Ἐρασίστρατος. Ἰουλιήτης, ἀπὸ Ἰουλιάδος πόλεως Κέω τῆς νήσου χρηματίζει οὖν Κήιος, υἱὸς κρητοξένης. τῆς Μηδίου τοῦ ἰατροῦ ἀδελφῆς, καὶ Κλεομβρότου. Οὗτος Ἀντίοχον τὸν βασιλέα νοσοῦντα ὑπὸ τοῦ τῆς μητρυιᾶς Στρατονίκης πόθου ἰάσατο, εὑρὼν τὸ πάθος ἐκ τοῦ σχεῖν τὴν χεῖρα ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὸν παλμὸν συνεικάσαι. ὁσάκις γὰρ ἔβλεπεν ὁ Ἀντίοχος τὴν μητρυιὰν τυχὸν διεξερχομένην ἐπάλλετο τὴν καρδίαν μάλιστα τῷ ταύτης ἔρωτι. τέθαπται δὲ πρὸς τῷ ὄρει τῇ Μυκάλῃ καταντικρὺ Σάμου. ἔγραψεν ἰατρικὰ βιβλία θʹ.
Ἐρασίστρατος διαφανὴς ἰατρὸς ἐπὶ Σελεύκου ἐγνωρίζετο, ὃς διαγνοὺς Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα διʼ ἔρωτα τὸν πρὸς τὴν Σελεύκου τοῦ πατρὸς γαμετὴν θυγατέρα Δημητρίου ἐθαυμαστώθη. ὅθεν καὶ Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τὴς γαμετῆς.
Ἐρασίστρατος ὁ Κῷος ἤδη γεραιὸς ὢν ἕλκος ἐπὶ τοῦ ποδὸς δυσίατον ἔχων «εὖγε» εἶπεν «ὅτι τῆς πατρίδος ὑπομιμνήσκομαι», καὶ κώνειον πιὼν κατέστρεψεν.
Ἐκ δὲ τῆς Ἰουλίδος ὅ τε Σιμωνίδης ἦν ὁ μελοποιὸς καὶ Βακχυλίδης. ἀδελφιδοῦς ἐκείνου. καὶ μετὰ ταῦτα Ἐρασίστρατος ὁ ἰατρὸς καὶ τῶν ἐκ τοῦ Περιπάτου φιλοσόφων Ἀρίστων. ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής. Παρὰ τούτοις δὲ δοκεῖ τεθῆναί ποτε νόμος. οὗ μέμνηται καὶ Μένανδρος·
καλὸν τὸ Κείων νόμιμόν ἐστι. Φανία·
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. Προσέταττε γάρ. ὡς ἔοικεν. ὁ νόμος τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν.
Ἰουλίς, πόλις ἐν Κέῳ τῇ νήσῳ, ἀπὸ Ἰουλίδος κρήνης. ἀφʼ ἧς Σιμωνίδης ἐστὶν ὁ μελοποιὸς καὶ Βακχυλίδης ὁ ἀδελφιδοῦς ἐκείνου καὶ Ἐρασίστρατος ἰατρὸς μετὰ ταῦτα.
Πυθιὰς δὲ ἡ Ἀριστοτέλους θυγάτηρ τρισὶν ἀνδράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτῃ, οἰκείῳ ὄντι Ἀριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαράτου τοῦ Λακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὃς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας. Προκλέα τε καὶ Δημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δὲ Μητροδώρῳ ἰατρῷ, Χρυσίππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.
καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ Περιπάτου δοκεῖ. καθάπερ οὖν δοκεῖ, μηδὲν δʼ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ. τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ πρὸς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία;
Ἀκοῦσαι δʼ αὐτοῦ καὶ Ἐρασίστρατον εἰσὶν οἱ λέγουσιν, καὶ εἰκός.
Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος κνίδιος ἰατρός, παρʼ οὗ φησιν Ἐρασίστρατος τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου καί τις Γεωργικὰ γεγραφώς.
προσδιαλέγεται δὲ ὁ Θεόκριτος Νικίᾳ τινὶ ἰατρῷ Μιλησίῳ τὸ γένος. οὗ καὶ ποιημάτιον φέρεται ἀντιγεγραμμένον πρὸς Θεοκρίτου Κύκλωπα, οὗ ἡ ἀρχή· «ἦν ἄρʼ ἀληθὲς τοῦτο, Θεόκριτε· οἱ γὰρ Ἔρωτες ποιητὰς πολλοὺς ἐδίδαξαν τὸ πρὶν ἀμούσους.» ἔγραψε δὲ καὶ ἐπιγράμματα ὁ αὐτός. γέγονε δὲ συμφοιτητὴς Ἐρασιστράτου τοῦ Ἰουλιήτου, ὥς φησι Διονύσιος ὁ Ἐφέσιος ἐν τῇ τῶν ἰατρῶν ἀναγραφῇ.
ταυτὶ μὲν οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς τοῖς ἀπέπτοις διαχωρήμασι «αἱματώδη τε καὶ μυξώδη». τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν αὐτῷ γενομένων χρόνων ἐπιφανεστάτων, οἷον φυλότιμος, Ἡρόφιλος. Εὔδημος, οὔτε τῶν μετʼ αὐτὸν γενομένων τις ἄχρι τῶν νεοτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ μὴν οὐδʼ, ὡς αὐτὸς εἶπεν, οἱ πρότερον ἰατροί, τουτέστιν ὅσοι πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων.
Προέστησαν δὲ τῆς λογικῆς αἱρέσεως Ἱπποκράτης Κῷος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε τὴν λογικὴν αἵρεσιν. μετὰ δὲ τοῦτον Διοκλῆς ὁ καρύστιος, Πραξαγόρας Κῷος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς Κιανός, ὃς καὶ Προυσίας ἐκαλεῖτο, Ἀθηναῖος Ἀτταλεὺς τῆς Παμφυλίας.
Καὶ πόσοι οἱ συστησάμενοι τὴν λογικήν; πέντε. τίνες οὗτοι; Ἰπποκράτης ὁ κῶος. Πραξαγόρας, φιλότιμος, Ἐρασίστρατος καὶ Ἀσκληπιάδης
Πρῶτοι οὗν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐκ Ἱπποκράτης ἢ Ἐρασίστρατος ἢ Εὔδημος ἢ Ἡρόφιλος ἢ Μαρῖνος ὁ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενος·
οὐδεὶς δʼ ἄλλος εἶπεν ἰατρὸς ὀκτὼ φλέβας ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὰ κάτω τοῦ σώματος ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶς ἀνατεμνόντων, οὐ Διοκλῆς, οὐ Πραξαγόρας, οὐκ Ἐρασίστρατος, οὐ Πλειστόνικος, οὐ φυλότιμος, οὐ Μνησίθεος, οὐ Διεύχης, οὐ Χρύσιππος, οὐκ Ἀριστογένης ἢ Μήδειος ἢ Εὐρυφῶν. οὐκ ἄλλος τις ἰατρὸς τῶν ἀρχαίων, τί δὲ δεῖ λέγειν ἔτι περὶ τῶν μετʼ αὐτοὺς ἐπὶ πλεῖστον αὐξησάντων τὴν ἀνατομικὴν θεωρίαν, ὡς Ἡρόφιλός τε καὶ Εὔδημος;
μετὰ δὲ τοῦτο Αἰγίμιός τε καὶ Χρύσιππος, ἔπειτα Ἐρασίστρατος τελειότερον καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ἥψαντο σφυγμοῦ … ὅθεν μοι δοκεῖ καὶ τῆς διʼ ἐκκρίσεων σημειώσεως τὰ πολλὰ καταμελήσας συνθέσθαι τῇ διὰ σφυγμῶν θεωρίᾳ.
οὔτε Ἱπποκράτης οὔτε Αἰγίμιος, ἀλλʼ οὐδὲ Χρύσιππος οὐδὲ Ἐρασίστρατος ὡρίσαντο ὅρον σφυγμοῦ.
οὕτω δʼ ἑκάστῳ λυπηρόν ἐστι ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις ὥστε πολλοὺς ἀποθανεῖν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτʼ ἦν ἄνθρωπος, ἔχοντα τὰ ὄργανα κατʼ οἰκίαν προσιστάμενον ἀνακρίνειν, μή τις ἔχει σύριγγα παρὰ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον, ἀλλὰ πᾶς τις, οἶμαι τὸν τοιοῦτον ἀπήλασεν.
οἷον εἴ τις ὑγιαίνειν τὸ σῶμα αὑτῷ ἐπιθυμῶν φάρμακα μὲν συνάγοι καὶ βοτάνας, ὁπόσαι ἱκαναὶ τριβόμεναι καὶ μιγνύμεναι ἀλλήλαις βοηθεῖν τῇ τοῦ σώματος πονηρίᾳ, καὶ σιδήρια δὲ ἰατρικὰ φιλοτίμως κατασκευάζοιτο, ἔχοι δὲ λέγειν καὶ ὅσα Ἱπποκράτης ὁ Κῶος καὶ ὅσα Ἐρασίστρατος καὶ ὅσα Διοκλῆς ἐν τοῖς γράμμασιν παραγγέλλουσιν ὑπὲρ ὑγείας.
Συνέβη γάρ. ὡς ἔοικε. τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης. ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου. διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δʼ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα. νοσεῖν τινα νόσον σκηπτόμενον. Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δʼ οὕτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπεῖν. Ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθʼ ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα. Φωνῆς ἐπίσχεσις. ἐρύθημα πυρῶδες. ὄψεων ὑπολήψεις. ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς. τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττημένης ἀπορία καὶ θάμβος καὶ ὠχρίασις. ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκὸς ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου. χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν. οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε καὶ εἰπεῖν ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δʼ ἀδύνατος καὶ ἀνίατος· Ἐκπλαγέντος δʼ ἐκείνου καὶ πυθομένου πῶς ἀνίατος· «ὅτι νὴ Δία» φάναι τὸν Ἐρασίστρατον «ἐρᾷ τῆς ἐμῆς γυναικός.» «εἶτʼ οὐκ οὖν ἂν» εἰπεῖν τὸν Σέλευκον «ἐπιδοίης, Ἐρασίστρατε. τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον. καὶ ταῦθʼ ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σαλεύοντας;» «οὐδὲ γὰρ ἂν σύ» φάναι «τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος ἐπεθύμησε» καὶ τὸν Σέλευκον «εἶθε γάρ, ἑταῖρε.» εἰπεῖν «ταχὺ μεταστρέψαι τις ἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπων τὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι καλὸν Ἀντιόχου περιεχομένῳ» ταῦτʼ ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου καὶ μετὰ πολλῶν δακρύων λέγοντος. ἐμβαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν ὡς οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμα καὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος.
ὁ δὲ Σέλευκος τὸν υἱὸν Ἀντίοχον, περιὼν ἔτι, τῆς ἄνω γῆς βασιλεύειν ἀπέφηνεν ἀνθʼ ἑαυτοῦ. καὶ εἴ τῳ μεγαλόφρον εἶναι τόδε φαίνεται καὶ βασιλικόν, μεγαλοφρονέστερον ἔτι καὶ σοφώτερον ἤνεγκε τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν εἰς τὸ πάθος αὐτοῦ σωφροσύνην. ἤρα μὲν γὰρ Ἀντίοχος Στρατονίκης, τῆς αὐτοῦ Σελεύκου γυναικός, μητρυιᾶς οἱ γενομένης καὶ παῖδα ἤδη τῷ Σελεύκῳ πεποιημένης, συγγινώσκων δὲ τὴν ἀθεμιστίαν τοῦ πάθους οὔτε ἐπεχείρει τῷ κακῷ οὔτε προὔφερεν, ἀλλʼ ἐνόσει καὶ παρεῖτο καὶ ἑκὼν ἐς τὸν θάνατον συνήργει. οὐδʼ ὁ περιώνυμος ἰατρὸς Ἐρασίστρατος, ἐπὶ μεγίσταις συντάξεσι Σελεύκῳ συνών, εἶχε τεκμήρασθαι τοῦ πάθους, μέχρι φυλάξας καθαρὸν ἐκ πάντων τὸ σῶμα εἴκασεν εἶναι τῆς ψυχῆς τὴν νόσον, ᾗ δὴ καὶ ἐρρωμένῃ καὶ νοσούσῃ τὸ σῶμα συναίσθεται. λύπας μὲν οὖν καὶ ὀργὰς καὶ ἐπιθυμίας ἄλλας ὁμολογεῖσθαι, ἔρωτα δʼ ἐπικρύπτεσθαι πρὸς τῶν σωφρόνων. οὐδὲν δὲ οὐδʼ ὣς τοῦ Ἀντιόχου φράζοντος αὐτῷ, λιπαροῦντι μαθεῖν ἐν ἀπορρήτῳ, παρεκαθέζετο καὶ ἐφύλασσε τὰς τοῦ σώματος μεταβολάς, ὅπως ἔχοι πρὸς ἕκαστον τῶν εἰσιόντων, ὡς δὲ εὗρεν ἐπὶ μὲν τῶν ἄλλων σβεννύμενον αἰεὶ τὸ σῶμα καὶ μαραινόμενον ὁμαλῶς, ὅτε δὲ ἡ Στρατονίκη παρίοι πρὸς αὐτὸν ἐπισκεψομένη, τὴν μὲν γνώμην ὑπʼ αἰδοῦς καὶ συνειδότος τότε μάλιστα αὐτὸν ἐνοχλούμενον καὶ σιωπῶντα, τὸ δὲ σῶμα καὶ ἄκοντος αὐτοῦ θαλερώτερόν τε γινόμενον αὐτῷ καὶ ζωτικώτερον καὶ αὖθις ἀπιούσης ἀσθενέστερον, ἔφη τῷ Σελεύκῳ τὸν υἱὸν ἀνιάτως ἔχειν αὐτῷ. ὑπεραλγήσαντος δὲ τοῦ βασιλέως καὶ ἐκβοήσαντος εἶπεν· «ἔρως ἐστὶ τὸ πάθος καὶ ἔρως γυναικός, ἀλλʼ ἀδύνατος» Σελεύκου δὲ θαυμάσαντος, εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος, ὁ τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσία τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ ἀντὶ τῆς σωτηρίας, εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν, τίς ἔστι τὸ γύναιον, ὁ Ἐρασίστρατος ἔφη· «τῆς ἐμῆς γυναικὸς ἐρᾷ.» καὶ ὁ Σέλευκος «εἶτʼ, ὦ ʼγαθέ», ἔφη, «φιλίας μὲν οὕτω καὶ χαρίτων ἔχων ἐφʼ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι τὸν ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλʼ ὑπερόψει μὲν οὕτως Ἀντίοχον, ὑπερόψει δʼ ἐπʼ αὐτῷ καὶ Σέλευκον;» ὃ δʼ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι «μηδʼ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντίοχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν γυναῖκα.» ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλικοὺς θεοὺς ὁ Σέλευκος, ἦ μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς. πολλά τε ὅμοια ἐπενεγκὼν ἤρξατο ἄχθεσθαι, ὅτι μὴ αὐτὸς αὑτῷ γίνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου. ὁ δʼ, ἐπεὶ κατεῖδε τὴν ὁρμὴν βασιλέως ἔργον ὑποφαίνουσαν, οὐκ ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος καί, ὅπως αὐτὸ εὕροι κρυπτόμενον, διηγεῖτο. Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δʼ ἐπʼ ἐκείνῳ τὴν γυναῖκα.
μήτʼ οὖν οἰώμεθα τὴν ἐπιληψίαν θεῖον εἶναι νόσημα μηδὲ τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν τινες ὑπολαμβάνοντες ἀληθῆ μὲν ἔγραψαν ἱστορίαν. ὡς Ἐρασίστρατος ἐφώρασε διʼ ἔρωτα τὸν τοῦ βασιλέως ἀρρωστοῦντα υἱόν, θεῖον δʼ οὐκ ἐδίδαξαν οὔθʼ ὑπὸ Ἐρασιστράτου καλούμενον οὔθʼ ὑπὸ Ἱπποκράτους οὔθʼ ὑπʼ ἄλλου τινὸς ἰατροῦ τὸν ἔρωτα.
Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δεῖ τῷ παρόντι λόγῳ, μάλιστʼ ἐπειδὴ καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν τοῦ νεανίσκου σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτόν, οὐχ ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δʼ ὅπως μὲν Ἐρασίστρατος ἔγνω τοῦτο λέγειν οὐκ ἔχω· ὅπως δʼ αὐτὸς ἔγνων ἤδη σοι φράσω.
ἐνθάδε μέγας ἆθλος ἰατρῷ προυτέθη τῷ Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. ὁ δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου, τίνες ποτέ εἰσιν αἱ γυιοκόροι μελεδῶναι, καὶ ὅτι πολλάκις οὐκ ἀσθένεια σώματος, ἀλλʼ ἀρρωστία ψυχῆς αἰτία γίνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον, ὁδὸν ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος θήραν. καθίζει πλησίον τῆς κλίνης ἀφορῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου, παριέναι κελεύσας καλούς τε καὶ καλὰς ἀπὸ τῆς βασιλίδος ἀρξάμενος. ἡ δὲ ὡς ἦλθε, ἐπισκεψομένη δῆθεν αὐτόν, αὐτίκα ἐδίδου τὰ συνθήματα τοῦ πάθους ὁ νεανίας, ἆσθμα τῶν θλιβομένων ἠφίει, ἐπέχειν γὰρ αὐτὸ κινούμενον καίπερ σφόδρα ἐθέλων οὐκ οἷός τε ἦν, καὶ ταραχὴ ἦν τοῦ πνεύματος καὶ πολὺ περὶ τὸ πρόσωπον ἐρύθημα. ταῦτα ὁρῶν ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. τοιαῦτα ἅττα ἔπασχεν ἐκείνης παρούσης· ἐπεὶ δὲ ἀπῆλθεν, ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος τοῖς οὐδὲν πάσχουσι συνιδὼν δὲ τὸ πάθος ὁ Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ παιδὶ τῆς γαμετῆς. ὁ δʼ αὐτίκα μὲν ἠρνήσατο· τελευτήσαντος δὲ τοῦ πατρὸς μικρὸν ὕστερον, ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς ἠρνήθη, μάλα κραταιῶς μετεδίωξεν.
Τινὲς τῶν λογικῶν. ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικήν, οἷον τὸ αἰτιολογικὸν καὶ φυσιολογικόν, τὸ δὲ στοχαστικόν. οἷον τὸ θεραπευτικὸν καὶ τὸ σημειωτικόν.
εἴπερ οὖν, ὡς αὐτὸς ἐκεῖνος βούλεται. τοῖς ἐναργῶς φαινομένοις χρηστέον ἐστὶν εἰς τὴν τῶν ἀδήλων πίστιν ...
τὰ δʼ ὑπʼ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ καὶ ἐφʼ ἁπλοῖς εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἷον ὅτι ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τά γε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν ἐξευρίσκειν, οὐ μὴν εἰς ἅπαντά γʼ ἱκανὴν εἶναι βούλεται.
ὥστε ἡμᾶς μηδὲ βλάπτεσθαί τι κατὰ πάντα ὑπὸ τῆς κατὰ τὴν ἰδιότητα ἀκαταληψίας τῆς κοινῆς αἰτίας καὶ τότε ἐνδείκνυσθαι δυναμένης βεβαίως κατειλημμένης. διὸ καὶ Ἐρασίστρατος ἐπισκώπτων τὴν αὐθάδειαν τῶν ἐμπειρικῶν αἰτίαν τοῖς ἀναιτιολογήτοις ἀνέθηκεν οὐ συγχωρῶν αὐτοῖς τὴν αἰτίαν τὴν ἐπαναβεβηκυῖαν καὶ καθολικὴν ἄληπτον ἐπὶ τῇ νόσῳ ὑπάρχειν τήν τε περὶ αἰτίων γράφει ταύτην τὴν λέξιν· τό τε λέγειν· «εἰ ἐπί τινων ἀρκούμεθα τῇ τετηρημένῃ θεραπείᾳ οἷον ἐπὶ τῶν θηριοδήκτων καὶ θανασίμων καὶ ἐπὶ τῶν λοιπῶν ἀρκεσθησόμεθα τῇ παρατηρήσει, τῆς τῶν αἰτιῶν προσλήψεως χωριζόμενοι τελέως.» πρῶτον μὲν κατὰ γένος οὐκ ἀκατάληπτά εἰσιν· ὅτι μὲν γὰρ δύναμις ὑπάρχει φθαρτικὴ καὶ τῶν ὑποκειμένων ἀλλοιωτικὴ ὥστε ἀναιρεῖν ἐκ τῶν κατὰ γένος, ὑπογράφει θεραπείαν, διʼ ἧς ταῦτα ἀμβλυντέον καὶ κατεργαστέον. ὅ τι δέ φησιν· «ἦλθέ τις ἐφʼ ὕδωρ γλυκὺ καὶ πότιμον καὶ πρὸ τῆς τοῦ ἀποβεβηκότος παρατηρήσεως, ἐπʼ ἔμετον. διάτασιν τοῦ πεπληγότος ἢ δεδηγμένου μέρους ἀποθηλασμόν, σικύας προσβολήν, ἐκτομήν, καυτηρίων φαρμάκων τὸ αὐτὸ δυναμένων ἐπίθεσιν, τὸ τελευταῖον ἀποτομὴν τοῦ μέρους. ἀνελογίσατο τῶν πεφυκότων φαρμάκων εἰς τὴν ἐπιφάνειαν φέρεσθαί τινα καὶ τῇ ἐνιεμένῃ εἰς τὰ κατὰ βάθος ἐναντιοῦσθαι φθορᾷ». ταῦτα μὲν, διʼ ὧν εἴρηκεν Ἐρασίστρατος, πάντα εἴρηκε καλῶς καὶ τοῖς ἔργοις ἀκολούθως.
καίτοι τούτων μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων. ἑπομένων καίτοι τούτων μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων. ἑπομένων δʼ ἀεὶ τῇ πείρᾳ καταγνούς, ἀλλʼ οὐκ ἂν ἔχοις εἰπεῖν μηδένα
Νεῦρόν ἐστιν ἁπλοῦν σῶμα καὶ πεπυκνωμένον, προαιρετικῆς κινήσεως αἴτιον, δυσαίσθητον κατὰ τὴν διαίρεσιν. Κατὰ μὲν οὖν τὸν Ἐρασίστρατον καὶ Ἡρόφιλον. αἰσθητικὰ νεῦρά ἐστιν· κατὰ δὲ Ἀσκληπιάδην οὐδὲ ὅλως. Κατὰ μὲν οὖν Ἐρασίστρατον δισσῶν ὄντων τῶν νεύρων, αἰσθητικῶν καὶ κινητικῶν, τῶν μὲν αἰσθητικῶν ἃ κεκοίλανται ἀρχὰς εὕροις ἂν ἐν μήνιγξι, τῶν δὲ κινητικῶν ἐν ἐγκεφάλῳ καὶ παρεγκεφαλίδι.
Περὶ τοῦ ἡγημονικοῦ Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν τῷ μεσοφρύῳ. Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.
καί τις ἄλλος εἷς ἀζυγὴς ἐμβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθʼ ὃ μέρος μάλιστα τῆς παχείας μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας. ὅπερ οὐχ ἥκιστα τὸν Ἐρασίστρατον ἠπάτησεν. ὡς οἰηθῆναι. διὰ τὴν τῆς μήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον. ἑώρα γὰρ ἐπὶ τῶν τὸν πρῶτον σπόνδυλον τιτρωσκομένων βοῶν ἅμα τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῷον γιγνόμενον. ἀλλὰ οὐ τῷ πάθει τῆς μήνιγγος. ἀλλὰ τῷ γυμνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο.
κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον ὑμένα τῷ πνεύμονι.
αὐτὸς Ἐρασίστρατος ἐν αὐτῷ τῷ διαιρεῖσθαι τὸ δέρμα παρέμπτωσιν αἵματος εἰς τὰς ἀρτηρίας γίγνεσθαί φησιν.
ὁ μέντοι γε Ἐρασίστρατος οὐκ οἴεται ἀνάδοσιν γίνεσθαι ἀπὸ τῶν ἀρτηριῶν· μὴ γὰρ εἶναι κατὰ φύσιν ἐν αὐταῖς αἷμα.
μὴ τοίνυν ὅτι μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη ταῦτα συμβαίνειν, ἀλλὰ μικρᾶς τῆς τυχούσης καὶ τοῦ δέρματος μόνον· καὶ γὰρ τοῦτο βούλεται πλέγμα τῶν τριῶν ἀγγείων ὑπάρχειν, ὥστʼ εἰ καθʼ ὁτιοῦν αὐτοῦ μέρος νύξειας βελόνῃ λεπτῇ. πάντως τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται.
λέγοντες ὡς ἐκ τῶν πλησίον μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μηθʼ ὅτι τὰς ἐσχάτας αὐτὸς ὁ Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας μηθʼ ὅτι φαίνεται τοῦτʼ ἐναργῶς ἐφʼ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν. ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον ἅμα τῷ περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας ἰδεῖν ἔστι σαφῶς ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζῴων ἀλλοίας, οὐ μὴν πνεῦμά γε μόνον ὤφθησαν ἔχουσαι πώποτε καθάπερ οὐδʼ ἄλλη τις ἀρτηρία γυμνωθεῖσα. νομίζω δʼ αὐτοὺς εἰς τοσοῦτον ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς μηδʼ αὐτὸ τοῦτο γιγνώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος ἐσχατιὰς τὰς κατὰ τὸ μεσεντέριον ἀρτηρίας παραβάλλων αὐτὰς δηλονότι ταῖς κατʼ ἐπιγάστριον.
λέγοντος αὐτοῦ τοῦ Ἐρασιστράτου τὰς πορρωτάτω κειμένα ἀρτηρίας πρώτας ἀπολαύειν τῆς μεταχύσεως.
λέγουσί γε μὴν ἔνιοι καὶ ἄλλας ἐγχειρήσεις, διʼ ὧν ἀπαγγέλλονται δείξειν ἀρτηρίαν κενὴν αἵματος, ὡσπερεὶ ποιῆσαί τι σοφώτερον ἐγχειρῆσαί τε κάλλιον Ἐρασιστράτου δυνάμενοι, πάντως γὰρ ἂν ἐκεῖνος, εἴ τις ὅλως ἦν τρόπος ἀνατομῆς ἱκανὸς ἐπιδεῖξαι κενὴν ἀρτηρίαν. ἐπενόησε πρότερος, ὥσπερ ὃν ἔγραφεν ἐπὶ τῶν νεοθηλῶν ἐρίφων· ἀλλὰ κἀκείνου πειραθείς, εὑρήσεις οὐδʼ αὐτὸν ἀληθῆ. γιγνέσθω δʼ ἡ πεῖρά σοι μὴ μόνον ἐπὶ τῶν ἐρίφων, ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν ἑτέρου ζῴου, περιέχοντος ὑγρὰν οὐσίαν ἐν τῇ γαστρί. καὶ ὅσῳ γʼ ἂν ᾖ λεπτομερεστέρα, τοσούτῳ ῥᾷον εἰς τὰς ἀρτηρίας ἀναληφθήσεται. κατʼ ἀρχὰς μὲν οὖν φησιν ἅμα τῷ γυμνωθῆναι τὸ μεσεντέριον ἀεροειδεῖς φαίνεσθαι τὰς ἀρτηρίας. ὕστερον δʼ ὁρᾶσθαι γάλακτος πληρουμένας εἰ μὲν οὖν ἀεροειδεῖς φαίνονται, παρείσθω σκοπεῖν, καίτοι πολλῶν φιλονεικούντων ἐφʼ ἑκάτερον μάτην ὑπὲρ αὐτοῦ τὸ δὲ πληροῦσθαι γάλακτος αὐτάς, ἐν τούτῳ γάρ ἐστιν τὸ συνέχον τοῦ λόγου ψεῦδος, ὡς εἴρηται, καὶ σοὶ πάρεστι πεῖραν λαβεῖν ἐπὶ πάντων τῶν ζῴων, οὐ μόνον ἐρίφων, οὐδὲ γάλακτος μόνου πεπληρωμένης τῆς γαστρός, ἀλλὰ πάσης ὑγρασίας. οὐδὲ γὰρ ᾗ γάλα, διὰ τοῦτο ἀναλαμβάνεται ταχέως, ἀλλὰ διὰ τὴν ὑγρότητα ῥᾳδίως ἐμπίπτει τοῖς στόμασι τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὴν γαστέρα, διὰ δὲ τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν, ὡς ἐκεῖνός φησιν, ἕλκεται ταχέως, ὥσθʼ, ὅσῳπερ ἂν ᾖ λεπτομερεστέρα γάλακτος ἡ ὑγρότης, τοσούτῳ ῥᾷον ἀναληφθήσεται. ἀλλʼ ὡς εἶπον, οὐδʼ ἐφʼ ἑνὸς οὐδέποτε εἴδομεν αὐτὴν ἀναλαμβανομένην, οὐδʼ ἄλλος τις ὄψεται πειραθῆναι βουληθείς.
ἀλλὰ πρὸς ταῖς ἄλλαις μωρίαις οὐκ ἐτόλμησεν Ἐρασίστρατος τῶν φαινομένων ἐξ ἀνατομῆς καταψευδέσθαι. γεγράφασι γὰρ πολλοὶ τρόπους τινὰς ἀνατομῶν οἷς δείξειν ἀπαγγέλλονται κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας. εἴ τις οὖν ἦν ἐξ αὐτῶν ἀληθής. εἴρητʼ ἂν δήπου καὶ πρὸς Ἐρασιστράτου πολὺ μείζονα τούτων τῶν νῦν ἀναισχύντως ψευδομένων ἐν ταῖς ἀνατομαῖς ἐξουσίαν πεπορισμένου. ἀλλʼ οὐκ ἦν εἰς τοσοῦτον Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ὃ δὴ ἰδεῖν ἀδύνατον ἦν.
τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα ψευδῆ παντελῶς ἐστιν. πρὸ γὰρ τοῦ παύσασθαι τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην, οὐ τὸ πρότερον μόριον, τὸ δʼ ὕστερον, ὅπερ Ἐρασίστρατος βούλεται.
ἡ δʼ ἐγχείρησίς ἐστι τοιάδε· τῶν ἐγγὺς τοῦ δέρματος ἀρτηριῶν τῶν μεγάλων χρὴ γυμνώσαντα μίαν, οἵα πέρ ἐστιν ἡ κατὰ τὸν βουβῶνα, μάλιστα γὰρ ἐπʼ ἐκείνης εἴωθα ποιεῖσθαι τὴν ἀνατομὴν τήνδε, βρόχον περιβάλλειν τοῖς ὑψηλοτέροις αὐτῆς μέρεσιν. εἶτα τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς αὐτὴν σφίγγοντα τὴν ἀρτηρίαν, ὅσον οἷόν τε πορρωτάτω μὲν τοῦ βρόχου. πρὶν δʼ ἀποβλάστημα ποιήσασθαι μέγα, διατέμνειν αὐτὴν κατὰ τὸ μῆκος εὐθείᾳ τομῇ, τηλικοῦτον ὡς ἐνθεῖναι δύνασθαι κοῖλόν τι σῶμα μεταξὺ τοῦ βρόχου καὶ τῶν δακτύλων, παρεσκευάσθω δή σοι κάλαμος τῶν λεπτῶν, οἷς γράφομεν, ἢ χαλκοῦν τι τοιοῦτον ἐπίτηδες γεγονός· ἀρκεῖ δʼ εἶναι τοῦτο τῷ μήκει δακτυλιαῖον. εὔδηλον οὖν, ὡς κατὰ τὴν ἐνέργειαν ταύτην οὐδεμία γενήσεται τῆς διῃρημένης ἀρτηρίας αἱμορραγία. τοῦ μὲν ὑψηλοτέρου μέρους, ὅθεν ἐπιρρεῖ τὸ αἷμα. βρόχῳ διειλημμένου. τοῦ ταπεινοτέρου δὲ μήτε σφύζοντος ἔτι διὰ τὸν βρόχον, ὑπό τε τῶν δακτύλων σφιγγομένου. κατὰ πολλὴν οὖν σχολὴν ἔνεστί σοι τὸ καθιέμενον εἰς τὴν ἀρτηρίαν σῶμα κοῖλον ὑποκείμενον ποιῆσαι τῷ διῃρημένῳ μέρει τοῦ χιτῶνος αὐτῆς. εἶτα περιλαμβάνειν ἐν κύκλῳ λίνῳ λεπτῷ τὴν ἀρτηρίαν ἅμα τῷ καλάμῳ, προνοούμενον. ὅπως μηδὲν ὑπερεκπίπτῃ τῆς κατὰ τὴν ἀρτηρίαν τομῆς τοῦ καλάμου. τῷ πάχει δὲ ἔστω τηλικοῦτος ὁ κάλαμος. ὡς ἔφην. ὥστε κατὰ τὸν χιτῶνα τῆς ἀρτηρίας μὴ χαλαρὸν ἐγκεῖσθαι. βουλόμεθα γὰρ αὐτὸν κατὰ χώραν μεῖναι. μήτʼ ἀνώτερον τῆς κατὰ τὴν ἀρτηρίαν διαιρέσεως ἐνεχθέντα. μήτε κατώτερον. γενομένου δὲ τούτου. λῦσον μὲν τὸν βρόχον. αὐτὸς δὲ ὑπὲρ ἀσφαλείας. εἰ βούλει. μετάθες τοὺς δακτύλους. οἷς ἔσφιγγες τὴν ἀρτηρίαν, ἐπὶ τὴν περὶ τῷ καλάμῳ μοῖραν αὐτῆς· εἴ γε μήν. ὡς εἶπον. ἐσφηνωμένος τε εἴη καὶ δεδεμένος ἀκριβῶς ὁ κάλαμος. οὐδὲν ἔτι δεήσεταί σου κρατοῦντος. ἀλλʼ ἐφʼ ἡσυχίας μὲν δὴ οὕτως ὑπάρξει σοι θεάσασθαι τὸ μὲν ἀνώτερον τοῦ καλάμου τῆς ἀρτηρίας ἔτι καὶ νῦν σφύζον, ὡς ἔμπροσθεν, ἄσφυκτον δʼ ἀκριβῶς γιγνόμενον αὐτοῦ τὸ κατώτερον. τὸ μὲν οὖν ἀληθὲς φαινόμενον οὕτως ἔχει. διηγεῖτό γε μὴν ἐναντίως Ἐρασίστρατος ὑπὲρ αὐτοῦ. φαίνεσθαι λέγων κινούμενον τὸ κάτω τοῦ καλάμου. τοσαύτη τίς ἐστιν ἐνίων τόλμα. προπετεῖς ἀποφάσεις ποιουμένων ὑπὲρ ὧν οὐδέποτʼ ἐθεάσαντο.
ταῦτα μὲν οὖν τὰ φαινόμενα τὴν Ἐρασιστράτου κρατύνει δόξαν, οἰομένου μηδὲν ἐκρεῖν ἐκ τοῦ πνεύμονος πνεῦμα.
καὶ γὰρ οὖν καὶ τοὺς μῦς ὁ Ἐρασίστρατος ἐκ τοῦ πληροῦσθαι πνεύματος εἰς εὖρος ἐπιδιδόντας ἀφαιρεῖν φησι τοῦ μήκους καὶ διὰ τοῦτο ἀνασπᾶσθαι.
Τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵνʼ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος. εἰ ζῶν ταῦτʼ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι.
Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει Ἐρασίστρατος παρὰ τὴν μήτραν ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ μικροτέρα.
Πῶς δίδυμα καὶ τρίδυμα γίνεται Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη. τότε ἐπισύλληψιν δέχεσθαι.
ὁ Ἐρασίστρατος νεώτερος ὤν φησιν· εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίας κατʼ αὐτά· πρῶτος μὲν ὁ καθʼ ἕκαστον τῶν μορίων τοῦ σώματος. ἃ τόπους ὀνομάζουσι.
γεγυμνάσθαι χρὴ τὸν λογισμὸν ὅστις μέλλει διαγνώσεσθαι καλῶς οὐ μόνον τὸ πάθος ὁποῖόν ἐστιν, ἀλλὰ καὶ τὸν πάσχοντα τόπον.
ἡ δὲ ζήτησις εὔχρηστος ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίας θεραπείας χρῄζουσιν αἱ γυναῖκες, καὶ γεγένηται διαφωνία· τινὲς μὲν γὰρ ὑπολαμβάνουσιν ἴδια πάθη γίγνεσθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆς ἐμπειρίας καὶ Διοκλῆς ἐν τῷ πρώτῳ τῶν Γυναικείων καὶ τῶν Ἐρασιστρατείων Ἀθηνίων καὶ Μιλτιάδης, τῶν Ἀσκληπιαδείων δὲ Λούκιος ἐν τῷ τρίτῳ τῶν χρονίων καὶ Δημήτριος ὁ Ἀπαμεύς, τινὲς δὲ μὴ γίνεσθαι, καθάπερ κατὰ τοὺς πλείστους Ἐρασίστρατος καὶ Ἡρόφιλος, ὡς παρασεσημείωται καὶ Ἀπολλώνιος ὁ Μῦς ἐν τῷ πρώτῳ καὶ τρίτῳ τῶν Περὶ αἱρέσεων καὶ Ἀσκληπιάδης κατὰ τοὺς πλείστους καὶ ὁ φιλαλήθης Ἀλέξανδρος Θεμίσων τε καὶ θεσσαλὸς καὶ οἱ ἀπʼ αὐτῶν. … πάθη δὲ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποστήσεται πάθος γυναικῶν. … καὶ τούτοις μὲν παραινοῦμεν, ἐξαμαρτάνειν δὲ λέγομεν τοὺς ἄλλους ταῖς ἀποδείξεσι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲς εἶναι ἡμῶν τὸ σῶμα καὶ διοικεῖσθαι μὲν ταῖς ὕλαις, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἵματος, συνεκτικὴν δὲ τὴν μετέρασίν τε καὶ σφήνωσιν, πάθη δὲ ἑπτὰ κατὰ γένος ὡς οὐκ ἀληθὲς παρίσταμεν διὰ πολλῶν ἐν ἑτέροις. εἶτα παρὰ τὴν ποιὰν τῶν πρώτων συμπλοκὴν ἐνδέχεται μέρος ἐπὶ θηλειῶν γεγονέναι διάφορον — καὶ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆς ποιᾶς συγκρίσεως τῶν ἀγγείων ὁ Ἐρασίστρατός φησι γεγονέναι.
οὕτω γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν «ἰσχυραὶ δυνάμεις σίτων τε καὶ πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν. ἀκαίρως δὲ μεγίστην βλάβην».
κατὰ τὸν αὐτὸν τρόπον οἱ περὶ τὸν Ἐρασίστρατον καὶ τὸν Ἡρόφιλον ἐξ ἡμισείας ὥσπερ καὶ πρόσθεν εἴρηται ὄντες δογματικοί, κακῶς ἕλκος ἰατρεύουσιν.
καὶ τί θαυμαστὸν Ἐρασίστρατον ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ κνιδίῳ, προῃρημένῳ ἀποστῆναι τοῦ φλεβοτομεῖν ὥσπερ κἀκεῖνος; οὕτω δὲ καὶ Ἀριστογένης καὶ Μήδιος. οἵ τʼ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ Χρυσίππου φαίνονται ποιοῦντες.
τούτων γάρτοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν· ἠκολούθησαν δʼ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης. ἔνδοξοι καὶ αὐτοὶ παρʼ Ἕλλησιν γενόμενοι. τούτων δʼ ἔτι μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύλαξε τὴν Χρυσίππου γνώμην
ἡ δʼ αἰτία διʼ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ τὸ μὲν ἀληθέστατον φάναι, τάχʼ ἄν τῳ δόξειε μαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίγνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς;
Φλεβοτομίαν δὲ ὡς ἐοίκαμεν ἐσχάτως φεύγομεν ὥσπερ οἶμαι καὶ τὰς ἰσχυρὰς καθάρσεις.
τί ποτʼ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννύς, ἄλλοις τέ τισι καὶ χολερικοῖς; ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἄσιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτὸ καιρῷ, ἀλλʼ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτʼ αὐτόν, οὐκ ὀξύτης καιροῦ, κατέπληξεν, οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλʼ οὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστʼ οὐ μόνον ἰατροῖς, ἀλλʼ ἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας νομίζειν.
Ἐφʼ ὅσον οὖν ἡμῖν δυνατὸν ἦν περὶ τὴν νόησιν τοῦ περὶ σφυγμῶν συντάγματος, ταῦτα συνεισηνέγκαμεν. τὸ δὲ ἐν πολλοῖς ἰδιοτροπώτερον μὴ κατὰ τὸν Ἱπποκράτην ὅτι ξενοπρεπὲς καὶ μὴ ξύνηθες καταφρονηθήτω, ἀλλὰ τῇ πρὸς τὰ ἄλλα παραθέσει κριθήτω. εἰ δέ τις ἢ κατʼ ἀκολουθίαν ἢ κατὰ πολύνοιαν κρείττονα τῶν ἡμετέρων εὕροι, αὐτός με Ἐρασίστρατος ῥύεται ἀεὶ πλέον νεωτέρᾳ παλαιᾶς εἰς εὕρεσιν διδούς.
Εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς «θεῶν χεῖρας» Ἐρασίστρατος ὠνόμαζεν, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τὰ ἀπὸ γῆς καὶ θαλάσσης εἰς αὐτὸ συγκεραννύντος.
τοιοῦτος δʼ ἐστὶ κἀπειδὰν ἤτοι καταπλάσματός τινος γράφῃ σκευασίαν ἢ περιπατεῖν κελεύῃ τοσούσδε σταδίους ἢ τρίβεσθαι τρίψεις τοσαύτας, ἤ τι τοιοῦτον ἕτερον.
τὴν δὲ πλήρωσιν κενοῦν τῷ ἐρασιστρατείῳ καθετῆρι.
ἄμβην· Στράτων ὁ ἐρασιστράτειός φησι τὴν ἄμβην μοχλὸν σφαιροειδῆ εἶναι. Φιλῖνος δὲ ξυστροειδῆ ὑπεροχήν. Ἀσκληπιάδης δὲ γωνίαν. Ζήνων δʼ ὁ Ἡροφίλειος ὑπεροχὴν τῶν θυρῶν μανδάλῳ ὁμοίαν. Ἀπολλώνιος δʼ ὁ πρεσβύτερος ὑπεροχὴν στρογγύλην σφαίρᾳ ὁμοίαν Μηνεσθεὺς δʼ ὁ Στρατονικεὺς τὴν ἔρεισιν. Ἐρασίστρατος ὑπεροχὴν ἐξ ἀπαγωγῆς ἀπὸ τοῦ ὑποκάτω μέρους καὶ περιφεροῦς. Διοκλῆς δʼ ἐν τῷ Κατʼ ἰητρεῖον ὑπόκοιλόν τινα χώραν. Ἀπολλώνιος δʼ ὁ Μεμφίτης ἐν τῷ Περὶ ἄρθρων ὑπεροχὴν παρὰ τὸ λοιπὸν ξύλον.
στυμάργου· οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Διοσκουρίδης, οὐ μόνον τὴν στομάργου, ἀλλὰ καὶ τοῦτο οὐχ ὡς κύριον ὄνομα ἐξηγεῖται, ἀλλὰ τὸν μανικῶς ἐπτοημένον, περὶ τὰ ἀφροδίσια δηλοῦσθαί φησιν. εἰρῆσθαι γὰρ παρὰ τῷ Ἱπποκράτει καὶ ἄλλα πολλὰ κατὰ τὸν αὐτὸν τρόπον ἐπίθετα, καθάπερ μυριοχαύνη, σαράπους, γρυπαλώπηξ. ἀλλὰ καὶ παρʼ Ἐρασιστράτῳ, φησίν, «ὁ ῥινοκολοῦρος».
ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ Ἐρασίστρατος οὔτʼ ἐμνημόνευσεν οὔτʼ ἀντεῖπεν οὔθʼ ὅλως ἀπεφήνατο, τίνʼ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς κατʼ ἀρχὰς Τῶν καθʼ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τʼ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως ὅτι μὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δʼ ὅπως γίγνεται παρέλιπε; μάτην οὖν ἡμᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώματος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ μόρια, διʼ ὧν γίγνεται, τὸ δʼ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ μὲν ἐκείνων εἶχε λέγειν, οὐ μόνον διʼ ὧν ὀργάνων ἀλλὰ καὶ καθʼ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶμαι καὶ περὶ τῆς ἀναδόσεως· οὐ γὰρ ἤρκησεν εἰπεῖν αὐτῷ μόνον, ὅτι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ· περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι μὲν διὰ τῶν νεφρῶν γίγνεται γράφει, τὸ δʼ ὅπως οὐκέτι προστίθησιν.
Διαρκεῖ δέ γε, καὶ τοῦτʼ αὐτὸς ὁ Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προτίθησιν. ἅπαν γάρ, φησί, κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλʼ ἢ πλέον ἢ ἧττον, ὡς ἂν μανότητος ἔχῃ. τοῦ δʼ ἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι, καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν καὶ ψύξιν καὶ κίνησιν τροπαὶ τοῦ σώματος. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζῴου γυμναζομένου πλεῖστον ἀπορρεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζῴου πυκνοῦσθαι μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀπορρεῖν δὲ ἢ μηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα ὅτι γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθʼ ὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων, πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει, καθʼ ἣν ὥραν φωλεύει τὰ ζῷα, μηδὲν ἐκτὸς ἀπορρεῖν οὐκοῦν οὐδὲ τοῦ πληρώσαντος τὸ κενούμενον δεῖσθαι. χρεία δʼ ἦν αὐτοῖς τροφῆς καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἔρχεται τὰ ζῷα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν ὅτι τῆς μὲν ἐνδείας ἡ καθʼ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυμένης διʼ ἣν ὅλως ἐδεῖτο τὰ ζῷα σιτίων. ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι μηδὲ προσθέσεως, σαφῶς οὖν ἐμάθομεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλʼ ἡ τοῦ δέρματος μανότης.
πρὸς δὲ τούτοις καὶ Ἐρασίστρατος πειρᾶται κατασκευάζειν τὸ προτεθέν. εἰ γὰρ λάβοι τις ὄρνιθα ἤ τι τῶν παραπλησίων, καταθοῖτο δὲ τοῦτο ἐν λέβητι ἐπί τινας χρόνους μὴ δοὺς τροφήν, ἔπειτα σταθμήσαιτο σὺν τοῖς σκυβάλοις τοῖς αἰσθητῶς κεκενωμένοις, εὑρήσει παρὰ πολὺ ἔλασσον τοῦτο τῶι σταθμῶι τῶι δηλονότι πολλὴν ἀποφορὰν γεγενῆσθαι κατὰ τὸ λόγωι θεωρητόν.
… ὁ Ἐρασίστρατος θαυμάζει ἐπ … ι … των … ληται τὰ τηλικαῦτα λ … σφε … αι....ὤ κατακαέντα ὑφʼ ὑάλου καὶ ειλης.. … ε κατὰ τοῦτον ἁπλοῦν αὐ … ειεν … ον … τήγανον καὶ … ον διαφοραὶ … ς φυς … ς μὲν ἐχειταιδημε … αὐτοῖς λόγωι θεωρητοὺς πόρους … εν καὶ ἡμῖν. ὡς γὰρ καὶ μύρμηξ τρέφεται, οὕτως καὶ ἐλέφας καὶ αἱ Βακτριαναὶ κάμηλοι ἂν τραφεῖεν τῶι τὴν φύσιν καὶ ἐπὶ τούτων πάντων τόπους τινὰς καὶ κατὰ τὸ αἰσθητὸν καὶ κατὰ τὸ λόγωι θεωρητὸν μεμηχανῆσθαι, ἵνα καὶ τὰ ἐλάχιστα τῶν μερῶν τρέφηται τῆς τροφῆς διικνουμένης ἐπʼ αὐτά. φανερὸν τοιγάρτοι ἐκ τούτων καὶ τῶν τούτοις παραπλησίων, ὡς λόγωι θεωρητοὶ πόροι εἰσιν ἐν ἡμῖν καὶ παντὶ ζῴωι.
τούτων δὴ οὕτως ἐχόντων καὶ ἀποφορᾶς συνεχοῦς γινομένης ἀπὸ τῶν ἡμετέρων σωμάτων, εἴπερ ἀντὶ τῶν ἀποφερομένων μὴ ἐγείνετο εἰς τὰ σώματα πρόσθεσις, κἂν διεφθείρετο ῥαιδίως τὰ σώματα. ὅθεν ἡ φύσις ἐμηχανήσατο ὀρέξεις τε τοῖς ζώιοις καὶ ὕλην καὶ δυνάμεις, ὀρέξεις μὲν εἰς τὸ τὴν ὕλην αἱρεῖσθαι, ὕλην δὲ εἰς ἀναπλήρωσιν τῶν ἀποφερομένων, δυνάμεις μέντοι γε εἰς διοίκησιν τῆς ὕλης· καὶ γὰρ οὐδὲν ὄφελος ἦν ὀρέξεως, εἰ μὴ ὕλη παρῆν. οὐδὲ μὴν ὕλῃς ὄφελος ἦν, εἰ μὴ δυνάμεις παρῆσαν αἱ διοικονομοῦσαι. ἀλλὰ γὰρ ὕλην ὑπεβάλετο τροφήν τε καὶ πνεῦμα· δύο γὰρ πρῶτα καὶ κυριώτατά ἐστιν, οἷς διοικεῖται τὸ ζῶιον, ὥς φησιν· ὁ Ἐρασίστρατος.
καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως. ἐν ᾧ μόνον σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος πάντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος. ἀλλʼ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν. εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἐδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησι ἢ μεγέθεσιν, ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν.
θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζῴου, μιμῇ δʼ αὐτὴν οὐδαμῶς.
παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν. Ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει· μάτην μὲν γὰρ ὁ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δʼ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι. σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δʼ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον· ὅπερ εἰ μὲν οὐδʼ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δʼ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν. οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι.
λοιπὸς ἂν εἴη τῶν ἐξ ἀρχῆς προτεθέντων ὁ σπλὴν Ἐρασιστράτῳ μὲν ὑπὸ περιττῆς δή τινος σοφίας οὐδενὸς ἕνεκα γεγονώς. εἶτʼ οὐκ αἰδεῖται τηλικοῦτον σπλάγχνον ὑπὸ τῆς μηδὲν ἀλόγως ἐργαζομένης φύσεως, αὐτὸς γὰρ ταῦτα λέγει, μάτην φάσκων γεγονέναι, φοβηθεῖσα γὰρ δηλαδή, μή πως ἐπιλάθηται τῆς τέχνης, ἡνίκʼ ἔτι κυουμένου τοῦ ζῴου τὸ ἧπαρ διέπλαττεν, ἀντέθηκεν ἐκ τῶν ἀριστερῶν αὐτῷ τὸν σπλῆνα βουλομένη τι καὶ κατὰ τοῦτο τὸ μέρος ἐνεργεῖν, ὥσπερ οὐκ ἐνὸν ἐπὶ βραχὺ προαγαγοῦσαν ἐπὶ ταῦτα τὴν γαστέρα μηδὲν δεῖσθαι ματαίου δημιουργίας.
Πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπέριττος. «οὐδέν, ὡς ἔφησεν Ἐρασίστρατος, ἔχουσα ῥωπικόν».
ἡμεῖς μὲν γὰρ ἐρωτηθέντες, διὰ τί τοῦ πνεύμονος ἐνήλλακται τῶν ἀγγείων ἡ φύσις, ἀρτηριώδους μὲν τῆς φλεβὸς ἀποτελεσθείσης, φλεβώδους δὲ τῆς ἀρτηρίας, ἀποκρινούμεθα τὴν ὄντως τε καὶ πρώτην αἰτίαν, ὅτι βέλτιον ἦν ἐν τούτῳ μόνῳ τῷ σπλάγχνῳ στεγανὴν μὲν τὴν φλέβα, μανὴν δʼ εἶναι τὴν ἀρτηρίαν. Ἐρασίστρατος δʼ οὐχ οὕτως, ἀλλʼ ὅτι, φησίν, ἡ μὲν φλὲψ ἐκπέφυκεν, ὅθενπερ αἱ εἰς ὅλον τὸ σῶμα διανεμόμεναι τὴν ἀρχὴν ἔχουσιν ἀρτηρίαι, συντέτρηται δʼ εἰς τὴν τοῦ αἵματος κοιλίαν, ἡ δʼ ἀρτηρία πάλιν ὅθεν αἱ φλέβες ἄρχονται πεφυκυῖα πρὸς τὴν πνευματικὴν τῆς καρδίας συντέτρηται κοιλίαν.
εἰρημένου γὰρ ἐν τῷ νῦν δὴ λόγῳ περὶ τῆς εἰς τὸ λεπτὸν ἔντερον ἐκφύσεως, ὅτι χρῆν ἐπὶ τῆς ῥάχεως αὐτὴν ἐκταθεῖσαν οὐκ εὐθέως ἐλίττεσθαι πρὶν χώραν παρασχεῖν τοῖς ἐν τῷ μέσῳ γαστρός τε καὶ νήστεως ὀφείλουσι τετάχθαι, τάχʼ ἄν τις ὥσπερ παραλελειμμένον ἐπανέροιτο τὸ παρʼ Ἐρασιστράτῳ γεγραμμένον· «ἡ δʼ εἰς τὸ ἔντερον ἔκφυσις ἐν δεξιᾷ κεῖται κατεστραμμένη πρὸς τὴν ῥάχιν».
καὶ Ἐρασίστρατος δὲ ὡς ἀρχὰς καὶ στοιχεῖα τοῦ ὅλου σώματος ὑποτιθέμενος τὴν τριπλοκίαν τῶν ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, παραλείπει τά τε ὑγρὰ καὶ τὰ πνεύματα. δυσὶ γὰρ ὕλαις ταύταις διοικεῖσθαι λέγει τὸ ζῷον. τῷ μὲν αἵματι ὡς τροφῇ. τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνεργείας. οὐ παραλαμβάνει δὲ αὐτὰς ὡς ἀρχάς. πολλὰ δὲ καὶ ἄλλα τῶν σωμάτων εἴδη εὑρίσκεται. οὐκ ἐκ τῆς τριπλοκίας συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος καὶ ὁ μυελὸς καὶ πάντα τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν παρέγχυμα τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελήν. καὶ τοῦ ἥπατος καὶ σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὔτε παρέγχυμα τῆς τροφῆς δύναιτʼ ἂν λέγειν, οὔτʼ ἐκ τῶν προειρημένων τριγενῶν ἀγγείων πεπλέχθαι.
τοῦ σώματος μὲν οὖν τὰ μέν ἐστιν ἁπλᾶ μέρη, τὰ δὲ σύνθετα, ἁπλᾶ δὲ καὶ σύνθετα λαμβάνομεν πρὸς αἴσθησιν, καθὼς καὶ Ἡρόφιλος ἐπισημειοῦται λέγων οὕτως· «λεγέσθω δὲ τὰ φαινόμενα πρῶτα, καὶ εἰ μὴ ἔστιν πρῶτα» ὁ μὲν γὰρ Ἐρασίστρατος καὶ πόρρω τοῦ ἰατρικοῦ κανόνος προῆλθε· ὑπέλαβεν γὰρ τὰ πρῶτα σώματα λόγωι θεωρητὰ εἶναι, ὥστε τὴν αἰσθητὴν φλέβα συνεστάναι ἐν λόγωι θεωρητῶν σωμάτων, φλεβός, ἀρτηρίας, νεύρου. ἀλλὰ τοῦτον παραιτητέον.
καὶ τῶν ἀρτηριῶν αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῇ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς.
τί ποτʼ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένον … ἔχει δʼ ἐν ἑαυτῷ μέρη, πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὸ σμικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁμοίως.
περαίνει δʼ εἰς τὴν ῥίζαν αὐτὴν οὐ νεῦρον μόνον, ἀλλὰ καὶ ἀρτηρία καὶ φλέψ, ἐξ ὧν αἴσθησίν τε καὶ ζωὴν καὶ τροφὴν ἔχουσι τοῖς ἄλλοις ὁμοίως, ὧν οὐδὲν οὔτε ἐκ κράσεως ἐγένετο τῶν τριῶν τούτων ἀγγείων, οὔτε πολὺ μᾶλλον ἐκ πλοκῆς ὡς Ἐρασίστρατος ὑπελάμβανε.
ἐφεξῆς δʼ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δʼ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἴδοτες. ὡς ἡ καθʼ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν.
ὅτι δὲ φιλονεικῶν Ἐρασίστρατος. οὐ πεπεισμένος ἄχρηστον εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν. οὔτε ἐν ᾧ μέρει τοῦ ζῴου γεννᾶται τὸ αἷμα διῆλθεν οὔθʼ ὑπὸ τίνος αἰτίας οὔτε κατὰ τίνα τρόπον. ἐναργὲς τεκμήριόν ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως τὸν μελαγχολικὸν γινομένων παθῶν μνημονεῦσαι.
οὐτʼ Ἐρασίστρατος ὁ μετʼ αἰδοῦς μέν τινος ὅλον ἀνατρέψας τὸ κεφάλαιον αὐτό, ὁ περὶ τῶν καθαιρόντων φαρμάκων, φανερὸν ὑπάρχει. τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδε Ἐρασίστρατος οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντʼ αὐτῆς χρῆται.
Ἐρασίστρατος καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστʼ οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς.
ἐπὶ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόος ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές, ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτʼ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν.
ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τούτου τοῦ κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι κενόν.
τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζῴου προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα.
τῶν οὖν διδασκάλων τῶν ἡμετέρων, οἱ κορυφαῖοι δʼ ἦσαν οὖτοι τῶν Κοίντου τε καὶ Νουμισιανοῦ μαθητῶν, ὅτι μὲν ὑπὸ τοῦ θώρακος ὁ πνεύμων κινεῖται, καθʼ ὃν Ἐρασίστρατος ἔγραψεν τρόπον, ἀποδειξάντων τε καὶ δειξάντων ἡμῖν, ἐν δυοῖν τοῖς πρώτοις γράμμασιν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως αἵ τʼ ἀποδείξεις εἰσὶ γεγραμμέναι καὶ τὰ φαινόμενα κατὰ τὰς ἀνατομάς, ἐξ ὧν ἐπορίσθη τὰ πρὸς τὰς ἀποδείξεις λήμματα.
τί ποτʼ οὖν τηλικοῦτόν ἐστι τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν; ἆρά γε τῆς ψυχῆς αὐτῆς γένεσις, ὡς Ἀσκληπιάδης φησίν; ἢ γένεσις μὲν οὐχί, θρέψις δέ τις, ὡς ὁ τοῦ Νικάρχου Πραξαγόρας; ἢ τῆς ἐμφύτου θερμότητος ἀνάψυξίς τις, ὡς φιλιστίων τε καὶ Διοκλῆς ἔλεγον; ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης; ἢ τούτων μὲν οὐδέν, ἐπιπληρώσεως δʼ ἕνεκεν ἀρτηριῶν ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται;
ἐπεὶ δὲ ὕλην ὑποβέβληται … ις τροφήν τε καὶ πνεῦμα ἁπάντων, περὶ τῆς ἑκατέρου διοικήσεως λαλήσομεν, καὶ πρότερον περὶ τῆς τοῦ πνεύματος; ἕλκεται τοιγάρτοι τὸ πνεῦμα ἔξωθεν ὑπὸ τοῦ στόματος καὶ τῶν μυκτήρων καὶ διὰ τῆς τραχείας ἀρτηρίας φέρεται εἰς πνεύμονα καὶ καρδίαν, ἔτι δὲ θώρακα·
διηθεῖται δὲ καὶ εἰς κοιλίαν ὀλίγον διὰ τοῦ στομάχου καθʼ ἡμᾶς, οὐ μὴν δὲ κατὰ τὸν Ἐρασίστρατον, ἀπὸ τούτων δὴ τῶν τόπων φέρεται εἰς τὰς κατὰ μέρος ἀρτηρίας. φέρεται δὲ καὶ εἰς τὰ κοιλώματα· ὡς ὁμοίως δὲ καὶ εἰς τὰ καθʼ ὅλον τὸ σῶμα ἀραιώματα, εἶτα διεκθεῖ διὰ τῶν ἐν τῆι σαρκὶ φυσικῶν ἀραιωμάτων εἰς τὸ ἐκτός. τὸ δὲ πλεῖον ἐκπνεῖται διά τε τοῦ στόματος καὶ τῶν μυκτήρων.
γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος. ἔπειτα δὲ εἴς τε τὴν καρδίαν καὶ τὰς ἄλλας. εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν, εἰς τοσοῦτον εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἀτμωδέστερον γίγνεσθαι. θερμότερον δὲ γίγνεται, ἀλλʼ ὡς ἀτμὸς ἄνω φερόμενον οὔτε ἀσαφῆ τὴν κένωσιν οὔτε οὕτως ὠκεῖαν ἕξει. Ἐρασίστρατος δέ, ὅπῃ μὲν ἔχει πάχους, οὐ διώρισεν, ἐξ ὧν δʼ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτʼ ἄν τις οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν, τάς τε γὰρ ἀρτηρίας ὑπʼ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων γίγνεσθαί ποτʼ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν· οὐ γὰρ δὴ ἴσχεσθαί γε τὸ τοιοῦτον μᾶλλον ἐν τοῖς σώμασιν.
... Ἐρασιστράτῳ τε καὶ τοῖς οἰομένοις ὄργανα τοῦ ζωτικοῦ πνεύματος ὑπάρχειν αὐτάς.
εἰ γὰρ δὴ κἀκεῖναι τελέως εἰσὶν αἵματος ἄμοροι, καθάπερ αἱ τραχεῖαι ἀρτηρίαι, τοῦτο γὰρ Ἐρασίστρατος ὑπολαμβάνει, τί οὐκ εὐθὺς εἰς τὴν καρδίαν αἱ τραχεῖαι περαίνουσι; διὰ τί δὲ φλεβῶν ἀποβλαστήματα σμικρὰ ταῖς μὲν τραχείαις ἐμφύεται; μάτην γὰρ ἂν οὕτως ἡ μηδὲν εἰκῇ δημιουργοῦσα καὶ κατʼ αὐτὸν ἐκεῖνον φύσις οὐ τὰς λείας μόνον ἀρτηρίας τοῦ πνεύμονος, ἀλλὰ καὶ τὰς φλέβας πεποιηκυῖα, τὰς μέν, ὅτι ταῖς τραχείαις ἄντικρυς ἡ καρδία συνάπτεσθαι δυναμένη τῶν λείων οὐκ ἐδεῖτο, τὰς δʼ αὖ φλέβας, ὅτι καὶ τῶν ἀρτηριῶν αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῷ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς, οὐδὲν τῆς μεγάλης φλεβὸς ταύτης τῆς συνθέτου δεόμενον. εἴπερ οὖν ἡ μὲν ἀριστερὰ τῆς καρδίας κοιλία πνεῦμα μόνον ἐν ἑαυτῇ περιέχει, καθάπερ ἡ ἀρτηρία ἡ τραχεῖα, καὶ διὰ τοῦτο τῶν λείων οὐδὲν δεῖ τῷ πνεύμονι, τροφῆς δʼ ἐπεισάκτου παρὰ φλεβὸς οὐδεμία χρῄζει τῶν ἀρτηριῶν, εὔλογον ἦν ἐκ τούτων μόνων τῶν ἀρτηριῶν τῶν τραχειῶν τὸν πνεύμονα γεγονέναι.
Ἐρασίστρατος κἀνταῦθα δέον αἰτιάσασθαι ποιότητας οἰκειότητά τε καὶ ἀλλοιότητα, λεπτότητά τε καὶ παχύτητα οὐκ οἶδʼ ὅπως αἰτιᾶται πνεύματος οἰόμενος ἀπόλλυσθαι διὰ τοῦτο τούς τʼ ἐν τοῖς χαρωνείοις βαράθροις καὶ τοὺς ἐν τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ καὶ τοὺς ἐξ ἀνθράκων ὀσμῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀδυνατοῦντος ἐν τῷ σώματι στέγεσθαι τοῦ πνεύματος ὑπὸ λεπτότητος.
Βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥώμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπʼ ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς φορᾶς τάχος εἶναι βουλόμενος.
ἐπεὶ τοίνυν εἰσπνεύσαντες τῆς μὲν οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον ἢ εἰ μηδʼ ὅλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας. ἀλλὰ πρὸς τοῦθʼ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδʼ ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλκυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ μεταληφθέντος ἐγένετο τόπος τοῦτο δʼ εἶναί γʼ ἀδύνατον. ἵνα δʼ οὖν μὴ γένηται ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχὴν δεῖ γάρ, ἵνα τι μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδῶσον· οὐ μεταδίδωσι δʼ ὁ θώραξ, τὸν ἴσον ὄγκον φυλάττων τῆς διαστάσεως· οὐδʼ οὖν οὐδʼ ἡ καρδία δύναται μεταλαμβάνειν, ἀλλʼ ἐπιχειρεῖ μὲν ὡς ἔμπροσθεν, ἀνύει δʼ οὐδέν; κἀντεῦθεν τὸ πνίγεσθαι. ἐπεὶ τοίνυν, ἵνα ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δʼ ἡνίκʼ ἂν μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δʼ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται.
ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν ... ὅτι γὰρ οὐδʼ ἐνταῦθα διὰ τὴν τῶν ἀρτηριῶν ἀναπλήρωσιν, ἐναργές ἐστιν ...
ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν. εἰ μηδὲν ἐκ τῶν ἀρτηριῶν κενοῦται παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν, ἔμπροσθεν μὲν γάρ, ἡνίκʼ ἀνέπνει κατὰ φύσιν τὸ ζῶον, αὐτὸς ὁ Ἐρασίστρατος οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον αὐταῖς, δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκκρινόμενον ἤ πως ἄλλως κενούμενον.
πρόδηλον μὲν γὰρ ὡς τῷ τε προτέρῳ τῷ κατὰ τὴν τετμημένην τὸ λοιπὸν ἅπαν ἑτοίμως ἀκολουθήσει καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ κένωσις γενήσεται μηκέτʼ ἐχούσαις ἑτέρας ὅθεν μεταληφθήσεται. ἐν αὐταῖς οὖν πρώταις κίνδυνος τοῦ κενὸν γενέσθαι τόπον, εἰ μή τις οὐσία πληρώσειε τὴν χώραν τοῦ μεταλαμβανομένου πνεύματος. καὶ διὰ τοῦτʼ ἐξ ἀνάγκης ἕπεται τὸ διὰ τῶν συναστομώσεων ὡς αὐτός φησιν αἷμα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ καὶ τοῦτο ὥσπερ προσδεδεμένον τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστερον δὲ παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται.
ἔτι δὲ μείζων ἄλλη διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο, τινῶν μὲν ἡγουμένων ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν, ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτάς, τοῦ χιτῶνος αὐτῶν διαστελλομένου. καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ τοῦτο δρῶσιν, ἀλλὰ παρὰ τῆς καρδίας λαμβανουσῶν, ἧς γνώμης ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει· βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν, ἐκείνης μέν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν ὅτε πληροῦνται διαστελλομένων, πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου πνεύματός φησιν ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν, ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν μὲν τῇ καρδίᾳ τὴν διαστολήν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν, ὥσπερ ὁρᾶται κἀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων φῦσαι διότι διαστέλλονται. διὰ τοῦτο πληροῦνται, οἱ σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται, διὰ τοῦτο διαστέλλονται.
Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ τὰς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν εἶναι σφοδροῦ σφυγμοῦ· Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα τὰ τοιαῦτα κενὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δʼ αἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα πνεύματος ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ οὗτος τοῖς χιτῶσιν αὐτοῖς μεταδίδωσι τῆς τονικῆς δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης τὸ πνεῦμα, τῇ διὰ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν ἐν τῇ πληγῇ φησι γεννᾶσθαι.
ἀλλʼ οὐδʼ ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον τοῖς περὶ τὸν Ἱπποκράτην τρέφεσθαί φασι τὸ ψυχικὸν πνεῦμα· τοῖς μὲν γὰρ ἐκ καρδίας διὰ τῶν ἀρτηριῶν ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ.
Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι τὸ ζητούμενον λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγης, ἐκ μὲν κεφαλῆς φησι τὸ ψυχικόν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα.
οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο μόνον ἀποστὰς Ἱπποκράτους· ὅτι μὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτʼ ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, Ἐρασίστρατος ἔδειξεν ἐλέγξας τὴν τοῦ Ἑστιαίου δόξαν.
γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόμενος. ἀλλʼ ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνος δόξα τῆς ἐξ Ἀκαδημίας, οὐχ ὡς Ἐρασίστρατος ἔγραψεν.
«ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς» ἔφη «γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπεν. τὸ γὰρ ἀγνόημα μέγα· πρῶτον μὲν ὅτι, τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστιν ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα τοῦ πλεύμονος μὴ λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησεν.
Καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκεν βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένης, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ τῆς βηχὸς ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα φθεγγομένων μὲν ἐμπίπτει τῷ στομάχῳ, σιτουμένων δὲ καὶ πινόντων τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν.
ἔτι τοίνυν» ἔφη «καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖται γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκεῖνο δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν, οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν, ἀλλὰ συμπλεκομένων ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατος.»
ἀλλʼ οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν οὐθʼ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δʼ ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν.
Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδʼ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας, ἐν ἐκείνοις γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομʼ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων· «ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι» περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδʼ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκράτους δόξης. καίτοι γʼ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτʼ ἔγραψε μόνον ὡς Ἱπποκράτης εἰπὼν «σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν» ψεύδεται.
ἄρξομαι δʼ ἀφʼ οὗ διὰ στόματος ἔχουσιν ἅπαντες, ὀρθῶς ὑπʼ Ἐρασιστράτου γεγραμμένον, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαστέρα πάντων μήτε τὴν φακὴν ἐπέχειν, ἀλλʼ εἶναί τινας, οἳ πρὸς τῷ μηδέτερον πάσχειν ἔτι καὶ τοῖς ἐναντίοις περιπίπτουσιν ὡς ἵστασθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαστέρα, λαπάττεσθαι δʼ ἐπὶ τῇ φακῇ, καί τινας εὑρίσκεσθαι τὰ βόεια κρέα ῥᾷον πέττοντας ἢ τοὺς πετραίους ἰχθύας.
πῶς Ἱπποκράτης καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκληπιάδης τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περιστολῇ τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. Ἐμπεδοκλῆς δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς ἀναδόσεις γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός.
δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλʼ ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατʼ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα … ἐπʼ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυδρόν τι καὶ μικρὸν ὠφελεῖ.
ἔλεγε γὰρ ὁ Ἐρασίστρατος ἐπὶ μὲν γαστρὸς τοῦ κυνὸς καὶ τοῦ λέοντος πλεῖον εἰσβάλλειν τὸ ἐκ τῆς ἀορτῆς πνεῦμα πρὸς τρῖψιν τῶν εἰωθότων καταβιβρώσκεσθαι τοῖς τοιούτοις ζῴοις, οἷον ὀστέων, παρὸ ἐπὶ τοῦ ἀνθρώπου.
τί δήποτʼ οὖν καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται; Ἐρασίστρατος μέν φησι διὰ τὴν ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων, ἣν καὶ τοῦ πέττειν καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται.
τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου θερμασίας ἡ συμμετρία διέφθαρται. καθάπερ οἱ πρόσθεν ὑπέλαβον, ἀλλʼ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.
Πολὺ δʼ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις τῇ ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν, ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν. ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθʼ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.
Ἐρασίστρατος οὐκ οἶδʼ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.
ὅτι δʼ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τʼ ἄλλα μόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρʼ αὐτοῦ λαβεῖν ἔστιν Ἐρασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον.
Ἐρασίστρατος δέ μοι δοκεῖ καὶ αὐτὸ τοῦτʼ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώματι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν μὴ κατά τι συμβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθʼ ἑαυτήν, αὕτη τὸ νόσημά ἐστιν αὐτό, πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσημάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τʼ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον Ἐρασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δʼ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ αὐτὸ τὸ πῶς παρέλιπεν.
καὶ μὴν καὶ τρίτη τίς ἐστιν δόξα τῶν μηδʼ ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταὐτὸν ὂν ἢ διὰ ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζῴῳ γεγενημένην ἀπεψίαν, ἀλλʼ αὐτὸ τοῦτο, μὴ πεπέφθαι, μόνον.
πῶς δʼ οὐκ αἰδεῖται τὰς μὲν τῆς πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τʼ εἰσὶ καὶ κατὰ πολλὰς γιγνομένας προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως σφαλμάτων οὐδʼ ἄχρι ῥήματος ἑνὸς συλλαβῆς μιᾶς φθεγξάμενος;
καὶ τοῦ Ἐρασιστράτου δὲ διοίσομεν, καθʼ ὅσον κεῖνος μὲν αἷμα εἶπεν μόνον εἶναι τροφήν, ἡμεῖς δὲ καὶ τὸ αἷμα μὲν εἶναι τροφήν, μὴ μόνον δέ, ἀλλὰ καὶ τὴν ὠμὴν δὲ τροφήν.
καὶ μὴν εἰ τοῦτʼ ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς μηδʼ Ἀσκληπιάδην λαθεῖν, καίτοι γʼ οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς τόπος ἔσται ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου. ἀλλʼ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόος ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτʼ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν καὶ διὰ τοῦτʼ ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος.
ἀλλʼ οὐδʼ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός.
τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶν δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δʼ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό.
τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτοις εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις· ὅθεν οὐ κακῶς ὄχημα τὴς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπεν· τὸ γὰρ ὑπὸ ξηρότητος ἢ πάχους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. Πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόμως σφόδρα πεινῶντες· ἐνδυομένη γὰρ ἔξωθεν ἡ ὑγρότης εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.
ὅσοι γὰρ οὐδεμίαν οὐδενὶ μορίῳ νομίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναμιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ μόνον Ἱπποκράτης ἢ Διοκλῆς ἢ Ἐρασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ μάγειροι σχεδὸν ἅπαντες ἴσασιν.
ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι μετὰ τῶν διαχωρημάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθʼ ἑκάστην ἡμέραν οὐρουμένων, ἐν χειμῶνι δὲ μάλιστα μαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων μέν, κωθωνιζομένων δέ, καὶ μάλιστʼ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριμος, οὐροῦσι γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσον περ καὶ πίνουσιν, ὅτι καὶ ὁ Ἐρασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραμμα τῶν καθόλου λόγων ἐπίστανται.
τὰ μὲν οὖν ὑπʼ Ἐρασιστράτου λεγόμενα διακρίσεως ἕνεκα τῆς ξανθῆς χολῆς ἐνδείκνυται τὴν σχίσιν τῶν ἐν ἥπατι φλεβῶν γεγονέναι ... καὶ θαυμάζειν ἄξιον Ἐρασιστράτου, πῶς μὲν ἡ ξανθὴ χολὴ διακρίνεται τοῦ αἵματος, ἐπὶ πλεῖστον διαλεχθέντος, ὅπως δὲ τὸ οὖρον, οὐδʼ ὅλως ἐπισκεψαμένου.
καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις, ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν, οὐκ ὤκνησε δʼ οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν .... ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις.
γέγονέ τις δόξα οἰομένη κατὰ σῆψιν ἀλλοιοῦσθαι ἐν γαστέρι τὰ σιτία, ἐκ τῶν διαχωρημάτων ὡς ἔοικε τὴν ἀφορμὴν ἔχουσα, αὕτη δὲ τοῖς περὶ Ἀθήναιόν ἐστιν, ἣν ἐλέγχει ὁ Ἐρασίστρατος τρίψει τὴν πέψιν οἰόμενος ἐν τῇ γαστρὶ γίνεσθαι ὥσπερ ἐν θυίᾳ, τῇ γαστρὶ δίκην δοίδυκος ὑπὸ τοῦ ἐμπίπτοντος πνεύματος τριβομένης τῆς τροφῆς. ἐστὶ δὲ τελέως εὐήθης ἡ δόξα, τὰ γὰρ τριβόμενα καταθραύεται μέν, οὐ μὴν κατὰ χρόαν καὶ τὰς ἄλλας ποιότητας ἐναλλάττεται ὡς πάντα τὰ πεττόμενα, ἔπειτα ἐχρῆν τὰ μικρὰ τοῖς ὄγκοις θᾶττον θραύεσθαι. νῦν δὲ ὁρῶμεν, ὡς σήσαμα μὲν ἄθραυστα τηρεῖ, βόεια δὲ κρέα κατεργάζεται ἡ γαστήρ. ἔλεγε δὲ τὸ πνεῦμα τὸ ποιοῦν τὴν τρῖψιν μοῖραν εἶναι πολλὴν τοῦ ἐν τῇ ἀορτῇ πνεύματος, ὃ καὶ ἐκάλει ὁλμοκόπον, τὴν δὲ γαστέρα ὅλμον, τὰ δὲ σιτία ὁλμοκοπούμενα. ὅτι δὲ οὐδὲ σήψει γίνεται ἡ πέψις κατὰ ἀλήθειαν, οὕτως ἐλέγχεται, ὡς πᾶσα τροφή, καθὰ τοῖς φιλοσόφοις δοκεῖ, ἔχει τὸ πικρὸν καὶ ἡδὺ καὶ πρὸ τοῦ μεταβληθῆναι οὐδὲν ἐν αὐτῷ φαίνεται. μετὰ δὲ τὴν μεταβολὴν τὸ μὲν χρηστὸν διαδίδοται ὅλῳ τῷ σώματι, τὸ δʼ αὖ ἄχρηστον ὠθεῖται εἰς τὰ ἔντερα καὶ ἀτημέλητον τῇ φύσει ἐστὶ καὶ διὰ τοῦτο ὀξώδη τὰ περιττώματα, οὐ τῇ σήψει τῆς τροφῆς. ἄλλη δέ τις δόξα ἔλεγε τὴν ἀνάδοσιν τοῦ αἵματος γίνεσθαι τῇ ὠθήσει τοῦ ἐν ταῖς ἀρτηρίαις περιεχομένου πνεύματος, συναστομωμένων δηλονότι τῶν ἀρτηριῶν ταῖς φλεψί, ὃ πρῶτον ἐλέγχεται εἶναι ψεῦδος ἐκ τοῦ μὴ πάσας τὰς ἀρτηρίας συνανεστομῶσθαι ταῖς φλεψίν, εἶτα καὶ ἐκ τοῦ μὴ δύνασθαι τὸ πνεῦμα εἰς ὅλον τὸ σῶμα ὠθεῖν τοσοῦτον ὑγρόν. ἑτέρα δὲ δόξα ἐστίν, ἐν ᾗ αἰνίττεται τὸν Πλάτωνα, λέγοντα διαφορούμενον τὸ πνεῦμα ἐκ τῶν ἀρτηριῶν ὠθεῖν τὸν ἀέρα ἐντὸς ἡμῶν καὶ οὕτω γίνεσθαι εἰσπνοήν, ὅπερ ἀδύνατον, ὁ γὰρ ἀὴρ ἤτοι τὸ πνεῦμα ὡς κοῦφον ἄνω φέρεται καὶ οὐκ ἀντανακλᾶται ὥστε ὠθεῖν. ὅμως ἐπειδὴ ὠθήσει καὶ ἀντωθήσει καὶ ἀντανακλάσει τοῦ ἀέρος ἔλεγεν ὁ Πλάτων τὴν κίνησιν γίνεσθαι, κίνησις δὲ καὶ εἰσπνοή, δοκοῦσιν αὐτοῦ καθάπτεσθαι.
ὅσοι δὲ μηδὲ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδʼ ἀριθμῆσαι δυνατόν, ὁπόσα παρέλιπον ἀναγκαῖα τῆς τέχνης θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦτα πάντα ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς· «Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγιγνομένων παθῶν μαρτυρεῖ· οἱ ἴκτεροί τε γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι» ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς.
τάχʼ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόκων, ἅλις γὰρ ἤδη τῶν νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δʼ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων. Ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρτείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησι· «εἰς τὸ αὐτὸ δʼ ἀνεστομωμένων δύο ἀγγείων τῶν τʼ ἐπὶ τὴν χοληδόκον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δʼ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι».
εἰ δʼ ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδʼ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ Τῶν καθόλου λόγων διέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ καθʼ αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόματʼ αὐτῶν καὶ διαφορουμένου καὶ μήτʼ ἀθρόου τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενουμένου τὴν βάσιν, αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατʼ αὐτὰς αἵματος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλʼ οὐ βούλεται. τί ποτʼ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλʼ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσμένον ἐκεῖνο τὸ λόγῳ θεωρητόν. …
κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατʼ αὐτόν, ἀλλʼ οὐχ αἵματος αὕτη γʼ ἀλλὰ πνεύματος ψυχικοῦ μεστή.
τί δέ φησιν ἐπʼ αὐτῶν ἐν τῷ δευτέρῳ Τῶν καθόλου λόγων Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· «τοῖς δʼ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων ἡ πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς καὶ καταχωριζομένης».
ἀλλʼ οὐδὲ τοῦτʼ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλʼ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.
Ἐρασίστρατος ... διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή.
ἐγὼ μὲν γὰρ εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ φυλοτίμου καὶ Ἀσκληπιάδου καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον, ἀλλʼ ἐπίκτητον νομίζουσι.
μετὰ ταῦτʼ οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὸν ταύτην παράδοσιν οὐδʼ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον, διʼ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν καθόλου λόγων πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κοιλίας ἐπισχετικόν.
Ἐρασίστρατον οὐ μόνον ἐν τῇ περὶ τῶν πυρετῶν πραγματεία σεσιγηκῆναι περὶ τῆς φλεβοτομίας ἔλεγον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις. οὔτε γὰρ ἐν τῇ τῶν κατὰ τὴν κοιλίαν παθῶν οὔτε ἐν τῇ τῶν παρέσεων οὔτε ἐν τῇ περὶ ποδάγρας, ἀλλʼ οὐδὲ ἐν τῇ τῶν ὑγιεινῶν κεχρῆσθαι φλεβοτομίᾳ. καίτοι τὸ πλῆθός γε τοῦ αἵματος ἐν Τοῖς ὑγιεινοῖς συγγράμμασι μάλιστα αὐτὸν αἰτιᾶσθαι τῶν νόσων.
τούτους οὖν ἀποπέμψαντες — οὐ γὰρ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψάμενοι — τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν. Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Φυλότιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τʼ ἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον.
ἀλλʼ ἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι πάντες ἄνδρες, ὧν εἰ βούλει, μνημονεύσωμεν ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· «οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν. ὅστις δέδωκεν αὑτὸν εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν». εἶτʼ ἐφεξῆς· «αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν.» εἶτʼ αὖθις ἔτι προελθών· «εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, διʼ ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται. καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προϋπάρχουσιν ἥξει. τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν». εἶτʼ ἐφεξῆς· «τὸ λέγειν περὶ τούτων ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει».
ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται. καί πως ἂν καὶ τοῦθʼ ἕτερον ἡμῖν ἥκοι σκέμμα πρὸς ὑγείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρύς τε κἀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφηναμένου, τὴν δʼ αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἀποδεικνυμένου, τῶν δʼ ἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν αὐτά.
ἐκ τῶν Ἐρασιστράτου, τίνα συμβάλλεται τοῖς ἀποδημοῦσι πρὸς τὰς μεταβολὰς τῶν ὑδάτων· «πρὸς τὰ νιτρώδη τῶν ὑδάτων καὶ ἁλυκίδα τινὰ ἔχοντα οἶνον εὐώδη τε καὶ διουρητικὸν ὡς βέλτιστον πλείω μιγνύναι τῷ πινομένῳ καὶ ἀκρατέστερον ποιοῦντα τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν, πρὸς δὲ τὰ δυσέκκριτα τῶν ὑδάτων οἶνον ὡς εἴρηται νῦν μιγνύναι καὶ μέλι βέλτιστον καὶ τούτων ἀμφοτέρων πλείω τὴν μῖξιν ποιεῖσθαι καὶ τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν· οὕτω γὰρ ἥκιστα ἄν τις ὑπὸ τῆς τῶν ὑδάτων κακίας ἐνοχλοῖτο, ὅταν αὐτῷ τῷ ὕδατι μιγνύῃ χυλοὺς συνήθεις τε καὶ πλείους ἐναντιουμένους τῇ τοῦ ὕδατος κακίᾳ καὶ τὸ πᾶν ὑγρὸν μὴ πλεῖον προσφέρηται. συμμεταβάλλειν δὲ καὶ τὰ ἐν τῇ διαίτῃ προσφερόμενα ἁρμοζόντως πρὸς τὴν τοῦ ὕδατος κακίαν, οὐ μόνον δὲ τὴν τοῦ ὕδατος μεταβολὴν ἐπιβλέπειν τοὺς ἀποδημοῦντας, ἀλλὰ καὶ τὴν τῶν προσφερομένων ἁπάντων· τὰ γὰρ μέλλοντα νοσοποιεῖν ἢ ἐν τῷ πλήθει τῆς τροφῆς τὴν αἰτίαν λήψεται ἢ ἐν τῇ κακοχυμίᾳ ἢ ἐν τοῖς ἀπὸ τῆς ἀναπνοῆς γινομένοις.»
Ἐρασίστρατος δέ φησιν ὡς «δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου. τοῦ δὲ χρηστοῦ ὄντος, οὐ δή τίς ἐστι διαφορὰ κατὰ τὸ σταθμόν.»
εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν. ἐξαπατᾶν δὲ βούλεται τοὺς πέλας. ὅτι εἴη γνούς τι σοφόν, ἕτοιμον τούτῳ. κἀν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου κατὰ τὸ πρῶτον Ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐτοῦ τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥτίς ποτέ ἐστιν ἡ γένεσις τῆς πληθώρας φησίν, οὕτως γὰρ αὐτὸς ὀνομάζει τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθʼ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε· «τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπονουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ. μήτε ἄλλως πως ἐκκρινομένης. ἀναγκαῖον δὴ πληροῦσθαι τὰ ἀγγεῖα. τῆς πέψεως καὶ τῆς ἀναδόσεως τὰς κατʼ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις οὐδαμῶς καταναλισκομένης. τῆς δʼ ἀπὸ τῶν προσφερομένων ἐπιγιγνομένης. τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλεῖον διατείνεται. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα. ἐπιφέρηται δʼ ἐκ τῆς κοιλίας ἑτέρα τροφή. ὁρμὴν λαμβάνει τὰ ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ πνεύμονος ἀγγεῖα». … μικρὸν δὲ … ὑπὲρ τῆς διαγνώσεως αὐτοῦ τάδε γράφει «δεῖ οὖν, καθάπερ εἴρηται, πειρᾶσθαι διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν, κατʼ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐπὶ πλέον δὲ πληρώσεως ἐρχομένης, παρεμπίμπλανται βραχίονές τε καὶ κνῆμαι καὶ χεῖρες. ὥσπερ τοῖς ἀπὸ τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πληρώσεως προαγούσης. ἑλκώδεις τε καὶ βραδύτεροι καὶ δυσκινητότεροί εἰσι. καὶ ὅλη ἡ ἁφὴ τείνεται. ὡς κόπου φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν μὴ πάνυ ἐπιδεξίως τε καὶ συνετῶς αὐτήν τις λύῃ.»
οὕτω δὲ κἀν τῷ προτέρῳ τῶν Ὑγιεινῶν μετὰ τὸ εἰπεῖν ὅπερ ἄν τις γνωρίζοι πλῆθος ἐφεξῆς ἰάματα γράφων, πάντων μᾶλλον ἢ φλεβοτομίας ἐμνημόνευσεν, ἔχει δὲ ἡ ῥῆσις ὧδε· «μέγιστον δὲ ἔχει τισὶν πρὸς ὑγείας Φυλακήν, ὡς ἔμπροσθεν εἴρηται, συμβαλλόμενον τὸ γνῶναί τε καὶ φυλάξασθαι δύνασθαι τὴν κατὰ πληθώραν διάθεσιν, διὸ μὴν δεῖ μὲν ἀρχομένης διαλύειν, εἰ δὲ μή, προελθούσης πρὸ τοῦ ἀρχὴν ἀρρωστίας ποιῆσαι, πλείους δὲ τρόποι τοῦ διαλύειν τὴν τοιαύτην διάθεσις εἰσὶν καὶ οὐχ οἱ αὐτοὶ πᾶσιν ἁρμόζουσιν, περὶ ὧν ἐφεξῆς εἴη τὸ λέγειν, τοῖς μὲν οὖν εἰθισμένοις διαπονεῖν τῷ σώματι κράτιστον ἂν εἴη τοὺς συνήθους πόνους μικρῷ πλείους ποιοῦσι διαλύειν πειρᾶσθαι τὴν τοιαύτην διάθεσιν, μετὰ δὲ τὰ γυμνάσια ἱδρῶτάς τε ἐν βαλανείῳ ἐκκρίνειν ἢ διὰ πυριάσεως ἐξηράνθαι συνήθους καὶ λουτρῷ πλείονι χρῆσθαι, καὶ μετὰ ταῦτα πάντα ἐν ἡσυχίᾳ γίγνεσθαι πλείω χρόνον μηδὲν προσφερόμενον, οὗτος γὰρ ὁ καιρὸς μάλιστα συναιρεῖ τὴν πληθώραν ὁ ἀπὸ τῶν γυμνασίων καὶ τοῦ λουτροῦ, ἐὰν μηδενὸς προσενεγκάμενός τις ἡσυχάζῃ πλείω χρόνον. μετὰ ταῦτα ἄριστον μὲν ἀφαιρεῖσθαι, τὸ δὲ δεῖπνον ἔλασσον λαμβάνειν καὶ ὄγκους ἀτρόφους εἶναι τοὺς προσφερομένους, εἴη δʼ ἂν τοιαῦτα λαχάνων τε γένη ὠμῶν καὶ ἑφθῶν καὶ κολοκύνται καὶ σικυοί, πέπονές τε οἱ ἁπαλοὶ καὶ σῦκα χλωρὰ καὶ τῶν ὀσπρίων τινὰ μετὰ λαχάνων ἑψόμενα, ἄρτος τε μὴ πεπονημένος, ἅπαντα γὰρ τὰ τοιαῦτα τὴν μὲν κοιλίαν εὐέκκριτον ποιοῦσι, τὰ δʼ ἀναδιδόμενα ἀπʼ αὐτῶν οὔτε πολλὰ οὔτε ἰσχυρά ἐστι, κρεῶν καὶ ἰχθύων καὶ τῶν ἑψημάτων τῶν μετὰ γάλακτος χόνδρου τε καὶ ἀμύλου καὶ πάντων τῶν τοιούτων, ἀφεκτέον ἐν τῷ εἰρημένῳ καιρῷ ἢ ὀλίγοις παντάπασι χρηστέον, χρῆσθαι δὲ τῇ ἀγωγῇ τῆς ἐπιμελείας ταύτης, ὡς ἂν ἀσφαλῶς καθαιρεθῇ ἡ γενομένη πληθώρα, οἷς δὲ μὴ σύνηθες τὸ διαπονεῖν τῷ σώματι οὐκ ἐπιτήδειον γυμνάσια πλείω ἐμβάλλειν, μή ποτε κόπου προσγενομένου τῇ προϋπαρχούσῃ διαθέσει ἀρχὴ ἀρρωστίας γίγνηται, ἀλλʼ ἱδρωτοποιίας τε καὶ λουτρὰ καὶ ἀσιτίας ἐμβάλλειν, ταῦτα γὰρ ὁμοίως τοῖς πλείστοις ἀσφαλεῖς ποιεῖται τὰς κενώσεις.
χρήσιμον δὲ πᾶσι κοινὸν ὅσοι τυγχάνουσιν εὐεμεῖς ὄντες, τοὺς ἀπὸ τοῦ δείπνου ἐμέτους ποιεῖσθαι, ἐὰν μὴ πρὸς ἄλλο τι ἀνάρμοστοι ὦσιν, μὴ πολὺν χρόνον διαλείποντας ἀπὸ τῆς προσφορᾶς, ἵνα μετέωρά τε τὰ σιτία λαμβάνωνται πρὸς τὸ ἐμεῖν καὶ μὴ πολλὰ πρὸ τοῦ ἐμεῖν τὰ ἀναδιδόμενα ἀπʼ αὐτῶν ᾖ· τῇ δὲ ὑστεραίᾳ ἀριστᾶν τε καὶ ἱδρῶτας καὶ λουτρὰ ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισμένα ἐπαναγαγεῖν.»
ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν ἄλλοις μὲν τοῖς βοηθήμασιν ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ χρώμενον δὲ φλεβοτομίᾳ, καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ συγγράμματος, ἔνθα φησίν· «ἐννοεῖν δὲ χρὴ καὶ τὰ τοιαῦτα διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταὐτὰ φέρονται πάθη, ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος, λέγω δὲ πληθώρας, οὐ πᾶσιν ἐπὶ τοὺς αὐτοὺς τόπους εἴθισται ἡ ὁρμὴ φέρεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ τὴν κοιλίαν, ἄλλοις δὲ ἐπὶ τὰ ἄρθρα, ἕκαστον οὖν δεῖ συναρθροῦντα τὰ εἰθισμένα ἑαυτῷ συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῶ εἰθισμένῳ εἰς ἐπιληπτικὰ φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικά, ἀλλὰ τῷ μὲν εἰς πόνους ἀφειδῶς δοτέον, τῷ δὲ φυλακτέον τὰ ἐπιπονώτερα γυμνάσια. κίνδυνος γὰρ ἂν ἦν ἐν τῷ διαπονεῖν ἀρχὴν ῥήξεως γενέσθαι. ὁμοίως δὲ τῷ μὲν εἰς ἐπιληπτικὰ φερομένῳ ἀφειδῶς αὐτὸν διδόναι εἰς ἀσιτίαν τε καὶ ὀλιγοσιτίαν, τὰ δὲ πλείω λουτρὰ καὶ μεταβολὴν ἰσχυρὰν ποιοῦντα φυλακτέον. τῷ δὲ ἐπὶ νεφριτικὰ πάθη φερομένῳ σιτία μὲν ἐλαφρὰ ποιεῖν, λουτροῖς τε ἀφειδῶς χρῆσθαι, τὸ δὲ πινόμενον οὐκ ἐπιτήδειον συστέλλειν, ἵνα μὴ δριμέων τῶν οὔρων γιγνομένων, ἀναδάκνωνται οἱ τόποι διʼ ὧν φέρεται ἡ ἔκκρισις, ἐργῶδές τε καὶ τὸ διαπονεῖν πλείω τοῖς τοιούτοις. οἷς δʼ ἐπὶ σπλῆνα ἢ τὸ ἧπαρ εἴθισται φέρεσθαι, κόπους τε καὶ ψυχρολουσίαν εὐλαβητέον, ἀσιτίαις δὲ καὶ ὀλιγοσιτίαις καὶ λουτροῖς τὸ ἐπίπαν τὴν φυλακὴν ποιεῖσθαι».
δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθʼ ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπʼ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἵνʼ οἱ γυμναζόμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος, ἔτι διασῴζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ καὶ τοῦτʼ ἐν τοῖς Ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς ἄλλοις τε καὶ Ἐρασιστράτῳ ...
Περὶ ὑγείας καὶ νόσου καὶ γήρως
Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ ἀπεψίας καὶ φθοράν, τὴν δὲ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείας περιποιητικά.
Ἐρασίστρατος ἔλεγε «πλῆθος καὶ διαφθορὰ τἀνωτάτω αἴτια»
κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην ὡς ἐπίπαν μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθʼ ὃν μὲν ἡ παρέμπτωσις εἰς τὰς ἀρτηρίας τοῦ αἵματος.
οἱ μὲν μόνοις τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος· οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι, τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν ὡς Ἐρασίστρατος καὶ Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ τῷ διήκοντι διʼ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι τε καὶ διοικεῖσθαι, καὶ τὰ νοσήματα πάντα τούτου πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο, ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι
οὕτω δὲ δύσκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε καὶ διάκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χαλεπότητα τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν.
Ἀτροφίας αἰτία Ἐρασίστρατος μὲν κατὰ κένωσίν φησι γίνεσθαι τῶν φλεβῶν τὴν ἀτροφίαν ὥσπερ κατὰ πλήρωσιν τούτων τὴν θρέψιν. εἴη δʼ ἂν αἰτία τούτων ὁτὲ μὲν ἀσθένεια τῶν φλεβῶν, ὁτὲ δὲ τῶν χυμῶν παχύτης· διʼ ἀμφότερα γὰρ ταῦτα δύνανται κενοῦσθαι αἱ φλέβες.
Ἀποπληξίας αἰτία Ἱπποκράτης δὲ καὶ Ἐρασίστρατός φασιν περὶ τὸν ἐγκέφαλον φλέγματος ψυχροῦ καὶ παγετώδους γίνεσθαι σύστασιν. ὑφʼ οὗ καὶ τὰ ἀπὸ τούτου πεφυκότα νεῦρα πληρούμενα μὴ παραδέχεσθαι τὸ ψυχικὸν πνεῦμα, ἀλλʼ ἐγκαταπνιγόμενον τοῦτο κινδυνεύειν ἀποσβησθῆναι.
Φρενίτιδος αἰτία Ἐρασίστρατος μὲν ἐξ ἀκολουθίας τῶν ἑαυτοῦ δογμάτων φησὶ τὴν φρενῖτιν κατά τι πάθος τῶν κατὰ τὴν μήνιγγα ἐνεργειῶν· οὗ γὰρ τόπου κατʼ αὐτὸν ἡ νόησις φρόνησις, ἐπὶ τούτου ἡ παρανόησις παραφρόνησις ἂν εἴη.
Ληθάργου αἰτία Ἐρασίστρατος μὲν κατὰ τὸ ἀκόλουθον αὑτοῦ φησι γίνεσθαι τὸν λήθαργον κατά τι πάθος τῶν περὶ τὴν μήνιγγα ψυχικῶν δυνάμεων, ἀφʼ ὧν δὴ γίνεσθαι τὸν λήθαργον.
ὥστε μὴ παρʼ Ἐρασιστράτου μηδὲ παρά τινος τῶν νεωτέρων μανθάνειν ἀναγκαῖον ἡμῖν, ὡς καὶ ὀφθαλμία καὶ ὠταλγία περιοδίζουσιν, ἀλλὰ παρὰ τοῦ εὑρόντος ἅμα καὶ τελειώσαντος τὴν ἰατρικήν.
Πλευρίτιδος αἰτία
Τὴν πλευρῖτιν Ἐρασίστρατος μέν φησι τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος εἶναι φλεγμονήν, ὁ δὲ Διοκλῆς καὶ τῶν περὶ τὰς πλευρὰς φλεβῶν ἔμφραξιν. αἵπερ κατὰ τὰ ἐξημμένα τῶν ὀστῶν τέτανται. πιστοῦνται δὲ ἀμφότεροι πλευρᾶς τὸ πάθος τῷ ἐπίπονον εἶναι τὸ νόσημα καὶ τῷ τὰ ἀλγήματα διήκειν μέχρι κλειδὸς καὶ τρίτον τῷ εἰ μὴ ἀναπτυσθείη ἐν ταῖς κυρίαις ἡμέραις, ἀπόστημα περὶ τὰς πλευρὰς γίνεσθαι καὶ ἐὰν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέραις, ἀφʼ ἧς ἂν ῥῆξις γένηται, παύονται, εἰ δὲ μὴ, εἰς φθίσιν μεθίστανται.
Ἐρασίστρατος ἔμφραξιν ἡγεῖτο γίνεσθαι τοῦ τείνοντος ἀπὸ τῆς χοληδόχου κύστεως ἐπὶ τὰ ἔντερα πόρου· μέθʼ ἣν ἀναχεῖσθαι τὴν χολὴν διὰ τῆς κοίλης εἰς ὅλον τὸ σῶμα
ἰσχουρία γὰρ ἕν τι πάθος ἐστίν, ἀλλʼ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν, ἂν δὲ διὰ φλεγμονήν, καταπλάσσομεν, ἂν δὲ διʼ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, ὥσπερ ὁ Ἐρασίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀρρωστοῦντα, καὶ ἀφρονίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς.
Ἐρασίστρατος δέ φησι μέγιστον εἶναι προφυλακτικὸν ἐπὶ τῶν θερμοτέρων ἕξεων, ὅταν ἡλιοῦσθαι μέλλωσιν, εἰ σπόγγον πλατὺν καὶ πυκνὸν καὶ κοῖλον βρέξας εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιθήσεις τῇ κεφαλῇ.
ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον.
Πῶς γίνεται πυρετὸς καὶ εἰ ἐπιγέννημά ἐστιν.
Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετός ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάσσης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δὲ ἐμπεσόντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τοῦ πνεύματος, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα· ἀρέσκει δὲ αὐτῷ καὶ ἐπιγέννημα εἶναι τὸν πυρετὸν.
ἐπὶ τῶν πυρεσσόντων ἔρευθος καὶ ἡ τῶν ἀγγείων προπάλεια καὶ ὁ ἔνικμος χρὼς καὶ ἡ πλείων θερμασία καὶ ἡ σφοδρότης τῶν σφυγμῶν καὶ τὰ λοιπὰ σημεῖα τοῖς ὁμοίως κατά τε τὰς αἰσθήσεις καὶ τὴν ἄλλην σύγκρισιν διακειμένοις οὐ τοῦ αὐτοῦ προσπίπτει σημεῖα, οὐδʼ ὡσαύτως πᾶσι φαίνεται, ἀλλʼ Ἡροφίλῳ μὲν λόγου χάριν ὡς ἄντικρυς χρηστοῦ αἵματος σημεῖα, Ἐρασιστράτῳ δὲ ὡς μεταπτώσεως τῆς ἐκ φλεβῶν εἰς ἀρτηρίας. Ἀσκληπιάδῃ δὲ ὡς ἐνστάσεως νοητῶν ὄγκων ἐν νοητοῖς ἀραιώμασιν.
ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ τὰ ἔσχατα τῶν αἰτίων θεωρῆσαι· τὸ γὰρ ἐγγυτάτω τοῦ πάθους αἴτιον ἂν συνοφθῇ, πυρετοῦ μὲν ἔνστασις ἢ παρέμπτωσις.
ἀρέσκει δʼ αὐτῷ πνεύματος μὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵματος δὲ τὴν φλέβα· σχιζόμενα δʼ ἀεὶ τὰ μείζω τῶν ἀγγείων εἰς ἐλάττονα μὲν τὸ μέγεθος, ἀριθμὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώματος ἐνεχθέντα — μηδένα γὰρ εἶναι τόπον ἔνθα μὴ πέρας ἀγγείου κείμενον ὑπάρχει —, εἰς οὕτω σμικρὰ πέρατα τελευτᾶν, ὥστε τῇ μύσει τῶν ἐσχάτων στομάτων κρατούμενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷμα· καὶ διὰ τοῦτο καίτοι παρακειμένων ἀλλήλοις τῶν στομάτων τοῦ τε τῆς φλεβὸς καὶ τοῦ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις μένειν τὸ αἷμα μηδαμόθι τοῖς τοῦ πνεύματος ἐπεμβαῖνον ἀγγείοις. μέχρι μὲν δὲ τοῦδε νόμῳ φύσεως διοικεῖσθαι τὸ ζῷον.
ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷμα μεταχθῆναι, αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ μηδεμιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵματος, ὑφʼ οὗ διατείνεσθαι μὲν τὸν χιτῶνα τῆς φλεβός, ἀναστομοῦσθαι δὲ τὰ πρότερον μεμυκότα πέρατα, μεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας τὸ αἷμα, κἀντεῦθεν τῷ παρὰ καρδίας φερομένῳ πνεύματι προσκόπτον καὶ ἐνιστάμενον, ἀλλοιοῦν τὴν ἐκείνου κίνησιν, ἡνίκʼ ἂν ἐγγὺς ᾗ καὶ κατʼ εὐθὺ τῆς ἀρχῆς, καὶ τοῦτʼ εἶναι τὸν πυρετόν.
ὠθούμενον δὲ ὑπʼ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτʼ εἶναι τὴν φλεγμονήν. οὕτω μὲν ἐπὶ πλήθει φλεγμονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύματι δὲ φλεγμονῆς αἰτιᾶται μὲν κἀνταῦθα τὴν παρέμπτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵματος, αὐτῆς δὲ τῆς παρεμπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωμένῳ μέρει διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦμα καὶ κίνδυνος ᾖ κενὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστομώσεις τὸ αἷμα, τοῦ κενουμένου πνεύματος τὴν βάσιν ἀναπληροῦν· ἀνεωγότος μὲν τοῦ τραύματος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ μύσαντος ἔνδον ὠθούμενον ὑπὸ τοῦ παρὰ καρδίας ἀποπεμπομένου πνεύματος ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦμα τόποις, καὶ τὴν φλεγμονὴν οὕτως ἐργάζεσθαι.
πάντα γὰρ ταῦτα ἀναγκαῖον ἦν συμπίπτειν κατὰ τὸν Ἐρασίστρατον οὕτως, ὅτε μήτε τὰς κινήσεις τῶν ἀρτηριῶν ὑπελάμβανε τεταγμένας διαμεῖναι δύνασθαι μήτε τὴν τοῦ πνεύματος χορηγίαν ἐν ἅπασι τοῖς μορίοις ἀκώλυτον, ὅταν μὴ κεναὶ παντελῶς αἵματος ὑπάρχωσιν, ἕπεσθαί τε πυρετὸν ἐξ ἀνάγκης, ὅταν εἰς τὰς ἐντὸς τῶν βουβώνων καὶ μασχαλῶν ἀρτηρίας αἵματος παρέμπτωσις γένηται.
εἴρηται τὸ φαινόμενον ὑπʼ Ἐρασιστράτου κατὰ τὴν τῶν Πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασιν τοῖς στόμασι τῶν ἀγγείων οἷς εἰς ὑπερεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλʼ ὑπʼ Ἐρασιστράτου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστʼ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δʼ ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν οἶμαι καὶ τριγλώχινας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς. ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους — οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην - ὁμοιότατοι μὲν τὸ εἶδος ἀριθμῷ δʼ οὐκ ἴσοι· μόνῳ γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι. τῶν δʼ ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς. ἐξάγει δʼ, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων, αἷμα μὲν εἰς τὸν πνεύμονα τὸ ἕτερον αὐτῶν, πνεῦμα δʼ εἰς ὅλον τὸ ζῷον τὸ ἕτερον· ἡ δὲ χρεία δὲ τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπερησίας τῇ καρδίᾳ χρόνων ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δʼ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκομένοις. οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαμενήν, ἀλλʼ αὐτὴν τὴν καρδίαν διαστελλομένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ, ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας ἄλλους ἔλεγεν ἐπικεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα καθʼ ὃν ἡ καρδία χρόνον χορηγῇ τὰς ὕλας, ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα μηδενὶ τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσι, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόματα μηδὲν τῶν ἑλχθέντων ὑπʼ αὐτῆς αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντος.
εἰρήσεται καὶ ὅτι τὰ τῆς καρδίας ὦτα τῶν κοιλιῶν αὐτῆς ἐκτός ἐστιν· εἰ δέ τις αὐτὰ μέρη τοῦ σπλάγχνου θέμενος, ὥσπερ Ἡρόφιλος, ἐπὶ πλεῖον ἐξέτεινε τὸν ἀριθμὸν τῶν στομάτων καὶ ταύτῃ δόξει διαφωνεῖν Ἐρασιστράτῳ τε καὶ ἡμῖν εἰρηκόσι δʼ τὰ πάντα εἶναι στόματα τῶν κατὰ τὴν καρδίαν τεττάρων ἀγγείων.
Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φησὶν εἶναι τὴν κοιλίαν ταύτην.
καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου καθʼ ἓν μόνον βιβλίον τὸ πρῶτον Περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφηναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν.
ὁ μὲν πρῶτος ὑπʼ αὐτοῦ γεγραμμένος οὐσιώδης ἐστὶ κατὰ τὴν Ἐρασιστράτου δόξαν συγκείμενος, ἐπειδὴ καὶ τὰς ἀρτηρίας, ὣς καὶ πρόσθεν ἔφην, οἴεται διαστέλλεσθαι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος. ἀξιοῦσι γὰρ ἡμᾶς ἐπιπλήρωσις, οὐ πλήρωσιν λέγειν, ἵνα μή τις ὑπονοήσῃ πᾶν ἐκκενοῦσθαι τὸ πνεῦμα τῶν ἀρτηριῶν ἐν ταῖς συστολαῖς. ὁ δὲ δεύτερος ὅρος ἐφάπτεται καὶ τοῦ τῶν δυνάμεων λόγου, βέλτιον ὑπʼ ἄλλων Ἐρασιστρατείων συντιθείς, ὅσοι τὸν σφυγμὸν ἔφασαν εἶναι διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας, ὑπὸ ζωτικῆς τε καὶ ψυχικῆς δυνάμεως ἐπιτελουμένην. αὐτὸς γὰρ ὁ Ἐρασίστρατος ἐν τοῖς Περὶ πυρετῶν ἀπεφήνατο σαφῶς οὐ μόνον ζωτικὴν δύναμιν εἶναι κατὰ τὴν καρδίαν, ἀλλὰ καὶ ψυχικήν.
Χρύσιππος διὰ τοῦ σφυγμοῦ σημειούμενος τὸν πυρετὸν πυκνότερον ἀπεφήνατο τοῦ κατὰ φύσιν σφυγμοῦ, ὥς φησιν Ἐρασίστρατος, καὶ κριτήριον τῆς πυκνότητος ὑπετίθετο τὸν διατείνοντα μέχρι τεσσάρων ἀριθμοῦ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων, πυκνοτέρας μὲν γὰρ γινομένης τῆς κινήσεως τῶν ἀρτηριῶν καὶ ἓν ἀπὸ τῶν ἀριθμῶν ἢ δύο ἐκθλίβεσθαι πρὸ τοῦ ἀρθμῆσαι τὰ τέσσαρα φθανούσης τῆς ἀρτηρίας πάλιν διαστέλλεσθαι, πυρετοῦ σημεῖον ᾤετο τοῦτο τυγχάνειν. τίς ἡ Ἐρασιστράτου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων.
καὶ αὐτὸς δὲ Ἐρασίστρατος ἀεὶ παρεπόμενον οἴεται τῷ πυρετῷ … τυγχάνειν, κἂν μὴ παρῇ πλῆθος θερμασίας, ὡς ἐν τοῖς Περὶ πυρετῶν φησιν οὕτως «τοῖς πυρέττουσιν ἡ κίνησις πυκνοτέρα μὲν γίνεται πᾶσι, σφοδροτέρα δὲ τοῖς πλείστοις», ταύτην τὴν πυκνότητα ἰδίωμα σώζειν λέγει ὡς ἐπὶ φλεγμονῇ τετραμμένην καὶ λόγῳ μὲν ἀνεξέταστον καὶ ἀνερμήνευτον, ὑπὸ δὲ τῆς τριβικῆς γυμνασίας διὰ τῆς ἁφῆς καταλαμβάνεσθαι, παραθήσομεν δὲ καὶ αὐτοῦ λέξιν Ἐρασιστράτου τοῦτον ἔχουσαν τὸν τρόπον· «μόνη δʼ ἡ περὶ τῇ κινήσει διάθεσις τῶν πυρεσσόντων εὐσύνοπτος καὶ ἀκριβὴς τῷ γε ἕξιν ἔχοντι καὶ οὐ διαψευδομένῳ ἀλλʼ αὐτήν τε τὴν τῆς φλεγμονῆς ἐπίτασιν καὶ ἄνεσιν καὶ τὴν περὶ ὅλον τὸ σῶμα διάθεσιν ἱκανῶς διασημαίνει»
ὅ γε μὴν Ἐρασίστρατος ἔοικεν οὐ τὴν κατὰ φύσιν ἐν ἀρτηρίαις κίνησιν ὀνομάζειν σφυγμόν, ἀλλὰ μόνην τὴν ἐπὶ φλεγμονῇ. δῆλον δὲ ἐκ τῶν ῥήσεων αὐτοῦ τῶν ἐν τῷ πρώτῳ Περὶ πυρετῶν, ἐν αἷς κίνησιν μὲν ἀρτηριῶν ὀνομάζει τὸν κατὰ φύσιν ὑφʼ ἡμῶν καλούμενον σφυγμόν, ὃν δʼ αὐτὸς ἐπὶ φλεγμονῇ τὴν μεταβολὴν ἔχειν φησί, σφυγμὸν φαίνεται καλῶν, ὡς οὐ κατὰ πάσης κινήσεως ἀρτηριῶν ἐπιφέρειν ἡγούμενος χρῆναι τὴν τοῦ σφυγμοῦ προσηγορίαν, ἀλλʼ ἐπʼ ἐκείνης μόνης, ἥ τις ἐξίσταται τοῦ κατὰ φύσιν ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν διαθέσεως.
ὑπὲρ δὲ τῶν ἐπὶ τραύμασιν ἐν πρώτῳ πάλιν Περὶ πυρετῶν ὧδέ πώς φησιν· «ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγμαντα πάντα γίνεσθαι τὰ τραύματα· τῶν γὰρ φαρμάκων τὰ μὲν περιχριόμενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ μύοντα κωλύει τὴν σφήνωσιν τοῦ ἄνωθεν κεχυμένου αἵματος ἐπὶ τοὺς διῃρημένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν ἀνεστομωμένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς τόπους μετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεμπεπτωκότος αἵματος εἰς τὰς ἀρτηρίας.» εἶτα ἐφεξῆς πάλιν· «ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας, τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται».
τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δʼ ἐξ ἀρχῆς πτισάνην ἐδίδοσαν· ἄλλοι δʼ ἐφυλάττοντο μή ποτε κριθὴν καταπίῃ ὁ ἀρρωστῶν. Πετρωνᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος, οἱ Ἱπποκράτους ἀκροαταί, οὐχ ὅπως οἶνον, ἀλλʼ οὐδὲ ὕδωρ ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους. οἳ ἦσαν δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων δύο ἢ τρεῖς παρέμετρον τοῖς ἀρρωστοῦσι.
Ἐρασίστρατος μὲν ἐν τοῖς Περὶ πυρετῶν κακοήθως πάνυ διαβάλλει τὸν Ἱπποκράτην, τοὺς μαθητὰς αὐτοῦ δῆθεν μεμφόμενος Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕς φησι κηρίνους κυάθους δώδεκα ποιήσαντας εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης κύαθον, ἕνα τούτων ἢ δύο ἀπομετρεῖν τοῖς πυρέττουσιν.
εἴρηται δὲ καὶ ὑπʼ Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον Περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις διὰ ταχέων τε καὶ σαφῶς, ἀκολουθήσαντος αὐτοῦ τῷ Ἱπποκράτει πάντως. διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατρούς, τούς τε μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς κάμνοντας καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ λέξιν οὕτως· «ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας. πεπαυμένοι ἂν ἦσαν τοῦ ἰατρεύειν οὕτως οἱ θεραπεύοντες· ἀλλʼ ὡς ἔοικεν οὐκ ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς θεραπείας.»
ἐπιπόλαιον δίψαν ἀκουστέον ἐστὶ τὴν πάνυ μικράν, ἥτις οὐτʼ ἀπὸ παντὸς τοῦ σώματος οὔτʼ ἀπὸ μεγάλης διαθέσεως γίνεται τῶν κατὰ γαστέρα μορίων, ἀλλʼ ὡς Ἐρασίστρατος ἔφη, ξηραινομένων ἢ ἐκθερμαινομένων τῶν τόπων, διʼ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν.
καὶ τί θαυμαστὸν, ὅπου γε καὶ ὁ Ἐρασίστρατος τὰς ἐν τοῖς οὔροις ὑποστάσεις ἐπὶ τῶν πυρεσσόντων οὐ τοῦτον εἶναι τὸν χυμόν, ἀλλὰ πῦον ἡγεῖται, μηδʼ ὅτι τῶν ὑγιαινόντων τοῖς ἀδδηφαγοῦσιν ὑφίσταται πολὺ τὶ τοιοῦτον γινώσκων.
εἰ δέ τις οὐ συγχωρεῖ διαφέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροις ἢ πτύσμασιν ἢ διαχωρήμασι, δυοῖν θάτερον οὗτος πέπονθεν· ἢ ἑκὼν πανουργεῖ διὰ τὴν ἀκολουθίαν τὴν πρὸς τὸ δόγμα, καθάπερ Ἐρασίστρατος, ἐπὶ φλεγμονῇ γίνεσθαι βουλόμενος ἅπαντας τοὺς Πυρετούς, ἢ σοφιστής ἐστιν ...
οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ δευτέρῳ Περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· «καλῶς οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατʼ ἰατρικὴν γυμνάζεσθαι καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων ἀζήτητον ἀφεῖναι, ἀλλʼ ἐπισκοπεῖσθαί τε καὶ πραγματεύεσθαι. κατὰ τίνα διάθεσιν ἕκαστον αὐτῶν γίνεται. συνέβη γάρ ποτε γυναίου ἐν πυρετοῖς ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν μελάνων οὔρων ἔκκρισιν γίνεσθαι. οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται, ζητουμένης τε τῆς ἐκκρίσεως κατὰ τίνα διάθεσιν γεγένηται ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῶν καθάρσεων, οὐ γενομένης δὲ ταύτης τῆς ἐκκρίσεως ἐπὶ τὴν κύστιν ὁρμὴν λαβεῖν τὰ συνῃλειμένα. καὶ διὰ τὴν τούτων ἔκκρισιν κουφισμὸν μᾶλλον ἄν τις ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυσκολίαν γίνεσθαι· ὃ δὴ καὶ ἐπὶ τοῦ φαινομένου συνέβαινεν.»
φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κἀν τρίτῳ Περὶ πυρετῶν κατὰ λέξιν οὕτω· «περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀρρωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων· γίγνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθʼ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τῶν ἀγγείων τῆς τροφῆς. ἔτι πλέονάς τε καὶ ἰσχυροτέρας συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι.» ταῦτα μὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύματος γιγνομένων φλεγμονῶν.
περὶ οὗ πράγματος κακῶς ἔλεγον οἱ πολλοὶ τῶν παλαιῶν, μᾶλλον δὲ Ἐρασίστρατος, ὃς περὶ τὰ ἄλλα ἄριστος ἔδοξε, περὶ δὲ τούτου δὲ οὐδὲν εἶχεν εἰπεῖν ἀλλʼ οὐδὲ μέχρι τοῦ μετρίου πιθανόν· ἡγεῖται γὰρ ἄχρηστον ὅλως τὸ ἐπίστασθαι, ὅπως τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται καὶ πῶς διὰ πέψεως οἱ χυμοὶ καὶ πῶς ἐν ταῖς φλεψὶν ἡ χολή, καὶ νομίζει τῆς κενώσεως μόνης φροντιστέον, ἀμελητέον δὲ τῆς γενέσεως. τοῦτο δὲ σαφῶς εἶπεν αὐτὸς ἐν τῷ τρίτῳ Περὶ τῶν πυρετῶν, ἐξαπατᾶται δέ.
οὗτος ὁ κόπος οὐδʼ ὡρῶν ὀλίγων, μή τί γε δυοῖν ἢ τριῶν ἡμερῶν τῆς Ἐρασιστράτου βραδυτῆτος ἀνέχεται, ἀλλʼ αὐτίκα πυρετὸν ἐπιφέρει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ τοῦ αἵματος.
κατὰ δὲ τὸν αὐτὸν τρόπον εὔλογον γίγνεσθαι καὶ τὰς ἐκ τοῦ θώρακος αἵματός τε καὶ πύου πτύσεις, ἐφʼ ὧν Ἐρασίστρατος ζητῶν τὰς ὁδούς, ἀπίθανα γράφει κατὰ τὸ Περὶ τῆς ἀναγωγῆς τοῦ αἵματος ἐν τῇδε τῇ ῥήσει· «ἡ δὲ ὁδὸς ἐπὶ τὴν ἀναγωγὴν τοῦ αἵματος τοῖς ἀπὸ τούτων τῶν τόπων ἀναφερομένοις τοιαύτη τις γίγνεται. ἀπὸ τῆς παρὰ τὴν ῥάχιν κειμένης ἀρτηρίας ἀποφύσεις εἰσὶν ἀγγείων παρʼ ἑκάστην πλευράν, ὁμοίως ἐκ τε τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν· αὗται δʼ εἰς τοὺς πλησίον τόπους ἐπὶ πλεῖον σχιζόμεναι εἰς ἄδηλα τῇ αἰσθήσει ἀποτελευτῶσιν. ὅταν οὖν γένηταί τις εἰς ταύτας τὰς ἀρτηρίας παρέμπτωσις αἵματος. κατὰ τὴν κοίλην ἀρτηρίαν ἐνίοτε λαμβάνει τὴν ἀναφορὰν ἐπὶ τοὺς περὶ τὸν πνεύμονα τόπους καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τις καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ἐκ δὲ τοῦ πνεύμονος, ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται.»
θαυμάσαι δὲ ἔστιν ἔτι μᾶλλον, ὅπως αὐτὸς Ἐρασίστρατος ἐπιμελέστατα περὶ τῆς τοῦ πύου κενώσεως, ἥν τʼ ἐν τοῖς ἐμπυήμασιν ἴσχει, τὴν μάχην οὐ σύνοιδεν, ἣν ἡμῖν καὶ ἅπασι τοῖς ἄλλοις ἀνθρώποις οἱ δύο λόγοι πρὸς ἀλλήλους ἔχειν φαίνονται. γνωσθήσονται δʼ ἐναργῶς, παραγραφείσης αὐτοῦ τῆς ῥήσεως, ἐχούσης κατὰ λέξιν οὕτως· «ἐν δὲ τοῖς αὐτοῖς τούτοις πάθεσι πύου ἀνακάθαρσις ἐνίοτε πολλοῦ γίνεται· ἡ δʼ αἰτία τούτου παρὰ τὴν φύσιν τῶν ἀγγείων γίνεται· ἐπιλογισμὸς δʼ αὐτῶν ὅδε· ἐκ τῆς καρδίας ἀπόφυσις φλεβὸς εὐμεγέθης κεῖται παρὰ τὴν ῥάχιν, ἀποτελευτῶσα καθʼ ὃν τόπον αἱ φρένες ἐκ τῶν σπονδύλων ἐκπεφύκασιν· ἀπὸ δὲ ταύτης αἱ παρὰ τὰς πλευρὰς τείνουσαι καὶ ταῖς ἀρτηρίαις παρακείμεναι φλέβες τὴν ἀπόφυσιν ἔχουσιν. ὅταν οὖν ἕλκωσις ἐν τοῖς τόποις τούτοις ἢ ἀπόστημα γένηται, πλείονος πύου συναγωγὴν ποιούμενον, εἰς μὲν τὸ μεταξὺ τοῦ πνεύμονος καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως τὴν ἔκχυσιν λαμβάνει, διὰ τὸ τὸν ὑμένα ὑπεζωκότα τὰς πλευρὰς νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι· συρρήγνυται δʼ εἰς τὰ ἐντὸς ἀγγεῖα τοῦ ὑμένος κείμενα. λεπτοτέρας δὲ καὶ ἀσθενεστέρας οὔσης τῆς φλεβὸς ἢ τῆς ἀρτηρίας, πρότερα ταῦτα τὰ ἀγγεῖα τῶν περὶ τὰς ἀρτηρίας διαιρεῖται· κατὰ δὲ τὰς διαιρέσεις ἡ ἀνάχυσις τοῦ πύου εἰς τὰς φλέβας γίνεται. ἐπὶ μὲν οὖν τοὺς κάτω τόπους οὐ γίνεται τοῦ πύου διέξοδος, διὰ τὸ μὴ διικνεῖσθαι τὴν φύσιν τῶν φλεβῶν, ἀλλὰ τὴν ἀποτελεύτησιν ἔχειν, καθάπερ εἴρηται, κατὰ τὴν ἔκφυσιν τοῦ διαφράγματος· πληρουμένων δὲ ἀεὶ τῶν συνεχῶν τόπων, τὴν ἐπάνοδον λαμβάνειν ἀναγκαῖον εἰς τοὺς ἐπάνω τόπους. ἐπινοεῖν οὖν δεῖ τὴν γινομένην κατὰ τὴν ἀναπνοὴν τοῦ πνεύμονος ἐνέργειαν, καὶ τὴν ὁλκήν τε καὶ δίωσιν τοῦ πνεύματός τε καὶ τῶν ὑγρῶν, καὶ ὅτι κατὰ τοῦτον τὸν τρόπον ἡ τοῦ πύου ἐπάνοδος ἀπὸ τῶν πλευρῶν εἰς τὸν πνεύμονα γίνεται· ἡ δʼ ἐκ τοῦ πνεύμονος ἀναγωγὴ ὃν τρόπον γίνεται, πρότερον εἴρηται.»
σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτομίας ἔστιν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ Περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον μᾶλλον, ὡς ἄν τῳ δόξειε, ἢ μετά τινος ἀξιολόγου σπουδῆς. μάθοις δʼ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε· «ἀποδέσεις δὲ ποιεῖσθαι ἐρίοις παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδενὶ παρακολουθοῦντες αἵματος χάριν ταῦτα ποιοῦντες, ἀλλʼ ἀποπιέζοντας ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτομία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅταν ἀποδεθῇ τὸ φλεβοτομούμενον μέρος τοῦ σώματος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμβάνεται τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι καὶ τοῖς βραχίοσιν. ἐλάσσους γὰρ γινομένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δʼ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος, οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. ὁ δὲ τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώματι κατεργαζομένην εἰς τόπους ἀλύπους μεταστησάμενος, καθʼ ὃν καιρὸν ὁ τῆς ἐκλύσεως κίνδυνος … ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίμου ταύτῃ δὴ χρώμενος καὶ μηδὲν προσφέρειν ἀναγκαζόμενος, ἄκρως περιττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ διʼ ὅλου ἀκολουθῶν αὐτὸς ἑαυτῷ.»
οὐ μήν γε ὁ Ἐρασίστρατος ἔγραψεν ὑπὲρ αὐτῶν, ὥσπερ γε οὐδὲ ἐν τοῖς Περὶ παραλύσεως ἢ Περὶ ποδάγρας. αἰτιᾶται μὲν γὰρ κἀκεῖ τὴν πληθώραν, οὔτε δὲ φλεβοτομίας … οὔτε τινὶ τῶν δραστηρίων χρῆται καθαρτικῶν φαρμάκων. ἔτι δὲ ἐναργέστερον ἐδήλωσε τὴν ἑαυτοῦ γνώμην ἐν τῷ Περὶ αἵματος ἀναγωγῆς, ἐν ἐκείνῳ τῷ μέρει τοῦ γράμματος ἔνθα φησὶν ἐνίους τῶν ἀνθρώπων εἰς κίνδυνον ἥκειν αἵματος ἀναγωγῆς ἐπισχεθείσης αὐτοῖς συνήθους ἐκκρίσεως. μεμνημένος γὰρ ἅμα ταῖς ἄλλαις ἐπισχέσεσι καὶ τῆς τῶν αἱμορροίδων ἀφαιρέσεως, οὐχ ἁπλῶς εἶπεν ὅτι κενοῦν χρὴ τοὺς τοιούτους, ἀλλὰ καὶ κατʼ εἶδος ἔγραψε τὰ κενωτικὰ βοηθήματα, καθάπερ ἐν τοῖς ἄλλοις βιβλίοις, οὕτω κἀνταῦθα, τὰ δοκοῦντα αὐτῷ πάντα χωρὶς τῆς φλεβοτομίας. ἔχει δὲ ἡ ῥῆσις ὧδε· «τοῖς μὲν οὖν νῦν ἐνεστῶσιν οἷς ἔκρυσις αἵματος πλείων εἴθισται γίγνεσθαι. ἐκκρίσεις ἁρμόττοιεν ἂν οὐρήσεών τε καὶ ἱδρώτων. ἁρμόζει δὲ καὶ ἡ συστολὴ τῶν προσφερομένων καὶ περιπάτων πλῆθος ἐπιπέδων μὴ ταχέων.»
ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς ὑπὸ τοῦ τοιούτου χυμοῦ γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς, ἀλλὰ τούς γε γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους γίνεσθαι γράψας οὕτως· «τὸ μὲν οὖν πάθος συμβαίνει παρεμπτώσεως ὑγρῶν γινομένης εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, διʼ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις συντελοῦνται.» καὶ μετʼ ὀλίγα «ἡ δὲ παρέμπτωσις» φησί, «γίνεται ἐκ τῆς τροφῆς, ὑφʼ ἧς τὰ νεῦρα τρέφεται· αὕτη δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτος». ὅτι δὲ καὶ ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτι εἶπεν.
παραλύσεως αἰτία
Ἐρασίστρατος μέν φησι κατὰ τὸ ἀκόλουθον τῶν ἐν ταῖς φλεψὶν ὑγρῶν εἰς τὰ τῶν νεύρων κοιλώματα, διʼ ὦν αἱ κατὰ προαίρεσιν κινήσεις γίνονται, παρεμπιπτόντων καὶ τὴν καταφερομένην δύναμιν ἀπὸ τῆς ἀρχῆς εἰς τὸ σῶμα κωλυόντων.
εἶτα διττῶς αὐτῶν γιγνομένων, ὡς Ἐρασίστρατος ἐν τοῖς Περὶ Παραλύσεως εἶπεν «αἱ μὲν γὰρ ξυνάγουσι καὶ ξυντείνουσιν, αἱ δὲ ἐκλύουσί τε καὶ χαλῶσιν τὰς διαρθρώσεις» εἰρῆσθαί φασι νῦν ἀπʼ αὐτοῦ τὸ κατʼ ἔκλυσίν τε καὶ χάλασιν τῶν νευρωδῶν σωμάτων εἶδος τῆς παραπληγίας.
ἡ μὲν οὖν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις, ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνην ἀποτυχίαν φέρει· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δʼ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἄλλην γέ τινα βλάβην ἰδίαν ἔχει, καθʼ ἅπερ ἡ μᾶλλον· αὕτη γὰρ ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δʼ ἐξ ὑστέρου καὶ πυρετοὺς καὶ σπασμούς, ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατʼ ὦμον ἄρθρου διαταθέντος ἐπὶ πλέον.
Ἐρασίστρατος δʼ ἐν τῷ δευτέρῳ Περὶ παραλύσεως ὧδέ πως ἔγραψεν· δεῖ δὲ πολλὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν. λέγω δὴ τὸ τοιοῦτον· πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνήθεις ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται. βρώματά τε ὅσα συνήθη δυσπεπτότερα ὄντα ἔνιοι ῥᾷον πέττουσιν ἢ τὰ ἀσυνήθη εὐπεπτότερα ὄντα. ἐκκρίσεις δὲ καὶ τὰς συνήθεις, κἂν ἀλυσιτελεῖς ὦσιν, εἰς συνήθειαν δὲ ἥκωσι, ἐπιζητεῖ τὸ σῶμα καὶ ἀποστερούμενον τούτων εἰς νόσους ἐμπίπτει, οἷον γίνεται περί τε τὰς τῶν αἱμορροίδων φορὰς καὶ τὰς καθάρσεις, ἃς ἔνιοι αὑτοῖς συνήθεις ποιοῦνται, καὶ διʼ ἑλκῶν κατὰ χρόνον ἐκπιπτόντων καὶ ἰχορροούντων, καὶ ὡς ἐνίοις κατά τινας καιροὺς χολέραι γίνονται. ἁπάσας γὰρ τὰς τοιαύτας ἐκκρίσεις ἀλυσιτελεῖς οὔσας ἐπιζητεῖ τὸ σῶμα καὶ μὴ γινομένων αὐτῶν κατὰ τοὺς εἰθισμένους καιροὺς εἰς πάθη ἐμπίπτουσιν, οἷς συνήθη τὰ τοιαῦτα.
φαίνεται δὲ καί τινα τοιαῦτα γινόμενα κατὰ τὰς συνηθείας· ὧν ἐπιστάμεθα ἐπῶν ἢ ἰάμβων εἴ τις κελεύσειεν ἡμᾶς εἰπεῖν ἐκ μέσου στίχους δύο ἢ τρεῖς ἀσυνήθεις ὄντας τοῦ τοιούτου, οὐκ ἂν εὐπόρως δυναίμεθα, κατὰ δὲ τὴν ἐφεξῆς ἀρίθμησιν ἐπὶ τοὺς αὐτοὺς τούτους ἐλθόντες στίχους ἐξ ἑτοίμου ῥᾳδίως ἐροῦμεν· συμβαίνει δὲ καὶ τοιοῦτόν τι· οἱ μὲν ἀσυνήθεις τοῦ μανθάνειν βραδέως τε καὶ ὀλίγον μανθάνουσι, συνηθέστεροι δὲ γενόμενοι πολὺ πλεῖον καὶ ῥᾷον τοῦτο ποιοῦσι. γίνεται δὲ καὶ περὶ τὰς ζητήσεις ὅμοιον· οἱ μὲν γὰρ ἀσυνήθεις τὸ παράπαν τοῦ ζητῆσαι ἐν ταῖς πρώταις κινήσεσι τὴν διάνοιαν τυφλοῦνται καὶ ἀποσκοτοῦνται καὶ εὐθέως ἀφίστανται τοῦ ζητεῖν κοπιῶντες τῇ διανοίᾳ καὶ ἐξαδυνατοῦντες οὐκ ἧττον ἢ ὅσοι πρὸς δρόμους ἀσυνήθεις ὄντες προσέρχονται· ὁ δὲ συνήθης τοῦ ζητεῖν πάντη διαδυόμενός τε καὶ ζητῶν τῇ διανοίᾳ καὶ μεταφερόμενος ἐπὶ πολλοὺς τόπους οὐκ ἀφίσταται τῆς ζητήσεως, οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλʼ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων τὴν ζήτησιν· καὶ μεταφέρων ἐπʼ ἄλλας ἐννοίας τὴν διάνοιαν, οὐκ ἀλλοτρίας μὴν τοῦ ζητουμένου, προβαίνει ἐπὶ τὸ προκείμενον ἐλθεῖν. οὕτως φαίνεται ἄχρι νῦν τὰ τῆς συνηθείας ἰσχύειν ἐν ἅπασι τοῖς ἡμετέροις πάθεσιν ὁμοίως ψυχικοῖς καὶ σωματικοῖς. περὶ μὲν δὴ τούτων εἰς τὸ παρὸν ἱκανῶς εἰρήσθω. ἐν δὲ τοῖς καθόλου λόγοις ὑπὲρ ἰατρικῆς λεγομένοις ἐπὶ πλέον ἐξηρίθμηται ἀναγκαίαν ἔχοντα τὴν ἐπίσκεψιν, εἰ μέλλοι μὴ πολλὰ τῶν κατʼ ἰατρικὴν χωλεύειν.
ὕδρωπος αἰτία
Ἐρασίστρατος σκίππωσιν τοῦ ἥπατος αἰτίαν ὑποτίθεται ὑδρώπων καὶ τῶν ἐν τούτῳ φλεβῶν καὶ τοῦ αὐτῶν κοιλώματος στενότητα ὡς μὴ δύνασθαι τὸ παχὺ καὶ γεῶδες παραδέχεσθαι τῆς τροφῆς, ἀλλὰ τὸ λεπτὸν καὶ ὑδατῶδες, ὅπερ παρελύσατο διὰ τῆς κοιλίας φερόμενον καὶ τῶν ἐντέρων, διὰ τῶν κατὰ τὴν κάτω κοιλίαν χιτώνων τῶν φλεβῶν ἐπιδεομένων ἐπὶ τὸ μεταξὺ τοῦ περιτοναίου καὶ τῶν ἐντέρων ἐκχεῖται.
αἰτία παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν, φλεγμονὴ ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιρρωθεῖσα· ἐμποδίζουσα γὰρ τῆς τροφῆς τὴν ἐν τοῖς σπλάγχνοις τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς πᾶν τὸ σῶμα ἐξυδαρεῖ αὐτήν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐντέρων καὶ περιτοναίου.
τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νομίζειν πρόσω τοῦ ἥπατος ἱέναι τὸ αἶμα καὶ μηδέποτʼ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται ῥᾳθυμίαν; ἀλλʼ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ μηδενὶ τῶν ὁσημέραι γινομένων παρακολουθοῦντος.
γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλεόνων φάσκοντος αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς τε φερούσης καὶ θάνατον. ὁρῶμεν δʼ ἐπὶ τῶν ἄλλων μορίων, ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας, ἐπισφαλῆ γινομένην τὴν ἀθρόαν κένωσιν, ἔν γε τῷ παραχρῆμα λειποψυχούντων τε καὶ καταπιπτόντων τὴν δύναμιν καὶ μετὰ ταῦτα δυσανάκλητον ἐχόντων τὴν ἀσθένειαν. ἔοικεν οὖν ἐπὶ μὲν τοιούτων ἐκ τῆς ἐπὶ πολὺ τῶν σωμάτων διαστάσεως καὶ τῆς τοῦ πύου δριμύτητος. ἀνεστομῶσθαί τινα τῶν ἀρτηριωδῶν ἀγγείων, ἃ πότερον μὲν οἷον ἐπίπωμά τι τῷ πῦον εἶχε, κενωθέντι δʼ ἀθρόως τῷ πύῳ συνέπεται καὶ συνεκκρίνεται πνεῦμα καὶ κατὰ τοῦτο ἡ βλάβη γίνεται τοῖς κάμνουσιν. κατὰ μέντοι τοὺς ὑδέρους οὐ διὰ τοῦτο μόνον βλάβη γίνεται τοῖς κάμνουσιν, ἀλλὰ καὶ ὁ τοῦ σπλάγχνου σκίρρος, ὡς ἂν μηκέτʼ ὀχούμενος ὑπὸ τῆς ὑδατώδους οὐσίας, κατασπᾷ τό τε διάφραγμα καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα.
ἥπατος φλεγμονῆς αἰτία κατὰ μὲν Ἐρασίστρατον παρεμπτώσεως αἵματος ἐκ φλεβῶν εἰς ἀρτηρίας κατὰ τὰς ἀναστομώσεις γινομένης ἐν ἥπατι καὶ διατείνοντος ταύτας τὴν φλεγμονὴν γίνεσθαι.
ἄκουσον γοῦν ἃ γράφει κατὰ τὴν περὶ τῆς κοιλίας πραγματείαν· προσφέρειν δὲ τὴν μὲν πρώτην προσφορὰν ἄλφιτα κριμνώδη πεφρυγμένα εὖ ἀποσεσηκότα τὴν πάλην· ὅταν δὲ προσφέρεσθαι μέλλῃ, ἔν τινι ψυκτῆρι ἐπιχέαντα ὕδωρ φυράσαντα διδόναι, μὴ εἰς ἅπαξ δὲ ὃ ἂν μέλλῃς διδόναι φυράσῃς, ἀλλὰ δὶς ἢ τρίς, ὅπως μὴ ξηρὰ γινομένη ἡ μᾶζα δυσανάλωτος ᾖ, ἢ πολὺ τὸ ὑγρὸν ἀναδέξηται· οὐδὲν γὰρ τούτων χρήσιμον. προεσθίειν δὲ διδόναι τῶν κιχωρίων συχνὰ εἰς ὄξος μὴ δριμὺ βάπτοντας καὶ ἐπὶ τῶν σιτίων ἀναλίσκειν· ἑφθὰ κιχώρια· ἑψεῖν δὲ δύο παρασκευάζοντα χύτρας, καὶ εἰς μὲν τὴν μίαν ἐμβάλλοντα ἑψεῖν, ὅταν δὲ ἤδη καθεψηθέντα εὖ μάλα ᾖ καὶ ἡ ἑτέρα χύτρα τοῦ ὕδατος ζέῃ, μετεξελεῖν αὐτὰ εἰς τὴν ἑτέραν. εἶναι δὲ δέσμια ὅπως εὐμετακίνητα ᾖ. συνεψήσαντα δὲ καὶ ἀποχέαντα τὸ ὕδωρ ἀρτύσαι ἁλὶ καὶ ἐλαίῳ καὶ διδόναι προσφέρειν.
τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ τῶν ἐδωδίμων εἰσίν, παρʼ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐτοῖς καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ τὴν κοιλίαν πάθη.
ἐπεὶ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ Περὶ κοιλίας κατεψεύσατό τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· «περὶ τῆς καλουμένης λειεντερίας ῥητέον. οἱ μὲν οὖν πρότερον ἰατροὶ εἰς τρία μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν. καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς τοῦ πάθους θεωροῦντες καὶ λέγοντες· ὅτε μὲν γὰρ αἱματώδη τε καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεντερίαν τὸ πάθος ἐκάλουν. εἰ δʼ ἄπεπτα εἶεν τὰ διαχωρούμενα, μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι, λειεντερίαν, ὅτε δὲ ὑπίοι χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος.»
καὶ περὶ δυσεντερίας συνεφώνησαν οἱ παλαιοὶ ὁμοίως κατὰ τὰ ἐκκρινόμενα, τὴν δʼ αἰτίαν ἕκαστος κατὰ τὴν τῆς φλεγμονῆς γένεσιν ὑπέθετο, ὃς μὲν γὰρ παρέμπτωσιν, ὃς δὲ σῆψιν, ὃς δὲ ἐκχόλωσιν ἔφη.
Ἐρασίστρατον μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπί τε ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν.
Περὶ βασιλίσκου
Ἐρασίστρατος δέ φησιν καστορίου 𐅻γʹ πινομένας σὺν οἴνῳ βοηθεῖν, ὡσαύτως καὶ τὸν τοῦ μήκωνος ὀπόν.
Περὶ βασιλίσκου
Ἐρασίστρατος δέ φησιν· ὅταν βασιλίσκος δάκνῃ, πληγὴ ὑπόχρυσος γίνεται· καὶ συμφέρειν αὐτοῖς φησι καστορίου 𐅻γʹ πινομένας, ὡσαύτως δὲ καὶ τὸν μήκωνος ὀπόν.
Ἐρασίστρατος ἐν τῷ καλουμένῳ Περὶ δυνάμεων καὶ θανασίμων, περὶ τοῦ βασιλίσκου ῥητῶς οὕτω φησί·
ὅταν δὲ ὁ βασιλίσκος δάκνῃ, πληγὴ ὑπόχρυσος γίνεται·
οὐκ ἀλόγως δὲ ὁ Ἐρασίστρατος ἐπιμέμφεται τοῖς ἀγνώστους δυνάμεις πρὸς τὴν χρείαν ἀναγεγραφόσιν, ὡς χολὴν ἐλέφαντος καὶ αἷμα κροκοδείλου καὶ αἷμα χελώνης καὶ ὠά, καὶ τὰ παραπλήσια· δοκοῦσι μὲν γάρ τινα πεποιῆσθαι παράδοσιν ὠφελούντων, ἐξηπατήκασι δὲ αὐτὰ μόνα τοὺς ἐντυγχάνοντας.
