικῶς, νενέαται· Φρυγάνων φάκελοι συννενέαται. Νῶ, σημαίνει τὸ οἰκῶ· ὁ παρακείμενος, νένηκα· ὁ παθητικὸς, νένημαι, νενήμεθα, νένησθε, νένηνται, καὶ Ἰωνικῶς, νενέαται. Τὸ νέαται οὖν ὅμοιον τῷ δεδέχαται δέχαται. Νέηαι: Πορευθῇς, ἐπανέλθῃς. Νέω, τὸ πορεύομαι· τὸ ὑποτακτικὸν, ἐὰν νέωμαι· τὸ τρίτον, νέηται· καὶ Ἰωνικῶς, νέηαι· συστέλλουσι γὰρ τὸ τ οἱ Ἴωνες τοῦ τρίτου προσώπου, καὶ ποιοῦσι δεύτερον πρόσωπον. Ἰλιάδος αʹ, σαώτερος ὥς κε νέηαι. Νέηλυς: Τὰ εἰς ΥΣ σύνθετα, εἰ μὲν ὦσιν ἀπὸ τῶν εἰς ΥΣ ἁπλῶν συνθέτων, τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν· οἷον βραχὺς, βραχέος· τρίβραχυς, τριβράχεος· ὀφρῦς, ὀφρύος· λεύκοφρυς, λευκόφρυος· εἰ δὲ ἀπὸ ἄλλων τινῶν εἰσὶ σύνθετα, διὰ τοῦ ΔΟΣ κλίνονται· οἷον ἔπηλυς, ἐπήλυδος· νέηλυς, νεήλυδος· σημαίνει δὲ τὸν ξένον. οὐκ ἔστιν ἀπὸ τῶν εἰς ΥΣ, ἀλλʼ ἀπὸ τοῦ ἐλεύθω γίνεται ἦλυς, καὶ νέηλυς, ὁ νεωστὶ ἐληλυθὼς, Ἰλιάδος βʹ. Κανὼν τοῦ Χοιροβοσκοῦ· δεκάπηχυς, δεκαπήχεος· ἀρσενόθηλυς, ἀρσενοθήλεος· καλλίχθυς, καλλίχθυος. Νεβροί: Ἐλάφων γεννήματα· οἱ νεωστὶ ἐπὶ βορὰν ἐλθόντες ἢ ἰόντες· ἢ παρὰ τὸ νεωστὶ πρὸς πορείαν ἰέναι· ἢ νέποροι, οἱ μηδέπω πορεύεσθαι δυνάμενοι· ἢ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ βορὰ, τὸ ἐστερημένον τῆς βορᾶς, ὅ ἐστι τῆς τροφῆς. Καὶ νεβρίζειν, τὸ νεβροῦ δέρμα φορεῖν. Νεκρός: Παρὰ τὸ κῆρ ὃ δηλοῖ τὴν ψυχὴν μετὰ τοῦ ΝΕ στερητικοῦ γίνεται νέκηρος, ὁ ἐστερημένος τῆς ψυχῆς· καὶ κατὰ συγκοπὴν, νεκρός. Ἢ ἀπὸ τοῦ ΝΗ στερητικοῦ. Νεαλής: Κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθῦς, ἢ ἁλισθείς, ὁ πρόσφατος. Νέμειν: Διαιρεῖν, μερίζειν, βόσκειν, νομίζειν, ἀναγινώσκειν· καὶ χειρονομεῖν Ἴωνες. Νέκυς: Ὤσπερ κότος κότυς, οὕτω καὶ νεκρὸς νέκρυς· καὶ ἀποβολῇ τοῦ ρ, νέκυς· ἢ παρὰ τὸ κίκυς ὃ σημαίνει τὴν δύναμιν καὶ ἰσχὺν μετὰ τοῦ ΝΕ στερητικοῦ γίνεται νέκικυς, ὁ ἐστερημένος τῆς κίκυος· καὶ κατὰ συγκοπὴν, νέκυς· σημαίνει δὲ τὸν νεκρόν. Νεκάδες: Ὅμηρος εἴωθε λέγειν νεκάδας τὰς τῶν νεκρῶν τάξεις, παρὰ τοὺς νέκυας, νεκυάδας τινὰς οὔσας· οἱ δὲ νεώτεροι καὶ τὰς τῶν ὁπλιτῶν τάξεις οὕτω καλοῦσι· παρὰ τὸ νεῖκος, αἱ εἰς πόλεμον ἡτοιμασμέναι· ἢ ἀχώριστοι· τὸ γὰρ ΝΕ στερητικόν ἐστι· καὶ καδεῖν, τὸ χωρῆσαι· Ἰλιάδος θʹ, Δαναῶν κεκαδησόμεθα. Παρὰ μὲν τοῖς κυκλικοῖς αἱ ψυχαὶ νεκάδες λέγονται. ἦτε κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσι νεκάδεσσιν. Ἰλιάδος εʹ. Νέκταρ: Νέκταρ ἐῳνοχόει. Τὸ τῶν θεῶν πόμα, οἱονεὶ τὸ συνέχον τοὺς πίνοντας αὐτὸ ἐν νεότητι· παρὰ τὸ νέον καὶ τὸ ἔχω, νεοέκταρ, καὶ κατὰ συγκοπὴν, νέκταρ· διὸ καὶ ἡ Ἥβη αὐτὸ κιρνᾷ, Ἰλιάδος δʹ. Τινὲς δὲ ἐπὶ τοῦ θείου πόματος· παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ κτῶ, τὸ φονεύω καὶ ἀναιρῶ, γίνεται, οἱονεὶ τὸ στεροῦν τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας αὐτό· ἀφʼ οὗ δηλοῖ τὸ ἀθάνατον, οἷον τὸ μὴ κτεινομένοις ἀλλὰ τοῖς ἀθανάτοις διδόμενον. Κλίνεται νέκταρος· καὶ τὸ κτητικὸν, νεκτάρειος· ὁ νεκτάρεος, τοῦ νεκταρέου, τουτέστι θείου, θαυμαστοῦ, ἀκηράτου. Νεμέα: Τόπος ἐν Ἄργει. Ἀπὸ τῶν νεμομένων ἐκεῖσε βοῶν, αἳ ἦσαν Ἥρας· ἢ ἀπὸ τῶν Δαναοῦ, οἳ κατενεμήσαντο καὶ ἐκληρώσαντο τὸ χωρίον. Ἡρακλῆς δὲ διέθηκε τὴν ἑορτὴν, τὸν λέοντα φονεύσας. Νεμειαῖον: Ὄρος Πελοποννήσου· καὶ πόλις Νέμεια, ἔνθα ἦν ὁ Νεμειαῖος λέων. Νέμεσις: Μέμψις, μομφή. Οἶμαι ἀπὸ τοῦ νεμῶ γίνεται. Ἡ δοτικὴ, νεμέσει· ἐκ τούτου, νεμέσσι, τροπῇ τοῦ ε εἰς σ· ἢ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ σ. Ἰλιάδος ζʹ, Οὔτοι ἐγὼ Τρώων τόσσον χόλῳ, οὐδὲ νεμέσσι, ἥμην ἐν θαλάμῳ. Νεμεσητός: Μεμπτός· ἀπὸ τοῦ νεμεσῶ, δευτέρας συζυγίας· ὅθεν καὶ τὸ, νεμέσσηθέν τʼ ἐνὶ θυμῷ. Ἀντὶ τοῦ ἐμέμφοντο, Ἰλιάδος βʹ. Ἔστι δὲ ἀόριστος πρῶτος παθητικός· καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν, ὥσπερ κόσμηθεν. Τὸ δὲ νεμεσῶ, γίνεται ἐκ τοῦ νεμῶ περισπωμένου. Νέος: Ἀπὸ τοῦ νέεσθαι, ὅ ἐστι πορεύεσθαι, καὶ ἔρχεσθαι εἰς αὔξησιν· ἢ παρὰ τὸ ὁρμᾶσθαι· ὁρμῆς γὰρ ἡ ἡλικία ἀνάπλεως. Νεογνός: Ὁ νεωστὶ γεννώμενος· ἢ νεόγονός τις ὢν, καὶ κατὰ συγκοπήν. Νεομηνία: Παρὰ τὸ νέος καὶ τὸ μὴν μηνός. Νεοσσός: Ὁ νεωστὶ σευόμενος· ἢ παρὰ τὸ νεάζω. Νεώτερος: Ὁ νέος τῇ ὁράσει. Ζήτει εἰς τὸ νεοῦν. Νεοχμοῦντες: Μετακοσμοῦντες· καὶ νεόχμωσιν, τὴν νεοκίνησιν· καὶ νεοχμὸς, ἄκοπος, ἄπονος ἢ ἄπειρος, νεωστὶ εἰργασμένος. Νεοαρδέα: Νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν, Ἰλιάδος φʹ. Νεωκόρος: Παρὰ τὸ κορῶ, τὸ καθαίρω καὶ ἐπιμελείας ἀξιῶ, καὶ τὸ νεὼς, Ἀττικῶς. Ὁ τοῦ νεὼ ἐπιμελούμενος. Νεωστί: Οἱ νέοι, τῶν νέων· ἐπίρρημα, νέως, καὶ νεωστί. Νέωτα: Αἰεὶ γεωργὸς ἐς νέωτα πλούσιος· καὶ, Ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. Τὸ ἐπιὸν ἔτος, ἢ τὸ μέλλον. Παρὰ τὸ ἔνος, ὃ σημαίνει τὸν ἐνιαυτὸν, γίνεται ἔνοστα· καὶ ἀποβολῇ τοῦ σ, ἔνοτα· καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ὑπερθέσει τοῦ ν, νέωτα. Ἀττικοὶ δὲ, παρὰ τὸ νέος νέωτα κατʼ ἔκτασιν. Ἢ νέος νέωτε, κατʼ ἔκτασιν, ὡς ἄλλος ἄλλοτε· καὶ τροπῇ Αἰολικῇ τοῦ ε εἰς α, νέωτα. Νεόχμωσεν: Ἠλλοίωσεν, ἢ ἐκαινοποίησεν. Ἀπὸ τοῦ νέος καὶ τοῦ ἔχω γίνεται νεοέχω· καὶ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ μ, νεοχμῶ. Νεωλκῶ: Ἐκ τοῦ ναῦς ναὸς καὶ τραγικῶς νεὼς καὶ τοῦ ἕλκω γίνεται νεωλκῶ, τρίτης συζυγίας. Νεοῦν: Τὸ ἀροτριᾶν. Ἀπὸ τοῦ ἐκ τῆς ἀροτριάσεως νέαν ἀναλαμβάνειν τὴν γῆν. Νεούτατος: Νεότρωτος. Νεοσσός: Παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ· τὰ, πρὶν ἢ πτεροφυῆσαι, σεύεσθαι μὴ δυνάμενα. Ἐκ τούτου καὶ τὸ νοσσίον. Ζήτει εἰς τὰς Διαφοράς. Νεώσοικοι: Καταγώγια εἰσὶν ἐπὶ θαλάσσης οἰκοδομημένα πρὸς ὑποδοχὴν τῶν νεῶν· νεώρια δὲ, ἡ τῶν ὅλων περιβολή. Νένωται: Ἢ κατὰ συγκοπὴν τοῦ η, ἀπὸ τοῦ νενόηται, ὅπερ καὶ νενοέαται Ἰακῶς γίνεται· ἢ ἀπὸ τοῦ νένωται κατὰ συστολήν. Ἔστι γὰρ νῶ ῥῆμα τρίτης συζυγίας, ὡς παρὰ Σοφοκλεῖ, οἷον, Ἑλένης γάμω νένωται. Καὶ παρὰ Ἀνακρέοντι ἡ μετοχὴ, Ὁ δʼ ὑψηλὰ νενωμένος. Καὶ ὁ Ἄθλιος ἐν τοῖς Σαμίων ὅροις, Ἀλλὰ λέξασθαι νένωνται. Καὶ πάλιν ὡς χρυσόονται χρυσοῦνται, οὕτω καὶ νόονται νοῦνται· Δημόκριτος, Φῆνι θεὰ νοῦνται. Περὶ Παθῶν. Νέποδες: Οἱ ἰχθύες· Παρὰ τὴν ΝΕ στέρησιν καὶ τοὺς πόδας, οἱ ποδῶν ἐστερημένοι· καὶ ὅτε τίθεται ἐπὶ ἀπόδων γενῶν, ἡ μεταφορὰ ἀπὸ τῶν βρεφῶν τῶν μήπω τοῖς ποσὶ κεχρημένων. Ὦρος. Νέπως: Παρὰ τὸ πῶμι, ὃ σημαίνει τὸ πίνω ὁ μέλλων, πώσω· ἀποβολῇ τοῦ ω, μετὰ τοῦ στερητικοῦ, Νέπως· ἄνυδρον γὰρ τὸ ὄρος ἐκεῖνο. Νέστωρ: Παρὰ τὸ νέα ἱστορεῖν· ἢ παρὰ τὸ στερεὸν ἔχειν τὸν νοῦν. Νεῦρον: Παρὰ τὸ νεῖσθαι διʼ ὅλου τοῦ σώματος. Νευρέας: Ἀπὸ τῆς νευρᾶς, πλεονασμῷ τοῦ ε. Νεφρός: Παρὰ τὸ νείφεσθαι τῷ οὔρῳ, ὅ ἐστι βρέχεσθαι· φέρεται γὰρ εἰς αὐτοὺς τὸ οὖρον· ἢ διὰ τὸ ἐν νώτῳ φέρεσθαι. Νέφος: Οἷον νέφας, τὸ ἐστερημένον φάους, ὅ ἐστι φωτός· ἢ παρὰ τὸ νείφω, τὸ βρέχω· τὸ δὲ νείφειν, κυρίως ἐπὶ τὰς ἐκ νέφους καταφορὰς τῶν ὑδάτων εἴρηται τοῦ νιφετοῦ· ἀπὸ τοῦ νέφος, νέφω καὶ νείφω· σημαίνει τὸ χιονίζω. Ὁ κανών· τὰ διὰ τοῦ ΕΦΟΣ οὐδέτερα δισύλλαβα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται, χωρὶς τοῦ λαῖφος. Καὶ τὰ διὰ τοῦ ΕΛΗ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ἑνὶ φωνήεντι παραληγόμενα, Σεμέλη. Νεφέλη: Παρὰ τὸ νάμα ἐφέλκειν ἐκ τῆς θαλάσσης. Νεφεληγερέτης: Ὁ τῶν νεφῶν ἀθροιστικὸς Ζεύς. Νεῖκος: Ἡ φιλονεικία· παρὰ τὸ νέοις ἐοικέναι· ἡ γὰρ φιλονεικία τοῖς νεαροῖς ἁρμόζει. Σοφοκλῆς, Ὕβρις δέ τοι οὐ πώποθʼ ἡβήσει τῷ σώφρονι ἵκετο· ἀλλʼ ἐν νέοις ἀνθεῖ τε καὶ φθίνει πάλιν. Ἢ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ, γίνεται νέεικος· καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ΕΙ διφθόγγου εἰς τὴν ΕΙ δίφθογγον, νεῖκος· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωρήσουσιν, οὐκέτι γίνεται φιλονεικία. Καὶ παρὰ τὸ νεῖκος γίνεται νεικῶ, ἐπὶ τοῦ ὀνειδίζω καὶ λοιδορῶ. Νεῖλος: Ὁ ποταμός. Παρὰ τὸ νέω, τὸ ῥέω, καὶ τὸ ἰλὺς, Νέϊλος· καὶ κατὰ συναίρεσιν, Νεῖλος, οἱονεὶ ὁ ῥέων ἰλύν· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν. Ἢ ὥσπερ παρὰ τὸ πένθος γίνεται Πένθιλος, καὶ Τρὼς Τρωΐλος, καὶ ζωὴ Ζωΐλος, οὕτως καὶ παρὰ τὸ νέος Νέϊλος καὶ Νεῖλος· καὶ γὰρ νέος κατʼ ἔτος γίνεται· πλημμυρεῖ γὰρ κατʼ ἔτος, καὶ ποτίζει