eul_wid: qmm-ah
DOI 10.5281/zenodo.20335421

Galen of Pergamon Whom to Purge with Which Purgative Medicines and When in Greek

The treatise Whom to Purge with Which Purgative Medicines and When is a concise, practical medical work by Galen of Pergamon. It systematically addresses the selection of patients, the choice of purgative drugs, and the timing for evacuative treatments, reflecting core Galenic principles of individualized therapy. This pharmacological text focuses on the reasoned application of purgation, a fundamental procedure in humoral medicine. Its central themes include tailoring the purge to the patient’s specific humoral imbalance and vitality, matching purgatives of particular qualities and strengths to specific conditions, determining the correct moment for administration based on disease stage, patient age, and season, and promoting a diagnostic approach over routine empirical practice. The treatise survives intact within the Galenic corpus, transmitted through Greek manuscripts of Galen’s collected works and included in both the standard Kühn edition and the modern Corpus Medicorum Graecorum. The work exemplifies Galen’s effort to synthesize Hippocratic principles with pharmacology into a coherent, rational system for practicing physicians. Its structured approach to a common therapeutic question contributed significantly to the Galenic tradition that dominated Western and Islamic medicine until the early modern period.

7.23 Ἐκ τῶν Γαληνο ῦ · τίνας δεῖ καθαίρει ν , καὶ ποίοις καθαρτηρίοι c , καὶ πότ ε . Τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται, καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ, καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκοντος, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
7.23.2 τοὺς δ’ ὑγιαίνοντας μὲν ἔτι, νοσήσαντας δ’ 〈ἄν〉, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰσβάλλοντος ἦρος, ἤτοι διὰ φλεβοτομίας, εἰ πληθωρικοῖς ἁλίσκοιντο νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ τοῖς κατὰ διαφθοράν.
7.23.3 ἡμεῖς γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖς ἄρθροις εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη πολλῶν ἐκωλύσαμεν γίνεσθαι.
7.23.4 κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν.
7.23.5 ἐνίοις μὲν οὖν συμφέρει κενοῦσθαι τοὺς φλεγματώδεις χυμούς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικούς, ἐνίοις δ’ ὀρῶδες περίττωμα κατὰ τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεσθαι παθῶν οὐσίαν.
7.23.6 αὐτίκα μελαγχολίᾳ τις ἁλίσκεται καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦρος μόνον, ἀλλὰ καὶ φθινοπώρου.
7.23.7 οὕτως δὲ καὶ γυναῖκά τινα καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶ, καρκινώδη διάθεσιν ἐν μαστῷ ἔχουσαν, ἣν ἰασάμην ἰσχυρῶς κενώσας διὰ φαρμάκου καθαίροντος μέλαιναν, καὶ εἰ παραλειφθείη ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται.
7.23.8 ἐλέφαντα δ’ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίας καὶ καθάρσεως ἰασάμην· ἑκάστου δ’ ἔτους αὖθις ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις· ἐκλειφθείσης δ’ αὐτῆς, αὐτίκα τὸ πάθος ἐπισημαίνει.
7.23.9 τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν.
7.23.10 ἄλλος δέ τις ὥρᾳ θέρους αἰεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν φθάνων ὑφ’ ἡμῶν καθαίρεσθαι κατὰ τὴν τελευτὴν τοῦ ἦρος· οὕτως γὰρ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦν, ὡς τούς γε ἐπιληπτικοὺς ἀρθριτικούς τε καὶ μελαγχολικοὺς ὅσοι τε ἄλλοι διὰ παχεῖς χυμοὺς νοσοῦσιν εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι.
7.23.11 χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομοῦν, εἰ ἡ κάθαρσις ἀρίστη μέλλοι γίνεσθαι κατὰ πάντα, καὶ μάλιστα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ συντονία τῶν σπαραγμῶν, ἐκβάλλουσα τοὺς ἐσφηνωμένους δυσλύτως τοῖς πεπονθόσι μέρεσι χυμοὺς καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦσα, ῥᾷον ἐργάσεται τοῦτο, προλελεπτυσμένων αὐτῶν.
