eul_wid: eyc-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Golden Apples by Eriphus the Comic Poet

The Fragments on Golden Apples is a modern collection of twenty-five passages attributed to the comic poet Eriphus, who was active during the period of Middle Comedy in the fourth century BCE. No complete plays by Eriphus survive; he is known only through fragments and testimonia. The title does not correspond to a known comedy by Eriphus in the extant record, but the "Golden Apples" likely refer to the apples of the Hesperides, a mythological motif suitable for parody in the Middle Comic tradition. Based on the conventions of the genre, the fragments may relate to mythological burlesque, possibly parodying a hero like Heracles, or to social and domestic comedy framed within a mythological narrative. Like most Middle Comedy, the works of Eriphus are lost and survive only indirectly through quotations in later authors, such as Athenaeus, or in ancient scholarly notes. The passages constituting this collection are drawn from these secondary sources. While Eriphus's individual influence is not documented, his work represents the Middle Comic shift toward mythological parody and stock characters, a tradition that informed later Greek and Roman comedy.

ΑΙΟΛΟΣ.
Λόγος γάρ ἐστʼ ἀρχαῖος οὐ κακῶς ἔχων.
οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ,
πείθειν χορεύειν οὐ θέλοντας.
ΜΕΛΙΒΟΙΑ.
Καὶ περὶ μὲν ὄψου γʼ ἠλίθιον τὸ καὶ λέγειν,
ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε
παρθένε τὰ μῆλα. Β. καλάγε. Α. καλὰ δῆτʼ ὦ θεοί.
νεωστὶ γὰρ τὸ σπέρμα τοῦτʼ ἀφιγμένον
εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
Β. παρʼ Ἑσπερίδων ᾤμην γε. Γ. νὴ τὴν Ἄρτεμιν,
φησὶν τὰ χρυσᾶ μῆλα ταῦτʼ εἶναι. Β. τρία
μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
τίθημι. λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι.
Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
Β. βέρβεια πολυτίμητε. κᾆτα τρεῖς μόνας
καὶ τάσδʼ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.
Ὠιὰ λευκά γε
καὶ μεγάλα· χήνειʼ ἐστίν, ὥς γʼ ἐμοὶ δοκεῖ.
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
ὑπογάστριον θύννακος, οὐδὲ κρανίον
λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας,
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
Ἐκπεπίῃ δέκας πρὶν ἀγαθοῦ πρῶτον δαίμονος λαβεῖν,
πρὶν Διὸς σωτῆρος.
ΠΕΛΤΑΣΤΗΣ.
Τάδʼ οὐ Κόρινθος οὔτε Λαΐς, ὦ Σύρε,
οὐδʼ εὐτραπέζων Θετταλῶν ξένων τροφαί,
ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίγνετο.