On Venomous Animals and Their Remedies is a medical treatise written in Greek by the physician Philumenus, likely dating to the late second century CE. Organized into 185 concise sections, the work serves as a practical handbook for the diagnosis and treatment of injuries inflicted by poisonous creatures. It opens with a systematic classification of venomous animals, encompassing terrestrial threats such as snakes, scorpions, spiders, and insects, as well as dangerous marine life including various fish and stingrays. For each creature, the text typically outlines the signs and symptoms of envenomation before prescribing specific therapeutic interventions.
The remedies are predominantly pharmacological, detailing the preparation and application of compound drugs, salves, plasters, and potions derived from herbs, minerals, and animal substances. For more severe cases, the treatise also provides instructions for surgical procedures, including incision and cauteration of wounds. Scholarly analysis identifies the work as a compilation, synthesizing and distilling toxicological knowledge from earlier authorities such as the poet Nicander of Colophon and the Roman encyclopedist Aulus Cornelius Celsus. Its utilitarian, recipe-driven format suggests it was intended as a ready reference for practicing physicians confronting common hazards in the ancient Mediterranean world.
The treatise survives in its complete form, preserved through Byzantine manuscripts and later Latin translations. Its clear, systematic approach ensured its continued relevance as a key text in the study of toxicology well into the medieval period.
Philumenus the Physician On Venomous Animals and Their Remedies in Greek in PDF
Philumenus the Physician On Venomous Animals and Their Remedies in Greek in MD
| p 1 | κεφάλαια περὶ ἰοβόλων ζῴων καὶ τῶν ἐν αὐτοῖς βοηθημάτων. ἐκ τῶν Φιλουμένο υ. α κυνὸς λυττῶντος σημεῖα β θεραπεία κυνὸς λυττῶντος καὶ ἰοβόλων γ περὶ καυτῆρος τῶν ἐπὶ ἰοβόλων τραυμάτων δ περὶ διαίτης λυσσοδήκτων καὶ περὶ τῶν ἐν προλήψει γενομένων ὑδροφοβικῶν ε περὶ κυνοδήκτων καὶ ἀνθρωποδήκτων ϛ θυμιάματα ἑρπετῶν ζ συγχρίσματα πρὸς ἑρπετὰ καὶ πληξάντων θηρίων βοηθήματα η τοῖς ἐκ θηρίων πληγῆς αἱμορραγοῦσιν θ περὶ διαίτης καὶ θεραπείας ι ἀντίδοτοι θηριακαὶ καὶ ἔμπλαστροι ποιοῦσαι καὶ πρὸς ἄλλα ια περὶ σφηκῶν καὶ μελισσῶν ιβ περὶ [μυῶν καὶ] μυιῶν καὶ κωνώπων καὶ ψύλλων ιγ πρὸς 〈ἀς〉καλαβώτου δῆγμα ιδ σκορπίου πληγὴ καὶ περίαπτα πρὸς τὸ αὐτὸ καὶ ἀντιπαθῆ ιε φαλαγγίων πόσα γένη καὶ βοηθήματα πρὸς τὰ αὐτὰ ιϛ ἀσπίδων πόσαι διαφοραί ιζ ἔχις καὶ ἔχιδνα ιη κεράστης ιθ πρηστῆρες καὶ ἕρπητες κ διψὰς τὸ θηρίον κα αἱμόρρους καὶ αἱμορροίς κβ ἁμμοδύτης καὶ μύαγρος κγ σὴψ τὸ ζῷον κδ ὕδρος καὶ χέρσυδρος κε δρύινος κϛ κεγχρίνης ὁ καὶ ἀκοντίας κζ ἀμφίσβαινα καὶ σκυτάλη κη πελιὰς καὶ ἔλοψ κθ ἀγαθοδαίμων καὶ τυφλίας λ δράκων λα βασιλίσκος λβ παρῶος καὶ σπαθίουρος καὶ σκολόπενδρα λγ μυγαλῆ λδ Χαλ〈κι〉δικὴ σαῦρα καὶ σαλαμάνδρα λε τετράγναθα ζῷα καὶ ἀράχναι φρῦνος λζ τρυγνὼν θαλασσία καὶ σμύραινα.[45] |
| t 1 | ΠΕΡΙ ΙΟΒΟΛΩΝ ΖΩΙΩΝ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ. [γνήσιον καὶ ὠφέλιμον κατεφάνη μοι τοῦτο, τὸν περὶ λυσσῶντος κυνὸς καὶ ἰοβόλων ζῴων λόγον ἐκ παλαιῶν ἀνδρῶν ἐν ἑτέραις ἀναγεγραμμένον βίβλοις ἐν τῇδε προσθεῖναι [καὶ] τῇ βίβλῳ. |
| n 1 | καὶ ἔστιν ὅδε.] κυνὸς λυσσῶντος σημεῖα καὶ τῶν ὑ π ’ αὐτοῦ δεδηγμένω ν . |
| 1 1 | τὸν περὶ τῶν λυσσοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ ζῷον πολύ τε καὶ σύνηθές ἐστι καὶ συνεχῶς ἁλίσκεται τῇ λύσσῃ καὶ δυσφύλακτον καθέστηκεν, καὶ ὁ ἀπ’ αὐτοῦ κίνδυνος χαλεπός, εἰ μὴ πολλοῖς χρήσαιτό τις τοῖς βοηθήμασιν. |
| 1 2 | λυσσᾷ δὲ ὁ κύων ὡς τὸ πολὺ μὲν ἐν τοῖς σφοδροτάτοις καύμασιν, ἔσθ’ ὅτε δὲ καὶ ἐν τοῖς ἐπιτεταμένοις κρύεσιν. λυσσήσας δὲ ἀποστρέφεται καὶ βρῶσιν καὶ πόσιν, καὶ φλέγμα πολὺ καὶ ἀφρῶδες ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν προβάλλει, καὶ πονηρὸν βλέπει καὶ στυγνότερός ἐστι τοῦ συνήθους· ἐφορμᾷ δὲ καὶ χωρὶς ὑλαγμοῦ πᾶσιν ὁμοίως, καὶ θηρίοις καὶ ἀνθρώποις συνήθεσί τε καὶ ἀγνώστοις, καὶ δακὼν παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅσον ὀδύνην τὴν ἐκ τοῦ τραύματος, ὕστερον δὲ ἐμποιεῖ πάθος τὸ καλούμενον ὑδροφοβικόν.[5] |
| 1 3 | συμπίπτει δὲ μετὰ σπασμῶν 〈καὶ〉 παρακοπῆς καὶ ἐρυθήματος ὅλου τοῦ σώματος, μάλιστα δὲ τοῦ προσώπου, καὶ μετὰ ἀφιδρώσεως καὶ ἀπορίας. καὶ τινὲς μὲν τῶν ὑδροφοβιώντων φεύγουσι τὴν αὐγήν, τινὲς δὲ τρύχονται συνεχῶς· ἔνιοι δὲ καὶ ὑλακτοῦσιν, ὥσπερ κύνες, καὶ δάκνουσιν ἐπιόντες, καὶ δακόντες αἴτιοι τοῦ αὐτοῦ πάθους κατέστησαν.[5] |
| 1 4 | τῶν δὲ ἐμπεσόντων εἰς τὸν ὑδροφόβαν οὐδένα ἴσμεν περιγενάμενον, εἰ μὴ καθ’ ἱστορίαν παρειλήφαμεν 〈ἕνα ἢ〉 δεύτερον· καὶ γὰρ Εὔδημος περιγεγενῆσθαί τινά φησι, 〈καὶ Θεμίσωνα 〉 οἱ μὲν λέγουσι τῷ πάθει δηχθέντα περιπεσεῖν καὶ σωθῆναι, οἱ δὲ φίλῳ ὑδροφοβιῶντι προσκαρτερήσαντα προθύμως καὶ συμπαθῶς εἰς τὴν ὁμοίαν ἐμπεσεῖν διάθεσιν καὶ πολλὰ κακοπαθήσαντα σωθῆναι. τὸ μὲν οὖν πάθος ἐστὶν ἀργαλέον, πρὸ δὲ τῆς καταπείρας αὐτοῦ πολλοὺς καὶ αὐτοὶ περιεσώσαμεν καὶ ὑπὸ ἄλλων ἰατρῶν σωθέντας ἔγνωμεν. θεραπεία κυνὸς λυσσῶντο c .[9] |
| 2 1 | τῆς θεραπείας ἡ μέν ἐστι κοινή, καὶ χρηστέον αὐτῇ ἐπὶ πάντων 〈τῶν〉 ὑπό τινος 〈τῶν〉 ἰοβόλων ζῴων δεδηγμένων, ἡ δέ τις ἰδία τῶν λυσσοδήκτων, τοὺς μὲν ἄκρως ὠφελεῖν εἰθισμένη, τοῖς δὲ ἀπὸ πολλοῦ δηχθεῖσιν ἀνάρμοστος. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάσομεν. |
| 2 2 | δεῖ τοίνυν καρκίνους ποταμίους ἐπὶ κληματίδος λευκῆς ἀμπέλου καῦσαι καὶ τὴν τέφραν αὐτῶν λειοτριβήσαντας ἔχειν [μὲν] ἀποκειμένην· ὁμοίως δὲ καὶ ῥίζας γεντιανῆς ἀποθέσθαι κεκομμένας καὶ σεσησμένας. |
| 2 3 | ὁπόταν δέ τις δηχθῇ ὑπὸ λυσσῶντος κυνός, εἰς οἴνου ἀκράτου κυάθους τρεῖς ἢ τέσσαρας ἐμπάσσειν δύο μὲν 〈κοχλιάρια τῆς τῶν καρκίνων τέφρας, ἓν δὲ〉 κοχλιάριον τῆς γεντιανῆς, ἐγκυκήσαντάς τε ὡς ἄλφιτον τῷ δεδηγμένῳ διδόναι πιεῖν ἀπὸ τῆς πρώτης ἡμέρας μέχρι τεσσαράκοντα ἡμερῶν· ἔστω δὲ ὁ οἶνος παλαιότερος μᾶλλον ἢ νεώτερος, καὶ εἴ τις πρὸς ψιλὸν τὸν ἄκρατον ἀθέτως ἔχοι, κεκράσθω ζωρότερον.[5] |
| 2 4 | ἀπ’ ἀρχῆς μὲν οὖν διδόμενον τὸ φάρμακον τοῦτον προσφερέσθω τὸν τρόπον. εἰ δὲ ἡμέραι παρέλθοιεν δύο ἢ καὶ τρεῖς ἀπὸ τῆς δήξεως, ἐγχειροῦντες τῇ θεραπείᾳ τριπλάσιον τῇ συμμετρίᾳ ποιήσαντες τὸ φάρμακον δώσομεν, τοῦ δὲ οἴνου τὸ προειρημένον μέτρον, ἔπειτα τῇ δευτέρᾳ καὶ τρίτῃ καὶ τετάρτῃ οὐκέτι τὸ τριπλάσιον, ἀλλ’ ὅσον ἐξ ἀρχῆς εἰρήκαμεν. τὸ μὲν οὖν ἄριστον ἐπὶ τῶν λυσσοδήκτων βοήθημα, ὃ δὴ καὶ μόνον ἐνίοις ἤρκεσεν, τοῦτ’ ἔστιν, καὶ χρηστέον αὐτῷ μετὰ πεποιθήσεως.[5] |
| 2 5 | ἕνεκα δὲ τοῦ καὶ διὰ τῶν ἄλλων ἠσφαλίσθαι πρὸς ἄφευκτον εἶναι δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦόν ἐστι καὶ τοῖς λοιποῖς χρήσασθαι βοηθήμασιν· αἱρετώτερον γὰρ διακενῆς, ἂν οὕτω τύχῃ, τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεσεῖν. |
| 2 6 | οὐχ οὕτως δὲ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυσσοδήκτων, ὡς τὰ μικρὰ καὶ ταῖς ἀμυχαῖς ἐμφερῆ· διὰ μὲν γὰρ τῶν μειζόνων ἁθροῦν καὶ πολὺ τὸ αἷμα προχεόμενον δύναιτ’ ἄν τις καὶ τοῦ ἰοῦ συναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶς· ὅθεν ἐπὶ μὲν τῶν μειζόνων τὰς ἀφισταμένας σάρκας αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον, ἐπὶ δὲ τῶν μικροτέρων μείζονα τόπον διὰ τῆς ἀκμῆς περιγραπτέον· ἀνασταθείσης 〈δὲ〉 δηλονότι τῆς σαρκὸς ἀγκίστρῳ ἢ μυδίῳ τὴν ἐκτομὴν ἐπιτελεστέον. ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραις ἀμυχαῖς κατασχαστέον, ὅπως ἡ τοῦ αἵματος φορὰ πλουσιωτέρα γεναμένη ἐναντιωθῇ τῇ εἴσω τοῦ ἰοῦ διαδύσει.[5] |
| 2 7 | πολὺ δ’ ἂν καὶ ἡ σικύα κολληθεῖσα μετὰ πολλῆς φλογὸς παράσχοι ὄφελος, ὥστε ταῖς ὕλαις ὁμοῦ καὶ τὴν φθοροποιὸν ἑλκύσαι δύναμιν. περὶ καυτῆρος τῶν ἐπὶ ἰοβόλων τραυμάτω ν .[5] |
| 3 1 | ἡ δὲ καῦσις [τὸ] ἀνυσιμώτατον ἐπὶ πάντων 〈τῶν〉 ἰοβόλων ἐστὶ βοήθημα· τὸ γὰρ πῦρ, πάσης τῆς ἄλλης δυνάμεως εὐτονώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φέρεσθαι τὸν ἰὸν ἐσωτέρω, ὁμοῦ δὲ ἀναλίσκει τὸ κρατηθὲν αὐτοῦ μέρος, τῇ δ’ ἑξῆς θεραπείᾳ προκαταβολὴν οὐ τὴν τυχοῦσαν ἐργάζεται, παραμενούσης τῆς ἑλκώσεως ἐπὶ πλέον μετὰ τὴν ἔκπτωσιν τῆς ἐσχάρας· ἐν τοῖς μάλιστα δὲ καὶ τούτου φροντιστέον, ὅπως μὴ τάχιον τῶν τεσσαράκοντα ἡμερῶν αἱ οὐλαὶ συγκλεισθεῖεν, ἀλλ’ ἐπὶ πολὺ τὰς ἑλκώσεις τηρητέον, εἰ οἷόν τε, καὶ ἐπιφλεγμαινούσας καὶ ἐπιρρυπαινομένας.[5] |
| 3 3 | παρέξει δὲ αὐταῖς τὸ τοιοῦτο τάριχος δριμύτατος ἐπιτιθέμενος, καὶ σκορόδων ἄγλιθες λελειοτριβημέναι, κρόμμυά τε ὡσαύτως, καὶ ὀπὸς μάλιστα μὲν ὁ Κυρηναικὸς ἢ ὁ Μηδικὸς ἢ ὁ Παρθικός. καὶ κόκκοι δὲ πυρῶν ἐπιτιθέσθωσαν, καὶ μεμασημένοι μὲν καὶ ἀμάσητοι· διαφυσώμενοι γὰρ ὑπὸ τῆς βροχῆς ἀνευρύνουσιν τὰ τραύματα.[5] |