7.23.12 τοῖς δ’ ἀμελήσασι τούτων δυσχερεῖς ἀπαντῶσιν αἱ καθάρσεις μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄσης τε πολλῆς καὶ κακοσφυξίας ἐκλύσεώς τε καὶ δυσκολίας.
7.23.13 τοῦ μέλλοντος δ’ ἐλλέβορον λήψεσθαι προπειρᾶσθαι χρὴ τῆς φύσεως, ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων.
7.23.14 γινέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια· ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαρασκευάσαι. γένοιτο δ’ ἂν τὸ τοιοῦτο καὶ δι’ αὐτῶν μὲν τῶν συνεχῶν ἐμέτων, ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ σώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει.
7.23.15 τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον· ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκεν, 〈οὕτω καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία, φυλάττει τὰς ὑγρότητας· τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν,〉 ἀλλ’ ἥτις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνὴ μήτε δριμεῖα μήτε ἁλυκὴ μήτε πικρά.
7.23.16 δεδώκαμεν δ’ ἐνίοτε ῥαφανῖδας δι’ ὀξυμέλιτος, πήξαντες αὐταῖς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου κλῶνας λευκοῦ, καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη.
7.23.17 οἱ δὲ στενὸν ἔχοντες τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα συντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουσιν εἰς τὰς ἐμετικῶν φαρμάκων καθάρσεις τάς τε ἄλλας καὶ μάλιστα τὴν δι’ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖς ἀγγεῖόν τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις. χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔσθ’ ὅτε μὴν ἔμπαλιν, εἰ κατὰ μὲν τὴν γαστέρα φλεγματικός, ἐν δὲ τοῖς ἐντέροις πικρόχολος ἀθροισθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω.
7.23.19 γέγραπται δὲ κατὰ τοὺς Ἀφορισμοὺς Ἱπποκράτει περὶ τῶν ὡρῶν· ‘θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος τὰς κάτω.
7.23.20 ‘ τὸ δ’ ἀνάλογον ταῖς ὥραις ἐπὶ τῶν χωρῶν σκοπεῖσθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένους· οὕτως δὲ κἀπὶ τῶν ἡλικιῶν.
7.23.21 καὶ μὴν καὶ τὸ ἔθος οὐ σμικρὰ μοῖρα πρὸς ἔνδειξιν κενώσεως· οἱ μὲν γὰρ ἐμεῖν εἰθισμένοι φέρουσιν ἀλυπότερον τὰς διὰ τῆς ἄνω κοιλίας καθάρσεις· οἱ δ’ ἀήθεις οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ’ ἐλλεβόρου.
7.23.22 καὶ τὸ τοῦ νοσήματος δ’ εἶδος σκοπεῖσθαι προσῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματος ἀγωγῷ χρησόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆς κάτω γαστρός, εἶτα δι’ ἐμέτων, εἶτα δι’ ἀποφλεγματισμῶν· δι’ ὅλου γὰρ τοῦ σώματος ἐκτεταμένου τοῦ πλεονάζοντος, ἁπάσας κενώσεις παραληψόμεθα.
7.23.23 ἀσκίτου δ’ ὄντος τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώσομεν φαρμάκων, ὥσπερ γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶς τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δι’ οὔρων καὶ δι’ ὑπερῴας καὶ διὰ ῥινῶν.
7.23.24 οὕτως δὲ κἂν ὁ μελαγχολικὸς πλεονάσῃ χυμός, ὡς ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆς μελαίνης χολῆς κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖς καθαίρομεν, ἐξ ὧν δῆλον ὡς ἡ κατάστασις τῆς νόσου καὶ τὸν κενωθησόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον, δι’ οὗ χρὴ κενοῦν αὐτόν.
7.23.25 ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶσι, τὴν ἀποκάθαρσιν ποιούμεθα διὰ μὲν τῆς κάτω γαστρός, ὅταν ἐν τοῖς σιμοῖς αὐτοῦ γένηται τὸ πάθημα, δι’ οὔρων δέ, ὅταν ἐν τοῖς κυρτοῖς.