Ἐρασίστρατός φησι αὐτοῖς πεπονθέναι τὸ ἧπαρ καὶ τὴν κύστιν καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πως εὑρίσκεται ταῦτα τὰ μέρη.
Ἐρασίστρατος δὲ ἔγραψεν μὲν πολλὰ πρὸς ἐχεοδήκτους, τὰ δὲ δοκιμώτατά ἐστι τάδε· τοὺς τῶν ὀρνίθων ἐγκεφάλους ἐν οἴνῳ πινομένους ἀρήγειν, καὶ τοῦ πάνακος τὴν ῥίζαν συγκαθεψομένην ἀκράτῳ, καὶ κράμβης ἡμέρου σπέρματος ὀξύβαφον λεῖον πινόμενον μετʼ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰς πίσσαν ὑγρὰν εἶτα ἀποκλύζοντα εἰς οἶνον πίνειν.
Ἐρασίστρατος δὲ ἐν τῷ Περὶ δυνάμεων ἀνεγράψατο καὶ ἄλλα τινὰ πλείονα φησι βοηθεῖν δυνάμενα τοῖς ἐχεοδήκτοις· τὰ δοκιμώτατα δὲ τοιαῦτα· τοὺς τῶν ὀρνίθων ἐγκεφάλους ἐν οἴνῳ πινομένους ἀρήγειν, καὶ τοῦ πάνακος τὴν ῥίζαν συγκαθεψομένην ἀκράτῳ, καὶ κράμβης ἡμέρου σπέρματος ὀξύβαφον λεῖον πινόμενον μετʼ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰς πίσσαν ὑγρὰν εἶτα ἀποκλύζοντα εἰς οἶνον πίνειν.
θηλυτέρης γὰρ πώλοιο νέας γυναικός φησι, καὶ οὐ πώλου ἵππου. ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα καὶ Ἐρασίστρατος μαρτυρεῖ ἐν τῷ Περὶ θανασίμων.
Πάγχρηστος Ἐρασιστράτου πρὸς τὰ τραχώματα καὶ πάσας ὀφθαλμίας καὶ ὦτα πυορροοῦντα καὶ πρὸς τὰ δυσεπούλωτα ἕλκη καὶ τὰς ἐν στόματι νομάς· χαλκοῦ κεκαυμένου δραχμὰς βʹ σμύρνης 𐅻βʹ πεπέρεως ὀβολοὺς ιʹβʹ μίσυος ὀπτοῦ 𐅻αʹ κρόκου τριώβολον οἴνου Χίου κοτύλην αʹ γλυκέος κρητικοῦ κοτύλης τὸ ἥμισυ τρῖβε τὰ ξηρὰ τὸν οἶνον ἐπιβάλλων καὶ ὅταν συμπίῃ, ἐπίβαλλε τὸν γλυκὺν καὶ ἀνακόψας κατέρα εἰς χαλκοῦν ἀγγεῖον καὶ ἕψε πυρὶ μαλακῷ χρώμενος,εἶτα ἀπόθου εἰς χαλκῆν πυξίδα
ἡ Ἐρασιστράτου πάγχρηστος, ὑγρά, θαυμαστή· ποιοῦσα πρὸς φλεγμονὰς τῶν ὀφθαλμῶν καὶ πρὸς τὰς ἀρχομένας ὀφθαλμίας καὶ βλέφαρα τραχέα, καὶ σχεδὸν περὶ πᾶσαν ὀφθαλμίαν τῶν ἐνεργῶν, ἐχρῆτο δʼ αὐτῇ καὶ πρὸς αἰδοῖα ἡλκωμένα καὶ ὦτα πυορροοῦντα καὶ παρίσθμια καὶ σταφυλὰς καὶ ἐπὶ τοῦ σώματος ἄλλως οὐχ ὑγιαζόμενα πάθη καὶ μελανίας τὰς ἐπὶ τῶν ἔλκων καὶ τὰ ἐν τοῖς μυκτῆρσι γινόμενα πάθη καὶ τὰ ἐν τῷ στόματι. ἐστὶ δὲ χαλκοῦ κεκαυμένου 𐅻βʹ σμύρνης 𐅻αʹ μίσυος ὀπτοῦ 𐅻αʹ πεπέρεως ὀβολοὶ ιβʹ κρόκου τριώβολον, οἴνῳ Χίῳ λεαίνεται. εἶτα μίγνυται γλυκέος κ𐆂ο αʹ, καὶ πάλιν λεαίνεται, ἕως μιγῇ τὸ φάρμακον, εἶτʼ εἰς χαλκοῦν ἀναληφθὲν ἀγγεῖον ἕψεται ἐπὶ μαλακοῦ πυρός, μέχρι γένηται ἰξῶδες, εἶτα μεταχεῖται εἰς χαλκῆν πυξίδα καὶ τελέως ἔχει πρὸς τὰς εἰρημένας χρείας.
ἡ Ἐρασιστράτου πάγχρηστος ὑγρά, θαυμαστὴ ἐπί
τε ὀφθαλμικῶν καὶ παρισθμίων αἰδοίων τε καὶ ὤτων πυορροούντων. χαλκοῦ 𐅻ϛʹ μίσυος ὀπτοῦ σμύρνης ἀνὰ 𐅻γʹ κρόκου αʹ πεπέρεως 𐅻αʹ οἴνου Χίου καὶ οἴνου γλυκέος Κρητικοῦ ἀνὰ κοτύλην αʹ λεάνας πάντα ἐν τῷ οἴνῳ ἕως ξηρανθῇ ἐπίχει τὸν γλυκὺν καὶ ἕψε, ἕως μέλιτος σχῇ πάχος.
ἡ Ἐρασιστράτου πάγχρηστος ὑγρὰ πρὸς ἐμφυσήματα κνησμώδη καὶ ξηροφθαλμίας καὶ ὦτα πυορροοῦντα καὶ πρὸς τὰς δυσκατούλωτα ἕλκη καὶ κυνάγην καὶ τὰς ἐν στόματι καὶ αἰδοίοις νομάς· χαλκοῦ κεκαυμένου 𐅻ϛʹ σμύρνης μίσυος ὀπτοῦ ἄνα 𐅻γʹ πεπέρεως 𐅻αʹ κρόκου 𐅻αʹ𐅵 αὐστηροῦ παλαιοῦ κοτύλας γʹ γλυκέος Κρητικοῦ κοτύλην αʹ𐅵 λεῖα ποιήσας τρῖβε σὺν τῷ οἴνῳ καὶ ὅταν συμπίῃ ἐπίβαλλε τὸν γλυκὺν καὶ ἑνώσας ἕψε ἐν χαλκῷ ἀγγείῳ μαλακῷ πυρὶ ἕως ἔχῃ μέλιτος πάχος καὶ ἀπόθου εἰς χαλκῆν πυξίδα
Αὖλος Γέλλιος ἐλογιζόμεθα οὖν παρὰ τὴν ἰσχυρὰν σύμπτωσιν τῆς κοιλίας εἶναι τὴν σφόδρα ἀσιτίαν· καὶ γὰρ τοῖς ἐπιπλέον ἀσιτοῦσιν κατὰ προαίρεσιν ἐν τοῖς πρώτοις χρόνοις ἡ πεῖνα παρακολουθεῖ· ὕστερον δὲ οὐκέτι. εἰθισμένοι δέ εἰσιν καὶ οἱ Σκύθαι, ὅταν διά τινα καιρὸν ἀναγκάζωνται ἀσιτεῖν, ζώναις πλατείαις τὴν κοιλίαν διασφίγγειν, ὡς τῆς πείνης αὐτοὺς ἧττον ἐνοχλούσης· σχεδὸν δὲ καὶ ὅταν πλήρης ἡ κοιλία ᾖ, διὰ τὸ κένωμα ἐν αὐτῇ μηδὲ εἶναι, διὰ τοῦτο οὐ πεινῶσιν. ὅταν δὲ σφόδρα συμπεπτωκυῖα ᾖ, κένωμα οὐκ ἔχει.
Αὖλος Γέλλιος ἄπορον δὲ καὶ δεόμενον ἐπισκέψεως καὶ ἐπὶ τούτου καὶ ἐπὶ τῶν λοιπῶν βουλιμιώντων, διὰ τί ἐν τοῖς ψύχεσιν μᾶλλον τὸ σύμπτωμα τοῦτο γίνεται ἢ ἐν τοῖς εὐδίαις.
ὅτι δὲ ὅντως Ἐρασίστρατος οὐ κέχρηται φλεβοτομίᾳ, δῆλον ἐναργῶς ἐκ τῶν ἐν τοῖς Διαιρέσεων βιβλίοις γεγραμμένων ἀρρώστων, ἐφʼ ὧν διηγούμενος ἅπαντα τὰ πραχθέντα κατὰ τὴν θεραπείαν οὐδαμῆ φαίνεται φλεβοτομίας μνημονεύων. ἅπαντας μὲν οὖν αὐτοὺς προχειρίζεσθαι μακρόν, ἀρκεῖ δʼ ἀναμνῆσαι μόνων ἐκείνων ὧν ὀλίγον ἔμπροσθεν ἔφην τοὺς πρεσβύτας ἰατροὺς μνημονεῦσαι. γέγραπται δʼ αὐτῶν ὁ μὲν ἐν τῷ προτέρῳ Τῶν διαρέσεων, ὁ δʼ ἕτερος ἐν τῷ δευτέρῳ. καίτοι καὶ νῦν ἤδη καιρὸς αὐτὰς τὰς λέξεις παραγράψαι, καθʼ ἇς ὁ Ἐρασίστρατος ἅπαντα διηγεῖται τὰ γενόμενα τοῖς ἀρρώστοις. ἐν μὲν οὖν τῶ προτέρῳ τῶν βιβλίων οὕτως ἔγραψε· τῇ ἐκ τῆς Χίου παιδίσκῃ τὰ μὲν γενόμενα τῶν καθάρσεων τὸ πρῶτον ἐπεσχέθη ἐπὶ πλείω χρόνον. ἔπειτα ἀπήντησε τὰ βηχία καὶ ἀναγωγὴ φλέγματος. χρόνου δὲ προιόντος αἵματος ἀναγωγὴ ἐγένετο, καὶ κατὰ τὴν τῶν καθάρσεων περίοδον καὶ αὕτη ἠκολούθει, ἐνίοτε μὲν διὰ μηνῶν δʼ, ὁτὲ δὲ διὰ δύο. εἰ δέ πως ταῖς ἡμέραις ἐν αἷς αἱ καθάρσεις ἐγίνοντο καὶ ἡ ἀναγωγὴ συνέβαινεν, παρηκολούθει ἐφʼ ἡμέρας τρεῖς ἢ τέσσαρας· ὥστε παντάπασιν ἐμφαίνειν ὅτι ἀντὶ τῶν καθάρσεων ταύτην τὴν ἔκκρισιν λαμβάνει. ἐπηκολούθει δὲ καὶ πυρετὸς ἐν ταύταις ταῖς ἡμέραις· ἔπειτα ἀποκαθίστατο. ταῦτα προειπὼν ὁ Ἐρασίστρατος ἐφεξῆς γράφει περὶ τῶν ἰαμάτων αὐτῆς ὧδε· ἐν δὲ τοῖς πρώτοις χρόνοις αὕτη ἐπεχείρησε θεραπεύεσθαι ποτήμασί τε καὶ πυριάσεσι τῆς ὑστέρας καὶ προσθέτοις καὶ τῇ ἄλλῃ διαίτῃ πρὸς ταῦτα ἁρμοζούσῃ. ἦν γὰρ δή τις καὶ περὶ τὸ στόμα τῆς ὑστέρας οὐκ ἰσχυρὰ σκληρότης, οὐδαμῶς δὲ οὐδὲν ὑπακούουσα τῇ θεραπείᾳ, ἀλλὰ κατά τινα μίαν περίοδον εἰς τὴν ὀσφὺν βάρους ἀπαντήσαντος, ὑγρασίας δὲ μηδεμιᾶς· … οἵ τε πυρετοὶ συνεχέστεροι ἦσαν οἱ καὶ τῷ σωματίῳ ἐνεδίδουν καὶ βῆχες ἠκολούθουν σφοδραί. τῆς μὲν οὖν περὶ τὴν ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες ὑπολαμβάνοντες εἶναι τῶν πυρετῶν μενόντων καθάρσεις ποιεῖσθαι· τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα, ὡς εἰθίσμεθα πρὸς τὰ τοιαῦτα τά τʼ ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίοδον τῶν καθάρσεων προλαμβάνοντες ὑποστέλλομεν τὰ σιτία, καὶ ἡ τοῦ αἵματος ἀναγωγὴ οὐκ ἐγένετο ἀλλʼ ἢ ἅπαξ ἐπὶ βραχύ, ἀλλὰ μέντοι οὐδὲν ἐφεξῆς, ἀλλά που καὶ ἀνέτρεχον ἤδη πυώδεις ἀναγωγαί.
Κρίτωνι ἡ μὲν ἀρχὴ τῆς ἀρρωστίας ἐγένετο πληθώρα. συνέβη δὲ αὐτὸν ἐμπεσεῖν εἰς πλῆθος συναγχικόν, ἔστι δὲ τὸ γιγνόμενον φλεγμονὴ τῶν τε παρισθμίων καὶ τῆς ἐπιγλωττίδος. συμβαίνει οὖν τοὺς εἰς τοῦτʼ ἐμπίπτοντας πνίγεσθαί τε καί. ἐὰν μὴ θᾶττον βοηθῶνται. συντόμως ἀπόλλυσθαι. ἐν τούτοις οὖν ὄντος τοῦ Κρίτωνος τῇ μὲν πρώτῃ ἡμέρᾳ βοηθοῦμεν πυριῶντες σπόγγοις τὸν εἰθισμένον τρόπον, ὁπότε διαλείποιμεν τὰ καταπλάσματα ἐπιθέμενοι ὥστε διὰ παντὸς ἐν θεραπείᾳ εἶναι. ἐδόθη δὲ αὐτῷ καὶ καταπότια διὰ τοῦ καστορίου πρὸς τὸ τὴν κοιλίαν ὑπαγαγεῖν καὶ πρὸς τοῦθʼ ὑπήκουσεν ἀστείως. … ἀλλά τοι κἀνταῦθα μετʼ ὀλίγα πάλιν αὐτὸς ὁ Ἐρασίστρατος ἐρεῖ· ἐφαίνετο οὖν ἡμῖν μετάστασιν εἰληφέναι τὰ πάθη, ἐπί τε τὸν πνεύμονα καὶ τὸ ἦπαρ. καὶ ῥαίσαι μὲν αὐτῷ τὴν συνάγχην, αὐξηθῆναι δὲ τοὺς πυρετούς. ἅμα τῇ καθʼ ὑποχόνδριον ἐντάσει τὴν μετάστασιν ἐλογίσατο γεγενῆσθαι τῶν παθῶν. … ὄντος δʼ αὐτοῦ ἀπὸ μὲν γὰρ τῆς ἀρχῆς δεκαταίου, ἀπὸ δὲ τῆς ἐπιτάσεως ἑκταίου, ὅ τε πυρετὸς εὖ μάλα ἐπανῆκεν καὶ παραστροφή τις ἐγένετο τοῦ γενείου, ὀψὲ δὲ τῆς ὥρας ἀναισθησία τις ἐγένετο, ὥστε καὶ τὸ οὖρον ἐγερθέντος προιέντος. καὶ μετʼ οὑ πολὺ ἐπίτασις τοῦ πυρετοῦ; εἶτα ἐπιφέρων φησίν· ἐφαίνετο οὖν ἡμῖν πάλιν μετάστασιν εἰληφέναι τὰ πάθη ἐπὶ τὴν κεφαλήν, καὶ κατὰ μὲν αὐτὴν τὴν μετάστασιν ἐπανεικέναι τὸν πυρετόν, ὕστερον δὲ πάλιν ἐπιτετακέναι ἐν πάθει γενομένων τῶν περὶ τὴν κεφαλήν. … τί γὰρ φησί; δοκεῖ τούτῳ αἰτία τῆς ἀπωλείας γενέσθαι τὰ ἐπὶ τὸν πνεύμονα ἐπενεχθέντα.
ὅτι πρεσβύτης ὢν ἤδη καθʼ ὃν χρόνον αὐτοί φασι τὰ Τῶν διαρέσεων αὐτῷ γεγράφθαι βιβλία, τὸν ἐγκέφαλον ἀπεφήνατο τῶν νεύρων ἀρχὴν ὑπάρχειν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς Περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν.
Ἐρασίστρατος δʼ ἄχρι πολλοῦ τὴν ἔξωθεν μοῖραν ὁρῶν μόνην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας μήνιγγος ὁρμωμένην, ἀπʼ ἐκείνης ᾤετο πεφυκέναι σύμπαν τὸ νεῦρον καὶ μεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραμμάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης τὸν ἐγκέφαλον μήνιγγος πεφυκέναι φάσκοντος τὰ νεῦρα. ἀλλʼ ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων μόνοις τοῖς τῆς τέχνης θεωρήμασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατομάς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπʼ ἐγκεφάλου πεφυκυῖαν. ἔχει δʼ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον· ἐθεωροῦμεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου καὶ ἦν ὁ μὲν ἐγκέφαλος διμερής, καθάπερ καὶ τῶν λοιπῶν ζῴων, καὶ κοιλίαι παραμήκεις τῷ εἴδει κείμεναι· συντέτρηντο δʼ αὕται εἰς μίαν κατὰ τὴν συναφὴν τῶν μερῶν· ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουμένην καὶ ἐκεῖ ἑτέρα ἦν μικρὰ κοιλία. διαπέφρακτο δὲ ταῖς μήνιγξιν ἕκαστον τῶν μερῶν· ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθʼ ἑαυτὴν καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δʼ ἕτι μᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγμοῖς καὶ ποικίλοις κατεσκεύαστο. ὥστε μαθεῖν ἐκ τούτων τὸν θεωροῦντα ὅτι ὥσπερ ἐπὶ τῶν λοιπῶν ζῴων, ἐλάφου τε καὶ λαγωοῦ καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζῴων ὑπερέχει τοῖς πρὸς ταῦτα χρησίμοις εὖ κατεσκευασμένον μυσί τε καὶ νεύροις, οὕτω καὶ ἀνθρώπῳ, ἐπειδὴ τῶν λοιπῶν ζῴων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτʼ ἔστι καὶ πολύπλοκον· ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων αἱ πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθʼ ὅλον εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶμα ὁ ἐγκέφαλος. ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνομένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ αἱ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀποφύσεις ἀπὸ τοῦ ἐγκεφάλου.
Πρῶτοι οἱ Λυδοὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε ὁ λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος Ἡρακεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἆγις καὶ Ἐπαίνετος καὶ Διονύσιος ἔτι τε Ἡγήσιππος καὶ Ἐρασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, Ἀρχύτας, Ἀκέστιος, Ἀκεσίας, Διοκλῆς, Φιλιστίων. τοσούτους γὰρ οἶδα γράψαντας Ὀψαρτυτικά.
ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως· ὑπόσφαγμα δʼ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθοῖς.
περὶ ἐπιληψίας Ἐρασιστράτου· ἐπιληψία, σπασμός ἐστιν ὅλου τοῦ σώματος μετὰ βλάβης τῶν ἡγημονικῶν ἐνεργειῶν ὃς ποτὲ μὲν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ συνισταμένην ἔχει τὴν αἰτίαν, ποτὲ δὲ ἐντὸς τούτου ταῖς κοιλίαις ἐμφράττουσι τὰς διεξόδους τοῦ ἡγημονικοῦ πνεύματος ὥστε πίπτειν καὶ ἀφρίζειν, ὅπερ οἱ ἰδιῶται δαίμονα καλοῦσιν· ἐμφράττονται δὲ ὑπό τινος παχέος ἢ μελαγχολικοῦ χυμοῦ· ἔστʼ ὅτε καὶ κατὰ τῆς γαστρὸς στόμα κατὰ συμπάθειαν μῦσαν· προπεπονθότος ἑτέρου μορίου· οἷον χειρὸς καὶ ποδός· αὔρας τινὸς ἀνερχομένης κατὰ τὸν ἐγκέφαλον· τούτους δὲ ἐρεθίζειν ὁμοῦ διὰ πτεροῦ κεχρισμένου ἐλαίῳ καὶ ὀσφραίνειν πευκεδάνων καὶ ὀπίου· εἶτα φλεβοτομεῖν· καὶ ἀνατρίβειν τὰ ἄκρα· καὶ συμπιέζειν καὶ δίδειν διὰ ὀξυκράτου καὶ καστορίου· εἶτα καθαίρειν διὰ τῆς ἱερᾶς ἢ τοῦ ἐλλεβόρου· ἢ διὰ τῆς ἐντεριώνης διʼ ὅλης τῆς ...