| 3 4 | τινὲς δὲ οἴονται τοὺς μεμασημένους ἀντιπαθές τι ἔχειν ἀπὸ τῆς τῶν διαμασησαμένων νηστείας· οὐ μὴν τοῦτο βέβαιόν ἐστιν, ἀλλ’ ἑκατέρως αὐτοῖς χρηστέον. |
| 3 5 | εἰ δ’ ὅπερ γίνεται πλειστάκις αἱ οὐλαὶ συνερχόμεναι φθάνοιεν πρὸ τῶν τεσσαράκοντα ἡμερῶν, διὰ χειρὸς αὐτὰς ἀναξαίνειν προσήκει, περισαρκίζοντας καὶ ἐντέμνοντας καὶ ἐπικαίοντας πάλιν, ἐὰν οὕτω τύχῃ· καὶ ἐκ τρίτου τε καὶ τετάρτου τὰ αὐτὰ ποιητέον. παρελθούσης δὲ τῆς ὡρισμένης προθεσμίας, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖς ἕλκεσιν, ἐμπλάστρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετ’ ὀλίγας δὲ ἡμέρας καὶ σιναπιστέον. περὶ διαίτης λυσσοδήκτω ν .[7] |
| 4 1 | δεῖ δὲ καὶ τὴν δίαιταν ἐστοχάσθαι τῆς πρὸς τὸν ἰὸν ἐναντιώσεως, ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ σβεννύῃ τὴν δύναμιν αὐτοῦ, ὁμοῦ δὲ κωλύῃ τὴν εἰς τὸ βάθος φοράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει ἤδη τῇ παρεισδύσει τῆς φθοροποιοῦ δυνάμεως. |
| 4 2 | δύναται δὲ τούτων ἑκάτερον παρέχειν οἴνου ἀκράτου ἢ ζωροτέρου πόσις καὶ γλυκέος 〈καὶ〉 γάλακτος· ὁρμὴν γὰρ ταῦτα πάντα ὀξεῖαν λαμβάνοντα πρὸς τὴν ἐπιφάνειαν ἀνθίσταται τῷ ἰῷ καὶ πᾶσαν αὐτοῦ τὴν δριμύτητα ἐκλύει· ὡσαύτως δὲ καὶ σκορόδων καὶ κρομμύων καὶ πράσων ἐδωδή· καὶ ταῦτα δὲ καὶ τὸ ὅλον τὰ δυσμετάβλητα καὶ δυσεξίτηλα—παραμένουσιν γὰρ αὐτῶν αἱ ποιότητες ἐπὶ πλείους ἡμέρας—οὐ κατανικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆς φθοροποιοῦ δυνάμεως, ἐκ δὲ τῶν ἐναντίων κρατεῖν αὐτῆς πέφυκεν. |
| 4 4 | εἰς τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐστὶ χρεία, καθάπερ τῆς θηριακῆς καὶ τῆς Εὐπατορίου λεγομένης καὶ τῆς Μιθριδατείου καὶ πάσης ἄλλης, ἥτις ἐκ πλειόνων ἀρωμάτων εἴληφεν τὴν σύστασιν· δυσμετάβλητα γὰρ φύσει πάντα τὰ ἀρώματα καὶ ταῖς δυνάμεσι καὶ ταῖς οὐσίαις, διόπερ κρατεῖ τῶν ἐν τοῖς σώμασιν 〈ἰῶν〉. |
| 4 5 | τοιοῦτος μὲν 〈οὖν〉 καὶ ὁ τῆς διαίτης τρόπος. περὶ τῶν ἐν προλήψει γεγονότων ὑδροφόβων ἀπὸ λυσσοδήκτω ν . |
| 4 6 | δεῖ δὲ γινώσκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθους ἐγκατάσκηψις οὐ μίαν οὐδὲ ὡρισμένην ἔχει προθεσμίαν· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ περὶ τὴν τεσσαρακοστὴν ἡμέραν εἴωθεν τοῖς ἀμεληθεῖσιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοις ἀπήντησεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν ἑώραται. ἱστοροῦσι δέ τινες μετὰ ἑπταετίαν ἐνίους ἁλῶναι τῷ πάθει. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῶν λυσσοδήκτων ἡ θεραπεία δεδήλωται.[5] |
| 4 7 | ἐὰν δὲ δι’ οἱασδηποτοῦν αἰτίας 〈ἐν〉 ταῖς πρώταις ἡμέραις μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περισαρκίζειν τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶς τὸ παρεληλυθὸς εἰς τὸ βάθος μετάγειν πειρᾶσθαι· οὐδεμία γὰρ ὄνησις τῆς ἐπιβολῆς, ἀλλὰ διακενῆς τὰ σώματα ταῖς ὀδύναις ὑποβληθήσεται.[5] |
| 4 8 | τρόπος δὲ ἕτερος τῆς θεραπείας εἰσαγέσθω, ὥστε κάθαρσιν καὶ μετασύγκρισιν ἐργάσασθαι τοῖς σώμασιν· συμμεταποιήσει γὰρ τὴν ἕξιν κενοῦσα. |
| 4 9 | διδόσθω δὲ ἡ διὰ τῆς κολοκυνθίδος ἱερά, καὶ τὸ γάλα δὲ τὸ σχιστόν, ὁμοῦ μὲν κάθαρσιν καὶ ἐπίκρασιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόσις παραλαμβανέσθωσαν καθ’ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸς τούτοις ἱδρωτοποιία καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν, δρωπακισμοί τε καὶ σιναπισμοὶ κατὰ μέρος ἐφ’ ὅλου τοῦ σώματος.[5] |
| 4 10 | πάντων δὲ ἀνυσιμώτατος ἐπ’ αὐτῶν ὁ ἐλλέβορός μοι ἐγνώσθη, καὶ χρηστέον τεθαρρηκότως τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ πλεονάκις πρὸ τῆς τεσσαρακοστῆς ἡμέρας καὶ μετὰ ταύτην. |
| 4 11 | τοσαύτην δὲ ἰσχὺν προσφέρεται τὸ βοήθημα τοῦτο, ὥστε καὶ τῶν ἤδη συνῃσθημένων τοῦ ὑδροφόβα περισωθῆναί τινας, λαβόντας τὸν ἐλλέβορον εὐθὺς ἐν τῷ πρώτῳ [τῷ] καταπειρασμῷ τοῦ συμπτώματος· τοὺς γὰρ ἤδη κατεσχημένους οὔτε οὗτος οὔτε ἄλλο τι περιποιῆσαι δύναται. πρὸς ὑδροφόβας τὸ διὰ πυτίας.[5] |
| 4 12 | πυτίας λαγωοῦ, Λημνίας σφραγῖδος, ἀρκευθίδων, γεντιανῆς ἀνὰ 𐅻 δ , δαφνίδων, σμύρνης ἀνὰ 𐅻 η ἀναλάμβανε μέλιτι. |
| 4 13 | ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἄλλο· ἐξέραμα κυνὸς ἄρας ξήρανον καὶ λεάνας θὲς ἐν πυξίδι καὶ χρῶ ὡς καλλίστῳ πρὸς λυσσοδήκτους θαρρῶν. ἐκ τοῦ οδ Θεοδώρο υ· τοῖς δεδηγμένοις ὑπὸ κυνὸς λελυσσηκότος περίαπτε χαμελαίας ῥίζαν· ὡς θαυμαστῷ χρῶ. |
| 4 14 | 〈ἄλλο〉 πρὸς λυσσοδήκτους ὥστε μὴ ἐμπεσεῖν εἰς τὸ ὑδροφοβικὸν πάθος· ἀφρὸς ὁ δηχθεὶς τὴν ἰδίαν σκιὰν θεωρῶν, ὡς ἔθος ἐπὶ ὑγιαινόντων, οὐ μὴ ληφθῇ τῷ πάθει. πρόγνωσις τοῦ πάσχοντος, εἰ ζήσεται. ποίησον αὐτὸν ἀτενίσαι εἰς κάτοπτρον, καὶ ἐὰν ἑαυτὸν ἐπιγνῷ, ζήσεται· ἐὰν δὲ μή, οὔ· τοῦτο ἀπαράβατον. |
| 4 15 | ἐκ δὲ τοῦ ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητος, δι’ ἧς δοκιμασίας ἐν τῇ θεραπείᾳ εὑρίσκεται ὁ ἰὸς ἐν τῷ οὔρῳ τοῦ δηχθέντος· ἰοῦ ξυστοῦ, ἁλὸς ἀνὰ 𐅻 δ , στέατος μοσχείου 𐅻 ιβ καθ’ ἓν καὶ ὁμόσε τρίψας χρῶ, ἐμπάσσων εἰς σπληνίον. φύλασσε δὲ τοῦ κάμνοντος 〈τὸ〉 οὖρον ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήσεις ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου. περὶ κυνοδήκτων καὶ ἀνθρωποδήκτω ν .[6] |
| 5 1 | Ἀρχιγένης ἐν τῷ ε βιβλίῳ τῶν Κατὰ γένος φαρμάκων οὕτως· τοὺς δὲ ἀνθρωποδήκτους προχρίσας ἐλαίῳ μαράθρου ῥίζαν 〈λειώσας〉 μετὰ μέλιτος, ἄχρι ἂν καθαρθῇ τὸ ἕλκος, χρῶ, εἶτα σμύρναν καὶ τερεβινθίνην ἴσα ἀναλαβὼν ὡς μάλαγμα ἐπιτίθει· ἢ χάλκανθον κεκαυμένην μέλιτι ἑφθῷ ἀναλαβὼν ὡς κουλλούριον ἐντίθει, καὶ οὕτως ἀνακαθάρας παρακόλλα.[5] |
| 5 2 | ἐκ δὲ τοῦ Στράτωνο c· ὀστέα μόσχεια καύσας, ἕως λευκὰ γένηται, ἀνα λάμβανε πίσσῃ ὑγρᾷ ἢ μέλιτι ἢ ἀμφοτέροις καὶ ἐντίθει. ἄλλο· μάννην λεάνας μετ’ ἐλαίου καὶ οἴνου κατάπλασσε. περὶ κυνοδήκτω ν . |
| 5 3 | ἐπὶ δὲ τῶν κυνοδήκτων εὐθέως μὲν καταρραίνων ὄξος πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα, εἶτα νίτρον μετ’ ὄξους τρίψας κατακρούνιζε ἄνωθεν, εἶτα ὀρόβινον 〈ἄλευρον〉 φυράσας ἐλαίῳ ἐπιτίθει, ἢ σπόγγον καινὸν ἢ ἔριον οἰσυπηρὸν ὄξει καὶ ἐλαίῳ βεβρεγμένον, ἢ καινὸν σπόγγον ὕδατι ψυχρῷ βρέξας ἢ ὀξυκράτῳ ἢ ὄξει ἡμέρας τρεῖς ἔασον ἐπικεῖσθαι, καταβρέχων τοῖς ἄνω εἰρημένοις· ἐξόχως γὰρ ποιεῖ καὶ εἰς τέλος ἀφυγιάζει.[5] |
| 5 4 | πρὸς δὲ τὰ 〈ἤδη〉 πεπυωμένα τῶν δηγμάτων ὀρόβινον ἄλευρον μέλιτι φυράσας ἐπιτίθει· ἄκρως ποιεῖ. ἐκ τῶν Ἀπολλωνίου 〈Εὐ〉πορίστων· πρὸς δὲ τὰ φλεγμαίνοντα τῶν δηγμάτων λιθάργυρον λειάνας μεθ’ ὕδατος κατάχριε, ἢ φακῷ ἑφθῷ λείῳ κατάπλασσε. |
| 5 5 | κέχρησο δὲ καὶ ἐνδείᾳ καὶ κενώσει καὶ ἀκινησίᾳ τοῦ δεδηγμένου μέρους, ἢ τάριχον ὃν ἐὰν σχῇς μάλιστα παλαιὸν λειώσας κατάπλασσε. τοῦτο ἐνεργέστερόν ἐστι παντὸς ἄλλου φαρμάκου κατ’ ἐξοχήν.[5] |
| 5 6 | ὁ δὲ καθηγητὴς ἐνεργέστερον ποιῶν καὶ σκόροδα συνελέαινεν. πρὸς οὖν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλας λεῖον σὺν μέλιτι κατάπλασσε, ἄχρις οὗ πλήρη ᾖ. τινὲς δὲ καὶ κρόμμυον προσμίσγουσιν καὶ ὄξους καὶ οὕτως χρῶνται. αὐτοῖς δὲ τούτοις τοῖς βοηθήμασιν χρηστέον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸς τὰς ἑκατέρων διαθέσεις.[5] |
| 5 7 | ἐκ δὲ τῶν Θεοδώρο υ· ὑὸς κόπρον κατακαύσας καὶ ἀναλύσας ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράσον τούτῳ μίσγειν. |
| 5 8 | ἄλλο· ἄνηθον ξηρὸν κατακαύσας πλήρωσον τὸ δῆγμα, καὶ πεμπταῖον λύσας εὑρήσεις καθαρόν. ἄλλο· φύλλα κράμβης, ἰὸν χαλκοῦ, πήγανον καὶ ἅλας ἐπιτίθει. θυμιάματα ἑρπετῶ ν .[3] |
| 6 1 | ἐκ τῶν Ἀρχιγένου c· ὁπλαὶ αἰγῶν καὶ τρίχες θυμιώμεναι πόρρωθεν· ἀναστέλλεται 〈γὰρ〉 τὰ ἑρπετὰ τῇ τούτων ὀσμῇ. σύνθετον θυμίαμα Φιλίνου 〈τοῦ〉 θηριακοῦ· χαλβάνης, κάχρυος τῆς ῥίζης, κέρατος ἐλαφείου, μελανθίου ἀνὰ 𐆄 α . λεάνας πάντα ἀναλάμβανε 〈ὄξει〉, ποιῶν τροχίσκους. |
| 6 2 | ἐπὶ δὲ τῆς χρείας ἀποβρέξας εἰς ἔλαιον θυμία κατὰ μέσον τῆς οἰκίας, ἐὰν δὲ ἐν ὑπαίθρῳ ᾖς, κατὰ μέσον τῆς κοίτης. ἄλλο· χαλβάνης, στέατος ἰχνεύμονος ἀνὰ 𐆄 α τήξας ἀπόθου· ἐπὶ δὲ τῆς χρείας θυμίασον ὁμοίως. |
| 6 3 | ἄλλο Αἰγύπτιον· γῆρας ἀσπίδος βρέξας εἰς ἔλαιον [ἄλλο] θυμία ἐγγὺς τῶν φωλεῶν καὶ εὐθέως ἀναβήσονται. 〈ἄλλο〉 καταφέρον καὶ σκορπίους καὶ πᾶν ἑρπετὸν 〈ἀπελαῦνον〉 ἐξ οἰκίας· χαλβάνην, σανδαράκην, βούτυρον, βρυωνίαν, στέαρ αἴγειον ἐξ ἴσου θυμία. συγχρίσματα πρὸς ἑρπετ ά .[5] |
| 7 1 | συγχριέσθω δὲ τὸ σωμάτιον ἐλαίῳ, ἐν ᾧ κέδροι συγκεκομμέναι χλωραὶ προεβλήθησαν ἢ ἀρκευθίδες ἢ κόνυζα ἢ πευκέδανον ἢ σίλφιον ἢ ἐλελίσφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀσφοδέλου ἢ δαύκου καρπὸς ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ ἐλαφείῳ μετ’ ὄξους ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖς ἐκ τούτων συντεθεῖσι.[5] |
| 7 2 | πρὸς δὲ πᾶν θηρίον καθολικῶς· τὸ ἑκάστου στέαρ συναλειφόμενον φυγαδεύει ἀπὸ τῆς ὀσμῆς τὸ συγγενές, ὡς καὶ κύων ὀσφρανθεὶς τοῦ ἰδίου κρότωνος τεθλασμένου φεύγει ταχέως. πληξάντων θηρίων βοηθήματα · ἐὰν δὲ ἄρα συμβῇ πληγῆναί 〈τινα〉 ὑπό τινος θηρίου, κούφου μένοντος τοῦ ἰοῦ, καταντλήσεις διὰ θερμοῦ ὕδατος ἢ ὀξυκράτου καὶ ἐκμυζήσεις. |
| 7 3 | δεῖ δὲ μὴ ἄσιτον εἶναι τὸν ἐκμυζῶντα, ἀλλ’ εἰληφέναι τροφὴν καὶ διακεκλύσθαι οἴνῳ· ἔπειτα ἐλαίου βραχὺ ἐν τῷ στόματι κατέχων οὕτως τὴν ἐκμύζησιν ποιείτω. δεῖ δὲ προσέχειν μὴ τὸ στόμα ἢ οἱ ὀδόντες ἢ τὰ παρίσθμια τοῦ μέλλοντος ἐκμυζᾶν ἔχουσί τινα βλάβην.[5] |
| 7 4 | μετὰ τοῦτο δὲ τέφρα μετ’ ὄξους καταχριομένη ὀνίνησιν, μάλιστα δὲ ἡ ἐκ συκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦσαν 〈πρόσεχε〉, σπουδάζων ὡσότι μάλιστα φλεγμονὴν [μὴ] ἐγεῖραι. σφοδροτέρου δὲ ὄντος τοῦ πλήγματος καὶ κατασχασμῷ χρηστέον· βαθυτέρας δὲ ἐμβάλλειν τὰς ἀμυχὰς προσήκει.[5] |
| 7 5 | χρῆσθαι 〈δὲ〉 καὶ σικύαις, ὅπως τὴν ὕλην ἐκ βάθους ἀναλαμβάνῃ· καὶ περισαρκισμὸς δὲ καὶ ἐκτομὴ πλουσιώτερον κατασχασμοῦ βοηθοῦσιν, περὶ δὲ καύσεως [ὡς] ἐπὶ τῶν λυσσοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶς ἔχει πρὸς ἀποκοπὴν τὸ μέρος τὸ δεδηγμένον, μάλιστα ἐπὶ πάντων θηρίων ἀνενδοιάστως τὸν ἀκρωτηριασμὸν ποιητέον, ὡς 〈ἐπὶ〉 ἀσπίδος καὶ κεράστου καὶ τῶν ὁμοιοτρόπων.[5] |
| 7 6 | ἐπιτιθέσθω δὲ τάριχος λεῖος, πράσα 〈τε〉 καὶ κρόμμυα καὶ σκόροδα, ποτὲ μὲν λειοτριβηθέντα καταπλασσέσθω, ποτὲ δὲ καέντα προσβαλλέσθω τοῖς δήγμασιν· ἢ ὄρνιθας ἀνασχίζοντας περιπτύσσειν τῷ πεπληγότι τόπῳ· πρὸς γὰρ τὴν τοῦ ζῴου θερμασίαν τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρους ὁρμὴν λαμβάνον συνεξάγει τὸν ἰόν· καὶ πήγανόν τε καὶ καλαμίνθη καταπλασσόμενα ὠφελεῖ, καὶ σκόροδα μεθ’ ἁλός, καὶ σπύραθοι αἰγός. ἄκρως δὲ ποιεῖ πρὸς παντὸς ἰοβόλου δῆγμα χωρὶς ἀσπίδος ἄσβεστος μετ’ ἐλαίου καὶ μέλιτος 〈εἰς〉 κηρωτῆς πάχος ἐπιτιθεμένη μέχρις ἐσχαρώσεως, ἢ ἅλας λεάνας ἀναλαβὼν πίσσῃ ὑγρᾷ κατάπλασσε.[5] |
| 7 7 | ἔγνωμεν δὲ ἐπὶ τῆς Αἰγύπτου τοιοῦτόν τι γιγνόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίζωσιν, χύτραν ἔχουσιν κατεσκευασμένην πίσσης ζεούσης καὶ σφήκωμα προσηρτημένον τῇ χύτρᾳ.[5] |
| 7 8 | ἐπειδὰν οὖν δηχθῇ τις εἰς κνήμην ἢ εἰς χεῖρα, ταχέως οἱ παρατυχόντες τὸ σφήκωμα βάλλουσιν εἰς τὴν πίσσαν ζέουσαν καὶ περιειλοῦσιν ἅπαξ ἢ δὶς περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματος, καὶ σφίγγουσιν δύο παρεστῶτες ἰσχυρῶς, καὶ ἐντέμνοντες τὸν τόπον διὰ τῆς περιθέσεως τοῦ βρόχου καὶ ἐπικαίοντες.[5] |
| 7 9 | ὅταν δὲ αὐτοῖς τοῦτο αὐτάρκως ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦσι καὶ καταπλάσσουσι κρομμύοις ἢ καὶ ἄλλῳ τινὶ τῶν εἰρημένων, ὡς ἂν τῇ ὑγρᾷ πίσσῃ μεθ’ ἁλῶν λείων θερμοτέρων καταπλασσομένῃ· σπουδαίως δὲ βοηθεῖ αὐτὴ καινοποιηθεῖσα συνεχέστερον. ἀρήγει δὲ αὐτοῖς καὶ κατάντλησις δι’ ὄξους καὶ θαλάσσης καὶ οὔρου, ἐν ᾧ καλαμίνθα ἐνήψηται.[5] |
| 7 10 | εἰσὶ δὲ καὶ ἔμπλαστροι δριμύταται, δυνάμεναι τὸν ἰὸν ἐπισπᾶσθαι καὶ διακρατεῖν καὶ διαφορεῖν, ὡς ἡ δι’ ἁλῶν ἢ διὰ νίτρου καὶ σινάπεως καὶ κάχρυος προσφερομένη. ταῦτα δὲ ἑξῆς ῥητέον. |
| 7 11 | σέρις τοίνυν καὶ ἐρείκη καὶ ἀστραγαλώτη πινόμενα μετ’ ὄξους πᾶσιν τοῖς θηριοδήκτοις βοηθεῖ, ὡσαύτως καὶ ἄσφαλτος καὶ πλατάνου χλωρᾶς σφαιρία καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα καὶ ῥίζα ἀριστολοχίας καὶ ἠρύγγης, καὶ δαφνίδες ἑφθαὶ κατεσθιόμεναι, καὶ πέπερι δαψιλέστερον τρωγόμενον καὶ πήγανον καὶ ἄνηθον 〈καὶ〉 σκόροδα καὶ κρόμμυα καὶ τάριχος δριμύτατος, καὶ ὀριγάνου ἀφέψημα πινόμενον σὺν οἴνῳ, καὶ μαράθου καὶ γλήχωνος καὶ καλαμίνθης καὶ πράσου χυλὸς σὺν μελικράτῳ ῥοφούμενος.[5] |
| 7 12 | ταῦτα μὲν ἐκ τῶν φυομένων, ἀπὸ ζῴων δὲ ὠφελίμως λαμβάνονταί τινα· ἐγκέφαλοι μὲν ἀλεκτορίδων ἐσθιόμενοι, πιτύα δὲ λαγωοῦ σὺν οἴνῳ πινομένη, καὶ καστορίου 𐅻 β τὸν αὐτὸν τρόπον. ἔστι δὲ καὶ ἡ γαλῆ τῶν διαβοήτων ἡ σκελετευομένη· περιφλέγεται δὲ πρῶτον ἐπανασχισθεῖσα τῶν ἐντὸς ἐκκριθέντων, σκελετεύεται δὲ ξηραινομένη ἐν σκιᾷ· δίδοται δὲ ἀπ’ αὐτῆς δίδραχμον σὺν οἴνῳ. ἁρμόζει δὲ τοῖς θηριοδήκτοις καὶ κάθαρσις διὰ κοιλίας καὶ ἱδρωτοποιία οὔρων τε πολλῶν ἔκκρισις.[5] |
| 7 13 | σκευαστὰ δὲ ποτήματα παραδέδοται κοινότερον πρὸς τὰς τῶν πλείστων ἰοβόλων πληγὰς τοιαῦτα· ὀπίου, σμύρνης ἀνὰ ὀβολόν, πεπέρεως 𐅻 α , ἀριστολοχίας 𐅻 β · ταῦτα μέλιτι ἀναλαμβάνειν καὶ διδόναι μέγεθος κυάμου Αἰγυπτίου μετ’ οἴνου· ὁμοίως πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, χαλβάνης, μελανθίου, ἀριστολοχίας, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάττονται τροχίσκοι δραχμαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετ’ οἴνου ἡμικοτύλιον.[5] |
| 7 14 | ἢ γεντιανῆς 𐅻 β , πεπέρεως καὶ πηγάνου τὸ ἀρκοῦν δίδου λεάνας σὺν οἴνῳ. ταῦτα μὲν 〈οὖν〉 περὶ τῶν κοινῇ βοηθημάτων, τὰ δὲ ἰδίως πρὸς ἕκαστον τῶν ἰοβόλων ἑξῆς ἐροῦμεν. τοῖς ἐκ θηρίων πληγῆς αἱμορραγοῦσι ν .[6] |
| 8 1 | πρὸς δὲ τὰς ἐκ τῶν πληγῶν αἱμορραγίας ἴσχαιμον 〈δοτέον〉 Ἑρμᾶ τοῦ θηριακοῦ· χαλκίτεως, μελαντηρίας, ἀραχνῶν ἀνὰ 𐆄 α ὁμοῦ λεάνας χρῶ. περὶ διαίτης καὶ θεραπεία c .[3] |
| 9 1 | τροφαῖς δὲ χρηστέον δριμείαις, εὐαναδότοις, φυσώδεσιν, πληκτικαῖς, οἷον σκορόδοις, κρομμύοις, ταρίχοις, πεπέρει, ῥαφάνοις· οἶνος πολὺς καὶ ἄκρατος. συμφέρει δὲ αὐτοῖς πᾶσα κίνησις καὶ αἰώρα πολλὴ καὶ ἡμέρας καὶ νυκτός. ἀντίδοτοι θηριακαὶ 〈καὶ〉 ἔμπλαστροι ποιοῦσαι καὶ πρὸς ἄλλ α . |
| 10 1 | ἀντίδοτος πρώτ η, ποιοῦσα κοινῶς πρὸς πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺς λυσσοδήκτους, παρὰ πολλοῖς διατεσσάρων καλουμένη. δίδοται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθος, σκορπιοπλήκτοις μὲν μετ’ οἴνου αὐστηροῦ ἅπαξ τῆς ἡμέρας—εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίς—, πρὸς δὲ λυσσοδήκτους δίδου με θ’ ὕδατος ἡμέραν παρ’ ἡμέραν ἐπὶ ἡμέρας μβ , προσμίσγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν, τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.[5] |
| 10 2 | χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔστι δὲ ἀριστολοχίας στρογγύλης, γεντιανῆς, δαφνίδων, σμύρνης ἀνὰ 𐅻 η · ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νησιωτικῷ. ἐὰν δὲ προσβάλῃς πεπέρεως λευκοῦ 𐅻 δ , ποιεῖ καὶ πρὸς ἡπατικοὺς θαυμαστῶς μεθ’ ὑδρομέλιτος, ἐν δὲ τοῖς παροξυσμοῖς μετὰ γλυκέος. |
| 10 3 | ἄλλη ἀντίδοτος θηριακ ή, ποιοῦσα κατ’ ἐξοχήν. ἔστι δὲ καστορίου, ὀποῦ Κυρηναικοῦ, πεπέρεως ἀνὰ 𐅻 δ , κόστου, νάρδου Ἰνδικ〈ῆς, κρόκ〉ου, κενταυρίου χυλοῦ ἀνὰ 𐅻 β , μέλιτος ἀπέφθου κοτύλης ἥμισυ. |
| 10 4 | ἡ δόσις καρύου Ποντικοῦ τοῦ ἐντὸς τὸ μέγεθος· δίδου σκορπιοπλήκτοις μετ’ οἴνου κεκραμένου, ἀσπιδοδήκτοις μετ’ ὄξους κεκραμένου, ἡπατικοῖς μεθ’ ὑδρομέλιτος, πρὸς ὑστερικὰς πνίγας ὁμοίως, πρὸς δὲ τὸ κατᾶξαι ἔμμηνα ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτος θερμοῦ. 〈καὶ〉 κατασπαστικὴν δὲ δύναμιν ἔχει ὡς τοὺς ἀναδοθέντας ἥλους καταφέρειν· οὕτως οὖν καὶ πρὸς ὑστερικὰς πνίγας καὶ τὴν τῶν ἐμμήνων κάθαρσιν ποιεῖ. 〈ἄλλη〉 ἀντίδοτος σκορπιοπλήκτοις· ἀριστολοχίας μακρᾶς λείας δίδου κοχλιάριον ἓν μετ’ οἴνου ἀκράτου κυάθων τεσσάρων· ἐνεργεῖ σφόδρα.[5] |
| 10 6 | περὶ ἐμπλάστρω ν . Ζήνων δὲ ὁ Λαοδικεὺς μετὰ τὴν ἑαυτοῦ θηριακὴν ἀντίδοτον, ἣν ἐγὼ ἐνθάδε οὐ παρέθηκα διὰ τὸ πολυτελὲς τῆς σκευασίας, παρατίθεται [ἠ] μὲν ἐμπλάστρους τάσδε, φησὶν δὲ οὕτως· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαστρον τὴν διὰ θαλάσσης καὶ χαμαιλέοντος ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέρας μίξας. |
| 10 7 | ἔστι δὲ ἡ μὲν διὰ χαμαιλέοντος ἥδε· λιθαργύρου 𐆃 α 𐆄 β , ἁλὸς Ἀμμωνιακοῦ 𐅻 α , χαμαιλέοντος μέλανος ῥίζης 𐆄 δ , θαλάσσης 𐆂 υ γ , ἐλαίου παλαιοῦ ξ̸ α · ἕψε λιθάργυρον, ἔλαιον, θάλασσαν, ἕως συστραφῇ, εἶτα καθελὼν ἀπὸ τοῦ πυρὸς πρόσβαλλε λεῖον τὸν χαμαιλέοντα ἐπιπάσσων καὶ ἐπίθες ἐπὶ μαλακοῦ πυρός, ὅπως τὴν δύναμιν ὁ χαμαιλέων προσδῷ τῷ φαρμάκῳ.[5] |
| 10 8 | ἄλλη 〈ἡ λευκὴ〉 πρὸς ὃ θέλεις ῥῆξαι ἢ διαφορῆσαι ἢ ἐπισπάσασθαι· λιθαργύρου 𐆃 α , ψιμυθίου 𐆃 β , πιτυίνης 𐆃 α , ἐλαίου παλαιοῦ 𐆃 γ , κηροῦ 𐆃 Ϟ , Ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης ἀνὰ 𐆄 β · ἕψε ἔλαιον, ψιμύθιον, λιθάργυρον, ἕως ἀμόλυντον γένηται· εἶτα τὰ ἄλλα ὕστερον πρόσβαλλε καὶ χρῶ πρὸς πᾶσαν ἀπόστασιν καὶ φύματα κατὰ μαστούς, φύγεθλα, κόλπους, σύριγγας, παρωτίδας, ἄνθρακας. |
| 10 9 | ταύταις χρῶ ἐπὶ τῶν δηγμάτων ἀμφοτέραις. ἔστι δὲ αὕτη ἀφλέγμαντος ἐπὶ παντὸς ἰοῦ, καὶ ἔστιν ἀνέκδοτος ἡ τοιαύτη δύναμις. περὶ σφηκῶν καὶ μελισσῶ ν .[5] |
| 11 1 | προδιεσαφήνισα δὲ τὰ παρακολουθοῦντα ταῖς τούτων πληγαῖς σημεῖα οὐχὶ τῷ μεγάλην εἶναι τὴν δύναμιν ἢ ἐπικίνδυνον τὴν τούτων πληγήν, ἀλλ’ ὑπὲρ τοῦ τοὺς πεπληγότας ἀπὸ τούτων μὴ τεταράχθαι διὰ τὴν ἀλγηδόνα, ὡς δοκεῖν ὑπό τινος τῶν χαλεπῶν πεπληγέναι. |
| 11 2 | τοῖς τοίνυν πεπληγόσιν ὑπὸ μελισσῶν παρακολουθεῖ 〈τὸ〉 τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν εἶναι τὸν τόπον, ἐπαίρεσθαι τὰ κύκλῳ, τὸ κέντρον ἐγκεῖσθαι τῷ πλήγματι, τοῖς δὲ ὑπὸ τῶν σφηκῶν πάλιν τὰ ὅμοια μετ’ ἐπιτάσεως πολλῆς, πλὴν 〈τὸ〉 κέντρον οὐκ ἐνυπάρχει. βοηθεῖται δὲ τὰ ὑπὸ τούτων δήγματα πηλῷ ἢ βολβίτῳ καταχριόμενα μετ’ ὀξυκράτου πεφυραμένῳ, ἢ μαλάχης φύλλα ὁμοίως ὀξυκράτῳ συλλειωθέντα, ἢ κρίθινον ἄλευρον σὺν ὄξει, καὶ συκῆς ὀπὸς ἐνσταζόμενος τοῖς δήγμασιν, καὶ ἡλιοτροπίου φύλλα λεῖα καταπασσόμενα, ἢ καὶ αὐτὸ τὸ σήσαμον τρίψας μεθ’ ὕδατος κατάπλασσε. |
| 11 4 | σφραγίζονται δὲ 〈καὶ〉 σφραγῖδι σιδηρᾷ πρὸς τὸ μὴ αὔξειν τὴν φλεγμονὴν ἅμα τῷ πληγῆναι· καὶ πυρία διὰ ἅλμης ἢ θαλάσσης ὠφελεῖ. προπότιζε δὲ δάφνης ἁπαλοῖς φύλλοις ὅσον 𐅻 β μετ’ οἴνου αὐστηροῦ ὅσον ἡμικοτύλιον. περὶ [ μυῶν κα ὶ ] μυιῶν καὶ κωνώπων καὶ ψύλλω ν .[5] |
| 12 1 | ἐπειδὴ δὲ καὶ ταῦτα λυμαίνεται τῶν ἀνθρώπων τὰ σώματα, καὶ περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπες οὖν ἀποθνῄσκουσιν κεδρίνων πρισμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέσας ἐν ἐλαίῳ 〈καὶ〉 προσμίξας τὴν χάλκανθον συγχρίσῃ, οὐ προσεγγίζουσι μυῖαι οὐδὲ κώνωπες. |
| 12 2 | πρὸς δὲ τὸ ἀνελεῖν μυίας ὑοσκυάμου σπέρμα καὶ ἐλλέβορον μέλανα καὶ λιθάργυρον λείου μεθ’ ὕδατος καὶ ἀπόθου· ἐπὶ δὲ τῆς χρείας κνισώσας βουτύρῳ σκόρπισον, ἢ κυνοκράμβης τὴν ῥίζαν λείαν μετὰ στέατος. πρὸς κώνωπας δὲ ἀψίνθιον, μελάνθιον, χάλκανθον ἴσα σὺν ἐλαίῳ ἑψήσας συγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία. ἄλλο πρὸς κώνωπας· ὀπὸν Συριακὸν μετ’ ὄξους συγχρίου.[5] |
| 12 3 | ἄλλο πρὸς κώνωπας· ἐλλέβορον, ἀψίνθιον σὺν ἐλαίῳ ῥαφανίνῳ [καὶ] συγχρίου. μυίας δὲ φυγαδεύει χάλκανθος θυμιωμένη· μυίας δὲ ὄλλυσιν ἐλλέβορος λευκὸς λεῖος σὺν γάλακτι φυραθεὶς καὶ 〈ἐν〉 διαφόροις ἀποτεθεὶς τόποις. |
| 12 4 | ψύλλοις ὀλέθριον· ῥοδοδάφνης ζεσθείσης θαλάσσῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. 〈ἄλλο πρὸς τὸ〉 κώνωπας καὶ ψύλλους διολέσαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον. 〈πρὸς ἀς〉καλαβώτου δῆγμ α .[4] |
| 13 1 | οἱ δὲ ἀπὸ τοῦ ἀσκαλαβώτου δηχθέντες συντόνως ἀλγοῦσιν καὶ τὸ δῆγμα πελιὸν ἴσχουσιν. βοηθοῦνται δὲ παραχρῆμα καταπλασσόμενοι τὴν πληγὴν κρομμύοις, σκορόδοις, ἔτι καὶ ἐσθίοντες αὐτά, καὶ οἶνον ἄκρατον ἐπιρροφοῦντες· ἢ σήσαμον λεάνας μεθ’ ὕδατος κατάπλασσε ἢ μελάνθιον ὁμοίως. πρὸς σκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸς τὸ αὐτ ό .[5] |
| 14 1 | ἐκ τῶν Ἀρχιγένου c· τῶν δὲ σκορπίων διαφοραὶ μὲν πλείους, τὰ αὐτὰ δὲ πᾶσιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰς σημειώσεις τῶν πλήξεων καὶ τὰς θεραπείας τραπησόμεθα. παρέπεται τοῖς πληγεῖσιν πόνος σφοδρότατος περὶ τὴν πληγήν, ψῦξις 〈καὶ〉 νάρκα περὶ ὅλον τὸ σῶμα, ψυχρὸς ἱδρώς, ἔπαρσις ἐν ταῖς μασχάλαις, τοῖς δὲ περὶ τὰ κάτω ἐν τοῖς βουβῶσιν.[5] |
| 14 2 | τοῖς δὲ μὴ ἐλαφρῶς τυπτομένοις τοιαῦτά τινα παρακολουθεῖ· καῦσος [καὶ] περὶ τὴν πληγὴν ὡς ἐπὶ πυρικαύτων, παρακοπαὶ σφυγμός τε δι’ ὅλου τοῦ σώματος, μυρμηκίασις περὶ τὰ χείλη καὶ ὅλον τὸ σῶμα, ὡς ῥανίσιν δοκεῖν καταρραντίζεσθαι, σκληρότης ἄρθρων, προσώπου διαστροφή, λῆμαι περὶ τοὺς ὀφθαλμοὺς κολλώδεις, δάκρυα γλίσχρα, ῥίγη συνεχῆ, πρόπτωσις ἕδρας καὶ αἰδοίου 〈ἔντασις〉· ἐνίοις 〈δὲ καὶ〉 συνεχεῖς ἐρυγαί, γλώσσης πάχος καὶ σκληρότης, ὀδόντων συνέρεισις, ἀφρισμὸς δαψιλής, ἔμετοι, λυγμοί, σπασμοί, τέτανοι, ὀπισθότονοι.[5] |
| 14 3 | καὶ ταῦτα μὲν 〈οὖν〉 τὰ παρακολουθοῦντα τοῖς πεπληγόσι σημεῖα. βοηθοῦνται δὲ τοῖς ὑπογεγραμμένοις παραχρῆμα· συκῆς ὀπὸς εἰς τὸ πλῆγμα ἐνσαχθείς, ἢ αὐτὸς ὁ πλήξας σκορπίος ἐπιτεθεὶς κατὰ ἀντιπάθειάν τινα ἄκρως βοηθεῖ, ἢ λεῖον ἅλας μετὰ λινοσπέρμου, 〈ἢ〉 ἀλθαίας ὁ καρπός, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ καὶ ὡς ἐμπλάστριον ἐπιτεθέν· ἢ χαλβάνη πλατυνθεῖσα σπληνίου τύπον, ἢ καλαμίνθη λεία ὑδρηρὰ καταπλασσομένη, καὶ ὠμήλυσις ἐν οἴνῳ σκευασθεῖσα ἐν ἀφεψήματι πηγάνου, ἢ ῥύπος ἄγγους οὐρηροῦ καταχριόμενος, ἢ ἀριστολοχίας ῥίζα· ἢ Κυρηναικῷ ὀπῷ ἢ ἁλσὶν μετὰ σταφίδων κατάπλασσε ἢ μετ’ ἐλαίου λείοις ἀνάτριβε. |
| 14 6 | ποτήμασιν δὲ χρηστέον ἀνυσιμωτάτοις· ἀριστολοχίας 𐅻 β , μάλιστα τοῦ φλοιοῦ σὺν οἴνῳ, γεντιανὴ 〈κεκομμένη〉 καὶ γλήχων ἐπικαθηψημένη, καὶ δαφνίδες ἀριθμῷ δέκα λεῖαι, καὶ καλα μίνθα ἐπὶ πολὺ ἐνεψηθεῖσα ὀξυκράτῳ, ἢ κυπάρισσος μετ’ οἴνου, ἢ πήγανον ὡσαύτως· καὶ σίλφιον, εἰ παρείη, καὶ ὁ τῆς τριφύλλου καρπὸς πινόμενος, καὶ τὸ τοῦ ὠκίμου σπέρμα, λουτρῶν τε συνεχὴς χρῆσις μετὰ πολλῆς τῆς ἱδρώσεως, καὶ οἰνοποσία ζωροτέρα τῷ κράματι.[5] |
| 14 7 | ἀντιδότιον σκορπιοπλήκτοις δόκιμον · ἀριστολοχίας μακρᾶς, μελανθίου, πάνακος ῥίζης, πηγάνου ἀγρίου σπέρματος ἀνὰ 𐅻 δ · ἡ δόσις 𐅻 β μετ’ οἴνου ἀκράτου.[5] |
| 14 8 | ἄλλη ποιοῦσα 〈καὶ〉 πρὸς τριταίους καὶ τεταρταίους καὶ ἀμφημερινούς· ὀπίου, ὀποπάνακος, καστορίου, ὑοσκυάμου σπέρματα, δαύκου σπέρμα ἀνὰ 𐅻 α λεῖα ποιήσας προσμίσγε ὀλίγου μέλιτος καὶ δίδου ἀνδρὶ ὁλκὰς τρεῖς, παιδίοις δὲ χρῶ ὡς παραδόξως ποιοῦντι μετ’ οἰνομέλιτος πρὸ ὥρας τῆς λήψεως αὐτῆ σκορπιοπλήκτοις οὐ προσγέγραπται.[5] |
| 14 9 | τοῖς δὲ ὑπὸ σκορπίου πεπληγόσιν ἑλενίου ῥίζαν διδόασι μασᾶσθαι, ἕως ἄπονοι γένωνται· κἂν ἔχῃ δέ τις αὐτὸ μετὰ χεῖρας, οὐκ ἀδικήσει ὁ σκορπίος· ἢ εὑρὼν ἀσκαλαβώτην φόρει, καὶ οὐ πληγήσῃ. ἄλλο πρὸς τὸ μὴ πληγῆναι ὑπὸ σκορπίου· φοῦ βοτάνης ἄνθη Ϟ καὶ μελάνθιον ὀλίγον 〈καὶ〉 προπόλεως ὀλίγον· ταῦτα μίξας ἐνδήσας τε εἰς ῥάκος ἐρεοῦν περίαπτε.[5] |
| 14 10 | ἐὰν δὲ θέλῃς πειρᾶσαι, γράψον ἐπὶ τῆς γῆς γύρον, καὶ βάλε εἰς τὸ μέσον σκορπίον σὺν τῷ περιάπτῳ, καὶ οὐκ ἐξελεύσεται ὁ σκορπίος τοῦ γύρου. φαλαγγίων πόσα γέν η , καὶ βοηθήματα πρὸς ταῦτ α .[3] |
| 15 1 | τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖστον ἱστορεῖται παρὰ τοῖς θηριακοῖς, ἔστιν ἓξ τὸν ἀριθμόν· τὸ μὲν γὰρ αὐτῶν καλεῖται ῥάγιον, τὸ δὲ λύκος, τὸ δὲ μυρμήκιον, τὸ δὲ κρανοκολάπτης, τὸ δὲ σκληροκέφαλον, τὸ δὲ σκωλήκιον. |
| 15 2 | τὸ μὲν οὖν ῥάγιον σχήματι στρογγύλον ἐστί, χρώματι δὲ μέλαν—ὡμοίωται γὰρ ῥαγὶ σταφυλῆς μελαίνης—, πόδας δὲ ἔχει 〈ἓξ〉 ἐξ ἑκατέρου μέρους μικροτάτους, τὸ δὲ στόμα ὑπὸ τὴν κοιλίαν. ὁ δὲ λύκος δεύτερος ἐν τοῖς ἀραχνίοις διατρίβων εὑρίσκεται 〈καὶ〉 ἐπιλαμβανόμενος τῶν μυιῶν καὶ ἐσθίων αὐτάς, σῶμα δὲ ἔχει πλατύ, περιφερές, τὰ δὲ κατὰ τὸν αὐχένα αὐτοῦ μέρη ἐγκεχάρακται, ἀπὸ δὲ τοῦ στόματος ἀποφύσεις ἔχει λείας τρεῖς.[5] |
| 15 3 | τὸ δὲ μυρμήκιον τρίτον ὂν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδες κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ σώματι αὐτοῦ ὡς ἄστρα, μᾶλλον δὲ κατὰ 〈τὰ〉 νῶτα, ὡς καὶ Νίκανδρος (Th. 748) μαρτυρεῖ οὕτως· πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφήν, πάντοθεν ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ. τὸ σκληροκέφαλον δὲ τέταρτον 〈ὂν κεφαλὴν ἔχει〉 πετρώδη καὶ ἀπόσκληρον, 〈καὶ〉 καθ’ ὅλον τὸ σῶμα περιγέγραπται ἐμφερῶς 〈τοῖς〉 ζῴοις ἐκείνοις τοῖς περιιπταμένοις περὶ τοὺς λύχνους.[5] |
| 15 4 | τὸ δὲ σκωλήκιον πέμπτον ἐπίμηκες καὶ ὑπόσπιλον, καὶ μάλιστα κατὰ τὴν κεφαλήν. |
| 15 5 | τὸ δὲ ἕκτον κρανοκολάπτης· τοῦτο ὑπόμηκές ἐστι καὶ ἔγχλωρον, τὸ δὲ κέντρον ἔχει ὑπὸ τὸν τράχηλον· τοῦτο προσπῖπτον τοὺς κατὰ τὴν κεφαλὴν πλῄσσει τόπους. τὰ μὲν οὖν εἴδη τῶν φαλαγγίων ταῦτα, τὰ δὲ παρακολουθοῦντα τοῖς πεπληγόσιν ὑπ’ αὐτῶν κοινά· τὸ δὲ δῆγμα λεπτὸν καὶ δυσθεώρητον, οἴδημα, πελίωμα, τισὶν δὲ καὶ ἐρύθημα, ψῦχος περὶ γόνατα καὶ ὀσφὺν καὶ ὠμοπλάτας· ἔστι δὲ ὅτε 〈καὶ〉 καθ’ ὅλον τὸ σῶμα βάρος ἐστίν, ἔτι τε πόνος σύν〈τονος〉, τρόμος, ὠχρίασις, ἀγρυπνία, τισὶν δὲ καὶ ἔντασις καυλοῦ καὶ κνησμὸς περὶ τὴν πληγήν, ἐνίοτε δὲ καὶ περὶ τὰς κνήμας, ὄμματα ἔνυγρα καὶ δακρύον〈τα〉 καὶ κοῖλα διὰ τὸ τὴν κοιλίαν ἀνωμάλως ἐπῆρθαι.[5] |
| 15 7 | οἰδεῖ ὅλον τὸ σῶμα πρόσωπόν τε καὶ μάλιστα τὰ περὶ τὴν γλῶτταν, ἀσάφειά τε γίνεται φράσεως, τισὶν δὲ 〈καὶ〉 δυσουρία, ἐμεῖν ὑδατώδη, ἀραχνίοις ὅμοια, ἔστι δὲ ὅτε δι’ οὔρων καὶ κατὰ κοιλίαν τὰ αὐτὰ ἀποκρίνεται· πολλάκις καὶ τρόμος δι’ ὅλου τοῦ σώματος, καὶ σύντασις 〈περὶ τὰς〉 ἰγνύας ἐοικυῖα σπασμῷ, καὶ περὶ τὸν στόμαχον δηγμὸς ἰσχυρός, καὶ ψυχρὸς ἱδρὼς καθ’ ὅλην τὴν ἐπιφάνειαν ἐκκρίνεται.[5] |
| 15 8 | συμβαίνει δὲ καθιεμένους εἰς θερμὸν ἀπόνους γίνεσθαι, μετὰ δὲ τὴν ἐξαίρεσιν συντόνως ἀλγεῖ〈ν〉, τοῖς δὲ πρεσβυτέροις ἐφ’ ἱκανὸν τὰ μόρια χαλᾶσθαι καὶ μὴ ἐντείνεσθαι.[5] |
| 15 9 | κοινὰ μὲν οὖν ταῦτα παρέπεται· τισὶν δὲ 〈καὶ〉 κεφαλὴν ἀλγεῖν καὶ σκοτοῦσθαι, κρανοκολάπτου δὲ πλήξαντος ῥῖγος σύντονον, ὡς παρακόπτειν, καρδιαλγεῖν, ῥιπτάζεσθαι. βοηθοῦνται δὲ πάντες οἱ φαλαγγιόδηκτοι λουτρῷ συνεχεῖ θερμῷ· καταντλεῖν δὲ δεῖ τὴν πληγὴν ἀφεψήματι τριφύλλου καὶ ἐλαίου θερμοῦ. |
| 15 10 | ἐπιτίθει δὲ τέφραν συκίνην σὺν ἁλσὶν λείοις μετ’ οἴνου φυράσας, ἢ ἀριστολοχίαν σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεύσας. |
| 15 11 | κατάντλει δὲ θερμοτέρᾳ θαλάσσῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελισσοφύλλου ἀφεψήματι— ταύτης δὲ καὶ τὰ φύλλα ἐπιπλάσσειν—, ἢ βολβοῖς ἢ πολυγόνῳ ἢ πράσοις ἢ πιτύροις ἀνεζεσμένοις ὄξει ἢ κριθίνοις ἀλεύροις συγκαθηψημένων φύλλων δάφνης σὺν οἴνῳ, ἢ σπόγγον καινὸν εἰς ὄξος ἀποβάπτων πυρία τὴν πληγήν.[5] |
| 15 12 | πότιζε δὲ ἀβροτόνου σπέρμα καὶ ἄνη θον καὶ ἀριστολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιοπικὸν καὶ κεδρίδας λείας καὶ πλατάνου φλοιὸν καὶ τὸ σπέρμα τῆς τριφύλλου πόας, ἑκάστου κατ’ ἰδίαν 〈δίδοται〉 𐅻 β μετ’ οἴνου 𐆂 υα · ὡσαύτως δὲ καὶ μυρίκης 〈ὁ〉 καρπὸς καὶ χαμαιπίτυος καὶ τῶν χλωρῶν τῆς κυπαρίσσου σφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ’ οἴνου, ἢ πυρέθρου λείου 𐅻 α ὁμοίως πινομένη. |
| 15 14 | φασὶν δέ τινες 〈καὶ〉 καρκίνον ποτάμιον χυλισθέντα μετὰ γάλακτος, καὶ προσλαβόντα σελίνου σπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάσσειν. ἢ πέπερι τρίψας ἐν οἴνῳ 𐆂 ο α πάχος σύμμετρον ποιῶν δίδου πιεῖν. ἀντίδοτος ποιοῦσα πρὸς φαλαγγιοδήκτους καὶ τρυγόνας καὶ δράκοντας θαλασσίους, καὶ σμυραίνης καὶ πάντων τῶν τοιούτων γενῶν πληγάς. |
| 15 15 | ἐστὶ δὲ ἀρίστη· ἀριστολοχίας, ἴρεως Ἰλλυρικῆς, ναρδοστάχυος, πυρέθρου, δαύκου σπέρματος, βρυωνίας ῥίζης, γλυκυσίδης ῥίζης, ἐλλεβόρου μέλανος, ἀφρονίτρου, κυμίνου, κονύζης, σταφίδος ἀγρίας, δαφνίδων, κυτίνων, πετροσελίνου σπέρματος, κιναμώμου, σπονδυλίου, ἁλῶν, πιτύας λαγωοῦ, καρκίνου ποταμίου, χαλβάνης, ὀποῦ μήκωνος, βαλσάμου· πάντων ἴσα βαλὼν εἰς ὅλμον, κόψας καὶ σήσας, ἀνάπλασσε μετὰ καππάρεως χυλοῦ δραχμιαίους τροχίσκους, καὶ δίδου πιεῖν μετὰ δύο κυάθων οἴνου.[5] |
| 16 t | ἀσπίδων πόσαι διαφορα ί . τῶν μὲν ἀσπίδων ἐστὶν εἴδη κατὰ τοὺς θηριακοὺς τρία· αἱ μὲν γὰρ αὐτῶν εἰσι χερσαῖαι καλούμεναι, 〈αἱ δὲ〉 χελιδονίαι, αἱ δὲ ὀνομάζονται πτυάδες, μεγέθει δὲ αὗται καὶ χρόᾳ καὶ ἐνεργείᾳ ἀλλήλων διαφέρουσιν.[5] |
| 16 1 | αἱ μὲν γὰρ χερσαῖαι εὑρίκονται πηχῶν τριῶν, ἐνίοτε δὲ καὶ τεσσάρων, πολλά κις δὲ καὶ πέντε· ἀνάλογα δὲ τῷ μήκει καὶ τὰ πάθη ἔχουσιν.[5] |
| 16 2 | αἱ δὲ πτυάδες αἱ μέγισται πηχῶν δύο, αἱ δὲ χελιδονίαι πήχεως ἑνός, κατὰ δὲ χρόαν τῶν χελιδονίων εἰσὶν ὅμοιαι, ὅθεν καὶ προσηγορεύθησαν· αἱ δὲ πτυάδες τεφρώδεις, ἔγχλωροι, χρυσίζουσαι, αἱ δὲ χερσαῖαι καὶ αὐταὶ ὁτὲ μὲν τεφρώδεις, ὁτὲ δὲ ἔγχλωροι εὑρίσκονται. κοινῶς δὲ παρέπεται τοῖς ὑπ’ αὐτῶν δηχθεῖσιν κεντήματα ἐπὶ τοῦ δήγματος, ὡς βελόνης, δύο ἢ τέσσαρα, εἰ δὲ θηλυκὰ εἴη, 〈τέσσαρα〉, δίχα πόνου, μηδὲν ἀποκρίνοντα, εἰ μὴ βιαίως ἀποσπᾶσθαι τὸ ζῷον τύχοι.[5] |
| 16 3 | παρέπεται δὲ νάρκα, ὠχρίασις προσώπου, κατάψυξις, χασμαὶ συνεχεῖς, βλεφάρων ἐπιμύσεις, τραχήλου παρέγκλισις, καρηβαρία, νωθρία, καταφορὰ ὑπνώδης, σφυγμὸς ἀμετάβλητος, πρὸς τέλει δὲ σπασμός· ὁ δὲ θάνατος ἐν ὥραις δύο ἢ τρισὶν ἐπὶ τῆς χερσαίας, ἐπὶ δὲ τῆς χελιδονίας ἔτι καὶ συντομώτερον· τοῖς δὲ ὑπὸ τῆς πτυάδος προσεπτυσμένοις ἀμαύρωσις, διόγκωσις προσώπου καὶ ἀκοῆς ἀποκοπή, πόνος ἐλαφρὸς καὶ οὐκ ἄτερ ἡδονῆς, διὸ καλῶς ὁ Νίκανδρος (Th.[5] |
| 16 4 | 188) ἔλεγεν· ‘καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ‘· χρόα ἀτρόπιος καὶ χλοανθής, καρδιωγμὸς ὀλίγος, μέτωπον δὲ συνεχῶς ἀνασπᾶται, βλέφαρα ἀκινητεῖ μετὰ ἀναισθησίας ὁμοίως ὕπνῳ, κἂν τούτοις ὁ θάνατος συναναιρεῖ, μηδὲ τρίτον ἡμέρας διαλιπών. |
| 16 6 | βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῶν πληγέντες συντόμως ἀκρωτηριασμῷ, εἰ ἐνδέχεται τὸ δηχθὲν μέρος· εἰ δὲ μή, περισαρκιστέον παραχρῆμα καὶ ἐκτμητέον διὰ βάθους μέχρις ὀστέου, ὅπως ὑπεκδράμῃ μὲν τὰ δεδηγμένα μέρη καὶ τὰ τούτοις πλησίον, τὰ δὲ ὑπολειπόμενα τοῖς καυτῆρσιν ἀνικμαστέ ον. |
| 16 7 | ἁπλοῖς δὲ βοηθήμασιν παραυτίκα 〈χρηστέον〉 τούτοις· ὄξος δριμύτατον δίδου πιεῖν, ἕως τῆς ποιότητος τοῦ ὄξους ἀντιλάβοιτο· τὸ γὰρ ἐν ταῖς ἀρτηρίαις αἷμα καὶ πνεῦμα τούτων ὁ ἰὸς ὀξυτάτως πήγνυσι, ὥσπερ 〈καὶ〉 ὁ τοῦ βασιλίσκου. κατὰ δὲ τῆς πληγῆς ἐπιτίθει κενταύριον σὺν σμύρνῃ καὶ ὀπίῳ συλλεάνας. ἄλλο· σίναπι μετὰ λινοσπέρμου σὺν ὄξει λεάνας ἐπίθες.[5] |
| 16 8 | εἰς δὲ τὸ γνῶναι, εἰ ζήσεται ὁ πεπληγμένος, κενταύριον λεάνας μετ’ οἴνου δίδου· ἐὰν ἐμέσῃ τὸ φάρμακον, ἀποθανεῖται, εἰ δὲ μή, σῴζεται. εἰς δὲ τὸ ἀπερᾶσαι τὴν ἐκ τῆς ἀντιδόσεως φαυλότητα καὶ τροπὴν τὴν ἐν τῷ στομάχῳ σκόρδα λεάνας δίδου μετὰ ζύθου, ἕως ὑποναύσιος γένηται, ἢ ὀποπάνακα δίδου ἐν κράματι, καὶ παραχρῆμα ἐνεργήσει.[5] |
| 16 9 | Νουμήνιος δέ φησιν ὁ θηριακός· τὴν Ἡρακλεωτικὴν ὀρίγανον, εἴτε ξηρὰν εἴτε χλωράν, λεάνας πρὸς δύναμιν δίδου μετ’ οἴνου. μετὰ δὲ ταῦτα ταῖς θηριακαῖς ἀντιδότοις χρηστέον καὶ τοῖς καθολικοῖς βοηθήμασιν τοῖς ἐν ἀρχῇ δεδηλωμένοις. ἔχις καὶ ἔχιδν α .[5] |
| 17 1 | τοῖς δὲ ὑπὸ ἔχεως ἢ ἐχίδνης δηχθεῖσιν εὑρίσκομεν κεντήματα 〈ὑπάρχοντα〉 δύο ἢ τέσσαρα, εὐρύτερα δὲ ἢ ἐπὶ ἀσπίδος, δι’ ὧν αἷμα ἐκκρίνεται πρῶτον, εἶτα αἱματώδης ἰχὼρ καὶ ἐλαιώδης καὶ χολώδης, ὄγκος διάπυρος, φλυκταινώδης, ὑπέρυθρος, εἶτα πελιὸς καὶ νεμόμενος, στόμα κατάξηρον, ἔγκαυσις, ἔκλυσις, φρικώδης διαδρομή, ποτὲ δὲ καὶ χολῆς ἔμετος, στρόφος, βάρος κεφαλῆς καὶ ὀσφύος, σκοτοδινία, ὠχρίασις, λυγμός, πυρετός, ταχύπνοια, χρῶμα μολιβδῶδες, ἱδρὼς ψυχρός.[5] |
| 17 2 | ὁ δὲ θάνατος ἐν ἡμέραις ἑπτά, καὶ ὡς ἐπὶ τὸ πλεῖστον τῇ τρίτῃ, καὶ μάλι στα τοῖς ὑπὸ ἐχίδνης ἀδικηθεῖσιν. βοηθοῦσι δὲ καὶ τούτοις σπύραθοι αἰγῶν μετ’ οἴνου λεανθεῖσαι καὶ καταπλασσόμεναι, καὶ δάφνη ὡσαύτως, καὶ ἀβρότονον καὶ χαλβάνη ἀντὶ σπληνίου ἐπιρριπτομένη, καὶ ὀρίγανος χλωρὰ λεανθεῖσα, καὶ τῶν ὀρνίθων οἱ νεοσσοὶ ἀναπτυσσόμενοι παραχρῆμα καὶ ἐπιτιθέμενοι, ἢ ὀρόβινον ἄλευρον σὺν οἴνῳ πεφυραμένον, καὶ ῥεφάνου φλοιὸς ἰσχυρῶς λεανθείς, καὶ σκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένον, καὶ ὠμήλυσις δι’ ὀξυμέλιτος ἐσκευασμένη προκαταντλουμένοις θερμῷ ὕδατι.[5] |
| 17 4 | καὶ δάφνης φύλλοις μετ’ ἐλαίου ἐπάλειφε καὶ τῇ ἀγρίᾳ μαλάχῃ μετ’ ἀλφίτου, 〈καὶ〉 κατάπλασσε σεύτλου ῥίζῃ μετὰ ἀλφίτων 〈καὶ〉 ὄξους, ἢ ἴριδι σὺν ἀλφίτῳ, ἢ τιτάνῳ μετ’ ἐλαίου, ἢ πεφωσμένοις ἁλσὶν μετὰ ὑσσώπου, ἢ ὀριγάνῳ σὺν μέλιτι. |
| 17 5 | ὅταν δὲ ἐπεγερθῶσιν φλύκταιναι, τῶν καταπλασμάτων ἀφίστασθαι χρή, μὴ ἀποδαρῇ τὸ δέρμα· ὅταν δὲ οἱ ἰχῶρες ἐκρέωσιν, κατάντλει ὕδατι θερμῷ ἐπὶ πολὺν χρόνον, ἐπεὶ χεῖρον διατίθενται καταντληθέντες ἐπ’ ὀλίγον. μετὰ δὲ ταῦτα κατάπλασσε τὸ οἴδημα καὶ τὰς φλυκταίνας ἑφθῷ φακῷ λείῳ μετὰ μέλιτος, καὶ ταῦτα ποίει, ἕως ἀφυγιασθῶσιν.[5] |
| 17 6 | πρὸ δὲ τοῦ γενέσθαι τὸ οἴδημα, πινέτωσαν πηγάνου ἀγρίου σπέρμα μετὰ γλυκέος κεκραμένου, καὶ ταρίχων χρηστῶν πλεῖον ἐσθίοντες μετὰ ἄρτου καὶ οἶνον πλείονα προσεπιρροφοῦντες ἄκρατον ἀπεράτωσαν, καὶ μετὰ τὴν ἀπέρασιν ἀριστολοχίαν πινέτωσαν ἐν γλυκεῖ κεκραμένῳ· καὶ ἄγχουσαν δὲ τὴν λεπτόφυλλον ἔνιοι περιάπτουσιν καὶ βοηθεῖν ὑπισχνοῦνται.[5] |
| 17 7 | πινέτωσαν δὲ καὶ λαγωοῦ τῆς πιτύας ὅσον τριώβολον ἐν οἴνῳ, καὶ πρά σου χυλίσματος ὅσον ἡμικοτύλιον ἐν ἀκράτῳ, καὶ μελισσοφύλλου τῶν φύλλων τὸν χυλὸν σὺν οἴνῳ, σκόροδά τε ἐσθιόμενα καὶ κρόμμυα καὶ πράσα καὶ τάριχος δριμύτατος ὠφελεῖ· πότιζε δὲ αὐτοὺς 〈καὶ〉 καρκίνον ποτάμιον μετ’ ἀκράτου.[5] |
| 17 8 | καλῶς δὲ ποιεῖ ἐπ’ αὐτῶν τοῦτο· 〈 κ 〉 καρκίνους μετὰ ἱκανοῦ αἰρίνου ἀλεύρου κόψας ἐν ὅλμῳ ἐπιμελῶς καὶ προσμίξας καλαμίνθης καὶ ἁλὸς ὀλίγου τροχίσκους πλάσον καὶ ξήρανον· χρῶ δὲ καταπλάσματι μετὰ γάλακτος, καὶ ἕνα τροχίσκον σὺν μελικράτῳ πότιζε· ἢ φλοιὸν ῥεφάνου μετὰ μέλιτος ἐσθίειν δίδου, ἢ κόστου 𐅻 β λεάνας δίδου μετ’ οἴνου πιεῖν.[5] |
| 17 9 | Πολυείδης δὲ 〈ὁ〉 θηριακός φησιν· ἀλκιβιάδιον βοτάνην διαμασάσθω ὁ δηχθεὶς καὶ τὸν χυλὸν καταπινέτω, τὸ δὲ μασηθὲν ἐπιτιθέτω τῇ πληγῇ· κἂν ἐκπνέῃ τις καὶ χρῆται οὕτως, διασωθήσεται. |
| 17 10 | ἐκ δὲ τῶν Ἀπολλωνίου Εὐπορίστων· ἄσβεστον πρόσφατον τρίψας καὶ οἴνῳ δεύσας καὶ ποιήσας μαλακὴν κατάπλασσε, καὶ τοῦτο καὶ ἐπὶ παντὸς οἰδήματος χρησιμώτατον. ἢ αἰγὸς σπυράθους χλωροὺς προηψημένους μετ’ οἴνου ἱκανῶς τρίψας κατάπλασσε. τοῦτο πάντων τῶν καταπλασμάτων ἐστὶν ἰσχυρότατον· ποιεῖ δὲ καὶ πρὸς ἐρυσίπελας.[5] |
| 17 11 | ἐὰν δέ τις μελανθίου 𐅻 α φάγῃ, οὐκ ἀποθνῄσκει. φάρμακον εὐδοκιμοῦν πρὸς ἐχεοδήκτους· ἔστιν δὲ σμύρνης, καστορίου, πεπέρεως, ἀνδράχνης καὶ ἄνθους καὶ σπέρματος ὀξυβάφου τὸ ἥμισυ. ταῦτα πάντα λέαινε 〈ἐν〉 γλυκεῖ Κρητικῷ 〈ἢ〉 ἑτέρῳ τινὶ τῶν σπουδαίων. |
| 17 12 | Ἐρασίστρατος δὲ ἔγραψεν μὲν πολλὰ πρὸς ἐχεοδήκτους, τὰ δὲ δοκιμώτατά φησι τάδε· τοὺς τῶν ὀρνίθων ἐγκεφάλους ἐν οἴνῳ πινομένους ἀρήγειν, καὶ τοῦ πάνακος τὴν ῥίζαν συγκαθεψομένην ἀκράτῳ, καὶ κράμβης ἡμέρου σπέρματος ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰς πίσσαν ὑγράν, εἶτα ἀποκλύζοντα εἰς οἶνον πίνειν. κεράστη c .[6] |
| 18 1 | ὁ δὲ κεράστης, καθὼς οἱ θηριακοὶ ἱστοροῦσιν, μέγεθος ἔχει πήχεος ἑνός, ὁ δὲ μείζων πηχῶν δύο, τῷ δὲ χρώματί ἐστι ψαμμώδης, λελεπτισμένος κατὰ τὴν οὐράν. ἀποφύσεις δὲ ἔχει ἐπὶ τῆς κεφαλῆς δύο, ὡς ὁμοιοῦσθαι κέρασιν, ἀφ’ ὧν δὴ καὶ κεράστης ἐκλήθη. τὰ δὲ κατὰ τὴν κοιλίαν μέρη πεφολίδωται στοιχηδόν, ὅθεν ἐν τῷ ἕρπειν 〈ἦχον〉 ἀποτελεῖ συριγμῷ ὅμοιον ἐκ τῆς ἀντερείσεως τῆς πρὸς τὴν ἄμμον· πλαγίως δὲ καὶ οὐκ 〈ἐπ’〉 εὐθείας ἕρπει. συμβαίνει δὲ τοῖς ὑπὸ τούτου δηχθεῖσιν ἐπανάστασις τοῦ δήγματος σκληρά, ὡς ἥλου κεφαλή· ἰχὼρ δὲ ἐκρεῖ οἰνωπὸς ἢ μελαινόμενος, κιρσοειδὴς δὲ γίνεται περὶ τὸ σύγκριμα ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται, ἡ δὲ διάνοια ἐξίσταται, ὀφθαλμῶν τε ἀμαύρωσις ἐπιγίγνεται· ὡς ἐπὶ πλεῖστον δὲ ἕως ἐννέα ἡμερῶν παρατείνουσιν οἱ πληγέντες.[5] |
| 18 3 | ἁρμόζει δὲ καὶ τούτοις ἀκρωτηριασμός, εἰ ἐνδέχεται· εἰ δὲ μή, περισαρκισμὸς ἕως ὀστέου καὶ καῦσις. βοηθοῦνται δὲ καταπλάσμασι τοῖς ἐπὶ τῶν ἐχεοδήκτων 〈εἰρημένοις〉 καὶ ποτοῖς, ἰδίως δὲ ἐπὶ τούτων καστόριον μετὰ μελικράτου δίδου πιεῖν, ἢ ῥεφάνου σπέρμα μετ’ οἴνου, ἢ ὀπὸν Κυρηναικὸν σὺν μελικράτῳ. συνενώσας δὲ καστόριον ἐλαίῳ συνάλειφε· ἅλας δὲ λεῖον κεδρίᾳ ἀναλαβὼν κατάπλασσε ἢ κρομμύοις λείοις μετ’ ὄξους.[5] |
| 18 4 | καταντλητέον δὲ αὐτοὺς ὄξει θερμῷ κατὰ τῆς πληγῆς, καὶ δοτέον ῥεφανίδας ὠμὰς καὶ ὕδωρ πολὺ πιόντας ἀναγκάζειν ἐμεῖν, εἶτα μετὰ τὸν ἔμετον προποτιστέον Αἰθιοπικοῦ κυμίνου καὶ σμύρνης ὀλίγον καὶ διαλείπειν, εἶτα πάλιν δοτέον ῥεφανίδας καὶ πράσα καὶ ἐπιπιεῖν οἶνον κεκραμένον πολὺν ἁθρόως καὶ ἀναγκάζειν ἐμεῖν· μετὰ δὲ τὸν ἔμετον ὀριγάνου τῆς κόμης κεκομμένης σὺν οἴνῳ δίδου.[5] |
| 18 5 | ἐσθιέτω δὲ καὶ ταριχηρὰ κρέα μετὰ ἄρτου ξηροῦ καὶ οἶνον πινέτω, ἄχρι ἂν ἐπὶ τὴν οὔρησιν ἀχθῇ τὸ αἴτιον. τοῖς δὲ καταπλάσμασιν συνεχέστερον χρηστέον. πρηστῆρες καὶ ἕρπητε c .[4] |
| 19 1 | παραδίδωσιν δὲ ἡμῖν ὁ αὐτὸς Ἀπολλώνιος ἐν τοῖς Εὐπορίστοις βοηθήματα πρὸς πρηστῆρας καὶ ἕρπητας· οὐχ ηὗρον δὲ παρὰ τοῖς θηριακοῖς τὰ γένη ταῦτα τῶν ζῴων, μόνα δὲ τὰ βοηθήματα ὑπογράψω, ὡς ηὗρον παρὰ τῷ Ἀπολλωνί ῳ . |
| 19 2 | ἔστι δὲ 〈τάδε〉· πρὸς μὲν πρηστῆρας ἀδράχνῃ καὶ ἀλφίτοις καταπλάσσειν, ἢ ἀμπέλου φύλλα ἑφθὰ μετὰ μέλιτος, ἐσθίειν δὲ τάριχον ὠμὸν καὶ πίνειν ἀκρατέστερον οἶνον καὶ κελεύειν ἐμεῖν. πρὸς δὲ ἕρπητας τὸ μὲν δῆγμα καταντλητέον ὕδατι πολλῷ θερμῷ, καταπλαστέον δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὄξους ἡψημένου, ποτιστέον δὲ οἴνῳ κεκραμένῳ ἢ ὄξει. διψὰς τὸ θηρίο ν .[6] |
| 20 1 | ἡ δὲ διψὰς καλεῖται ὑπ’ ἐνίων θηριακῶν καύσων ὄφις. ἔστι δὲ κατὰ τὸ μέγεθος πήχεος ἑνός, ἐκ παχέος ἐπὶ λεπτὸν ἠγμένη· περιέρρανται δὲ καθ’ ὅλον τὸ σῶμα μελαίναις στιγμαῖς καὶ κιρραῖς, ἔχει δὲ τὴν κεφαλὴν στενοτάτην. τοῖς δὲ δηχθεῖσιν ὑπ’ αὐτῆς παρέπεται ἅμα τῇ δήξει οἴδημα, φλεγμονὴ ἀντίτυπος. |
| 20 2 | κοινὰ μὲν οὖν ταῦτα καὶ ἄλλοις ....... διὰ δὲ ταῦτα ὀρεκτικώτερος ὁ πάσχων γίνεται πολὺ καυσούμενος, πλείονος δὲ μεταλαμβάνων ποτοῦ, οὐδὲν ἐκκρίνει οὔτε δι’ οὔρων οὔτε δι’ ἱδρώτων οὔτε δι’ ἐμέτων. ἀπόλλυνται οὖν κατὰ δύο αἰτίας, ἢ δίψῃ πολλῇ πιεζόμενοι, εἰ μὴ λαμβάνοιεν ποτόν, 〈ἢ λαμβάνοντες ποτὸν〉 ἀπὸ πολλῆς πληρώσεως ἢ κατὰ τοὺς βουβῶνας κάτω ἢ πρὸς τῷ ἐπιγαστρίῳ ὡς ἐπὶ ὑδρωπικῶν τῶν καθ’ ὑπέρχυσιν ῥηγνυμένων. βοηθοῦνται δὲ καὶ οὗτοι 〈τοῖς〉 ἐπ’ ἐχεοδήκτων εἰρημένοις, ὡς ἱστορεῖ Ἀπολλώνιος ἐν τοῖς Εὐπορίστοις, ἐν δὲ τοῖς Στράτωνος οὐ κεῖται περὶ διψάδος.[5] |
| 20 3 | ὡς δὲ παρὰ τοῖς θηριακοῖς ηὕρομεν, ἰδίως ἐπὶ τούτων φασὶν τοῖς διουρητικοῖς βοηθήμασι χρῆσθαι, ὡς τῷ ἀφεψήματι τοῦ σελίνου, νάρδου καὶ κιναμώμου καὶ τῶν ὁμοίων, καὶ προσδιδόντας ἔλαιον ἐμεῖν ἀναγκάζειν· χρῆσθαι δὲ καὶ κλυσμοῖς.[5] |
| 20 4 | ἐπὶ δὲ τῶν εὐτόνων καὶ φλεβοτομίαν παραληπτέον, κατὰ δὲ τῶν πεπληγμένων μερῶν ἄσβεστος μετ’ ἐλαίου ὠφελεῖ καταπλασσομένη, καὶ ἄλλαις δὲ ἐπισπαστικαῖς δυνάμεσιν οἰκείως ἔστι χρῆσθαι, ὡς τῇ δι’ ἁλῶν καὶ τῇ διὰ δαφνίδων καὶ τῇ λευκῇ καὶ ταῖς ἐπὶ κυνοδήκτων γεγραμμέναις. αἱμόρρους καὶ αἱμορροί c .[5] |
| 21 1 | τὰ ζῷα ταῦτά ἐστι μὲν κατὰ χρόαν ψαμμώδη, κατὰ δὲ μέγεθος παλαιστῶν τριῶν, ἀγόμενα [μὲν] εἰς μικρὸν καὶ μείουρον. ἕρπει δὲ ἐπ’ εὐθεῖαν καὶ βραδέως, καθ’ ὅλον δὲ τὸ σῶμα διακεκόσμηται στιγμαῖς πολλαῖς λευκαῖς καὶ μελαίναις. λέγεται δὲ καὶ πεφολιδῶσθαι τραχυ τάταις φολίσιν, ἐν δὲ τῇ πορείᾳ ἦχον ἐξακούεσθαι συριγμοῦ παραπλήσιον. |
| 21 2 | ἡ μὲν οὖν θήλεια ἐγκειμένη τῇ γαστρὶ ἐπὶ γῆς ἕρπει, καὶ ἡ ἕδρα αὐτῆς 〈περὶ τὴν οὐρὰν〉 κάτω τέτακται, ἐπὶ δὲ τοῦ ἄρρενος πρὸς τῇ γαστρί. παρέπεται δὲ τούτων τοῖς δήγμασιν τόπος ἔναιμος καὶ κακόχρους, μελανίζων, μηδὲν ἀποκρίνων εἰ μὴ ὀλίγον ὑδατῶδες, στομάχου πόνος, δύσπνοια, 〈αἱμορραγία〉 διὰ 〈τῶν〉 μυκτήρων καὶ ἀπὸ τῶν τρήσεων τοῦ δήγματος, καὶ 〈αἱ〉 οὐλαί, ὅσαι εἰσὶ κατὰ τὸ σῶμα, ἀπορρήγνυνται καὶ αἱμορροοῦσιν. καὶ ταῦτα μὲν 〈οὖν〉 ἐπὶ τοῦ ἄρρενος, ἐπὶ δὲ τῆς αἱμορροίδος πρὸς τούτοις καὶ κανθοὶ αἱμορροοῦσιν καὶ οὖλα τῶν ὀδόντων, καὶ ἐκ τῶν ῥιζῶν 〈τῶν ὀν〉υχίων καὶ ἁπλῶς διὰ παντὸς τοῦ σώματος φέρεται τὸ αἷμα· συμβαίνει δὲ πρὸς τούτοις καὶ σῆψις οὔλων καὶ ἔκπτωσις ὀδόντων.[5] |
| 21 3 | ἐπιμελεῖσθαι δὲ τούτων χρὴ πρῶτον μὲν πρὸς τὴν αἱμορραγίαν ἐνιστάμενον, εἶτα καταπλάσσειν τὸ δῆγμα ἀμπέλου φύλλοις ἑφθοῖς μετὰ μέλιτος ἢ ἀνδράχνης φύλλοις σὺν ἀλφίτῳ.[5] |
| 21 4 | τοῖς μὲν οὖν ὑπογύως δεδηγμένοις πρὸ τοῦ δίαιμον οὐρῆσαι, δοτέον σκόροδα πολλὰ καὶ οἶνον κεκραμένον πολὺν καὶ ἐμεῖν ἀναγκαστέον, ἔπειτα ἰχθύας πολλοὺς μετὰ σκορόδων σὺν ἐλαίῳ τετριμμένων προσενεκτέον καὶ ἄρτον καὶ οἶνον ὑδαρῆ πολύν, καὶ ἐπιβρωτέον σταφίδα γλυκεῖαν πολλήν, καὶ πάλιν οἶνον ποτίσαντα κελεύειν ἐμεῖν.[5] |
| 21 5 | μετὰ δὲ ταῦτα ποτιστέον λεκίθου ᾠοῦ τὸ τρίτον μέρος καὶ μήκωνος ὀποῦ ὅσον ἔστι καὶ ἴρεως 𐅻 α μετὰ γλυκέος· εἶτα τούτοις δοτέον καὶ γλυκὺν κεκραμένον πιεῖν, καὶ τὸ δῆγμα ὕδατι ψυχρῷ καταντλητέον, τοῖς δὲ παλαιο τέροις γλυκὺν δοτέον μετὰ θερμοῦ πολλοῦ. |
| 21 6 | μετὰ δὲ τὸν ἔμετον ἰχθύας ἀπ’ ἀνθράκων προσενεκτέον, καὶ τῷ πόματι παραπλησίως χρηστέον, καὶ τὴν κύστιν σπόγγοις πολλοῖς πυριατέον. ἐκ δὲ τῶν Στράτωνο c· ᾠοῦ τὸ λευκὸν μετ’ οἰνομέλιτος δίδου πιεῖν, ἢ ῥεφάνου σπέρμα μετ’ οἴνου. κατάπλασσε δὲ ἁλὶ λείῳ ἀναληφθέντι πίσσῃ ὑγρᾷ. ἀμμοδύτης καὶ μύαγρο c .[5] |
| 22 1 | 〈ὁ〉 ἀμμοδύτης κατὰ μὲν μέγεθος εὑρίσκεται πήχεος—μείζων γὰρ οὐ γίνεται—, ψαμμώδης δὲ κατὰ χρόαν· κατὰ δὲ τοῦ σώματος στιγμαῖς μελαίναις συγκεχάρακται, ἔχει δὲ οὐρὰν ἀπόσκληρον καὶ ἄνωθεν διεσχισμένην. ὠνόμασται δὲ ὑπό τινων 〈καὶ〉 κεχρίας. ἔχει δὲ καὶ τὰς σιαγόνας πλατυτέρας. |
| 22 2 | τοῖς δὲ ὑπ’ αὐτοῦ πεπληγόσιν παρέπεται τὸ συντόμως μὲν ὡς ἐπὶ πλεῖστον ἀπόλλυσθαι. τὸ δὲ ζῷον αὐτὸ σπειρηδὸν προσβάλλει δεινόν, ὅθεν καὶ οὕτως προσηγορεύθη. συμβαίνει δὲ τοῖς πεπληγμένοις ἔμετος καὶ 〈ἰχῶρος〉 ἔκκρισις ἀπὸ τῆς τρώσεως, καὶ οἴδημα γίγνεται, μετ’ ὀλίγον δὲ καὶ πάλιν ἰχωρροεῖ· παρακολουθεῖ δὲ καρηβαρία καὶ λειποθυμία.[5] |
| 22 3 | Ἐρασίστρατος δέ φησι πεπονθέναι αὐτοῖς τὸ ἧπαρ καὶ τὴν κύστιν καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πως εὑρίσκεται ταῦτα τὰ μέρη. θνῄσκουσιν δὲ 〈ἐν〉 ἡμέραις τρισίν, τινὲς δὲ παραμένουσιν μέχρι τῆς ἑβδόμης· ὀξύτερος δὲ γίνεται ὁ θάνατος, ὅταν τις ὑπὸ θηλυκοῦ ζῴου πληγῇ. βοηθοῦνται δὲ οὗτοι πρῶτον μὲν τοῖς βοηθήμασιν τοῖς κοινοῖς, ὁμοίως ἀποσφίγξει, κατασχασμῷ, σικυῶν προσβολῇ, περιγλύψει τοῦ πεπονθότος τόπου.[5] |
| 22 4 | ἰδίως δὲ ἐπὶ τούτων βοηθεῖ πινόμενον ἡδύ οσμον σὺν ὀξυμέλιτι καὶ καστόριον καὶ κινάμωμον ὁμοίως, κενταυρίου ῥίζης 𐅻 β σὺν οἴνῳ 𐆂 υ γ , ἢ ἀριστολοχίας ῥίζα ὡσαύτως, κάρδαμον καὶ γεντιανὴ παραπλησίως.[5] |
| 22 5 | ὁ μέντοι πεπονθὼς τόπος καταπλασσέσθω θριδακίνης καρπῷ μετὰ λινοσπέρμου καὶ θύμβρᾳ καὶ ἀγρίῳ πηγάνῳ ἢ ἡμέρῳ 〈καὶ〉 ἑρπύλλῳ σὺν ἀσφοδέλῳ λελειωμένοις· τροφαῖς δὲ εὐχύλοις χρῆσθαι. ὡς δὲ ἐν ἄλλῳ ηὗρον, ἐπικοινωνεῖ πως ἡ θεραπεία καὶ τὰ βοηθήματα ἐπὶ κεράστου καὶ ἀμμοδύτου καὶ σηπός· ὅμοια γὰρ καὶ τὰ συμπτώματα τῶν τριῶν εἰδῶν.[5] |
| 22 6 | πρὸς δὲ τοῖς προειρημένοις ποιεῖ καὶ ἡ ἀρτεμισία βοτάνη ὅσον 𐅻 α τοῦ χυλοῦ μεθ’ ὕδατος 𐆂 υ γ ἢ δ πινομένη· καὶ ἡ Μιθριδάτειος δέ, εἰ παρείη, ἀντίδοτος προσενεκτέα. |
| 22 7 | χρῆσθαι δὲ καὶ ταῖς προγεγραμμέναις, μάλιστα τῇ διὰ κενταυρίου χυλοῦ καὶ ὀποῦ Κυρηναικοῦ. ποιεῖ δὲ καὶ τὸ μέλαν ξηρὸν τοῖς ἕλκεσιν ἐπιτιθέμενον, καὶ φακὸς ἑφθὸς λεῖος μετὰ μέλιτος καὶ σιδίων καταπλαττόμενος, καὶ ὅσα πρὸς νομὰς ἁρμόζουσιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μυάγρου παρακολουθεῖ, καὶ τοῖς αὐτοῖς θεραπεύεται. σὴψ τὸ ζῷο ν .[6] |
| 23 1 | ὁ δὲ λεγόμενος σὴψ κατὰ μὲν τὸ μέγεθος εὑρίσκεται πηχῶν δύο, ἐκ πάχους δὲ ἐπὶ λεπτὸν ἦκται. ἔστι δὲ οὗτος εὐθύπορος καὶ βραδύπορος, τὴν δὲ κεφαλὴν ἔχει πλατεῖαν, στόμα δὲ ἄποξυ· κατέρρανται δὲ καθ’ ὅλον τὸ σῶμα στιγμαῖς λευκαῖς. συμβαίνει δὲ τοῖς ὑπὸ τούτου δηχθεῖσιν ἀπὸ μὲν τῶν τρήσεων ἐμφανῶν οὐσῶν αἷμα ἐκκρίνεσθαι, καὶ μετ’ ὀλίγον ἰχῶρα δυσώδη, οἴδημά τε καὶ ἄλγημα 〈νωθρόν〉.[5] |
| 23 2 | τὰ δὲ πεπονθότα μέ ρη σηπόμενα λευκαίνεται, ἀλφοειδὴς δὲ καθ’ ὅλον τὸ σῶμα ἐπι〈γίνεται〉 χρόα, ῥύσεις τε τριχῶν τῶν καθ’ ὅλον τὸ σῶμα. τελευτῶσιν δὲ μέχρι τριῶν 〈ἢ τεσσάρων〉 ἡμερῶν. βοηθοῦνται δὲ καὶ οὗτοι τοῖς ἐπὶ κεράστου καὶ ἀμμοδύτου εἰρημένοις βοηθήμασιν.[5] |
| 23 3 | καὶ Ἀπολλώνιος δὲ ἐν τοῖς Εὐπορίστοις ὑποτίθεται ἐπὶ τούτων βοηθήματα τάδε· βούτυρον μετὰ μέλιτος ἐνάλειφε τὸν δεδηγμένον τόπον. πότιζε δὲ τρύγα μελικράτου προσφάτου, ἐπιβάλλων ὄξος καὶ ἀποσειρώσας, ἢ ὀξύμελι ἢ μαράθρου καρπὸν ἑφθὸν μετ’ οἴνου λευκοῦ κοτύλης ἥμισυ, ἢ πάνακος 〈ῥίζαν〉 ὁμοίως σύμμετρον μετ’ οἴνου δίδου· συμφέρει δὲ καὶ σπόγγους ὄξει θερμῷ βεβρεγμένους τῷ δήγματι προστιθέναι.[5] |
| 23 4 | ἐκ δὲ τῶν Στράτωνο c· χυλὸν ἀνδράχνης ὡς πλεῖστον δίδου πιεῖν, ἢ μυρτίτην οἶνον ζωρότερον δίδου, ἢ ἀμπέλου 〈ἕλικα〉c σὺν οἴνῳ 〈καὶ〉 ὄξει λειώσας δίδου πίνειν. ὕδρος καὶ χέρσυδρο c .[4] |
| 24 1 | ὁ μὲν ὄφις οὗτος κατὰ τοῦτο ὠνόμασται χέρσυδρος· ἐν μὲν γὰρ ταῖς ἀρχαῖς διατρίβει ἐν 〈τοῖς〉 ἐνύδροις τόποις καὶ λέγεται ὕδρος, μετέπειτα δὲ ἐν τοῖς καταξήροις τόποις, καὶ κατ’ ἐπισύνθεσιν τῶν τόπων τοὔνομα κέκτηται. ἐν τῇ χέρσῳ 〈οὖν〉 διατρίβων [καὶ] καλεῖται χέρσυδρος, ὅτε δὴ καὶ χαλεπώτερος ἑαυτοῦ μᾶλλον γίγνεται· ἐν μὲν γὰρ τοῖς καθύγροις 〈τόποις〉 τῆς ὑγρᾶς ἐμφορούμενος τροφῆς οὐκ ἄκρατον τὸν ἰὸν ἔχει, χερσαῖος δὲ γενόμενος εἰλικρινέστατον τοῦτον ἴσχει καὶ χαλεπώτερον. |
| 24 2 | ὡμοίωται δὲ ἀσπίδι χερσαίᾳ μικρᾷ δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόν〈αι〉 αἱ ἀσπίδες ἔχουσιν. τοῖς οὖν ὑπὸ τούτων δηχθεῖσιν πλατύνεται τὸ ἕλκος 〈καὶ〉 διόγκωσις συμβαίνει, πόνος συνεχής, πυρώδης, πελιὸς ὁ τόπος καὶ τρυγώδης, ἴλιγγοι, ἐκλύσεις, ἀπορίαι, ἔμετοι χολωδῶν δυσωδῶν· κατὰ δὲ τὸ ἴδιον κίνησις ὅλου τοῦ σώματος 〈ἄτακτος〉, ὡς καὶ κατὰ κοιλίαν τινὰ φέρεσθαι ἀνοίκεια, καὶ περίπρησις ὅλου τοῦ σώματος.[5] |
| 24 3 | ὁ δὲ θάνατος μέχρι διὰ τρίτης. ἴασις δὲ τοῦ κακοῦ σὺν χρόνῳ 〈γίνεται〉 καὶ μόλις κατορθοῦται. βοηθοῦνται δὲ οὗτοι ἐκ τῶν κοινῶν βοηθημάτων, καὶ ἰδίως τοῖσδε· πρῶτον μὲν ἀντιδότοις θηριακαῖς ταῖς προγεγραμμέναις, ἔτι δὲ καὶ τούτοις· κυπαρίσσου καρποῦ 𐅻 α , μυρσίνης καρποῦ 𐅻 α · ταῦτα κοπέντα καὶ συλλεανθέντα διδόναι πιεῖν 〈σὺν〉 ὑδρομέλιτι ἢ οἰνομέλιτι· ἢ ἀριστολοχίας 𐅻 β ἢ ἐν κράματι ἢ ὀξυκράτῳ 𐆂 υ Ϟ , ἢ πρασίου χυλόν, ἢ ἀφέψημα ὁποτέρου σὺν οἴνῳ, ἢ πρόσφατον κηρίον μετ’ ὄξους, κατὰ δὲ τῶν πεπονθότων τόπων ἄσβεστος 〈ἐπιτιθέσθω〉 σὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανος ἀναφυραθεῖσα ὕδατι, ἢ δρυὸς ῥίζης φλοιὸς λειοτριβηθεὶς καὶ κρίθινον ἄλευρον μετὰ μέλιτος συντετηκός.[5] |
| 24 5 | χρώμεθα δὲ καὶ τοῖς ἄλλοις ἐπισπαστικοῖς. περὶ δρυίνο υ .[4] |
| 25 1 | οἱ δὲ λεγόμενοι δρυίναι ὄφεις πλεονάζουσιν μᾶλλον κατὰ τὸν Ἑλλήσποντον, ἐμφωλεύουσι δὲ ἐν ταῖς τῶν δρυῶν ῥίζαις, ὅθεν καὶ δρυίναι λέγονται. εἰσὶ δὲ δυσώδεις, διὸ καὶ μὴ ὁρώμενοι γνωρίζονται, ἔνθα εἰσίν· 〈ἔστι〉 δὲ ὡσεὶ πηχῶν β , καταπίμελος δέ, φολίσιν καθ’ ὅλον τὸ σῶμα πεφρουρημένος τραχυτάταις· ἐν δὲ ταύταις ταῖς φολίσιν ἐμφωλεύειν φασὶν μυίας τὰς χαλκοπτέρους, αὗται δὲ ἀναιροῦσιν τοὺς ὄφεις. τοῖς οὖν ὑπὸ τούτων δηχθεῖσιν παρακολουθεῖ τάδε· οἴδημα μελανίζον, ἄλγημα σφοδρόν, νομή, παρακοπή, ξηρότης σώματος, λυγμός, ἔμετος χολωδῶν, οὔρων ἐποχή, ἀφωνία, κάρος, τρόμος καὶ μετὰ ῥωγμοῦ θάνατος, τοῖς δὲ πατήσασιν αὐτὸν ἐκδορὰ σκελῶν καὶ οἰδήματα, 〈καὶ〉 καθ’ ὅλου κατὰ νέκρωσιν τῶν 〈δηχθέντων〉 τόπων ὁ θάνατος τοῖς πλείστοις· οὕτω δὲ δυναμικώτατος ὁ ἰός, ὡς καὶ τοὺς θεραπεύοντας ἰατροὺς τὰς χεῖρας βλάπτειν.[5] |
| 25 3 | βοηθεῖ δὲ καὶ τούτοις ἀριστολοχία μετ’ οἴνου πινομένη καὶ ἡ τρίφυλλος πόα, ῥίζα τε ἀσφοδέλου παραπλησίως λαμβανομένη, καὶ δρυὸς πάσης ὁ καρπὸς πινόμενος καὶ καταπλασσόμενος ἀρήγει· βοηθοῦνται δὲ καὶ τοῖς ἐπ’ ἐχεοδήκτων εἰρημένοις καὶ 〈ἐκ〉 τινῶν τῶν κοινῶν καὶ καθολικῶν ἀνάλογον τοῖς παρακολουθοῦσιν συμπτώμασιν τοῖς πεπληγμένοις. περὶ κεγχρίνου τοῦ καὶ ἀκοντίο υ .[6] |
| 26 1 | ὁ κεγχρίνης ὄφις κατὰ μέγεθός ἐστι πηχῶν β , σχήματι δὲ ἀπὸ πάχους ἐπὶ λεπτὸν ἠγμένος, κατὰ δὲ χρόαν χλωρὸς καὶ μάλιστα κατὰ τὴν κοιλίαν, ὡς κέγχρῳ κατὰ τὸ χρῶμα ὁμοιοῦσθαι, διὸ 〈καὶ〉 κεγχρίαν αὐτόν τινες ὠνόμασαν. ἄλλοι δέ φασιν μὴ κατὰ τοῦτο αὐτὸν κεγχρίαν λέγεσθαι, ἀλλ’ ὅτι μάλιστα ἑαυτοῦ ἀλκιμώτερος γίνεται, ὅταν ἡ κέγχρος θάλλῃ. ἐν δὲ τῷ ἀμύνεσθαι ἀκοντίζων ἑαυτὸν προσέρχεται καὶ οὕτω πλήττει, ἔνθεν καὶ ὠνόμασται ἀκοντίας. παρέπεται δὲ τοῖς ὑπὸ τούτου δηχθεῖσιν, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, καὶ ἔτι χαλεπώτερα, ὥστε καὶ σηπεδόνας καὶ ἀπόρρευσιν σαρκῶν ἐπακολουθεῖν, καὶ δεινότερον αὐτοῖς τὸν θάνατον ἐπιγίνεσθαι.[5] |
| 26 2 | τὰ δὲ βοηθήματα ὅμοια τοῖς τῶν ἐχεοδήκτων καὶ τῶν ἄλλων τῶν ὁμογενῶν τῶν τὰ ὅμοια νοσήματα παρεχόντων. ἀμφίσβαινα καὶ σκυτάλ η .[5] |
| 27 1 | ταῦτα τὰ ζῷα ὅμοιά ἐστιν ἀλλήλοις· οὐ γὰρ ἐκ πάχους ἐπὶ μείουρον ἦκται, ἀλλ’ ἰσοπαχῆ ἐστιν, ὡς μὴ νοεῖσθαι ὑπὸ τῶν ὁρώντων, κατὰ ποῖον μέρος ἐστὶν ἡ κεφαλὴ καὶ 〈κατὰ〉 ποῖον ἡ οὐρά. μόνον δὲ διαφέρει τῆς σκυτάλης ἡ ἀμφίσβαινα τῷ κατὰ ἀμφότερα τὰ μέρη βαίνειν, παρὸ καὶ ἀμφίσβαινα κέκληται. συμβαίνει δὲ τοῖς ὑπὸ τούτων πληγεῖσιν τὸ μὲν δῆγμα 〈ἀ〉μυδρὸν ὁρᾶσθαι, ὡς ἂν ἀπὸ μυίας κέντημα, δακόντα δὲ οὐκ ἀναιρεῖ, φλεγμονὰς δὲ [οὐ] μόνον ἐπιφέρει, ὡς ἐπὶ σφηκῶν καὶ μελισσῶν, ὅθεν μεταγέσθω καὶ ἐπὶ τούτων τὰ αὐτὰ βοηθήματα, καὶ ἔτι τὰ ἐπὶ χερσύδρου εἰρημένα.[5] |
| 27 3 | παρὰ δὲ Σωρανῷ ἱστορεῖται ἡ Χαλκηδονικὴ σκυτάλη ὅμοια συμπτώματα παρέχουσα τοῖς δηχθεῖσιν ὑπὸ ἐχίδνης παρακολουθοῦντα, διὸ καὶ τοῖς αὐτοῖς βοηθήμασιν χρηστέον. καὶ καθ’ ὅλου ἁπλῶς 〈εἰπεῖν〉 ἐπὶ παντὸς θηριοδήκτου τῶν κατωνομασμένων εἰδῶν τὰ πρὸς ἐχεοδήκτους ἁρμόζει βοηθήματα, ὡς ἂν καθ’ ὅλου ὄντα πρὸς παντὸς ἰοβόλου πληγὴν εὐάρμοστα. πελιὰς καὶ ἔλο ψ .[6] |
| 28 1 | τὰ μὲν σημεῖα τούτων τῶν ζῴων παρὰ τοῖς θηριακοῖς οὐχ ηὗρον, τὰ δὲ παρακολουθοῦντα τοῖς ὑπ’ αὐτῶν πεπληγμένοις καὶ τὰς θεραπείας, ἃς ηὗρον, ἀναγράψομαι. τοῖς τοίνυν ὑπὸ τῆς πελιάδος δηχθεῖσιν συμβαίνει πόνος περὶ τὸν τόπον καὶ σηπεδὼν ἀκίνδυνος, καὶ τῶν ὀφθαλμῶν περιωδυνία καὶ ἀμαύρωσις ἐκ τοῦ τὸν ἰὸν ἐπ’ αὐτοὺς ἀναδίδο σθαι. θεραπεύονται δὲ οὔρῳ μὲν σαπρῷ τοὺς ὀφθαλμοὺς ἐγχυματιζόμενοι ἢ ἅλμῃ, ἢ οὔρῳ ἀφθόρου παιδὸς καταντλεῖν αὐτῶν τὴν κεφαλὴν καὶ ἐγχυματίζειν τὰ ὄμματα, ἢ καὶ ὀποβάλσαμον μετὰ μέλιτος Ἀττικοῦ ἢ καὶ εὐφόρβιον ὁμοῦ μίξας ἔγχριε.[5] |
| 28 3 | εὐθετεῖ δὲ ἐπὶ τούτων καὶ 〈τὰ〉 δριμέα κολλύρια τὰ ὀξυδερκικὰ ὑπαλειφόμενα· ἀμύσσοντα γὰρ τοὺς ὀφθαλμοὺς ἀραιοῖ τοὺς πόρους, καὶ ἅμα τῇ δακρυρροίᾳ ὁ ἰὸς ἐκκρίνεται. ὅταν δὲ λήξωσιν οἱ ἐν βάθει πόνοι, μόνη δὲ περὶ τοὺς ὀφθαλμοὺς ἡ ὀδύνη ᾖ, τότε μεταβαίνειν 〈δεῖ〉 ἐπὶ τὰ ἁπαλὰ καὶ ἀνώδυνα κολλύρια· προπότιζε δὲ τούτους τὸν τῆς πτισάνης χυλὸν μετ’ ἐλαίου. τοῖς δὲ ὑπὸ τοῦ ἔλοπος δηχθεῖσιν παρακολουθεῖ στρόφος εἰλεώδης· θεραπεύονται δὲ οἱ ὑπὸ τούτου δηχθέντες τοῖς κοινοῖς βοηθήμασιν, καὶ μάλιστα τοῖς διουρητικοῖς καὶ παρηγορικοῖς τῶν στρόφων.[5] |
| 29 t | ἀγαθοδαίμων καὶ τυφλία c . καὶ τούτων ὁμοίως τὰ σημεῖα οὐ παράκειται τῆς ἰδέας παρὰ τοῖς θηριακοῖς. |
| 29 1 | τὰ δὲ παρακολουθοῦντα τοῖς πεπληγόσιν ἐστὶ τάδε· τοῖς μὲν ὑπὸ τοῦ ἀγαθοδαίμονος ὀδύνη κατ’ ἰδίαν, τοῖς δὲ ὑπὸ τοῦ τυφλίου ὀδύνη μετὰ πυρώσεως· διὸ καὶ θεραπεύεσθαι ὀφείλουσιν τοῖς ἀναλόγοις βοηθήμασιν. δράκω ν .[5] |
| 30 1 | τὸ ζῷον τοῦτο οὐκ ἔστιν μὲν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναιρεῖ. πλεονάζουσιν μὲν οὖν οἱ δράκοντες ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ χρώματι διαφέρουσιν· οἱ μὲν γὰρ αὐτῶν εἰσι μέλανες, οἱ δὲ κιρροί, οἱ δὲ τεφρώδεις· μεγέθει δὲ πάλιν κατὰ πολὺ διαφέρουσιν· οἱ μὲν γάρ εἰσιν πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ δέκα πέντε, οἱ δὲ εἴκοσιν, οἱ δὲ τριάκοντα, ἱστοροῦνται δὲ καὶ μείζονες. |
| 30 2 | φολίσιν δὲ κέχρηνται καθ’ ὅλον τὸ σῶμα, μεγάλους δὲ ἔχουσι τοὺς ὀφθαλμούς, καὶ ὑπὲρ τούτους δὲ ἔχουσιν ἐξοχάς τινας, ἐοικυίας ἐπισκυνίοις, ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυσίν τινα ἔχουσιν, ἣν καλοῦσιν πώγωνα.[5] |
| 30 3 | τὰ δὲ τῶν στομάτων διαστήματα μεγάλα, προπετὴς γλῶσσα, ὀδόντες μεγάλοι, ἐοικότες τοῖς τῶν ἀγρίων ὑῶν· ἔνθα δὲ ἂν δάκωσιν, κατάγματα ἀπεργάζονται. αἱ γοῦν θεραπεῖαι ὡς ἀπὸ τραύματος ἐπιτελείσθωσαν καὶ οὐχ ὡς ἀπὸ ἰοβόλου ζῴου. βασιλίσκο c .[4] |
| 31 1 | τὸ ζῷον τοῦτό ἐστι μὲν μεγέθει παλαιστῶν τριῶν, ὀξυκέφαλον δὲ καὶ κατὰ χρόαν ξανθόν. δύναμιν δὲ ἔχει μεγίστην ὑπὲρ τὰ ἄλλα ἑρπετὰ πάντα, ὡς μηδὲ ἓν αὐτοῦ τὸν συριγμὸν ὑπομένειν, ἀλλὰ κἂν εἰς τροφὴν ἢ ποτόν τινα τῶν ζῴων ἐπείγηται καὶ αἴσθηται τῆς τοῦ θηρίου περὶ τὸν τόπον παρουσίας, πάλιν πορεύεται καὶ ἀναχωρεῖ, ὅθεν καὶ ἐλήλυθεν, μηδὲ τῆς ἀναγκαίας πρὸς ζωὴν τροφῆς φροντίσαντα· τηλικαύτην ἔχει δύναμιν. τοῖς δὲ ὑπ’ αὐτοῦ δηχθεῖσιν συμβαίνει φλόγωσις ὅλου τοῦ σώματος καὶ πελίωσις ὑπὸ τῆς ὑπερκαύσεως τοῦ ἰοῦ· ἀπορρέουσιν δὲ αἱ τρίχες ἀπὸ τοῦ σώματος, ὡς μηδὲ ζωῆς τὸν τυχόντα χρόνον ἔχειν τὸν ὑπὸ τούτου πληγέντα, ἀλλὰ μὴν οὐδὲ τοῦ σώμα τος τοῦ ὑπ’ αὐτοῦ θανόντος οὐδὲ ἓν σαρκοφάγον θιγγάνει.[5] |
| 31 3 | εἰ δέ τι τούτου ὑπὸ λιμῷ ἐγεύσατο, αὐτόθι καὶ αὐτῷ ὁ θάνατος ἐπισκήπτει, ὅθεν μάταιον καὶ περισσὸν ἡγούμεθα βοηθήματα ἀναγράφειν, οὐδενὸς τὸ καθ’ ὅλου σῴζεσθαι δυναμένου τῶν ὑπὸ τούτου πεπληγμένων. [ὡς] Ἐρασίστρατος δέ φησι καστορίου 𐅻 γ πινομένας σὺν οἴνῳ βοηθεῖν, ὡσαύτως δὲ καὶ τὸν τῆς μήκωνος ὀπόν. πάρωος καὶ σπαθίουρος καὶ σκολόπενδρ α .[6] |
| 32 1 | ὁ πάρωος ὄφις 〈ἐν τοῖς〉 κατὰ τὴν Συρίαν τόποις εὑρίσκεται. οὗτοι δὲ χρώματι 〈οἱ〉 μέν εἰσι χαλκίζοντες, 〈οἱ δὲ μελανίζοντες, οὐκ ἀναιροῦσι δὲ δακόντες〉, ἀλλ’ ὡς ἡ ἀμφίσβαινα 〈καὶ〉 ἡ σκυτάλη, οὕτως καὶ οὗτος πλήξας φλεγμονὰς μόνον ἐπάγει, διὸ καὶ τοῖς αὐτοῖς θεραπευέσθωσαν οἱ ὑπὸ τούτου πληγέντες. ὁ δὲ σπαθίουρος ἐν τοῖς κατὰ τὴν Χαλκίτιδα τόποις 〈εὑρίσκεται〉.[5] |
| 32 2 | ἔστι δὲ τὸ ζῷον ἐκ πάχους ἐπὶ λεπτὸν ἠγμένον ἐπὶ τὴν οὐράν, πλατυκέφαλον δέ· ἔστι δὲ μυσὶ ἔχθιστον. οὐκ ἀναιρεῖ δὲ οὐδὲ οὗτος δάκνων, ἀλλὰ μόνον φλεγμονὰς ἐπιφέρει· διὸ καὶ οἱ ὑπ’ αὐτοῦ πληγέντες τοῖς ὁμοίοις θεραπευέσθωσαν. τοῖς δὲ ὑπὸ τῆς σκολοπένδρης δεδηγμένοις παρακολουθεῖ κνησμός, οἴδημα μέτριον, πόνος λυόμενος συντόμως· διὸ καὶ αὐτοὶ τοῖς κοινοῖς βοηθοῦνται φαρμάκοις.[5] |
| 32 3 | Ἀπολλώνιος δὲ ἐν τοῖς Εὐπορίστοις παραινεῖ ὀξάλμῃ δριμείᾳ θερμῇ καταντλεῖν τοὺς τόπους καὶ καταπλάσσειν ἁλὶ λείῳ μετ’ ὄξους. μυγαλ ῆ .[5] |
| 33 1 | 〈ἡ〉 μυγαλῆ ἀπεικάζεται μὲν κατὰ τὴν χρόαν τῇ κατοικιδίῳ γαλῇ, κατὰ δὲ τὸ μέγεθος μυί, ὅθεν καὶ σύνθετον τὸ ὄνομα ἔχει. 〈ἔστι δὲ〉 τῇ χρόᾳ τεφρώ δης, στόμα ἔχει ἐπίμηκες, λεπτῇ καὶ κολοβῇ οὐρᾷ 〈κέχρηται〉· ὀδόντας 〈δὲ〉 λεπτοὺς ἔχει, καὶ τούτους ἐν διστοιχίᾳ καθ’ ἑκατέραν [δὲ] γένυν, ὡς εἶναι τετραστιχίαν ὀδόντων. |
| 33 2 | τοῖς οὖν ὑπ’ αὐτῆς δηχθεῖσιν αἱ τρώσεις ἐμφανεῖς γίγνονται—τεσσάρων γὰρ στίχων τρώσεις ὁραθήσονται—αἷμά τε ἐκκρίνεται 〈πρῶτον καθαρόν〉, μετ’ ὀλίγον δὲ ἰχωρῶδες· τὸ γὰρ ζῷον σήψει κτείνει. εἰώθασι δὲ καὶ φλύκταιναι ἐπανίστασθαι, ἃς εἴ τις ἀποσύροι, ὄψεται τὴν ὑποκειμένην σάρκα τρυγώδη τε καὶ κατερρηγυῖαν· παρακολουθεῖ δὲ τοῖς πεπληγμένοις καὶ ἐμπνευμάτωσις.[5] |
| 33 3 | Στράτων δέ—προιστορεῖ μὲν γὰρ τὰ προειρημένα περὶ τοῦ ζῴου καὶ τῶν ὑπὸ τούτου πληγέντων—ἔφη δέ, ὡς μᾶλλον τὸ ζῷον περὶ τοὺς διδύμους ἐφάλλεται οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ παντὶ ζῴῳ. βοηθοῦνται δὲ καὶ οὗτοι, ἐπειδὴ καὶ σήψει κινδυνεύουσιν, μετὰ τὰ κοινὰ βοηθήματα οὕτως· δάφνης 〈τὰ〉 ἁπαλὰ φύλλα σὺν οἴνῳ ἐκλεανθέντα δίδου πιεῖν, καὶ λίαν ὠφελεῖ· ἢ ἀβρότονον καθεψηθὲν δι’ οἴνου πότιζε, καὶ ἕρπυλλον καὶ εὔζωμον ὁμοίως, καὶ χαλβάνην διεὶς οἴνῳ πότιζε, καὶ κυπαρίσσου τὰ ἁπαλὰ σφαιρία μετ’ ὄξους, καὶ κυκλάμινον μετ’ ὀξυμέλιτος, καὶ πύρεθρον σὺν οἴνῳ.[5] |
| 33 5 | Ἀπολλώνιος δὲ ἐν τοῖς Εὐπορίστοις παραινεῖ· σκόροδα τρίψας σὺν τοῖς λεπίσμασιν καὶ κυμίνου τὸ ἴσον διεὶς ἐλαίῳ κατάπλασσε τὰ δήγματα καὶ συνάλειφε τοὺς κύκλῳ τόπους. ἐὰν δ’ ἐκραγῇ καὶ ἑλκωθῇ, [ἠ] ὀξάλμῃ κατάντλει καὶ κριθὰς καύσας ἐπίπασσε 〈ἐπὶ〉 τὰ ἕλκη· οὐκ ἐκραγήσεται δέ, φησίν, ἐὰν μὴ κύουσα τυγχάνῃ ἡ δακοῦσα μυγαλῆ. ἐπὰν δὲ ἑλκωθῇ, σίδια ἑφθὰ ῥόας γλυκείας κατάπλασσε, καὶ μυρσίνης ἀποζέματι καταντλητέον, καὶ πᾶσιν τοῖς πρὸς νομὰς χρηστέον.[5] |
| 33 6 | ὠφελεῖ δὲ καὶ χαλβάνης σπληνίον ἐπιτεθὲν κατὰ τοῦ δήγματος, καὶ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος καταπλασθέν, καὶ αὐτὴ δὲ ἡ δακοῦσα μυγαλῆ ἀναπτυγεῖσα καὶ ἐπιτιθεμένη τῆς ἰδίας πληγῆς ἀντιφάρμακόν ἐστι, καὶ πύρεθρον δὲ ἐπιπασσόμενον τῷ τραύματι. |
| 33 7 | Ἀρχιγένης δὲ ἐν τοῖς Κατὰ γένος αὑτοῦ τῶν φαρμάκων βιβλίοις φησί· τοῖς δὲ ὑπὸ τῆς μυγαλῆς δηχθεῖσιν παρέπεται πόνος σφυγματώδης, ἐρύθημα καθ’ ἕκαστον ὀδόντος κέντημα, ἔτι μὴν καὶ φλύκταιναι πλήρεις ἰχώρων, ἐκκρίσεις τε ἰχωρώδεις, ἀποδαρείσης δὲ τέλεον τῆς φλυκτίδος λευκὴ ἡ ὑποκειμένη σὰρξ φαίνεται κατ’ αὐτὸ τὸ ἕλκος· τοῦτο δὲ ἀναξαινόμενον εἰς ὑμένας νευρώδεις ἀναλύεται, πρὸς δὲ τούτοις ἐνίοτε σηπόμενά 〈τινα〉 ἐκπίπτει.[5] |
| 33 8 | βοηθοῦνται δὲ οἱ δηχθέντις εὐθέως αὐτὴν τὴν μυγαλῆν 〈ἐν〉 οἴνῳ τετριμμένην πίνοντες ἢ πράσιον ἢ εὔζωμον ἢ κνῆκον ἥμερον ἢ σισύμβριον ἢ ἀβρότονον, ἢ τοῖς ἄλλοις τοῖς ἐπὶ τῶν ὁμοίων εἰρημένοις. Χαλκιδικὴ σαῦρα καὶ σαλαμάνδρ α .[3] |
| 34 1 | τοῖς δὲ ὑπὸ τῆς Χαλκιδικῆς σαύρας πληγεῖσιν, ὡς ἐν τοῖς Σωρανοῦ ηὗρον, φησί, ἅμα τῷ δηχθῆναι συμβαίνει οἴδημα διαφανὲς ὥσπερ ἐκ λαμπτῆρος, μελανία τε περὶ τὸ μέρος καὶ σῆψις· διὸ καὶ τούτους θεραπευτέον τοῖς ἐπὶ μυγαλῆς εἰρημένοις. τοῖς δὲ ὑπὸ τῆς σαλαμάνδρας πεπληγμένοις συμβαίνει περι ωδυνία σφοδρὰ καὶ ἐσχάρωσις. καὶ ἐπὶ τούτων δὲ ἡ ἐπιμέλεια τοῖς ἐπακολουθοῦσιν συμπτώμασιν 〈ἀνάλογος〉. τετράγναθα ζῷα καὶ ἀράχνα ι .[7] |
| 35 1 | τῶν τετραγνάθων εἴδη εἰσὶ δύο, ὧν ἓν μέν ἐστιν ὑπόπλατυ καὶ ὑπόλευκον, πόδας ἔχον τραχεῖς, κατὰ δὲ τὴν κεφαλὴν δύο ἔχον ἐκφύσεις, μίαν εὐθεῖαν καὶ μίαν πλαγίαν, ὥστε στοχάζεσθαι στόματα 〈μὲν〉 ἔχειν δύο, γνάθους δὲ τέσσαρας. τὸ δὲ ἕτερον, ὡς παρωμοίωσαν οἱ θηριακοί, ἴσην γραμμὴν καὶ ὁμοίαν ἔχει κατὰ τὸ στόμα, ὡς ὁρᾶσθαι στόματα μὲν δύο, γνάθους δὲ τέσσαρας.[5] |
| 35 2 | τοῖς δὲ ὑπὸ τούτων πεπληγμένοις, ὥς φησιν Ἀρχιγένης ἐν τοῖς Κατὰ γένος φαρμάκων, κοινῶς μὲν παρακολουθεῖ ταὐτά, καθάπερ καὶ ἐπὶ σκορπίων, ἴδια δὲ τὰ τοιαῦτα· 〈τὸ〉 τὴν πληγὴν ἀλγεῖν συντόνως, ὑπολευκανθίζειν τὸν περὶ τὴν πληγὴν τόπον, ἀγρυπνεῖν, πρόσωπον καὶ κεφαλὴν οἰδεῖν, ἰσχναίνεσθαι δὲ μέχρι τῶν ἄρθρων τὰ πεπληγότα μέρη, ἀτροφεῖν δὲ καὶ ὑγιασθέντα. βοηθοῦνται δὲ καλαμίνθῃ ἢ τριφύλλῳ ἢ πηγάνῳ ἢ πάνακι ἢ πολίῳ ποτιζόμενοι, καὶ τοῖς ἐπὶ φαλαγγιοδήκτων εἰρημένοις· ἔστι γὰρ καὶ ταῦτα φαλαγγίων εἴδη. περὶ ἀραχνῶν · ἔστιν δέ τι καὶ ἀραχνῶν γένος, ὃ πλῆξαν συντόνους πόνους φέρει περὶ μέσον τὸ ὑποχόνδριον 〈καὶ〉 ἐρύθημα καὶ δυσουρίαν, ἐνίοτε δὲ καὶ πνιγμόν.[5] |
| 35 3 | βοηθοῦνται δὲ καὶ οἱ ὑπὸ τούτων πληγέντες, κύμινον ἄγριον Θηβαικὸν ἢ ἄγνου σπέρμα ἢ λεύκης τὰ φύλλα ποτιζόμενοι, ἢ σκόροδα πλείονα προσφερόμενοι καὶ οἶνον ἐπιρροφοῦντες ἄκρατον.[5] |
| 35 4 | καὶ ὁ Ἀπολλώνιος ἐν τοῖς Εὐπορίστοις τὰ αὐτὰ σχεδὸν ἡμῖν παραδίδωσιν, μετὰ τῶν σιτίων σκόροδα παραινῶν δίδοσθαι, καὶ τοῦ κυμίνου μετὰ ἴσης ἄγνου σὺν οἴνῳ ἀκράτῳ. φρῦνο c . |
| 36 1 | ὁ δὲ Θεόδωρος ἐν τῷ οϛ αὑτοῦ συγγράμματι περὶ φρύνου τῆς τε ἰδέας καὶ τῆς φύσεως ἡμῖν ἐξηγούμενος οὕτως λέγει· ὁ φρῦνος βατράχου εἶδος εἶναί μοι δοκεῖ, ὑδρόβιον δὲ τὸ ζῷον καὶ 〈ἐκ〉 τῆς λιμνοβίου φύσεως μεταβεβληκὸς ἐπὶ τὸ χερσόβιον. |
| 36 2 | φρῦνος δὲ προσαγορεύεται ἐμφερῶς τῷ χερσύδρῳ, δυσαλθῆ δὲ τὴν κάκωσιν παρέχει τοῖς ἐντυγχάνουσιν· ἔστι γὰρ τὸ ζῷον ἐπιμέγεθες, ὡς μηδὲν ἀποδεῖν βραχείας χελώνης, τραχύνεταί τε τὰ νῶτα καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύματος ἐμπλήσει διοιδεῖ. |
| 36 3 | τολμηρότερον δὲ ἀμύνεται πρὸς τὸ ἄντικρυς καὶ τοῖς πηδήμασιν 〈τὸ μεταξὺ〉 συναίρει διάστημα, σπανίως δὲ δήγμασιν χρῆται. ἆσθμα 〈δὲ〉 πέφυκεν ἰῶδες ἐμποιεῖν σφόδρα, ὡς κἂν μόνον προσθίγῃ τῷ ἄσθματι, βλάπτειν τοὺς πλησίον γινομένους. πλείονα δὲ περὶ τοῦ ζῴου ἱστορούμενα παραπέμπομαι, ὡς μόνα τὰ χρησιμώτερα παραθέσθαι σπουδάζων. παρακολουθεῖ δὲ τοῖς ὑπὸ τούτου πεπληγμένοις οἴδημα ὅλου τοῦ σώματος καὶ κατάρρηξις καὶ σύντομος ἀπώλεια.[5] |
| 36 4 | τὰ οὖν ἁρμόζοντα τούτοις βοηθήματα προσενεκτέον ἐκ τῶν παραδεδομένων, λέγω δὴ τῶν καθολικῶν καὶ 〈κοινῶν〉 ἀντιδότων καὶ τῆς ἄλλης ἀκολούθου διαίτης. τρυγὼν θαλασσία καὶ σμύραιν α .[4] |
| 37 1 | τοῖς δὲ ὑπὸ τῆς τρυγόνος 〈θαλασσίας〉 πληγεῖσι συμβαίνει μὲν προφανῆ εἶναι τὴν τρῶσιν, ἄλγημα δὲ συνεδρεύει παραχρῆμα σύντονον, καὶ ἀπονάρκωσις ὅλου τοῦ σώματος καὶ σῆψις, καὶ θάνατος σύντομος. ἱστοροῦσιν δέ τινες ὡς εἴ τις τὸ κέντρον τῆς τρυγόνος τὸ πλῆξαν ἀφελὼν [καὶ] ἐπὶ δένδρον καταπήξοι, μάλιστα μὲν δρύινον, αὐτὸ μὲν τὸ δένδρον ξηρανθήσεται, ὁ δὲ πάσχων ἀπαλλαγήσεται κατὰ τὸν τῆς ἀντιπαθείας λόγον. βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῆς πληγέντες, ἐπειδὴ ψῦξις καὶ νάρκη ὅλου τοῦ σώματος παρακολουθεῖ, τοῖς θερμαίνουσιν συγχρίσμασιν καὶ τοῖς ἄλλοις καταπλάσμασι τοῖς κοινοῖς.[5] |
| 37 2 | ἰδίως δὲ ἐπὶ τούτων τὰ πίτυρα συνεψηθέντα μετ’ ὄξους καὶ καταπλασθέντα ὠφελεῖ, καὶ αὐτὸ δὲ τὸ ὄξος βοηθεῖ λίαν. |
| 37 3 | κατ’ ἰδίαν δὲ 〈ὃ〉 παραδίδωσιν ἡμῖν ὁ Στράτων ἐν τοῖς αὑτοῦ συγγράμμασίν ἐστι τόδε· κατάπλασσε δέ, φησὶν οὗτος, δάφνης φύλλοις λελεασμένοις, καὶ τὸ ἀφέψημα δὲ τῆς δάφνης μετ’ οἴνου δίδου πίνειν, ἢ ὀπὸν Κυρηναικὸν μετ’ οἴνου κεκραμένου δίδου πίνειν, ἢ σμύρνῃ ὁμοίως χρηστέον, ἢ πέπερι μετὰ πηγάνου καὶ σμύρνης συλλεάνας δίδου μετ’ οἴνου ζωροτέρου, ἢ σίλφιον λεάνας μετ’ οἴνου ὁμοίως. τοῖς δὲ ὑπὸ τῆς σμυραίνης πεπληγμένοις συμβαίνει, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, διὸ καὶ τῶν ὁμοίων βοηθημάτων τυγχανέτωσαν.[5] |
| 37 4 | ὁ δὲ Ἀρχιγένης φησίν· ἐπὶ τῶν θαλασσίων, οἷον τρυγόνος, σμυραίνης, δράκοντος συκῆς ὀποῦ σταλαγμοὺς τέσσαρας ἢ πέντε μετὰ κλωνίων ἑρπύλλου τριῶν ἢ τεσσάρων πότιζε.[5] |