7.23.26 οὕτως δὲ κἀπὶ τῶν ἄλλων ἐπισκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑστίας τινὸς ὁρμᾶται τὸ νόσημα· ταῦτα γάρ σοι καὶ τὸν κενωθησόμενον ἐνδείξεται χυμὸν καὶ τὸν τρόπον 〈τῆς κενώσεως καὶ τὸν τόπον〉 δι’ οὗ χρὴ κενῶσαι, καὶ πρὸς τούτοις ἅπασι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺς ὀρώδεις τε καὶ λεπτοὺς κενώσεις χυμούς, ἀναμενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν εἰσὶν ὅ τε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς.
7.23.27 καὶ ἀπὸ τῶν παροξυσμῶν δὲ σκοπὸν εἰς ἔνδειξιν τρόπου κενώσεως ἕξεις, ἐκ μὲν τῶν ἄνω ποιούμενος τὰς κενώσεις ἐν τοῖς παροξυσμοῖς, ἐκ δὲ τῶν κάτω κατὰ τὰς καλουμένας ἀνέσεις· καὶ γὰρ καὶ αὐτόματα οὕτως ὠφελεῖ, ἐν μὲν τοῖς παροξυσμοῖς ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων, ἐν δὲ ταῖς ἀνέσεσιν οὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων.
7.23.28 φυλάττεσθαι δὲ χρὴ μάλιστα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇς κάτω καθαίρειν πολλά· τῆς γὰρ ῥοπῆς τῶν χυμῶν ἄνω γινομένης, ἡ τοῦ κάτω καθαίροντος φαρμάκου δύναμις ἐμποδισθήσεται.
7.23.29 ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις αἰεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ, κατ’ ἀρχὰς οἷόν τε φαρμακεῦσαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως· κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι τῷ πάντα μὲν καθαίροντα φάρμακα ταῖς δυνάμεσιν εἶναι θερμά, δεῖσθαι δὲ τὸν πυρετόν, εἰ πυρετός ἐστι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπως τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖς τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
7.23.30 οὔκουν οὐδ’ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμότητος ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται (ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· 〈χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν〉 κενώσεως γίνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης βλάπτεται τὸ σῶμα πρὸς τῶν καθαρτικῶν φαρμάκων· ἔστι δ’ ἡ ὠφέλεια † ἐνάλυπός τε καὶ πᾶς ὁ βλάπτων κενωθῇ χυμός· ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περισκέψασθαι, εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων ὄντες, ὡσαύτως δ’ οἷς ὑποχόνδρια τέταται καὶ ἐμπεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυρώδη, ἢ καί τις αὐτόθι τῶν σπλάγχνων φλεγμονή, πάντες οὗτοι πρὸς τὰς καθάρσεις ἀνεπιτήδειοι.
7.23.31 χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺς χυμούς, ὡς ἔνι μάλιστα, τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτούς τε καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένους τε τοὺς πόρους, δι’ ὧν ἡ καθάρσις μέλλει γενήσεσθαι· ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν.
7.23.32 ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ ἄρα σχοίη τις καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχους ἤ τινος τῶν οὕτω λεπτυνόντων, ὥστε εὐλόγως ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς γενήσεται ἡμῖν χρεία φαρμακείας τῷ μήτε πολλάκις ὀργᾶν ἐν ἀρχῇ τοὺς λυποῦντας 〈χυμούς〉, μήτε, εἰ καὶ τούτοις ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ὄντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος ἐπιτήδειον αὐτὸν παρασκευάσαι.
7.23.33 ὀργᾶν δ’ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήσει σφοδροτέρᾳ γενόμενοι καὶ μεταρρύσει μορίων εἰς μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ὀχλῶσι τὸν ἄνθρωπον, ἀνιῶντες καὶ γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες.
7.23.34 τοὺς μὲν οὖν τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει· τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύσιν ἕξομεν βοηθοῦσαν τῇ κενώσει· φαίνεται γὰρ αὕτη μετὰ τὰς πέψεις διακινοῦσά τε τοὺς χυμοὺς ἀπωθουμένη τε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσεις γίνονται, ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης, τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας.
7.23.35 χρὴ δ’ εἰδέναι ὡς αἱ μεταρρυήσεις ἄλλοτε εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις γίνονται, τὰ πλείω δ’ ἡσυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, παρ’ ὅλον τοῦ νοσήματος τὸν χρόνον ἄχρι λύσεως.
7.23.36 ὅταν οὖν μὴ μόνον ὀξὺ πάθος ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου, καὶ μάλιστα ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως· ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ’ ἐπὶ βραχείᾳ πόσει φαρμάκου καθαίρονται δαψιλῶς.
7.23.37 ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρός, ἔμπειρός τε ᾖς τῆς φύσεως τοῦ κάμνοντος, ἐπὶ τὴν τοῦ φαρμάκου δόσιν ἀφίξῃ, χρώμενος ἐλλεβόρῳ μέλανι 〈ἤ〉 τινι τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ 〈τὸ〉 διὰ τῆς κολοκυνθίδος· ἱερὰν δ’ αὐτὴν συνήθως ὀνομάζουσιν.
7.23.38 ποικίλως δ’ αὐτῆς σκευαζομένης, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν σκαμμωνίαν δ’ οὐκ ἔχουσα, κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.
7.23.39 μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον συμφέρει τῆς πτισάνης ἐπιρροφεῖν, ὥς φησιν Ἱπποκράτη c· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡς ἂν ὀλίγον ὄν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε στόμαχος ὅσον τε τῆς γαστρὸς ὑψηλὸν οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλως βλάπτονται.
7.23.40 χρήσιμος οὖν χυλὸς τῆς πτισάνης ἐπιρροφούμενος, ὡς ἀπορρύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου.
7.23.41 διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόσει κελεύει τῆς πτισάνης ἐπιρροφεῖν· ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως, οὐκέτι βούλεται δίδοσθαι πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου. Κατὰ πόσους τρόπους οὐκ ἐκκρίνει ἡ γαστὴρ καθαρτηρίου δοθέντο c .
7.24.1 Οὐκ ἐκκρίνει δ’ ἡ γαστὴρ ἐνίοτε καθαρτηρίου δοθέντος, ἤτοι διὰ τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως ἢ διὰ βραχύτητα τοῦ δοθέντος φαρμάκου· πολλάκις δὲ καὶ κόπρος ἐσφηνωμένη σκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυστῆρος πρὶν δίδοσθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωσιν.
7.24.2 δύναται δὲ καὶ τῆς φύσεως ἐπ’ οὖρα τὴν ὁρμὴν πεποιημένης, τὸ καθαρτικὸν μηδὲν ἀνύειν.
7.24.3 ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ βλάπτειν μηδὲν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ’ εἰς τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται. Περὶ τῶν μιγνυμένων τοῖς καθαρτηρίοι c .
7.25.1 Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, διότι νευρωδέστατόν ἐστι καὶ αἰσθητικώτατον, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ’ ἀκραιφνὴς ἡ δύναμις αὐτῶν ἅπτηται τοῦ στόματος τῆς γαστρός.
7.25.2 χρὴ δ’ εἶναι τὰ μιγνύμενα σπέρματα τοιαῦτα, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, καὶ τοὺς παχεῖς χυμοὺς τέμνειν καὶ τὰς ὁδοὺς αὐτῶν, δι’ ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναστομοῦν.
7.25.3 δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοις τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν στασιάζειν, ἡ δὲ στάσις αὐτῶν γινέσθω, οὐχ ὅταν 〈τὸ μὲν χολῆς, εἰ τύχοι, τὸ δὲ φλέγματος〉 ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν τρόπον), ἀλλ’ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ [ταῦτα] πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίνεται, προσενεχθέντων ἅμα· λέγω δ’ ἀνώμαλον, ὅταν ἤδη παύεσθαι δοκούσης αὐτῆς ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνηται.