eul_wid: skw-ai
ΣησόνχωσιςSesonchosis
Erotic Narrative Anonymous Sesonchosis PDF
| [25] | [ ........ ] . τ[] μ[ ..... ] γενναίως οὖν ὁμοδ̣υν̣α[μή]σ̣αντες ἐφ’ ἱκανὸν χρόν̣[ον ... ] . σταντες ἐμάχοντο, πολλοὶ μ[ὲ]ν αὐτῶν ἀπώλλυντο, πολλοὺς δὲ [κ]αὶ τῶν ἐναντίων ἔκτ[ει‐] ναν̣· [σφ]ᾶ̣ς δ’ ὁρῶντες αὐτοὺς οἱ Ἄραβες [ἑκά]στης ἡμέρας μειουμένο̣υ̣ς, τ[οὺς] δὲ Αἰγυπτίους ἔτι μᾶλλον ἐκ τῶν ἄλλων νομῶν ἐπερχομένων πληθύ〈ο〉ντας ἐτροπώθησ̣α̣ν̣ ὥ̣σ̣τ̣ε μηδὲ τὸ πέμπτον μέρ̣ος ἀνασ̣[ωθ]ῆναι τῆς στρατείας, ἀλλὰ τοὺς μὲν διωκομένο[υ]ς, τοὺ[ς] δ̣ὲ φεύγοντας ὑπ’ ἀλλήλων σ̣υμπα[τ]εῖ̣σ̣θ̣α̣ι̣, μόνο̣ν δὲ τὸν Οὐέβηλιν μετ’ ὀλίγων τῶν περὶ αὐτὸν εἰς το̣ὺς ἰδίους ἀνακομισθῆναι τόπους· οἱ δὲ Αἰγύπτιοι μετὰ τὴν ἧτταν τῶν ἐναν̣τ̣ίων̣ εὐλαβηθέντες μὴ στρατολο[γ]ήσας ὁ Οὐέβηλις ἐκ τῶν ἄλλ[ων ἐ]θνῶν τῶν ὁμορούντ[ων] αὐτῷ τ[ὸ] δεύ[τε]ρον ἐπ’ αὐτοὺς ἔλθῃ γεν[ό]μεν[ος ἰσ]χυρότερος τὰς πόλεις τὰς [ἐπὶ] τ[ῆ]ς συνορίας τῆς Ἀραβίας ἱκαν̣[οῖς] ἄνδρασιν ὠχυρώσαντο ε̣ἰ̣ς̣ [ .... ] . π̣ά̣ν̣τ̣α̣. Σεσόγγωσις δὲ δ̣ι̣α̣κ̣[ο]ύ̣[σ]ας παρ[ὰ] τοῦ Θαΐμου τὰ σ̣υ̣μ̣‐ |