eul_wid: xia-aa
DOI 10.5281/zenodo.20335421

Genuine Etymological Work Genuine Etymological Work in Greek

α 1 Ἄβρα · οὔτε ἡ ἁπλῶς θεράπαινα, οὔτε ἡ εὔμορφος λέγεται, ἀλλ’ ἡ οἰκότριψ καὶ παρὰ χεῖρα θεράπαινα
α 2 Ἀβυρτάκη · βαρβαρικόν τι ἔδεσμα ἐκ δριμέων κατασκευαζόμενον καρδάμων καὶ σκορόδων καὶ σινάπεως
α 3 Ἄβολος · ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος. καὶ γνώμων ὁ ὀδούς, ὅτι ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων· τριάκοντα γὰρ μηνῶν γενόμενοι ἐκβάλλουσι τοὺς πρώτους ὀδόντας, εἶτα ἐνιαυτοῦ παρελθόντος τοὺς δευτέρους, καὶ μετ’ ἄλλον ἐνιαυτὸν τέλειοί εἰσιν οἱ τεττάρων ἡμίσεων ἐτῶν. ἀφ’ οὗ καὶ λειπογνώμονες καλοῦνται οἱ μηκέτι διὰ τῶν ὀδόντων γνωσθῆναι δυνάμενοι
α 4 Ἁβροείμονες · λαμπροφόροι, ἁπαλοφόροι· ἁβρὸν γὰρ τὸ λαμπρὸν καὶ κοῦφον καὶ τρυφερόν· ἁβρὸς οὖν ὁ ἁπαλός· παρὰ τὸ ἅπτω, ὁ εὐαφής. ἢ κατὰ στέρησιν τοῦ βάρους α
α 5 Ἀβρότων · κοχλίου εἶδος· οἱ δὲ ἀκρίδων, αἵτινες πολλαὶ γενόμεναι τοὺς καρποὺς διαφθείρουσιν· οἱ δὲ μελιττῶν. οἱ δὲ ἀπρότων φασίν, ὅ ἐστιν ἀντὶ τοῦ λῃστῶν
α 6 Ἀβίων · ἤτοι βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις. ἢ βίοις, ὅ ἐστι νόμοις καὶ πολιτείαις. ἢ μετὰ τοῦ ἐπιτατικοῦ α ἵν’ ᾖ πολυβίων
α 7 Ἀγοράζω · πολὺ μὲν παρ’ αὐτοῖς ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν. εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἀγοράζειν
α 8 Ἄγαμαι · ἄγαμαι αὐτοῦ. καὶ τοῦτο μᾶλλον οὕτω συντάσσουσι καὶ τὸ θαυμάζειν πολλάκις
α 9 Ἄγγαροι οἱ ἐκ διαδοχῆς γραμματηφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. λέγεται δὲ καὶ ἀγγαροφορεῖν ἐπὶ τὸ φορτία φέρειν κατὰ διαδοχήν
α 10 Ἀγκαλιαγωγοί · οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις. ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ αὐτοὶ οἱ φέροντες· ἀγκαλιδοπῶλαι δὲ οἱ πιπράσκοντες
α 11 Ἄγλιθες · ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγκειται
α 12 Ἀγανοῖς · προσηνέσι, πραέσιν. ἀπὸ τοῦ ἀγάζω, τὸ θαυμάζω, γίνεται ἀγανός, ὅπερ ἀπὸ τοῦ ἄγαν γίνεται καὶ τοῦ αἰνεῖσθαι
α 13 Ἀγαπήνωρ · ὁ γενναῖος καὶ ἀνδρεῖος, ὁ ἀγαπῶν τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. ἔστι καὶ ὁ ἀγαπώμενος ὑπὸ τῶν ἀνθρώπων
α 14 Ἀγάπη · παρὰ τὸ ἄγαν ποιότητα ἔχειν
α 15 Ἀγασάμενοι · θαυμάσαντες. οὐ τότε γ’ Ὀδυσσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες. ἀγῶ ἀγάζω. οὕτως Ὠρίων α
α 16 Ἀγαστόρων · τῶν ὁμογάστρων, τῶν ἀδελφῶν. Λυκόφρων · τῶν φιλτάτων σου τῶν ἀγαστόρων τρόφιν, σημαίνει δὲ τὸν τρόφον καὶ κλίνεται τρόφις τρόφιος
α 17 Ἀαγές · ἄθραυστον· ἀπὸ τοῦ ἄγω, τὸ κλάνω, ἀγής, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀαγής· καὶ τὸ οὐδέτερον τὸ ἀαγές
α 18 Ἀγαυός · ἐκ τοῦ ἀγῶ, τὸ θαυμάζω, γίνεται ἄγημι ἄγαμαι ἄγασται ἀγαός, καὶ πλεονασμῷ τοῦ υ Αἰολικῶς ἀγαυός, ὡς ναός ναυός. ἢ ἀπὸ τοῦ γαίω, τὸ γαυριῶ, γίνεται γαῖος, καὶ τροπῇ τοῦ ι εἰς υ ὡς δίφρος δύφρος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός
α 19 Ἀγαυρός · παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, γίνεται ἀγηρός καὶ ἀγαυρός. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον α
α 20 Ἀγαυρίαμα · παρὰ τὸ γαίω, τὸ γαυριῶ, γίνεται γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ ὡς κλαίω κλαύσω, καίω καύσω, καὶ ἐν ἐπιτάσει τοῦ α ἀγαυρός. καὶ γαυριᾶν, τὸ μεγάλως γαυριᾶν καὶ ἐπαίρεσθαι. οὕτως Μεθόδιος α
α 21 Ἀγαυγή · οἷον · Ἀπόλλωνος ἀγαυγή· παρὰ τὸ αὐγή
α 22 Ἀγερσικύβηλιν · κύβηλις λέγεται ὁ πέλεκυς ὁ μαντικός. οἱ δὲ τὸν ἐφ’ ἑαυτῷ ἐγείροντα τὸν πέλεκυν
α 23 Ἀγελαῖος · ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη, τὸ δὲ ἀγέλη ἀπὸ τοῦ ἄγω. α
α 24 Ἀγορὰ ἐφορία · ἡ πρὸς τοῖς κοινοῖς ὅροις γινομένη τῶν ἀστυγειτόνων· οὗ οἱ ὅμοροι ὅπου συνιόντες περὶ τῶν κοινῶν ἐβουλεύοντο
α 25 Ἀγγεῖλαι · κυρίως τὸ διὰ λόγων κελεύειν· παρὰ τὸ λέγω ἀνλέγω καὶ καθ’ ὑπερβιβασμὸν ἀγγέλω τροπῇ τοῦ ν εἰς τὸ γ
α 26 Ἀγγεῖον · ἀπὸ τὸ δι’ αὐτοῦ τι ἄγειν καὶ φέρειν. οὕτως Ὠρίων
α 27 Ἀγγαροφορεῖν · τὸ κατὰ διαδοχήν τι πεμπόμενον φορτίον
α 28 Ἄγγελος · ὥσπερ ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκελος, οὕτως καὶ παρὰ τὸ ἄγω γίνεται ἄγγελος πλεονασμῷ ἑτέρου γ. τὰ γοῦν παρ’ αὐτὸ συγκείμενα διὰ τοῦ ε ψιλοῦ γράφονται, οἷον ἀρχάγγελος
α 29 Ἀγγελίην · ἀγγελίην ἐλθόντα, ἀντὶ τοῦ ἄγγελον. δύο δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν πρεσβείαν, ὡς ἐν τῷ ἀγγελίην ἐλθόντα εἴποιμι περίφρονι Πηνελοπείῃ, καὶ τὸν ἄγγελον, ἤτοι πρέσβυν, ὡς ἐνταῦθα
α 30 Ἀγερμός · οὐκ ἀγυρμός. Πλάτων δὲ ἀγερμὸν εἴρηκεν τὸν συναθροισμόν
α 31 Ἀγελείη · ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τοῦ πολέμου, ὅ ἐστιν ἡ λαφυραγωγός
α 32 Ἀγέρωχος · ῥητορικὴ ἡ λέξις, σημαίνει δὲ τὸν αὐθάδη, παρὰ τὸ ἄγαν αὐχεῖν. ἢ ὁ ἔντιμος καὶ ἀνδρεῖος παρὰ τὸ ἄγαν γερουχεῖν
α 33 Ἀγησίλαος · ἐπώνυμον τοῦ Ἅιδου· Καλλίμαχος · φοιτάσει μεγάλῳ Ἀγεσιλάῳ. εἴρηται παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γὰρ τῶν θανόντων. οὕτως Μεθόδιος
α 34 Ἀγέραστος · οἱ μὲν ἀπὸ τοῦ γέρας, οἱ δὲ ἀπὸ τοῦ γεράζω γεράσω γεγέρακα γεγέρασμαι γεγέρασαι γεραστός καὶ ἀγέραστος
α 35 Ἀγείρατον · ἀγέρατον· γέρας ἡ τιμή· παρὰ τὸ γέρας κατὰ πλεονασμὸν τοῦ ι
α 36 Ἀγήραον · ἄφθαρτον, μὴ γηράσκοντα· παρὰ τὸ γῆρας
α 37 Ἀγείρω · τὸ γει δίφθογγον· ἀγέρρω γὰρ λέγουσιν οἱ Αἰολεῖς. ἢ ὅτι καὶ ἀγερῶ ὁ μέλλων ἐκ τοῦ ἄγω
α 38 Ἄγη · σημαίνει τὸ ἐκπλήττομαι καὶ τὸ θαυμάζω· γέγονε παρὰ τὸ ἄζω ἢ ἀγῶ, τὸ θαυμάζω· οἱ γὰρ ἐκπληττόμενοι εἴς τι ὑπερέχον ἄγονται. ἔστι δὲ ἄκλιτον, ἐπειδὴ τὰ εἰς γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντος ἄρχεται, οἷον στέγη ταγή φυγή. πρόσκειται «ἰαμβικά» διὰ τὸ ἀγή, ὃ σημαίνει τὴν ἀπόκλασιν τοῦ κύματος· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἀλλ’ οὐκ ἔστιν ἰαμβικὸν ἀλλὰ σπονδειακόν, τὸ γὰρ α μακρὸν ἔχει. ἐπεὶ οὖν τὸ ἄγη εἰς γη ἔστιν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἄκλιτον ἔμεινεν
θ 1 θω · ἐκ τοῦ ἀγείρω, τὸ συναθροίζω, γίνεται ἀγειρέ σ θω καὶ οὐχὶ ἀγειρά σ θω, ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα, εἰ μὲν μακρᾷ παραλήγονται, διὰ τοῦ αθω ποιοῦσι τὴν παραλήγουσαν, οἷον κίω κιάθω, εἴκω εἰκάθω, ἀμύνω ἀμυνάθω, εἴργω εἰργάθω, εἰ δὲ βραχείᾳ παραλήγονται, διὰ τοῦ εθω ποιοῦσι τὴν παραλήγουσαν, οἷον φλέγω φλεγέθω, νέμω νεμέθω, ὅθεν τὸ ἀγειρέθω καὶ ἀείρω ἀειρέθω γενόμενον κατὰ παραγωγήν. ἀγερέθω ἀπέβαλε τὸ ι
α 39 Ἀγήνωρ · ἐκ τοῦ ἄγαν καὶ τοῦ ἀνήρ γίνεται ἀγάνωρ καὶ τροπῇ τοῦ α εἰς η ἀγήνωρ· τὸ γὰρ ἀνήρ κατ’ ἀρχὴν μὲν συντιθέμενον τρέπει τὸ α εἰς η καὶ τὸ η εἰς ω οἷον εὐήνωρ Ἀντήνωρ· τὸ δὲ Νικάνωρ Νικήνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ α εἰς η α
α 40 Ἀγῆλαι · τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις · καὶ προσαγήλωμ’ ἐπελθόντας, καὶ Ἀριστοφάνης · καί σε θυσίαις προσόδοις τε μεγάλαις ἀγελοῦμεν
α 41 Ἀγροιώτης ·. ἀγροίτης καὶ κατ’ ἐπένθεσιν . . ἀγυιαί · ἄμφοδα, ῥῦμαι· καὶ Ὅμηρος εὐρυάγυιαν λέγει τὴν πλατυάμφοδον, οἷον · νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. ἢ ἐπιμήκεις ὁδοί, παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις, τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρει. ἢ παρὰ τὸ ἄγω, τὸ πορεύομαι · Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην. οὕτως Ὠρίων
α 42 Ἀγυιά · ἡ ὁδός· παρὰ τὸ ἄγω, τὸ πορεύομαι
α 43 Ἄγυρις · ἡ ἄθροισις· παρὰ τὸ ἀγείρω, ἐξ οὗ ἀγορά γίνεται· ἀγορῶ ῥῆμα, ἐξ οὗ ὄνομα θηλυκὸν ἄγορις, καὶ τροπῇ τοῦ ο εἰς υ ἄγυρις α
α 44 Ἄγρωστις · ἔστιν ἔδω, τὸ ἐσθίω, ὁ μέλλων ἔσω, ὁ παρακείμενος ἦκα, ὁ παθητικὸς ἦσμαι. τὸ β ἦσαι, τὸ γ ἦσται καὶ ἐξ αὐτοῦ ἦστις. καὶ ἐπειδὴ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλουσι τοῖς ἰδίοις ἐνεστῶσι, γίνεται ἔστις, καὶ τροπῇ Δωρικῇ τῆς ου διφθόγγου εἰς ω ἄγρωστις
α 45 Ἄγχι · σημαίνει τὸ πλησίον· παρὰ τὸ ἀγχοῦ ἀγχόθι ἄγχι κατὰ συγκοπήν
α 46 Ἄγχειν · παρὰ τὸ ἄγω ἄγειν· τὸ τὸν φάρυγγα συνάγειν α
α 47 Ἀγχλάσας · ἀναχαλάσας, ἀνακουφίσας, ἀναβαστάσας
α 48 Ἀγχίμολον · ἐγγύς, πλησίον· παρὰ τὸ ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι
α 49 Ἀγχηστῖναι · ἀπὸ τοῦ ἄγχιστος ἀγχιστῖνος καὶ ἀγχιστῖναι. τὸ δὲ ἄγχιστος ἐστὶν ὑπερθετικόν· γίνεται δὲ ἀπὸ τοῦ ἀγχοῦ ἀγχότερος ἀγχίων ἄγχιστος καὶ ἀγχιστίνδην
α 50 Ἄγχαυρον · τὸ καλούμενον λυκόφως· σημαίνει δὲ τὴν ὀρθρινὴν τὴν πλησίον τῆς αὔρας· ἀγχίαυρος καὶ ἄγχαυρος· αὔρα δὲ ἡ ἡμέρα
α 51 Ἀγών · οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν. ἐγὼ δέ φημι· παρὰ τὸ ἄγω γίνεται ἀγών, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημονίαν. ·. καλὸν δ’ εὔρυνον ἀγῶνα. τὸ ἄθροισμα. . Περὶ πολυσημ. λέξεων
α 52 Ἀγχώμαλα · παρὰ μικρὸν ἴσα, ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλόν γέγονεν ἀγχώμαλος. τὰ παρὰ τὸ ὁμαλός συντ διὰ τοῦ ω μεγάλου γράφεται. . αἱμ
α 53 Ἀγυιά ·. καὶ ὀξυ
α 54 Ἄγω. Περὶ πολυσημ. λέξεων
α 55 Ἀγωνία · ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς φόβου
α 56 Ἀγγελλόντων · ἀντὶ τοῦ ἀγγελλέτωσαν οἱ Ἀττικοί φασιν· οὗτοι γὰρ ἐπὶ τῶν προστακτικῶν τῶν ἀπὸ ὁριστικῶν γινομένων, τῶν μὴ ἐχόντων τὸ μ κλιτικόν, τὸ τρίτον πρόσωπον πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῇ γενικῇ τῶν πληθυντικῶν τῶν ἰδίων μετοχῶν· τύπτετε τυπτόντων ἀντὶ τοῦ τυπτέτωσαν. ἐπὶ δὲ τῶν ἐχόντων τὸ μ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ τρίτῳ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων ἀντὶ τοῦ τυπτέσθωσαν
α 57 Ἀδέκαστος · δίκαιος· παρὰ τὸ δέχω δέδεγμαι δεκαστός καὶ ἀδέκαστος, ὁ μὴ δεχόμενος πρόσωπον ἢ δῶρα
α 58 Ἀδελφός · δελφὺς λέγεται ἡ μήτρα, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ γίνεται ἀδελφός, οἱονεὶ ὁμόδελφύς τις ὤν, ἐκ τῆς αὐτῆς δελφύος. καὶ ἀδελφίζειν τὸ ἀδελφὸν καλεῖν
α 59 Ἀδελφιδοῦς · ἰστέον, ὅτι τὰ εἰς δους λήγοντα εἰς ου ἔχει τὴν γενικήν, οἷον ὁ ἀδελφιδοῦς τοῦ ἀδελφιδοῦ, ὁ θυγατριδοῦς τοῦ θυγατριδοῦ. γέγονε δὲ ἀπὸ τοῦ ἀδελφιδέος καὶ θυγατριδέος κατὰ κρᾶσιν· οὐδέποτε γὰρ εὐθεῖα διαλύεται· τὸ γὰρ εἷς ἕεις πλεονασμὸν ἔχει τὸ ε. πρὸς δὲ τοὺς λέγοντας
α 60 Ἀδαξῆσαι · σημαίνει τὸ κνῆσαι
α 61 Ἀδαήμων · ἄπειρος· ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, δαῶ δαήσω δαήμων καὶ ἀδαήμων. ἀπὸ τοῦ δαίω δαῶ, συστολῇ τοῦ ι καὶ μεταθέσει τοῦ τόνου
α 62 Ἀδδεές · ἄφοβε· ἀπὸ τοῦ δέος, ὃ σημαίνει τὸν φόβον, γίνεται δεής καὶ ἀδεής, καὶ τὸ θηλυκὸν ἀδεής καὶ τὸ οὐδέτερον ἀδεές, πλεονασμῷ ἑτέρου δ ἀδδεές
α 63 Ἀδευκής · ὁ ἀπροσδόκητος, ἀνείκαστος, ἄγνωστος· παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικής καὶ ἀδεικής, καὶ τροπῇ τοῦ ι εἰς υ ἀδευκής α
α 64 Ἀδήριτος · ἔστι δῆρις δηρίω, ὡς κόνις κονίω καὶ μῆτις μητίω· τούτου τοῦ δηρίω ὁ παθητικὸς παρακείμενος δεδήριμαι, τὸ γ δεδήριται, καὶ ἐξ αὐτοῦ ἀδήριτος. τὰ διὰ τοῦ ιτος ἀποστρέφονται τὴν ει · ἄτιτος ἀκόνιτος Μούνιτος ὄνομα Ἑρμαφρόδιτος Θεοδώρητος λίητος ἐπίκτητος σῖτος μίτος λῖτος, χωρὶς εἰ μὴ ὦσι σύνθετα παρὰ τὸ κλειτος διὰ τὸ Ἡράκλειτος πολύκλειτος. περὶ γὰρ τοῦ Ῥῖτος διάφοροι δόξαι γεγόνασιν· ὁ μὲν Ἡρωδιανὸς βαρύνει αὐτὸ καὶ διὰ τοῦ ι γράφει ὁμοίως τὸ σῖτος, ὁ δ’ Ὦρος ὀξύνει καὶ διὰ τῆς ει διφθόγγου γράφει ὁμοίως τὸ κλειτός καὶ σειστός· σημαίνει δὲ τὸ σειόμενον, ἀλλ’ οὐκ ἔστι διὰ τοῦ ιτος α
α 65 Ἀδευκέος · ἀπεοικυίας ἢ πικρᾶς· δεῦκος γὰρ τὸ γλυκύ, ὅθεν καὶ Πολυδεύκης ἐκλήθη
α 66 Ἀδέψητον · σημαίνει ὠμόν, ἀνέργαστον· δεψῶ δεψήσω δεδέψηκα· ἀπὸ τοῦ ἕψω δὲ γίνεται
α 67 Ἀδηφάγος · παρὰ τὸ ἄδην, τὸ δαψιλῶς, καὶ τοῦ φήγω ἀδηφάγος α
α 68 Ἁδεῖν · τὸ ἀρέσαι· ἀπὸ τοῦ ἀδῶ, τὸ ἀρέσκω. ἢ ἥδω ἥσω ἄδον ὁ β ἀόριστος, ἐξ οὗ τὸ ἅδε δ’ Ἕκτορι, ὁ β μέλλων ἁδῶ ἁδεῖς ἁδεῖ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν α
α 69 Ἄδην · τὸ κεκορεσμένως. ἔστιν ἑῶ, τὸ δηλοῦν τὸ κορεννύω, οἷον · ἐπεὶ χ’ ἑῶμεν πολέμοιο· ἐξ οὗ παράγωγον ἕδω, καὶ ἄδην ἐξ αὐτοῦ. δηλοῖ δὲ καὶ τὴν ἡδονήν, οἷον · ἥσατο δ’ αἰνῶς. λαμβάνεται δὲ καὶ τὸ τερφθῆναι ἐπὶ τοῦ κορεσθῆναι, οἷον · αὐτὰρ ἐπεὶ σίτοιο τάρφθεν. ἢ ἀπὸ τοῦ ἄσω ὦ ᾆς ᾆ, τὸ δηλοῦν τὸ αὐτό, οἷον · ἄσει ἐν Τροίῃ ταχέας κύνας, γίνεται ῥηματικὸν ὄνομα ἦδος καὶ ἄδος, καὶ ἐξ αὐτοῦ ἄδην α
α 70 Ἀδικίου · ὄνομα δίκης κατὰ τῶν ἀδικούντων ἢ ὁπωσοῦν ἀδικούντων. τῆς δὲ δίκης τὸ τίμημα ἀργύριόν ἐστιν ἀποτινύμενον ἁπλοῦν
α 71 Ἀδηκότες · κεκμηκότες, δαμασθέντες, ἀδημονοῦντες, τουτέστιν ὑπὸ κόπου ἀηδῶς διακείμενοι· ἀηδῶ οὖν ἀηδήσω
α 72 Ἅιδης · α
α 73 Ἄδδιξ · μέτρον τι οἶμαι τετραχοίνικον
α 74 Ἀδινάων · παρὰ τὸ ἄδην, τὸ σημαῖνον τὸ πλῆρες, γέγονεν ἀδινός, τὸ θηλυκὸν ἀδινή καὶ ἀδινῶν ἀδινάων. τὸ δι ι · τὰ εἰς νος ὀξύτονα ἀπὸ ἐπιρρήματος γινόμενα διὰ τοῦ ι γράφονται, οἷον πύκα πυκινός, ἄδην ἀδινός
α 75 Ἀδίοπον · τὸ ἄναρχον καὶ ἀφύλακτον
α 76 Ἀδινώτερος · παρὰ τὸ ἄδην ἐπίρρημα γίνεται ἀδινός, τὸ συγκριτικὸν ἀδινώτερος καὶ τὸ οὐδέτερον ἀδινώτερον· σημαίνει δὲ τὸ ἄδην τὸ ἀδιαλείπτως
α 77 Ἀδινῷ · ἀδιαλείπτως· παρὰ τὸ ἄδην ἐπίρρημα
α 78 Ἀδμολίη · ἡ ἄγνοια· εἴρηται παρὰ τὸ εἴδω, τὸ γινώσκω· ἴδμων ἴδμονος ἰδμονία καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη
α 79 Ἀδμήτην · ἀδάμαστον· παρὰ τὸ δμῶ, τοῦτο παρὰ τὸ δαμῶ, τὸ δαμάζω, ὁ μέλλων δμήσω, δέδμηκα δέδμημαι δμήτης καὶ ἀδμήτης
α 80 Ἀδῄωτον · ἀπόρθητον· παρὰ τὸ δῃῶ, τὸ σημαῖνον τὸ πορθῶ, τοῦτο παρὰ τὸ δαίω, τὸ κόπτω, τροπῇ τοῦ α εἰς η μετὰ περισπωμένου τόνου δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντος . αἱμ
α 81 Ἀδρηστίνη · τὰ διὰ τοῦ ινη μὴ γινόμενα ἀπὸ ἐπιθέτου κύρια μονογενῆ ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ πείνη, οἷον Αἰητίνη δίνη. πρόσκειται «μονογενῆ» διὰ τὸ ἐκεῖνος ἐκείνη, ἐρατεινός ἐρατεινή. πρόσκειται «μὴ γινόμενα ἀπὸ ἐπιθέτου κύρια», ἐπειδὴ φωτεινὸς τόπος, φωτεινὴ οἰκία, καὶ γίνεται ἐκ τοῦ Φωτεινή, ὄνομα κύριον
α 82 Ἀδολεσχία · ἀδολεσχίαν μὲν ἐκάλουν τινὲς καὶ τὴν φλυαρίαν, ἐτάττετο δὲ τοὔνομα ἐπὶ τῶν τὰ μετέωρα λεσχηνευόντων, οὐ τῆς ἀηδίας καὶ τῆς λέσχης συγκειμένης, ὥς τινες ἐξεδέξαντο, ἀλλὰ ἀπὸ τοῦ ἁδεῖν, τοῦ σημαίνοντος τὸ ἀρέσαι. ἡ οὖν τῶν ἀρεσκόντων καὶ αὐτοῖς δοκούντων διάλεξις ἀδολεσχία ἐκαλεῖτο διὰ τὸ μὴ ἐκ κοινῆς ὁρμᾶσθαι δόξης τὴν τοιαύτην ὁμιλίαν, ἀλλ’ ἐξ ἰδίας διαλέξεως καὶ ἀρεσκούσης ὑπολήψεως· διὸ καὶ ἀδολέσχας τοὺς φυσικοὺς ἐκάλουν, οἷον · λέγω δ’ Ὦρον καὶ Σωκράτην πτωχὸν ἀδολέσχην ἔφη. ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ β ἀόριστος ἄδον, καὶ ἐξ αὐτοῦ ἅδος, ἡ εὐφροσύνη· καὶ ἔστι λέσχη ἡ φλυαρία, καὶ κατὰ σύνθεσιν γίνεται ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. ἢ ἐκ τοῦ ἁδῶ, τὸ ἀρέσκω, καὶ τοῦ λέσχη, τοῦτο δὲ παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην, ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν καὶ τῷ χειμῶνι τόπον εἶχον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες ἐν αὐτῷ καθεζόμενοι διημέρευον φλυαροῦντες καὶ ἀδολεσχοῦντες
α 83 Ἀδολέσχης ἀδολέσχου · ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα ἀρσενικὰ μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν. σημαίνει δ· τὸ φιλοσοφῶ · ὁ δὲ δοῦλός σου ἠδολέσχει, καὶ τὸ παίζω · ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον, καὶ τὸ φλυαρῶ, ὡς τὸ «τί ἀδολεσχεῖς, ἄνθρωπε;» καὶ τὸ ὀλιγωρῶ · ἠδολέσχησα καὶ ὠλιγοψύχησε
α 84 Ἁδρός · ὁ χονδρός· παρὰ τὸ ἥδω, ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ χονδροῖς
α 85 Ἀδόροισι · Ἀντίμαχος · ἐν δ’ ἀδόροισι χεύειν εὐήλατον ἄλφι. δόροι γὰρ λέγεται παρὰ τὸ ἐκδεδάρθαι· δορός, καὶ δοροί, κατὰ πλεονασμὸν ἄδοροι. ἢ ἀντὶ τοῦ κακόδοροι. οὕτως Ἡρωδιανός
α 86 Ἀδρανής · δραίνω, τὸ πράττω, δρανῶ ἔδρανον δρανής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀδρανής, ὁ ἀνίσχυρος καὶ μὴ πρᾶξαί τι δυνάμενος, ὅθεν καὶ ἀδράνεια τὸ θηλυκόν
α 87 Ἀδραστεϊδῶν · Ἄδραστος Ἀδραστίδης Ἀδραστιδῶν, καὶ πλεονασμῷ τοῦ ε Ἀδραστεϊδῶν, οἷον · Ἀδραστεϊδῶν θάλος
α 88 Ἀδρίας · τὸ πέλαγος· Διονύσιος Σικελίας τύραννος, ὃς πρότερον ἐπὶ τῆς Ὀλυμπιάδος πόλιν ἔκτισεν Ἀδρίαν ἐν τῷ Ἰωνικῷ κόλπῳ, ἀφ’ ἧς καὶ τὸ πέλαγος Ἀδρίας καλεῖται. Εὔδοξος δὲ ἕνα τῶν Ἱστοριῶν τὸ πέλαγος καὶ τὴν πόλιν ὀνομασθῆναι Ἀδρίαν ἀπὸ Ἀδρίου τοῦ Μεσαππίου τοῦ Παύσωνος
α 89 Ἀδύτῳ · τῷ ἐνδοτάτῳ καὶ θειοτάτῳ μέρει τοῦ ναοῦ· ἄδυτα γὰρ καλοῦνται οἱ τό ποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι οὐδὲ εἰσδῦναι πᾶσιν. ἀπὸ τοῦ δύω δῦμι δύσω δέδυκα δέδυμαι δέδυται δυτός καὶ ἄδυτος
α 90 Ἄδωνις · δύναται ὁ καρπὸς εἶναι ὁ ἀδώνιος, οἷον «ἀδώνειος καρπός», ἀρέσκον
α 91 Ἁδρύνω · τὸ αὐξάνω· Νίκανδρος ἔνθα · ῥωγαλέον φορέουσα περιστιγὲς αἰόλον ἔρφος· τὴν μὲν ὅθ’ ἁδρύνηται ὀροιτύποι οἱ ἀβατῆρες κόψαντες ῥάδικα πολυστρεφέος κοτίνοιο
α 92 Ἀεθλεύειν · ἀγωνίζεσθαι· ἀπὸ τοῦ ἄεθλον, ὅπερ ἀπὸ τοῦ ἆθλον· τοῦτο παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλόν καὶ ἄτλον, καὶ τροπῇ ἆθλον. τὸ δὲ ἄεθλον ἀρσενικῶς μὲν λεγόμενον τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ · οὗτος μὲν δὴ ἄεθλος ἄατος· οὐδετέρως δὲ τὸ ἐπὶ ἀγῶνος διδόμενον · νηῶν δ’ ἐκφέρετ’ ἄεθλα λέβητάς τε τρίποδάς τε
α 93 Ἀεικίας · τὰς ὕβρεις καὶ αἰσχύνας· ἀπὸ τοῦ αἰκίας πλεονασμῷ τοῦ ε ἀεικίας
α 94 Ἀεικέλιος · ἀπρεπής, ἀνόμοιος, σκληρός· ὡς πέμπω πέμπελος, οὕτως γίνεται εἴκω, τὸ ὁμοιῶ, εἴκελος εἰκέλιος καὶ ἀεικέλιος. τὸ δὲ εἴκελος, εἰ μέν ἐστι σύνθετον, πάντοτε διὰ τῆς ει διφθόγγου γράφεται, εἰ δὲ ἁπλοῦν, διὰ τοῦ ι
α 95 Ἄεισι · παρὰ τὸ ἄω, τὸ πνέω, παράγωγον τῶν εἰς μι ἄημι. οὗ τὸ γ ἄησι καὶ τὸ δυϊκὸν ἄετον, καὶ κατ’ ἔκτασιν ἄητον, οἷον · τὼ δ’ ἐκ Θρῄκηθεν ἄητον· ἐξ οὗ καὶ τὸ γ τῶν πληθυντικῶν ἄεισι Αἰολικώτερον· ἐχρῆν γὰρ ἀεῖσι, ὥσπερ ἱεῖσι · ἄλλοτε δ’ ἄλλῃ ἄεισι
α 96 Ἀείδελον · σημαίνει τὸ ἀόρατον· ἔστιν εἴδω, τὸ γινώσκω, ᾧ ἀντιπαράκειται τὸ οἶδα· γίνεται εἴδελος, ὡς πέμπω πέμπελος, καὶ συνθέσει ἀείδελος, ὁ μὴ θεωρούμενος. παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ συστολὴν τοῦ η εἰς ε. τὸ δὲ ἀΐδηλον, τὸ ἀφανιστικόν, ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω γίνεται ἰδνόν καὶ μετὰ τοῦ δῆλοσ γέγονεν ἀϊδνόδηλος καὶ συγκοπῇ ἀΐδηλον
α 97 Ἄεθλον · ἀπὸ τοῦ ἐθέλω, ἐθέλον τι· ἔστι μετὰ τοῦ ἐπιτατικοῦ α ἀέθελον, τὸ πάνυ θελητόν, καὶ συγκοπῇ ἄεθλον καὶ κράσει τοῦ αε ἆθλον, καὶ ἆθλος τὸ ἀρσενικόν. ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω γίνεται ἰδνόν καὶ μετὰ τοῦ δῆλος ἀϊδνόδηλοσ
α 98 Ἄειλα · τὰ πολύσκια χωρία· κατὰ στέρησιν τῆς ἕλης
α 99 Ἀειλογία · τὸ ἀεὶ λόγους καὶ εὐθύνας ὑπέχειν
α 100 Ἀείζωτος · ἄζωτος ἡ ναῦς ἐστι καὶ ἀνυπήλιφος· ἀζώτους δὲ τὰς ἀνασεσυρμένας γυναῖκας
α 101 Ἀεικής · ὁ σκληρός, ὁ μὴ εἴκων· εἴκω εἰκής καὶ ἀεικής, ἀφ’ οὗ τὸ ἀεικέα λοιγὸν ἀμῦναι, καὶ αἰκία. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἀπρεποῦς · σὸν γένος, οὔ οἱ ἀεικές
α 102 Ἀείδω · ἀντιπαράκειται τὸ ἀοιδή. γέγονε δὲ παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀείδω. τὸ δὲ εἴδω σύνθετον εἰς ὄνομα ἀποβάλλει τὸ ε · νῆις, ὁ ἄπειρος, καὶ πολύιδος· καὶ παραγόμενον, οἷον ἴδμων ἴστωρ. ἰστέον δέ, ὅτι τὰ κατὰ τὴν κοινὴν διάλεκτον τὰ ἀπαθῆ οὐ λέγονται, οἷον τὸ πατέρος καὶ μητέρος καὶ ἀνέρος, ἀλλὰ τὰ πεπονθότα, οἷον τὸ πατρός· οὕτως οὖν καὶ τὸ ἀείδω εἰς α μακρὸν ἄιδω καὶ κατὰ κρᾶσιν τοῦ εα καὶ συναιρέσει τοῦ αι εἰς τὴν αι δίφθογγον
α 103 Ἀεικίσσωσιν · ὡς εὐγενής εὐγενίζω, οὕτως ἀεικής ἀεικίζω, ὅπερ ἀπὸ τοῦ εἴκω. ἢ παρὰ τὸ αἰκίζω ἀεικίζω κατὰ πλεονασμὸν τοῦ ε · εὐλὰς ἐγγιωνται, ἀεικίσουσι δὲ νεκρόν
α 104 Ἀέκητι · ἔστιν ἀεκάζω, οὗ ἡ μετοχὴ πόλλ’ ἀεκαζομένη, ἐξ αὐτοῦ ἐπίρρημα ἀεκαστί, ὡς δωρίζω δωριστί, καὶ κατὰ ἀποβολὴν τοῦ ς ἀεκατί, καὶ τροπῇ τοῦ ι Ἰωνικῇ καὶ ἀναβιβάσει τοῦ τόνου ἀέκητι· ἡ γὰρ ἀποβολὴ πολλάκις ἀναβιβάζει τοὺς τόνους
α 105 Ἀεκήλια · κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφ’ οἷς οὐχ οἷόν τε ἡσυχάζειν, οἷον οὐχ ἥσυχα οὐδ’ εἰρηναῖα, ἀλλὰ ταραχώδη· ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι
α 106 Ἀειρομένη · ἀπὸ τοῦ ἀήρ ἀέρος ἀέρω, καὶ πλεονασμῷ τοῦ ι ἀείρω, ἡ μετοχὴ ἀειρόμενος
α 107 Ἄελλα · ἡ ἄγαν εἰλοῦσα. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, οἷον · Βορέης καὶ Ζέφυρος, τώ τ’ ἐκ Θρῄκηθεν ἄητον· ὁ μέλλων ἀήσω καὶ ἀέσω, καὶ ἐξ αὐτοῦ ἄελλα κατὰ πλεονασμὸν τοῦ λ
α 108 Ἀελλής · παρὰ τὸ ἕλλω. ἢ παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, ἀποβολῇ τοῦ ι γίνεται ἐλλής καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀελλήσ, ὥσπερ ἀτερπής, ἐξ οὗ καὶ τὸ ἀολλίζω, ὃ σημαίνει τὸ συναθροίζω · ἔρχεο σὺν θυέεσσιν, ἀολλίσασα γεραιάς
α 109 Ἀελπτέοντες · ἀνελπιστοῦντες, οὐκ ἐλπίζοντες· ἀπὸ τοῦ ἔλπω ἀέλπτω
α 110 Ἀελλόπος · ἰστέον, ὅτι τὰ παρὰ τὸ πούς συντιθέμενα τὴν τοῦ ἁπλοῦ φυλάττουσι κλίσιν καὶ διὰ τοῦ δος κλίνονται, οἷον πούς ποδός, οἰδίπους οἰδίποδος, τὰ γὰρ ἀποβολῇ τοῦ ς ποιοῦντα τὴν γενικὴν Ἀττικά εἰσιν, οἷον ὁ τρίπους τοῦ τρίπου καὶ ὁ Οἰδίπους τοῦ Οἰδίπου. ἰστέον, ὅτι τὰ παρὰ τὸ πούς ἀποβάλλουσι τὸ υ κατὰ τὴν εὐθεῖαν · ὦρτο δ’ ἀελλόπος, καὶ ἢ τρίπος ἠὲ γυνή. οὕτως Χοιροβοσκός
α 111 Ἀέντες · ἔστιν ἀῶ περισπώμενον, ὅτι δέ ἐστι περισπώμενον δῆλον ἐκ τοῦ ἄησις καὶ ἄημι· καὶ οἱ Αἰολεῖς τὴν ἀῶν μετοχήν, καθὰ ποιῶν καὶ φιλῶν, ἀείς ἐροῦσιν, ὡς φιλείς καὶ ποιείς· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀέντες, ἡ γενικὴ ἀέντων, ὡς ποιέντων, οἷον καὶ ἀνέμων μένος ὑγρὸν ἀέντων. εἰ δὲ ἦν βαρύτονον, ἄεντες ἂν ἐρρήθη · πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες
α 112 Ἀένναος · νάω νάος, ἐν συνθέσει ἀέναος, ὁ ἀεὶ ῥέων
α 113 Ἀέξει · αὔξει· ἀπὸ τοῦ ἔχω, τοῦ σημαίνοντος τὸ ἐλαύνω, ὁ μέλλων ἕξω καὶ ἀέξω, ὡς τὸ ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει
α 114 Ἄερθεν · ἀείρω ἀερῶ ἄερκα ἄερμαι ἀέρθην ἀέρθησαν καὶ ἄερθεν, ὡς τὸ κόσμηθεν
α 115 Ἀερσίποδες · αἴροντες εἰς ὕψος τοὺς πόδας· παρὰ τὸ ἀείρω ἀερῶ ἀερίποδες, καὶ πλεονασμῷ τοῦ ς ἀερσίποδες · ἧχι ἑκάστῳ ἵπποι ἀερσίποδες
α 116 Ἀεσίφρων · ὁ μὴ διεγηγερμένας ἔχων τὰς φρένας· ἄω, τὸ κοιμῶμαι, ὁ μέλλων ἀέσω, ὅθεν καὶ ἀέσσεται
α 117 Ἀεργεία · Ἡσίοδος · ἀεργίη δέ τ’ ὄνειδος
α 118 Ἄζειν · τὸ στόμα ἀθρόως προσπνεῖν
α 119 Ἀζεΐδαο · σχόλιον Βοιωτίασ · δόμῳ Ἄκτορος Ἀζεΐδαο. εὗρον ἐν Ὑπομνήματι Βοιωτίας σχόλιον. ἀπὸ τοῦ Ἀζεύς Ἀζείδης τὸ πατρωνυμικὸν καὶ ἐκεῖθεν Ἀζεΐδαο
α 120 Ἀζηχές · ἀδιαλείπτως· κατὰ τροπὴν τοῦ δ εἰς ζ Δωρικῶς, ἀδηχές γάρ. ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον ἢ μεγαλόψυχον, οἷον · ἀζηχὲς μεμακυῖαι· σημαίνει δὲ τὸ σκληρὸν ἀπὸ τῆς ἄζης, ὃ σημαίνει τὴν ξηρασίαν
α 121 Ἄζη · ἡ ξηρασία, ὅτι τοῦ ζῆν καὶ ρηται α
α 122 Ἀζαλέην · ξηρὰν ἢ σκληράν· παρὰ τὸ ἄζω, τὸ ξηραίνω. ἔστι ζῶ καὶ κατὰ στέρησιν τοῦ α ἄζω· τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστιν. οὕτως Ὦρος. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι παράγωγόν ἐστιν ἀπὸ τοῦ ἅγος· ὡς σκέλος σκελίζω, τεῖχος τειχίζω, οὕτως καὶ ἅγος ἁγίζω καὶ κατὰ συγκοπὴν ἅζω. πόθεν δὲ δῆλον; ἐκ τοῦ τὸν Ἀλκμᾶνα εἰπεῖν · ἀγίσδεο· ἀντὶ τοῦ ἅζεο ἀγίσδεο εἶπεν
α 123 Ἀζήν · σημαίνει τὸν πώγωνα κατὰ Φρύγας καὶ κλίνεται ἀζένος· ἐκ τούτου λέγεται καὶ τὸ αἰζηός γίνεσθαι. καὶ ὤφειλε κλίνεσθαι διὰ τοῦ η ὡς μὴ ἔχον τὸ μ ἀπ’ εὐθείας, ἀλλὰ σεσημείωται ὡς τὸ ἀδήν ἀδένος, σημαίνει δὲ τὸν βουβῶνα. καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ α καὶ σημαίνοντα μέρος σώματος ἢ πάθος τρέπει τὸ η εἰς τὸ ε οἷον αὐχήν αὐχένος, ἀδένος, ἀζένος· τὸ γὰρ λειχήν οὐκ ἔχει τὸ α
α 124 Ἀηδών · παρὰ τὸ ἀείδω ἀειδών, καὶ τροπῇ Αἰολικῇ τῆς ει διφθόγγου εἰς η ἀηδών. ἄλλοι δὲ τροπὴν μόνον λέγουσι γεγονέναι τοῦ ε εἰς η καὶ μένει τὸ ι προσγεγραμμένον
α 125 Ἄη · ὥσπερ παρὰ τὸ φιλῶ γέγονεν ἐφίλει διὰ τῆς ει διφθόγγου, κατὰ δὲ Αἰολεῖς ἐφίλη διὰ τοῦ η οὕτως καὶ παρὰ τὸ ἄω ἄει καὶ κατὰ Αἰολεῖς ἄη· καὶ Ὅμηρος · μῆνα δὲ πάντ’ ἄληκτον ἄη νότος
α 126 Ἀήδιζον · ἰστέον, ὅτι τὰ ἀπὸ φωνήεντος ἀρχόμενα ῥήματα χρονικῶς αὔξονται ἐν τῷ παρατατικῷ, οἷον ἄγω ἦγον, αἴρω ἀρῶ ᾖρον, αἰτῶ ᾔτουν. δεῖ προσθεῖναι «χωρὶς τῶν Ἰωνικῶν καὶ τῶν ποιητικῶν»· οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συναρχομένους πολλάκις ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, οἷον ἄγω ἄγεν · ἄγε δέ ἑ μοῖρα βαρεῖα, καὶ ἅψατο δ’ ἡμιόνων, ἀντὶ τοῦ ἥψατο· καὶ «χωρὶς τῶν ἀπὸ προθέσεων ἀρχομένων»· ἐπὶ τούτων γὰρ ἡ ἀρχή τοῦ ἐνεστῶτος φυλάττεται καὶ ἐν τῷ παρατατικῷ· καὶ «χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν, εὐορκῶ εὐώρκουν»· ἐπὶ τούτων γὰρ ἔσωθεν ἐγένετο ἡ κλίσις. δεῖ προσθεῖναι «χωρὶς τοῦ ἀηθέσσω ἀήθεσσον», ἀηθέσσω δέ ἐστι τὸ ἀήθης ὑπάρχω· καὶ «χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι καὶ ἀηδιζόμην». ταῦτα μὲν ὁ Χοιροβοσκός. ὁ δὲ Ζηνόβιος λέγει εἰς τὸ Ῥηματικὸν τοῦ Ἀπολλωνίου ὅτι καὶ τὸ ἀΐω, τὸ σημαῖνον τὸ ἀκούω, ὡς παρὰ τῷ ποιητῇ, οἷον · οὐκ ἀΐεις, καὶ τὸ ἄω, τὸ σημαῖνον τὸ πνέω, οὐ τρέπει τὸ α εἰς η ἐν τῷ παρατατικῷ. καὶ ἐπὶ μὲν τοῦ ἀΐω διὰ τοῦτο οὐ τρέπεται τὸ α εἰς η ἵνα μὴ συνεμπέσῃ τὸ ἦεν τὸ γενόμενον ἀπὸ τοῦ ἔω, τὸ σημαῖνον τὸ ὑπάρχω. τὸ δὲ ἀηθέσσω καὶ ἀηδίζομαι, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ η
α 127 Ἀήρ · παρὰ τὸ αἴρω, τὸ σημαῖνον τὸ κουφίζω, γίνεται ἀήρ· κουφίζονται γὰρ ἐν αὐτῷ καὶ αἴρονταί τινα ζῷα. ἢ ὁ κοῦφος, παρὰ τὸ ἀήρω. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ἀήρ· καὶ γὰρ ἡ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον α
α 128 Ἀήσυλος · ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλάπτω, οἷον · ἠδ’ ἀασάμην, γίνεται ὄνομα ῥηματικὸν ἀήσυλος, καὶ κατὰ πλεονασμὸν τοῦ α ἀήσυλος, ὁ ἡμαρτημένος καὶ ἄτοπος. οὕτως Ὦρος. ἢ ἀπὸ τοῦ ἥδω ἥσω ἥσυλα καὶ ἀήσυλα, τὰ μὴ τέρποντά τινα, ἄτακτα, μωρά· ἢ ἄδικα καὶ ἁμαρτωλά
α 129 Ἀήσυρον · ἀσθενὲς καὶ κενόν
α 130 Ἀήτης · ὁ ἄνεμος· παρὰ τὸ ἀῶ, τὸ πνέω, ὁ μέλλων ἀήσω, ὄνομα ῥηματικὸν ἀήτης α
α 131 Ἄητον · ὥσπερ παρὰ τὸ φιλῶ γίνεται φιλεῖτον, οὕτως καὶ παρὰ τὸ ἀῶ ἀεῖτον τὸ δυϊκόν, ὡς παρὰ Αἰολεῦσιν ἄητον καὶ ποίητον· εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς λέγετον τύπτετον. ἢ παρὰ τὸ ἀῶ γίνεται παράγωγον ἄημι καὶ τὸ γ ἄησι καὶ τὸ δυϊκὸν ἄετον καὶ κατ’ ἔκτασιν ἄητον. οὕτως ὁ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 132 Ἀθαμάντιον · πεδιάς ἐστιν ἐν Θεσσαλίᾳ καλουμένη Ἀθαμαντία διὰ τὸ ἐκεῖσε τὸν Ἀθάμαντα πλανᾶσθαι μετὰ τὸ φονεῦσαι τὸν ἴδιον υἱὸν Κλέαρχον χόλῳ τῆς Ἥρας, ὅτι ἀνέθρεψε τὸν Διόνυσον. ἐφόνευσε δὲ αὐτὸν μανεὶς εἰς θήραν δόρατι νομίσας ἔλαφον εἶναι, ὅθεν καὶ τῆς βασιλείας ἐξέπεσε καὶ τῆς Ἰνοῦς τῆς γυναικὸς ἐστερήθη καὶ τοῦ ἰδίου υἱοῦ Μελικέρ ον του ἀμφοτέρων εἰς θάλασσαν ἐμπεσόντων καὶ οἰκησάντων προνοίᾳ Ποσειδῶνος ἐν αὐτῇ. οὕτως σχόλιον εὗρον εἰς τὰ Ἀργοναυτικά
α 133 Ἀθέμιστος · ἄδικος, ἄνομος· θέμιστος καὶ ἀθέμιστος
α 134 Ἀθέριζον · τὸ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων, τῶν μὴ δυναμένων θερίζεσθαι καρπῶν· οἱ γὰρ λικμῶντες ἐκρίπτουσι τοὺς ἀθέρας, τουτέστι τὰ ἄχυρα. ἐκ τοῦ θέρος θερίζω, μετὰ τοῦ στερητικοῦ α ἀθερίζω· Ὅμηρος · οὔ ποτέ μ’ ἀθέριζον. τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς, καὶ Θερσίτης καὶ θερμός
α 135 Ἀθέσφατον · πολύν· ἐκ τοῦ θεός καὶ τοῦ φατός, τοῦτο ἐκ τοῦ φημί, τοῦ λέγω, θεόφατός τις ὤν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς θέσφατον, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατον· ὃν οὐδὲ ὁ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος . α
α 136 Ἀθηνᾶ · οἱονεὶ ἀθρηνᾶ τις οὖσα, παρὰ τὸ τὸν νοῦν ἀθρεῖν. ἢ παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω, οἷον · γυναῖκά τε θήσατο μαζόν, γέγονεν ὄνομα ῥηματικὸν θήνη, καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθηνᾶ· ἀμήτωρ γὰρ ἡ θεός ἐστιν· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διός φασιν αὐτὴν γεννηθῆναι. ἔστι δὲ Ἀθηνάα, καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα οὕτως Ἀθηνᾶ α
α 137 Ἀθήνηισι, Θήβηισι · ἔχουσι τὸ ι προσγεγραμμένον· ἔστι γὰρ ἡ δοτικὴ τῶν πληθυντικῶν Ἀθήναις καὶ Θήβαις· καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Θήβῃσι καὶ Ἀθήνῃσι, καὶ μένει τὸ ι προσγεγραμμένον
α 138 Ἀθηρηλοιγόν · τὸ πτύον τὸ τοὺς ἀθέρας διαλέγον καὶ διαχωρίζον· ἀθερολοιγόν τὸ αὐτό. γίνεται δὲ κατὰ πλεονασμὸν τοῦ ι ὑφ’ ἓν δὲ ὀξυτόνως ἀναγνωστέον
α 139 Ἆθλος · ὅτι μετὰ τὸν κατακλυσμὸν ἐξηργηκότων ἤδη τῶν ἀγώνων καὶ πάντων τῶν ἐν Ἕλλησι καλῶν, ὕστερον Ἀέθλιος ὁ Ἐνδυμίωνος πατὴρ ἐπιμέλειαν ἐποιήσατο τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. ἀπὸ τούτου οὖν ἆθλα καὶ ἀθληταὶ καλοῦνται
α 140 Ἀθλήσας · τὸν μὲν ἐγὼν ἔνθε ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον, καὶ πολλὰ ἀθλήσαντα
α 141 Ἀθριβής · πόλις Αἰγύπτου· τὸ δεντάτης νησιευομένης Αἰγύπτου ἐστὶ κεφαλὴ κατὰ καρδίας σχῆμα τῶν περιεχομένων εἴλῳ μεθυσκόμενον· ὅθεν τὸν νομὸν Ἀθριβὴν προσηγόρευσαν, ὅπερ, εἴ τις ἑλληνιστὶ βούλοιτο φράζειν, οὐκ ἄλλως ἔχει λέξαι πλὴν καρδίαν
α 142 Ἀθίγγανος · ὁ μὴ θέλων τινὶ προσεγγίσαι· ἀπὸ τοῦ θίγω, οἱ γὰρ τὴν αἵρεσιν ταύτην ἔχοντες οὐδὲν παρ’ ἄλλου λαμβάνουσιν
α 143 Ἄθροος · θροῦς λέγεται τὸ αἰφνίδιον, καὶ κλίνεται θρόος · οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδ’ ἴα γῆρυς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄθροος· ὀξύνεται ἐπὶ τοῦ ἀθροίζειν
α 144 Ἀθρῶν · τὸ μετ’ ἐπιτάσεως θεωρεῖν· θεωρῶ γὰρ κατὰ συγκοπὴν καὶ ἐπιτάσει ἀθρῶ. ἢ ἀπὸ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ, καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ
α 145 Ἀθροίζω · ἐκ τοῦ θροῦς, ὃ σημαίνει τὸν θόρυβον, γίνεται θροΐζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω
α 146 Ἄθηλον · τὸ μὴ τεθηλακός
α 147 Ἀθέλδεται · διηθεῖται
α 148 Ἀθύρ · ὁ μήν· καὶ τὴν Ἀφροδίτην Αἰγύπτιοι καλοῦσιν Ἀθώρ· καὶ μῆνά γε τὸν τρίτον ἐπώνυμον ταύτης πεποιήκασιν
α 149 Ἀθύρματα · παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω θύρω καὶ ἀθύρω καὶ ἄθυρμα. ἢ ἀθρήματά τινα ὄντα παρὰ τὸ ἀθρεῖν, θεάματα
α 150 Ἄθως · Ἥρη δὲ νισομένοισιν Ἄθω ἀνέτειλε κολώνη· ἀκρωτήριον Θρᾴκης. Σοφοκλῆς · Ἄθω σκιάζειν ὦτα Λημνίας βοός· ἐν γὰρ τῇ Λήμνῳ βοῦς χαλκῆ ἵδρυται, ἐφ’ ᾗ τοῦ Ἄθω ἡ σκιὰ φθάνει
α 151 Ἀθῷος · ὥσπερ ἀπὸ τοῦ ζῶ ζωή χωρὶς τοῦ ι καὶ ἀπὸ τοῦ ἰῶ ἰωή, σημαίνει δὲ τὴν ἐκπεμπομένην φωνήν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ καταβάλλω, γιγνόμενον τὸ θωή· ὁ γὰρ ζημιούμενος καταβάλλεταί τι. οὐκ ὀφείλει ἔχειν διὰ τοῦ ι ἀλλὰ παραλόγως ἔχει αὐτό, ἐπειδὴ εὕρηται θωϊή, ὡς παρὰ Ἀρχιλόχῳ · τούτου χάριν τὸ ἀθῷος ἀπὸ τοῦ θωϊή γινόμενον ἔχει τὸ ι. ὤφειλε δὲ προπαροξύνεσθαι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος γινόμενα ὀνόματα σύνθετα προπαροξύνονται, χωρὶς «εἰ μὴ χαρακτὴρ κωλύσει», διὰ τὸ κάρη ἀκαρός, ὀξύνεται γὰρ ὁμοίως τῷ μαδαρός. προπερισπᾶται δὲ τὸ ἀθῷος διὰ τὸν χαρακτῆρα τοῦτον, τὰ γὰρ διὰ τοῦ ῳος ἔχοντα τὸ ι ὑπὲρ δύο συλλαβὰς προπερισπῶνται χωρὶς τοῦ κολῳός, ὃ σημαίνει τὸν θόρυβον, οἷον πατρῷος Ἀχελῷος αἰδῷος ἠῷος· οὕτως οὖν καὶ ἀθῷος. πρόσκειται «ἔχοντα τὸ ι » διὰ τὸ λαγωός καὶ πατρωός, σημαίνει δὲ τὸν ἐν τῇ συνηθείᾳ λεγόμενον πατροιόν· ταῦτα γὰρ ὀξύνονται, ἀλλ’ οὐ γράφονται σὺν τῷ ι. πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ κολοιός, σημαίνει δὲ τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι, ἅπερ ἐν τῇ συνηθείᾳ κοῖλα λέγουσιν
α 152 Ἄθωος · σημαίνει δὲ τὸν ἐν Ἄθῳ ὄρει τιμώμενον. οὐκ ἔχει τὸ ι καὶ ὤφειλεν ἔχειν αὐτὸ κατὰ τὴν ἀκρίβειαν καὶ προπερισπᾶσθαι, ἐπειδὴ ἀπὸ τοῦ Ἄθως τοῦ σημαίνοντος ὄνομα ὄρους ἐγένετο. τὰ δὲ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ωος παράγωγα σὺν τῷ ι γράφονται καὶ προπερισπῶνται, οἷον Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πατρῷος, μήτρως μητρῷος· οὕτως οὖν καὶ Ἄθως Ἀθῷος ὤφειλεν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἀθῷος τοῦ ἐπὶ τοῦ ἀζημίου προπαροξύνεται καὶ τὸ ι ἀποβάλλει. οὕτως ὁ Χοιροβοσκός
α 153 Ἀθώου Διός · Διὸς ἱερὸν ἄκρῳ Ἄθῳ, τοῦ ὄρους Ἀθώου καλουμένου
α 154 Αἴγινα · τὰ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει χωρὶς τοῦ πεῖνα, οἷον τέρεινα, τὸ ἁπαλόν, Βέμβινα Καμάρινα Βέλβινα, ὄνομα πόλεως, Ἅρπινα, ὄνομα ἵππου, ὅπερ τινὲς διὰ δύο λέγουσι νν Καμάρινα δὲ λίμνη δυσώδης, ὡς καὶ ἡ χρῆσις δηλοῖ · μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἄμεινον, τοῦτο εἴρηται δὲ διὰ τὴν ἐν αὐτῇ δυσωδίαν, κινουμένης γὰρ αὐτῆς φθορὰ ἐγένετο σώματος. οὕτως καὶ Αἴγινα
α 155 Αἴ · σημαίνει τὸ εἴθε, οἷον · αἲ γὰρ δὴ οὕτως εἴη φίλος, ὦ Μενέλαε. ἰστέον, ὅτι τὸ αἴ ἐκ τοῦ εἰ γέγονεν εὐκτικοῦ ἐπιρρήματος· ἔστι γὰρ εἰ, ὃ σημαίνει τὸ εἴθε, οἷον · οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφελεν, ἀντὶ τοῦ εἴθε
α 156 Αἰάζειν · παρὰ τὸ αἴ σχετλιαστικὸν ἐπίρρημα γέγονεν αἰάζω, ὡς λίαν λιάζω α
α 157 Αἰαίη · ἡ Μήδεια · Αἰαίη δολόεσσα· καὶ Αἰαίη Μήδεια Πελασγιδῶν γαῖαν ἵκηται, ἀπὸ τῆς Αἴης πόλεως Ἀπολλώνιος
α 158 Αἶα · ἡ γῆ· παρὰ τὸ γαῖα αἶα ἀποβολῇ τοῦ γ ἢ ἀπὸ τοῦ αὔω, τὸ ξηραίνω, αὖα, καὶ τροπῇ τοῦ υ εἰς ι αἶα
α 159 Αἰγίς · ἡ τοῦ Διός, ἔνθεν αἰγίοχος· αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον· οὐχ, ὥς τινές φασιν, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς τῆς ἀναθρεψάσης τὸν Δία, ἀλλ’ ἀπὸ τοῦ τὰς συστροφὰς τῶν ἀνέμων ποιεῖν κινουμένην, αἰγίδες καὶ καταιγίδες· τὸ δὲ αἰγίς παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ
α 160 Αἰγυπτιάζειν · τὸ πανουργεύειν καὶ κακοτροπεύεσθαι
α 161 Αἰγανέη · ἀκόντιόν τι μικρόν· ἀπὸ τοῦ ἄγαν νεῖσθαι, τουτέστι πορεύεσθαι. ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι. ἢ διὰ τὰς αἶγας· ἐπ’ αὐτὰς γὰρ μάλιστα ἵεται. ἢ διὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγρας
α 162 Αἴγειρος · διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι · καὶ ἀγέρων ἔφυσαν εὐγενέστεραι, σημαίνει καὶ τὸ εὐθαλέστεραι καὶ εὐθρεπτότεραι. καὶ ὅτι τὰ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι, οἷον μάσσω μάγειρος, πέπτω πέπειρος, ὀνῶ ὄνειρος οὕτως καὶ ἀΐσσω αἴγειρος. ἢ παρὰ τὸ αἴρω, τουτέστι τὸ εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι · μακεδνῆς αἰγείροιο. πρόσκειται «ῥηματικά» διὰ τὸ Κάμιρος· τοῦτο γὰρ διὰ τοῦ ι γράφεται, ἀλλ’ οὐκ ἔστι ῥηματικὸν ἀλλ’ ὄνομα κύριον. δεῖ δὲ γινώσκειν, ὅτι τὸ παρὰ Θεοκρίτῳ, οἷον · ἀπ’ Αἰγίρω ἰσχάδα τρώγοις, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ Αἴγιρον ἐστὶν ὄνομα πόλεως. τινὲ δὲ διὰ τῆς ει διφθόγγου γράφουσιν αὐτό, οἷον · καὶ ἀπ’ Αἰγείρω ἰσχάδα τρώγοις. οὕτως ὁ Χοιροβοσκός
α 163 Αἰγίλιψ · δύσβατος καὶ ὑψηλὸς τόπος · ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. γέγονε παρὰ τὸν λείψω μέλλοντα λείψ, καὶ ἀποβολῇ τοῦ ε λίψ, καὶ ἐν συνθέσει μετὰ τῆς αἴξ γίνεται αἰγίλιψ, ἧς καὶ αἲξ μὴ δυναμένη ἀναβῆναι α
α 164 Αἰγιάλεια · ὄνομα κύριον· Ἀδράστου θυγατρός, Διομήδους γυνή
α 165 Αἰγάς · Ἑλίκην τε καὶ Αἰγάς· πόλις Εὐβοίας. τὸ ἐθνικὸν Αἰγαῖος
α 166 Αἴγισθος · παρὰ τὸ θῶ, τὸ θηλάζω, καὶ τὸ αἴξ Αἴγιθος, πλεονασμῷ τοῦ ς Αἴγισθος· ἱστοροῦσι γὰρ τοῦτον αἰγείῳ γάλακτι τροφῇ χρήσασθαι α α
α 167 Αἰγίλουρος · αἴλουρος καὶ πλεονασμῷ τῆς γι συλλαβῆς αἰγίλουρος
α 168 Αἴγλη · παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, καὶ τὸ λίαν γίνεται αἴγλη· πάνυ γάρ ἐστιν ὁρμητικὴ ἡ αἴγλη. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς τοῦ Ψαλτῆρος. σημαίνει δὲ λαμπηδόνα
α 169 Αἰγαῖον πέλαγος · Αἰγέτης Εὐβοίας, νῆσος δυσχείμερος, ἀφ’ ἧς καὶ τὸ πέλαγος Αἰγαῖον ἐκλήθη. οἱ δὲ ἀπὸ Ποσειδῶνος οὕτως ὠνομάσθη· οὕτως γὰρ λέγεται θεός. οἱ δὲ ἀπ’ Αἰγέως τοῦ πατρὸς Θησέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν· οὐ πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης περιπλέοντι νήσῳ οὕτως Ὦρος
α 170 Αἰγυπιοῖσι · οἱ μὲν εἶδος ἀετοῦ, οἱ δὲ τοὺς γῦπας. αἰγυπιός αἰγυπιοῦ· παρὰ τὸ ἀΐσσω
α 171 Αἴγυπτος · ἀπὸ Αἰγύπτου βασιλέως, τοῦ Βήλου· ἢ ἀπὸ Αἰγύπτου τοῦ Νείλου· ἢ Αἴγυπτος αἰγίποτος παρὰ τὸν τράγον, ὃν Αἰγύπτιοι σέβουσι, ἐξαιρέτως δὲ τοὺς Μενδησίου· ἢ Αἴγυπτος διὰ τὸ αἶγας πίονας ἔχειν. οὕτως Ὦρος
α 172 Αἰγιαλός · παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός· ἢ ἀπὸ τοῦ γαίω
α 173 Αἰγοφάγος · ὁ Ζεύς, ὡς παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς
α 174 Αἰαίην · οἷον · Αἰαίην δ’ ἐς νῆσον. ἀπὸ τοῦ αἲ αἴ θρηνητικοῦ ἐπιρρήματος· λέγουσι τῆς Κίρκης τὴν νῆσον πλησίον εἶναι τοῦ Ἅιδου, ὅθεν καὶ τὸ ὄνομα εἰληφέναι ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῇ
α 175 Αἰδοῖα · παρὰ τὴν αἰδῶ· γυμνῶσαι γὰρ ταῦτα ἢ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. ἔστιν οὖν αἰδοῖα καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα
α 176 Αἰδοῖος · ὁ αἰδοῦς καὶ τιμῆς ἄξιος, οἷον · αἰδοῖός τέ μοί ἐσσι. ἀπὸ τοῦ αἰδώς γίνεται αἰδῷος· τὰ γὰρ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ωος παράγωγα σὺν τῷ ι γράφονται καὶ προπερισπῶνται, οἷον Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πατρῷος· οὕτως οὖν καὶ ἠώς ἠῷος καὶ αἰδώς αἰδῷος καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ω τῆς ωι διφθόγγου εἰς τὴν οι δίφθογγον ἠοῖος καὶ αἰδοῖος. οὕτως ὁ Χοιροβοσκός
α 177 Αἰδομένω · αἰδεσθέντες · τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω. αἰδέω, ὁ παθητικὸς ἐνεστὼς αἰδέομαι αἰδοῦμαι, ἡ μετοχὴ αἰδεόμενος αἰδούμενος, τὸ δυϊκὸν αἰδεομένω αἰδουμένω καὶ ἀποβολῇ τοῦ υ αἰδομένω
α 178 ᾌδω · ἀπὸ τοῦ εἴδω γίνεται ἀείδω καὶ κράσει ᾄδω· ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί τὸ α μακρὸν ὂν ἐτράπη ἐν τῷ παρατατικῷ· καὶ ἔστιν εἰπεῖν, ὅτι εἰς τὰ τελεώτατα μεγέθη δεῖ τὰς ἐπεκτάσεις γίνεσθαι, τὰ δὲ φύσει μακρὰ τὸ τελεώτατον ἔχει μέγεθος. οὕτως Ζήνων
α 179 Αἰδέσεται · αἰδεσθῇ· ἀπὸ τοῦ αἰδῶ · αἰδέομαι Τρῶας, καὶ ὃς μέν τ’ αἰδέσεται
α 180 Αἰδεῖσθαι θ’ ἱερῆα · αἰδοίους τοὺς οἰκέτας λέγει διὰ τὸ ἀξίου εἶναι καὶ ἐντροπῆς
α 181 Αἰδοιέστατον · ἰστέον, ὅτι τὸ ἀρχέστατον, ὡς παρ’ Αἰσχύλῳ ἐν τῇ Πηνελόπῃ, οἷον · γένος μέν τ’ εἰμι Κρὴς ἀρχέστατον· καὶ τὸ αἰδοιέστατον καὶ ἀφθονέστατον ποιητικά εἰσι κατ’ ἔθος Ἰώνων γενόμενα· τὰ γὰρ διὰ τοῦ ου συγκριτικὰ οὗτοι διὰ τοῦ ες προσφέρουσιν, οἷον δικαιέστερος καὶ ἀρχαιέστερος
α 182 Αἰδώς ἐτυμολογοῦσι τὴν αἰδῶ. παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ ἰδεῖν
α 183 Αἰδῶ · ἰστέον, ὅτι ἡ αἰδώ ὅτε μέν ἐστιν εὐθεῖα ὀξύνεται, ὡς Λητώ καὶ Σαμφώ, ὅτε δὲ αἰτιατικὴ περισπᾶται, ὡς ἐνταῦθα · τά τ’ αἰδῶ ἀμφικαλύπτει· οὐ γὰρ πτωτικόν ἐστι τὸ ω, ἀλλ’ ἀπὸ κράσεως· ἀπὸ γὰρ τοῦ αἰδῶα αἰδῶ περισπᾶται. οὕτως εὗρον
α 184 Αἰεὶ νέον ἐρχομενάων · ἠΰτ’ ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων. τὸ «νέον ἐρχομενάων» ἀντὶ τοῦ νεωστὶ ἀεὶ ἐρχομενάων, ὡς τὸ κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει. σημαίνει οὖν τὸ συνεχῶς προΐεσθαι, ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τὰς μελίσσας· καὶ γὰρ τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιούμεναι ἐφίζουσι τοῖς ἄνθεσι καὶ ἐπαρθεῖσαι πέτονται πάλιν καὶ πάλιν ἐφίζουσι· κατ’ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἐρχομένων γίνεται καὶ φαντασίαν παρέχει ὡς ἄρτι ἐξορμωμένων. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίσσαις ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι ἀπ’ ἀρχῆς ἕως πέρατος, οὐ κατ’ ὀλίγον ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῷα. πάντως οὖν τὸν καιρὸν τῆς φύσεως αὐτῶν ἐπισημαίνεται ὡς ἄρτι ποιουμένων. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον, ὅτε πέτονται· πέτονται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος ἐκάλουν. καὶ ἀλλαχοῦ δέ φησιν · ἔαρος νέον ἱσταμένοιο· πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. ὅτι γὰρ τὸ ἔαρ καλεῖ, δηλοῖ· ἐπάγει γάρ · βοτρυδὸν δὲ πέτονται
α 185 Αἰειγενέτῃσι · τοῖς ἀεὶ τελεσιουργοῦσιν· ἢ τοῖς ἀεὶ ὑπάρχουσιν
α 186 Αἰέλουρος · τοῦτο οὐκ ἔστι πλεονασμὸς ἀλλὰ ἀντίθεσις· παρὰ γὰρ τὸ αἰολεῖν τὴν οὐρὰν ἐτυμολογεῖται αἴλουρος
α 187 Αἰετός · οἷον · αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον· καὶ αὐτίκα δὲ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν· τελειότατον δέ, ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα. παρὰ τὸ ἀΐσσειν γέγονεν αἰετός, ὅθεν καὶ ἀναλογώτερον οἱ Ἀττικοὶ ἀετός λέγουσιν χωρὶς τοῦ ι ὡς κλαίω κλάω. οὕτως Ὠρίων
α 188 Αἰζηός · νεανίας· παρὰ τὸ ἄζω, τὸ σέβομαι. δεῖ γινώσκειν, ὅτι οὐκ ἔχει τὸ ι προσγεγραμμένον. ὁ δὲ Ἀπολλώνιος λέγει ἐκ τοῦ αἰζήϊος αὐτὸ γεγονέναι, πρὸς ὃν ἀντιλέγει ὁ Τεχνικός ὅτι, εἰ ἦν ἀπὸ τοῦ αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχεται, οἷον Ἀχελώϊος Ἀχελῷος, ὑπερώϊον ὑπερῷον. περὶ δὲ τοῦ αἰζήϊος λέγει ὁ Τεχνικός, ὅτι, ὥσπερ ἀπὸ τοῦ Αἰτωλός γίνεται Αἰτώλιος κατὰ παραγωγὴν τοῦ αὐτοῦ σημαινομένου φυλαττόμενον, καὶ ἀπὸ τοῦ κάπρος κάπριος, οὕτως καὶ ἀπὸ τοῦ αἰζηός αἰζήϊος. γράφεται δὲ κατὰ τὴν παραλήγουσαν τὸ αἰζηός διὰ τοῦ η · τὰ εἰς ος λήγοντα καθαρὸν ἁπλᾶ κατὰ τὴν κοινὴν διάλεκτον τῷ η παραληγόμενα οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ τὸ αἰζηός καὶ πηός, καὶ αὐτὰ ἐκ πάθους. πρόσκειται «κατὰ τὴν κοινὴν διάλεκτον», ἐπεὶ τὸ παληός ἀρχηός Βοιώτιά εἰσι κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η ὡς τὸ ὄρηος καὶ λύκηος Λακωνικά. πρόσκειται «ἁπλᾶ» διὰ τὸ Πολύνηος Ἐχένηος · παρὰ γὰρ τὸ νηός συνετέθησαν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἀεὶ ζῆν τὸ αἷμα τῆς ἡλικίας, τουτέστι θερμὸν εἶναι. οὕτως ὁ Χοιροβοσκός
α 189 Αἰήτης · κατὰ πλεονασμὸν τοῦ ι ἀΐτης · Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι, Ἀπολλώνιος. ἔδει εἰπεῖν Αἰῆτα, ὡς τοξότης τοξότα, Ὀρέστης Ὀρέστα, ἀλλ’ Ἰωνικῶς ἔτρεψε τὸ α εἰς η α
α 190 Αἰηνές · τὸ δεινὸν καὶ πολύστονον· Ἀρχίλοχος · προύθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων. εἴρηται παρὰ τὸ αἲ αἴ· ἢ τὸ αἰώνιον, μετὰ τοῦτο γὰρ οὐκ ἔστι φαγεῖν τὸν ἀποθνῄσκοντα. οὕτως Μεθόδιος
α 191 Αἶθος · ἰστέον, ὅτι αἶθος ἐστὶν ὁ αἴθων· παρὰ τὸ αἴθω, τὸ καίω. αἰθός δὲ ὁ αἰθόμενος οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 192 Αἰθίοψ Αἰθίοψ. ἀπὸ τοῦ αἴθω. διὰ τὸ ἐπικεκαῦσθαι τὴν ὄψιν ὑπὸ τοῦ ἡλίου. ἀρὰ τὸ αἴθω, τὸ καίω, καὶ τὸ ὄπτω ὄψω παρῆκται ὁ Αἰθίοψ ὡς ἐπικεκαυμένος τὴν ὄψιν
α 193 Αἴθων · πυρώδης, καυστικός· ἐξ οὗ καί · αἰετὸς αἴθων· ἀπὸ τοῦ αἴθω
α 194 Αἴθωνι · λαμπρῷ, ὀξεῖ· ἐπὰν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίνεται
α 195 Αἴθωνας · τοὺς πρὸς τὸ πῦρ ἐπιτηδείους, τοὺς καλουμένους ἐμπυριβάτας
α 196 Αἰθούσῃσι · στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου· αἴθουσαι δὲ ἀπὸ τοῦ αἴθεσθαι ἐν αὐταῖς τοῦ χειμῶνος ἢ διὰ τὴν ἡλίου βολήν
α 197 Αἰθαλίδην · οἷον · Αἰθαλίδην κήρυκα θοόν, τῷ πέρ τε μέλεσθαι Ἑρμείας. ὁ Αἰθαλίδης Ἑρμοῦ παῖς ἦν ἑτερήμερος καὶ μίαν ὑπὸ τὸν Ἅιδην διῆγεν, ἑτέραν δὲ ὑπὸ τὴν γῆν
α 198 Αἰθάλη · παρὰ τὸ αἴθω, τὸ καίω, γέγονεν αἰθάλη. τὰ δὲ παρὰ τὸ αἴθω, ὃ δηλοῖ τὸ καίω, συγκείμενα διὰ τῆς αι διφθόγγου γράφονται, αἰθάλη αἰθήρ καὶ τὰ ὅμοια α
α 199 Αἰθαλήτης · ἡ Λῆμνος ἐκαλεῖτο, ἴσως ἀπὸ τῶν ἀναδιδομένων αἰθαλῶν ἐκ τῶν Ἡφαίστου χαλκείων
α 200 Αἰθήρ · παρὰ τὸ αἴθω αἰθήρ· πυρώδης γὰρ ὁ τόπος
α 201 Αἴθοπα οἶνον · τὸν μέλανα· ἢ τὸν ποιοῦντα ἐρυθρούς· ἢ τὸν καυστικόν
α 202 Αἴθρῳ καὶ καμάτῳ · ὅτι ἐπιμελῶς ἐν ταῖς αἰθρίαις τὸ ψῦχος γίνεται. ἄλλοι δὲ ἀγνοοῦντες γράφουσι · λύθρῳ καὶ καμάτῳ· τῷ γὰρ ναυαγῷ οὔτε ἱδρὼς ἁρμόζει οὔτε αἷμα, ἐκεχώριστο γὰρ ἀμφοῖν, ὑπὸ δὲ τῆς αἰθρίας ἐδεδάμαστο ὡς ναυαγὸς ἀσκεπής. κατὰ δὲ τὸ ἀρσενικὸν τὴν αἴθραν εἶπεν, ὡς τὴν πύλην πύλον, οἷον · ἐν Πύλῳ ἐν νεκύεσσι βαλών, καὶ τὴν δείλην δείελον · εἰς ὅ κε δείελος ἔλθῃ
α 203 Αἴθρῳ · τῷ ψύχει· ἀπὸ τῆς αἰθρίας
α 204 Αἰθρηγενέτης · ὁ Βορέας· ὁ αἴθρου καὶ ψύχους αἴτιος
α 205 Αἴθουσαι · αἱ στυλωταὶ καθέδραι, περίστυλα ἔχουσαι· ἀπὸ τοῦ αἴθεσθαι ἐν αὐταῖς τὰ πυρά, οἷον · πῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσης. ἤ, ὡς ἔνιοι, καταλαμπόμεναι
α 206 Αἰθέρος · αἰθέρος ἐκ δίης ὅποτε Ζεὺς λαίλαπα τείνει, ὅτε ὁ Ζεὺς μετὰ αἰθρίαν κατάστασιν ἐμβολὴν ἀνέμου διεγείρει
α 207 Αἰκίζω · ἀπὸ τοῦ ἀεικής, ὃ σημαίνει τὸν σκληρόν· ἀπὸ τούτου γίνεται ἀεικίζω, καὶ ἀποβολῇ τοῦ ε αἰκίζω
α 208 Αἴλιος · Ἀδριανὸς ὁ βασιλεὺς Αἴλιος ἐκαλεῖτο, ὅθεν Αἴλιοι χρηματίζουσιν. ὅτι δὲ Αἴλιος ἐκαλεῖτο, Διογενιανὸς ἐν τοῖς Χρονικοῖς φησιν· «ἐκ τούτου οὖν Αἴλιοι χρηματίζουσιν». οὕτως Ὠρίων
α 209 Αἱμασιά · τὸ ἐκ χαλικίων ᾠκοδομημένον τειχίον, ἤγουν φραγμός· ἀπὸ τοῦ αἱμάττεσθαι τοὺς ὑπερβαίνοντας ὑπὸ τῶν κειμένων τοὺς σωροὺς τῶν λίθων, ὡς παρὰ Νικάνδρῳ · τρόχμαλά θ’ αἱμασιά τε καὶ ἰλύος ἐρέοντες. ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις
α 210 Αἷμα · παρὰ τὸ αἴθω, τὸ καίω, ὁ παθητικὸς παρακείμενοσ ᾖσμαι, αἷσμα καὶ αἷμα α
α 211 Αἱμύλος · ὁ ἔμπειρος· ἔστι δαίω, τὸ μανθάνω, ἐξ οὗ τὸ δαίμων καὶ κατὰ ἀποβολὴν τοῦ δ αἵμων, οἷον · αἵμονα θήρης. τούτου τὸ ὑποκοριστικὸν αἱμύλος, τὸ κτητικὸν αἱμύλιος, καὶ αἱμυλίοις, τουτέστι κολακευτικοῖς, ἐμπείροις καὶ συνετοῖς. καὶ Ἡσίοδος · αἱμύλα κωτίλλουσα
α 212 Αἱμωδεῖν · τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ, ὡς καὶ αἱμασσᾶσθαι. παρὰ τὸ αἷμα· αἱμωδία γὰρ λέγεται ἡ τῶν ὀδόντων νάρκη. οὕτως Μεθόδιος
α 213 Αἵμων · ὁ ἔμπειρος · αἵμονα θήρης. παρὰ τὸ δαίω, τὸ γινώσκω, ἀφ’ οὗ δάσκαλος καὶ διδάσκαλος, καὶ δαίαλος καὶ πλεονασμῷ τοῦ δ δαίδαλος, ὁ ἐπιστήμων, καὶ δαίμων, ὁ αὐτοδίδακτος, καὶ ἀφαιρέσει τοῦ δ αἵμων. ἔστι καὶ ὄνομα κύριον · Ἀλάστορά τε Χρόμιόν τε Αἵμονά τε κρείοντά τε
α 214 Αἰνείας · ὁ ἥρως, ὁ υἱὸς Ἀγχίσου· παρὰ τὸν αἰνόν, τὸν δεινόν, γίνεται Αἰνέας καὶ Αἰνείας. οὕτως Μεθόδιος α
α 215 Αἵνειν , αἵνειν · τὸ ἀναβράττειν ἀληλεσμένον σῖτον. οἱ δὲ τὸ ἀναποιεῖν ταῖς χερσὶ τὸν σῖτον ὕδατι ῥάναντας. αἰνεῖν καὶ τὸ συγκατατίθεσθαι, ὃ δὴ καὶ συναινεῖν λέγεται. καὶ ἄλλως δὲ αἰνεῖν κατ’ εὐφημισμοῦ σχῆμα τὸ ἔρρειν ἐᾶν, ὡς τὸ νῆ’ ὀλίγην αἰνεῖν, ἀντὶ τοῦ ἔρρειν ἔα τὴν μικρὰν νῆα, οἶδεν ἡ ὀρθὴ μάθησις
α 216 Αἰναρέτη · ἐπὶ κακῷ κεκτημένε τὴν ἀρετήν· αἰνόν γὰρ τὸ χαλεπὸν καὶ δεινὸν καὶ κακόν
α 217 Αἰναρέτης · ἰστέον, ὅτι ἡ κλίσις αὐτοῦ ἔχει τὸ η τῇ εὐθείᾳ
α 218 Αἰνετός · ἐκ τοῦ αἰνέσω αἰνεστός καὶ αἰνετός κατ’ ἔνδειαν τοῦ ς. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 219 Αἴνιγμα · παρὰ τὸ αἰνίσσω, τὸ ἐν παραβολαῖς λέγω, τοῦτο παρὰ τὸ αἰνός· αἴνιγμα δὲ ὁ δεινὸς καὶ σκοτεινὸς λόγος
α 220 Αἰνίζομαι · ἐπαινῶ · Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομαι ἁπάντων
α 221 Αἶνος · νῦν δ’ αἶνον βασιλεῦς’ ἐρέω φρονέουσι καὶ αὐτοῖς. γέγονε δὲ παρὰ τὸ ἰαίνω, τὸ τέρπω, διαχέω, ἴαινος, ὁ διαχέων τὴν ψυχήν, καὶ ἀφαιρέσει τοῦ ι ὡσ ἴηος ἦος γέγονεν ἴαινος αἶνος, ὁ ἔπαινος, προπερισπώμενον καὶ ῥῆμα ἐξ αὐτοῦ αἰνῶ παρὰ τὸ ἰαίνω, τὸ διαχέω
α 222 Αἰνός · ὁ φοβερὸς καὶ πονηρὸς καὶ κακός, ἀφ’ οὗ αἰνόθεν καὶ αἰνός καὶ αἰνότατος · παρὰ τὸ δεινός τροπῇ τοῦ ε εἰς α καὶ ἀποβολῇ τοῦ δ αἰνός, ὁ μάχιμος. οὕτως Ὠρίων · ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς· δεινὴ λύπη μοι γενήσεται, ὦ Μενέλαε, ἐὰν ἀποθάνῃς καὶ τὸ μεμοιραμένον τοῦ βίου σου ἐκπληρώσῃς. σημαίνει καὶ τὸ λίαν · αἰνῶς ἀκτίνεσιν ἐοικότες ἠελίοιο α
α 223 Αἴνυμαι · τὸ ἀφαιρῶ ἢ λαμβάνω· Ὅμηρος · ὁ δ’ ἐξαίνυτο καμπύλα τόξα· καὶ αἰνύμενος καὶ ἀπαινύμενος. παρὰ τὸ αἰρῶ ἀρνῶ, ὡς περῶ περνῶ, ἀφ’ οὗ · πέρνασκε νήσων ἐπὶ τηλεδαπάων· παράγωγον αἴρνυμι καὶ αἴρνυμαι καὶ ἀποβολῇ τοῦ ρ αἴνυμαι. οὕτως Μεθόδιος α
α 224 Αἰνά · τί νύ ς’ ἔτρεφον αἰνὰ τεκοῦσα, ἐπὶ κακῷ γεννήσασα
α 225 Αἴξ · τὸ ζῷον· παρὰ τὸν ἀΐξω μέλλοντα τὸν δηλοῦντα τὸ ὁρμῶ γίνεται ἀΐξ καὶ κατὰ συναίρεσιν αἴξ· καὶ Ὅμηρος · ἰξάλου αἰγός, ὁρμητικῆς δηλονότι
α 226 Αἰξωνεύεσθαι · τὸ κατηγορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς. δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος ἐστὶ φυλῆς α
α 227 Αἰολομίτρην · ποικίλην μίτραν ἔχοντα, ἐξ οὗ εὐκίνητον, πολεμιστήν
α 228 Αἰόλος · ὄνομα κύριον, οἷον · Αἰόλος Ἱπποτάδης· καὶ ἐπίθετον, οἷον · αἰόλος ὄφις. παρὰ τὸ ἀΐειν, ὃ δηλοῖ τὴν ἀνυπόστατον κίνησιν· ἔνθεν καὶ ἀΐειν, τὸ ὁρμᾶν καὶ ἀΐσσειν. Μεθόδιος α
α 229 Αἰολοπώλους · ταχυπώλους ἢ ποικίλους ἱππαζομένους· παρὰ τὸ αἰολεῖν καὶ κινεῖν ἢ πώλους
α 230 Αἰολεῖς · Ὀρέστης κατὰ χρησμὸν συνήθροισε πολλοὺς τοὺς ὠνομασμένους Αἰολεῖς, ὡς μέν τινες ὅτι πλεῖστοι ἤτοι Βοιωτοὶ ἦσαν, ὡς δὲ Μενεκλῆς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι, ἀπὸ τοῦ αἰολλίζω. οὕτως Ὦρος
α 231 Αἰπὰ ῥέεθρα · βράχε δ’ αἰπὰ ῥέεθρα, ὑψηλά· παρὰ τὸ αἰπύ αἰπέα καὶ κατὰ συγκοπὴν αἰπά, ὅθεν τὸ α βραχύ. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα ἀπὸ μεταφορᾶς τῶν ἀκρωτηρίων, αἶπος γὰρ τὸ ἀκρωτήριον
α 232 Αἰπεῖα · πόλις· ἀπὸ τοῦ αἰπύς οἶμαι. εἴρηται εἰς τὸ φηράς
α 233 Αἰπόλος · αἰγονόμος, ἤτοι αἰγοπόλος τις ὤν, ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος. ἢ οἱ περὶ τὰ αἰπά, ὅ ἐστιν ὑψηλοῖς τόποις, περιπολοῦντες· χαίρουσι γὰρ τοῖς ὑψηλοῖς, ὅθεν καὶ αἰπόλια τὰ αἰγονόμια, αἰγοπόλια ὄντα
α 234 Αἰπεινῆς · ὑψηλῆς· ἀπὸ τοῦ αἰπύς αἰπεινός, ὡς παρώνυμον
α 235 Αἶπος · ὑψηλὸς τόπος, ἀκρωτήριον
α 236 Αἰπύς · ὁ χαλεπὸς καὶ σκληρός· ἢ ὁ ὑψηλός. παρὰ τὸ αἶπος, ἀκρωτήριον τὸ σκληρόν
α 237 Αἴπυτος · ὄνομα κύριον· παρὰ τὸ αἰπύς, τὸ σημαῖνον τὸν ὑψηλὸν τόπον, ὡς εὐρύς Εὔρυτος
α 238 Αἰπύκερως · ὁ ὑψηλὰ κέρατα ἔχων
α 239 Αἶρα · ἡ σφαῖρα· Καλλίμαχος · αἰράων ἔργα διδασκόμενοι. παρὰ τὸ ῥαίω, τὸ σημαῖνον τὸ φθείρω· τὸ δὲ αὐτὸ καὶ ῥαιστὴρ λέγεται. γίνεται ῥαῖα καὶ ὑπερθέσει αἶρα, ἡ τὰ τυπτόμενα διαφθείρουσα. ἢ ἀπὸ τοῦ αἴρω
α 240 Αἶρα · σπέρμα ἐστὶ σιτῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γιγνόμενον παρὰ τὸ ῥαίω, τὸ φθείρω
α 241 ᾌρας · δεῖ γινώσκειν, ὅτι ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παράδοσιν. γυμνάσωμεν δὲ καὶ ἡμεῖς καὶ δείξωμεν, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ι. ἔστι γὰρ αἴρω ἀρῶ· τοῦτο τῷ λόγῳ μὲν τῆς παραληγούσης γίνεται κατὰ τὸν ἀόριστον Ἀττικῶς ἆρα, ὡς μιαίνω μιανῶ ἐμίανα, καὶ λοιπὸν ἐκ τούτου γίνεται ἡ μετοχὴ ἄρας χωρὶς τοῦ ι · λόγῳ δὲ ἀρχούσης ἐστὶν ᾖρα ὁ πρῶτος ἀόριστος σὺν τῷ, ι ὥσπερ αἰτῶ ᾔτησα καὶ αἰσχύνω ᾔσχυνα, καὶ ὤφειλεν ἡ μετοχὴ ἐκφωνεῖν τὸ ι · τὰ γὰρ τοιαῦτα ἐν ταῖς μετοχαῖς ἐκφωνοῦσι τὸ ι οἷον ᾔτησα αἰτήσας, ᾔσχυνα αἰσχύνας, οὕτως οὖν καὶ ᾖρα αἴρας ὤφειλεν εἶναι καὶ οὐκ ᾄρας. ἄρα οὖν μὴ ἐκφωνοῦν τὸ ι οὐκ ἔχει αὐτό. ἀλλ’ ἐπειδή φησιν ὁ Τεχνικὸς «ἡ παράδοσις ἔχει τὸ ι », σχηματιστέον αὐτὸ οὕτως· ἔστιν ἀείρω, ὁ μέλλων ἀερῶ καὶ ἀόριστος ἤειρα, ὥσπερ ἤγειρα, καὶ ἡ μετοχὴ ἀείρας, καὶ κράσει τοῦ αε εἰς α μακρὸν γίνεται ἄϊρας καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ α. οὕτως ὁ Χοιροβοσκός
α 242 Αἰριπολίοιο δμωαί · Σιμωνίδης. ἐκ τοῦ αἰριοπόλοιο συγκοπῇ τοῦ ο. οὕτως Ἡρωδιανός
α 243 Αἱρεύμενον · λαμβάνοντα, αἴροντα· Ἡσίοδος · καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. παρὰ τὸ αἱρῶ τὸ σημαῖνον λαμβάνω
α 244 Αἴρω · ἀπὸ τοῦ ἀείρω κατὰ κρᾶσιν τοῦ αε εἰς α μακρὸν αἴρω. οὕτως εἰς τὴν Ποσότητα
α 245 Αἱρείτω · καταλάβοι
α 246 Αἰρόπινον · τὸ ἀραιὸν κόσκινον· παρὰ τὸ τὰς αἴρας ποιεῖν ἀπεῖναι καὶ χωρίζειν. αἶρα δὲ σπέρμα σιτῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γενόμενον α
α 247 Αἶσα · ἡ εἱμαρμένη, ἡ μοῖρα · ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν. παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δαίσω, γίνεται δαῖσα, ὡς βήσω βῆσα καὶ πείσω πεῖσα ἡ πεισμονή, καὶ ἀποβολῇ τοῦ δ αἶσα ἡ ἑκάστῳ μεμερισμένη. ἢ παρὰ τὸ ἀεὶ ἴση εἶναι ἡ μὴ μεταβαλλομένη· πᾶσι γὰρ ἴσως ἔπεισιν α
α 248 Αἶσθα · εἴρηται εἰς τὸ
α 249 Αἰσιμία · ἡ μαντεία, ἢ τὸ καθῆκον· παρὰ τὴν αἶσαν, τὴν μοῖραν. οὕτως Μεθόδιος
α 250 Αἴσιμος · ὥσπερ παρὰ τὸ σπορά γίνεται σπόριμος καὶ παρὰ τὸ ἀλκή ἄλκιμος, οὕτως καὶ παρὰ τὸ αἶσα, οἷον · πάντα κατ’ αἶσαν εἶπας α
α 251 Αἰσυητήρ · ὡς μέν τινες ὁ ἐντρεχὴς καὶ κεκινημένος, τινὲς δὲ νεανίαν, Νίκανδρος νομέα· Ὅμηρος δὲ μᾶλλον ἐπὶ τοῦ κοσμίου καὶ καθήκοντος. ἀπὸ τῆς αἴσης παραγώγως· καὶ Ὅμηρος δὲ τὴν αἶσαν ἐπὶ τοῦ καθήκοντος τάττει. αἶσα αἴσω αἰσύω αἰσυτήρ καὶ πλεονασμῷ τοῦ η αἰσυητήρ α
α 252 Αἴσυλα · ἁμαρτωλά, παράνομα, ἄδικα · ὃς οὐκ ὤθετο αἴσυλα ῥέζων. παρὰ τὴν αἶσαν, ἵν’ ᾖ τὰ τῆς αἴσης σεσυλημένα. λέγεται δὲ καὶ ἀήσυλα πλεονασμῷ τοῦ η. ἢ παρὰ τὸ ἄσω, τὸ δηλοῦν τὸ βλάπτω, οἷον · ἆσέ με δαίμονος αἶσα κακή, γίνεται ἄσυλος, ὡς ἄξω ἄξυλος καὶ ἐξ αὐτοῦ ἄσυλον καὶ πλεονασμῷ τοῦ ι αἴσυλον καὶ αἴσυλα. ἢ παρὰ τὴν αἶσαν, ὃ σημαίνει τὸ καθῆκον καὶ πρέπον, γίνεται αἴσυλα καὶ μετὰ τοῦ στερητικοῦ α ἀαίσυλα, τὰ μὴ καθήκοντα, καὶ ἀφαιρέσει τῆς στερήσεως αἴσυλα. οὕτως ἔχει καὶ τὸ ἐτώσιον ἄχθος ἀρούρης· παρὰ τὸ ἐτός, ὃ σημαίνει τὸ ἀληθές, γίνεται ἐτώσιον καὶ ἐν συνθέσει τῆς α στερήσεως · ἀετώσιον, τὸ μὴ ἀληθές, καὶ κατὰ ἀφαίρεσιν τοῦ α ἔμεινεν τὸ αὐτὸ σημαινόμενον
α 253 Αἴσυλος · ὁ ἄδικος καὶ ἁμαρτωλός, καὶ ἐν συνθέσει αἰσυλοεργός, οἷον · σχέτλιος αἰσυλοεργός. παρὰ τὸ συλῶ ἄσυλος πλεονασμῷ τοῦ α τοῦ ἐπιτατικοῦ, ὡς τὸ «ἀχανὲς πέλαγος», τὸ λίαν κεχηνός, καὶ πλεονασμῷ τοῦ ι αἴσυλος, οἱονεὶ ὁ πάνυ συλῶν καὶ ἁμαρτάνων. ἀντὶ δὲ τοῦ ι ἔστιν ὅτε καὶ τὸ η πλεονάζει, οἷον ἀήσυλος. ἢ ἀπὸ τοῦ ἆσαι, τὸ βλάψαι, ἄσυλος καὶ αἴσυλος, ὁ βλαπτικός
α 254 Αἰσυμνητήρ · ὁ βασιλεύς, ὁ τὸ καθῆκον ὑμνῶν καὶ σέβων. ἢ αἰσυμενετήρ, ὁ ἐν τῷ καθήκοντι μένων. οἱ δὲ παρὰ τὸ αἰσυμνᾶν, τουτέστι τῶν αἰσίων μνείαν ποιεῖσθαι. ἢ αἰσομήτης, ὁ αἴσια βουλευόμενος· ὁ γὰρ τύραννος τοὐναντίον
α 255 Αἰσύμηθεν · ἀπὸ Αἰσύμης πόλεως Θρᾳκικῆς
α 256 Αἰγυπιός · Μηριόνης δ’ ἐξαῦτις ἐπάλμενος, αἰγυπιὸς ὥς
α 257 Αἰτωλοί · οἱ Καλυδώνιοι, ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοί· Καλυδὼν δὲ πόλις πρώτη τῆς Ἰταλίας
α 258 Αἰσχρός · ὁ μετέχων αἰσχύνης · αἰσχρὸν γὰρ τόδε γ’ ἐστίν· παρὰ τὸ αἶσχος αἰσχρός, ὡς κῦδος κυδρός, ψῦχος ψυχρός, καὶ ἀπὸ τῶν θηλυκῶν σάθη σαθρός καὶ λύπη λυπρός· οὐ γὰρ ἀπὸ τοῦ αἰσχηρός συγκέκοπται
α 259 Αἶσχος · ἡ ὕβρις καὶ ἡ αἰσχύνη· παρὰ τὸ ἴσχω ἴσχος καὶ μετὰ τοῦ στερητικοῦ α αἶσχος, τὸ πάνυ ἴσχον τοὺς λαμβάνοντας αὐτό
α 260 Αἰσχύλος · ὁ ποιητὴς ὁ τραγῳδοποιός· αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρ’ ὃ Αἰσχίνης Αἴσχρων Αἰσχινάδης· παρὰ τὸ εἶναι ἀδήμονα α
α 261 Αἴσων · ὁ ἥρως· παρὰ τὴν αἶσαν, τὴν μοῖραν, καὶ τὸ καθῆκον· δοκεῖ ἀπὸ πλεονασμοῦ γεγονέναι
α 262 Αἴτνα · ὄρος Σικελίας· παρὰ τὸ αἴθω, τὸ καίω, Αἴτνη, ὡς φάγω φάτνη, πήσσω πάχνη α
α 263 Αἰχμάλωτος · παρὰ τὴν αἰχμήν, ὅ ἐστι τὸ ξίφος καὶ τὸ ἁλῶναι, ὃ σημαίνει τὸ πορθῆσαι α
α 264 Αἰχμάσσω · τὸ πολεμῶ· ἀπὸ τοῦ αἰχμή
α 265 Αἰχμή · παρὰ τὸ ἀΐσσω αἰχμή ἐν συνθέσει ὡς δράξω δραγμή, τὸ λεπτὸν νόμισμα α
α 266 Αἰχμητής · πολεμικός· ἡ εὐθεῖα τῶν πληθυντικῶν αἰχμηταί καὶ ἡ γενικὴ τῶν αἰχμητῶν καὶ Δωρικῶς · αἰχμητάων
α 267 Αἰφηρήτης · ὄνομα· τὸ αι δίφθογγον · ὦκα δ’ ἔπειτα Αἰφηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι
α 268 Αἶψα · ταχέως· εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ὃ σημαίνει τὸ βλάψαι, τὸ δὲ βλάψαι καὶ ἐμποδίζειν ἀνάγκη, τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται. ἢ παρὰ τὸ ἅψω, αἶψα· δοκεῖ γὰρ τὰ ταχέως γινόμενα ἀλλήλων ἅπτεσθαι κατὰ τὴν συνέχειαν
α 269 Αἰών · ἡ ζωή, θηλυκῶς· Ὅμηρος · αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. παρὰ τὸ ἀΐειν, ὅ ἐστι πνέειν· καὶ ἄημα τὸ πνεῦμα, καὶ ἀήτης ὁ ἄνεμος, καὶ ἔμπνουν δὲ τὸν ζῶντά φαμεν. σημαίνει δὲ πέντε· τὴν ζωήν · ἔπειτά με καὶ λίπῃ αἰών· καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός· καὶ ὁ ἀΐδιος καὶ ὁ ἀτελεύτητος, αἰὼν γὰρ οὔτε χρόνος · λέγεται καὶ ἑπτὰ αἰῶνες ἀπὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων ἀναστάσεως· αἰών λέγεται καὶ ὁ νωτιαῖος μυελὸς τοῦ ἀνθρώπου, ὡς τὸ «ἄνθρωπος νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν» α. Περὶ πολυσημ
α 270 Αἰώρα · ἀπὸ τοῦ αἴρω αἶρα πλεονασμῷ τοῦ ω αἰώρα, ἐξ οὗ καὶ αἰώρημα καὶ ἐναιώρημα, ὡς περισπώμενον
α 271 Ἀΐγδην · ἐπίρρημα μεσότητος· σημαίνει δὲ τὸ ὁρμητικόν, οἷον · ἀΐγδην μέσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ
α 272 Ἀΐδηλον ἀφανιστικόν · σοὶ πάντες μαχόμεσθα, ἀντὶ τοῦ διὰ σέ. καὶ μετ’ ὀλίγον · ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτε τι ἔργῳ, ἀλλ’ ἀνίης, ἐπεὶ αὐτὸς ἐγείναο παῖδα ἀΐδηλον. τὸ δὲ προτιβάλλεαι ἀντὶ τοῦ σωφρονίζεις
α 273 Ἀΐδηλος · κεῖνος δ’ αὖτ’ ἀΐδηλος ἀνήρ, ὁ ὀλοθρευτικός. καὶ ὁ μὲν Μεθόδιος λέγει ἀπὸ τοῦ ἀΐδω ἴδηλον καὶ ἀΐδηλον, ὁ δὲ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὑτοῦ λέγει ἀπὸ τοῦ ἀϊδνόν, τὸ σημαῖνον τὸ ἀφανιστικόν, ὅπερ διὰ τοῦ ι γράφεται, ἀϊδνόδηλος καὶ κατὰ συγκοπὴν ἀΐδηλος. καὶ τὸν μὲν ἀΐδηλον θῆκε θεός· ἀπὸ τοῦ ἀϊδνόδηλος γίνεται. ὁ δὲ Ἡρωδιανὸς λέγει αὐτὸ εἶναι ἀπὸ τοῦ ζῆλος ἄζηλος πλεονασμῷ τοῦ ι ἀΐδηλοσ καὶ τροπῇ τοῦ ζ ἀΐδηλοσ
α 274 Ἀϊδνός · εἴδω, τὸ βλέπω ἢ φαίνω, ῥηματικὸν ὄνομα ἰδνός καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊδνός, ὡς στίλβω στιλπνός, ἐξ οὗ καὶ Ἀϊδωνεύς, ὁ Ἅιδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν
α 275 Ἀϊδωνεύς · Ἡσίοδος ἐν Θεογονίᾳ · ἣν Ἀϊδωνεὺς ἥρπασεν, ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. σημαίνει δὲ τὸν Ἅιδην
α 276 Ἄϊδος κυνέην · νέφος τι καὶ ἀορασία· ἢ περιφραστικῶς τὴν περικεφαλαίαν· ἐν γὰρ αὐτῇ τὸ πρόσωπον ἔκρυψεν ἡ Ἀθηνᾶ διὰ τὸ μὴ ὁρᾶσθαι ὑπὸ τοῦ Ἄρεως
α 277 Ἀϊδνές · ἀφανές, τὸ μὴ ὁρώμενον· ἀϊδές καὶ κατὰ πλεονασμὸν τοῦ ν ἀϊδνές
α 278 Ἄϊδι · Σέλευκος μὲν ἀπ’ εὐθείας τῆς Ἄϊς φησίν, ἀλλὰ τὰ εἰς δος λήγοντα ὀνόματα ἀπὸ βαρυτόνων εὑρίσκομεν παρ’ Ἴωσιν καθ’ ὑφαίρεσιν τοῦ δ λεγόμενα, οἷον μήνιδος μήνιος, Πάριδος Πάριος· τὴν δὲ Ἄϊς γενικὴν οὐδεὶς Ἰώνων Ἄϊος εἶπεν, οὐκ ἄρα ἡ εὐθεῖα Ἄϊς, ἀλλὰ γέγονεν ἀπὸ τοῦ εἴδω ἴδης καὶ κατὰ στέρησιν Ἀΐδης, ὁ ἀγνώστους ποιῶν, ἡ γενικὴ Ἀΐδου καὶ ἡ δοτικὴ Ἀΐδῃ καὶ κατὰ μεταπλασμὸν Ἄϊδι, ὥσπερ ἀπὸ τῆς ὑσμίνῃ δοτικῆς κατὰ μεταπλασμὸν ὑσμῖνι καὶ λιτῷ λιτί. τὸ δὲ ἀϊδής τὸ ἐπίθετον ὀξύνεται, τὸ οὐδέτερον ἀϊδές
α 279 Ἄϊδρις · Ὅμηρος · ἀΐδρι φωτὶ ἐοικώς. ἔστι ῥῆμα εἴδω, τὸ σημαῖνον τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, οἷον · εἴσομαι αἴ κε μ’ ὁ Τυδεΐδης, ῥηματικὸν ὄνομα εἴδις καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ ε ἴδρις καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊδρις, ἡ γενικὴ ἀΐδρεως, ὡς ὄφις ὄφεως, καὶ ἀΐδρεϊ καὶ ἀΐδρει· οὐ γὰρ δεῖ διὰ τοῦ δ οὐ γάρ ἐστι παρώνυμον μακροκατάληκτον, ὥστε ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ πολυΐδριδι καὶ παρὰ Σοφοκλεῖ πολυΐδριδα καὶ παρὰ Φρυνίχῳ ἴδριδες. οὕτως εὗρον σχόλιον ἐν Ὑπομνήματι Ἰλιάδος
α 280 Ἀϊδρεία · ἀπειρία · οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται οὐδ’ ἀϊδρείῃ
α 281 Ἀϊκάς Ἱπποτάδην Αἴολον ὠκείας ἀνέμων ἀϊκάς· ἀπὸ τοῦ ἀΐσσω ῥήματος. τὸ δὲ ἀϊκάς καὶ προπαροξύνεται καὶ ὀξύνεται· ἀπὸ μὲν γὰρ τοῦ ἀϊκή ὀξυτόνου ἀϊκάς ὀξύνεται, ὡς ἰωκή ἰωκάς· ἀπὸ δὲ τοῦ ἄϊξ δισυλλάβου καὶ προπαροξύνεται ἄϊκας, ἄϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφ’ ἑκάτερα, Ἀπολλώνιος δὲ τὰς αὐτὰς ἐπιπνοίας τῶν ἀνέμων. Ὅμηρος · οὐδ’ ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον, ἀντὶ τοῦ περιέμενον, σημαίνει δὲ διώξεις, ὁρμάς
α 282 Ἀΐλιον · κακοΐλιον· οὐ γὰρ πλεονασμός
α 283 Ἄϊστος · ὁ ἄδηλος καὶ ἄγνωστος καὶ ἀφανής· καὶ ἀϊστῶσαι καὶ ἀϊστωθῆναι. γέγονε δὲ ἀπὸ τοῦ ἴσημι, ὅπερ ἀπὸ τοῦ εἴδω εἴσω γέγονε, Δωρικῶς ἴσαμι ἰστός, ὡς δίδωμι δοτός, καὶ ἄϊστος κατὰ στέρησιν· ἀπὸ δὲ τοῦ ἰστός γίνεται ἰστῶ, τὸ γινώσκω, παράγωγον ἴστημι ψιλῶς, ὅθεν τὸ ἐπίσταμαι· οὕτως Μεθόδιος. ὁ δὲ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ οὕτως αὐτὸ γενέσθαι λέγει· ἀπὸ τοῦ εἴδω ἰστός, ὡς εἷμαι ἱμάτιον
α 284 Ἀϊστῶσαι · ἀπὸ τοῦ ἀϊστῶ, τοῦτο παρὰ τὸ ἱστῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊστῶ καὶ ἀϊστῶσαι καὶ ἀϊστώσειαν ὡς τύψειαν· τὰ γὰρ μὴ ἱστάμενα ἀφανῆ εἰσι. σημαίνει δὲ τὸ ἀφανίσαι
α 285 Ἄϊον · ἐπεὶ φίλον ἄϊον ἦτορ· ἐπεί· ἀφ’ οὗ ἀπέπνευσα τὴν ψυχήν, ἢ ᾐσθόμην ἀλγήσας τὴν ψυχήν· ἄϊον γὰρ νῦν τὸ ᾐσθόμην
α 286 Ἀΐσθων · ὁ ἐκπνέων · ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων. ἀπὸ τοῦ ἀΐω ῥήματος γίνεται παράγωγον ὄνομα ἄϊστος, ἐκ τούτου γίνεται ῥῆμα ἀϊστῶ καὶ τροπῇ τοῦ τ εἰς θ ἀΐσθω, ἐξ οὗ ἡ μετοχὴ ἀΐσθων καὶ κατὰ συναίρεσιν αἴσθων. οὕτως καὶ ἀπὸ τοῦ ἐγείρω γίνεται ἐγερτός καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω. οὕτως Ζηνόβιος
α 287 Ἄϊσθε · αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα· λέγει δὲ τὸν Ποσειδῶνα, ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται· ἢ ἀπὸ Ἑλίκης, Ἑλίκη δέ ἐστι νῆσος τῆς Ἀχαΐας
α 288 Ἀΐτης · ὁ ἐρώμενος· παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν τὸν ἔρωτα τῷ ἐραστῇ. γενέσθαι φασὶ τὸν ἔρωτα διὰ τὸ εἰσπνεῖσθαι ἐκ τῆς μορφῆς, ὅθεν καὶ εἰσπνήλας καλεῖσθαι τοὺς ἐραστὰς παρὰ Λάκωσιν. ἢ ἀΐτης κυρίως ὁ μέσος, ὁ μήτε θρασὺς μήτε ἰταμός· ἀΐτης οὖν ὁ μὴ ἰταμὸς ἀλλὰ θυμήρης, ὡς ἐραστής. ἢ ὁ ἅμα τινὶ ἰών, τοῦ α τὸ ὁμοῦ σημαίνοντος
α 289 Ἀϊτίας · χορδάς· σημαίνει δὲ τὰς ἐρωτικάς
α 290 Ἀϊχθῆναι · ὁρμηθῆναι · ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι
α 291 Ἀΐω · Ἡσίοδος · σὺ δ’ ἄϊε δίκης, ἀντὶ τοῦ ἄκουε
α 292 Ἄκαινα · Ἀπολλώνιος. · ὁ γεωργόσ ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσεν ἀκαίνῃ· ἀκαίνη δέ ἐστι Θεσσαλικὴ ῥάβδος τὸ καλούμενον βούκεντρον. ὠνομάσθη δὲ οὕτως· Νεῖλος ὁ τῶν Αἰγυπτίων ποταμὸς ἀναβλύζων καὶ ἀνερχόμενος διὰ τοῦ θέρους τὰ ὅρια τῶν Αἰγυπτίων τῇ ὑγρασίᾳ λύων καὶ μιγνὺς ἀπώλλυεν. ἐλαττουμένου δὲ αὐτοῦ πάλιν καὶ ἀποβαίνοντος μάχη καὶ ἀμφισβήτησις τοῖς Αἰγυπτίοις περὶ τῶν ὅρων τοσαύτη ἐγένετο, ὥστε καὶ ἀλλήλους φονεύειν. ὕστερον δὲ ῥάβδον λαβόντες τὰς ἑαυτῶν γᾶς ἐμέτρουν πρὸ τῆς ἀναβάσεως τοῦ ποταμοῦ καὶ ἐσημειοῦντο, καὶ πάλιν μετὰ τὴν ἀπόβασιν τοῦ ποταμοῦ τῇ αὐτῇ ῥάβδῳ γεωμετροῦντες ὧν ἕκαστος τὴν ἰδίαν γῆν ἀπελάμβανε δίχα μάχης καὶ φόνου. ἐκλήθη οὖν ἡ ῥάβδος, ἐν ᾗ ἐγεωμέτρουν, ἄκαινα, ἡ στεροῦσα αὐτοὺς τοῦ καίνειν ἀλλήλους. λέγεται δέ, ὅτι Θεσσαλὸς εὑρεθεὶς ἐν τῇ Αἰγύπτῳ ἐπενοήσατο τῇ ῥάβδῳ γεωμετρεῖν τὴν γῆν· ἔνθεν καὶ «Πελασγίδι» εἶπεν ἀντὶ τοῦ «Θεσσαλικῇ»
α 293 Ἀκαδήμεον · γυμνάσιον· ἔστι τόπος πρὸ τοῦ ἄστεος ἀπὸ Ἀκαδήμου ὠνομασμένος, διὸ καὶ Ἀκαδημία τότε ἐκαλεῖτο. διττὴ δὲ ἡ ἀρχὴ τοῦ ὀνόματος· οἱ μὲν ἀπὸ τοῦ α τὸν Ἀκάδημον, οἱ δὲ ἀπὸ τοῦ ε τὸν Ἑκάδημον. οὕτως Ὦρος
α 294 Ἀκακήτης · ὥσπερ παρὰ τὸ γύμνης γύμνητος γίνεται ὁ γυμνήτης καὶ Οἰδίπους Οἰδίποδος Οἰδιπόδης, οὕτως καὶ ἀκάκητος ἀκακήτης
α 295 Ἀκαλήφη · ἔστιν οὖν τὸ θαλάττιον φυτὸν δῆξιν καὶ κνησμὸν ἐν τῷ ἅπτεσθαι ἐμποιοῦσα, κατὰ ἀντίφρασιν ἡ ἔχουσα ἀκαλὴν τὴν ἁφήν, ἧς οὐκ ἔστιν ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, ἅπτεσθαι, ὅθεν καὶ τὸ λη η · τὰ γὰρ διὰ τοῦ ηφη μονογενῆ διὰ τοῦ ι γράφονται, Σίφη ἡ πόλις, ἀγρίφη ἡ σκάφη· τὸ κνήφη, ἀκαλήφη, ἡ κνίδη, σεσημείωνται διὰ τοῦ η γραφόμενα α
α 296 Ἀκαλανθίς · κύων· ἴσως ἐπισήμου κυνὸς ὄνομα. ἀκαλανθίς παρὰ τὸ ἀκαλὸν θεῖν
α 297 Ἀκαλός · ὁ ἥσυχος· ἔστιν ἦκα, τὸ ἠρέμα, ἐκ τούτου γίνεται ἤκαλος, ὡς πέμπω πέμπελος καὶ ἄγω ἄγελος καὶ ἄγγελος, καὶ κατὰ συστολὴν ἀκαλός
α 298 Ἀκαλαρείτης · ὄνομα ποταμοῦ, οἷον · ἐξ ἀκαλλαρείταο βαθυρρόου Ὠκεανοῖο. ἐκ τούτου γίνεται ἤκαλος, ὁ ἥσυχος, καὶ προπαροξύνεται ὁμοίως τῷ πάσσαλος Τάνταλος κόκαλος. ἐκ δὲ τοῦ ἤκαλος γίνεται ἀκαλός κατὰ συστολὴν τοῦ η εἰς α καὶ ὀξύνεται ὁμοίως τῷ ἁπαλός ὁμαλός χθαμαλός. ἐκ τοῦ οὖν ἀκαλός γίνεται ἀκαλά · ἀκαλὰ προρέων, ἀντὶ τοῦ ἡσύχως. ἐκ τούτου τοῦ ἀκαλά γίνεται ἀκαλαρείτης, ὡς παρὰ τῷ ποιητῇ · ἐξ ἀκαλλαρείταο βαθυρρόου Ὠκεανοῖο, ἀντὶ τοῦ ἡσύχως ῥέοντος, ὅθεν καὶ τὸ ρει δίφθογγον· τὰ γὰρ παρὰ τὸ ῥέω συγκείμενα διὰ τῆς ει διφθόγγου γράφονται, οἷον βαθυρείτης ἀκαλαρείτης. οὕτως ὁ Χοιροβοσκός
α 299 Ἀκαμαντοχάρμαν · οὐκ ἔστι πλεονασμός, ἀλλὰ πλάνη κλίσεως· ἀκαμαντοχάρμας γάρ, ἡ κλητικὴ ἀκαμαντοχάρμα· εἰ γὰρ ἦν πλεονασμός, ἐκτείνεσθαι ἐχρῆν τὸ α · νῦν δὲ συστέλλεται, πλάνη ἄρα κλίσεως
α 300 Ἀκάμανος · ἡ κάμηλος· παρὰ τὸ μὴ κάμνειν· ἢ ἀκάματος, πολύμοχθον γὰρ τὸ ζῷον α
α 301 Ἄκανθος · πόλις τῆς Μακεδονίας, ὅτι ἀντὶ ἐρυμάτων ῥάχοις, ὅ ἐστιν ἀκάνθαις καὶ ἀκανθώδεσι φυτοῖς, περιβέβληται. οὕτως Μεθόδιος . α
α 302 Ἄκανθα · ἀπὸ τοῦ τῇ ἀκῇ ἀνθεῖν, ὅ ἐστι τῇ ὀξύτητι
α 303 Ἀκαμύθιος · ἡ κάμηλος· παρὰ τὸ αἰκάλλειν τοὺς ἰδίους δεσπότας. οὕτως Μεθόδιος
α 304 Ἀκάμπιος · ὁ ἐπ’ εὐθείας περίπατος· παρὰ τὸ κάμπτειν μὴ ἔχειν. οὕτως Μεθόδιος α ἀκάμπιος
α 305 Ἄκαρα · πόλις τῆς Ἀσίας, ἡ νῦν καλουμένη Νύσσα· ταύτην Ἄθυμβρος Κρής, τῷ γένει ἀπὸ Ῥαδαμάνθυος, παρὰ Καρσὶν οἰκήσας καὶ τιμηθεὶς μετῴκισεν εἰς τὸν τόπον τοῦτον καὶ ὠνόμασεν Ἄκαρα, τὰ μηκέτι Καρῶν, καὶ τὸν διὰ τῆς πόλεως ῥέοντα ποταμὸν ἀφ’ ἑαυτοῦ Θύμβρον
α 306 Ἀκαχμένον · ἀπὸ τοῦ ἀκάζω. οὕτως Ἐπαφρόδιτος. σημαίνει δὲ τὸ ἠκονημένον
α 307 Ἀκαχίζεο · ἄχθου, λυποῦ· ἀπὸ τοῦ ἀχῶ ἀχίζω καὶ ἀκαχίζω
α 308 Ἀκαχείατο · ἀπὸ τοῦ ἀκαχῶ ἀκαχήσω ἠκάχηκα ἠκάχημαι ἠκαχήμην καὶ Ἰωνικῶς ἀκαχέατο καὶ πλεονασμῷ τοῦ ι ἀκαχείατο. οὕτως Ζηνόβιος
α 309 Ἀκαχήμενος · εἴρηται εἰς τὸ ἀλαλήμενος
α 310 Ἀκαχοίατο · λυποῖτο· ἀπὸ τοῦ ἀκαχῶ, τοῦτο παρὰ τὸ ἄχος· ἄχω ἀχῶ ἀκαχῶ
α 311 Ἀκαρής · ὁ ἐλάχιστος καιρός· ἐτίθεσαν δὲ κυρίως ἐπὶ οἱουδήποτε ἐλαχίστου· Μένανδρος · ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως. παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν ἀκαίραιόν τι ὄν, κατ’ ἔλλειψιν ἀκαιραῖον, τὸ μὴ καιρὸν ἔχον ἀλλ’ ἐλάχιστον. ἢ παρὰ τὸ κάρα ἀκαρής, τὸ ἀκέφαλον καὶ μηδὲ ἀρχὴν ἔχον. ἢ ὃ οὐ δύναταί τις κεῖραι διὰ σμικρότητα α
α 312 Ἄκαστος · ὁ υἱὸς Πελίου, ὁ πατὴρ Ἀλκήστιδος· Εὐριπίδης · ἦ τ’ ἄρ’ Ἄκαστος οὐκ ἔστιν ἐν ἀνδράσιν. παρὰ τὸ κάζω ῥῆμα, τὸ σημαῖνον τὸ κοσμῶ, κεκασμένος, ὁ κόσμιος, καὶ ἐν συνθέσει Ἄκαστος, τοῦ α ἐπιτατικοῦ ὄντος, ὁ πάνυ κεκοσμημένος
α 313 Ἄκατος · τὸ μικρὸν πλοῖον, ὅ τινες μὲν ἐπακτρίδα, τινὲς δὲ πορθμίδα, τινὲς δὲ κάραβον ὀνομάζουσι. παρὰ τὸ ἄγω γίνεται ἀκτός καὶ πλεονασμῷ τοῦ α ἄκατος, ἡ ἄγουσα καὶ διακομίζουσα, ἐξ οὗ τὸ ὑποκοριστικὸν ἀκάτιον, τὸ μικρὸν πλοιάριον. ἢ ἀπὸ τοῦ ἀκτή γίνεται ἄκατος, ἡ ἀπὸ ἀκτῆς εἰς ἀκτὴν περιερχομένη, ὡς καὶ πορθμίς λέγεται ἡ πελαγοδρομοῦσα α
α 314 Ἀκέανος · εἶδος ὀσπρίου ὅμοιον φακῇ· παρὰ τὸ σκληρὸν καὶ ἄθλαστον κατὰ στέρησιν τοῦ κεάσαι, ὅ ἐστι θραῦσαι. οὕτως Μεθόδιος
α 315 Ἀκεσώδυνος · ὁ ἰατρός, ὁ τὰς ὀδύνας παύων· ἀπὸ τοῦ ἀκῶ ἀκέσω καὶ τοῦ ὀδύνη α
α 316 Ἀκεσταί · εὐθεράπευτοι, εὐίατοι· αἱ γὰρ τῶν ἀγαθῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται εὐθεράπευτοι οὖσαι. ἢ θεραπευτικαί
α 317 Ἀκέστωρ · ἀκέσω ἀκέστωρ. εἴρηται εἰς τὸ
α 318 Ἀκερσεκόμης · παρὰ τὸν κείρω μέλλοντα, Αἰολικῶς κέρσω, καὶ τὴν κόμην γίνεται κερσεκόμης διὰ τοῦ ο · πᾶς γὰρ ἐνεστὼς ἢ μέλλων ἐν πρώτῳ προσώπῳ λαβὼν σύνθεσιν τρέπει τὸ ω εἰς ο οἷον λείπω λειποτακτίτης μείζω μειζοπόλιος
α 319 Ἀκέραιος · ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κεραῖος κεραία, κυρίως ὁ μὴ θυμούμενος καὶ διὰ τοῦ κέρατος βλάπτων ἢ βλαπτόμενος· ἀπὸ μεταφορᾶς τῶν τοῖς κέρασιν ἀμυνομένων ζῴων. κεραῖος καὶ μετὰ τῆς α στερήσεως ἀκέραιος, ὁ ἀόργητος καὶ ἀβλαβής α
α 320 Ἀκέων · βῆ δ’ ἀκέων· παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχήν καὶ ἀκήν, οἷον · ἀκὴν ἐγένοντο· καὶ ἐξ αὐτοῦ ἀκέων · ἀλλ’ ἀκέων δὴν ἧστο, ἀπὸ μεταφορᾶς τῆς ὀξύτητος τοῦ σιδήρου· ἀκή γὰρ ἡ ὀξύτης. ἢ παρὰ τὸ κέω, τὸ κοιμῶμαι, κέων ἡ μετοχή · ὦρσο κέων, ὦ ξεῖνε, πλεονασμῷ τοῦ α
α 321 Ἀκή · φόλις Φοινίκης, ἡ νῦν καλουμένη Πτολεμαΐς· οἱ δὲ Ἀκήν φασι καλεῖσθαι τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος, ὅτι Ἡρακλῆς δηχθεὶς ὑπὸ ὄφεως καὶ ἐν αὐτῇ θεραπευθεὶς Ἀκὴν ἐκ τοῦ ἀκέσθαι προσηγόρευσε τὸν τόπον
α 322 Ἀκηδία · ἔστιν ὄνομα Μακεδονικόν, γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ ἀηδία γάρ. οὕτως Ὠρίων. Ἀπολλώνιος δὲ ὁ τὰ Ἀργοναυτικὰ τὸ δει δίφθογγον · μηδέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
α 323 Ἀκήν · ἐπ’ ἄκρας ἡσυχίας, οἷον · ἀκὴν ἐγένοντο σιωπῇ· παρὰ τὸ ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν γίνεται ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν, καὶ τροπῇ τοῦ γ εἰς τὸ κ. ἢ παρὰ τὸ μὴ χαίνειν γέγονεν ἀχήν καὶ ἀκήν
α 324 Ἀκή · ἡ ὀξύτης· παρὰ τὸ ἥκω γίνεται ἠκή, ὃ σημαίνει τὴν ὀξύτητα· Ἀρχίλοχος · ἵστη κατ’ ἠκὴν κύματος κυανέου· καὶ κατὰ συστολὴν ἀκή
α 325 Ἀκηδής · ἀφρόντιστος, ἀνελεήμων, κηδεμόνα μὴ ἔχων
α 326 Ἀκήδεστοι · ἀφρόντιστοι, ἀνελεήμονες, κηδεμόνα μὴ ἔχοντες
α 327 Ἀκήδεσαν · ἠμέλησαν· κήδω γὰρ τὸ ἐπιμελοῦμαι
α 328 Ἀκήριον · ἀσθενές, ἀδύνατον, ἀψυχοποιόν, νεκροποιόν, οἷον · ὀρθωθεὶς δ’ εὐνῆθεν ἀκήριον ἠΰτ’ ὄνειρον· τὸ ἀκήριον τὸ ἀσθενὲς καὶ ἀδύνατον ἢ ἄψυχον ὄνειρον. οὐδετέρως δὲ νῦν τὸ ὄνειρον εἶπεν, ὅτι ὄνειρος, τὸ ὄνειρον καὶ ὄνειραρ ὀνείρατος, ὡς ἧπαρ ἥπατος
α 329 Ἀκήρατος · παρὰ τὸ κηραίνω ὤφειλεν εἶναι ἀκήραντος, ἀλλὰ ἀκήρατος ποιητικῶς. οὕτως Φιλόξενος. ἢ παρὰ τὸ γῆρας γήρατος καὶ μετὰ τοῦ στερητικοῦ α ἀγήρατος καὶ ἀκήρατος, ὁ ἄφθαρτος καὶ μὴ γηρῶν
α 330 Ἀκηχέδαται · λυποῦνται · νηυσὶν ἀκηχέδαται· παρὰ τὸ ἀχῶ ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω, ἤχακα, ὁ μέσος ἤχαδα, ὁ παθητικὸς ἤχασμαι ἤχαται καὶ Ἰωνικῶς ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ καὶ τροπῇ τοῦ α εἰς η ἀκηχέδαται α
α 331 Ἀκήματα · ἀκήματα φάρμακα πάσσων, καὶ ἐπὶ δ’ ἕλκεϊ λυγρῷ φάρμακ’ ἀκήματ’ ἔπασσεν. παρὰ τὸ ἀκῶ ἀκέσω, ὡς νεμῶ νεμέσω καὶ τελῶ τελέσω, ἐντεῦθεν ἀκεστρίς καὶ ἀκέστρια καὶ ἐπίθετον ἀνήκεστος, οἷον · ἀνήκεστον λάβεν ἄλγος
α 332 Ἀκινάγματα · τὰ τινάγματα τῶν ποδῶν μετὰ ῥυθμοῦ καὶ τῶν χειρῶν, οἷον · χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα, κινήματα καὶ πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ γ ἀκινάγματα
α 333 Ἀκιδνός · ὁ ἀσθενής· Ὅμηρος · οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. παρὰ τὸ αἰκίζω αἰκιδνός καὶ ἀκιδνός, ὁ εὐτελὴς ἐν αἰκισμοῖς ὤν, ὡς παίζω παιδνός, ἀλαπάζω ἀλαπαδνός. ἢ παρὰ τὸ κινῶ ἄκινος καὶ πλεονασμῷ τοῦ δ ἄκιδνος, ὁ μὴ κινούμενος
α 334 Ἀκιδαλίη · ἔστι δὲ ὄνομα κύριον καρήνης· ἔστιν Ἀκίς Ἀκίδος ὄνομα κύριον, καὶ ἐκ τούτου Ἀκίδαλος καὶ Ἀκιδαλίη
α 335 Ἀκινάκης · εἶδος ἀκοντίου Περσικοῦ· παρὰ τὴν ἀκήν, ἣ σημαίνει τὴν ὀξύτητα καὶ παρὰ τὴν ἀκίδα, ἀλλήλοις συντεθέντων τῶν δύο ὁμοιοσήμων ὡς καὶ ἐπὶ τοῦ Ἐρεχθεύς καὶ Ἐριχθόνιος παρὰ τὴν ἔραν καὶ τὴν χθόνα. Ἡρόδοτος δὲ διὰ τοῦ ω ὠκινάκην φησί, καὶ εἰκὸς τροπῇ τοῦ α εἰς ω ὡς ἀκή ἀκίς καὶ ὠκύς, καὶ τὴν ἀκήν ὠκινάκης. οὕτως Μεθόδιος
α 336 Ἀκίνητον · σημαίνει ὡς ἐνταῦθα τὸν τάφον· Ἡσίοδος · μηδ’ ἐπ’ ἀκινήτοισι καθίζειν
α 337 Ἀκίς · τὸ τοῦ βέλους σίδηρον· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, ὃ κατ’ ἐπένθεσιν τοῦ μ γίνεται ἀκμή. παρὰ τὸ ἀκή οὖν γίνεται ὑποκοριστικὸν ἀκίς, ὡς σκάφη σκαφίς, ἄμνη ἀμνίς οὕτως Μεθόδιος α
α 338 Ἀκιώτατον · σημαίνει ἄσηπτον, ἄβρωτον· κίς γὰρ λέγεται ὁ ἐν τοῖς ξύλοις σκώληξ · δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες
α 339 Ἀγκίζεσθαι · τὸ μωραίνειν ἢ προσποιεῖσθαι εὐήθειαν. εἴρηται οὖν ἀπὸ Ἀκκοῦς τινος, ἥτις ἱστορεῖται μωροτάτη ὡς καὶ τῷ κατόπτρῳ διαλέγεσθαι . αἱμ
α 340 Ἀκίχητα · ἀκατάληπτα· ἀπὸ τοῦ κιχῶ · Ἕκτορ, σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
α 341 Ἀκλειῶς · ἀκληδονίστως, ὡς μηδὲ φήμην τινὰ γενέσθαι · μὴ μὰν ἀσπουδή γε καὶ ἀκλειῶς ἀπολλοίμην
α 342 Ἀκμαῖος · ὁ νεανίας, τὸν μὴ ἀποκάμνοντα πρὸς τοὺς πόνους· ἢ παρὰ τὴν ἀκμὴν ὁ ἀκμὴν ἔχων τῆς ἡλικίας καὶ ἀκμάζων τῇ ἡλικίᾳ
α 343 Ἀκμή · ἡ ἀκρότης καὶ ὀξύτης τοῦ σιδήρου κυρίως· Ὅμηρος · ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς· παρὰ τὸ ἥκω γίνεται ῥηματικὸν ὄνομα ἠκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἡ διὰ παντὸς ἰοῦσα, ἀκή καὶ πλεονασμῷ τοῦ μ ἀκμή. ἐκ δὲ τοῦ ἀκή γίνεται ἐπίρρημα ἀκήν, οἷον · ἀκὴν ἐγένοντο. ἢ παρὰ τὸ κάμω γέγονε κατὰ συγκοπὴν κμῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ κάμνουσα διὰ νεότητα ἢ πόνους μὴ δυναμένη ὑποστῆναι α
α 344 Ἀκμή ·. Περὶ πολυσημ
α 345 Ἀκμῆτες · μὴ κεκοπιακότες· παρὰ τὸ κάμω κατὰ συγκοπὴν κμῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμής · ῥεῖα δέ κ’ ἀκμῆτες
α 346 Ἄκμηνος · ὁ ἄγευστος · ἄκμηνος σίτοιο διὰ τοῦ η · ὁ γὰρ διὰ τοῦ ηνος τύπος τὴν ὀξεῖαν ποθεῖ. καὶ οἱ μὲν ἁπλῆν παρὰ τὸ ἀκμήν λέγουσιν, οὕτως γὰρ τὴν ἀσιτίαν οἱ Αἰολεῖς λέγουσιν· ἡ δὲ συνήθεια ἤτοι κατὰ στέρησιν τοῦ κομεῖν, ὥστε δηλοῦσθαι τὸν ἀτημέλητον· οἱ δὲ κατὰ στέρησιν τῆς ἰκμάδος· οἱ δὲ τὸν μὴ κεκμηκότα περὶ τὰ σιτία. ὁ δὲ Ἀρίσταρχος τὸν ἄκμηνον λέγει προπαροξύνεσθαι παρὰ τὴν ἀκμήν· Θέων δ’ ὀξύνεσθαι ἀξιοῖ ὡς ἀγαθός· ἔνιοι δὲ προπερισπᾶσθαι
α 347 Ἄκμων · σημαίνει τόν τε σίδηρον, ἐφ’ οὗ οἱ χαλκεῖς τύπτουσιν, καὶ τὸν Οὐρανοῦ πατέρα· οὕτως γὰρ αὐτὸν γενεαλογοῦσιν. εἴρηται δὲ ὁ μὲν τοῦ σιδήρου ἄκμων παρὰ τὸ ἀκάμων τις ὤν, ὁ ἀκαμάτως φέρων. ὁ δὲ τοῦ Οὐρανοῦ πατὴρ ἀπὸ τῆς τοῦ οὐρανοῦ ἀκαμάτου φύσεως, τῶν θεολόγων αἰνισσομένων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς ἢ προλαμβάνοντες αὐτὸν ἄφθαρτός ἐστι· κεκμηκέναι γὰρ λέγομεν τοὺς τετελευτηκότας. τινὲς δὲ Ἄκμωνα τὸν Ὠκεανόν φασι διὰ τὸ τοὺς ποταμοὺς ἀκαμάτους λέγεσθαι, οἷον · Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ εὐνηθεῖσα· Ὠκεανοῦ δὲ υἱὸν τὸν Οὐρανόν. οἱ δὲ Ἄκμονα τὸν Αἰθέρα, Αἰθέρος δὲ παῖς ὁ Οὐρανός· ὁ δὲ Αἰθὴρ ἀκάματος, ἐπειδὴ τὸ πῦρ ἀκάματον, οἷον · ἀκάμαντον πῦρ
α 348 Ἄκνηστις · ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαί τινα κνήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί α
α 349 Ἄκοιτις · ἡ γυνή, ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειραθεῖσα. ἢ ὁμόκοιτις. καταχρηστικῶς καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα
α 350 Ἀκοή · οὐχὶ ἀκουή· τὰ γὰρ εἰς ο καθαρὸν λήγοντα βαρύτονα ῥηματικὰ ἔχοντα τὴν παραλήγουσαν ἐν τοῖς ῥηματικοῖς ὀνόμασι βραχεῖαν αὐτὴν ἔχουσιν· κονίω κονία, φύω φυή, ἀκούω ἀκοή
α 351 Ἄκολος · ὁ ψωμός · αἰτίζων ἀκόλους οὐκ ἄορας οὐδὲ λέβητας. εἴρ ὁ μικρὸς ψωμός, ὁ μηκέτι κωλύεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι α
α 352 Ἀκόνη · ὁ λίθος, δι’ οὗ ὀξύνεται ὁ σίδηρος· παρὰ τὸ κονῶ, τὸ φθείρω καὶ λεπτύνω, τοῦ α ἐπιτατικοῦ ὄντος, ἡ διαφθείρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. καὶ Εὐριπίδης · κατακονᾷ μὲν οὖν ἀβίοτος βίου· κονεῖν γὰρ τὸ λεπτύνειν, ὡς τὸ σποδεῖν, τουτέστι κινεῖν ποιοῦσα. ἢ παρὰ τὴν ἀκήν, τὴν ὀξύτητα
α 353 Ἀκονητί · ἄνευ πόνου, οὗ τὸ ἐναντίον ἐγκονητί, μετὰ πόνου, κατὰ τροπὴν τοῦ π εἰς κ ἀπονητί ἀκονητί Ἰωνικῶς, ὡς τὸ πῶς κῶς, πότε κότε α
α 354 Ἀκόνητον · βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μαρυανδυν α ίας φύεται. ἢ ὅτι ἀκαταπάλαιστον καὶ ἀήττητόν ἐστιν, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν, ὧν οἱ νικηταὶ ἀήττητοι ὄντες οὐ κονιορτοῦνται· κονιοῦσθαι γὰρ τὸ παλαίειν α
α 355 Ἀκοῦμαι καὶ ἄκεον · τὸ θεραπεύω · ἱδρῶ ἀπεψύχοντο, πίον τ’ ἀκέοντό τε δίψαν. παρὰ τὸ ἄχος ἀχοῦμαι καὶ ἀκοῦμαι, ἵν’ ᾖ τὸ ἄχος ἰῶμαι. ἢ παρὰ τὴν ἀκὴν τοῦ διωξυμμένου σιδήρου θεραπεύειν. καὶ ἀκέστωρ, ὁ ἰατρός, καὶ Ἀκεστορίδης
α 356 Ἀκουός · Καλλίμαχος · ἀλλ’ ἐπ’ ἀκουοὺς οὐκ ἔσχεν, ἐπακούοντας
α 357 Ἀκούω · ἀπὸ τοῦ οὖς οἶμαι · πάντα μάλ’ ἐν μεγάροισιν ἠκούομεν
α 358 Ἀκοστήσας · κριθιάσας, οἱονεὶ ἀχοστήσας, τουτέστιν ἐπὶ τῇ στάσει δυσχεράνας, ὅθεν ἐπιφέρει · δεσμὰ διαρρήξας θείῃ πεδίοιο κροαίνων. ἢ ἀκοσταί, αἱ κριθαί, ἵν’ ᾖ κριθιάσας καὶ ὑπὸ τῆς τροφῆς ἀκρατὴς ὤν· ἢ ὑψαυχενήσας καὶ ἀτιμαγέλης γεγονώς, παρὰ τὸ ἄγω ἄγος καὶ ἀκοστής κατὰ τροπὴν τοῦ γ εἰς κ ὁ ἔμπροσθεν θέλων εἶναι καὶ προηγεῖσθαι ἀκοστήσας α
α 359 Ἄκοσμα · ἀπρεπῆ, ἄτακτα, μωρά
α 360 Ἄκος · ἡ θεραπεία· παρὰ τὴν ἀκήν, ἀκή γὰρ κυρίως ἡ ὀξύτης τοῦ σιδήρου, καὶ ἡ ἀπ’ αὐτοῦ θεραπεία ἄκος λέγεται· ἐντεῦθεν καὶ τὸν ἰατρὸν οἱ Φρύγες ἀκεστὴν λέγουσιν. οὕτως Ὠρίων. ἐγὼ δὲ παρὰ τὸ ἄχος φημὶ ἄκος, ἵν’ ᾖ τὸ τὴν λύπην ἰώμενον
α 361 Ἀκόλαστος · κυρίως ὁ ἀπαίδευτος· παρὰ τὸ μὴ κολάσεως τετυχηκέναι, τουτέστι παιδείας· ἐπὶ δὲ τοῦ κατωφεροῦς παρὰ τὸ μὴ κολάσαι τὴν ἐπιθυμίαν. οὕτως Ὠρίων
α 362 Ἀκόρητος · ἀπλήρωτος. εἴρηται εἰς τὸ
α 363 Ἀκοντοδόκος · δοκιμάζειν λέγεται τὸ ἐπιτηρεῖν, ὅθεν ἀκοντοδόκος. οὕτως Ὠρίων
α 364 Ἀκολουθήσας · Ἑρμῆς δὲ σιμώνακτος ἀκολουθήσας· ἔκτασις τοῦ α. οὕτως Ἡρωδιανός
α 365 Ἄκρις · βαρυτόνως τὸ ἀκρωτήριον. εἴρηται παρωνύμως παρὰ τὸ ἄκρα ἄκρις, ὡς χαρά χάρις
α 366 Ἀκρίσιος · ὁ ἥρως· ἀπὸ τῆς ἐν τῷ Ἄργει ἄκρας. οὕτως Μεθόδιος. ὁ δὲ Ὦρος λέγει ἀπὸ τοῦ ἀκρίζω Ἀκρίσιος, ὥσπερ παρὰ τὸ θαυμάζω θαυμάσιος. ἢ παρὰ τὸ κρίσις κρίσιος καὶ Ἀκρίσιος, ὁ ἄκριτος καὶ ὠμός· Δανάης καλλισφύρου Ἀκρισιώνης
α 367 Ἀκριτόμυθε · ἄκριτε περὶ τοὺς λόγους καὶ ἄτακτε
α 368 Ἄκριας · τὰς ἀκρωρείας· ἀπὸ τοῦ ἄκρις ἄκριος ἄκριας, οἷον · αὐτίκα δ’ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστήρ· οὕτως Ἀπολλώνιος
α 369 Ἀκροθίνιον · ἀκροθίνια λέγονται αἱ ἀπαρχαί, κυρίως δὲ αἱ τῶν θινῶν ἀπαρχαί, ἤγουν σωρῶν, ἤδη δὲ καὶ ἀπὸ θήρας καὶ ἄλλων. παρὰ τὸ θίν, ὃ σημαίνει τὸν σωρόν, θινός τῶν χρημάτων θίνιον καὶ ἀκροθίνιον ,. ἀκροθίνια · τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς. ἀκροθίνια δὲ κυρίως καλεῖσθαί φασιν, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν. γράφεται δὲ διὰ τοῦ ι · τὰ γὰρ διὰ τοῦ ιον ὑπὲρ δύο συλλαβὰς οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται καὶ τὴν πρὸ αὐτῆς τὴν αὐτὴν τῷ πρωτοτύπῳ ἔχει γραφήν, οἷον Ἐλευσίν Ἐλευσῖνος Ἐλευσινίου, σκηνή προσκήνιον καὶ περισκήνιον, θίν θινός θίνιον καὶ ἀκροθίνιον. οὕτως ὁ Θεόγνωστος ἐν τῇ Ὀρθογραφίᾳ
α 370 Ἀκρόπολις · καρόπολίς τις οὖσα, ἡ κεφαλὴ τῆς πόλεως
α 371 Ἀκροπόλοισιν · ὧν τὰ ἄκρα καὶ αἱ κορυφαὶ περιπολοῦνται καὶ κινοῦνται
α 372 Ἀκρόκομοι · Θρήϊκες ἀκρόκομοι, ἄκρως κομῶντες, τουτέστι μᾶλλον τῶν ἄλλων κομῶντες, ἢ τὰ ἄκρα τῶν κεφαλῶν κομῶντες
α 373 Ἀκραής · ἀκραεῖ ζεφύρῳ· παρὰ τὸ ἄκρως ἀέντι καὶ πνέοντι
α 374 Ἀκράαντον · ἀτελείωτον, ἀπλήρωτον· κραίνω, τὸ ἐπιτελῶ, κραντόν καὶ ἄκραντον α
α 375 Ἄκρον ·. τὸ πέρας καὶ τὸ ἔξοχον· παρὰ τὸ ἄχρι καὶ τὸ ὄν ἄχρον καὶ ἄκρον. ἢ ἄρχον τι ὄν. ὁ δὲ Φίλων παρὰ τὴν ἀκήν ἄκαιρος καὶ κατὰ συγκοπὴν ἄκρος
α 376 Ἄκριτον · ἀδιαχώριστον· παρὰ τὸ μὴ διακρῖναι, ὅ ἐστι διαχωρίσαι. Ὠρίων
α 377 Ἄκριτα · ἀδιαχώριστα, πολλά· ἐκ τοῦ κρίνω, τὸ διαχωρίζω
α 378 Ἀκρίς · ὀξυτόνως τὸ ζῷον· παρὰ τὸ κάρη καρίς καὶ μετὰ τοῦ στερητικοῦ α ἀκρίς, ἡ κάραν μὴ ἔχουσα, ἡ μικροκέφαλος. ἢ παρὰ τὸ μεγάλην κεφαλὴν ἔχειν· διάφορα γὰρ τὰ γένη τῶν ζῴων. ἢ παρὰ τὴν ἄκραν. οἱ δὲ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων ἐσθίειν α
α 379 Ἀκρασία · παρὰ τὸ κερῶ κρῶ κράσω κρασία, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκρασία· ἀκρασία γὰρ πᾶν τὸ περιττόν
α 380 Ἀκριβής · παρὰ τὸ κρύβω κρυβής καὶ ἀκριβής κατὰ τροπὴν τοῦ υ εἰς τὸ ι · καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶς δύναται κρύψαι ἢ λαθεῖν. ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαιόν γίνεται ἀχριβής καὶ ἀκριβής· ὁ γὰρ ἀκριβὴς καὶ ἄχρι μικροῦ καταγίνεται
α 381 Ἀκροῶ · παρὰ τὸ ἀκούω ἀκο υ ῶ, ὥσπερ σύρω σαρῶ καὶ κύρω κυρῶ, καὶ πλεονασμῷ τοῦ ρ ἀκροῶ. εἴρηται δὲ καὶ περὶ τῆς παραληγούσης αὐτοῦ εἰς τὸ ἀρόσω
α 382 Ἀκρέμων · ὁ κλάδος· ὁ αὐτὸς γὰρ καὶ κρέμων λέγεται πρὸς διάφορον ἐτυμολογίαν· ἢ γὰρ παρὰ τὸ ἄκρον γίνεται ἀκρέμων, ὁ ἐπ’ ἄκρων τοῦ δένδρου ὤν, ἢ παρὰ τὸ κρεμῶ ἀκρέμων, ὁ κρεμώμενος α
α 383 Ἀκραιφνής · ὁ καθαρός, κυρίως δὲ ὁ περιφανής· παρὰ τὸ ἀκέραιον καὶ τὸ φαίνω ἀκεραιοφανής καὶ κατὰ συγκοπὴν ἀκραιφνής. Ἡρωδιανὸς δέ φησι μὴ γίνεσθαι δύο συλλαβῶν συγκοπήν. ἢ ἀκροφανής καὶ ἀκραιφνής, τοῦ ο εἰς α τραπέντος, ὡς ἐπὶ τοῦ μεσαίπο μεσαιπόλιος α
α 384 Ἄκρατον · ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω καὶ κατὰ συγκοπὴν κράσω, ῥηματικὸν ὄνομα κρατός καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος· ἐξ οὗ καὶ κρατήρ, ἀφ’ οὗ κιρνᾶται ὁ οἶνος
α 385 Ἀκτή · ἡ Ἀττική· οἱ μὲν ἀπό τινος βασιλεύοντος Ἀκταίωνος, οἱ δὲ ἀπὸ τοῦ τὰ πλείονα μέρη εἰς θάλασσαν νενευκέναι
α 386 Ἀκτή · ὁ παραθαλάσσιος τόπος. σημαίνει δὲ δύο· καὶ ἐπὶ μὲν τοῦ καρποῦ παρὰ τὸ κατάγνυσθαι ἐν τῷ ἀλήθεσθαι, οἷον · Δημήτερος ἀκτή· ἐπὶ δὲ τοῦ θαλασσίου παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι εἰς αὐτὴν τὰ κύματα
α 387 Ἀκροστόλιον · ἀκροστόλιον λέγεται τὸ ἄκρον τοῦ στόλου· στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς τύχης καὶ διῆκον μέχρι τῆς πρῴρας ξύλον, ἔνθα τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. ἔστιν οὖν ἀκροστόλιον τὸ ἄφλαστον τὸ κατὰ τὴν πρῷραν, ἀλλ’ Ὅμηρος ἐπὶ τῆς πρύμνης αὐτὸ παραδίδωσι λέγων · ἄφλαστον μετὰ χεῖραν ἔχων
α 388 Ἄκτιον · τὸν Πᾶνα Θεόκριτος εἴρηκεν· ἄκτιος, ἢ ὁ θηρατήρ· καὶ γὰρ ἐπακτῆρες οἱ θηραταί. ἢ ὅτι ἐπὶ ταῖς ἀκταῖς ὑπὸ τῶν ἁλιέων ἱδρυμένος· ἀγρευτὴς γὰρ ὁ θεός. ὁ ἐν Ἀθήναις τιμώμενος· Ἀκτὴ γὰρ ἡ Ἀττικὴ ἐκαλεῖτο
α 389 Ἄκτωρ · Μενοιτίου Ἄκτορος υἱός· ἄγω βαρύτονον, ἐξ οὗ ἀγάγω· παρὰ τὸ ἄγω ὁ παρακείμενος ἦκται, Ἄκτωρ ὁ διακομίζων καὶ ἡ γενικὴ Ἄκτορος, καὶ ἀνατρέχει εἰς εὐθεῖαν. ἔστι δὲ καὶ προσηγορικὸν καὶ κύριον, ὅ φασί τινες ἀπὸ τοῦ ἄγω βαρυτόνου, ὃ σημαίνει τὸ κλῶ, ἀφ’ οὗ · ἄγεν ὀξέες ὄγκοι, καὶ ἆξον δὴ ἔγχος· ἄγω οὖν ἦκται Ἄκτωρ
α 390 Ἀκτάζων · ἀντὶ τοῦ ἐξανιστάμενος· ἀπὸ τοῦ ἄττω ἀττάζω καὶ ἀκτάζω τροπῇ τοῦ τ εἰς κ ὡς Ἀττική, Ἀκτική γὰρ παρὰ τὴν ἀκτήν· οὕτως δὲ καὶ νυττέλιος καὶ νυκτέλιος
α 391 Ἀκταίνειν · τὸ μετεωρίζεσθαι καὶ ἐπαίρεσθαι καὶ γαυριᾶν· παρὰ τὸ ἦκται ἀκτός καὶ ῥῆμα ἀκτῶ, ἀφ’ οὗ ἀκταίνω, μετοχὴ ἀκταίνων καὶ ἀκταῖνον μένος, τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν α
α 392 Ἀκταίωρος · παρὰ τὸ τὴν ἀκτὴν ὠρεῖν, ὅ ἐστι φυλάσσειν α
α 393 Ἀκτίς · παρὰ τὸ ἄγω ἄξω ἦχα ἦγμαι γέγονεν ἀκτίς, οἱονεὶ ἡ πανταχοῦ φερομένη· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πανταχοῦ φέρεται. ἢ ἀπὸ τοῦ ἐκτείνω γέγονεν ἐκτίς καὶ ἀκτίς· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πάνυ ἐστὶν ἐκτεταμένη. καὶ ἀπὸ τοῦ ἀΐσσω, τοῦ σημαίνοντος τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἤϊχα ἤϊγμαι ἤϊκται ἀκτίς· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου ὁρμητική ἐστιν
α 394 Ἄκυτος · παρὰ τὸ κύω κυτός καὶ ἄκυτος. Καλλίμαχος ἄκυθος εἰπὼν μεταλήψει στοιχείου ἐχρήσατο ἁμαρτὼν περὶ σημαινομένου· δηλοῖ γὰρ ἡ λέξις ἐνεργητικὸν σημαινόμενον, ταῖς μὴ κυούσαις
α 395 Ἄκυθος · ἡ ἄγονος · οὐδ’ ἀγάλακτες ὄϊες οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι· παρὰ τὸ κύω ἄκυος καὶ πλεονασμῷ τοῦ θ ἄκυθος. ἢ παρὰ τὸ κωκυτός καὶ ἄκυτος, ὡς λύω λυτός καὶ ἄλυτος καὶ ὦρται ὀρτός καὶ ὀρθός. ἢ παρὰ τὸ κύθω, τὸ κρύπτω, ἄκυθος. ἢ παρὰ τὸ μὴ ἔχειν σπέρμα ἐν τῇ μήτρᾳ. ἔστι δὲ καὶ κανόνα εἰπεῖν· τὰ διὰ τοῦ υθος ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον ἄκυθος, Μίκυθος, μαμμάκυθος ὁ μωρός
α 396 Ἀκωκή · ἡ ὀξύτης τοῦ βέλους· παρὰ τὸ ἀκή γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκή, ὡς ἔδω ἐδωδή. γράφεται δὲ διὰ τοῦ ω μεγάλου· τὰ διὰ τοῦ ωκη ὑπὲρ δύο συλλαβὰς τῷ ω παραληγόμενα σπάνιά εἰσιν· ὀξύτονα μέν ἐστι δύο, ἀκωκή καὶ ἰωκή· καὶ τὸ Σεώκη βαρύτονον, ἔστι δὲ ὄνομα πόλεως. ἢ οὕτως· τὰ ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον διὰ τοῦ ω μεγάλου γράφονται, οἷον ἔδω ἐδωδή, ἄκω ἀκωκή α
α 397 Ἀλάβαστρον · ἡ μυροθήκη· εἴρηται κατὰ πλεονασμὸν τοῦ ρ ἀλάβαστός τις ὤν, οὗ λαβέσθαι διὰ λειότητα ἀδύνατον α
α 398 Ἀλαζών · ὁ ἀπατεὼν ἢ κομπαστής, ὁ ἐν ἄλῃ καὶ πλάνῃ ζῶν. ἢ ὁ ἐκ τοῦ ἀλᾶν ζῶν οὐκ ἐξ ἐπιτηδεύματος, ἀλλ’ ἀπὸ ἀπάτης α
α 399 Ἀλαίνω · τὸ πλανῶμαι· παρὰ τὸ ἄλη ἀλῶ, παράγωγον ἀλαίνω, ὡς δρῶ δραίνω
α 400 Ἀλαλή · ὁ θόρυβος· καὶ ῥῆμα παρ’ αὐτὴν ἀλαλάζω, καὶ ἀλάλαγμα οὕτως ἔχει, καὶ τὸ ἀλαλητός, εἰ καὶ ἄλλως δοκεῖ Ἡρωδιανῷ. εἴρηται δὲ παρὰ τὴν ἅλα, τὴν ἀεὶ ἠχοῦσαν, ἀλή καὶ διπλασιασμῷ ἀλαλή, ἐξ οὗ ἄλλη καὶ ἀλάλαγμα
α 401 Ἀλαλητός · ὁ θόρυβος· παρὰ τὴν ἀλαλήν, ἣ σημαίνει τὸν θόρυβον καὶ τὴν ἄναρθρον φωνήν, γίνεται ἀλαλητός. ἢ κατὰ στέρησιν τοῦ λαλεῖν. ἢ κατ’ ἐπίτασιν, οἷον ὁ πολύλαλος
α 402 Ἀλαλκομενηΐς · ἐπίθετον Ἀθηνᾶς παρ’ Ὁμήρῳ παρὰ δὲ τοῖς ἄλλοις καὶ Ἥρας καὶ Διός, οἷον Ἀλαλκομενεὺς Ζεύς· ἡ ἀπαλεξητικὴν προθυμίαν ἔχουσα ἢ ἐν ἀλκῇ μένουσα· ἀλκή δὲ ἡ μάχη καὶ ἀλκάζειν τὸ μάχεσθαι. παρὰ ἀ. ἀλαλκομένη καὶ Ἀλαλκομενηΐς ἐν διπλασιασμῷ, ὡς ἀταρτηρός καὶ ἐτήτυμος καὶ ἀτιτάλλειν. ἢ ἀπὸ Ἀλαλκομενέως τινὸς ἱδρυσαμένου αὐτῆς ναὸν Ἀλαλκομενηΐς, ὡς βασιλεύς βασιληΐς καὶ Θησηΐς καὶ Οἰνηΐς. ἢ Ἀλαλκομενηΐς, ἡ ἀλαλκοῦσα τῷ μένει, ὅ ἐστι τῇ δυνάμει βοηθοῦσα. ἢ ἡ ἐν Ἀλαλκομεναῖς πόλει τῆς Βοιωτίας τιμωμένη, ἔνθα καὶ Ἀλαλκομένιον Ἀθηνᾶς ἱερόν. ἢ ἀπὸ Ἀλαλκομενηΐου ὄρους Ἀττικῆς
α 403 Ἀλαλύκτημαι · τὸ ἀδημονῶ καὶ πεπλάνημαι· καὶ οἱ μὲν παρακειμένου, οἱ δὲ ἐνεστῶτός φασιν, οἷον · οὐδέ μοι ἦτορ ἔμπεδον ἀλλαλύκτημαι. ἔστιν οὖν ἀλῶ, ἀφ’ οὗ ἀλύω, ὡς ἄνω ἀνύω, ἀφ’ οὗ ἀλύσσω, ὡς ὀρύσσω· καὶ ὥσπερ ὀρύσσω ὀρυκτός, οὕτως ἀλύσσω ἀλυκτός, καὶ ὡς ἄτακτος ἀτακτῶ, οὕτως καὶ ὁ παρακείμενος ἠλύκτηκα καὶ Ἀττικῶς ἀλαλύκτημαι συσταλέντος τοῦ η εἰς α · ἔθος δὲ τῷ ποιητῇ ποιεῖσθαι ἐπὶ τοῦ ῥήματος τούτου Ἀττικώτερον ὡς τὸ ἀλαλῆσθαι. καὶ οὕτως μὲν παρακείμενος· εἰ δὲ ἐνεστώς, οὕτως λαμβανέτω· ἔστιν ἀλυκτῶ, οὗ παράγωγον τῶν εἰς μι ἀλύκτημι, οὗ ὁ παθητικὸς Αἰολικῶς ἀλύκτημαι, ἐκεῖνοι γὰρ οὕτως κλίνουσι ποίημαι λέγοντες καὶ νόημαι, καὶ ἐν διπλασιασμῷ ἀλαλύκτημαι, ἐπειδὴ ὁ ποιητὴς πολλοῖς Αἰολικοῖς χρῆται, καὶ μάλιστα ἐν μετοχαῖς· ἀκαχήμενος ἀκαχμένος. δύναται δὲ καὶ αὐτὸ ἀπὸ τοῦ θορυβεῖσθαι· παρὰ τὴν ἀλαλὴν σημαίνουσαν τὸν θόρυβον ἀλαλῶ, ἀφ’ οὗ ἀλαλύσω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα ἀλάλυκτος καὶ ἀλαλυκτῶ καὶ ἀλαλύκτημαι, τὸ τεθορύβημαι
α 404 Ἀλαός · ὁ τυφλός, ὁ ἐστερημένος τοῦ λάειν, ὅ ἐστι βλέπειν· Ὅμηρος · ἀσπαίροντα λάων, ἀντὶ τοῦ βλέποντα. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλαός, ὁ περιπλανώμενος. ἢ παρὰ τὸ ἀλᾶσσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι, ὁ ἐλαττωθεὶς τοῖς ὀφθαλμοῖς
α 405 Ἀλαοσκοπιήν · οὐδ’ ἀλαοσκοπιὴν εἶχε ἀργυρότοξος Ἀπόλλων, τουτέστιν οὐδὲ τυφλὴν τὴν σκοπὴν εἶχεν, οὐκ ἐλαττώθη αὐτόν· ἀλαός γὰρ ὁ τυφλός
α 406 Ἀλαπάξαι · ἐκπορθῆσαι· παρὰ τὴν λάπαθον τὴν βοτάνην, ἥ ἐστι κενωτικὴ γαστρός. καὶ Δημόκριτος τοὺς βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γενομένους πάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ἀλαπάξαι οὖν τὸ ἐκκενῶσαι κυρίως α
α 407 Ἀλάστωρ · ὁ ἁμαρτωλὸς ἢ ὁ φονεὺς ἢ ὁ ἐφορῶν τοὺς φόνους Ζεύς. κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἐπὶ τοῦ ἁμαρτωλοῦ καὶ φονέως, ὁ ἄξιος ἐλάσεως διὰ φόνον, ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, τὸ πλανᾶσθαι, ἢ ὁ ἄλαστα δρῶν, κατὰ δὲ Ἀπολλόδωρον ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. μήποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ λιτῆς μὴ καταξιούμενος. ἢ ὁ τοιαῦτα τολμήσας πράττειν, ὧν μή ἐστιν ἐπιλαβέσθαι. ἐπὶ δὲ τοῦ Διός, οἷον «ἀλάστωρ Ζεύς» ἐτυμολογεῖται ἀπὸ τοῖς τὰ ἀλαστὰ πάσχουσιν ἐπαμύνειν. ἢ ὁ τὰ ἀλαστὰ τηρῶν, τουτέστι τὰ χαλεπά· Μένανδρος · ὁ δ’ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωπος α
α 408 Ἀλαῶσαι · τυφλῶσαι· παρὰ τὴν ἄλην, τὴν πλάνην, οἱ γὰρ τυφλώττοντες ἀλοῦνται. ἢ κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν
α 409 Ἀλάλημαι · πεπλάνημαι · ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Ἄϊδος δῶ. παρὰ τὴν ἄλην, τὴν πλάνην, γίνεται ῥῆμα ἀλῶ, παράγωγον ἄλημι καὶ κατὰ μεταβολὴν τῆς συζυγίας καὶ διπλασιασμῷ ἀλάλημαι ὁ παθητικὸς καὶ ἀλάλησθα. ὁμολογεῖ δὲ καὶ ἡ μετοχὴ προπαροξυνομένη ὅτι οὐκ ἔστι παρακείμενος· εἰ γὰρ ἦν παρακείμενος, ἂν παρωξύνετο. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἀπὸ τοῦ ἀλάλημι ὁ παθητικὸς παρακείμενος ἤλαμαι καὶ ὁ Ἀττικὸς ἀλήλαμαι, ἔνθεν τὸ ἀληλαμένοι περὶ κύκλον, καὶ καθ’ ὑπερβιβασμὸν ἀλάλημαι
α 410 Ἀλαλκεῖν · εἴρηται εἰς τὸ η στοιχεῖον εἰς τὸ ἤλαλκον
α 411 Ἀλαλκών · βοηθήσας. εἴρηται εἰς τὸ ἤλαλκον Ἀπολλώνιοσ
α 412 Ἀλαῖος · ὁ Ἀπόλλων· Φιλοκτήτης γὰρ παραγενάμενος εἰς Ἰταλίαν ἀπὸ τοῦ συμβεβηκότος ἱδρύσατο Ἀπόλλωνος Ἀλαίου ἱερόν, ἐν ᾧ καὶ τὸ τόξον ἀπέθετο. οὕτως Ὦρος
α 413 Ἀλαστός · ἀπὸ τοῦ ἀλαστῶ ἀλαστεῖς, παρὰ δὲ τοῦτο γίνεται ἄλαστος, ὡς ἀπιστῶ ἄπιστος. ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἔστιν ῥῆμα ἀλῶ, τὸ σημαῖνον τὸ πλανῶ, καὶ γίνεται παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω καὶ σκεδῶ σκεδάζω· ἐκ δὲ τοῦ ἀλάζω ἀλαστός, ὡς σκευάζω σκευαστός, καὶ ἐξ αὐτοῦ παράγεται ῥῆμα ἀλαστῶ, τὸ σημαῖνον τὸ χαλεπαίνω· οἱ γὰρ πλανώμενοι χαλεπαίνουσιν. ἄλαστος δὲ λέγεται ὁ μέθης ἄξια ποιῶν διὰ τὴν κακοπραξίαν. οὕτως Ὠρίων
α 414 Ἄλαστα · τὰ κακά, ἀνεπίληστά τινα ὄντα. ἢ παρὰ τὸ λάζω, τὸ λαμβάνω, οἷον · λάζετο δ’ ἔγχος, γέγονεν ἄλαστα, ὧν οὐκ ἄν τις λάβοι, ἀντὶ τοῦ φευκτά
α 415 Ἄλαστον ἤλυθες Οὔλυμπόνδε, θεὰ Θέτι, πένθος ἄλαστον ἔχουσα
α 416 Ἀλαστήσας · σχετλιάσας, δεινοπαθήσας· ἀπὸ τοῦ ἀλαστῶ
α 417 Ἀλαπαδνός · ὁ ἀσθενής· παρὰ τὸ ἀλαπάζω, σημαίνει δὲ τὸ ἐκκενῶ καὶ πορθῶ, γίνεται ἀλαπαδνός, ὡς αἰκίζω αἰκιδνός, ὁ κενὸς δυνάμεως· λάπαθος γὰρ βοτάνη κενωτικὴ γαστρός
α 418 Ἀλαλάζειν · τὸ ἐν μάχαις λέγειν· παρὰ τὴν ἀλαλήν, ὃ σημαίνει τὸν θόρυβον, γίνεται ἀλαλάζω καὶ ἀλάλαγμα ἐξ αὐτοῦ
α 419 Ἀλακάτη καὶ ἀλακάτη Ἰωνικῶς· παρὰ τὸ ἄγω ἄξω γίνεται ὄνομα ῥηματικὸν ἀκτός καὶ τὸ θηλυκὸν ἄκτη καὶ πλεονασμῷ τοῦ α ἀκάτη· καὶ πάλιν ὑπεισελθούσης τῆς αλ συλλαβῆς, ὥσπερ εἴωθεν, γίνεται ἀλακάτη, ἡ ἄγουσα τὸ ἔριον ἢ λίνον. οὕτως Ὠρίων α
α 420 Ἄλγος · ἡ λύπη· ἀπὸ τοῦ ἀλέγω, τὸ φροντίζω· τὰ γὰρ πολυπαθῆ φροντίδος ἄξια. ἢ ἃ μὴ λέγοι τις καὶ ὀνομάζοι α
α 421 Ἄλδιος · ὁ Ζεύς ἐν Γάζῃ τῆς Συρίας τιμᾶται· παρὰ τὸ ἀλδαίνω, τὸ αὐξάνω, ἐπὶ τῆς ἀλδήσεως τῶν καρπῶν· Ὅμηρος · λήϊον ἀλδήσκοντος
α 422 Ἀλδήσκω · τοίου δὲ θυμὸς ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση λήϊον ἀλδήσκων, καὶ ἀναλδήσκοντες ὑπὸ χθόνα, ἀντὶ τοῦ ἀναδιδόμενοι, αὐξόμενοι. εἴρηται παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω, πλεονασμῷ τοῦ δ ἀλδήσκω κατὰ μεταφοράν· τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. ἢ παρὰ τὸ ἅλλεσθαι, τουτέστι πηδᾶν, κατὰ τὴν αὔξησιν
α 423 Ἀλέγω · τὸ φροντίζω· παρὰ τὸ λέγω, τὸ φροντίζω, ἀφ’ οὗ λόγος, ἡ φροντίς· Μένανδρος · οὐδὲ λόγον ὑμῶν, οὐδ’ ἐπιστροφὴν ἔχω· καὶ ἀλέγω μετὰ τοῦ ἐπιτατικοῦ α καὶ οὐκαλέγω, καὶ ἐπὶ κυρίου · Οὐκαλέγων τε καὶ Ἀντήνωρ. ἀλέγω, ἀλεγίζω παράγωγον, καὶ ἀλεγύνων δαῖτα
α 424 Ἀλεγεινός καὶ ἀλεγεινῆς · ἀντὶ τοῦ ἀλγεινῆς, χαλεπῆς· οὐκ ἀπὸ τοῦ ἀλέγω ἀλεγεινός οὐδὲ ἀπὸ τοῦ ἐλέω ἐλεεινός, ἐπεὶ ὤφελον γράφεσθαι διὰ τοῦ ι τὰ γὰρ εἰς νος ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ τοῦ ι γράφονται, τάχα ταχινός, ἀληθές ἀληθινός, χθές χθεσινός, πύκα πυκινός, ἀλλ’ ἀπὸ τοῦ ἄλγος ἀλγεινός καὶ ἔλεος ἐλεεινός διὰ τῆς ει διφθόγγου ὡς παρώνυμα
α 425 Ἀλεξῶ · παρὰ τὴν ἄλοχον· κυρίως τὸ γυναικὶ βοηθῆσαι, καταχρηστικῶς δὲ καὶ τὸ ὁπωσδήποτε. ἢ ἀπὸ τοῦ ἀλκῶ ἀλξῶ καὶ πλεονασμῷ τοῦ ε ἀλεξῶ, ὅπερ εἰς ἐνεστῶτα ἀναχθὲν βαρύνεται ὑπὸ τῶν Ἀττικῶν α
α 426 Ἀλεός · ὁ ἥρως ὁ πατὴρ Αὐγῆς· παρὰ τὸ ἀλῶ παράγωγον ἀλεύω, καὶ ὥσπερ τὸ λοχεύω λοχεός κελεύω κελεός, σωρεύω σωρεός, οὕτως ἀλεύω Ἀλεός
α 427 Ἀλεσούριος · εἶδος ἰχθύου θαλασσίου, ὅν τινες κατ’ εὐφημισμὸν καλλιώνυμον καλοῦσιν· ἔστι δὲ τὸ λεγόμενον θαλάσσιον αἰδοῖον, οἷον ἁλὸς οὐρά, ἁλοσούριόν τι ὄν· οὐρὰν γὰρ καὶ τὸ αἰδοῖον εἰώθαμεν καλεῖν
α 428 Ἀλευάδα · εἴρηται εἰς τὸ φεῦ δᾶ· οἱ γὰρ Δωριεῖς τὴν γῆν δᾶν λέγουσιν καὶ δίαν, ὡς καὶ τὸν γνόφον δνόφον· φεῦ δᾶ οὖν φεῦ γῆ. οὕτως οὖν καὶ τὸ ἀλευάδα ἀλέου δῆ, τοῦ δῆ ἀντὶ τοῦ δᾶ κειμένου
α 429 Ἀλεωρή · ἡ φυλακὴ καὶ ἡ φυγή. ἡ μὲν φυλακὴ παρὰ τὴν ἀλέαν, τὴν θερμασίαν, καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν· ἡ δὲ φυγὴ παρὰ τὸ ἀλέασθαι εὐπαραφυλάκτως. ἀλέω οὖν ἀλεωρή α
α 430 Ἄλες · ἔστιν ἀολλέες, τὸ σημαῖνον τὸ ὁμοῦ, καὶ κατὰ κρᾶσιν τοῦ αο εἰς α μακρὸν ἀποβολῇ τοῦ ἑνὸς λ ἀλέες καὶ ἄλες
α 431 Ἀλεώμεθα · ἐκκλίνομεν, φεύγομεν · Διὸ δ’ ἀλεώμεθα μῆνιν· παρὰ τὸ ἀλῶ, τὸ πλανῶμαι· οἱ γὰρ φεύγοντες πλανῶνται
α 432 Ἀλευρόττησις · σήθω σήσω σῆσις, καὶ τροπῇ τοῦ ς εἰς τ τῆσις καὶ πλεονασμῷ τοῦ τ μετὰ τοῦ ἄλευρον γίνεται ἀλευρόττησις, τὸ κόσκινον. οὕτως Φίλων Α καὶ τροπῇ α
α 433 Ἀλεξίκακος καὶ ἀλεξιφάρμακος · εἴρηται εἰς τὸ ε στοιχεῖον εἰς τὸ εἰλίπους
α 434 Ἀλεξίκακος · ἀποτρεπτικὴ τῶν κακῶν. ἡ ἐτυμολογία εἰς τὸ εἰλίπους
α 435 Ἀλεύατο · καὶ ἀλεύατο πολὺν ὅμιλον· τὸ ἀλεύατο, ἐφυλάξατο· εἴρηται ἀπὸ τοῦ χεύω χεύατο καὶ τροπῇ καὶ στερήσει ἀλεύατο, ὥστε μεταφορικῶς
α 436 Ἀλεγίζω · παρὰ τὸ ἀλέγω ἀλεγίζω · σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω
α 437 Ἀλετρεύουσα · ἀλήθουσα · ὀρφναίης ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ, ὅτι τὴν Ἀντιόπην ὁ Νυκτεύς, βασιλεὺς Θηβῶν, θυγατέρα ἑαυτοῦ οὖσαν, ἐγκλείσας ἐποίησε χαλκᾶς ἀλήθειν κριθάς
α 438 Ἀλεξιάρη · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. εὔχεσθαι Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ. σχόλιον· εὐσεβεῖν διδάσκει τὸν γεωργοῦντα. νειόν· τὴν ἀνανεουμένην γῆν, ἤγουν τὴν νενεασμένην. εὐκηλήτειραν δὲ τὴν ἡσυχάστριαν. ἀλεξιάρη· ἀπαλέξουσα καὶ ἀπείργουσα τὴν ἀρήν, τουτέστιν τὴν ἐκ τοῦ λιμοῦ βλάβην, καὶ τοὺς παῖδας ἥδουσα καὶ θάλλουσα. κουφίζουσαν δὲ ἄρουραν ἀντὶ τοῦ κεκουφισμένην, ἁπαλήν
α 439 Ἀλέα · σημαίνει δὲ τὴν θερμασίαν· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · ἐν θυμῷ δὲ πάντα φυλάσσεο· μηδέ σοι λήθῃ μήτ’ ἔαρ γινόμενον πολιὸν μήθ’ ὥριος ὥρα. πὰρ δ’ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρας ἔργων ἴσχει, ἔνθ’ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλει. πολλὰ δ’ ἀεργὸς ἀνήρ. προσελέξατο θυμῷ. ᾧ μὴ βίος ἄρκιος εἴη. σχόλιον· πάριθι χάλκειον θῶκον· τὰ χαλκεῖα παρὰ τοῖς παλαιοῖς ἄθυρα ἦν καὶ οἱ βουλόμενοι εἰσῄουν καὶ ἐθερμαίνοντο καὶ πένητες ἐκεῖ ἐκοιμῶντο. παραπλήσιον δὲ τούτων ἐστὶν ἡ λέσχη· καὶ ἡ Μελάνθη πρὸς Ὀδυσσέα λέγει · οὐ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἤ που ἐς λέσχην. φησὶν οὖν ὁ Ἡσίοδος· πάριθι τὸν χάλκειον θῶκον, τουτέστιν παρέρχου· καὶ τὴν ἐπαλέα ν λέσχην, τουτέστιν θερμασίαν· ἐν οἷς τόποις καθεζόμενοι θερμαίνονται καὶ τῶν ἔργων ἀπέχονται. παρέρχου, φησί, τούτους τοὺς τόπους· τότε γὰρ μὴ ὀκνῶν ἀνὴρ μεγάλως αὔξει τὸν ἑαυτοῦ οἶκον. ἄλλως· ἀλέα λέγεται ὁ τόπος ὁ ὑπὸ τοῦ ἡλίου θερμαινόμενος, παρὰ τὸν ἥλιονἅλιος γὰρ ὁ ἥλιος λέγεται, μεταφορικῶς δὲ καὶ πάντα τόπον θέρμην ἔχοντα, λέσχην δὲ τὴν γενομένην ἐκεῖ φλυαρίαν τῶν καθεζομένων. ἔνιοι δὲ λέσχην, ἐν ᾗ ἀθροίζονται ἅλις καὶ ὁμιλοῦσιν. ὁ δὲ νοῦς οὕτως· ἀπερχόμενος, φησίν, ἐπὶ τὸ ἔργον σου, μή, ἐὰν εὕρῃς τόπον θέρμην ἔχοντα, στῇς καὶ φλυαρῇς, ἀλλὰ πάρελθε. πολλὰ δ’ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, ἐλπίζων πάντα αὐτομάτως ἔσεσθαι αὐτῷ, ὡς ἂν αἰτιάσαιτο, ἐλοιδόρησεν. ἢ κακὰ συνῆξεν τῇ ἑαυτοῦ ψυχῇ ἢ διελογίσατο κακά· «ληστεύσω, ἁρπάσω». ἡ δὲ ἐλπὶς οὐκ ἀγαθὴ οὐδὲ δυνατὴ εἰσ τὸν χρείαν ἔχοντα βίου ἄνδρα, οὐκ ἐπιτηδεία εἰς τὸ ἐπιμελείας ἀξιοῦν ἀργὸν ἄνδρα
α 440 Ἀλεείνων · ἐκκλίνων, ἐκφεύγων. ἔστιν ἀλέα, ἡ θερμασία· ἐκ τούτου γίνεται ἀλεείνω, οἱονεὶ εἰς τὴν θερμασίαν ἐκ τοῦ ψύχους ἀποφεύγω. τὰ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφονται, ἀλεείνω φαείνω, πλὴν τοῦ ὀρίνω, καὶ ἕως τοῦ παρατατικοῦ κλίνεται α
α 441 Ἀλεύω · σημαίνει δὲ τὸ ἀποφεύγω· παρὰ τὴν ἀλέαν, ὃ σημαίνει τὴν θερμασίαν, γίνεται ἀλέω καὶ ἀλεύω· κυρίως τὸ ἀπὸ τοῦ ψύχους εἰς θερμασίαν φεύγω· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην· φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι ῥεῖα μάλ’, ἀργαλέον δὲ φέρειν, χαλεπὴ δ’ ἀποθέσθαι. σχόλιον· ἀπόφευγε τὰς διαβολάς· ἡ γὰρ κακὴ φήμη καὶ ἐλαφρὴ μέν ἐστι καὶ εὐχερῶς αὐτὴν λαμβάνεις, ἀλλὰ χαλεπή ἐστιν εἰσ τὸ φέρειν αὐτήν. ἄλλως· ῥᾴδιον γὰρ κακὴν φήμην λαβεῖν, ὅσον οὐ ῥᾴδιον ἀγαθήν · φήμη δ’ οὔ τις πάντων ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίξουσι· θεός νύ τίς ἐστι καὶ αὐτή
α 442 Ἀλεύας · μετοχή· ἀλέω ἀλεύω, τὸ δὲ ἀλέω παρὰ τὸ ἀλῶ· οἱ γὰρ φεύγοντες πλανῶνται. ἡ μετοχὴ ἀλεύας, καὶ ἀλεύατο κῆρα μέλαιναν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 443 Ἀλέρα Ἐλάρα · Ἐλάρας γενεά· οὕτως παρὰ Σιμωνίδῃ ἡ Ἐλάρα, Ἀλέρα δὲ παρὰ Πινδάρῳ, οἷον · Ἀλέρας υἱόν· ὅτι τούτου τὸ πρῶτόν ἐστι πίστις ἐκ τοῦ Ἡσιόδου μετὰ πλεονασμοῦ τοῦ ι τὸ πατρωνυμικὸν εἰπών · Εἰλαρίδην πο Τιτυόν. ἐὰν γένηται Ἀλέρα, ὑπέρθεσις δηλονότι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 444 Ἀλεγεινός · παρὰ τὸ ἄλγος ἀλγεινός, καὶ πλεονασμῷ τοῦ ε ἀλεγεινός. οὕτως Ὠρίων
α 445 Ἀλέκτωρ · τὸ ζῷον τὸ κατοικίδιον· παρὰ τὸ ἀλέγω, τὸ κοιμῶμαι, οἷον · τῷ δ’ ἄρα παρκατέλεκτο γυνή· ῥηματικὸν ὄνομα λέκτωρ, καὶ ἀλέκτωρ, ὁ ἐλάχιστα κοιμώμενος· ἢ ὁ ἀπὸ τῶν λέκτρων, τουτέστιν τῶν κοιτῶν, ἡμᾶς διεγείρων. καὶ ὁ ἥλιος δὲ ἀλέκτωρ λέγεται· ἀκάματον γὰρ αὐτὸν λέγει Ὅμηρος ἐπεὶ ἀγρύπνως τὸν συνήθη δρόμον ἐκτελεῖ, ἢ ἑλίκτωρ τις ὢν παρὰ τὴν ἑλικοειδῆ αὐτοῦ κίνησιν
α 446 Ἄλεται ἄλεν ἀλέντες · εἴρηται εἰς τὸ ἄλλεται ἔμπροσθεν
α 447 Ἀλειπής · πηγὴ ἐν Ἐφέσῳ καλουμένη παρὰ τὸ μηδέποτε ἐπιλείπειν ἢ πλεονάζειν ἢ χειμῶνος ἢ θέρους
α 448 Ἀλείτης · σημαίνει δὲ τὸν ἁμαρτωλὸν καὶ ἄδικον διὰ τῆς ει διφθόγγου, ὡς ἐνταῦθα · φάτο γὰρ τίσασθαι ἀλείτην. καὶ λέγει ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὑτοῦ ὅτι ἀνεφάνη τὸ ο ἐν τῷ ἀλοίτης, ὅπερ σημαίνει καὶ αὐτὸ τὸν ἁμαρτωλόν, καὶ διὰ τοῦτο καὶ διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινόμενον ἔχουσι τὸ ε ἐγκείμενον, οἷον σπείρω σπορά, ἀλείφω ἀλοιφή. οὕτως οὖν καὶ ἀλείτης ἀλοίτης· τοῦτο δὲ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ ἢ ὀλοθρεύω
α 449 Ἄλειφα · σημαίνει τὸ ἄλειμμα· ἀπὸ τοῦ ἀλείφω ἄλειφαρ καὶ κατὰ ἀποκοπὴν ἄλειφα· Ἡσίοδος ἐν Θεογονίᾳ · χερσὶ δ’ ὅ γ’ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφα· κλίνεται ἀλείφατος · ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο
α 450 Ἄλεισον · λέγεται δὲ καὶ ἀρσενικῶς, οἷον · γίνωσκε τὸν ἄλεισον καὶ τὰ γράμματα Ἀριστοφάνης. ἔστι δὲ εἶδος ποτηρίου. ἐτυμολογεῖται δὲ διαφόρως. οἱ μὲν γὰρ λέγουσιν, ὅτι παρὰ τὸ ἅλις, ἐξ οὗ ἔστι πιεῖν δαψιλῶς καὶ ἀθρόως. οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσι, πρῶτον μὲν ὅτι ἀντίκειται αὐτῷ ἡ γραφή· τὸ γὰρ ἄλεισον διὰ τῆς ει διφθόγγου, εἰ δὲ ἦν ἀπὸ τοῦ ἅλις, ὤφειλεν διὰ τοῦ ι γράφεσθαι· δεύτερον δὲ καὶ τὸ πνεῦμα ἀντίκειται αὐτῷ· τὸ μὲν γὰρ ἄλεισον ψιλοῦται, τὸ δὲ ἅλις δασύνεται, εἰ δὲ ἦν τὸ ἄλεισον ἀπὸ τοῦ ἅλις, ὤφειλεν δασύνεσθαι· καὶ γὰρ τὸ ἁπανταχοῦ ἐκ τοῦ ἅπας παραχθὲν τὴν δασεῖαν τοῦ ἅπας ἐφύλαξεν. ἄλλοι δὲ λέγουσιν, ὧν ἐστι καὶ ὁ Τεχνικός ὅτι παρὰ τὸ ἄλες ἐστί, τὸ σημαῖνον τὸ ἀθρόον, οἷον ἐξ οὗ ἔστιν ἀθρόως πιεῖν. τούτοις δὲ ὁ χρόνος ἀντίκειται· τὸ μὲν γὰρ ἄλες ὤφειλεν φυλάττειν τὸν μακρὸν χρόνον αὑτοῦ. κρεῖττον οὖν λέγει Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου ὅτι παρὰ τὸ λεῖον γέγονεν ἄλειον, καὶ ἐπενθέσει τοῦ ς ἄλεισον, τοῦ α ἐπιτατικοῦ ὄντος ἢ στερητικοῦ τουτέστιν τὸ μὴ ὂν ὁμαλὸν ἀλλὰ περιφερές. καὶ εὐλόγως ψιλοῦται, ἐπειδὴ τὸ α ἢ στερητικὸν ἢ ἐπιτατικὸν ὂν ψιλοῦται. οὕτως ὁ Χοιροβοσκός
α 451 Ἀλείσιον · τόπος οὕτως καλούμενος, ὡς λέγει ὁ Χοιροβοσκός ἀπὸ τοῦ ἀλῶ ἀλέσω Ἀλείσιον · πέτρης τ’ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκλιται, ἀντὶ τοῦ ὅπου ἡ κολώνη κέκλιται, ὅ ἐστι παράκειται
α 452 Ἀλείπτης · ἀπὸ τοῦ ἀλείφω ἤλειπται ἀλείπτης διὰ τῆς ει διφθόγγου· ὅσα γὰρ ὀνόματα ἐκ τοῦ ἀλείφω γίνονται, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρονται, φυλάττουσι τὴν ει δίφθογγον, ἀλείπτω ἀλείπτης, ἄλειπτον φάρμακον, ἀνήλειπτος ὁ μὴ ἀλειφθείς. εἰ δὲ διὰ τοῦ φ ἐκφέρονται σύνθετα ὄντα, οὐ φυλάττουσιν τὴν ει δίφθογγον, ἀλλὰ διὰ τοῦ ι γράφονται, οἷον ὑπηλιφής ἀνυπηλιφής, σημαίνει δὲ τὴν ναῦν τὴν μὴ ἀλειφθεῖσαν πίσσῃ. πρόσκειται «σύνθετα» διὰ τὸ ἄλειφα, τὸ σημαῖνον τὸ ἄλειμμα, διὰ τοῦ φ ἐκφερόμενον καὶ γραφόμενον διὰ τῆς ει διφθόγγου· ἀλλ’ οὐκ ἔστι σύνθετον· ἁπλοῦν γάρ ἐστιν ἀπὸ τοῦ ἀλείφω ἄλειφα ἄλειμμα. δεῖ γινώσκειν, ὅτι γέγραπται Διφίλῳ τῷ κωμικῷ δρᾶμα ἐπιγεγραμμένον Ἀλείπτρια. τὸ δὲ ἀρσενικὸν τὸ ἀλείπτης ἀπηγόρευται· ἀντὶ δὲ τοῦ ἀλείπτης παιδοτρίβης εἴωθε λέγεσθαι, ἐκ δὲ τοῦ ἀλείπτης φιλαλειπτῶ, οἷον · «ὡς οὐκ ἔστι πίστις ἐν ἀνδρὶ φιλαλειπτοῦντι καὶ περὶ τὰς παλαίστρας ἔχοντι καὶ πολυπραγμονοῦντι ὅ τι ἕκαστον τῶν μειρακίων.»
α 453 Ἀληθές · τὸ μὴ λήθῃ ὑποπῖπτον τοῦ δικαίου. οὕτως Ὠρίων
α 454 Ἀληθής · εἴρηται εἰς τὸ κριτής
α 455 Ἀλήθω · τὸ ἐπὶ τῆς μύλης σῖτον ἢ κριθὴν ἀλευροποιεῖν· ἀπὸ τοῦ ἀλῶ ἀλήθω, ὡς πρῶ πρήθω, νῶ νήθω, κνῶ κνήθω· ἀλήθω τὸ αὐτὸ σημαῖνον τῷ πρωτοτύπῳ. οὕτως Μεθόδιος
α 456 Ἁλήπεδον · τὸ ὁμαλὸν πεδίον· κυρίως δὲ τὸ παραθαλάσσιον χωρίον, τὸ ἁλὸς πέδον· ἢ τὸ ὁμαλὸν καὶ τετριμμένον καὶ οἷον ἀληλεσμένον πεδίον. γράφεται καὶ διὰ τοῦ ι ἃς αἰτίας εὑρήσεις εἰς τὸ α καὶ λ καὶ ι. οὕτως Μεθόδιος
α 457 Ἀλησία · κατὰ στέρησιν τοῦ ληΐζεσθαι. οὕτως Μεθόδιος
α 458 Ἀλησιάς · ἡ Ἀφροδίτη, διὰ τὸ περὶ πᾶν ζῷον ἀλᾶσθαι τὴν θεόν, πολλῶν ἐρασθεῖσαν καὶ πλανωμένην. πιθανώτερον δὲ ἡ ἐν Κολοφῶνι ἐπὶ τοῦ Ἅλεντος ἱδρυμένη ποταμοῦ. οὕτως Μεθόδιος
α 459 Ἀλήτης · ὁ Ἡρακλέους ἀπόγονος ὁ τῆς Κορίνθου βασιλεύς, υἱὸς δὲ Ἱππότου, ἀφ’ οὗ καὶ οἱ Κορίνθιοι Ἀλητίδαι. εἴρηται, ὅτι Ἱππότης διὰ τὸν Κάρνιδος φόνον ὑπὸ τῶν Ἡρακλειδῶν ἐκβληθεὶς καὶ ληστεύων ἔσχεν αὐτόν
α 460 Ἀλήτης · σημαίνει δὲ τὸν πλανήτην. καὶ δεῖ γινώσκειν ὅτι, ὥσπερ τὸ κομήτης καὶ πεδήτης καὶ πλανήτης οὐ ῥηματικὰ ἀλλὰ παρώνυμα, ἀπὸ γὰρ τοῦ πέδη πεδήτης καὶ πλάνη πλανήτης καὶ κόμη κομήτης, οὕτως καὶ παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην, γίνεται ἀλήτης. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ. ἀλίτης δὲ διὰ τοῦ ι γραφόμενον εὗρον ἐγὼ σημαῖνον τὸν ἁμαρτωλόν, ἀπὸ τοῦ μὴ ἔχειν λιτήν, ὅ ἐστι δέησιν
α 461 Ἀλῆτις · τινὲς τὴν Ἠριγόνην λέγουσι τὴν Ἰκαρίου θυγατέρα, ὅτι πανταχοῦ ζητοῦσα τὸν πατέρα ἠλᾶτο· οἱ δὲ Αἰγίσθου καὶ Κλυταιμνήστρας φασίν· οἱ δὲ τὴν τοῦ Μαλεώτου τοῦ Τυρρηνίου θυγατέρα· οἱ δὲ τὴν Μήδειαν, ὅτι μετὰ φόνον τοῦ παιδὸς πρὸς Αἰγέα κατέφυγεν ἀλητεύσασα· οἱ δὲ τὴν Φερσεφόνην, διότι τοὺς πυροὺς ἀλοῦντες πέμματά τινα προσφέρουσιν αὐτῇ. οὕτως Μεθόδιος
α 462 Ἄλη · ἔστι πλάνη καὶ κατ’ ἀρχὴν ἀποβάλλον τὰ δύο σύμφωνα γίνεται ἄνη καὶ τροπῇ ἄλη
α 463 Ἀλήατα · τὰ ἄλευρα τὰ ἐκ πυροῦ ἀληλεσμένα
α 464 Ἄλητα · Σώφρων · ἀμφ’ ἄλητα, ἀλήατα κατὰ συγκοπήν. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 465 Ἄληκτον · ἀκατάπαυστον· παρὰ τὸ λήγω. ἡ χρῆσις εἰς τὸ κήδιστοι
α 466 Ἀλητῶ · ἀπὸ τῆς ἄλης, τῆς πλάνης· σημαίνει δὲ τὸ πλανῶ
α 467 Ἀλητεύω · ἀπὸ τοῦ ἀλητῶ ἀλητεύω· σημαίνει δὲ τὸ πλανῶμαι
α 468 Ἀλήϊον · οἷον · ἤτοι κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο· ὅτι παρετυμολογεῖται τὸ Ἀλήϊον ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης, ὅτι ὁ Βελλεροφόντης ἀνελὼν Βέλλερον, τῶν Κορινθίων δυνάστην, Βελλεροφόντης ἐκλήθη. λαβὼν οὖν παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνης Πήγασον πτερωτὸν ἵππον, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἔσχεν, ὅτι ἐκπεπηδήκοι ἐκ τοῦ τῆς Γοργόνης τραχήλου. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφ’ οἷς ἔπραξεν θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι, τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ· ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον, τὸ ἀπ’ αὐτοῦ καλούμενον Ἀλήϊον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. ἡ ἱστορία παρὰ τῷ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις. ἰστέον δέ, ὅτι οἱ μὲν ἐψίλωσαν αὐτὸ ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι. βέλτιον τὸ πρότερον
α 469 Ἀλήϊος · οὔ κεν ἀλήϊος εἴη ἀνήρ, ᾧ τόσσα γένοιτο. τὸ ἀλήϊος πένης, ἄπορος· ἤτοι ἀπὸ τοῦ μὴ ἔχειν λήϊον, ἤγουν σιτοφόρον χωρίον. ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν, ἤγουν ἀγέλας τῶν προβάτων. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος
α 470 Ἀλήμεναι · ἀθροισθῆναι καὶ συστραφῆναι, οἷον · πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν. ὥσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, οὕτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι. ψιλοῦται δὲ πᾶς ὁ σχηματισμὸς αὐτοῦ
α 471 Ἀλθαία · μήτηρ Μελεάγρου, γυνὴ δὲ Οἰνέως
α 472 Ἄλθετο · τὸ ὑγιασθῆναι· παρὰ τὸ ἄλδειν, ὅ ἐστιν αὔξειν· τὸ γὰρ ὑγιὲς αὔξεται· ἄλδειν δὲ τὸ αὔξειν. οὕτως Ὠρίων
α 473 Ἀλθαίνω · παρὰ τὸ ἄλθω ἀλθαίνω· ἢ παρὰ τὸ ἀλδαίνω. Λυκόφρων · κακὸν μίασμ’ ἔμφυλον ἀλθαίνων κακῷ
α 474 Ἄλθαινος · ποταμὸς Ἰταλίας, ὅν φασιν ὀνομασθῆναι Τίμαιος διὰ τὸ ἀλθαίνειν τὰ τραύματα τῶν ἐν αὐτῷ λουομένων. οὕτως Ὦρος
α 475 Ἁλιβδύειν · τὸ καταδύνειν εἰς θάλασσαν, μεταφορικῶς δὲ καὶ τὸ κρύβειν καὶ ἀφανίζειν· παρὰ τὴν ἅλα καὶ τὸ δύειν Αἰολικῶς πλεονασμῷ τοῦ β ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν. οὕτως Μεθόδιος. καὶ ἁλιβδύσασα Λυκόφρων · εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας. οὕτως Ὠρίων
α 476 Ἁλιζῶνες · οἱ Βιθυνοί, οἷον · αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον· ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερσόνησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος διεζωσμένη. οὕτως Μεθόδιος. οἱ δὲ ἔθνος Θρᾳκῶν
α 477 Ἀλιμοῦς · δῆμος τῆς Ἀττικῆς· ἀπὸ τῶν ἐκεῖσε ἁλῶν ἀλιμόεις καὶ Ἀλιμοῦς. πολλὰ γὰρ καὶ ἄλλα χωρία οὕτως ὠνομάσθη· καὶ γὰρ καὶ ἀπὸ τῶν ῥάμνων Ῥαμνοῦς, δῆμος τῆς Ἀττικῆς, καὶ Κυπάρισσος ἀπὸ τῶν κυπαρίσσων· Ὅμηρος · καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
α 478 Ἀλινδεῖσθαι · τὸ κυλίεσθαι, οἷον · μέλλοντας ἤδη παρθένους ἀλινδεῖσθαι· καὶ ἀλινδήθρας τὰς ἐν τοῖς κηρώμασι κυλήθρας. παρὰ τὸ κυλίνδω ἀφαιρέσει τοῦ κ καὶ τροπῇ τοῦ υ εἰς α ἀλινδεῖσθαι. ἢ παρὰ τὸ ἀλῶ ἀλίω καὶ ἀλινδῶ, ὡς κυλινδῶ. ἢ παρὰ τὸ ἅλις καὶ τὸ δινῶ καὶ κατὰ συγκοπὴν ἀλινδῶ. οὕτως Μεθόδιος
α 479 Ἀλινδῶ · τὸ κυλίω, οἷον · μέλλοντας ἤδη παρθένους ἀλινδεῖσθαι· παρὰ τὸ ἀλίω ἀλινδῶ, ὡς κυλίω κυλινδῶ, ἔνθεν τὸ ἀλίσω, καὶ · ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε
α 480 Ἀλίω · παρὰ τὸ ἀλῶ, τὸ πλανῶ. ἢ ἀπὸ τοῦ κυλίω καὶ τροπῇ τοῦ υ εἰς τὸ α καὶ ἀποβολῇ τοῦ κ ἀλίω ἀλίσω ἤλισα καὶ ἀλίσαι, οἷον · ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε
α 481 Ἀλίωσε · μάταιον ἐποίησεν · οὐδ’ ἀλίωσε βέλος α
α 482 Ἁλιτενής · ὁ παρατεταμένος τόπος τῇ θαλάσσῃ. οὕτως Μεθόδιος
α 483 Ἀλιτηρία Δημήτηρ καὶ ἀλιτήριος Ζεύς· ὅτι λιμοῦ συντόνου γενομένου τοὺς ἀλοῦντας πάντες ἐφύλαττον διὰ τὸ μὴ κλέπτειν τι τῶν ἀλουμένων· ὡς οὖν ἐπόπτας καὶ τηρητὰς τῶν ἀλουμένων τοὺς θεοὺς οὕτως ὠνόμαζον α
α 484 Ἀλιτήριος · ὁ ἁμαρτωλὸς καὶ ἄδικος. ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο. λιμὸς κατέλαβέν ποτε τοὺς Ἀθηναίους· ἥρπαζον οὖν τινες ἀλούμενα τὰ ἄλευρα· ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. καὶ ἄλλως· ἀλιτήριος λέγεται, ὅτι λιμὸς ἐγένετο ἐν Ἀθήναις καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον· ἐλέχθησαν οὖν οἱ τοὺς ἀλοῦντας τηροῦντες καὶ ἁρπάζοντες ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων ἀπὸ τῆς σιτοδείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης. ἔστι δὲ καὶ παράγωγον ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν. ταῦτα ἐκ τοῦ λεξικοῦ· σχηματίζεται καὶ ἄλλως
α 485 Ἀλιτήμων · ἔστιν ἀλίτω βαρύτονον καὶ ἀλιτῶ περισπώμενον· ἀπὸ γοῦν τοῦ ἀλιτῶ περισπωμένου ῥήματος, ὁ μέλλων ἀλιτήσω, γίνεται ἀλιτήμων, ὡς φιλῶ φιλήσω φιλήμων, οἷον · οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων· καὶ ἐν τῇ Ὀδυσσείᾳ · οὐ γάρ τι θεοὺς ἀλιτήμονάς ἐστιν. ἀπὸ δὲ τοῦ ἀλίτω βαρυτόνου γίνεται ἀλίτης ὄνομα καὶ ἐξ αὐτοῦ ἀλιτήρ, ὡς ἀρότης ἀροτήρ, καὶ ἐκ τοῦ ἀλιτήρ ἀλιτῆρος γίνεται ἀλιτήριος, ὡς σωτήρ σωτῆρος σωτήριος. τὸ ρι ι · τὰ γὰρ ἀπὸ τῶν εἰς ρ ληγόντων διὰ τοῦ ριος γινόμενα διὰ τοῦ ι γράφονται, τῆς τρίτης ἀπὸ τέλους ἀπὸ τῆς παραληγούσης τῆς γενικῆς θεωρουμένης, οἷον ἀήρ ἀέρος ἀέριος, αἰθήρ αἰθέρος αἰθέριος, σωτήρ σωτῆρος σωτήριος· οὕτως οὖν καὶ ἀλιτήρ ἀλιτῆρος ἀλιτήριος. ἀπὸ δὲ τοῦ ἀλιτήριος γίνεται κατὰ συγκοπὴν ἀλιτρός, ὁ ἁμαρτωλὸς καὶ ἄδικος · αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς, ἀντὶ τοῦ τῆς ἐμῆς δυνάμεως καὶ προθέσεως κωλυτής. ἢ ἀπὸ τοῦ ἀλιτῶ γίνεται ῥῆμα ἀλιταίνω, ἐξ οὗ τὸ ἀλιτρός καὶ ἀλιτραίνω
α 486 Ἁλικαρνασός · διὰ τὸ πρὸς τῇ ἁλὶ τῆς Καρίας ᾠκίσθαι. οὕτως Ὦρος
α 487 Ἁλίαρτος · ἡ πόλις. ἢ ὅτι ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου α
α 488 Ἀλίαστος · σημαίνει δὲ τὸν ἀκατάπαυστον · οἱ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι· καὶ ὅμαδος δ’ ἀλίαστος ἐτύχθη· παρὰ τὸ λιάζω, τὸ σημαῖνον τὸ ἐκκλίνω, οἷον · ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης, ὁ μέλλων λιάσω, γίνεται ῥηματικὸν ὄνομα λιαστός καὶ μετὰ τοῦ στερητικοῦ α ἀλίαστος, ὃν οὐκ ἄν τις ἐκκλίνοι. ἢ παρὰ τὸ ἀλῶ ῥῆμα, ἀφ’ οὗ τὸ ἀλεύατο νίφα πολλήν, γίνεται ἀλίζω, ὡς φοιτῶ φοιτίζω· Καλλίμαχος · φοιτίζων ἀγαθοὶ πολλάκις θεοὶ ἐΐσης ὀάρους ἐθέλουσιν. ἀλίζω οὖν καὶ καθ’ ὑπέρθεσιν λιάζω λιαστός καὶ ἀλίαστος. οὕτως Ὠρίων
α 489 Ἀλιταίνω · ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα ὅστις τοκῆ’ ἐς γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ· καὶ ὅστις τῇ ἑαυτοῦ ἀφροσύνῃ ἁμαρτήσει εἰς τὰ ὀρφανά, ἀπὸ τοῦ ἀλιτῶ ἢ ἀπὸ τοῦ ἀλίτω γίνεται ἀλιταίνω. ἢ ἀπὸ τῆς ἄλης· ὃς ἂν εἰς ἄλην ἀγάγῃ τῶν καταπονουμένων τὰ τέκνα. Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις
α 490 Ἀλιτῶ · ἔστι δὲ καὶ βαρύτονον καὶ περισπώμενον ἀλίτω καὶ ἀλιτῶ, σημαίνει δὲ τὸ ἁμαρτάνειν· ἀπὸ γὰρ τοῦ λιτή γίνεται τὸ ἀλιτῶ, τὸ λιτῆς καὶ ἱκεσίας στερεῖσθαι· ὅθεν καὶ ἀλίτης, ὁ ἁμαρτωλός, παρὰ τὸ μὴ ἔχειν λιτήν, ὅ ἐστι δέησιν. ἡ χρῆσις τοῦ βαρυτόνου εἰς τὸ ἱκέτης καὶ τοῦ περισπωμένου · καί ἑ κατακτείνειε, Διὸς δ’ ἀλίτηται ἐφετμάς
α 491 Ἅλιος · νῦν ἐπίθετον, ἔστι δὲ καὶ κύριον · παρὰ τὸ ἅλς ἁλός ἅλιος, ὡς χθών χθονός χθόνιος καὶ πτύξ πτυχός πτύχιος. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς
α 492 Ἅλιον · σημαίνει δὲ τὸ μάταιον · ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ. παρὰ τὸ ἅλς ἁλός ἅλιον, ὡς πτύξ πτυχός πτύχιον καὶ χθών χθονός χθόνιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον· ἢ ἀπὸ μεταφορᾶς τοῦ θαλαττίου ὕδατος ἀχρήστου ὄντος εἰς πόσιν. οὕτως Ὠρίων
α 493 Ἅλιας · ἔστιν ἅλις, καὶ πλεονασμῷ τοῦ α ἅλιας. ἔστι δὲ μονῆρες τὸ ἐπίρρημα· οὐδὲν γάρ ἐστιν εἰς ας ἐπίρρημα προπαροξυνόμενον, τοῦτο δὲ μόνον, τὸ δὲ αἴτιον τοῦ τόνου ὁ πλεονασμός· ἀλλ’ ἢ ὀξύνονται, ὡς ἐπὶ τοῦ ἑκάς ἐντυπάς, ἢ παροξύνονται, ὡς ἀτρέμας, οἷον · ἀτρέμας ἧσο. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 494 Ἁλίσκεται · καταλαμβάνεται, κρατεῖται. εἴρηται εἰς τὸ
α 495 Ἅλις · τὸ πλῆρες καὶ κεκορεσμένον, αὐτάρκως ἅμα · αἱ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἱ δέ τε ἔνθα. ἔστι δὲ ἐπίρρημα πρωτότυπον, ἀφ’ οὗ ἅλιθα καὶ ἥλιθα. δύναται δὲ καὶ παρὰ τὴν ἅλα εἶναι, πολλὴν οὖσαν καὶ μεγάλην α
α 496 Ἀλίβας · ὁ νεκρός· παρὰ τὸ μὴ ἔχειν λιβάδα, ὅ ἐστιν ὑγρότητα· οἱ γὰρ ζῶντες ὑγροί. σημαίνει δὲ καὶ ὄξος, ὡς παρὰ Καλλιμάχῳ · ἔβηξαν οἶνον ἀλίβαντα πίνοντες· παρὰ τὸ μὴ λείβειν, ὁ μὴ λειβόμενος ἢ σπενδόμενος α
α 497 Ἄλιππα · παρὰ τὸ ἀλείφω γίνεται ἄλιμμα, καὶ Αἰολικῶς ἄλιππα. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 498 Ἁλίπλοα · τῇ θαλάσσῃ πλέοντα · ἁλίπλοα τείχεα θείη
α 499 Ἁλιεύς · παρὰ τὸ ἁλός ἅλιος καὶ ἁλιεύς, ὡς Αἰακίδης Αἰακιδεύς καὶ ναύτης ναυτεύς. οὕτως Φιλόξενος
α 500 Ἀλκαία · ἡ οὐρά· κυρίως δὲ ἡ τοῦ λέοντος οὐρὰ διὰ τὸ εἰς ἀλκὴν αὐτὸν προτρέπειν· Ὅμηρος · οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι. οὕτως Μεθόδιος
α 501 Ἄλκαρ · δύναμις, σωτηρία· παρὰ τὴν ἀλκὴν ἄλκαρ
α 502 Ἀλκή · ἡ δύναμις· παρὰ τὸ ἀλκῶ ἄλξω, ἀφ’ οὗ τὸ ἀλκτὴρ ἀθανάτοιο ἀρῆς, γέγονεν ἀλκή, ὡς παρὰ τὸ ἕλκω ὁλκή, καὶ κατὰ μεταπλασμὸν ἀλκί, οἷον · ἀλκὶ πεποιθώς. ἢ ἀρκή τις οὖσα ἐπὶ βοηθείας· τὸ γὰρ ἀρκεῖν κυρίως τὸ βοηθεῖν σημαίνει. οὕτως Ὠρίων. ἢ ἀπὸ τοῦ ἄλξ ἀλκός, ὡς πλάξ πλακός
α 503 Ἄλκιμος · παρὰ τὴν ἀλκὴν ἄλκιμος
α 504 Ἀλκμάν · ὄνομα κύριον· παρὰ τὴν ἀλκὴν ἀλκάν καὶ πλεονασμῷ τοῦ μ Ἀλκμάν. ἢ παρὰ τὴν ἀκμὴν ἀκμάν καὶ πλεονασμῷ τοῦ λ Ἀλκμάν. ἢ παρὰ τὸ ἄλκιμος ἀλκιμάν καὶ ἐν συγκοπῇ Ἀλκμάν. κλίνεται δὲ Ἀλκμᾶνος. ζήτει δὲ εἰς τὸν ιε κανόνα τῶν ἀρσενικῶν ὀνομάτων Γεωργίου Χοιροβοσκοῦ
α 505 Ἀλκμάρες · τὸ ἀλεξητήριον· κατὰ πλεονασμὸν τοῦ μ ἀλκμάρες· ἀλκάρες γάρ ἐστι τὸ ἀλαλκοῦν, ὅ ἐστι βοηθοῦν τὴν ἀρὰν καὶ ἀπεῖργον τὴν βλάβην. οὕτως Μεθόδιος
α 506 Ἀλκμήνη · παρὰ τὴν ἀλκὴν Ἀλκήνη, ὡς πύλη Πυλήνη, μέση Μεσήνη, καὶ πλεονασμῷ τοῦ μ Ἀλκμήνη, ὡς Ἀλκάων Ἀλκμάων. ἢ παρὰ τὴν ἀκμὴν ἀκμήνη καὶ Ἀλκμήνη· οὐδὲν γὰρ ἔχομεν εἰπεῖν ἐπὶ τούτου πλέον· κύριον γάρ ἐστι τὸ ὑποκείμενον. οὐ δεῖ γὰρ ἐπὶ τῶν κυρίων ἐτυμολογίας λαμβάνειν. οὕτως Ἡρωδιανὸς, Περὶ παθῶν
α 507 Ἀλκάος · ὃν γὰρ τρόπον οἱ Ἴωνες ἐκβάλλουσι τὸ ι τῶν κτητικῶν, ἤγουν τῆς ει διφθόγγου, τὸν αὐτὸν τρόπον καὶ οἱ Αἰολεῖς τῆς αι διφθόγγου ἐκβάλλουσιν τὸ ι οἷον Θηβαῖος Θηβάος, ἀρχαῖος ἀρχάος, Ἀλκαῖος Ἀλκάος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 508 Ἀλκυών · εἶδος ὀρνέου· παρὰ τὸ κύειν ἐν ἁλί, τουτέστιν ἐν θαλάσσῃ α
α 509 Ἀλκυονίς · λέγεται δὲ καὶ ὑποκοριστικῶς ἀλκυονίς· καί φασιν, ὅτι κύματος αὐτῆς ἀφανίζοντος τὰ ὠὰ καὶ ἐπὶ πολὺ οὔσης ἀτέκνου ὁ Ζεὺς ἐλεήσας αὐτὴν ὥρισεν ἡμέρας τινὰς εὐδιεινάς, ἃς λέγουσιν ἀλκυονίδας α α
α 510 Ἀλκυόνην · φερώνυμον τῆς Μαρπήσσης γυναικὸς τοῦ Μελεάγρου, οἷον · τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ Ἀλκυόνην καλέεσκον. Κήυξ ὁ Φωσφόρου τοῦ ἀστέρος γήμας Ἀλκυόνην τὴν Αἰόλου μέγα φρονήσας ἐφ’ ἑαυτῷ θεὸς ἐβούλετο νομίζεσθαι, διόπερ ἥ τε γαμετὴ διὰ παντὸς ἐκάλει αὐτὸν Δία κἀκεῖνος Ἥραν. Ζεὺς δὲ ἀγανακτήσας μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα, ἐκλήθη δὲ ἡ μὲν Ἀλκυόνη, ὁ δὲ Κήυξ. παρὰ δὲ τοῖς αἰγιαλοῖς τῆς ἀλκυόνος τικτούσης τὰ ἔγγονα αὐτῆς τὰ κύματα διέφθειρεν. Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν κατελεήσας ἐπέταξε τοῖς ἀνέμοις, καθ’ ὃν ἂν καιρὸν αὕτη τίκτῃ, μὴ πνεῖν μέχρι τεσσάρων καὶ δέκα ἡμερῶν. ὥσπερ οὖν ἡ Ἀλκυόνη τὸν ἑαυτῆς ἄνδρα ἐζήτει τὸν Κήυκα, οὕτως καὶ ἡ Μάρπησσα τὸν ἑαυτῆς ἄνδρα τὸν Ἴδαν
α 511 Ἀλκυδών · ἀλκυών, καὶ πλεονασμῷ τοῦ δ ἀλκυδών. καὶ ἔστι μονῆρες· οὐδὲν γὰρ εἰς δων καθαρὸν λῆγον πλεονάζει τὸ δ ἀλλὰ μόνον τοῦτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 512 Ἀλλόκοτον · τὸ ἀνόμοιον· ἀλλότοκον καὶ καθ’ ὑπερβιβασμὸν ἀλλόκοτον. ἢ παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατ’ αὐτὸ ὄν. ὡς τύπτω τύπτιλος καὶ πίτυλος, καὶ παρὰ τὸ σκέπω σκέπος καὶ πέσκος
α 513 Ἀλλάσσω · παρὰ τὸ ἄλλος ἀλλάσσω. οὕτως Ἡρωδιανός
α 514 ἀλλοδαπός · ἀλλοεθνής, ξένος, ὁ ἀπὸ ἄλλου δαπέδου, ἤγουν γῆς ὤν· δάπεδον γὰρ ἡ γῆ. ἡ χρῆσις εἰς τὸ κατηφείη
α 515 Ἀλλοπρόσαλλος · δίγνωμος, διπρόσωπος, ἄλλοτε ἄλλον φιλῶν
α 516 Ἄλλως · σημαίνει τὸ μάτην · ἄλλως ἄρ’ ἐξηπατώμεθα ὑπὸ τῶν πρέσβεων, Ἀριστοφάνης. παρὰ τὸ ἠλός, τὸ μάταιος, οἷον · μαινόμενε, φρένας ἠλέ, διέφθορας· παρὰ τὸ ἠλός ἠλῶν ἠλῶς ἐπίρρημα σημαῖνον τὸ ματαίως, καὶ διπλασιασμῷ τοῦ λ καὶ συστολῇ τοῦ η ἄλλως· εἰώθασι γὰρ οἱ Δωριεῖς διπλασιάζοντες τὰ ἀμετάβολα συστέλλειν τὰς ὑπερκειμένας συλλαβὰς εἴτε φωνῆεν ᾖ ἢ καὶ δίφθογγος. οὕτως Μεθόδιος. οἷον · ἀλλ’ ἄλλως τὸ θυρίδιον κλαυσιάων, Ἀριστοφάνης, ἀντὶ τοῦ ματαίως α
α 517 Ἀλλότριος · ξένος· ἔστιν ἀλλοόριος καὶ κατὰ συγκοπὴν ἀλλόριος, ὁ ἄλλων ὁρίων ὑπάρχων, καὶ κατὰ πλεονασμὸν τοῦ τ ἀλλότριος. οὕτως Ὠρίων
α 518 Ἀλλ’ ἴθι · εἴρηται εἰς τὸ ἴθι
α 519 Ἀλλ’ ἤ · σύνδεσμος διασαφητικός· ἐκ τοῦ ἀλλά συνδέσμου καὶ τοῦ ἤ διαζευκτικοῦ
α 520 Ἄλλος · ἀπὸ τοῦ ἄλαλος κατὰ συγκοπὴν ἄλλος· ἀναιρετικὸν γάρ ἐστι τῶν ὡρισμένων, οἷον· «ἄλλος, οὐκ ἐγώ», «ἄλλος, οὐ σύ». ὅθεν γράφεται καὶ διὰ δύο λλ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου· ἔστιν Ἄλος, πόλις Θεσσαλίας, καὶ γράφεται δι’ ἑνὸς λ πρὸς ἀντιδιαστολήν. ἰστέον, ὅτι τοῦ ἄλλος ἡ κλητικὴ οὐκ ἔστιν, οἷον ἄλλε· ἡ γὰρ φύσις τῆς κλήσεως μάχεται τῷ σημαινομένῳ τοῦ ὀνόματος· ἡ μὲν γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον καὶ γνωριζόμενον, τὸ δὲ ἄλλος ἀγνοουμένου ἐστὶ καὶ ἀπόντος. ὁμοίως δὲ καὶ τὰ κλητικὰ τῶν πυσματικῶν, λέγω δὲ τοῦ τίσ ποῖος πόσος, ἐκλελοίπασιν, ἐπειδὴ τὰ πυσματικὰ περὶ ἀπόντων καὶ ἀγνοουμένων γίνονται προσώπων, αἱ δὲ κλητικαὶ παρόντων εἰσὶν ὑπ’ ὄψιν καὶ ἐγνωσμένων κλήσεις. εἰ τοίνυν τὸ πυσματικὸν εἰς κλητικὴν κλιθείη, ἅμα περὶ τοῦ αὐτοῦ ὡς ἀπόντος καὶ παρόντος λέξει, ἀπόντος μὲν διὰ τὴν τοῦ πυσματικοῦ φύσιν, παρόντος δὲ διὰ τὴν κλῆσιν. τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ πρόσωπον καὶ ὡς παρὸν καλεῖν καὶ ὡς ἀπὸν ζητεῖν διὰ τοῦ πυσματικοῦ. οὕτως Ζηνόβιος
α 521 Ἀλλά · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ ὑμνεῦσι, τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου. σχόλιον· ἀλλὰ τί μοι ταῦτα, ὥσπερ ἄκαιρος αὐτῷ ἡ ὁμιλία ἦν, ἤρξατο λέγειν, ὅτι ἔδωκάν μοι αἱ Μοῦσαι καὶ τὰ ἄλλα, τί μοι ταῦτα τὰ ῥήματα ὡς τὰ περὶ δρυὸς ἢ περὶ πέτρης, τουτέστιν τί μοι χρεία ἀρχαιολογεῖν; τὸ τύνη Δωρικῶς πρὸς ἑαυτόν, τὸ δὲ ταί ἀντὶ τοῦ αἵτινες, πτῶσις ἀντὶ πτώσεως
α 522 Ἄλλιξ · σημαίνει δὲ κατὰ Θετταλοὺς τὴν χλαμύδα· Καλλίμαχος · ἄλλικα χρυσείῃσιν ἐπεργομένην ἐνέτῃσιν. ἀλλάσσω ἄλλαξ καὶ ἄλλιξ
α 523 Ἄλλεται · εἰς ἵππους ἄλλεται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάσσεται, ὥς φησιν ὁ Ἀσκαλωνίτης εἴτε ἐπὶ τοῦ συστραφῆναι, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. ἔστι δὲ δεύτερος ἀόριστος· ἔστιν ἀλῶ, τὸ πλανῶ, ὅπερ ψιλοῦται, ὁ δεύτερος ἀόριστος ἦλον, τὸ δεύτερον ἦλες, τὸ τρίτον ἦλε, καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἄλομεν καὶ κατὰ συγκοπὴν ἄλεν · οἱ δή τοι εἰς ἄστυ ἄλεν, καὶ ἡ μετοχὴ ἀλείς, ὡς φανείς · αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες. τούτου τὸ ὑποτακτικὸν ἐὰν ἀλῶμαι, ἐὰν ἀλῆται. συστολὴ οὖν ἐγένετο καὶ μεταβολὴ τοῦ τόνου ἄλλεται. οὕτως εὗρον ἐν Ὑπομνήμασιν Ἰλιάδος
α 524 Ἅλμενος · εἴ τινά που Τρώων ἐξάλμενος· ἐξαλόμενος, καὶ κατὰ συγκοπὴν ἐξάλμενος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 525 Ἄλλυδις · Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος, ἀντὶ τοῦ ἄλλος ἄλλῃ
α 526 Ἁλμυρόν · ἐπεὶ πίες ἁλμυρὸν ὕδωρ. ὥσπερ παρὰ τὸ τόλμη γίνεται τολμηρός καὶ παρὰ τὸ ἄτη ἀτηρός, οὕτως καὶ παρὰ τὸ ἅλμη ἁλμηρός καὶ τροπῇ τοῦ η εἰς τὸ υ ἁλμυρός, ὡς τηρός τυρός. ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων, ὥστε οὐ τροπῇ κατὰ Ἀπολλώνιον. οὕτως Μεθόδιος α
α 527 Ἄλμα · τὸ ἄλσος· Λυκόφρων · ἵν’ ἄλμα πάππου καὶ χαμευνάδος διπλοῖ. λέγεται καὶ ὁ κλάδος παρὰ τοῖς Αἰολεῦσι. γίνεται παρὰ τὸ ἄλδω, τὸ αὐξάνω, ἐξ οὗ τὸ παράγωγον αὐτοῦ ἀλδάνω, οἷον · μέλε’ ἤλδανε ποιμένι λαῶν, ὁ παρακείμενος παθητικὸς ἦλμαι, τὸ δεύτερον ἦλσαι, τὸ τρίτον ἦλται, καὶ ῥηματικὸν ὄνομα ἄλμα, τὸ αὐξανόμενον τοῖς φυτοῖς, καὶ ὁ κλάδος δὲ ἀπ’ αὐτοῦ ὁ αὐξανόμενος. οὕτως Ὠρίων. ἀφ’ οὗ καὶ ἄλσος, τὸ εὐαξὲς χωρίον· παρὰ τὸ ἄλδω ἄλσω ἄλσος
α 528 Ἅλμη · παρὰ τὴν ἁλός γενικὴν γίνεται ἅλιμος καὶ τὸ θηλυκὸν ἁλίμη καὶ κατὰ συγκοπὴν ἅλμη. ἢ παρὰ τὴν ἁλός ἅλη καὶ πλεονασμῷ τοῦ μ ἅλμη. οὕτως Ὠρίων
α 529 Ἄλξ · ἡ δύναμις· ἀπὸ τῶν εἰς κη ληγόντων θηλυκῶν κατὰ ἀφαίρεσιν τοῦ η καὶ τροπῇ τοῦ προκειμένου κ εἰς ξ γίνεται, ὡς φοινίκη φοῖνιξ, φρίκη φρίξ, κρόκη κρόξ, πυκνή Πνύξ, τὸ ἐν Ἀθήναις βουλευτήριον· ἀλκή, ἄρσει τοῦ η καὶ τροπῇ ἄλξ. οὕτως Μεθόδιος
α 530 Ἀλογήσει · λόγον οὐ ποιήσει, καταφρονήσει · εἰ δέ μοι οὐκ ἐπέεσι ἐπιπείσεται ἀλλ’ ἀλογήσει
α 531 Ἀλοιμός · τὰς χρίσεις καὶ τὰς ἐπαλείψεις ἀλοιμοὺς ἔλεγον· Σοφοκλῆς · μαριεὺς ἀλοιμός, ἡ ἐπάνω τῆσ τοῦ θαλάμου γανώσεως ἐνιεῖσα ἐπάλειψις καθαπερανεὶ πετάλωσις οὖσα ἐν αὐτῷ. ἐγὼ οὖν ὡς λείπω λοιμός, οὕτως ἀλείφω ἀλοιμός. οὕτως Ὠρίων
α 532 Ἀλοιτός · ὁ ἁμαρτωλός· παρὰ τὸ ἀλιτῶ ἀλιτός καὶ ἐπενθέσει τοῦ ο ἀλοιτός. ἢ ὁ ἀνδροφόνος· παρὰ τὸ ἀλοιᾶν, τὸ τύπτειν, ἔνθεν πατραλοίας. Μεθόδιος α
α 533 Ἀλοία · ἔτυπτεν· παρὰ τὸ ἀλοιῶ, ὅθεν καὶ πατραλοίας, οἱ τὸν πατέρα τύπτων
α 534 Ἄλοξ · ἡ αὖλαξ, οἷον · μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· παρὰ τὸ αὖλαξ ἐλλείψει τοῦ υ καὶ τροπῇ τοῦ α ἄλοξ. Μεθόδιος
α 535 Ἀλόπη · χώρα, ἡ καλουμένη Λυκία, πρὸς τῇ Ἐφέσῳ· ἀπὸ τοῦ ἐν τῇ παραλίᾳ αὐτῆς πρῶτον αὐτομάτως ἅλας πηχθῆναι. οὕτως Μεθόδιος
α 536 Ἄλος · πόλις Θεσσαλίας· ἀπὸ τῆς Ἀθάμαντος ἄλης περὶ τοὺς τόπους γενομένης ἐκείνους, καὶ ὑπ’ αὐτοῦ κτισθεῖσα. λέγεται δὲ καὶ ἀρσενικῶς. οὕτως Μεθόδιος
α 537 Ἁλοσύδνη · καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης· Ὅμηρος · νέποδες καλῆς ἁλοσύδνης· λέγεται δὲ καὶ ἐπιθετικῶς ἐπὶ τῶν φωκῶν, γίνεται δὲ παρὰ τὴν ἁλός καὶ τὸ δύνω ἁλοσδύνη καὶ κατὰ μετάθεσιν ἁλοσύδνη, ἡ κατὰ τῆς ἁλὸς δύνουσα· ἢ παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. ἐπὶ δὲ τῆς θαλάσσης παρὰ τὴν ἁλός γενικὴν ἁλόσυνος καὶ τὸ θηλυκὸν ἁλοσύνη, ὡς παρὰ τὸ γηθόσυνος γηθοσύνη, καὶ ἁλοσύδνη κατὰ πλεονασμὸν τοῦ δ. οὕτως Ὠρίων. · μητρός τ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης α
α 538 Ἁλὸς ἄχνη · τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα, τὸν ἀφρόν, ὅπερ καὶ φύκιον λέγεται. εἴρηται εἰς τὸ ἄχνη ἡ ἐτυμολογία
α 539 Ἀλλοδαπός · ξένος · ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ἄνδρας ἐς ἀλλοδαπούς, ἵνα τοι τάδε περ σόα μίμνῃ
α 540 Ἁλουργίς · ἐκ τοῦ ἅλς ἁλός καὶ τὸ ἔργον· ἡ ἀπὸ θαλασσίου κόχλου γινομένη καὶ ἐργαζομένη, ἡ λεγομένη πορφύρα
α 541 Ἄλοχος · γυνή· κυρίως ἡ ἐκ παρθενίας ἑτέρου λέχους ἄπειρος. ἤ ἐστι λέχος, ἡ κοίτη, καὶ λόχος καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ ἢ ἅμα γίνεται ἄλοχος, οἱονεὶ ὁμόλοχός τις οὖσα, ἡ μετέχουσα τῆς κοίτης τοῦ ἀνδρός. οὕτως Ὠρίων
α 542 Ἄλπια · ὄρος τῆς Κελτικῆς· καὶ πληθυντικῶς. λέγεται ἀπό τινος Ἄλπιδος ὑπὸ τοὺς τόπους ἀνῃρημένου. ἢ διὰ τὸ πλῆθος τῆς λευκῆς χιόνος Ἄλπις ἐκλήθη τὰ ὄρη. ἢ παρὰ τὸ ἄλτον, ὅ ἐστιν ὑψηλόν, Ἄλτις κεκλῆσθαι. λέγεται δὲ καὶ πληθυντικῶς Ἄλπεια
α 543 Ἄλπιος · Ἄλπιον, ὄρος μέγα τῆς Εὐρώπης, ἀφ’ οὗ ῥεῖ ὁ Ἴστρος, καὶ ἄλλο δυτικώτερον, ἀφ’ οὗ ῥεῖ ὁ Ῥῆνος ποταμός. Ἄλπιος δὲ λέγεται ἀπό τινος Ἄλπιδος ὑπὸ τοὺς τόπους ἀνῃρημένου. ἢ παρὰ τὸ ἄλτον, ὅ ἐστιν ὑψηλόν, Ἄλτις κεκλῆσθαι· Διονύσιος ἐν Περιηγήσει, οἷον · τῆσδε πρὸς ἀντολίην διαφαίνεται Ἄλπιος ἀρχή
α 544 Ἄλσος · τὸ σύμφυτον χωρίον· παρὰ τὸ ἄλδω ἄλσω ἄλσος. ἢ ἀπὸ τοῦ ἄρδω, ὁ μέλλων ἄρσω, ἐξ αὐτοῦ ἄλσος. ἄλδω, τὸ αὐξάνω, παράγωγον ἀλδάνω, ὡς αὐξάνω, καὶ ὡς ἀπὸ περισπωμένων ἀλδήσω καὶ ἀλδήσκω, οἷον · ληΐου ἀλδήσκοντος. ἢ παρὰ τὸ ἄλλω τὸ ἀλλόμενον, ἄλλος καὶ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ ἄλλος γίνεται ἄλσος κατὰ τροπὴν τοῦ λ εἰς ς. Μεθόδιος
α 545 Ἅλς · ἡ θάλασσα· παρὰ τὸ ἁλές, τὸ συνεστραμμένον καὶ ἠθροισμένον· Καλλίμαχος · εἰς τὸ πρὸς τεῖχον ἱρὸν ἅλεες δεῦτε· καὶ τὸ ἅλις, τὸ σημαῖνον τὸ ἀρκοῦν, καὶ τὸ ἁλείς, τὸ συστραφείς. ἅλς οὖν τὸ συστραφὲν καὶ συνεστραμμένον ὕδωρ. ἰστέον δέ, ὅτε μέν ἐστι θηλυκόν, δηλοῖ τὴν θάλασσαν καὶ ἕως τῶν ἑνικῶν κλίνεται μόνον· οὐχὶ μία ἐστὶν ἡ θάλασσα, ἀλλὰ πολλαί εἰσιν θάλασσαι, οἷον ἡ Νεκρὰ καὶ ἡ Ἐρυθρὰ καὶ ἄλλαι, ἀλλ’ ὅτι ἐν χρήσει οὐχ εὕρηται αὐτῆς οὔτε δυϊκὸν οὔτε πληθυντικόν. ὅτε δὲ τὸ ἁλμυρὸν δηλοῖ, ὅπερ ἐν τῇ συνηθείᾳ οὐδετέρως ἅλας φαμέν, ἀρσενικῶς λέγεται καὶ δι’ ὅλου κλίνεται. ζήτει δὲ καὶ περὶ τούτου πλατικώτερον εἰς τὸν ιη κανόνα τῶν ἀρσενικῶν Γεωργίου τοῦ Χοιροβοσκοῦ α
α 546 Ἆλτο · καθήλατο· ἥλατο, καὶ ἆλτο χαμᾶζε. ἡ χρῆσις εἰς τὸ χαμᾶζε
α 547 Ἁλτὴρ καὶ ἁλτῆρες · κατασκεύασμά τι ἀπὸ μολύβδου, ᾧ κέχρηνται οἱ σωμασκοῦντες ἐν ταῖς γυμνασίαις· παρὰ τὸ ἅλλομαι· βαστάζοντες γὰρ αὐτοὺς καὶ περιφέροντες ἥλλοντο ἐν τῷ γυμνάζεσθαι. οὕτως Μεθόδιος. ὁ δὲ Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων διαλέκτου ἀντὶ τοῦ ἀρτήρ τροπῇ τοῦ ρ εἰς τὸ λ
α 548 Ἀλυκρόν · ἀντὶ τοῦ θαλυκρόν, οἷον · ἀπάντη πάντα θαλυκρὸς ἐγώ, εἶτα · γέντο δ’ ἀλυκρά, ἔνδεια, καὶ διὰ τοῦ θ καὶ χωρὶς τοῦ θ. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν καὶ Ὠρίων
α 549 Ἀλυκτέων · ἄλλο οὖν ἐστι παράδειγμα ὁ κίρκος, ἄλλο οὖν ἐστι τὸ ἀλυκτέων. τὸ ὑλακτέων ἀλυκτέων· οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 550 Ἀλυίω · ἰστέον, ὅτι τοῦ ὀπυίω καὶ ἀλυίω καὶ τῶν παραπλησίων ἐκλελοίπασιν οἱ χρόνοι οἱ διὰ συμφώνου γινόμενοι· οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφέρεται, οἷον αἴθυια Ἅρπυια μυῖα. οὕτως Ζηνόβιος
α 551 Ἀλύσκω · ἰστέον, ὅτι τὸ ἀλύσκω οὐκ ἔστιν ἐκ τοῦ ἀλύω· τὸ μὲν γὰρ ἀλύω ἢ τὸ ἀδημονῶ σημαίνει καὶ ἀπορῶ ἀπὸ τοῦ λύσιν μὴ ἔχειν ἢ τὸ χαίρω, τὸ δὲ ἀλύσκειν τὸ ἐκκλίνειν καὶ ἀποφεύγειν δηλοῖ. καὶ μήποτε δύναται παράγωγον εἶναι ἐκ τοῦ λύω, τοῦ α ἢ κατὰ πλεονασμὸν ἢ κατὰ ἐπαύξησιν λαμβανομένου. ὁ μέλλων ἀλύσω καὶ πλεονασμῷ τοῦ κ ἀλύσκω, ὡς μεθύω μεθύσω μεθύσκω. ἀλύσκειν οὖν τὸ οἱονεὶ λελύσθαι. οὕτως Ζηνόβιος
α 552 Ἅλυς · οἷον ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται μετὰ τὸν δ’ ἀγχίρροος Ἶρις. Ἅλυς ποταμὸς Παφλαγονίας, Ἶριν δὲ αὐτὸν λέγει Καλλίμαχος. εἴρηται δὲ Ἅλυς, οἱονεὶ ἄλης τις ὢν καὶ πλανήτης, πολλὴν γὰρ διοδεύει γῆν· τροπῇ τοῦ η εἰς υ ὡς τηρός τυρός. οὕτως Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά α
α 553 Ἀλυκτοπέδῃσι · ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. δῆσε δ’ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον δεσμοῖς ἀργαλέοισι, μέσον διὰ κίον’ ἐλάσσας· καί οἱ ἐπ’ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γ’ ἦπαρ ἤσθιεν ἀθάνατον, τὸ δ’ ἀέξατο ἶσον πάντοθεν νυκτός, ὅσον πρόπαν ἦμαρ ἔδυ τανυσίπτερος ὄρνισ τὸν μὲν ἄρ’ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς Ἡρακλέης ἔκτεινε, κακὴν δ’ ἀπὸ νοῦσον ἄλαλκε. κίονα λέγει τὰ Καυκάσια ὄρη. ἤτοι διὰ μέσου κίονος δήσας τὸν Προμηθέα, ἢ ἀναγωγικῶς λέγουσιν, ὅτι ἡ ἄγνοια ἀπὸ τοῦ σώματός ἐστιν ὁ κίων. ἧπαρ δὲ τὴν κίνησιν τοῦ λογισμοῦ. νυκτὸς ὅσον πρόπαν ἦμαρ ἔδυ τανυσίπτερος, ἐπειδὴ ἐν ἡμέρᾳ ἐλαττοῦται τὸ προνοητικὸν διὰ τοὺς συντυγχάνοντας καὶ ποιοῦντας θυμωθῆναι. τὸν μὲν ἄρ’ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός· τὸν ἥλιον λέγουσιν εἶναι αἴτιον τῆς ἀναιρέσεως τοῦ ζῴου τούτου, ὃν καὶ Ἡρακλέα καλοῦσιν. ὅταν, φησίν, ἀποθάνῃ τις, τότ’ ἀπαλλάσσεται μερίμνης. οὕτως Ἡσίοδος ἐν Θεογονίᾳ. Ἀπολλώνιος δὲ ὁ τὰ Ἀργοναυτικά · καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο πόντου ἠλιβάτοιο, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκῇσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβεν παλιμπετὲς ἀΐσσοντα. ἀλυτοπέδαις πλεονασμῷ τοῦ κ τουτέστιν δεσμοῖς, ὧν οὐκ ἔστι λυθῆναι. ἰστέον, ὅτι ἧπαρ λέγεται παρὰ πολλοῖς ἡ εὔκαρπος γῆ· Ἀετὸς δὲ ποταμὸς τῆς χώρας Προμηθέως, ὃς ὀξέως κατιὼν ἄφνω ἥρπαζε τὴν γῆν πᾶσαν τῶν ἀγρῶν Προμηθέωσ καὶ ἐδαπάνα. τοῦτόν ποτε Ἡρακλῆς τὸν ποταμὸν διορύξας δι’ ἑτέρων τόπων ἐξωχέτευσεν καὶ ἀπέτρεψεν· καὶ ἔμεινεν ὁ μῦθος, ὡς Ἡρακλῆς τὸν ἀετὸν ἐκώλυσεν τοξεύσας τοῦ τὸ ἧπαρ ἐσθίειν Προμηθέως
α 554 Ἁλυκός · παρὰ τὴν ἅλα ἁλικός καὶ ἁλυκός τροπῇ τοῦ ι εἰς υ ὡς τριφάλεια τρυφάλεια. οὕτως Μεθόδιος
α 555 Ἅλυσις · ἡ ἐκ χαλκοῦ ἢ σιδήρου ἢ ἀργύρου ἢ χρυσοῦ περιπεπλεγμένη σειρά. Ὅμηρος δὲ αὐτὴν σειρὰν καλεῖ, οἷον · σειρὴν χρυσείην. Εὐριπίδης δὲ ἅλυσιν ὅτι ἄλυτός ἐστιν, ἢ ὅτι ἄλλη ἄλλης ἐξήρτηται. οὕτως Μεθόδιος α
α 556 Ἀλύσσω · τὸ ἀδημονῶ· Ὅμηρος · οὐκ ἐμὸν αἷμα πίνοντες ἀλύσσοντες περὶ θυμῷ. παρὰ τὸ ἀλῶ ἀλύσσω, ὡς ὀρύσσω, ἐξ οὗ καὶ ἄλυς, ἡ πλάνη τῆς διανοίας. ἢ παρὰ τὴν λύσσαν. καὶ ἔστι τὸ λύσσω βαρύτονον, ὡς νύσσω, παρ’ Ὁμήρῳ λύσσοντες καὶ ἐν ἐπιτάσει ἀλύσσοντες. ἢ παρὰ τὸ λυσσῶ περισπώμενον ἐντελὲς λυσσάω, ὡς ἐλῶ ἐλάω, λυσσάοντες, καὶ ἐν ὑπερθέσει τοῦ α ἀλύσσοντες. Μεθόδιος
α 557 Ἀλύξαι · τὸ ἐκκλίναι· ἀπὸ τοῦ ἀλύσκω. ἢ ἀπὸ τοῦ λύω ἀλύω, τοῦ α ἢ πλεονάσαντος ἢ κατ’ ἐπίτασιν. ἀλύω οὖν ἀλύσσω, ὁ μέλλων ἀλύξω ἤλυξα καὶ ἀλύξαι · αὐτοῦς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι· αὐτοὺς δή ἀντὶ τοῦ ἡμᾶς αὐτούς
α 558 Ἀλυτάρχης · ὁ τῆς ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι εὐκοσμίας ἄρχων. Ἠλεῖοι γὰρ τοὺς ῥαβδοφόρους ἢ μαστιγοφόρους παρὰ τοῖς ἄλλοις καλουμένους ἀλύτας καλοῦσι, καὶ τὸν τούτων ἄρχοντα ἀλυτάρχην. Ἡδύλος δὲ εἰς τὰ Ἐπιγράμματα Καλλιμάχου διὰ τῶν δύο λλ ὀνομάζει τοὺς ἀλύτας ἀλλύτας. οὕτως Μεθόδιος
α 559 Ἀλυσκάζειν · τὸ φεύγειν· παρὰ τὴν ἄλην, τὴν πλάνην· οἱ γὰρ φεύγοντες πλανῶνται
α 560 Ἀλύειν · δηλοῖ τὸ δυσφορεῖν καὶ λυπεῖσθαι, δηλοῖ δὲ καὶ τὸ χαίρειν · ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; γίνεται δὲ τὸ μὲν πρῶτον παρὰ τὸ λύω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀλύω, ἵν’ ᾖ τὸ μὴ λύσιν εὑρίσκειν τῶν κακῶν. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, γίνεται ἀλύω, ὡς πλήθω πληθύω καὶ ὀρῶ ὀρύω καὶ ὀρούω· οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ εἰσίν. τὸ δὲ δεύτερον γίνεται μὲν καὶ αὐτὸ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύω· πλανῶνται γὰρ καὶ τῶν χαιρόντων αἱ ψυχαί. ἢ παρὰ τὸ ἄγαν λελύσθαι καὶ διακεχύσθαι αὐτήν α
α 561 Ἀλφειός · ὁ ἐν Ἤλιδι ποταμός· παρὰ τὸ τοὺς ἀλφοὺς θεραπεύειν. ἢ παρὰ τὸ ἄλφειν, ὅ ἐστι θεραπεύειν καὶ ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. Μεθόδιος α
α 562 Ἄλφιτα · ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν. παρὰ τὸ ἀλφαίνειν, ἡ πρῶτον εὑρεθεῖσα τροφή. ἢ ἀλήφατά τινα ὄντα, τὰ ἀληλεσμένα, πρὸς ἀντιδιαστολὴν τῶν ὅλων, ἀλήφατα ἄλφιτα
α 563 Ἀλφός · παρὰ τὸ ἐναλλάσσειν τὴν χροιάν· τὸ γὰρ ἐναλλάσσειν παρὰ τοῖς ἀρχαίοις ἀλφαίνειν ἐλέγετο. σημαίνει δὲ τὸ πάθος, ἀλλόφως τις ὤν, ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν. λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον, καὶ ἐπὶ τῶν ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐξηλλαγμένων. Μεθόδιος α
α 564 Ἀλφηστής · ὁ εὑρετικός· οἱ μὲν γὰρ ἐπίθετον τοῦ ἀνθρώπου, οἱ δὲ αὐτὸν τὸν ἄνθρωπον. παρὰ τὸ ἄλφειν, τὸ εὑρίσκειν· μόνος γὰρ ὁ ἄνθρωπος εὑρετικός. ἐξ οὗ ἡ γενικὴ τῶν πληθυντικῶν ἀλφηστῶν καὶ ἀλφηστάων· ὅθεν καὶ ἄλφα τὸ στοιχεῖον ὠνόμασται, παρὰ τὸ ἄλφω, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· ἄλφειν γὰρ τὸ ἀμείβειν, ὅθεν καὶ ἀλφεσίβοιαι α
α 565 Ἀλφησταί · Σώφρων εἰς Ἀνδρείους Μίμους · καταπυγοτέραν ἀλφηστᾶν. Ἀπολλόδωρος δέ φησιν · «ἰχθῦς τινες οἱ ἀλφησταί, τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες κατά τινα μέρη. φασὶ δὲ αὐτοὺς ἁλίσκεσθαι σύνδυο· καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. ἀπὸ γοῦν τοῦ κατὰ τὴν πυγὴν ἑτέρῳ τὸν ἕτερον ἐπακολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω λέγουσιν.»