πᾶσαν τὴν Αἴγυπτον. Ἢ παρὰ τὸ νέαν ἰλὺν ἄγειν ἐν τῇ ἀναβάσει. Καὶ πῶς ἔχει νέαν ἰλύν; Ἐπειδὴ ἐναντίως φέρεται ὡς πρὸς τοὺς λοιποὺς ποταμούς. Οἱ μὲν γὰρ λοιποὶ τῷ χειμῶνι πλημμυροῦσι, τῷ δὲ θέρει ἀνεκτότερον προϊεῖσι τὸν ῥοῦν· οὗτος δὲ τοὐναντίον· τῷ μὲν γὰρ χειμῶνι ἀνεκτότερον ῥεῖ, τῷ δὲ θέρει πλημμυρεῖ, καὶ ἐξερχόμενος ποτίζει πᾶσαν τὴν γῆν ἐκείνην. Νείλεως: Ἢ παρὰ τὸ νέος καὶ τὸ λεὼς γίνεται νεόλεως, καὶ κράσει τοῦ ΕΟ εἰς τὴν ΕΙ δίφθογγον, ὡς τὸ πλέον πλεῖν, πλείω γίνεται νείλεως· ἢ ὥσπερ ἡ ἀβλῆτος καὶ ἡ ἀτρῶτος γενικαὶ μετάγονται εἰς εὐθεῖαν καὶ προπαροξύνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ Νηλέως γενικὴ ἀπὸ τῆς Νηλεὺς εὐθείας μετάγεται εἰς εὐθεῖαν, καὶ προπαροξύνεται, οἷον Νείλεως, κατὰ τροπὴν Βοιωτῶν τοῦ η εἰς ΕΙ δίφθογγον ὥσπερ οὐτήσω, ὠτειλή. Νεικείῃσι: Ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, Ἰλιάδος αʹ, ὅπως μὴ πάλιν κακολογῇ καὶ ὀνειδίζῃ. Ἀπὸ τοῦ νεικῶ, τὸ πλήσσω, γίνεται νεικείω· τὸ ὑποτακτικὸν, ἐὰν νεικείω, ἐὰν νεικείῃ, καὶ κατʼ ἐπέκτασιν τῆς ΣΙ συλλαβῆς. Ὁ παρατατικὸς, ἐνείκεον ἐνείκεες ἐνείκεε, καὶ συναρχομένως, νείκεε καὶ νεικείεσκε, ῥῆμα παρατατικοῦ τρίτου προσώπου. Νειός: Ἡ ἀρόσιμος γῆ. Παρὰ τὸ νεῶ, νεὸς, καὶ πλεονασμῷ τοῦ ι, νειός. Σημαίνει δὲ τὴν ἀνανεουμένην γῆν· ἀνανεοῦται γὰρ ἡ γῆ ἀρουμένη. Νεῶ γὰρ τὸ ἀνανεῶ. Νή: Στερητικόν ἐστιν ἐπίρρημα· ὁρᾶται δὲ καὶ ἐπιτατικὸν, ὡς ἐν τῷ νηλὴς, νήνεμος, νήχυτον ὕδωρ, Φιλήτας. Καὶ μαράθου δὲ νήχυτος ὅρπηξ. Νηγάτεον: Τὸ νεωστὶ κατεσκευασμένον ἢ νενησμένον. Ὥσπερ παρὰ τὸ τείνω τείνομαι γίνεται τατὸς, οὕτως καὶ παρὰ τὸ γείνω γείνομαι, γατὸς, καὶ νεήγατος, τροπῇ τοῦ ο εἰς η, ἀπὸ τοῦ νέος· καὶ ὑπερθέσει τοῦ ε γίνεται νηγάτεος, ὁ νεωστὶ γεγονώς. Ἢ παρὰ τὸ θεῶ, τὸ θαυμάζω, καὶ νήθω, τὸ κλώθω, γίνεται νηγάθεον, τὸ ἄγαν θαυμαστόν· ἢ ἠγάθεον τὸ θαυμαστῶς νενησμένον καὶ εἰργασμένον, Ἰλιάδος βʹ. Ἢ τὸ ἐστερημένον τῆς βλάβης, πλεονασμῷ τοῦ γ. Νήγρετος: Ἥδιστος, ἢ ἀνέγερτος διʼ ἡδονὴν, βαθύς. Νήδυμος ὕπνος: Ἡδὺς καὶ γλυκύς. Τινὲς ἐκ τοῦ ἡδύς· λέξεως δὲ δασυνομένης οὐ συντίθεται τὸ ν κατʼ ἀρχάς. Ἔστι δὲ ἀπὸ τοῦ δύω δύσω, ῥηματικὸν ὄνομα, δύμος· καὶ μετὰ τοῦ ΝΗ ἐπιτατικοῦ. Ἢ ἄδυμος, ὃν οὐ δυνατὸν ἀποδύσασθαι διὰ τὸ βάθος. Φασὶ δὲ τινὲς, ὅτι τὸν βαθὺν σημαίνει κατὰ μεταφορὰν, παρὰ τὴν νηδὺν, ἥ ἐστι κοιλία· βαθύτατον δέ ἐστιν ἐν ἡμῖν τοῦτο τὸ μέρος. Ἢ τὸν ἀνώδυνον σημαίνει. Νηδύς: Ἡ γαστήρ. Ἀπὸ τοῦ νῶ νήσω, τὸ σωρεύω, νηδὺς, εἰς ἣν σωρεύονται αἱ τροφαί. Ἢ οὖν ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τροφῆς ἐν αὐτῇ, ὅ ἐστι σεσωρεῦσθαι τὰ βρώματα· ἢ ἀπὸ τοῦ νάειν, ὅ ἐστι ῥεῖν· ἡ γὰρ ἐπάρδευσις τῷ σώματι τῆς τροφῆς ἀπὸ ταύτης γίνεται. Σημαίνει τὸ νηδὺς καὶ τὴν βαθεῖαν. Νήδυμος: Τὸ ΔΥ βραχύ· τὰ εἰς ΜΟΣ λήγοντα ὀνόματα ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, μὴ ὄντα σύνθετα, τῷ υ παραληγόμενα, συστέλλει αὐτὸ, ἔρυμος, ἔλυμος, ἔσσυμος, δίδυμος· τὸ γὰρ πρόθυμος σύνθετον. Νηΐτης: Ἀπὸ τῆς νεὼς νεΐτης καὶ νηΐτης· ἢ ἀπὸ τῆς νηός. Τὰ ἀπὸ τῶν εἰς ΑΥΣ θηλυκῶν μονοσυλλάβων, διὰ τοῦ ΙΟΣ παράγωγα, διὰ τοῦ ι γράφεται· οἷον, ναῦς ναὸς, νάϊος, καὶ τροπῇ, νήϊος· καὶ νήϊον ξύλον, τὸ πρὸς νηῶν κατασκευὴν ἐπιτήδειον· ἔστι δὲ καὶ ὄρος πλησίον τῆς Ἰθάκης οὕτω καλούμενον· οἷον, Ἡμεῖς δʼ ἐξ Ἰθάκης ὑπὸ Νηΐου. Τῆς ὑπὸ τῷ Νῃΐῳ ὄρει κειμένης. Οὕτως δὲ «Θήβη ὑποπλακίη,» ἡ ὑπὸ τῷ Πλακίῳ ὄρει· γραῦς γραὸς γράϊος· καὶ, Γρήϊον εἶδος ἔχουσα. Νηλής: Ἀνηλεὴς, σκληρός. Ἀπὸ τοῦ λῶ, τὸ θέλω, καὶ τοῦ ΝΗ στερητικοῦ, οἱονεὶ ὁ μὴ θέλων, ἀλλʼ ἀκαμπὴς ὤν. Νηλεής: Ἀπὸ τοῦ ἔλεος καὶ τοῦ ΝΗ στερητικοῦ γίνεται, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἐλεεῖν. Γίνεται καὶ ἐπίρρημα πλεονασμῷ τοῦ ι· οἷον, Νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι. Ἀντὶ τοῦ ἀνηλεῶς καὶ κατὰ μέλος κατακοπτόμενος καὶ κατατεμνόμενος. Νήλιπος: Ἀνυπόδητος καὶ μονοχίτων, κατὰ στέρησιν τοῦ ΝΗ. Τὸ δὲ νήλιποι, ἀνυπόδητοι, συνῄρηται ἀπὸ τοῦ νηλίποδος. Εἰς τὸ ἀνήλιπος. Νῆμα: Οὐκ ἔστιν ἀπὸ τοῦ νήθω· νῆσμα γὰρ ἂν ἦν· ἀλλʼ ἀπὸ τοῦ νῶ, ὃ σημαίνει τὸ νήθω· ὅθεν καὶ, νεῖ νήματα, Ἡσίοδος. Καὶ ὁ παρατατικὸς, μάλιστα μὲν ἔνη. Ἀπὸ τούτου οὖν γίνεται νῆμα, οὐκ ἀπὸ τοῦ παθητικοῦ· οἷον, Νήματος ἀσκητοῖο βεβυσμένον. Τοῦ πρὸς νῆσιν ἐπιτηδείου μηρύματος. Βεβυσμένον δὲ, τὸ πεπληρωμένον· καὶ βυκτάων ἀνέμων, τῶν πλησιστίων ἀπέδωκαν τινές. Νηλέϊ χαλκῶι: Ἡ εὐθεῖα, νηλής. Γίνεται ἐκ τοῦ ἐλεῶ ἐλεὴς, καὶ συγκοπῇ, νηλὴς, ὁ ἐστερημένος τοῦ ἐλέους. Ἔστι δὲ καὶ νηλεής· δύο γὰρ ἔχει εὐθείας· ἐξ οὗ καὶ ἡ κλητικὴ, ὦ νηλεές· καὶ νηλεὲς ἦτορ, οὐδετέρως, τὸ ἀπηνὲς καὶ ἀπότομον. Νημερτής: Ὁ ἀληθής. Παρὰ τὸ ἁμαρτῶ ἁμαρτής· τροπῇ τοῦ α εἰς ε, μετὰ τοῦ ΝΗ στερητικοῦ, καὶ συγκοπῇ, νημερτὴς, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἁμαρτεῖν. Νηλήτεις: Σημαίνει τοὺς ἁμαρτωλούς. Ὥσπερ ἀπὸ τοῦ εὐσεβὴς γίνεται εὐσεβέες εὐσεβεῖς, οὕτως ἀπὸ τοῦ νηλήτης νηλήτεες, νηλήτεις. Γίνεται δὲ παρὰ τὸ ΝΗ τὸ ἐπιτατικὸν καὶ τὸ ἀλιτεῖν, ὃ σημαίνει τὸ ἁμαρτάνειν. Καὶ ἄξιον ζητεῖν, διατί τὸ νηλήτης διὰ τοῦ η γράφεται, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ι; Ὅτι Αἰολικῶς ἐτράπη τὸ ι εἰς η. Οὕτω γὰρ καὶ τὸ ἀκτὶν καὶ τὸ ψιμμύθιον διὰ τοῦ η προφέρουσιν Αἰολεῖς. Ἕτεροι δὲ τοὺς ἀναμαρτήτους λέγουσιν, ἀπὸ τοῦ ΝΗ στερητικοῦ καὶ τοῦ ἀλιτεῖν. Νῆϊς: Ἐπὶ μὲν τῆς δαίμονος βαρυτόνως λέγεται· Νήϊδες αἵτινες καὶ νύμφαι ὀρεστιάδες προσαγορεύονται παρὰ τὸ νάω, τὸ ῥέω, αἱ ἐν νάμασιν οὖσαι, ὥς φησιν Ἡσίοδος· Καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν λούσαντο. Ἐπὶ δὲ τῆς νύμφης, ὀξυτόνως· Ἰλιάδος ζʹ, οὕς ποτε νύμφη Νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι. Ἢ παρὰ τὸ νεάνις, κατὰ συναλοιφὴν νῆνις, καὶ ἀποβολῇ τοῦ ν, νηΐς· ὀξύνεται. Ἢ παρὰ τὸ εἴδω, τὸ γινώσκω, ὁ μέλλων, εἴσω· ἀποβολῇ τοῦ ω καὶ τοῦ ε, γίνεται ῥηματικὸν ὄνομα ἴς· καὶ μετὰ τοῦ ΝΗ στερητικοῦ γίνεται νηῒς, ἡ ἄπειρος γάμων, ἡ μὴ γινώσκουσα γάμον. Ὅθεν καὶ τὸ νήϊς τὸ ἀρσενικὸν καὶ βαρύτονον, ἀντὶ τοῦ ἄπειρος· οἷον, Νήϊς ἀέθλων. Νήπιος: Ἄφρων, ἀνόητος. Παρὰ τὸ ἥπιος, πλεονασμῷ τοῦ ν, ὁ πρᾶος καὶ προσηνὴς, καὶ νήπια ποιῶν. Ἢ παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ εἰπεῖν γίνεται νηέπιος, καὶ κατὰ συγκοπὴν νήπιος, ὁ μὴ δυνάμενος λέγειν. Ἢ νήβιος, ὁ ἐστερημένος τοῦ βίου· καὶ νήπιον, τὸ ἐστερημένον τῶν βιωτικῶν φροντίδων. Ἢ παρὰ τὸ ΝΗ ἐπιτατικὸν καὶ τὸ πῖον, τὸ λιπαρόν. Ἢ ἥπιον, τὸ πρᾶον καὶ μὴ ἔχον ὀργὴν, μετὰ τοῦ ἐπιτατικοῦ. Ἢ νέον πῖον. Νηπίαχος: Παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ ἰάχω· τοῦτο ἐκ τοῦ ἴα, ἡ ἐκπεμπομένη βοή. Τοῦτο παρὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι. Νηπιέῃ ἀλεγεινῇ: Ἰλιάδος ιʹ, ἐν τῇ χαλεπῇ παιδοτροφίᾳ. Ἐκ τοῦ νήπιος κτητικὸς τύπος νηπίειος· καὶ ἀποβολῇ τοῦ ι τῆς διφθόγγου, νηπίεος, νηπιέα· καὶ τροπῇ, νηπιέη, ὡς νέα νέη Ἰωνικῶς· ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, νηπιέας· καὶ μεταθέσει τοῦ ε εἰς α. Νηπιάας ὀχέειν. Ἢ κατὰ πλεονασμὸν γίνεται τοῦ α, ἀπὸ τοῦ νηπίας. Νηπύτιος: Ἄφρων, ἀνόητος· παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ πινυτὸν γίνεται νηπινύτιος· καὶ συγκοπῇ, νηπύτιος. Νηπενθές: Ἀπένθητον, μέγα· ἢ μεγαλοπενθὲς, προσφάτως πενθούμενον, ὡς τοῦ ΝΗ στέρησιν καὶ ἐπίτασιν δηλοῦντος. Νηποινί: Ἀτιμωρητί· καὶ νήποινον, τὸ ἀτιμώρητον. Ἀπὸ τοῦ ΝΗ στερητικοῦ καὶ τοῦ ποινὴ, ὃ σημαίνει τὴν τιμωρίαν καὶ τὴν ἐκδίκησιν. Νηρεύς: Ὁ θαλάσσιος δαίμων· ἀπὸ τῆς νήξεως καὶ τοῦ ῥᾳδίως νεῖν, οἱονεὶ ὁ νηχόμενος θεός. Νηρίτης: Σημαίνει τὸν θαλάσσιον κοχλίαν. Τινὲς λέγουσιν, ἀπὸ τοῦ Νηρεὺς γίνεται· ἀλλʼ ὤφειλε γράφεσθαι διὰ διφθόγγου· ὁ δὲ τεχνικὸς λέγει ἀπὸ τοῦ Νηρηΐς· ἀλλʼ ὤφειλεν εἶναι Νηρηΐτης, ὡς ἀπὸ τοῦ ὀρεὺς ὀρέος ὀρεΐτης καὶ ὀρείτης· ἀλλʼ ἔστιν νέω νῶ· τὸ ἀπαρέμφατον, νεῖν. οἷον, Πεζῇ πορεύου· νεῖν γὰρ οὐκ ἐπίστασαι. Ὁ μέλλων, νήσω. Ἐκ τούτου γίνεται νηρός· λέγεται ὁ ἰχθὺς, ἀπὸ τοῦ νήχεσθαι· ἐξ οὗ νηρίτης, ὡς τόπος τοπίτης. Νήριτος ὕλη: Ἡσίοδος, μεγάλη, πρὸς ἣν οὐδεὶς φιλονεικήσειεν διὰ τὸ πλῆθος. Νηρός: Λυκόφρων, ἐν χθονὸς νηροῖς μυχοῖς. Τοῖς κοίλοις, ἢ τοῖς καθύγροις. Νηρῇδες: Ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ Νηρηΐδες καὶ Βρισηΐδες καὶ Χρυσηΐδες καὶ Καδμηΐδες συνῃρέθη Νηρῇδες, Βρισῇδες, Χρυσῇδες, καὶ Καδμῇδες. Νήσαντες: Σωρεύσαντες· ἐκ τοῦ νῶ νήσω, τὸ σωρεύω, ἐξ οὗ καὶ νηδύς· καὶ νῶ νήσω, τὸ κολυμβῶ, ἐξ οὗ καὶ νῆσος, καὶ ναῦς, ἡ πᾶν μέρος ἐν τῇ θαλάσσῃ ἔχουσα, ὥσπερ τὰ νηχόμενα σώματα. Νῶ, τὸ ῥέω· οὗ ὁ μέλλων, νάσω· ἐξ οὗ καὶ ναρὸν, τὸ ὑγρόν. Νῶ, τὸ νήθω· οὗ ὁ μέλλων, νήσω· ἐξ οὗ καὶ νῆμα. Νησίδιον: Ἀπὸ τοῦ νῆσος γίνεται νησίδιον, ὥσπερ ὀψάριον, ὀψαρίδιον· βιβλίον, βιβλίδιον. Οὐ δύναται δὲ λέγειν ὅτι ἀπὸ τοῦ νῆσος νήσου γίνεται· ἐπεὶ καὶ βραχὺ εἶχεν ἔχειν τὸ ι· ἡνίκα γὰρ ἡ τελευταία συλλαβή ..... Νῆσος: Ἀπὸ τοῦ νῶ νήσω, τὸ κολυμβῶ· νῆσος δέ ἐστι γῆ περιτετειχισμένη ὑπὸ θαλάσσης, πάντοθεν ἔχουσα ἐν ἑαυτῇ πόλεις πολλὰς ἢ καὶ ὀλίγας. Ἴσως δὲ εἴρηται ἀπὸ τοῦ ὀρνέου τῆς νήσσης, ἥτις καὶ αὐτὴ διαπαντὸς τοῖς κύμασι τῶν ὑδάτων νήχεται. Ὡς παρὰ τὸ δόξω δόξα, οὕτως καὶ παρὰ τὸ νέω νῶ, τὸ κολυμβῶ, νῆσα· καὶ ἐπαναδιπλασιασμῷ τοῦ αὐτοῦ συμφώνου, νῆσσα. Νῆστις: Ἔντερον οὕτω λεγόμενον, οἱονεὶ νήσιτις, παρὰ τὸ κενὸν εἶναι σιτίων· καὶ ὁ νῆστις ἄνθρωπος, παρὰ τὸ αὐτό· καὶ τὸ νηστεύειν, παρὰ τὸ στερεῖσθαι σιτίων. Ἔγκειται γὰρ τὸ ΝΗ στερητικόν. Ἢ παρὰ τὸ ἔδω ἔσω, ἔστις καὶ νῆστις. Κλίνεται νήστιος. Νηῦς: Γίνεται παρὰ τὸ νέω, τὸ νήχομαι. Τοῦ ὀνόματος αἱ εὐθεῖαι, ποικίλαι· οἷον, νεῦς, διὰ τοῦ ε· νηῦς, διὰ τοῦ η· ναῦς, διὰ τοῦ α· νᾶς, παρὰ Δωριεῦσι. Χρῆται οὖν ὁ ποιητὴς ταύταις ταῖς φωναῖς, νηυσὶ, νευσὶ, νέεσσιν, νήεσσιν· οἱ Αἰολεῖς, νάεσσι. Τί οὖν; Οὐκ οἶδεν Ὅμηρος τὴν ναυσί; Ναὶ, ἐν συνθέσει, Ναυσίθοος, ναυσίκλυτος. Νήϋγμος: Ἡσίοδος, Κεῖται νήϋγμος. Ἄπνους, ἄφωνος. Νήφω: Τὸ ἐγρηγορῶ, διὰ τοῦ η· ἀπὸ τῆς τοῦ ὕδατος προσφορᾶς· οἱ γὰρ τούτῳ χρώμενοι, ἐγρήγοροί εἰσιν· ὅθεν καὶ νηφάλια λέγουσι θύειν, ὅταν ὕδωρ ἐπισπένδωσιν. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου καὶ τὸ νήφω, τὸ θύω, καὶ τὸ νήφω, ἐπὶ τοῦ μεθύω, ἀπὸ τοῦ νείφω, τὸ χιονίζω, λέγει γεγενῆσθαι, κατὰ τροπὴν Βοιωτικὴν τῆς ΕΙ διφθόγγου εἰς τὸ η· τοὺς γὰρ λειποψυχοῦντας πολλάκις ταῖς τοῦ ὕδατος ῥανίσι νήφειν ποιοῦμεν, ὥς φησιν Ὦρος. Παρὰ δὲ τὸ νήφω, ὄνομα ῥηματικὸν νήφιος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, νηφάλιος. Νήχω: Τὸ κολυμβῶ. Νῶ καὶ νέω· καὶ μεταθέσει τοῦ ε εἰς η, νήω· καὶ πλεονασμῷ τοῦ χ, νήχω. Νίζε: Σημαίνει τὸ νίπτε. Οἱ Αἰολεῖς τὰ εἰς ΠΤΩ ῥήματα εἰς δύο ΣΣ μεταβάλλουσι, νίπτω, νίσσω. Ταραντίνων δὲ φωνῇ γίνεται νίζω· παρὰ τὸ νίζω γίνεται νίτρον, ὡς μάσσω, μάκτρον· καὶ πλήσσω, πλῆκτρον. Νίκη: Ἢ παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ ἵκω, τὸ παραγίνομαι, γίνεται ἑνιΐκη· καὶ κράσει τῶν βʹ ΙΙ εἰς ἓν μακρὸν, νίκη, ἀποβολῇ τοῦ ε· καὶ γὰρ πολλάκις πέφυκεν ἀποβάλλειν κατὰ τὴν ἀρχὴν τὸ ε· οἷον, ἐρύω, ἐρυτῆρες, ῥυτῆρες· ἔχω, ἐχεὶρ, χείρ. Ὅθεν καὶ ἡ Ἀθηνᾶ Νίκη προσαγορεύεται· νομιζομένης γὰρ αὐτῆς πολεμικῆς καὶ φρονητικῆς, ἀκόλουθον ἂν εἴη καὶ τὸ τὴν νίκην αὐτῇ ξυνέπεσθαι· τὸ γὰρ ἐμφρόνως πολεμεῖν νικητικὸν, τὸ δὲ ἀφρόνως καὶ προπετῶς καὶ χωρὶς νοῦ, σφαλερὸν καὶ ἐλαττωτικόν. Ἢ παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ, γίνεται ἑνιείκη· καὶ κατὰ ἀποβολὴν τῶν δύο ΕΕ, καὶ κράσει τῶν δύο ΙΙ, γίνεται νίκη, οἱονεὶ ἡ ἑνὶ ὑποχωροῦσα· ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων, ἑτεραλκέα νίκην, τὴν ἑτεροκλινῆ. Τινὲς δὲ σχηματίζουσιν οὕτω· παρὰ τὸ ΝΗ στερητικὸν καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ, οἱονεὶ ὁ μηδενὶ ὑποχωρῶν. Κακῶς δὲ λέγουσιν· ἀντίκειται γὰρ αὐτῷ ἡ γραφή. Ἐκ τοῦ νίκη δὲ γίνεται τὸ νικῶ· ὁ μέλλων, νικήσω· καὶ ἔστι δεύτερας συζυγίας· οἷον, νικᾷς· νεικῶ δὲ, ἐπὶ τὸ φιλονεικῶ, πρώτης ἐστὶ συζυγίας. Νίκων: Παρὰ τὸ νικῶ γίνεται, ὡς παρὰ τὸ κρατῶ, Κράτων· καὶ μέδω, Μέδων. Νικίας δὲ ἢ παρὰ τὸ νίκη, ἢ παρὰ τὸ νικῶ, ὡς ἄρχω, Ἀρχίας. Νίσομαι: Τὸ πορεύομαι· καὶ, νισόμενον πόλεμον, σημαίνει τὸν περιγενησόμενον. Ὤφειλε γράφεσθαι διὰ τῆς ΕΙ διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ νέομαι· ἀλλʼ ἡ παράδοσις ἔχει τὸ ι θεματικὸν, ὡς ἀπὸ τοῦ νίω ἐνεστῶτος· ὁ μέλλων, νίσω. Τὸ ΝΙ, μακρόν. Νικῶ: Καὶ ἡ μετοχὴ, νικῶν, νικῶντος· τὸ εὐκτικὸν, νικῷμι· τὸ γʹ, νικῷ, πλεονασμῷ τοῦ η, Ἀττικῶς, νικῴη· ἐξ οὗ νικῴην. Νίφα: Νίφα λευκὸν ἀλευάμενοι. Ἀπὸ τοῦ νιφὰς νιφάδος, ἡ αἰτιατικὴ, νιφάδα· καὶ κατὰ συγκοπὴν, νίφα. Ἢ παρὰ τὸ νῖκος· τοῦτο παρὰ τὸ εἰς ἕνα ἥκειν. Νόες: Ὅτι κακῶς λέγεται, καὶ παρὰ ἀναλογίαν οἱ φιλόσοφοι χρῶνται, λέγοντες τὸν νόα τὴν αἰτιατικὴν τῶν ἑνικῶν, καὶ οἱ νόες, καὶ τοὺς νόας· δέον γὰρ τὸν νοῦν λέγειν, καὶ οἱ νοί. Οἱ νοὶ σεσημείωνται παρὰ Φιλήμονι τῷ κωμικῷ. Τὸ οἱ εὔνους γὰρ εὔνοες, τὸ παρὰ φιλοσόφοις εἰρημένον, γέγονε κατὰ κρᾶσιν εὔνους· οἱ εὖνοι δὲ δεῖ λέγεσθαι. Πόθεν νόος; Παρὰ τὸ νέω, τὸ πορεύομαι· οὐδὲν γὰρ ταχύτερον τοῦ νοός. Ὅμηρος, Ὡς δʼ ὅταν ἀΐξῃ νόος ἀνέρος, Νόθος: Παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι καὶ βλάπτω, γίνεται ὄνοτος· καὶ κατὰ ἀποβολὴν τοῦ ο, καὶ τροπῇ τοῦ τ εἰς θ, γίνεται νόθος. Εἰς τὸ γνήσιος. Νουνεχόντως: Ὑφʼ ἓν ἀναγνωστέον· πολλάκις γὰρ ἀπὸ δύο διεστώτων μερῶν τοῦ λόγου γίνεται ἑνότης· οἷον Ἄρειος πάγος, Ἀρειοπαγίτης· Νέα πόλις, Νεαπολίτης· τὸ αὐτὸ, ταὐτότης. Οὕτω νοῦν ἔχων, σύνθετον νουνεχόντως. Νέμω: Τὸ νέμω σημαίνει τέσσαρα· τὸ μερίζω, ἐξ οὗ καὶ νόμος καὶ ὄνομα, ἐκ τοῦ νένομα μέσου παρακειμένου· τὸ βόσκω, ἐξ οὗ καὶ νομεὺς ὁ βοσκὸς, καὶ νομὴ ἡ βοσκή· τὸ πορεύομαι· τὸ φθονῶ καὶ μέμφομαι, ἐξ οὗ καὶ νέμεσις, ἡ μέμψις. Νέμω· καὶ ὁ μέλλων, νεμῶ· ὁ παρακείμενος ὤφειλεν εἶναι νένεμκα· ἀλλʼ ἐπειδὴ τὸ μ πρὸ τοῦ κ οὔτε κατὰ σύλληψιν ἐστὶν, οὔτε κατὰ διάστασιν, ἐξέλειψε καὶ ἐγένετο ὡς ἀπὸ περισπωμένου, νενέμηκα· ὅμοιόν ἐστι καὶ τὸ μεμένηκα. Ἕξ εἰσι τὰ ἡμαρτημένα· νέμω νεμῶ, νενέμηκα· δέμω δεμῶ, δεδέμηκα· βρέμω βρεμῶ, βεβρέμηκα· τρέμω τρεμῶ, τετρέμηκα· τέμω τεμῶ, τετέμηκα. Νόμος: Νόμος σημαίνει πέντε· νόμος ὁ γραπτὸς, ὃν ἔχομεν καὶ ὃν ἔθηκεν ὁ Θεὸς τῷ Μωϋσῇ· νόμος καὶ τὸ νόμισμα· νόμος καὶ ὁ τὴν γῆν μερίζων παρʼ Αἰγυπτίοις· νόμος καὶ ἡ χώρα· νόμος καὶ ἡ συνήθεια· σημαίνει καὶ μέτρον γῆς, καὶ τὸ εὐαγγέλιον. Νομὸς δὲ, πρὸς διάφορον σημαινόμενον, ἡ νομὴ τῆς βοσκῆς· νόμος δὲ, ὁ νέμων πᾶσι τὸ δέον. Νόμοι κιθαρῳδικοί: Τὸν Ἀπόλλω μετὰ τῆς λύρας καταδεῖξαι τοῖς ἀνθρώποις νόμους φασὶ καθʼ οὓς ζήσονται, πραΰνοντα τῷ μέλει τὸ καταρχὰς θηριῶδες ἡμῶν· ὅθεν τὰ κιθαρῳδούμενα καλοῦσι νόμους. Νόμισμα: Παρὰ τὸ νομίζω νομίσω· τὸ νομιζόμενον μηδὲν εἶναι. Νόστος: Παρὰ τῇ συνηθείᾳ ὁ γλυκασμὸς λέγεται· μεταφορικῶς δὲ ἀπὸ τῶν ἐδεσμάτων. Νόστος λέγεται καὶ ἡ εἰς τὸν οἶκον ἀνακομιδὴ καὶ ἀναστροφή· παρὰ τὸ τῆς πατρίδος ἡδύ· καὶ Ὅμηρος, Ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων γίνεται. Παρὰ τὸ νέω, τὸ πορεύομαι, ὁ μέλλων, νέσω, νεστὸς, καὶ νόστος· καὶ νοστῶ νοστήσω· καὶ ἀπονοστήσειν, τὸ ἐπανελθεῖν, ὑποστρέψαι. Νόσφι: Σημαίνει χωρὶς, πόρρω. Παρὰ τὸ ΝΟ στερητικὸν, καὶ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται νόεπι, ἐπίρρημα· συγκοπῇ καὶ τροπῇ, καὶ πλεονασμῷ τοῦ σ, γίνεται νόσφι, τὸ μὴ ἀκολουθοῦν, ἀλλὰ πόρρωθεν καὶ χωρὶς ὑπάρχον. Ἢ ἐστὶ νόστος, ἡ ἐπάνοδος· νόστου, κατὰ ἐπέκτασιν γίνεται νόστοφι· καὶ συγκοπῇ, νόσφι· ὅθεν καὶ νοσφίζω, τὸ χωρίζω. Βαρύνεται· τὰ εἰς ι λήγοντα ἐπιρρήματα συνεσταλμένον ἔχοντα τὸ ι βαρύνεται, νόσφι, ἶφι, ἧχι, ναίχι. Ὅθεν καὶ τὸ πρωῒ ἀναλογώτερόν ἐστι παρὰ τῷ ποιητῇ βαρυνόμενον, πρῶϊ δʼ ὑπηοῖοι. Τὸ δὲ χωρὶς ἀποβάλλει τὸ σ, καὶ διὰ τὸν κανόνα βαρύνεται, χῶρι. Πρόσκειται, «ἔχοντα τὸ ι συνεσταλμένον,» διὰ τὸ δευρὶ, νυνὶ, καὶ κοΐ ἔστι δὲ μίμημα φωνῆς χοίρων· ἐχρήσατο Ἀριστοφάνης τῇ λέξει. Τὸ ἀρι, ἐπιτατικὸν ἐπίρρημα, συνεσταλμένον ἔχει τὸ ι, καὶ μὴ βαρυνόμενον οὐκ ἀντίκειται ἡμῖν· οὐδέποτε γὰρ εὑρίσκεται αὐτὸ καθʼ αὑτὸ, εἰ μὴ ἐν συνθέσει. Τὸ δὲ οὐχὶ ὤφειλε βαρύνεσθαι· ἀλλʼ ἐπειδὴ ἐκ τῆς οὐ ἀρνήσεως γέγονε κατὰ ἐπέκτασιν τῆς ΧΙ, παραλόγως ὀξύνεται καὶ κατὰ τὴν ἐπέκτασιν. Νόσος: Παρὰ τὸ ἐστερῆσθαι τοῦ σώου, κατὰ μετάθεσιν τοῦ ω εἰς ο· τὸ γὰρ ΝΟ, στερητικόν ἐστι, κατὰ μεταβολὴν ἀπὸ τοῦ ΝΩ στερητικοῦ· καὶ πλεονασμῷ τοῦ υ, Ἰωνικῶς, νοῦσος, ὡς κόρος, κοῦρος· μόνος, μοῦνος. Ἢ παρὰ τὸ ΝΟ στερητικὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ, ἡ μὴ ἐῶσα ἡμᾶς κινεῖσθαι καὶ σεύεσθαι. Ἢ παρὰ τὸ ΝΟ στερητικὸν, καὶ τὸ διὰ τοῦ ο γραφόμενον σόος, ὁ ἀκέραιος. Νότος: Ὁ ἄνεμος. Παρὰ τὸ ὀνῶ, τὸ βλάπτω, ὁ μέλλων, ὀνόσω, ὄνοτος, καὶ νότος, ἀφαιρέσει τοῦ ο, οἱονεὶ ὁ βλαπτικὸς τῶν καρπῶν καὶ τῶν σωμάτων. Ἢ ἀπὸ τοῦ νοτεῖν καὶ τῆς νοτίδος· αὕτη δὲ ἡ νοτὶς ἀπὸ τοῦ νεῖσθαι, ὅ ἐστι διέρχεσθαι καὶ πορεύεσθαι. Σημαίνει δὲ τὴν ὑγρασίαν. Νοτάριος: Ῥωμαϊκὴ ἡ λέξις· νότα γὰρ τὰ γράμματα, ῥωμαϊστί. Νῶτα: οὐδέτερον ὄνομα εὐθείας τῶν πληθυντικῶν· τὸ ἀρσενικὸν, ὁ νῶτος. Τὸ ΝΩ, μέγα, πρὸς ἀντιδιαστολὴν τοῦ ἀνέμου. Καὶ ἡ εὐθεῖα τοῦ οὐδετέρου; Οὐκ ἔχει· ὥσπερ καὶ ἡ κέλευθος τὸ οὐδέτερον οὐκ ἔχει· μόνον ἡ εὐθεῖα τῶν πληθυντικῶν, τὰ κέλευθα· οὕτω καὶ τοῦτο. Καὶ νώτοισι, τοῖς νωτιαίοις μέρεσι. Τὸ δὲ νῶτος, ἐπειδὴ τῶν ἄλλων μερῶν νοτίζεται μᾶλλον, καὶ εἰς τοῦτο τὸ μέρος ὁ ἱδρὼς καταρρεῖ, ὡς παρὰ τῷ ποιητῇ, κατὰ δὲ νότιος ῥέεν ἱδρώς. Ἀντὶ τοῦ κατὰ νώτου ἐφέρετο ὁ ἱδρώς. Ὥστε τροπὴν εἶναι τοῦ ω εἰς ο. Ἢ παρὰ τὸ ὦ, τὸ ὑπάρχω, ὦτος καὶ νῶτος. Νότιος δὲ, ὁ ὑγρὸς ἢ πολὺς, ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. Νῶτος δὲ τὴν ψύαν σημαίνει· καὶ γίνεται παρὰ τὸ νοτὶς, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω. Νῶε: Παρὰ τὸ νῶ, τὸ κολυμβῶ. Νωθής: Ὁ βραδὺς καὶ ἐκλελυμένος. Παρὰ τὸ ΝΩ τὸ στερητικὸν καὶ τὸ θέω, τὸ τρέχω, γίνεται νωθὴς, ὡς ἄρδω, νεοαρδὴς, ὁ ἐστερημένος τοῦ θεῖν. Καὶ νωθρός· παρὰ τὸ ΝΩ, καὶ τὸ θορῶ, τὸ πηδῶ, νωθηρός· καὶ κατὰ συγκοπὴν, νωθρὸς, οἱονεὶ τοῦ θορεῖν καὶ ὀξέως κινεῖσθαι ἐστερημένος. Νῶκαρ: Τὸ δυσκίνητον καὶ οὐδʼ ὁπωσοῦν ἐρρωμένον· ἀπὸ τοῦ ΝΩ στερητικοῦ καὶ τοῦ σκαίρω, τὸ σκιρτῶ, ἢ καίρω, τὸ τρέχω, γίνεται νωκαίρω· καὶ κατὰ ἀποβολὴν τοῦ ω, νῶκαρ. Νωλεμέως: Συνεχῶς καὶ ἀδιαλείπτως. Παρὰ τὸ ΝΩ στερητικὸν μόριον καὶ τὸ λείπω, τὸ λιμπάνω, γέγονε νωλεπέως· καὶ τροπῇ, νωλεμέως, οἱονεὶ τὸ μὴ λειπόμενον, ἀλλʼ ἀδιαλείπτως ὂν καὶ μὴ παυόμενον. Νωνύμους: Ἰλιάδος μʹ, ἀντὶ τοῦ ἄνευ ὕμνων καὶ εὐφημίας τῆς διὰ τῶν θρήνων γινομένης· ἢ ἀνωνύμους. Νώσατο δʼ Ὀρφεύς: Ἀντὶ τοῦ ἐπέγνω. Ἀπὸ τοῦ νοήσατο, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, ὡς ὀγδοήκοντα, ὀγδώκοντα. Νωμῆσαι βῶν ἀζαλέην: Ἰλιάδος ηʹ, διενεγκεῖν, βαστάξαι, ἢ κινῆσαι. Ἀπὸ τοῦ ὦμος ἡ μεταφορὰ, ὡς οἶμαι ὠμῶ καὶ νωμῶ· ἐπὶ δὲ τοῦ διεμέρισαν καὶ διέδωκαν, ὡς τὸ, Νώμησαν δʼ ἄρα πᾶσιν. Ἐκ τοῦ νέμω γίνεται νωμῶ νωμήσω, ἐνώμησα. Νώροπα χαλκόν: Σημαίνει τὸν λαμπρόν. Παρὰ τὸ ΝΩ τὸ στερητικὸν, καὶ τὸ ὄψ, πλεονασμῷ τοῦ ρ, γίνεται νῶροψ, ὁ μὴ ἐῶν εἰς αὐτὸν ἀφορᾶν τὴν ὄψιν, διὰ τὸ ἄγαν λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λαμπρὰ, καὶ διαχεῖ. Νωχελής: Ὁ νωθρὸς καὶ ἀσθενὴς καὶ δυσκίνητος, κατὰ τροπὴν τοῦ κ εἰς χ, νωκελής τις ὢν, ὁ ἐστερημένος τοῦ κέλλειν· κέλλειν δέ ἐστι τὸ ταχέως τρέχειν· ὅθεν καὶ κέλης, ὁ μονόζυξ ἵππος, καὶ δρομικός. Νύμφη: Ὥσπερ παρὰ τὸ νέος γίνεται νεὸς, καὶ τροπῇ Αἰολικῇ νυὸς, ὡς τὸ, Νυὸν ἀνδρῶν αἰχμητάων, ἀντὶ τοῦ νύμφην οὕτως καὶ παρὰ τὸ νέος καὶ τὸ φῶ, τὸ φαίνω, γίνεται νεόμφη καὶ νεύμφη· καὶ συγκοπῇ καὶ τροπῇ, νύμφη, ἡ νέον φαινομένη. Νυμφίος: Ὁ γαμετῆς τυχών· παρὰ τὸ νῦν ἠμφιᾶσθαι καλῶς. Ἢ νυμφίος, ὁ νῦν φιλῶν τὴν νύμφην. Νύμφιος δὲ, ὁ νυμφικὸς οἶκος. Νῦν: Τὸ νῦν κατʼ ἐπέκτασιν τοῦ ι γίνεται νυνί· καὶ διαφέρει τοῦ νῦν. Τὸ μὲν γὰρ νῦν καθόλου ἐπιρρηματικῶς τάσσεται ἐπὶ τῶν τριῶν χρόνων· τὸ δὲ νυνὶ, ἐπὶ μόνου τοῦ ἐνεστῶτος. Νῦν: Ἐπίρρημα χρόνου δηλωτικόν. Σημαίνει δὲ γʹ· ἐνεστῶτα, ὡς τὸ, Νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται λαὸν Ἀχαιῶν· καὶ, Νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· παρεληλυθότα, ὡς τὸ, Νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθηνᾷ· καὶ, Νῦν ὤλετο πᾶσα κατʼ ἄκρης· καὶ μέλλοντα, ὡς τὸ, Νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι, αἴ κε τύχοιμι· καὶ, Νῦν δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει. Νυκτάλωψ: Παρὰ τὸ ἐν τῇ νυκτὶ ἀλᾶσθαι, ὅ ἐστι πλανᾶσθαι. Νύξ: Παρὰ τὸ νύσσω, νύξω, νὺξ, διʼ ἧς καμπτόμεθα, ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον· ὁ δὲ Βησαντῖνος ἐν τῷ περὶ Χρηστομαθείας, παρὰ τὸν νύξω μέλλοντα, δηλοῖ τὸ πλῆξαι, διὰ τὸ νύσσεσθαι καὶ προσπταίειν τοῖς ἐνεργοῦσι τὶ ἐν σκότει. Ἢ παρὰ τὸ προσκόπτειν καὶ πλήττεσθαι τοὺς βαδίζοντας ἐν αὐτῇ τῇ ὥρᾳ. Κλίνεται νυκτός· ὁ κανών· Πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ μέλλοντος θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς ποτὲ μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, ποτὲ δὲ τοῦ μέλλοντος. Καὶ ποῖον ἐστὶ τοῦ παρακειμένου; Τὸ χ. Καὶ γίνεται νυχός· πλεονάζει γὰρ τὸ τ ἐν πολλαῖς λέξεσιν· ὡς τὸ ἄναξ ἄναχος, καὶ ἄνακτος. Καὶ ἐπεὶ ψιλὸν ψιλοῦ καὶ δασὺ δασέος προηγεῖται, ἐτράπη τὸ χ εἰς κ, καὶ γέγονε νυκτός. Σημαίνει τέσσαρα· τὴν σωματοειδῆ θεὸν, ὡς τὸ, Εἰ μὴ Νὺξ δμήτειρα θεῶν· καὶ τὴν παρʼ ἡμῖν νοουμένην ἐπὶ τῇ συνηθείᾳ, ὡς τὸ, Νὺξ ἥδʼ ἠὲ διαρραίσει στρατὸν, ἠὲ σαώσει· καὶ τὴν σκοτίαν καὶ γνοφώδη κατάστασιν, ὡς τὸ, Ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. Σημαίνει καὶ τὸν θάνατον καὶ σκοτασμὸν τῶν ὀφθαλμῶν, ὡς τὸ, Τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. Νυκτέλιος: Ὁ Διόνυσος, ᾧ νύκτωρ τὰ μυστήρια ἐπιτελεῖται. Καλεῖται καὶ νυσήϊος, ἀπὸ Νύσης ὄρους Θράκης· οἷον, Ἤλυθον ἔνθʼ ἐνέπουσι Διὸς Νυσήϊον υἷα. Ἔστι δὲ καὶ νυσήϊον ὄνομα πεδίου. Ἢ τὴν λεγομένην νύσαν ὄρος Θράκης, Ἰλιάδος ζʹ. Εἰ μὲν γὰρ ἀπὸ τοῦ Νύσιον, τὸ η πλεονάζει· εἰ δὲ παρὰ τὸ Νύσα, ὀφείλει εἶναι Νυσεῖον, καὶ διαιρέσει καὶ ἐκτάσει Νυσήϊον, ὡς ἄρειον ἀρήϊον. Νύσσα: Ὁ καμπτήρ· παρὰ τὸ νύσσω, τὸ κάμπτω, ἢ τὸ πλήττω· ἐπεὶ ἐκεῖ νύσσονται οἱ ἵπποι. Ἢ παρὰ τὸ νεύω νεύσω, νεῦσα· καὶ ἀποβολῆ τοῦ ε, καὶ πλεονασμῷ τοῦ σ, νύσσα. Νυκτάλωψ: Παρὰ τὸ τὴν νύκτα ἀλᾶσθαι, πλανᾶσθαι. Νυστάζω: Ἀπὸ τοῦ νευστάζειν, παρὰ τὸ ἐπινεύειν κάτω, διὰ τὴν ἐπιγινομένην ἐκ τοῦ ὕπνου καταφοράν· ἐπειδὴ ἐπινεύουσιν οἱ κοιμώμενοι τὴν κάραν. Παρὰ τὸ νεύω οὖν νευστάζω, καὶ ἀποβολῇ τοῦ ε· καὶ ῥηματικὸν ὄνομα νυσταλογερόντιον. Νώ: Ἅπαξ ἐχρήσατο ταύτῃ τῇ λέξει ὁ ποιητὴς ἐν τῇ Ὀδυσσείᾳ, καὶ ἐν Ἰλιάδος εʹ, Πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρί. Ἀντὶ τοῦ πρὶν ἡμᾶς· ἐπὶ τούτων πληθυντικῶς τῶν ἀνδρῶν· ἢ κατὰ τούτου τοῦ ἀνδρός. ὅτι τὸ ΝΩ καὶ τὸ ΣΦΩ σὺν τῷ ι τινὲς γράφουσι, λέγοντες ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ γίνεσθαι, κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ΩΙ δίφθογγον. Ἀλλʼ ἡ παράδοσις οὐκ οἶδε τὸ ι ἐγκείμενον· ἔτι γὰρ κατὰ συγκοπὴν λέγουσι χωρὶς τοῦ ι. Ἀλλὰ λέγει ὁ τεχνικὸς, ὅτι, εἰ ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ συνεκόπη, ὤφειλε περισπᾶσθαι. Ἄλλοι δὲ λέγουσι, τὸ ΝΩ καὶ ΣΦΩ οὐκ ἐγένετο ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ, ἀλλὰ καὶ ταῦτα ἑτέρων θέματά εἰσι, καὶ ἐκείνων ἕτερα θέματα. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι ἀπὸ τοῦ νῶϊ καὶ σφῶϊ γέγονε κατὰ συγκοπὴν τοῦ ι, καὶ ὀξύνεται ἀναλόγως· καὶ γὰρ τὸ ἐν τοῖς δυϊκοῖς ω ἀποστρέφεται τὴν περισπωμένην τάσιν. Διατί δὲ ἡ νῶϊ καὶ σφῶϊ δυϊκαὶ ἀντωνυμίαι ἀποκόπτονται καὶ γίνονται νὼ καὶ σφώ; Ὅτι οὐδέποτε ἐν τοῖς πτωτικοῖς τὸ ω εὑρίσκεται πρὸ τοῦ ι περισπώμενον, ἀλλʼ ἢ προπαροξυνόμενον, ὡς ἐπὶ τοῦ ἥρωϊ· ἢ ὀξυνόμενον, ὡς ἐπὶ τοῦ Τρωΐ. Ἐπεὶ οὖν αὗται προπερισπῶνται, διὰ τοῦτο πάσχουσιν, ἵνα διὰ τῆς ἀποκοπῆς ἐξαμαυρωθῇ ἡ παράλογος τάσις. Τοῦτο γὰρ ἔπαθον καὶ ἡ νῶϊν καὶ ἡ σφῶϊν, κατὰ συναίρεσιν γενόμεναι νῷν καὶ σφῷν, ἵνα διὰ τῆς συναιρέσεως ἐξαμαυρωθῇ ἡ παράλογος τάσις. Δεῖ γινώσκειν ὅτι Ἀρίσταρχος τὸ, Οὐ γάρ σφων ἀπόλωλε τοκήων, ἔστι δὲ Ὁμήρου χωρὶς τοῦ ι ἀξιοῖ γράφεσθαι, λέγων ὅτι τρίτου προσώπου ἐστὶ τῶν πληθυντικῶν, ἡμῶν, ὑμῶν, σφῶν, ἀντὶ δευτέρου δυϊκοῦ· ἀντὶ γὰρ τοῦ σφῶϊν κεῖται. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι χωρὶς τοῦ ι γράφεται· ἐπειδὴ οὐδέποτε τῇ γενικῇ καὶ δοτικῇ τῶν δυϊκῶν κέχρηται ὁ ποιητὴς, εἰ μὴ κατὰ διάλυσιν, τοῖν, τοῖϊν· ὤμοιν, ὤμοιϊν. Εἰ οὖν ἐνταῦθα τὸ ι εἶχεν, ὤφειλε κατὰ διάλυσιν εἶναι.