α 566 Ἀλφεσίβοιαι · ἔστι δὲ κύριον παρὰ Θεοκρίτῳ καὶ ἐπίθετον παρὰ τῷ ποιητῇ, οἷον · παρθένοι ἀλφεσίβοιαι, αἱ παρθένοι, αἱ βόας ἐφ’ ἑαυτὰς εὑρίσκουσαι τῷ τοὺς πατέρας τοὺς ἄνδρας ἀλλασσομένους ὑπὲρ αὐτῶν. ἔστιν οὖν ἄλφω, τὸ εὑρίσκω καὶ ἀμείβω, καὶ ἐξ αὐτοῦ γίνεται ἀλφόβοιαι· πολλάκις δὲ τὸ ο ἐν ταῖς συνθέσεσιν εἰς ε μεταβάλλεται καὶ τὴν σι συλλαβὴν προσλαμβάνει, οἷον ἑλκόπεπλος ἑλκεσίπεπλος, Πρωτόλαος Πρωτεσίλαος, πηγόμαλλος πηγεσίμαλλος· οὕτως οὖν ἀλφόβοιαι καὶ ἀλφεσίβοιαι. Μεθόδιος
α 567 Ἀλφίτου ἀκτήν · τὸ ἀλφίτου ἀκτή κατὰ ἀφαίρεσιν εἰρῆσθαι· εἶναι γὰρ μακτήν. οἱ δέ φασιν, ὅτι ἀλφίτου ἀκτὴν εἰρῆσθαι, ὅτι ἄκρον ἐκάλουν τὸν καρπόν, ἔνθεν καὶ ἀκρόδρυα. ἢ ὅτι ὥσπερ ὁ εἰς θάλασσαν καθήκων τόπος ἔσχατος ὢν τῆς ἠπείρου ἀκτὴ λέγεται, οὕτως καὶ τὸ ἔσχατον τοῦ ἀλεύρου εἶναι προπονηθέντων εἰς τὸν καρπόν. ἢ ἀπὸ τοῦ ᾄσσεσθαι ὑπὸ τοῦ μύλου, καθάπερ καὶ τὰ κύματα τῆς θαλάσσης ἐν τῷ αἰγιαλῷ, ὃς ἀκτὴ καλεῖται. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 568 Ἀλῶ · σημαίνει τὸ πλανῶ· τὸ παθητικὸν ἀλῶμαι, ἀλώμενος ἡ μετοχή· παρὰ τὸ λῶ, ὅπερ ἀπὸ τοῦ θέλω γίνεται κατὰ ἀφαίρεσιν· τοῦτο τὸ λῶ γίνεται μετὰ τοῦ στερητικοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι ὧν οὐ θέλουσιν ἐπιτυγχάνουσιν. Μεθόδιος α
α 569 Ἁλῶ · τὸ συλλαμβάνω, ὅπερ Ὅμηρος ἁλώω ἔφη, οἷον · ἤ κεν ἁλώω· παράγεται δὲ ἀπὸ τούτου καὶ τὸ ἁλίσκω. εἴρηται παρὰ τὴν ἅλα, τὴν θάλασαν· ἀπὸ τῶν τοὺς κατὰ θάλατταν λαμβανομένους πρῶτον ἁλίσκεσθαι νομιζόντων. Μεθόδιος α
α 570 Ἁλώνητα · τὰ βάρβαρα ἀνδράποδα· τοὺς γὰρ ἅλας διδόντες τοῖς Θρᾳξὶν ὠνοῦντο ἀνδράποδα α
α 571 Ἀλωπεκία · τὸ πάθος τὸ ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων, ἀπὸ τῆς ἀλώπεκος ἡ μεταφορά· ἡ γὰρ ἀλώπηξ, τὸ ζῷον, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ ξηραίνουσα καὶ τὴν προϋπάρχουσαν βοτάνην καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ. Μεθόδιος α
α 572 Ἀλωπεκόννησος · ὄνομα νήσου· ὅτι Ἀθηναίοις ἀποικίαν στελλομένοις ὁ θεὸς ἔχρησεν ἐκεῖ κατοικῆσαι, ἔνθα ἂν ἀλώπηξ φανῇ· καὶ ἐν τῇ νήσῳ φανείσης τῆς ἀλώπεκος ᾤκησαν. Μεθόδιος
α 573 Ἁλωρῆται · τοὺς τὰς ἅλως φυλάττοντας οὕτως ὑπὸ Λυκίων καλεῖσθαι· ὠρεῖν γὰρ τὸ φυλάττειν
α 574 Ἅλως · ἣ καὶ ἁλωή λέγεται· παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν. ἢ παρὰ τὸ ἅλες, τὸ σημαῖνον τὸ ἄθροισμα· ἐκεῖ γὰρ συναθροίζονται οἱ στάχυες. ἢ παρὰ τὸ ἅλις καὶ ἱκανῶς ἔχειν τοὺς καρπούς. οὕτως Μεθόδιος
α 575 Ἅλωα · ἰστέον, ὅτι τὰ εἰς ως βαρύτονα τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τος κλίνονται, ἔρωτος Νέπωτος. τὰ δὲ μακρᾷ παραληγόμενα διὰ καθαροῦ τοῦ ος Μίνως Μίνωος, ἥρως ἥρωος. σεσημείωται τὸ εἵλως εἵλωτος, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἕλως ἐστὶ καὶ ἐκλίθη ἕλωτος ὡς βραχείᾳ παραληγόμενον, λοιπὸν ἐπλεόνασε τὸ ι · εἵλωτες δέ εἰσιν οἱ περὶ τὴν Μεσσηνιακὴν οἰκοῦντες Πελοπόννησον. καὶ πῶς τὸ κάλως, ὃ σημαίνει τὸ σχοινίον, βαρύτονον ὂν καὶ βραχείᾳ παραληγόμενον οὐ κλίνεται διὰ τοῦ τος ἀλλὰ διὰ καθαροῦ τοῦ ος ὡς μαρτυρεῖ Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ εἰπὼν κάλωες, ὥσπερ ἥρωες; οὐ γὰρ δυνάμεθα εἰπεῖν, ὅτι Ἀττική ἐστιν ἡ κλίσις· οἱ γὰρ Ἀθηναῖοι κατὰ ἀποβολὴν τοῦ ς κλίνουσιν, οἷον ὁ κάλως τοῦ κάλω. ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστιν αὕτη ἡ τοῦ κάλως τοῦ κάλωος κλίσις, ἀλλ’ ἐπέκτασις· ἔστι γὰρ ὁ κάλως τοῦ κάλω, καὶ κατ’ ἐπέκτασιν τῆς ος συλλαβῆς κάλωος, ὥσπερ ἡ ἅλως τῆς ἅλω, καὶ ἅλωος, ἐξ οὗ ἡ αἰτιατικὴ τὴν ἅλωα, ὥσπερ Καλλίμαχος ἐν τῇ Ἑκάβῃ · δινομένην περὶ βουσὶν ἐμὴν ἐφύλαττον ἅλωα. σημαίνει δὲ καὶ τὸ νεφελῶδες τὸ περὶ τὴν σελήνην καὶ τὸν ἥλιον. οὕτως ὁ Χοιροβοσκός
α 576 Ἀλωήν · τὸ σύμφυτον χωρίον καὶ σύνδενδρον ἢ καὶ ἁλωνίαι· παρὰ τὴν ἄλσιν, τὴν αὔξησιν. περὶ δὲ τῶν ἁλωνιῶν εἴρηται εἰς τὸ ἅλως
α 577 Ἀλῳάς · ἁλωνίας, οἱ τόποι ὅπου οἱ πυροὶ πατοῦνται. σημαίνει δὲ καὶ τὴν δενδροφόρον καὶ σύμφυτον γῆν. καὶ εἰ μὲν διὰ τοῦ ι γράφεται τὸ σημαῖνον τὴν ἅλωνα, ἀπὸ τοῦ ἀλοιῶ γέγονεν παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν. εἰ δὲ ἄνευ τοῦ ι παρὰ τὸ ἅλες, τὸ σημαῖνον τὸ ἄθροισμα· ἐκεῖ γὰρ συναθροίζονται οἱ στάχυες. ἢ παρὰ τὸ ἅλις, ὅ ἐστιν ἱκανῶς ἔχειν τοὺς καρπούς. ἐπὶ δὲ τοῦ συμφύτου τόπου παρὰ τὴν ἄλσιν, τὴν αὔξησιν· ἄλδω οὖν ἀλωή χωρὶς τοῦ ι
α 578 Ἀλώπηξ · κλίνεται ἀλώπεκος· σεσημείωται, ὅτι ἔτρεψεν τὸ η εἰς ε ἐν τῇ γενικῇ. καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ηξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τῷ ω οἷον πήληξ ἡ περικεφαλαία, ἀντίπηξ ἡ κιβωτός, ὕσπληξ ἡ ἀφετηρία τοῦ δρόμου. τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται, ἐπεὶ ἀρσενικόν ἐστιν. ἐπεὶ οὖν τὸ ἀλώπηξ θηλυκόν ἐστι παραληγόμενον τῷ ω εἰκότως ὡς παραλλάξαν κατὰ τὴν παραλήγουσαν παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. οὕτως ὁ Χοιροβοσκός
α 579 Ἁλωτός · ληπτός, χειρωτός. εἴρηται περὶ τούτου εἰς τὸ δῶρον εἰς τὸ Δ στοιχεῖον. ἔστι δὲ ῥηματικόν
α 580 Ἁλῴη · ἔχει τὸ ι ἐν τῇ παραληγούσῃ· ἔστι γὰρ ἐὰν ἁλῶ, ἐὰν ἁλῷς, ἐὰν ἁλῷ· καὶ κατὰ πλεονασμὸν τοῦ η γίνεται ἐὰν ἁλῴη, ὥσπερ ἐὰν στῶ, ἐὰν στῇς, ἐὰν στῇ καὶ ἐὰν στῄη, οἷον · στῄη ἐπ’ ὠκυρόῳ ποταμῷ, καὶ ἐὰν φῶ, ἐὰν φῇς, ἐὰν φῇ καὶ ἐὰν φῄη· Ὅμηρος ἐν Ὀδυσσείᾳ · φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, σημαίνει δὲ ἀθηρηλοιγὸν τὸ πτυάριον. δύναται δὲ καὶ τὸ ἐὰν ἁλῴη μὴ ἔχειν τὸ ι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν λήγουσαν, ἵνα εἴπωμεν αὐτὸ ἀπὸ τρισυλλάβου, ἀπὸ τοῦ ἐὰν ἁλώω, ἐὰν ἁλώῃς, ἐὰν ἁλώῃ. ἀλλ’ ἐπειδή εἰσι πολλὰ ἐν τῇ παραληγούσῃ ἔχοντα τὸ ι ἀπὸ πλεονασμοῦ τοῦ η οἷον στῄη φῄη, τούτου χάριν καὶ τὸ ἁλῴη ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι καὶ ἀπὸ πλεονασμοῦ τοῦ η. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ποσότητα. σημαίνει δὲ τὸ ληφθείη, πορθηθείη
α 581 Ἁλῶναι · εἴρηται εἰς τὸ θεῖναι καὶ εἶναι
α 582 Ἅμα · τὸ ἐπίρρημα· παρὰ τὸ θαμά, τὸ συνεχῶς, καὶ κατὰ ἀποβολὴν τοῦ θ ἅμα· τὸ γὰρ πυκνῶς γινόμενον κατὰ τὸν αὐτὸν ἀποτελεῖται χρόνον. τὸ δὲ θαμά γέγονεν οὕτως· ἔστι θαμός, ἐξ οὗ τὸ θαμειός, ὡς ἀδελφός ἀδελφειός, καὶ τὸ θηλυκὸν θαμειά καὶ τὸ οὐδέτερον θαμόν, ἡ εὐθεῖα τῶν πληθυντικῶν θαμά καὶ τὸ ἐπίρρημα θαμά. οὐ γὰρ ἀπὸ τοῦ θαμύς θαμειός, ἀφ’ οὗ τὸ θαμέες γὰρ ἄκοντες· οὐ γὰρ ἂν ὠξύνετο τὸ θαμειός. οὕτως Μεθόδιος α
α 583 Ἁμάδιος · ἐπιρρηματικῶς, ἅμα τῷ προελθεῖν· ἀπὸ τοῦ ἅμα παράγωγον διὰ τοῦ διος καὶ πολὺς ὁ τοιοῦτος χαρακτήρ. οὕτως Μεθόδιος α
α 584 Ἄμαθος · ἡ ψάμμος · τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης. παρὰ τὸ ψάμαθος καὶ ἀποβολῇ τοῦ ψ ἄμαθος. ἢ ἄμυθός τις οὖσα, τουτέστιν ἡ ἀνεπίγνωστος, ἣν οὐκ ἔστιν ἀριθμῆσαι καὶ καταμαθεῖν. Μεθόδιος
α 585 Ἀμαιμάκετος · ὁ μακρός, οἷον · ἱστὸν ἀμαιμάκετον. παρὰ τὸ μῆκος μάκετος καὶ διπλασιασμῷ μαμάκετος καὶ πλεονασμῷ τοῦ ι καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀμαιμάκετος, ὁ μακρὸς καὶ ὑπερφυής. τὸ δὲ πνείουσαν ἀμαιμάκετον πῦρ παρὰ τὸ μαιμῶ μαίμακα, ὃ καὶ μαιμάω φησὶν Ὅμηρος · ὡς δ’ ἀναμαιμάει α
α 586 Ἀμαιμακέτην · ἄμαχον, ἀκαταγώνιστον, φοβεράν· παρὰ τὸ μαιμάω μαιμάκετον, ἐξ οὗ τὸ θηλυκὸν ἀμαιμακέτην, οἷον · πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν. ἢ παρὰ τὴν μάχην ἀμαιμάχητος καὶ ἀμαιμάκετος καὶ ἀμαιμακέτην. οὕτως Μεθόδιος
α 587 Ἀμαλδύνω · κυρίως μὲν τὸ διὰ πυρὸς ἀφανίσαι· παρὰ τὸ μαίρω, τὸ λάμπω, ὁ μέλλων μαρῶ, ἀφ’ οὗ τὸ μαραίνω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαρῶ, καὶ τροπῇ τοῦ ρ εἰς λ ἀμαλῶ, καὶ κατὰ παραγωγὴν ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω. ἢ τὸ ἁπλῶς ἀφανίσαι ἢ ὁμαλίσαι, οἷον · τεῖχος ἀμαλδῦναι. παρὰ τὴν ἄμμον, οἷον ἄμμος ἀμῶ, ὡς δοῦλος δουλῶ καὶ φίλος φιλῶ, παράγωγον ἀμύνω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς καὶ τοῦ δ ἀμαλδύνω. οὕτως Ὠρίων. ὁ δὲ Μεθόδιος παρὰ τὸ ὁμαλός ὁμαλύνω, ὡς κακός κακῶ κακύνω, καὶ ἐπενθέσει τοῦ δ καὶ τροπῇ τοῦ ο εἰς α ἀμαλδύνω · ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν α
α 588 Ἀμαλλοδετῆρες · οἱ τὰς ἀμάλλας δεσμοῦντες· ἄμαλλα δὲ ἡ ἐκ πολλῶν δραγμάτων συναγωγή
α 589 Ἀμαλή · ἡ ἁπαλή. ἡ δὲ λέξις Μακεδόνων· ὅθεν καὶ πρόμαλα εἴρηται ἡ πρὸ τοῦ δέοντος αὐξομένη μυρίκη· μαλεῖν γὰρ τὸ αὔξειν καὶ ὁ τριχῶν ἔχων αὔξησιν μάλη. ἔστι δὲ ἁπαλή καὶ τροπῇ ἀμαλή· Καλλίμαχος · ἣν μόνη ῥύετο παῖς ἀμαλή. Μεθόδιος α
α 590 Ἀμάλθεια · ἡ τροφὸς τοῦ Διός· Καλλίμαχος · σὺ δὲ θήσαο πίονα μαζὸν αἰγὸς Ἀμαλθείης. εἰσὶ δ’ οἵ φασι παραπεπλάσθαι τὸ ὄνομα· εἶναι γὰρ αὐτὴν ἀμαλακιστίαν, παρὰ τὸ μὴ μαλάσσεσθαι. διὰ τοῦτο καὶ τὸν Ἡρακλέα καρτερικώτατον γενόμενον ἔχειν αὐτῆς τὸ κέρας ἐμυθολόγησαν α α
α 591 Ἀμάμαξυς · ἡ ἀναδενδράς· παρὰ τὸ ἀμμίξαι, ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες· ἀμμιξύς, καὶ ἐν πλεονασμῷ καὶ τροπῇ ἀμάμαξυς· Ἐπίχαρμος ἐν Γᾷ καὶ θαλάσσᾳ · οὐδ’ ἀμαμάξυας φέρει· Σαπφὼ δὲ διὰ τοῦ δ · ἀμαμάξυδες λέγει. Μεθόδιος
α 592 Ἀμάρα · ὁ ὀχετός, δι’ οὗ τὸ ἐν τοῖς κήποις ὕδωρ φέρεται· παρὰ τὸ ἅμα ῥεῖν τὸ ὕδωρ. ἢ ὅτι τὰ φυόμενα πλησίον οὐκ ἐᾷ μαραίνεσθαι. ἢ διὰ τὸ παρὰ τὰς αἱμασιὰς ῥεῖν, αἱμασιαὶ δέ εἰσιν τὰ περιφράγματα καὶ οἱ τοῖχοι. Μεθόδιος. · ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἀμφυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται· τὸ δέ τ’ ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· Ἰλιάδος Φ . Φ
α 593 Ἀμαρία · παρὰ τὸ ἄγω ἅμα παραγώγως τὸ αὐτὸ σημαινόμενον
α 594 Ἁμαρτία · κυρίως ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω ἁμαρπτία, καὶ ἐλλείψει τοῦ π ἁμαρτία, ἡ ὃ μὴ βούλεται μὴ μάρπτουσα, ὅ ἐστιν ἐπιτελοῦσα· ἔνθεν καὶ μάρτυς, ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. ἢ ἀπαρτία παρὰ τὸ ἀρτῶ, σημαίνει δὲ τὸ ἁρμόζω, πόρρω οὖσα τοῦ συνηρμόσθαι ὃ βούλεται, τῆς ἀπό προθέσεως τὸ ἄποθεν δηλούσης. οὕτως Μεθόδιος α
α 595 Ἁμαρτάνω · τὸ ἀποτυγχάνω· ἀπὸ τοῦ ἁμάρτω ἁμαρτάνω, ὡς ἥδω ἁνδάνω
α 596 Ἀμάρυγμα καὶ ἀμαρυγάς · σημαίνει τὰς τῶν ὀφθαλμῶν ἐκλάμψεις· Ἡσίοδος Γυναικῶν καταλόγῳ · Χαρίτων ἀμαρύγματ’ ἔχουσα. σημαίνει δὲ καὶ τὰς τοῦ μετώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυρὸν καὶ ἀλαμπεῖς εἶναι καὶ ἀμυδραί. ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι, τουτέστιν ὀχετοῖς· ὡς γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτως καὶ αὗται τὸν ἱδρῶτα μετάγουσιν ἐπὶ τὰ παρ’ ἑκάτερα μέρη τῆς κεφαλῆς. αἱ δὲ ἐκλάμψεις εἴρηνται παρὰ τὸ μαίρω, τὸ λάμπω, ὁ μέλλων μαρῶ, ἐξ οὗ παράγωγον μαρύσσω καὶ πλεονασμῷ τοῦ α ἀμαρύσσω ἠμάρυγμαι ἀμαρυγμή καὶ ἀμάρυγμα. οὕτως Μεθόδιος
α 597 Ἀμαρύσσω · τὸ λάμπω· Ἡσίοδος · ὑπ’ ὀφρύσι πῦρ ἀμάρυσσεν. παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ οὗ τὸ μαρμαίρω καὶ μαρμαρυγή καὶ μάρμαρον, ἀφ’ οὗ κύριον ὄνομα ἐκ τοῦ μαρῶ μέλλοντος γίνεται Μάρων, ἐξ οὗ μαρύσσω, πλεονασμῷ τοῦ α ἀμαρύσσω, καὶ ἀμάρυγμα. Μεθόδιος
α 598 Ἁμαρτῶ · τὸ ἀποτυγχάνω· ἀπὸ τοῦ μάρπτω, τὸ καταλαμβάνω, ὅθεν καὶ μάρτυς. ἁμαρτῶ οὖν τὸ οὐ καταλαμβάνω · ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε
α 599 Ἁμάρτῃ · ἁμάρτω βαρύτονον. ἡ χρῆσις εἰς τὸ νηλεές
α 600 Ἁμαρτῇ · σημαίνει τὸ ὁμοῦ καὶ κατὰ τὸ αὐτό, ὅπῃ καὶ πῇ. δεῖ γινώσκειν, ὅτι σὺν τῷ ι γράφεται. τὰ γὰρ εἰς η λήγοντα ἐπιρρήματα ἔχουσι τὸ ι προσγεγραμμένον, οἷον ἄλλῃ πάντῃ κρυφῇ ἡσυχῇ ἁμαρτῇ κομιδῇ, σημαίνει δὲ τὸ πάνυ καὶ μετ’ ἐπιμελείας, σπουδῇ, οἷον · σπουδῇ δ’ ἕζετο λαός, εἰκῇ ὅπῃ πῇ, οἷον · πῇ ἔβη Ἀνδρομάχη, ᾗ, ἐξ οὗ τὸ ᾗχι κατ’ ἐπέκτασιν, οἷον · ᾗχι ἑκάστῳ δώματα, σημαίνει δὲ καὶ τὸ καθάπερ, ὡς παρ’ Εὐριπίδῃ · οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν, ἀντὶ τοῦ καθά. εἰσὶ δέ τινα εἰς η λήγοντα μὴ ἔχοντα τὸ ι προσγεγραμμένον· εἰσὶν δὲ ταῦτα· ἥ, οἷον · ἣ θέμις, σημαίνει δὲ τὸ ὡς θέμις· φή, οἷον · φὴ νέος οὐκ ἀπάλαμνος, σημαίνει δὲ τὸ ὡς νέος· μή, οἷον «μὴ τύψῃς»· νή, οἷον «νὴ τὴν Ἀθηνᾶν»· ἰή, ἔστι δὲ σχετλιαστικὸν ἐπίρρημα καὶ θαυμαστικόν· ὠή, ἔστι δὲ κλητικὸν ἐπίρρημα · ὠή, τίς ἐν πύλαις δωμάτων κυρεῖ, σημαίνει δὲ τὸ κυρεῖ τὸ τυγχάνει· ἔστι δὲ καὶ τὸ ἰωή, σχετλιαστικὸν ἐπίρρημα· ἔστι δὲ καὶ τὸ ἤδη, χρονικὸν ἐπίρρημα, οἷον «ἤδη ἔγραψα»· ἔστι δὲ καὶ τὸ νῦν δή, σημαίνει δὲ τὸ ἀρτίως. τοῦτο δὲ τὸ νῦν δή οὐκ ἀνέχεται τὰς συντάξεις τοῦ νῦν· τὸ μὲν γὰρ νῦν συντάσσεται ἐπὶ τριῶν χρόνων, οἷον «νῦν γράφω», «νῦν ἔγραψα», «νῦν γράψω», τὸ δὲ νῦν δή παρῳχημένῳ μόνον χρόνῳ συντάττεται, ὡς παρὰ τῷ ποιητῇ, οἷον · νῦν δή τοι ξυμβλήμενος ἐγγὺς ὁδίτης. ἔστι δὲ καὶ τὸ δηλαδή καὶ τὸ βῆ, ὅπερ περισπᾶται, τῶν ἄλλων τῶν μὴ ἐχόντων τὸ ι μὴ περισπωμένων, ἔστι δὲ μίμημα φωνῆς προβάτων, ἔστι δὲ παρὰ Κρατίνῳ ἡ λέξις. ἔστι δὲ καὶ τὸ ἀκαρῆ, σημαίνει δὲ τὸ ἐν ὀλίγῳ χρόνῳ. Τὸ δὲ ἁμαρτή ὁ μὲν Ἀρίσταρχος χωρὶς τοῦ ι λέγει γράφεσθαι αὐτὸ λέγων, ὅτι ἀπὸ τοῦ ἁμαρτήδην γέγονεν κατὰ ἀποκοπήν, ᾧτινι οὐ συνᾴδουσι τὰ τῆς παραδόσεως· ἡ γὰρ παράδοσις σὺν τῷ ι οἶδεν γεγραμμένον αὐτό. Ἡρωδιανὸς δέ φησιν σύνθετον εἶναι ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ, καὶ γίνεται ἀπὸ ἀμφοτέρων ἐπίρρημα ἁμαρτῇ καὶ ὁμαρτῇ. λέγει δὲ ὁ Τεχνικὸς τὸ ἡσυχῇ καὶ ἄλλῃ καὶ πάντῃ καὶ τὰ τοιαῦτα διὰ τοῦτο σὺν τῷ ι γράφεσθαι, ἐπειδὴ ἀπὸ δοτικῆς γεγόνασιν· ὅτι γὰρ ἀπὸ δοτικῆς γεγόνασι, δηλοῖ τὸ ταύτῃ· ἔστι γὰρ αὕτη εὐθεῖα, ἡ γενικὴ ταύτης καὶ ἡ δοτικὴ ταύτῃ. εἰ ἄρα οὖν λέγομεν «ταύτῃ ἀπέλθωμεν» καὶ οὐ λέγομεν «αὕτη ἀπέλθωμεν», δῆλον ὅτι ἀπὸ δοτικῆς γέγονεν. εἰ δὲ τοῦτο ἀπὸ δοτικῆς γέγονεν, δῆλον ὅτι καὶ τὰ ἄλλα τὰ ἔχοντα τὸ ι ἀπὸ δοτικῆς γεγόνασιν. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ποσότητα
α 601 Ἀμαζών · ἡ μὴ μάζαις χρωμένη ἀλλὰ κρέασιν. ἢ ὅτι τὴν μίαν θηλὴν ἔκαιον, τὴν δεξιάν, ἵνα μὴ ἐμποδίζωνται τοξεύουσαι. οὕτως Ὠρίων
α 602 Ἁμαρτοεπής · ὁ ἁμαρτάνων ἐν τῷ λέγειν, ἤγουν φλύαρος. ἡ μεταφορὰ ἀπὸ τῶν ἁμαρτανόντων τῆς ὁδοῦ. οὕτως Ὠρίων
α 603 Ἀμαυρόν · τὸ ἀλαμπὲς καὶ μὴ ὁρώμενον· παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ μάρμαρον, ὁ μέλλων μαρῶ, καὶ κατὰ πλεονασμὸν τοῦ υ μαυρῶ, ὡς καίω καύσω καὶ κλαίω κλαύσω, καὶ ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα μαυρός καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός, ὁ ἀλαμπής. οὕτως Ὠρίων α
α 604 Ἀμαθύνειν · τὸ ἀφανίζειν καὶ κόνιν ποιεῖν τουτέστιν τὸ εἰς ἄμαθον διαλύειν καὶ κόνιν ποιεῖν· παρὰ τὴν ἄμαθον ἀμαθύνω · πόλιν δέ τε πῦρ ἀμαθύνει α
α 605 Ἄμαντες · οἱ περὶ Ἐλεφήνορα μετὰ Τροίας ἅλωσιν διέβησαν εἰς τὴν Ἤπειρον καὶ ᾤκησαν παρὰ τὰ Κεραύνια ὄρη. ἔκτισαν δὲ καὶ Εὔβοιαν ὅθεν Ἄβαντες ἐκλήθησαν ἐν Ὑπομνήματι Λυκόφρονοσ καὶ κατὰ μεταφορὰν Ἄμαντες. Σεξτίων δὲ ἐν Ὑπομνήματι Λυκόφρονος λέγει, ὅτι Ἄβαντες ἐκλήθησαν ἀντὶ Ἀμάντων. οὕτως Ὦρος. · κεῖθεν δὲ Κεραύνια μέλλον Ἀμάντων οὔρεα Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· Νέστις καὶ Ὤρικος πόλεις
α 606 Ἀμάρυνθος · πόλις Εὐβοίας· ὠνομάσθη δὲ ἀπὸ Μαράνθου βασιλέως. ἢ ὥς τινες ἀπὸ τοῦ μὴ μαραίνεσθαι τὸν τόπον, σύνδενδρος γάρ. οὕτως Ὦρος
α 607 Ἀμαστρίς · Ἀμαστρὶς ἡ Ξάνθου θυγάτηρ ἔκτισε πόλιν καὶ ἀφ’ ἑαυτῆς ἐκάλεσεν
α 608 Ἀμαραντῶν · Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά, οἷον · ἔνθα δὴ ἠπείροιο Κυταΐδος ἠδ’ Ἀμαραντῶν. Κύτος πόλις τῆς Κολχίδος. ἔστι δὲ καὶ ἑτέρα Κύτα τῆς Εὐρώπης κατ’ ἀρχὰς τοῦ εἴσπλου τοῦ Πόντου, ἐκεῖθεν δὲ τὴν ἀρχὴν λαμβάνουσα. λέγεται δὲ οὕτως ὀνοματικῶς, ὅθεν Κυταΐδα τὴν Μήδειαν. Ἀμαραντά· πόλις ἐν τῷ Πόντῳ, ὡς δὲ ἔνιοι ὄρη τῆς Κολχίδος, ἐξ ὧν καταφέρεται ὁ Φᾶσις. ὅπερ ἀγνοήσας ὁ Ἐφέσιος Ἡγησίστρατος Ἀμαραντίους λιμένας ἀπέδωκεν τοῦ Φάσιδος διὰ τὸ εὐθαλεῖς εἶναι τῆς Κολχίδος· ὁ δὲ Φᾶσις ποταμὸς φαίνεται ἀπὸ Ἀρμενίων ὀρῶν εἰς Κόλχους κατὰ θάλασσαν. τὸ δὲ Ἀμαραντῶν ἐνταῦθα ἐπὶ τῶν ὀρέων περισπᾶται ὡς κύριον καὶ τὰ Ἀμαραντά ὀξυτόνως λεκτέον· πρὸς διαφορὰν σημαινομένου τοῦ ἀμάραντα σώματα δῆλον οὕτως λέγονται
α 609 Ἁμαδρυάδες · Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά, οἷον · ἀλλ’ ὅ γε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν ἀμπλακίης· ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τάμνων δή ποτ’ Ἀμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ οἴκτρῳ μειλίσσετο μύθῳ. Ἁμαδρυάδες νύμφαι λέγονται διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι ἢ ἐπειδὴ δοκοῦσιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι. Χάρων γὰρ ὁ Λαμψακηνὸς ἱστορεῖ, ὡς Ῥοῖκος δρῦν θεασάμενος ἤδη μέλλουσαν ἐπὶ γῆν καταφέρεσθαι προσέταξε τοῖς παισὶ ταύτην ὑποστηρίξαι. ἡ δὲ μέλλουσα συμφέρεσθαι τῇ δρυῒ νύμφη ἐπιστᾶσα τῷ Ῥοίκῳ χάριν μὲν ἔφασκεν εἰδέναι ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπε δὲ αἰτήσασθαι ὅ τι βούλοιτο. ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέσθαι αὐτῇ, ἐπιζήμιον μὲν ἔλεγεν εἶναι τοῦτο, φυλάξασθαι δὲ ὅμως ἑτέρας γυναικὸς ὁμιλίαν. ἔσχον δὲ μεταξὺ αὐτῶν ἄγγελον μέλισσαν. καί ποτε πεσσεύοντος αὐτοῦ περιίπτατο ἡ μέλισσα· πικρότερον δέ τι ἀποφθεγξάμενος εἰς ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρωθῆναι. καὶ Πίνδαρος · ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῖσαι
α 610 Ἁμαρτίνους · εἴρηται εἰς τὸ στοιχεῖον εἰς τὸ εἰλίπους. παρὰ τὸ ἁμαρτῶ ἁμαρτίνους· σημαίνει δὲ τὸν ἡμαρτημένον κατὰ τὸν νοῦν, ὡς οἰδῶ Οἰδίπους
α 611 Ἄμαξα · παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἄμαξα· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · φησὶ δ’ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, νήπιος, οὐδὲ τὸ οἶδ’· ἑκατὸν δέ τε δούρατ’ ἀμάξης. σχόλιον· φησὶ δ’ οὗτος οὐκ ἀληθῶς πλούσιος, ἀλλὰ τῇ ψυχῇ δοκῶν πλουτεῖν, ὁ ἑαυτὸν ἐξαπατῶν. ἢ φρένας ἀφνειὸς κατὰ ἀντίφρασιν ἄφρων. ἄλλως· πολλάκις γάρ τις ἐρεῖ τῶν τὴν ψυχὴν ἐπηρμένην ἐχόντων· «τί γάρ ἐστι δυσχερὲς τοῦ ποιῆσαι ἅμαξαν ἢ ἄροτρον;» ὁ δὲ ἄφρων οὐκ οἶδεν, ὡς ἑκατὸν ξύλων ἀντὶ τοῦ πολλῶν ξύλων ἔσται συναγωγή. ἄλλως· τοῦτο εἶπεν πρὸς τοὺς θαρροῦντας ἔχειν καὶ μὴ πρὸ καιροῦ εὐτρεπίζοντας. ἔχει γάρ τις εἰπεῖν θαρρῶν, ὅτι ἔχει ὕλην· «ἐξέλθετε, ποιήσατέ μοι ἅμαξαν», μὴ εἰδώς, ὅτι πολλὴν δυσχέρειαν ἔχει· καὶ γὰρ ἑκατόν εἰσι τὰ ξύλα τῆς ἁμάξης
α 612 Ἁμάς · τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος· ἔστι τοίνυν ἁμετέρας καὶ κατὰ συγκοπὴν ἁμάς, οἷον · ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς
α 613 Ἁματροχιάς · ἁματροχιά δέ ἐστι τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τροχοὺς γὰρ τοὺς δρόμους ἔλεγον. ὀξυτονεῖται δὲ ὡς φυταλιά, καὶ δασύνεται ἡ ἄρχουσα. ἐν Ὑπομνήματι Ἰλιάδος. ἁματροχιά δέ ἐστιν ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ
α 614 Ἀμβαλώμεθα · ἀναβαλλώμεθα, ὑπερτιθέμεθα
α 615 Ἀμάνδαλον · τὸ ἀφανὲς παρ’ Ἀλκαίῳ. ἀμαλδύνω τὸ ἀφανίζω · ὥς κεν τοι μέγα τεῖχος ἀμαλδύνηται ἀμαλδύνηται Ἀχαιῶν. ἀμαλδύνω οὖν τὸ ἀφανίζω, ἀμάλδανον τὸ ἀφανὲς καὶ ἀφανιζόμενον, καὶ καθ’ ὑπέρθεσιν ἀμάνδαλον. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 616 Ἀμᾶν · τὸ θερίζειν· παρὰ τὸ ὁμοῦ ἐπισπᾶν, οἷον ἁμασπᾶν. οὕτως Ὠρίων
α 617 Ἀμβλυώττειν · τὸ μὴ ὀξυδερκεῖν Ἀττικῶς· παρὰ τὸ ἀμβλεῖς ἔχειν τοὺς ὄσσους, τῶν δύο σς εἰς ττ μεταβληθέντων. Μεθόδιος α
α 618 Ἀμβλῶσαι · τὸ ἀτελὲς βρέφος ἀποβαλεῖν· καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν οἱ ἰατροί· Ἀριστοφάνης, οἷον · καὶ φροντίδ’ ἐξήμβλωκας ἐξηυρημένην. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων· ὁπότε γὰρ αὗται τοὺς λεγομένους ὀφθαλμοὺς ἀποκαυθεῖεν, λέγομεν αὐτὰς ἀμβλυώττειν ἀντὶ τοῦ «οὐ τελεσφοροῦσιν καρπόν». καὶ ἐπὶ τῶν γυναικῶν τῶν ἀτελῆ τὰ βρέφη ἐκβαλουσῶν λέγομεν ἀμβλυώττειν καὶ κατὰ συγκοπὴν ἀμβλώττειν. ἢ ἐκ τοῦ ἀμαλῆσαι, ὅ ἐστι τὴν γονὴν ἀφανίσαι, ἀμβλῆσαι καὶ τροπῇ τοῦ η εἰς ω ἀμβλῶσαι α
α 619 Ἄμβη · α
α 620 Ἄμβων · κυρίως τὸ χεῖλος τῆς λοπάδος· παρὰ τὸ ἐν ἀναβάσει εἶναι, οἷον · πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας. λέγονται δὲ καὶ οἱ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι, οἷον · ἐπ’ οὔρεος ἀμβώνεσσι. παρὰ τὸ βῶ βών, ὡς γηρύω Γηρυών, καὶ ἀνάβων καὶ κατὰ συγκοπὴν ἄμβων
α 621 Ἀμβωμοῖσι · ἅρματα δ’ ἀμβωμοῖσι, ἀντὶ τοῦ περὶ τοὺς βωμούς· Χρύσιππος ὑφ’ ἓν προφέρεται. ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ · χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν. χρὴ γινώσκειν, ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεσις ᾖ, ὁμοίως τῷ · ἂμ φόνον, ἂν νέκυας
α 622 Ἀμβλύς · ὁ σίδηρος ὁ μὴ ὀξύς· παρὰ τὸ μῶλος, ὅ ἐστιν ἐγχρονισμὸς τῆς μάχης, γέγονε μωλύς, ὡς ἵππος Ἱππύς, καὶ κατὰ στέρησιν ἀμωλύς, ὁ μὴ ἐπὶ μῶλον καὶ πόλεμον ἐπιτήδειος· συγκοπῇ καὶ πλεονασμῷ τοῦ β ἀμβλύς. οὕτως Ὠρίων α
α 623 Ἀμβρόσιος ὕπνος · θεῖος, θαυμαστός, ὃν οὐχ οἷόν τε βροτοῖς ἅψασθαι. ἢ ὁ ὑγρός· ὑγρὸς γάρ ἐστιν ὁ ὕπνος, οἷον · νήδυμος ἀμφιχυθείς· καὶ ἀμβρόσιος οὖν διὰ τοῦτο λέγεται ὁ ὑγρός. οὕτως Ὦρος. ὁ δὲ Θεόγνωστος γράφει τὸ σει δίφθογγον· τὰ γὰρ διὰ τοῦ σιος ἅπαντα πλὴν τῶν μετουσιαστικῶν διὰ τοῦ ι γράφονται, οἷον διπλάσιος ἀσπάσιος Ταράσιος ἀμβρόσιος ἱκέσιος Ἐφέσιος ἀνάρσιος Συρακόσσιος διαπρύσιος. ὁμοίως καὶ τὰ ἐπ’ ἀριθμῶν τασσόμενα διὰ τοῦ σιος διὰ τοῦ ι γράφονται, οἷον διακόσιοι τριακόσιοι. εἶπον «μὴ σημαίνοντα μέρος σώματος ἢ μετουσίαν δηλοῦντα» διὰ τὸ ὕειος κάρα καὶ χρύσειος σταυρός διὰ τῆς ει διφθόγγου γραφόμενα
α 624 Ἀμβροσίην διὰ νύκτα · διὰ τῆς θείας νυκτός
α 625 Ἀμβροσία · θεία τροφή, ἧς βροτοὶ οὐ μετέχουσιν· ἢ ἧς οὐχ οἱόν τε βροτὸν ἅψασθαι. ἔστιν οὖν βρόσις βροσία, καὶ κατὰ στέρησιν καὶ πλεονασμῷ τοῦ μ ἀμβροσία
α 626 Ἀμβροσίου · θείου, οὗ βροτοὶ οὐ μετέχουσιν· καὶ ἀμβρόσιαι χαῖται
α 627 Ἄμβροτον · ἀθάνατον, οὗ βροτοὶ οὐχ ἅπτονται
α 628 Ἄμβροτοι · διότι ἀθάνατοι οἱ θεοί, τὸ ἄμοιροι εἶναι βρότου, ὅ ἐστιν αἵματος. Ὠρίων
α 629 Ἀμβρακία · πόλις Ἠπείρου, ἀφ’ ἧς ἐκλήθη ἡ χώρα Ἀμβρακία · ἤδη μὲν ποτὶ κόλπον ἐπώνυμον Ἀμβρακιήων· Ἀπολλώνιος
α 630 Ἀμβολιεργός · ἀναβαλλόμενος · Ἡσίοδος · αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει
α 631 Ἀμβολάδην · ἀναβάλλων α
α 632 Ἀμβαλόμεθα · πᾶσα πρόθεσις συγκοπὴν πάσχουσα τοῦ ἐσχάτου φωνήεντος τὸ καταλειπόμενον σύμφωνον
α 633 Ἀμβατός · ἀνάβασιν ἔχουσα· ἡ ὁδὸς ἡ πρὸς τῷ τείχει αὐτῷ οὖσα
α 634 Ἀμέγαρτος · ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον φθόνου, οἷον · ἀμέγαρτε συβῶτα. δηλοῖ δὲ καὶ τὸ πολύ, ὡς τὸ πόνον δ’ ἀμέγαρτον ὄφελλεν. ἐπὶ μὲν τοῦ εὐτελοῦς κατὰ στέρησιν τοῦ α παρὰ τὸ μεγαίρω, τὸ φθονῶ, μέγαρον καὶ μεγαρτός καὶ ἀμέγαρτος, ὁ μὴ φθόνου ἄξιος· φθόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται. ἐπὶ δὲ τοῦ πολὺ κατ’ ἐπίτασιν τοῦ α ἵν’ ᾖ ἀμέγαρτον, τὸ πολλοῦ φθόνου ἄξιον· τὰ γὰρ μεγάλα φθονεῖται, τὰ δὲ εὐτελῆ οὔ · πρὸς γὰρ τὸν ἔχοντα ὁ φθόνος ἕρπει· Σοφοκλῆς Αἴαντι. Μεθόδιος α
α 635 Ἀμέλγω · παρὰ τὸ ἅμα ἕλκειν
α 636 Ἀμενηνός · ὁ ἀσθενής. καὶ ἀμενήνωσεν · ἀσθενῆ ἐποίησεν. παρὰ τὸ μένος ἄμενος, καὶ πλεονασμῷ τῆς νη συλλαβῆς ἀμενηνός. ἢ παρὰ τὸ μένω μενηνός, ὡς πέτω πετηνός, καὶ ἀμενηνός, ἐξ οὗ καὶ ῥῆμα · ἀμενήνωσεν δέ οἱ αἰχμήν
α 637 Ἀμέρδω · κυρίως τὸ μέρους στερῶ, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ στεροῦμαι, οἷον · ὁπότε δὴ τὸν ὅμοιον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι. ὥσπερ παρὰ τὸ σκαίρω σκαρῶ γίνεται σκαρίζω καὶ εἴρω ἐρῶ ἐρίζω, οὕτως καὶ παρὰ τὸ μείρω μερῶ γίνεται μερίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ ζ εἰς δ μέρδω καὶ μετὰ τοῦ στερητικοῦ α ἀμέρδω
α 638 Ἀμέρσαι · ἢ παρὰ τὸ μείρω, τὸ μερίζω, ὁ μέλλων μερῶ καὶ Αἰολικῶς μέρσω, ὡς φθείρω φθερῶ φθέρσω καὶ κείρω κερῶ κέρσω, καὶ ἀμέρσαι ἐξ αὐτοῦ
α 639 Ἀμένης · σημαίνει τὸν παῖδα, παρὰ τὸ μὴ ἔχειν μένος, καὶ κλίνεται ἀμένης ἀμένητος, ὥσπερ Ἀμέλης Ἀμέλητος. εἰσί τινα εἰς ης ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ η μὴ τὸ ο μὴ τὸ ι μὴ τὸ υ μὴ τὸ ω ἅτινα διὰ τοῦ τος κλίνονται· Ἐπιάλης Ἐπιάλητος, Ἀκέλης Ἀκέλητος Ἀμέλης Ἀμέλητος ἀμένης ἀμένητος. πρόσκειται «μὴ τὸ η μὴ τὸ ο μὴ τὸ ι μὴ τὸ υ μὴ τὸ ω », ἐπειδὴ ταῦτα εἰς ου ἔχουσιν τὴν γενικήν, οἷον Αἰσχίνης Αἰσχίνου, Μηριόνης Μηριόνου, Κερβύνης Κερβύνου, τελώνης τελώνου. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν ε κανόνα τῶν ἀρσενικῶν
α 640 Ἀμεύσιμος · ἀμεύω, τὸ πορεύομαι, οἷον · ὅπῃ καὶ ἀμεύσιμον ᾖ, τουτέστι πορεύσιμον
α 641 Ἀμεύω · παρὰ τὸ ἅμα καὶ τὸ σεύω. ἢ παρὰ τὸ νεύω νεύσιμος καὶ ἀνεύσιμος, τοῦ α τὸ ὁμοῦ ἢ πλεονασμὸν δηλοῦντος, τροπῇ τοῦ ν εἰς μ ἀμεύσιμος. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 642 Ἀμείλιχος · ἀμείλικτος, ἀσυμπαθής, ἀπηνής· ἀπὸ τοῦ μειλίσσω
α 643 Ἀμεινίας · ὄνομα κύριον· παρὰ τὸ ἀμείνων ἀμείνονος Ἀμεινονίας καὶ Ἀμεινίας. ἢ παρὰ τὸ μένος μενίας καὶ Ἀμεινίας κατὰ στέρησιν, οἱονεὶ ὁ ἀπρόθυμος καὶ ἀόργητος. Μεθόδιος καὶ Χοιροβοσκός
α 644 Ἀμείνων · παρὰ τὸ μείων, οἷον · μείων μὲν κεφαλῇ Ἀγαμέμνονος, γέγονεν ἀμείων καὶ πλεονασμῷ τοῦ ν ἀμείνων, οἱονεὶ ὁ μὴ ἐλάσσων τινός. ἢ παρὰ τὸ μένω γέγονεν ἀμένων καὶ πλεονασμῷ τοῦ ι ἀμείνων, τουτέστιν ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων αἰρόμενος· τὸν γὰρ κρείττονα πάντες αἴρουσιν
α 645 Ἀμείνω · καὶ χωρὶς τοῦ ν καὶ ι · κλέπτῃ δέ τε νυκτὸς ἀμείνω· ἔστι δὲ αἰτιατικὴ χωρὶς τοῦ ν ἔστι γὰρ ἀμείνονα καὶ ἀμείνοα καὶ κατὰ κρᾶσιν ἀμείνω. τὸ δὲ Ἀμεινῷ μετὰ τοῦ ι ἐστὶ δοτικὴ ἀπὸ τῆς ἡ Ἀμεινώ τῆς Ἀμεινῶς τῇ Ἀμεινῷ
α 646 Ἀμείδητος · ἀμειδήτους · ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας, τὰς φρικτάς, ἐν αἷς οὐκ ἔστι μειδιᾶσαι οὐδὲ γελάσαι, ἢ ὅτι φοβεραί εἰσιν καὶ σκοτειναί. ἁγίας δὲ τὰς ἁγνὰς διὰ τὸ ἐν αὐταῖς ἄγεσθαι τὰ μυστήρια. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 647 Ἀμήρυτον · εἴρηται εἰς τὸ ἀμύρητον
α 648 Ἀμήχανος · ἦ μάλα δὴ κακότεχνος, ἀμήχανε. ἰστέον, ὅτι δύο σημαίνει ἡ λέξις· ἢ τὸν μὴ δυνάμενον μηχανὴν εὑρεῖν, ἢ πρὸς ὃν οὐκ ἔστιν μηχανήσασθαι, ὅπερ καὶ ἐνταῦθα λέγει
α 649 Ἀμήχανα · πρὸς ἃ οὐκ ἔστι τισ μηχανὴν εὑρεῖν, ἐξ οὗ δεινὰ καὶ χαλεπά
α 650 Ἄμη · τὸ γεωργικὸν ἢ οἰκοδομικὸν ἐργαλεῖον· παρὰ τὸ ἅμα γέγονεν ἄμη, τὸ ἅμα καὶ ὑφ’ ἓν ἕλκον πολλά. δύναται δὲ καὶ παρὰ τὸ ἀμᾶν, ὅ ἐστι κόπτειν καὶ θερίζειν. οὕτως Ὠρίων α
α 651 Ἀμητῆρες · θερισταί· παρὰ τὸ ἀμᾶν. ἡ χρῆσις εἰς τὸ ὄγμον
α 652 Ἀμήτειρα · ἡ χρῆσις εἰς τὸ Ζήτης
α 653 Ἀμᾶν · τὸ θερίζειν· παρὰ τὸ ἅμα ἀμῶ, τὸ ἅμα καὶ ὑφ’ ἓν πολλὰ ἕλκω, οἷον · ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες
α 654 Ἄμηρον · οἷον· «τὸ Ἄμηρον» οὐδετέρως. ἔστιν ὄνομα ὄρους
α 655 Ἄμης · ποιός τις πλακοῦς· Ἀριστοφάνης · ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί. ἀπὸ τοῦ ἐξαμᾶσθαι αὐτὸν σπουδαίως ὑφ’ ἡδονῆς ὡς μέλιτι καταρδόμενον. ἢ παρὰ τὸ πολλῶν ἅμα εἰς αὐτὸν ἀναγομένων καὶ ἐμβαλλομένων εἰς τὴν κατασκευὴν αὐτοῦ. Μεθόδιος
α 656 Ἀμιθρῆσαι · Σιμωνίδης τὸν ἀριθμὸν ἄμιθρον εἶπεν καθ’ ὑπερβιβασμόν, οἷον · κύματ’ ἄμιθρον. ἐκ δὲ τοῦ ἄμιθρος ἀμιθρῶ καὶ ἀμιθρήσω καὶ ἀμιθρῆσαι τὸ ἀριθμῆσαι. ἢ ἀπὸ τοῦ ἀριθμῆσαι κατὰ μετάθεσιν τῶν στοιχείων, ὡς πίτυλος τύπιλος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν καὶ Μεθόδιος
α 657 Ἀμίς · τὸ οὐροδόχον ἀγγεῖον· Ἀριστοφάνης · εἶτ’ ᾔτησεν ἀμίδα. παρὰ τὸ ὀμιχῶ, τὸ οὐρῶ· Ἡσίοδος · μήδ’ ἀντ’ ἠελίοιο τετραμμένος ὀρθὸς ὀμιχεῖν. παρὰ τὸ ὀμιχεῖν οὖν ὀμίς καὶ ἀμίς, ὡς ὀκριόεις ἀκριόεις. ἢ παρωνύμως ὑποκοριστικὸν ἄμη ἀμίς, ὡς σκάφη σκαφίς. Μεθόδιος α
α 658 Ἀμία · ἔστι δὲ ἰχθύς· ὥς φησιν Ἀριστοτέλης «εἶναι καρχαρόδοντος καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων, χολὴν δὲ ἔχει ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα». εἴρηται δὲ παρὰ τὸ ἅμα ἰέναι τοῖς παραπλέουσιν· ἔστι γὰρ συναγελαστικόν
α 659 Ἀμίσαλλος · οἷον · ἀμίσαλλοί τοι γέροντες, κατ’ ἔνδειαν τοῦ γ ἀμίσγαλλος, ὁ δυσάρεστος, ὁ μὴ ἄλλῳ μισγόμενος
α 660 Ἀμίστυλλον · σημαίνει τὸν μὴ κεκομμένον · θέντες ἀμίστυλλον ταῦρον ἐπισχαδ. Φιλόξενος
α 661 Ἀμισώδαρος · ὄνομα κύριον · υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν
α 662 Ἀμιτροχίτωνας · ἀζώστους. ἢ μίτρᾳ καὶ θώρακι μὴ χρωμένους
α 663 Ἀμιχθαλόεσσαν · σημαίνει δὲ τὴν θάλασσαν τὴν ἀπρόσμικτον οὖσαν τῇ γῇ διὰ τὸ μὴ ἔχειν λιμένα · καὶ Λῆμνον ἀμιχθαλόεσσαν. γέγονε παρὰ τὸ ἄμικτος ἀμικτόεις, ὡς βροτός βροτόεις, καὶ τροπῇ τοῦ κ εἰς χ ἀμιχθόεις καὶ τὸ θηλυκὸν ἀμιχθόεσσα, ὡς αὐδήεις αὐδήεσσα, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἀμιχθαλόεσσα. ἢ διὰ τὸ τῶν οἰκούντων ἀπρόσιτον καὶ ἀνήμερον, ὥς φησιν Ὅμηρος · οἴχεται εἰς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. οὕτως Ὠρίων α
α 664 Ἀμμεῖναι · εἴρηται εἰς τὸ
α 665 Ἄμμορον · δύσμορον, κακόμορον· μόρος γὰρ ὁ θάνατος
α 666 Ἄμναμοι · οἱ ἀπόγονοι· κυρίως δὲ παρὰ τὴν τῶν Κυρηναίων διάλεκτον οἱ τῶν ἀμνῶν ἀμνοί ἄμναμοι λέγονται, τουτέστιν τῶν ἀρνῶν ἄρνες· πρὸ γὰρ τοῦ κερατοφυῆσαι ἄμναμοι λέγονται. ἀπὸ τοῦ ἀμνός ἄμναμος. οὕτως Ὠρίων καὶ ἄλλοι
α 667 Ἀμνίον · τὸ αἱμοδόχον ἀγγεῖον· παρὰ τὸ αἷμα αἰμνίον καὶ ἀμνίον, οἷον · Περσεὺς δ’ ἀμνίον εἶχεν ἱππηλάτα Νέστωρ
α 668 Ἄμνιος · εἴρηται εἰς τὸ ἀρνειός
α 669 Ἀμνειός · ποταμὸς περὶ τὸ Θεμίσκυρον εἴρηται, ὅτι διὰ τὴν τραχύτητα μνείαν οὐκ ἔχει· μνειός καὶ Ἀμνειός. οὕτως Μεθόδιος
α 670 Ἀμνός · τὰ πρόβατα, μάλιστα τὰ μικρά· παρὰ τὸ μένος ἄμενος καὶ κατὰ συγκοπὴν ἀμνός, οἱονεὶ ὁ ἀδύνατος, καὶ παρώνυμον ὑποκοριστικὸν ἀμνίς. ἢ παρὰ τὸ μνοῦς, ὅπερ σημαίνει τὴν ἐκ γενετῆς μαλθακὴν αὐτοῦ τρίχα, ἐξ οὗ μνούδην, γίνεται ἀμνός, οἱονεὶ ὁ ἐστερημένος τῶν νηπίων τριχῶν. Μεθόδιος
α 671 Ἀμογητί · ἄνευ μόγου καὶ κόπου. εἰς τὸ νεμέθοντο
α 672 Ἀμολγῷ · τῷ μεσονυκτίῳ, καθ’ ὃ οὐκ ἀμέλγουσιν· ἑσπέρας γὰρ καὶ ἡμέρας εἰώθασι τοῦτο ποιεῖν. ἢ παρὰ τὸ μολῷ καὶ κατὰ πλεονασμὸν τοῦ γ μολγῷ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμολγῷ, ἐν ᾗ οὐδεὶς μολίσκει. οὕτως Ὠρίων. ἢ ἐν καιρῷ, ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ πρόβατα
α 673 Ἀμορβής καὶ ἀμορβές · σημαίνει τὸ μεσονύκτιον· παρὰ τὸ ὄρφνην ἀμορφνής καὶ ἐλλείψει τοῦ ν καὶ τροπῇ τοῦ φ εἰς τὸ β ὡς ἐν τῷ κυφός κύβος, Φερενίκη Βερενίκη. σημαίνει καὶ τὸν ἀκόλουθον, ὁ ἅμα τινὶ ὁρμῶν, τροπῇ τοῦ μ εἰς τὸ β ἀμορβός καὶ ἀμορβής. οὕτως Μεθόδιος
α 674 Ἀμόργινος · χιτῶνα σημαίνει ἐκδέχονται, καθὰ καὶ Θηραῖον τὸν ἀπὸ Θήρας τῆς νήσου. δηλοῖ καὶ χρήματος ὁμοιότητα, παρὰ τὴν ἀμόργην δηλοῦν ὁμοίαν βύσσῳ καὶ πολυτελῆ ἐσθῆτα. Μεθόδιος
α 675 Ἄμοχθος · σημαίνει τὸν ἀκακοπαθοῦντα· παρὰ τὸ μόχθος ἄμοχθος, τοῦτο παρὰ τὸ μόγος καὶ πλεονασμῷ τοῦ χ καὶ τροπῇ. τὸ δὲ μόγος παρὰ τὸ μὴ ἐᾶν γάνυσθαι τὴν ψυχήν
α 676 Ἁμός · ὥσπερ ἀπὸ τοῦ σφέτερος γίνεται Δωρικῇ διαλέκτῳ σφός καὶ ἀπὸ τοῦ ὑμέτερος ὑμός, οὕτως καὶ ἀπὸ τοῦ ἁμέτερος ἁμός Δωρικῶς. ἢ θέμα ἐστὶ τῆς Δωρίδος διαλέκτου. οὕτως Ἡρωδιανός
α 677 Ἀμοπάονα · Πολυαιμονίδην Ἀμοπάονα. ψιλωτέον πάντα, ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμοπάονα, πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. οὕτως ἐν Ὑπομνήματι
α 678 Ἄμοτον · ἀπλήρωτον· παρὰ τὸ μένω γίνεται μοτός καὶ ἄμοτος καὶ ἄμοτον, οἷον · ἄμοτον μεμαῶτι μάχεσθαι, ἀνυπομόνητον, ἵνα ἐστὶ τὸ α ἐπιτατικόν. ἢ μότα λέγονται τὰ ῥάκη τὰ πληρωτικὰ τῶν πληγῶν, καὶ ἄμοτον κατὰ ἀπόφασιν τὸ μὴ πεπληρωμένον, ἀπὸ μεταφορᾶς τῶν μὴ πεπληρωμένων τραυμάτων, τουτέστιν τῶν μότων. οὕτως μὲν Ὠρίων. ἐγὼ δὲ εὗρον ἐν Ὑπομνήμασιν Ἰλιάδος, ὅτι ἄμοτον λέγεται τὸ ἀπλήρωτον, ἔνθεν καὶ μότα τὰ πληρωτικὰ τῶν πληγῶν· ἴσως ἀπὸ τοῦ μετρῶ ἄμετρον ἄμοτρον καὶ ἄμοτον
α 679 Ἀμορμεύοντο · σημαίνει δὲ τὸ διεκόμιζον· Νικανδρος ἐν Θηριακοῖς · νωθεῖ γὰρ κάμνοντες ἀμορμεύοντο λοπάργῳ, τῷ ὄνῳ, ἐπεὶ κατὰ τὴν κοιλίαν λευκός ἐστιν
α 680 Ἀμορμεύεσκεν · συνωδοιπόρει, οἷον · σὺν ἡμῖν δ’ ὁ πελαργὸς ἀμορμεύεσκεν ἀλοίτης. παρὰ τὸ ἀμορμεύειν, τοῦτο παρὰ τὸ ἅμα ὁρμᾶν καὶ πορεύεσθαι
α 681 Ἀμοιβήδην · Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά · ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι· καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον, τοὶ δ’ αὖτ’ ἐγχείῃσι καὶ ἀσπίσι νῆ’ ἐκάλυψαν. ἄλλῳ δ’ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν. σημαίνει δὲ τὸ ἀμοιβήδην τὸ ἐνηλλαγμένως, τὸ δὲ ἐπαμοιβός τὸ ἀλλεπαλλήλως
α 682 Ἀμοιβοί · σημαίνει δὲ τὸ ἐπάλληλοι · οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί. ἢ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς Τρωσίν
α 683 Ἀμπεχόνη · εἴρηται εἰς τὴν ἀμφί πρόθεσιν
α 684 Ἄμπαυμα · ἀνάπαυμα, καὶ κατὰ συγκοπὴν ἄμπαυμα· Ἡσίοδος ἐν Θεογονίᾳ, οἷον · λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων
α 685 Ἀμπίσχουσα · εἴρηται εἰς τὴν ἀμφί πρόθεσιν
α 686 Ἀμπνύνθη · ἀνέπνευσεν. ἀναπνύω εἰς τὸ ἴφθιμος
α 687 Ἀμπείραντες · διαπείραντες
α 688 Ἄμ πόνον · σημαίνει δὲ ἐπὶ τὸν πόλεμον · ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν
α 689 Ἀμπρόν · σχοινίον τι, καὶ ἀμπρεύειν δὲ τὸ ἕλκειν· Καλλίμαχος · ἄνδρες ἐλαιοὶ δ’ ἐκ λειόθεν ἀμπρεύοντες· οἷον ἀμπερόν τι ὄν, τὸ διαμπερὲς τῶν ζυγῶν δεδεμένον. Μεθόδιος
α 690 Ἀμπρεύω · ὁ μὲν Καλλίμαχος κυρίως ἐπὶ τοῦ ἕλκειν ἔλαβεν τὴν λέξιν, οἷον · ἄνδρες ἐλαιοὶ δ’ ἐκ λειόθεν ἀμπρεύοντες· ἀμπρὸν γὰρ κυρίως καλεῖται τὸ σχοινίον τὸ ἕλκον τοὺς βόας ἢ τὸ ξύλον τοῖς αὐχέσι τῶν ὑποζυγίων. ὁ δὲ Λυκόφρων ἐπὶ τοῦ κακοπαθεῖν ἔλαβεν τὴν λέξιν, οἷον · ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον
α 691 Ἄμπυξ · τὸ γυναικεῖον ἀνάδεμα, ὅ ἐστι στρόφιον. καὶ ἐπὶ χαλινοῦ δὲ εἴρηται, οἷον · χρυσάμπυκας ᾔτεεν ἵππους· παρὰ τὸ ἀμφέχειν ἄμφυξ καὶ ἄμπυξ. ἢ παρὰ τὸ ἀναπυκάζειν καὶ ἀνέχειν τὰς τρίχας. Μεθόδιος
α 692 Ἄμπελος · παρὰ τὸ ἀνάπηλός τις οὖσα, ἡ μὴ ἔχουσα ἐν ἑαυτῇ τὸν πηλόν, ἤγουν τὸν οἶνον. ἢ παρὰ τὸ πάλλε ιν καὶ σείειν ἡμᾶς πίνοντας
α 693 Ἄμπωτις · ἡ ξηρασία, ἡ ῥιχία· Διονύσιος ὁ Περιηγητής, οἷον · ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δ’ αὖτε ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισι. κυρίως λέγεται ἡ ἀναχώρησις τῆς θαλάσσης, ἤγουν ἡ ἀναπινομένη θάλασσα· ἐκ τοῦ πῶμι πώσω πῶσις καὶ ἀνάπωσις καὶ ἄμπωσις κατὰ συγκοπήν, καὶ τροπῇ ἄμπωτις. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἡ ἐκ τῆς ἐπιφανείας εἰς τὸ βάθος ὑποχώρησις τῆς ὕλης. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ ἐξηγήσεως τῶν λέξεων Ἱπποκράτους α
α 694 Ἀμπλάκημα · ἁμάρτημα. δώομεν ἀμπλακίην ὡς καὶ πάρος εὐμενέοντες. Ἀπολλώνιος α
α 695 Ἀμύρητον · τὸ ἀτέλεστον καὶ τέλος μὴ ἔχον, ἀπὸ μεταφορᾶς τῶν ἀπὸ τῶν ἐρίων μηρυμάτων, μήρυτον καὶ ἀμήρυτον. Μεθόδιος
α 696 Ἀμυμώνη · ἡ θυγάτηρ Δαναοῦ. ἐν ἴσαις συλλαβαῖς ἀπὸ γενικῆς παράγεται θηλυκὰ εἰς η πέρατος περάτη, κάλυκος Καλύκη, ἅρπαγος ἁρπάγη σώφρονος σωφρόνη, χιόνος Χιόνη καὶ ἀμύμονος Ἀμυμόνη καὶ Ἀμυμώνη. Μεθόδιος
α 697 Ἄμυκος · γέγονεν τῶν Βεβρύκων βασιλεύς, δέδωκε δὲ νόμον, ἵν’ ὅστις ἀπὸ ξένης ἔλθῃ εἰς τὴν αὐτοῦ χώραν ἀποπειρᾶν αὐτὸν εἰς πένταθλον καὶ οὐκ εἴα ἀναχωρῆσαι, πρὶν ἢ πεῖραν αὐτοῦ σχῇ · ὃς καὶ ἐπὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μή τιν’ ἀποστείχειν πρὶν πειρήσασθαι ἑοῖο. ἔστι δὲ καὶ πόλις Ἄμυκος ἀπ’ αὐτοῦ κληθεῖσα
α 698 Ἀμῦναι · τὸ ἀποσοβῆσαι · βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι· ἢ τὸ βοηθῆσαι · ὄφρ’ ἐπαμύνω Τρώεσς’ οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν. παρὰ τὴν μύνην, τὴν πρόφασιν, οἷον · ἀλλ’ ἄγε μὴ μύνῃσι παρέλκεται· ἀμῦναι οὖν κυρίως τὸ ἀπροφασίστως βοηθῆσαι· ἢ μύνας σημαίνει τοὺς μελλησμούς, ἔνθεν ἀμύνειν τὸ ἀμελλητὶ βοηθεῖν. ἢ παρὰ τὸ ἀμεύω, τὸ πορεύομαι, γίνεται ἀμεύνω, ὡς δύω δύνω καὶ θύω θύνω, καὶ ἐνδείᾳ τοῦ ε ἀμύνω, τὸ μετὰ δρόμου βοηθεῖν. ἢ παρὰ τὸ ἀμείβω ἀμεύω καὶ προσθέσει τοῦ ν καὶ ἀποβολῇ τοῦ ε ἀμύνω, τὸ ὑπὲρ χάριτος βοηθεῖν. ἀναγκαία δὲ ἡ τοῦ ν ἐπιστολή τὸ γὰρ ν τῇ ευ διφθόγγῳ οὐκ ἐπεντίθεται, ἐπὶ δὲ τοῦ υ γίνεται πυκνῶς, οἷον δύω δύνω, θύω θύνω, ἀρτύω ἀρτύνω. Μεθόδιος α
α 699 Ἀμύντωρ · ὁ βοηθός· ἀπὸ τοῦ ἀμύνω
α 700 Ἀμύξ · ἐπίρρημα σημαῖνον τὸ ἀμυκτικῶς· παρὰ τὸν μέλλοντα γίνεται ἐπιρρήματα ἀποβολῇ τοῦ ω ὡς ἀπὸ τοῦ δήξω δάξω δάξ καὶ αὐτόδαξ, κλάζω κλάξω κλάξ καὶ ὄκλαξ, οὕτως ἀμύσσω ἀμύξω ἀμύξ. Μεθόδιος
α 701 Ἄμυρος · πόλις Θεσσαλίας
α 702 Ἀμύσσω · παρὰ τὸ αἷμα αἱμάσσω, τροπῇ τοῦ α εἰς υ ἀμύσσω, ὡς μάθω μάθος καὶ μῦθος. Μεθόδιος. σημαίνει δὲ τὸ αἱματῶ καὶ ξέω α
α 703 Ἄμυστις · ἡ ἀπνευστὶ πόσις· παρὰ τὸ μὴ μύειν, ὅ ἐστι χανδὸν πιεῖν ἐπὶ πολὺ μὴ μύοντα καὶ συνάγοντα τὰ χείλη. ἢ παρὰ τὸ ἅμα πιεῖν χωρὶς τοῦ διαπνεῦσαι, ὅ ἐστιν ἀπνευστί. ἔστι δὲ καὶ φιάλης εἶδος μεγάλης. Μεθόδιος α
α 704 Ἀμυσχρός · ὁ καθαρός· καὶ ἀμυσχρά ὁ μὴ μύσει χρανθείς. ἢ παρὰ τὸ μύσος μυσαχρός, ὁ μυσαρός, καὶ μυσχρός καὶ ἀμυσχρός, ὁ ἀμίαντος. Μεθόδιος
α 705 Ἀμυχή · τὸ ἕλκος, τὸ ἐπὶ τοῦ σώματος ξέσμα· γενύων τ’ ἀμυχάς, Εὐριπίδης. παρὰ τὸ ἀμύσσειν, ὅπερ ἐκ τοῦ αἱμάσσω γίνεται. ἢ παρὰ τὸ μυχόν μυχή καὶ ἀμυχή, ἡ μὴ εἰς βάθος πληγή. Μεθόδιος
α 706 Ἄμυδις · σημαίνει δὲ τὸ ἅμα · ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται. παρὰ τὸ ἅμα ἅμαδις καὶ τροπῇ τοῦ α εἰς υ ὡς σάρκες σύρκες, τοῦ πνεύματος μεταβληθέντος α
α 707 Ἀμυδρός · παρὰ τὸ μύδρος, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, ἀμυδρός, ὁ ἀλαμπὴς καὶ σκοτεινός α
α 708 Ἀμυγδάλη · παρὰ τὸ ἐν τῇ καλύφῃ· τὸ μετὰ τὸ ἔξω χλωρὸν πολλὰς ἀμυχὰς ἔχον. Ὠρίων
α 709 Ἀμύμων · ἀμώμητος, ἄψογος· παρὰ τὸ μύω, τὸ ὑποκαμμύω, ὁ μέλλων μύσω, ἐξ οὗ ῥηματικὸν ὄνομα μύμων καὶ ἀμύμων, ὁ μὴ κεκαμμυμένος. ἢ παρὰ τὸ μῶμος γίνεται ἄμωμος καὶ ἀμώμων καὶ τροπῇ τοῦ ω εἰς υ ἀμύμων, ὡς χελώνη χελύνη
α 710 Ἄμυκος · ἔστιν ὄνομα πόλεως. εἴρηται εἰς τὸ σταθμός περὶ αὐτοῦ
α 711 Ἀμύξεις · κνήσεις, λυπήσεις · σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις. τὸ θέμα ἀμύσσω, ὁ μέλλων ἀμύξω. τὸ δὲ ἀμύσσω παρὰ τὸ μῦ ἐπίρρημα γίνεται· μύζω καὶ ἀμύζω, τὸ λίαν οἰμώζειν· τὸ δὲ ζ τρέπεται εἰς δύο σς Αἰολικῶς καὶ γίνεται ἀμύσσω. ἢ ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὴν ψυχήν
α 712 Ἀμφασίαν · τὴν ἀφωνίαν καὶ ἔκπληξιν · δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· οὐκ ἀφασίαν. · ἰὸν ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκ’ ἐπὶ Μηδείᾳ· τὴν δ’ ἀμφασίη λάβε θυμόν, Ἀπολλώνιος
α 713 Ἀμφαδίην · φανερῶς, ἀναφανδόν· ἀμφαδίη · ἠὲ καὶ ἀμφαδίην
α 714 Ἀμφαδόν · φανερῶς· ἀναφανδόν καὶ ἀμφαδόν · ἀλλ’ ἀμφαδόν, αἴ κε τύχοιμι
α 715 Ἀμφαῦον · κόρυθες δ’ ἀμφαῦον ἀΰτευν· δύο μέρη λόγου εἰσίν, ἀμφί καὶ αὖον, οὗ τὸ πληθυντικὸν οἶδεν · αὖα πάλαι, περίκηλα
α 716 Ἀμφεπονεῖτο · διέτριβεν, οἷον · ἐν μεγάρῳ Ἑκάτης πανήμερος ἀμφεπονεῖτο
α 717 Ἄμφηκες · ἀμφοτέρωθεν ἠκονημένον· ἀπὸ τοῦ ἥκω α
α 718 Ἀμφεποτᾶτο · περὶ τῶν τέκνων αὐτῆς λυπουμένη ἐπέτατο
α 719 Ἀμφίδυμοι · πάντοθεν κατάδυσιν ἔχοντες καὶ σκέπην καὶ καταγωγήν, οἷον ἀμφίδυνοι, ἀπὸ τοῦ δύνειν, τὸ σκεπόμενον. λέγεται δὲ καὶ ὁ λιμὴν τῆς Κυζίκου ἀμφίδυμος, δισσὰς εἰσόδους ἑκατέρωθεν μέρους ἔχων, οἷον · χέρσῳ ἐπιπρηνὴς καταείμενος· ἐν δέ οἱ ἀκταὶ ἀμφίδυμοι, κεῖνται δ’ ὑπὲρ ὕδατος Αἰσήποιο, ἔστι δὲ οἶνοσ ποταμός
α 720 Ἀμφικαρῆ · ἀμφικέφαλα ἐν αὐτῷ. Ὦρος
α 721 Ἄμφιάρεως · ὁ ἥρως, Ὀϊκλέους· ἢ παρὰ τὸν ἀέρα Ἀμφιάρεως· ἢ παρὰ τὰς ἀράς, μάντις γὰρ ἦν Ἀμφιάρεως. Μεθόδιος
α 722 Ἀμφίκαυτις · ἡ ὀρεινὴ κριθή, ἣν ἡμεῖς εὔστραν καλοῦμεν· καὶ οὕτω μὲν οἱ τραγικοί, οἱ δὲ κωμικοὶ τῶν αἰδοίων ἀμφίκαυστις ἀπὸ τοῦ περικεκαῦσθαι. οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν. ἣν ἡλήϊον προσαγορεύουσιν, ὡραῖον, διὰ τὸ τοὺς πρωΐμους καέντων τῶν ἀχύρων ἐπιτηδείους εἶναι εἰς τροφήν. οὕτως Μεθόδιος
α 723 Ἀμφίγυα · Ὅμηρος ἐπὶ τῶν δοράτων λέγει, οἷον · ἔγχεσιν ἀμφιγύοισιν, οἱονεὶ τὰ ἑκατέρωθεν γυῶσαι δυνάμενα, ὅ ἐστι χωλῶσαι καὶ πλῆξαι διὰ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆρος, οἷον · γυώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους, τουτέστιν χωλώσομαι. Ὠρίων α
α 724 Ἀμφιβέβηκας · ὑπερμαχεῖς
α 725 Ἀμφίβασιν · ὑπερμάχησιν · δεῖσε δ’ ὅ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, ἀντὶ τοῦ ἐφοβήθη γὰρ τὴν ἰσχυρὰν ὑπερμάχησιν τῶν Τρώων
α 726 Ἀμφιγυήεις · ὁ Ἥφαιστος, ὁ βραδὺς ἐν τῷ πορεύεσθαι· παρὰ τὰ γυῖα, ὅ ἐστιν ἄκρα, χεῖρες καὶ πόδες. ἢ ὁ ἀμφοτέροις τοῖς γυίοις, ὅ ἐστι τοῖς ποσί, χωλός α
α 727 Ἀμφίδρυφοι · ἔστι δρύπτω, τὸ ξαίνω, τὸ ἀμφοτέρωθεν ἐξεσμένον
α 728 Ἀμφιδέδηε · περιειλεῖται, περιορίζει, ἤγουν ἀμφοτέρωθεν περιεκύκλωσεν· ἀπὸ τοῦ δαίω, μέσος παρακείμενος · ἄστυ τόδ’ ἀμφιδέδηε. · δαιμόνι’, οὐ μὲν καλὰ χόλον τόν γ’ ἔνθεο θυμῷ, ἀντὶ τοῦ οὐ καλῶς νῦν τὴν ὀργήν, ἣν κατὰ τῶν Τρώων ἔχεις διὰ τὸ παραδοῦναί σε τῷ Μενελάῳ βούλεσθαι, οὐδὲ ἐν καιρῷ ταῦτα ποιεῖς. ἢ οὐ καλῶς νῦν ὀργίζῃ ἡγούμενος τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ
α 729 Ἀμφικέφαλος · κλίνης εἶδος παρ’ Ἀθηναίοις· παρὰ τὸ ἑκατέρωθεν ἀνάκλισιν ἔχειν καὶ προσκεφάλαιον. Μεθόδιος
α 730 Ἀμφιλαφές · τὸ δασύ, ἀμφιλαβές τι ὄν, τὸ ἑκατέρωθεν ληπτὸν μέρος διὰ τὴν δασύτητα, τροπῇ τοῦ β εἰς φ. ἤ παρὰ τὴν ἁφήν
α 731 Ἀμφιελίσσας · αἱ νῆες αἱ ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνόμεναι· ἢ ἑκάτερα τὰ πλευρὰ στρεφόμεναι
α 732 Ἀμφίπολις · πόλις Ἀθηναίων ἢ Θρᾴκης, ἥτις ἐκαλεῖτο πρότερον Ἐνάοδοι διὰ τὸ περιέχεσθαι καὶ περιοδεύεσθαι ὑπὸ τοῦ Στρυμῶνος ποταμοῦ. Μεθόδιος α
α 733 Ἄμφις · τοῦτο οὐ συγκοπή, ἀλλὰ μετασχηματισμός· ἀπὸ γὰρ τοῦ Ἀμφιάραος Ἄμφις, ὡς παρ’ Αἰσχύλῳ ὥσπερ ἀστράγαλος ἄστρις καὶ Ἰφιάνασσα Ἶφις καὶ Θρασυκλῆς Θράσυλλος καὶ Βαθυκλῆς Βάθυλλος ὑποκοριστικά. ταῦτα γὰρ μετασχηματισμοὶ καλοῦνται, ἐπειδὴ οὐ συμφωνεῖ ἡ κατάληξις. οὐδέποτε γὰρ συγκοπὴ γίνεται τριῶν συλλαβῶν. ἀλλ’ οὐδὲ πάλιν δυνάμεθα λέγειν ἀποκοπήν, ἐπεὶ τὸ ς ἔχει τῆς τελευταίας συλλαβῆς· ὅπου γὰρ τῆς τελευταίας συλλαβῆς τηρηθῇ στοιχεῖον, οὐ λέγομεν ἀποκοπήν· ὥστε μετασχηματισμός ἐστιν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 734 Ἀμφίς · ἀπὸ τῆς ἀμφί προθέσεως γίνεται ἀμφίς ἐπίρρημα, τὸ σημαῖνον τὸ χωρίς, οἷον · εἴπερ νέρτεροί εἰσιν θεοῦ Κρόνου ἀμφὶς ἐόντες. οὐδὲ γὰρ δυνάμεθα λέγειν πρόσθεσιν ἢ πλεονασμὸν τοῦ ς. Ἡρωδιανός
α 735 Ἀμφίβασιν · στῆσε δ’ ἀμφίβασιν Τρώων. κυρίως ἀμφίβασις λέγεται ἡ περὶ τοῦ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν ἀγωνίζονται ὑπὲρ τοῦ σωθῆναι
α 736 Ἀμφισβητεῖν · τὸ ζητεῖν, πλεονασμῷ τοῦ β · ἔστι γὰρ ἀμφισητεῖν. ἢ παρὰ τὸ ἀμφίς καὶ τὸ βάζειν, ἵνα σημαίνῃ τὸ ἀμφιλογεῖν. πολλάκις δὲ πλεονάζει τὸ β ὡς ἐν τῷ ἄδηρον ἄβδηρον, ἄ β δηρος γάρ τίς ἐστι, καὶ σίδαι σίβδαι. καὶ οὕτως μὲν ὁ Μεθόδιος· ὁ δὲ Ζηνόβιος λέγει, ὅτι δύναται μὴ παρὰ τὴν ἀμφί συγκεῖσθαι πρόθεσιν, ἀλλὰ παρὰ τὸ ἀμφίς ἐπίρρημα, ἵνα σημαίνῃ τὸ κεχωρισμένως βαίνειν· τοιοῦτοι γὰρ οἱ διστάζοντες. εἰ δὲ τοῦτο, εὐλόγως μὲν ἔξωθεν κέκλιται, σημειῶδες δέ, εἰ παρ’ ἐπίρρημα συνετέθη. εἰ δὲ παρὰ τὴν ἀμφί πρόθεσιν σύγκειται, πλεονασμὸν δέξηται τοῦ ς καὶ παραλόγως ἔξωθεν κλιθείη. Ἀττικῶς οὖν παρὰ προθέσεως οὔσης τῆς συνθέσεως ἔσωθέν τε καὶ ἔξωθεν τὴν κλίσιν πεποίηται· Πλάτων ἐν Γοργίᾳ · «ἔοικεν ἄρα οὐ περὶ τούτου, ὦ φίλε, ἠμφισβητησάμην, σὺ μὲν τὸν Ἀρχέλαον εὐδαιμονίζων»· Ἀνδοκίδης ἐν τῷ Περὶ τῶν μυστηρίων · «περὶ τούτων ἠμφισβήτουν οὗτοί γε οἱ μηνύσαντες.» ἡ δὲ ἔσωθεν κλίσις πάντη παράλογος ῥητοῦ μὴ ὄντος τοῦ ἁπλοῦ α
α 737 Ἀμφιέννυται · παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ ν ἕνω ἑνύω εἵνυτο. καὶ οἱ Αἰολεῖς πλεονάζοντες τὸ ἀμετάβολον ἀποβάλλουσι τὸ ι ὡς τὸ φθείρω φθέρρω
α 738 Ἀμφιτρύων · ὁ ἥρως· παρὰ τὸ τρύος, ὅ ἐστι πόνος, οἷον καὶ πολύτρυος ἤλασεν ἔξω. Μεθόδιος
α 739 Ἀμφιφῶν · εἶδος πλακοῦντος τελούμενον τῇ Ἀρτέμιδι, οἷον · μαστοὺς τροφαλίδας ἀμφιφῶντας ἰτρία· διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν δᾴδων· ἢ διὰ τὸ πανσελήνου οὔσης πέμπεσθαι τῇ Ἑκάτῃ τοῦ οὐρανοῦ. Μεθόδιος
α 740 Ἀμφιλύκη νύξ · λυκόφως, σκοτεινή. ἔστι λυγαῖον, τὸ σκοτεινόν, παρὰ τὸ λύειν τὴν αὐγὴν καὶ μὴ ἐᾶν συστῆναι αὐτήν· ἐξ αὐτοῦ γίνεται λύγη, καὶ τροπῇ τοῦ γ εἰς τὸ κ λύκη καὶ ἀμφιλύκη. οὕτως Ὠρίων
α 741 Ἀμφιδρόμια · τὰ δὲ ἀμφιδρόμια ἑορτή ἐστιν ἐν Ἀθήνησι συντελουμένη, καθ’ ἣν ἐγκρυφίου ἄρτου ὀπτωμένου ἐπὶ τῆς ἑστίας ἐπιτρέχουσι. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ μετὰ σκευῆς εἰσ τὰ βρέφη περὶ τὴν ἑστίαν περιφέροντες, ἐπειδὴ κουροτρόφος ἡ θεὸς ἐπί τινων πεφήμισται. μέμνηται Πλάτων ἐν Θεαιτήτῳ · «τοῦτο μὲν δή, ὡς ἔοικεν, μόγις ἐγεννήσαμεν, ὅ τι δή ποτε τυγχάνει ὄν, μετὰ δὲ τὸν τόκον τὰ ἀμφιδρόμια ὡς ἀληθῶς ἐν κύκλῳ περιθρεκτέον τῷ λόγῳ.»
α 742 Ἀμφικύπελλον · ποτήριον· παρὰ τὸ κυφόν κύφελον καὶ κύπελον, καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφικύπελλον πλεονασμῷ ἑτέρου λ τὸ ἐκ περιφερείας κυφόν, ὅθεν καὶ τὰ πρὸς ἡμᾶς κάτω νεύοντα νέφη κύφελλα λέγονται. ἢ παρὰ τὸ χέω χύπελλον, τουτέστιν ὅπου ὁ πηλός, ἤγουν ὁ οἶνος, χεῖται. Ἀρίσταρχος δέ φησι σημαίνειν τὴν λέξιν τὴν διὰ τῶν ὤτων ἑκατέρωθεν περιφέρειαν, ἐφ’ ὧν καὶ ῥητῶς ἀποδιδοὺς λέγει · ἤτοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, χρύσεον ἄμφωτον
α 743 Ἀμφικτύονες · οἱ περιοικοῦντες· τὸ γὰρ κτίσαι ἐπὶ τοῦ οἰκίσαι ἔλαβον οἱ παλαιοί, ὥς φησιν Ὅμηρος · ἐϋκτίμενον πτολίεθρον, καὶ ἐϋκτιμένην κατ’ ἀλωήν. ἔστιν οὖν οἰκίζω οἰκίσω οἰκιών καὶ οἰκτιών, κατὰ πλεονασμὸν τοῦ τ καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφικτιών, καὶ τροπῇ τοῦ ι εἰς υ ἀμφικτύων, ὡς τριφάλεια τρυφάλεια. Ὠρίων
α 744 Ἀμφιειμένοι · σημαίνει δὲ τὸ ἐνδεδυμένοι, οἷον · ὤ μοι, ἀναιδείην ἐπιειμένε· γέγονεν δὲ παρὰ τὸ ἕω, τὸ σημαῖνον τὸ ἐνδύομαι, ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι καὶ ἡ μετοχὴ εἱμένος, οἷον · εἱμένος ὤμοιιν νεφέλην· καὶ ἐν συνθέσει ἀμφιειμένοι. οὕτως Γεώργιος ὁ Χοιροβοσκός
α 745 Ἀμφίβληστρον · σημαίνει δὲ τὸ δίκτυον. Ὠρίων μὲν ἐτυμολογεῖ παρὰ τὸ βάλλω βλῶ βλήσω βλῆτρον καὶ μετὰ τῆς ἀμφί προθέσεως καὶ πλεονασμῷ τοῦ ς ἀμφίβληστρον. Ἡσίοδος δὲ χρᾶται αὐτῷ εἰς τὴν Ἀσπίδα οὕτως · αὐτὰρ ἐπ’ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχεν δὲ χειρὶ καὶ ἰχθεῦσιν ἀμφίβληστρον ἀπορρίψαντι ἐοικώς
α 746 Ἀμφιτρίτη · σημαίνει δὲ καὶ τὴν θάλασσαν. ὤφειλε δὲ ὅσον ἐκ τῆς ἐτυμολογίας, ὡς λέγει ὁ Χοιροβοσκὸς καὶ Ὠρίων διὰ τῆς ει διφθόγγου γράφεσθαι· παρὰ γὰρ τὸ τρεῖν λέγεται Ἀμφιτρίτη, ἡ ἀμφοτέρωθεν φόβον ἡμῖν ἐμποιοῦσα. ἀλλὰ τῷ χαρακτῆρι τῶν εἰς τη θηλυκῶν διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς τη λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ μίαν συλλαβὴν ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, οἷον ἐρέτη μελέτη Ἀφροδίτη· οὕτως οὖν καὶ Ἀμφιτρίτη. πρόσκειται «βαρύτονα» διὰ τὸ τελευτή ὀξύτονον· πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ χαίτη. ἐχρήσατο δὲ τὴν λέξιν Διονύσιος ὁ Περιηγητὴς οὕτως, οἷον · ὑψόθι μορμύρων, ἕτερος πόρος Ἀμφιτρίτης οὖρον δ’ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν· τεκμαίρεται σημαίνει τὸ τελειοῦται
α 747 Ἀμφιβρότης · βροτός καὶ ἀμφιβρότη, ἡ ἑκατέρωθεν τὸν βροτὸν σκέπουσα ἀσπίς
α 748 Ἀμφί · πρόθεσις. ἰστέον, ὅτι ἡ ἀμφί πρόθεσις λέγεται καὶ ἀμπί παρὰ τοῖς Αἰολεῦσιν, οἷον ἀμπεχόνη ἀμπίσχουσα. ἀμπεχόνη δὲ λέγεται ἀντὶ τοῦ περιβολῆς ἱματίου, ἤγουν πάλλιον· ἡ χρῆσις εἰς τὸ βλαύτην· καὶ «ἦν γὰρ αὐτῇ ἱμάτια, ὡς καὶ παράζωμά τε καὶ ἀμπεχόνια δύο καὶ χιτών»
α 749 Ἀμφιρεφέαν · τὴν ἀμφοτέρωθεν ἐσκεπασμένην τῶν βελῶν θήκην· ἔστι γὰρ θηλυκὸν αἰτιατικῆς πτώσεως. ἀπὸ τοῦ ῥέφω, τὸ σημαῖνον τὸ σκεπάζω, καὶ τὴν ἀμφί α
α 750 Ἀμφιῶ · εἴρηται εἰς τὸ κρεμῶ
α 751 Ἀμφιέννυμαι ἠμφιεννύμην · μήποτε δὲ κἀνταῦθα περιττή ἐστιν ἡ πρόθεσις; τί γὰρ διαφέρει τὸ ἕννυμαι τοῦ ἀμφιέννυμαι; καὶ αὐτὴ δὲ φᾶρος μέγα ἕννυτο νύμφη. τί γὰρ πλέον τοῦ «ἀμφιέσασθαι χιτῶνα»; οὕτως Ζηνόβιος
α 752 Ἀμφικινυρόμεναι · ἐνδυκὲς ἀνέρας ἀμφικινυρόμεναι προχέοντο, χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον. Ἀπολλώνιος. κινυρόμεναι· μέλπουσαι, ᾄδουσαι· ἀπὸ τῆς κινύρας
α 753 Ἀμφίων · ἔστιν ὄνομα κύριον· ἀπὸ τῆς ἀμφί προθέσεως καὶ τῆς ἰών μετοχῆς γέγονεν ἀμφιιών, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ι μακρὸν Ἀμφίων βαρυτόνως. βαρυτόνως δὲ γέγονεν, ἐπειδὴ αἱ μετοχαὶ συντιθέμεναι, ἐὰν μὲν φυλάξωσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον βάς ἀναβάς, στάς ἀναστάς, ἐὰν δὲ ἐναλλάξωσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν τόνον ἐναλλάσσουσιν, οἷον βάς Ἄβας, τλάς Ἄτλας, φάς Περίφας. ἐπεὶ οὖν ἡ ἰών μετοχὴ ἐν τῷ Ἀμφίων ἐνήλλαξε τὸ μέρος τοῦ λόγου, τούτου χάριν καὶ τὸν τόνον ἐνήλλαξεν. δοκεῖ δὲ παράλογος εἶναι ἡ σύνθεσις τοῦ Ἀμφίων, ἐπειδὴ αἱ εἰς φωνῆεν λήγουσαι προθέσεις δέχονται καὶ τὸν λόγον τῆς ἐκθλίψεως καὶ τὸν λόγον τῆς κράσεως· καὶ αἱ δεχόμεναι τὸν λόγον τῆς ἐκθλίψεως οὐ δέχονται τὸν λόγον τῆς κράσεως, οἷον προέστη· «προύστητέ μου», ἀναέρχομαι ἀνέρχομαι· αἱ δὲ δεχόμεναι τὸν λόγον τῆς κράσεως οὐ δέχονται τὸν λόγον τῆς ἐκθλίψεως, οἷον προέστη προύστη, περιΐαχε περίαχε, οἷον · περίαχε πόντος ἀπείρων· ὅθεν σημειούμεθα τὴν διά πρόθεσιν· αὕτη γὰρ δεχομένη τὸν λόγον τῆς ἐκθλίψεως δέχεται καὶ τὸν λόγον τῆς κράσεως, ὡς ἐπὶ τοῦ διάκονος· ἀπὸ γὰρ τοῦ ἐνέκω, τοῦ σημαίνοντος τὸ φέρω, γέγονε διαένοκος καὶ καθ’ ὑπερβιβασμὸν διαέκονος καὶ κατὰ κρᾶσιν τοῦ αε εἰς α μακρὸν διάκονος. εἰ ἄρα οὖν ἡ ἀμφί δέχεται τὸν λόγον τῆς ἐκθλίψεως, οἷον ἀμφὶ ἀγαθόν ἀμφ’ ἀγαθὸν θεράποντα, οὐκ ὤφειλεν δέξασθαι τὸν λόγον τῆς κράσεως. λέγει δὲ Εὐριπίδης ὁ τραγικὸς ἐτυμολογῶν τὸ Ἀμφίων, ὅτι Ἀμφίων ἐκλήθη παρὰ τὴν ἄμφοδον, ἤγουν περὶ τὴν ὁδόν, γεννηθῆναι· ὁ δὲ Ἀριστοφάνης κωμικευόμενος λέγει, ὅτι οὐκοῦν Ἄμφοδος ὤφειλεν κληθῆναι. ἄλλοι δὲ λέγουσιν, ὅτι οὐ γέγονεν ἀπὸ τῆς ἀμφί προθέσεως καὶ τῆς ἰών μετοχῆς τὸ Ἀμφίων, ἀλλὰ ἀπὸ τῆς ἀμφί προθέσεως γέγονεν κατὰ παραγωγὴν καὶ ἐξέτεινε τὸ ι ποιητικῶς, ὥσπερ τὸ Ἰξίων καὶ Δολίων. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν
α 754 Ἄμφιος · λέγουσί τινες, ὅτι ὥσπερ ἀπὸ τοῦ Ἀκταίων γίνεται Ἀκταῖος καὶ ἀπὸ τοῦ πλείων πλεῖος καὶ ἀπὸ τοῦ ῥᾴων ῥᾷος καὶ ἀπὸ τοῦ ἀρείων ἀρεῖος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ Ἀμφίων γίνεται Ἄμφιος· καὶ ἐπειδὴ τὸ Ἀμφίων διὰ τοῦ ι γράφεται, τούτου χάριν καὶ τὸ Ἄμφιος διὰ τοῦ ι. οἷστισιν ἀντίκειται ἡ σημασία· τὰ γὰρ ἀπὸ τῶν εἰς ων κυρίων εἰς ος γινόμενα ὀνόματα κατὰ τοῦ αὐτοῦ σημαινομένου λαμβάνονται, οἷον τὸ Ἀκταῖος ἀπὸ τοῦ Ἀκταίων ἐγένετο καὶ τὴν σημασίαν τοῦ Ἀκταίων ἐφύλαξεν· ὁ αὐτὸς γὰρ λέγεται καὶ Ἀκταίων καὶ Ἀκταῖος. εἰ ἄρα οὖν τὸ Ἄμφιος ἀπὸ τοῦ Ἀμφίων ἐγένετο, ὤφειλεν καὶ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου τὰ δύο ὀνόματα ληφθῆναι. ἀλλὰ μὴν οὐ λαμβάνεται ἐπὶ τοῦ αὐτοῦ σημαινομένου τὰ δύο ὀνόματα· Ἀμφίων μὲν γάρ ἐστιν ὁ ἀδελφὸς τοῦ Ζήθου ὁ κτίσας τὰς Θήβας, ὁ υἱὸς τοῦ Διὸς καὶ τῆς Ἀντιόπης, Ἄμφιος δὲ ὁ τοῦ Σελάγου υἱός. ὥστε δῆλον, ὅτι οὐ γέγονεν ἀπὸ τοῦ Ἀμφίων τὸ Ἄμφιος, ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὴν ὑπό πρόθεσιν γίνεται Ὕπιος, οἷον Ὕπιος Ζεύς, ἔστι δὲ καὶ ὄνομα ποταμοῦ, ὡς παρὰ Ἀπολλωνίῳ οἷον · παρ’ εἱαμεναῖς Ὑπίοιο, εἱαμεναὶ δέ εἰσιν οἱ δίυγροι τόποι, οὕτως καὶ παρὰ τὴν ἀμφί πρόθεσιν γέγονεν Ἄμφιος, ἐκτάσεως γενομένης τοῦ ι ποιητικῆς. οὕτως ὁ Χοιροβοσκός
α 755 Ἀμφιφορίτης · ὅτι ἐν Αἰγίνῃ ἔδραμον περὶ τὴν Ἀσωπίδα κρήνην ὑδρεύσασθαι, ὅθεν καὶ ἀγὼν ἄγεται Ἀμφιφορίτης λεγόμενος παρὰ τοῖς Αἰγινήταις, ἐν ᾧ οἱ ἐκεῖσε ἀγωνιζόμενοι τοὺς κεράμους ὕδατος πεπληρωμένους ἀναλαβόντες κατὰ τῶν ὤμων τρέχουσι περὶ τῆς νίκης φιλονεικοῦντες κατὰ μίμησιν τῶν ἡρώων
α 756 Ἀμφίπολος · θεραπαινίς, δουλίς· παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τοῦ πολῶ
α 757 Ἀμφίφαλον · ἀμφοτέρωθεν φάλους ἔχουσαν περὶ ἑαυτήν. φάλοι δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι χάριν κόσμου τιθέμενοι
α 758 Ἀμφοῦδις · παρὰ τὸ ἔδαφος· ἔστι ῥῆμα οὐδίζω, ὁ μέλλων οὐδίσω, ἀποβολῇ οὖν οὖδις καὶ ἐν συνθέσει ἀμφοῦδις. οὕτως Ὠρίων
α 759 Ἀμφορεύς · τὸ ἑκατέρωθεν δίωτον σταμνίον, ὥς φησι Θεόκριτος · ἀμφορεὺς νεοτευχής. ἢ τὸ ἑκατέρωθεν αἰρόμενον ἀμφοαιρές, καὶ ἀμφορεύς κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ υ α
α 760 Ἀμφῶες · τὰ δύο ὦτα ἔχον· παρὰ τὸ οὖας ἐλλείψει τοῦ υ ὄας, καὶ ὡς οὖδας οὖδος, γῆρας γῆρος, οὕτως ὄας ὄος, ὡς γένος εὐγενής, οὕτως ἀμφώης καὶ ἀμφῶες. Μεθόδιος
α 761 Ἀμφωτίδες · χαλκᾶ τινα, ἅπερ οἱ παλαισταὶ τοῖς ὠσὶ περιετίθεσαν· περιωτίδες οὖν εἰσι καὶ ἀμφωτίδες, τῆς ἀμφί τὴν περί σημαινούσης. Μεθόδιος
α 762 Ἀμφόνον · ἰστέον, ὅτι τὸ ἀμφόνον κατὰ συγκοπὴν οὐκ ἐγένετο, ἐπειδὴ αἱ συγκοπαὶ ἐν μιᾷ λέξει γίνονται, οἷον πατέρος πατρός, ἀναμεῖναι ἀμμεῖναι· τὸ δὲ ἀμφόνον δύο μέρη λόγου εἰσίν· ἀνὰ φόνον γάρ. ἀλλ’ οὔτε δὲ κατ’ ἔκθλιψιν ἐγένετο, ἐπειδὴ αἱ ἐκθλίψεις οὐδέποτε συμφώνου γίνονται, ἀλλὰ φωνήεντος ἐπιφερομένου, οἷον κατὰ Ἀπολλωνίου κατ’ Ἀπολλωνίου, βούλομαι ἐγώ βούλομ’ ἐγώ. κρεῖττον δὲ ἔστιν εἰπεῖν, ὅτι τὸ τοιοῦτον σχῆμα εἶδός ἐστι συγκοπῆς. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ποσότητα
α 763 Ἄμφω · σημαίνει τὸ ἀμφοτέρους, οἷον · ἄμφω ὁμῶς θυμῷ φιλέουσα. ἀπὸ τοῦ δευτέρου τὸ πρῶτον διδάξω. τί ἐστιν «ἀπὸ τοῦ δευτέρου τὸ πρῶτον»; ἐπειδὴ τὸ ἄμφω θέμα ἐστὶν ὡς τὸ δύο. διαφέρει δὲ τὸ ἄμφω τοῦ δύο, ὅτι τὸ μὲν δύο πρώτην γνῶσιν τίθησιν τοῦ ἀριθμοῦ, τὸ δὲ ἄμφω ἀναφορὰν ὑπισχνεῖται δυάδος. τὸ γὰρ ἀμφότεροι μέμασαν πολεμίζειν κατηγορεῖ τῶν ἐγνωσμένων διὰ τῶν προκειμένων λόγων· λέγει δὲ Ἕκτορα καὶ Ἀλέξανδρον. ὥστε ὅπερ ἐστὶν οἱ δύο, τοῦτό ἐστιν ἄμφω. διὰ τοῦτο τὸ δύο λαμβάνει ἄρθρου παράθεσιν, οἱ δύο, τῶν δύο, τὸ δὲ ἄμφω οὐ λαμβάνει· οὐδὲ γὰρ λέγομεν οἱ ἄμφω, ἤδη γὰρ τὴν ἀναφορὰν ἔχει. πρῶτον οὖν ἐστι παρὰ τὸ ἄμφω ἀμφότερος, οἷον · ἀμφότεροι μέμασαν, · ἀμφοτέροισι δ’ ἀρήγετε· εἶτα δυϊκὸν ἀμφοτέρω καὶ κατὰ συγκοπὴν ἄμφω, κατ’ ἔκτασιν τοῦ ο εἰς τὸ ω. διὰ τοῦτο οὖν εἶπον, ὅτι ἀπὸ τοῦ δευτέρου τὸ πρῶτον θέλει. ἀμφότερα γάρ, εἶτα ἄμφω κατὰ συγκοπὴν καὶ ἐκτάσει. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 764 Ἀμφοτέρωθεν · τὰ εἰς θεν ἐπιρρήματα ἀπὸ ὀνομάτων γινόμενα διὰ τοῦ ο μικροῦ γράφονται, οἷον κύκλῳ κυκλόθεν Ἰλιόθεν Λεσβόθεν, πλὴν τοῦ ἀμφότερος ἀμφοτέρωθεν, ἑκάτερος ἑκατέρωθεν, ἕτερος ἑτέρωθεν
α 765 Ἄμωμος · παρὰ τὸ μῶμος, καὶ ἄμωμος. οὕτως Ὠρίων
α 766 Ἀναβέβρυκεν · ἀναπέπωκεν. ἐὰν δὲ ἀναβέβρυχεν, τὸ ἀναβρύει, ὅ ἐστιν ἀναπηδᾷ καὶ ἀναβάλλεται μετὰ ψόφου
α 767 Ἁμωσγέπως · ὁπωσδήποτε, ἑνί γέ τινι, καθ’ ὁντιναοῦν τρόπον. ἔστι δὲ ῥητορικὴ ἡ λέξις. ἔστιν οὖν ὄνομα ἁμός ἰσοδυναμοῦν τῷ τὶς Δωρικῶς, ὥς φησιν Ὅμηρος ἐν Ὀδυσσείᾳ · τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, ἀντὶ τοῦ ἀπό τινος μέρους. καὶ ὥσπερ ἀπὸ τοῦ καλός γίνεται ἐπίρρημα καλῶς, οὕτως καὶ ἀπὸ τοῦ ἁμός γίνεται ἐπίρρημα ἁμῶς, καὶ ἐν συνθέσει ἁμωσγέπως. ἀπὸ δὲ τοῦ ἁμός γίνεται ἁμόθεν ἐπίρρημα· καὶ ὥσπερ ἀπὸ τοῦ καλός γίνεται ἐπίρρημα καλά, οὕτως καὶ ἀπὸ τοῦ οὐδαμῶς οὐδαμά ἀντὶ τοῦ οὐδαμῶς. οὕτως Ὠρίων α
α 768 Ἀνάβλησις · ἀναβολὴ καὶ ὑπέρθεσις τοῦ κακοῦ
α 769 Ἀναδοιδυκίζει · ἀναταράττει· ἀπὸ τοῦ δοίδυξ δοίδυκος
α 770 Ἀναδῦναι · ὑποστρέψαι, ἀναδραμεῖν. ἡ χρῆσις εἰς τὸ βλοσυρός
α 771 Ἀναζυγῶσαι · ζύγωθρον καλεῖται ὁ κόραξ· καὶ ἐπιζυγῶσαι δὲ τὸ κλεῖσαι
α 772 Ἀνακληθρίς · πέτρα ἐν Μεγάροις. ὅτι ἡ Δήμητρα καθεσθεῖσα ἐπ’ αὐτῆς ἀνεκαλεῖτο τὴν κόρην καὶ ἐκ τῆς ἀνακλήσεως τὴν πέτραν Ἀνακληθρίδα κληθῆναι. Μεθόδιος
α 773 Ἀνακοί · οἱ Διόσκουροι παρὰ τοῖς Ἀττικοῖς. παρὰ τὸ ἀνάσσω ἀνακός, ὡς φυλάσσω φυλακός, μαλάσσω μαλακός. ἢ ὅτι ἀνακῶς, ὅ ἐστι φιλανθρώπως, ἐχρήσαντο τοῖς Ἀθηναίοις. ἢ ὅτι τοὺς πλέοντας σῴζουσιν ἀστέρες ὄντες ἄνω καὶ ἑκὰς ἡμῶν ὄντες. καὶ τὸ ἄνω δὲ συνθέτως εἰώθασιν οἱ Ἀττικοὶ ἀνακῶς καλεῖν. Μεθόδιος
α 774 Ἀνακῶς · ἐπιμελῶς καὶ πεφροντισμένως καὶ πεφυλαγμένως· ἀπὸ τῆς ἀνακός γενικῆς εἰς εὐθεῖαν ἀναχθείσης, ὡς φυλακός· ἀπὸ τῶν ἀνάκτων, οἷς φροντίδες εἰσὶ τῶν ὑπηκόων. ἀπὸ τῆς ἄνακος δὲ εὐθείας σχηματίζεται, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων ἀρσενικῶν οὐ ποιεῖ ἐπίρρημα εἰς ως · οὔτε γὰρ ἀπὸ τοῦ φύλαξ ἢ ἄναξ ἢ ἅρπαξ γίνεται ἐπίρρημα. Μεθόδιος
α 775 Ἀνακυμβαλιάζω · δίφροι δ’ ἀνεκυμβαλίαζον· ἀνεκρότουν, ἢ ἀνετρέποντο
α 776 Ἀνάλογος · παρὰ τὸ λόγος ἄλογος· εἶτα δευτέρα σύνθεσις μετὰ πλεονασμοῦ τοῦ ν ἀνάλογος, ὁ λόγου ἐχόμενος, ὅ ἐστιν ὁ κατὰ λόγον ὅμοιος. γίνονται δὲ πολλάκις ἐν ταῖς συνθέσεσι στερήσεις τῶν προλαβουσῶν στερήσεων ἀναιρετικαί, αἵτινες καλοῦνται ἐπιστερήσεις. Μεθόδιος α
α 777 Ἄναλτος · ἀηδής· ἀπὸ τῶν ὄψων τῶν μὴ ἐχόντων ἅλας καὶ ἀηδῶν ὄντων· σημαίνει δὲ καὶ τὸν ἀχρεῖον. ἢ ἀναυξὴς καὶ ἀτελής· παρὰ τὸ ἄλλω, τὸ αὐξάνω, ὅθεν καὶ ἄλσος, τὸ εὐαυξὲς χωρίον. ἢ ὁ ἀπλήρωτος καὶ ἀκόρεστος, ὥς φησιν ὁ ποιητής · μετὰ δ’ ἔπρεπε γαστέρι μάργῃ ἀζηχὲς φαγέμεν καὶ πιέμεν. καὶ ἐπιφέρει · ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. παρὰ τὸ ἅλις, τὸ σημαῖνον τὸ δαψιλὲς καὶ ἱκανῶς, γίνεται ἅλος καὶ κατὰ στέρησιν ἄναλος καὶ πλεονασμῷ τοῦ τ ἄναλτος
α 778 Ἄναλκις · ἀσθενής, ἀδύνατος · σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις α
α 779 Ἀνὰ ῥῶγας · ἀνὰ ῥῶγας μεγάροιο· τὰς ἐν τῷ μεγάρῳ διόδους· οἱ δὲ τὰς ἀναβάσεις· ἀπὸ τοῦ διεστάναι. ὁ δὲ Φιλόξενος ἀμφίβολον εἶναί φησι πότερον οὐδέτερον ῥῶγας ὡς τὸ κῶας, ἵν’ ᾖ τὸ ἀνάρρηγμα τοῦ τοίχου· ἢ τὰς ῥῶγας, ἵν’ ᾖ τὰς ῥαγάδας. βέλτιον δὲ τὸ πρότερον
α 780 Ἀνάνιον · ἄλυπον· κατὰ στέρησιν τῆς ἀνίας. Μεθόδιος
α 781 Ἀναπαυόμενον ὕδωρ · πηγὴ ἐν Δωδών ῃ · ὅτι οὐκ ἀέναον ἔχει τὸ ὕδωρ, ἀλλὰ κατὰ τὰς μεσημβρίας καὶ μέσας νύκτας ἀπολήγει καὶ οὐ ῥεῖ, τὰς δὲ ἄλλας ὥρας συνεχῶς φέρεται· ὥσπερ οὖν ἐπὶ ἀνθρώπων καμνόντων, κατὰ δὲ τὸν ὁρισμὸν ἀπολειπόντων. Μεθόδιος
α 782 Ἀνάρρυσις · ἡ θυσία, ἐπειδὴ θύοντες ἀνέκλων τοὺς τραχήλους τῶν θυομένων ἐπὶ τὰ ἄνω τρέποντες. οὕτως δὲ καὶ ἑορτὴ ἐκαλεῖτο παρὰ Ἀθηναίοις. Ὅμηρος · αὖ ἔρυσαν α
α 783 Ἀνάσσω · τὸ βασιλεύω· ὡς πατῶ πατάσσω, σαλῶ σαλάσσω, ἀνῶ ἀνάσσω, τὸ σημαῖνον τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ. Μεθόδιος α
α 784 Ἄναξ · παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν ἢ ὁ ἄνω ἀΐσσων ἢ πρὸς ὃν πάντα ἀναφέρομεν. σημαίνει δὲ τὸν βασιλέα, ὡς τὸ Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν· σημαίνει καὶ τὸν δεσπότην · αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιο· σημαίνει καὶ τὸν φύλακα, ὡς παρὰ Σοφοκλεῖ, οἷον · πύλης ἄναξ θυρωρέ. ἀμφότερα δὲ ἐσχημάτισται ὁμοίως . Περὶ πολυσημ. λέξεων
α 785 Ἀναστήσειεν · ἀναστάτους καὶ φυγάδας ποιήσειεν
α 786 Ἀνασταδόν · ἀναστάντες · τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν δειδέχαθ’ ἄλλοθεν ἄλλος ἀνασταδόν, οἷον ἄλλος ἐξ ἄλλου μέρους ἀναστάντες
α 787 Ἀνασφῆλαι · τὸ ἀναρρωσθῆναι· παρὰ τὸ σφῆλον, ὃ σημαίνει τὸ ἰσχυρόν· καὶ ἐρίσφηλος, ὁ Ἡρακλῆς. Μεθόδιος
α 788 Ἀνάχαρσις · ὁ Σκύθης· παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὴν χάρσιν, ὃ σημαίνει τὴν χάριν ἢ χαράν. Μεθόδιος
α 789 Ἄναυρος · ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός, ὡς παρὰ Διονυσίῳ · ἄλλοι δ’ ἰχνεύουσιν ἐπὶ προμοτῇσιν ἀναύρων. παρὰ τὸ μὴ ἔχειν αὔραν. Ὦρος
α 790 Ἀνάγκη · παρὰ τὸ ἀνάγω ἀνάγη καὶ πλεονασμῷ τοῦ κ ἀνάγκη· ἡ πάντα κρατοῦσα. Ὠρίων
α 791 Ἀναλῶ · ἐξ οὗ καὶ τὸ ἀναλίσκω παράγωγον· σημαίνει δὲ τὸ πορθῶ καὶ δαπανῶ· ἐξ οὗ καὶ ἀνάλωμα. ἔστιν οὖν ἀλές, τὸ σημαῖνον τὸ ἀθροῦν, οἷον · ᾗ χειμέριον ὕδωρ ἀλέν, ἐξ οὗ ῥῆμα ἀλῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀαλῶ, τὸ πλανῶ, τουτέστιν τὸ τὰ συνηθροισμένα σκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν ἀναλῶ, ὡς αἴτιος ἀαίτιος καὶ ἀναίτιος. ἐκ δὲ τοῦ ἀναλῶ γίνεται παράγωγον ἀλίσκω καὶ ἀναλίσκω, τὸ αὐτὸ σημαῖνον τῷ ἀναλῶ. Ὦρος. ἢ παρὰ τὸ ἅλις ἐπίρρημα
α 792 Ἀναλωτικός · ἀφανιστικός· ἀπὸ τοῦ ἀνάλωτος ἀναλωτικός· τοῦτο παρὰ τὸ ἀναλῶ
α 793 Ἀνάρσιος · ὁ ἀνάρμοστος καὶ ἀσύμφωνος· ἔστιν ἀρῶ, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ἐξ οὗ ἄρσιος καὶ ἀνάρσιος κατὰ στέρησιν τοῦ α. Ὠρίων α
α 794 Ἄνασσα · οὐκ ἀπὸ τοῦ ἄναξ γέγονε· τὰ γὰρ ἀπὸ τῶν εἰς ξ εἰς α παραγόμενα ἐθνικά εἰσι, Φοῖνιξ Φοίνισσα, Κίλιξ Κίλισσα. τοῦτο δὲ μὴ ὂν ἐθνικὸν ὁμοίως οὐ λέγεται. ἔστιν οὖν ἀπὸ τοῦ ἀνάσσω, ὡς ἐλίσσω ἔλισσα καὶ ἀμφιέλισσα, καὶ νύσσω νύσσα. Ὠρίων α
α 795 Ἀναφαίρετον · πολύν, ὃν οὐ δύναταί τις ἀφαιρῆσαι, οἷον «πλοῦτον ἀναφαίρετον» καὶ «δωρεὰν ἀναφαίρετον»· ἀπὸ τοῦ ἀφαιρῶ ἀφαίρετον καὶ ἀναφαίρετον καὶ πλεονασμῷ τοῦ ν ὡς ἐπὶ τοῦ ἀναιδής
α 796 Ἀναψύχω · οἷον · παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ
α 797 Ἀνὰ δρυμά · σεῦ γὰρ δι ειρήνη, Πολύβοια, καὶ ἀνδράσι νήπιος ἐών πιλναμένης, καὶ θῆρες ἀνὰ δρυμὰ πρηΰνονται. τινὲς ἀνέγνωσαν δρυμά ὡς ἀπὸ τοῦ δρυμός. οὐκ ἔστι δέ· οὐ γὰρ σῴζεται τῶν τριῶν προσώπων ἡ συζυγία· σοφός μὲν γὰρ καὶ σοφή καὶ σοφά ὁμοτόνως, δρυμός δὲ καὶ δρυμή οὐκέτι. οὐκ ἄρα δρυμά, ἀλλὰ δρύμα, ὡς λύχνα
α 798 Ἀναλογία · παρὰ τὸ λόγος λογία ἀλογία καὶ ἀναλογία· αἱ γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κατάθεσιν ποιοῦσιν, ὡς πυστά ἄπυστα καὶ ἀνάπυστα, τὰ περιβόητα· καὶ πηρόν ἄπηρον καὶ ἀνάπηρον, τὸν πεπηρωμένον. ἐπὶ πάντων δὲ τὸ ν πλεονάζει, ὡς ἐπὶ τοῦ ἀναίτιος καὶ ἀναίσχυντος. Ὠρίων
α 799 Ἀνάπλεων · εἴρηται εἰς τὸ ἀξιόχρεως
α 800 Ἀναθηλήσει · ἀναβλαστήσει· ἔστι τὸ θέμα ἀναθηλῶ πρώτης συζυγίας τῶν περισπωμένων· ἀναθ α
α 801 Ἀναπλήσῃς · ἀναπληρώσεις· ἐκ τοῦ ἀναπλῶ
α 802 Ἀναπρήσας · ἀναφυσήσας· ἢ ἀθρόως ἀναβαλών
α 803 Ἀναπνεύσωσιν · ἀναψύξωσιν, ἀναπαύσωνται · ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δ’ ἀνάπνευσις πολέμοιο, ἀντὶ τοῦ ταχίστη τὸ ὀλίγη
α 804 Ἀναστάς · ἐκ τοῦ ἵστημι, ὁ δεύτερος ἀόριστος ἐστὶν ἔστην, ἡ μετοχὴ στάς καὶ ἀναστάς
α 805 Ἀνάσχεο · μέσου ἀορίστου δευτέρου προστακτικοῦ κατὰ διάλυσιν Ἰωνικήν α
α 806 Ἀναγκάζω · ἀπὸ τοῦ ἄναξ ἄνακος, ἐξ οὗ τὸ ἄνακτος, γέγονεν ἀνάκη καὶ ἀνάγκη· καὶ ὡς ἀπὸ τοῦ σπουδή σπουδάζω καὶ ἀπὸ τοῦ αὐγή αὐγάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀνάγκη ἀναγκάζω. οὕτως Ζηνόβιος
α 807 Ἀνάκτωρ · οὐ πεποίηται παρὰ τὸ ἀνάκτωρ· οὐδενὶ γὰρ τούτων τῶν ῥηματικῶν παράκειται οὐδετέρου παρασχηματισμός. πεποίηται οὖν παρὰ τὸ ἀνάκτορος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 808 Ἀνάπνευσις · εἴρηται εἰς τὸ
α 809 Ἀναδούμενος · παρὰ τὸ δέω δέσω δέδεκα, ἡ μετοχὴ δεόμενος καὶ ἀναδεόμενος καὶ κατὰ συναίρεσιν ἀναδούμενος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 810 Ἀναρροιβδεῖ · ἀναρροιβδεῖ μέγαν ὕδωρ· ἀντὶ τοῦ ἀναρροφεῖ· ἔστι γὰρ ἀναρροφεῖ, πλεονασμῷ τοῦ ι ἀναρροιφεῖ καὶ ἐπενθέσει τοῦ β ἀναρροιβδεῖ τραπέντος τοῦ δασέως φ εἰς τὸ ψιλὸν δ οἷον · τρὶς ἐν τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖ. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 811 Ἄνατε · ἢ ἀπὸ τοῦ ἀνάστητε κατὰ συγκοπήν. ἢ ὥσπερ ἀπὸ τοῦ ἄγε γίνεται ἄγετε, οὕτως ἄνα ἄνατε. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 812 Ἀναρριχᾶσθαι · σημαίνει τὸ ἀναδίδοσθαι τὸ ὕδωρ· καὶ οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶ καὶ χερσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. ἀραχνιῶ ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι τοῦτό ἐστιν· οὕτως γὰρ ἔθηκεν ὁ ἀνήρ. οὐ κλίνεται δὲ ὁ παρατατικὸς ἠναρριχώμην, ἀλλὰ ἀνηρριχώμην. εὑρίσκεται δὲ καὶ χωρὶς τῆς αν συλλαβῆς παρ’ Ἱππώνακτι · ἀριχῶμαι. ἄλλως οὖν ἐσχημάτισται· ἄρριχος λέγεται ὁ κόφινος, ἐν ᾦ κομίζουσι τοὺς βότρυς, καὶ ἐξ αὐτοῦ ἀρριχῶ καὶ ἀναρριχῶ. ἀλλ’ οὖν γε οὕτως κρεῖττόν ἐστιν ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 813 Ἄνα · ἀλλ’ ἄνα, εἰ μέμονάς γε. ἀπὸ τοῦ ἀνάστηθι ὅλη ἡ λέξις ἀπεσπάσθη· οὐκ ἔστιν ἀποκοπὴ ἐπὶ τῶν τοιούτων. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 814 Ἀναίνετο · ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι, ἀπηρνεῖτο. ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω καὶ ὁρμῶ ὁρμαίνω, ὑφῶ ὑφαίνω, οὕτως καὶ παρὰ τὸ ἀρνῶ, ἐξ οὗ τὸ ἀρνοῦμαι, γίνεται ἀρναίνω· καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω ἀναίνομαι, ὡς σκηπτροῦχος σκηπτοῦχος. ἢ παρὰ τὸ ναί ἐπίρρημα ναίνω καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ καὶ ἀναίνω, τὸ οὐκ ἐπαινῶ, οὐ συγκατατίθεμαι, πλεονασμῷ τοῦ ν. Μεθόδιος α
α 815 Ἀναπεμπάζεσθαι · ἢ ἀναλέγεσθαι. · κἀναπεμπά
α 816 Ἀναίδεια · ὤ μοι, ἀναιδείην ἐπιειμένε· σημαίνει δὲ τὴν ἀναίδειαν· ὁ γὰρ φιλόχρυσος καὶ ἀναιδής. παρὰ τὸ ἀναιδής ἀναίδεια· τὸ δὲ ἀναιδής παρὰ τὸ αἰδῶ αἰδής καὶ ἀναιδής καὶ ἀναίδεια
α 817 Ἀναισχυντῶ · οὐκ ἔχει τὴν ἀνά πρόθεσιν, ἀλλὰ τὸ α στερητικόν, ὡς ἐπὶ τοῦ ἀνήκοος ἀνέστιος. ὥστε οὐκ ἀλόγως ἡ ἔξωθεν κλίσις. οὕτως Ζήνων
α 818 Ἀναίδητος · ἀναίσχυντος · ἀναιδηϊότητι φασγάνῳ αὐτίκα τόν γε διὰ λαιμὸν ἄμησον, ὄφρ’ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσι, μανίας
α 819 Ἀνασχέσθαι · ἀναδέξασθαι, ὑπομεῖναι
α 820 Ἀναχασσάμενος · ἀπὸ τοῦ ἀναχάζω· σημαίνει τὸ ἀναχωρήσας
α 821 Ἀν δὲ νάκην · ἐνταῦθα τὸ ἀν ἀντὶ τῆς ἀνά κατὰ συνέμπτωσιν · ἀν δὲ νάκην βάλετο. αἰτιατικῇ δὲ πτώσει συντάσσεται, σημαίνει δὲ καὶ ῥῆμα προστακτικὸν ἐμφάσει τῶν ἄλλων προθέσεων. οὐδαμῶς νάκην ὄνομα προσηγορικόν. τινὲς δὲ λέγουσιν αὐτὸ θηλυκόν· συνέμπτωσιν δὲ πέπονθε κατὰ τὴν αἰτιατικήν. ἀμφότερα δὲ παρώνυμα· τὸ γὰρ θηλυκὸν παρὰ τὸ νάκος νάκη, ὡς βλάβος βλάβη· τὸ δὲ ἀρσενικὸν παρὰ τὸ νάκης νάκου νάκην. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς α
α 822 Ἀνδρειφόντης · ὁ φονεύων τοὺς ἄνδρας
α 823 Ἀνδρόγεως · Ἀνδρόγεως, ἡ γενικὴ Ἀνδρόγεω· καὶ πλεονασμῷ τοῦ ς Ἀνδρόγεως. ὁ Ἡρωδιανὸς Περὶ παθῶν
α 824 Ἀνδράγρια · τὰ σκῦλα· ἤτοι ὅτι ἀπὸ ἀνδρῶν ἀγρεῖται, ἢ ὅτι ἀντὶ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνάγειν αὐτοὺς αἰχμαλώτους, τότε τὰ ὅπλα αὐτῶν σκυλεύουσιν· οὕτως Ὦρος. προπαροξύνεται δὲ ὡς τὸ ζωάγρια, μοιχάγρια. Νίκανδρος δὲ τὰ κατ’ ἄνδρα λάφυρα· Πτολεμαῖος δὲ σκῦλα ᾑρημένα παρὰ ἀνδρῶν
α 825 Ἄνδηρα · τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν· παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν, τουτέστιν τῶν διύγρων. Ὠρίων α α
α 826 Ἀνδάνεια · πόλις τῆς Μεσσήνης, ἡ πρότερον Οἰχαλία καλουμένη· παρὰ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν· κατὰ ἀντίφρασιν ὅτι οὐδενὶ ἤρεσεν
α 827 Ἀνδίκτης · εἶδος παγίδος · ἀνδίκτην τε μάλ’ εἰδότα μακρὸν ἁλέσθαι· παρὰ τὸ δίκειν, τὸ βάλλειν, ἐξ οὗ· δίκεται τρομερὰ σώματα, Εὐριπίδης · ἔνθεν δίκος καὶ δίσκος ὁ ῥιπτούμενος καὶ βαλλόμενος
α 828 Ἀνδρακάς · ἐπίρρημα· σημαίνει κατὰ ἄνδρα· παρὰ τὴν ἀνδρός γενικὴν παράγωγον, ἢ παρὰ τὸν ἄνδρα καὶ τὸ κάσω σύνθετον, ὁ κατὰ ἄνδρας κοσμίως τεταγμένος· κάσω κάς, ὡς δάξω δάξ καὶ ὀδάξ. Μεθόδιος α
α 829 Ἀνδρακάς · ἕκαστος, συγκοπῇ ἑκάς καὶ ἀνδροεκάς, καὶ ἐν συγκοπῇ ἀνδροκάς καὶ τροπῇ ἀνδρακάς, ὡς παρὰ τὸ λέων Πανταλέων καὶ Παντολέων, κυνάμυια κυνόμυια
α 830 Ἀνδράποδον · δοῦλος· παρὰ τὸ ἀποδόσθαι· ἢ παρὰ τὴν πέδην, ὃ σημαίνει τὸν δεσμόν, ἐπειδὴ τοῖς αἰχμαλώτοις καὶ τοῖς γε δραπετεύουσι πέδας περιβάλλουσιν α
α 831 Ἄνδραχλος · πόα ἐν τοῖς κήποις γινομένη παρὰ τὸ ἀνδρὶ εἴκελος εἶναι, ἀνδραείκελος καὶ ἄνδραχλος κατὰ συγκοπὴν καὶ τροπῇ. Μεθόδιος α
α 832 Ἀνδρόμεος · καὶ ἀνδρόμεα κρέα, ἀνθρώπου, οὐδετέρως. ἀπὸ τοῦ ἀνδρός ἄνδρομος, ὡς Διός Δίομος, ὁ πατὴρ Ἡρακλέους, καὶ Διόμεια ἑορτή. καὶ ἐν ἑτέρᾳ παραγωγῇ κτητικῶς ἀνδρόμεος, ὡς κέρτομος κερτόμεος · ὁ δὲ ἵετο δῦναι ὅμιλον ἀνδρόμεον
α 833 Ἀνδροτῆτα · ἀνδρείαν · λιποῦς’ ἀνδροτῆτα
α 834 Ἀνενδοιάστως · ἀπὸ τοῦ ἀνενδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ· γράφεται διὰ τῆς οι διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, τοῦ σημαίνοντος τὸ συναυλίζομαι · καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ, ἀντὶ τοῦ οὐ μὴ συναυλισθῶ. τὸ δὲ ἀνενδοιάζω, τὸ ἀμφιβάλλω, γράφεται διὰ τῆς οι διφθόγγου· ἔστι γὰρ ῥῆμα δοάζω σημαῖνον τὸ ἀμφιβάλλω καὶ δοκῶ · ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ἀντὶ τοῦ ἔδοξε. λοιπὸν ἐκ τοῦ δοάσσω Δωρικῶς τροπῇ τῶν δύο σς εἰς ζ δοάσσω, ὡς νίσσω νίζω, δοάζω, καὶ δοιάζω πλεονασμῷ τοῦ ι καὶ ἐνδοιάζω καὶ ἀνενδοιάζω, τὸ ἀδιστάκτως καὶ ἀναμφιβόλως α
α 835 Ἀνδροκμήτῳ · στήλῃ κεκλιμένος ἀνδροκμήτῳ· ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ἐφ’ ᾧ ἀνὴρ κεκμηκὼς καὶ τελευτήσας κεῖται· καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον, οἷον · βροτῶν εἴδωλα καμόντων. ἢ ὃν ἄνδρες μετὰ καμάτου ἐποίησαν α α
α 836 Ἀνεμοτρεφές · ὑπὸ ἀνέμου γεγυμνασμένον
α 837 Ἄνεται · τελειοῦται· ἐκ τοῦ ἄνω. ἡ χρῆσις εἰς τὸ παρῴχωκε
α 838 Ἀνδροκτασίας · ἀνδρῶν ἀναιρέσεις, ἀνδροφονίας
α 839 Ἀνέδην · σημαίνει τὸ ἀναστάτους εἶναι· παρὰ τὸ ἕδος, ἕδην καὶ ἀνέδην, ἄνευ ἕδους. ἢ ἀπὸ τοῦ ἕω, τὸ ἀφίημι, ἕην καὶ ἀνέδην, τὸ μὴ ἐφεκτικῶς τι πράττειν, ὡς κλέπτω κλέβδην. Μεθόδιος
α 840 Ἀνέεργεν · ἐκώλυεν· ἀπὸ τοῦ εἴργω εἶργε· διάλυσις τῆς ει διφθόγγου
α 841 Ἀνελίνυον · εἰς τὸ ἐλινύω
α 842 Ἀνέτειλεν · ἀνέσχεν, ἀνέδωκεν, ἀνέφυεν · τοῖσι δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλεν νέμεσθαι. Μεθόδιος
α 843 Ἀνεμώλιος · ὁ μάταιος· παρὰ τὴν ἀνέμων γενικὴν ἀνεμώνιος καὶ ἀνεμώλιος· οὐκ ἔστι σύνθετον. τὰ ὑπὸ ἀνέμων ὀλλύμενα · σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις. ἢ ἀντὶ τοῦ ἀνεμοφθόρητα, ἀνέμοις ἐοικότα α
α 844 Ἀνεμώνη · τὸ ἄνθος· διὰ τὸ τὸ φύλλον εὐδιάσειστον εἶναι παντὶ ἀνέμῳ α
α 845 Ἄνεμος · παρὰ τὸ ἄω, τὸ πνέω, ἄεμος, πλεονασμῷ τοῦ ν ἄνεμος. ἢ ἄμενός τίς ἐστιν, ὁ μὴ ἐν τῷ αὐτῷ μένων μηδὲ ἠρεμῶν, κατὰ μετάθεσιν τῶν στοιχείων ἄνεμος. οὕτως Ὠρίων
α 846 Ἀνεμούριον · ἀνεμούριον καὶ οὐκ ἀνεμοδούριον
α 847 Ἄνεως · ὁ ἄφωνος · τίπτ’ ἄνεῳ ἐγένεσθε. ἔστιν ἰά, ἡ φωνή, καὶ πλεονασμῷ τοῦ ω ἰωή διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· ἐξ αὐτοῦ γίνεται ἴος καὶ ἄϊος καὶ ἄνιος, ὁ ἄφωνος· καὶ μεταθέσει τοῦ ι εἰς ε ἄνεος· καὶ Ἀττικῶς διὰ τοῦ ω ἄνεως. ἢ ἀπὸ τοῦ αὔω τοῦ σημαίνοντος τὸ φωνῶ γίνεται ῥηματικὸν ὄνομα αὖος καὶ ἄναυος, ὡς αὐδῶ ἄναυδος, καὶ κατὰ ἀποβολὴν τοῦ υ ἄναος καὶ Ἀττικῶς ἄνεως, ὡς ναός νεώς, λαός λεώς α
α 848 Ἀνέπαλτο · ἀνεχαιτίσθη, ἀνήλατο. ἡ χρῆσις εἰς τὸ οὖρος · ἆλτο, ἀνέπαλτο
α 849 Ἀνέδεντο · ἐκ τοῦ δέω δέσω ὁ ὑπερσυντέλικος παθητικὸς ἐδεδέμην, τὸ τρίτον ἐδέδεντο, ἀνεδέδεντο καὶ κατὰ συγκοπὴν τῆς δε συλλαβῆς ἀνέδεντο
α 850 Ἄνετος · παρὰ τὸ ἵημι καὶ ἀφίημι ἑτός καὶ ἄνετος καὶ ἄφετος. Ὠρίων α
α 851 Ἀνεψιός · παρὰ τὸ ἀνῆφθαι, ὁ ἄνωθεν συνημμένος εἰς συγγένειαν. οὕτως Ἡρωδιανός
α 852 Ἀνέγναμψαν · αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν, ἀνέλυσαν· ὅταν γὰρ δεσμοῦσι τὰ σχοινία, κάμπτεται ταῖς συναφαῖς· ἀνακάμπτονται δὲ καὶ ἀνορθοῦνται, ὅταν ἀναλύωνται· γνάμψαι γὰρ τὸ κλάσαι, οἷον · γναμπτοῖς ἀγκίστροισι, τοῖς ἐπικεκλασμένοις. οὕτως Ὠρίων α
α 853 Ἀνέσχεθε · ἀνέσχεν, ἀνέτεινεν
α 854 Ἀνέστιος · ἑστίαν μὴ ἔχων, ἄοικος
α 855 Ἀνεῳγμένος · παρὰ τὸ οἴγω οἴξω ᾦγμαι καὶ ἐν συνθέσει ἀνῷγμαι καὶ πλεονασμῷ τοῦ ε ἀνέῳγμαι· καὶ ἀνεῳγμένος
α 856 Ἀνέσταν · ἔστιν ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστησαν, καὶ κατὰ συγκοπὴν Αἰολικὴν ἔσταν καὶ ἀνέσταν · θεοὶ δ’ ἅμα πάντες ἀνέσταν
α 857 Ἀνέδυ · ἀνῆλθεν, ἀνέβη· ἔστι δὲ δύω, παράγωγον δῦμι, ὁ ἀόριστος δεύτερος ἔδυν καὶ τὸ τρίτον ἔδυ καὶ ἀνέδυ καὶ κατέδυ · καρπαλίμως δ’ ἀνέδυ πολιῆς ἁλός α
α 858 Ἀνεκτά · ἀνασχετά, ὑπομονῆς ἄξια· ἐκ τοῦ ἀνέχω
α 859 Ἀνεπαφρόδιτα · εἰς τὸ ἐπαφρόδιτος, τὸ σημαῖνον · κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ ἀνεπαφρόδιτα προσμάττεις φιλήματα
α 860 Ἀνέῳγε · μέσος παρακείμενος ἐνεργητικός· ἀνοίγω ἤνῳγα, προσθέσει τοῦ ε καὶ συστολῇ τοῦ η ἀνέῳγα
α 861 Ἀνεκήκιεν · ἀνέφερεν, ἀνῄει, ἀνεδίδου· ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον ἔκιε· πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιεν καὶ · ἀνεκήκιεν. ἢ κίω, κατὰ ἀναδιπλασιασμὸν κικίω ἐκίκιε, καὶ τροπῇ Ἰωνικῇ τοῦ ι εἰς η ὡς βαρυθυμία βαρυθυμήα, ψιμύθιον ψημύθιον, ἐκήκιεν καὶ · ἀνεκήκιεν
α 862 Ἀνεκυμβαλίαζον · ἀνεκρότουν ἢ ἀνετρέποντο · δίφροι δ’ ἀνεκυμβαλίαζον
α 863 Ἀνήλατος. ὁ ἀπειθής· ἀπὸ τῶν ὑποζυγίων, ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς α
α 864 Ἀνήλιπος · ὁ ἀνυπόδετος. λέγεται δὲ καὶ χωρὶς τοῦ α νήλιπος, ἀνάλιφός τις ὤν· προείληφεν γὰρ τοὺς πόδας. ἢ χωρὶς τοῦ περιειλῆσαι· τὸ γὰρ νη στερητικόν
α 865 Ἀνήνηται · ἀπαρνήσηται· ἐκ τοῦ ἀναινῶ περισπωμένου, παρακείμενος παθητικός
α 866 Ἀνήρεις · ἀνάνδρους, ἢ χήρας, ἢ παρθένους. ἢ ὡς ξιφήρεις
α 867 Ἀνηρίναστος · ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλ’ ἀποβάλλων· ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν· τοῖς γὰρ ὀλύνθοις τῶν ἀγρίων συκῶν φύεται θηρίδια ἐμπίσιν ὅμοια, ἃ προσαγορεύουσι ψῆνας. τούτων οἱ γεωργοὶ λαβόντες ἐφάπτουσι τῶν κλάδων ταῖς ἡμέροις συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀπορρέῃ· ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει. διόπερ ἐπὶ τῶν ἃ λάβωσι μὴ διακρατούντων ἐπέλεγον τὸ ἀνηρίναστος. ἢ ἀντὶ τοῦ οὐκ ἠρινάσθης, οὐ περιεβλήθησάν σοι οἱ ἠριναῖοι α
α 868 Ἀνήνοθεν · ἀνῄει, ἀνεφέρετο· ἐκ τοῦ ἕω, τὸ πέμπω, ἑέθω, ὡς φλέγω φλεγέθω, καὶ τροπῇ τῶν δύο εε εἰς η ἥθω, καὶ συνθέσει ἀνήθω· ὁ μέσος παρακείμενος ἤνηθα καὶ ὁ Ἀττικὸς ἀνήνηθα· καὶ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος τὴν τρίτην ἀπ’ ἀρχῆς συλλαβὴν βραχεῖαν θέλει ἔχειν, συστολὴ γίνεται τοῦ η εἰς τὸ ε · καὶ τροπῇ τοῦ ε εἰς τὸ ο ἀνήνοθεν · ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν
α 869 Ἀνησίδανος · ἡ τὰ δῶρα ἀναδιδοῦσα· δάνος γὰρ τὸ δῶρον, ὅθεν κατὰ ἀντίφρασιν δάνειον, τὸ μὴ δῶρον α
α 870 Ἄνηστις · ὁ ἄσιτος· Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ · φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις· καὶ Αἰσχύλος ἐν Φινεῖ · ἄνηστις δ’ οὐκ ἀποστατεῖ γόος· παρὰ τὸ ἔδω ἐστός, παρώνυμον ἔστις, ὡς πιστός πίστις, καὶ κατὰ σύνθεσιν ἄνεστις καὶ ἄνηστις, ἢ παρὰ τὸ νῆστις ἄνηστις, ὁ ἐστερημένος σιτίων. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 871 Ἀνηρίτης · ἔστι δὲ κοχλίδιον· ἀπὸ γὰρ τοῦ Νηρέως ἐστί, τοῦ θαλασσίου δαίμονος. οὐκ ἔστι δὲ πλεονασμός, ἀλλὰ παραγωγή. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 872 Ἀνῆκεν · ἡ φωνὴ ἀορίστου ἢ παρακειμένου, οὐδέποτε δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ οὗτος. ποικίλη δέ ἐστιν ἡ φωνὴ καὶ γίνεται ἐν πλεονασμῷ τοῦ ε ἧκεν ἕηκεν· καὶ Ἀττικῶς ἕακα καὶ ἕωκα. γέγονε δὲ κατὰ μετροποιΐαν ὡς τὸ παρῴχηκε παρῴχωκε. τὸ δὲ θέμα ἵημι. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς α
α 873 Ἀνημιοβολαία · ἀπὸ συντάξεως ὄνομα γίνεται· καλὸς καὶ ἀγαθὸς καλοκαγαθία, θεοῖς ἐχθρός θεοεχθρία. οὕτως οὖν ἀνημιοβόλιον ἀνημιοβολαία. Ὦρος
α 874 Ἀνήῃ · εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήῃ· σημαίνει καταλείποι. ἔστιν ἀνῷ ἀνῇ ὑποτακτικόν, ἐκ τοῦ ἕω γενόμενον· καὶ κατὰ πλεονασμὸν τοῦ η ἀνῄη. Πλάτων · «ἐπειδή με ἀνῆκεν ὁ ὕπνος»
α 875 Ἀνήγκακα · ἰστέον, ὅτι τὸ ἀνήγκακα βάρβαρόν ἐστιν· οὐχ εὑρίσκεται γὰρ ἐν χρήσει Ἑλληνικῇ, ὡς λέγει Ἡρωδιανός · ἐν μόνῃ γὰρ τῇ τῶν Ἀλεξανδρέων δημώδει συνηθείᾳ. λέγουσι δέ τινες Ἀττικὸν εἶναι, ὅπερ οὐκ ἔστιν· οὐ γὰρ ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον. γίνεται δὲ ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάσω ἠνάγκακα· καὶ καθ’ ὑπερβιβασμὸν ἀνήγκακα. δύναται δὲ καὶ σύνθετον εἶναι ἀπὸ τοῦ ἀγκάζω τοῦ σημαίνοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω, καὶ ἐκ τούτου τοῦ ἀγκάσω ἤγκακα, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα. οὕτως Ζηνόβιος
α 876 Ἀνήνασθαι · ἀναίνω ἀνανῶ ἀνήνακα ἀνήναμαι καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι · αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι· ἀντὶ τοῦ ἐνετράπημεν καὶ ἀπαρνήσασθαι· ἐφοβήθημεν δὲ ὑποδέξασθαι καὶ ὑπαντῆσαι τὸν λόγον τοῦ Ἕκτορος
α 877 Ἀνήνοθεν · ἔστι μέσος παρακείμενος, ὡς δηλοῖ τὸ θ · οὐ γὰρ ὁ ἐνεργητικὸς παρακείμενος διὰ τοῦ θ ἐκφέρεται. ἔστιν οὖν θέω καὶ ἐν συνθέσει ἀναθέω καὶ ἀνθέω, ὑπερβιβασμῷ τοῦ ε ἀνέθω. τούτου ὁ μέσος παρακείμενος ἤνοθα συνήθως τραπέντος τοῦ ε εἰς ο καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἀνήνοθα. Ζηνόβιος α
α 878 Ἀνείκαστος · ἀπὸ τοῦ εἰκάζω εἰκαστός καὶ μετὰ τοῦ στερητικοῦ α ἀείκαστος καὶ ἀνείκαστος
α 879 Ἀνηκόντιζεν · ἀθρόως ἀνέφερεν· ἀπὸ τοῦ ἀκοντίζω
α 880 Ἀνήκεστον · ἀθεράπευτον· ἀκῶ τὸ θεραπεύω, οἷον · ἀλλ’ ἀκεώμεθα θᾶσσον· ὁ μέλλων ἀκέσω, ὡς τελῶ τελέσω, νεικῶ νεικέσω, καὶ ἐξ αὐτοῦ ἀκεστός καὶ ἠκεστός κατὰ τροπὴν τοῦ α εἰς η · καὶ μετὰ τοῦ στερητικοῦ α ἀήκεστος καὶ πλεονασμῷ τοῦ ν ἀνήκεστος· πολλάκις γὰρ τὸ ν εἴωθε πλεονάζειν, ὡς τὸ ἀναιδής καὶ ἀναίσχυντος
α 881 Ἄνηθον · παρὰ τὸ ἄνω θεῖν διὰ τὴν ἐν τάχει αὔξησιν
α 882 Ἀνήρ · ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων· παρὰ τὸ ἄνω, τὸ σημαῖνον τὸ ἀνύω, οἷον · μάλα νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώς, γίνεται ἀνύω καὶ ἐξ αὐτοῦ ἀνυήρ καὶ κατὰ συγκοπὴν ἀνήρ· πρακτικὸς γὰρ καὶ ἀνυστικός ἐστιν ὡς πρὸς τὴν γυναῖκα α
α 883 Ἀνηρείψαντο · σημαίνει δὲ τὸ ἀπὸ γῆς ἁρπάζω. γέγονε δὲ οὕτως· ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου γίνεται ἐρέπτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω, καὶ ἀνερέπτω καὶ πλεονασμῷ τοῦ ι ἀνερείπτω, καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. οὕτως ὁ Χοιροβοσκός. · τὸν καὶ ἀνηρείψαντο θεοὶ. κάλλεος εἵνεκα οἷο α
α 884 Ἄνθεια · ἡ Ἥρα· ὅτι ἀνίησι τοὺς καρπούς α
α 885 Ἀνθεμοῦς · καὶ χωρίον, καὶ ποταμός, καὶ λίμνη τῆς Μαριανδυνίας· ἀπὸ τοῦ παρακειμένου πεδίου πεπληρωμένου ἀνθέων. Μεθόδιος
α 886 Ἀνθέρικος · ἄκρον ἐπ’ ἀνθερίκων καρπῶν θέον· παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος καὶ ἀνθερίκων. Μεθόδιος
α 887 Ἄνθραξ · τὸ ἐκκαυθὲν ξύλον καὶ ἔτι διαλαμπές. παρὰ τὸ ἄνθος ἄνθαξ, ὡς βῶλος βῶλαξ, καὶ πλεονασμῷ τοῦ ρ ἄνθραξ. Μεθόδιος. ἢ παρὰ τὸ θέρω θέραξ καὶ ἀναθέραξ, καὶ συγκοπῇ ἄνθραξ. ἄνθραξ δὲ εἴρηται ὡς ἀλλαχοῦ εἴπομεν
α 888 Ἄνθρυσκα · τὰ ἄνθη· παρὰ τὸ ἀναθρώσκειν. Μεθόδιος
α 889 Ἄνθος · παρὰ τὸ ἄνω θεῖν καὶ τρέχειν ἐν τῷ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι· οὐ γὰρ εἴ τι ἄνω θεῖ καὶ αὔξεται, τοῦτο καὶ ἄνθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ αὔξουσιν, καὶ ὅμως ἄνθη οὐ λέγονται. ὁμοίως δὲ καὶ ἔλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις εἴρηται, ὅπερ ποιεῖ τούτου τὸ κέρας θυμιώμενον· καὶ οὐκ, εἴ τι τοῦτο ποιοῦν, τοῦτο καὶ ἔλαφος λέγεται· ἡ γὰρ δίκταμος βοτάνη καιομένη τοῦτο ποιεῖ, καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος. οὕτως Ὠρίων ὁ Θηβαῖος
α 890 Ἀνθοσμίας · ὁ ἀνθέων ὀσμὴν ἔχων οἶνος
α 891 Ἀνθίαν · «ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσι καὶ καλλιώνυμον καὶ ἔλλοπα.»
α 892 Ἄνθρωπος · παρὰ τὸ ἄνω θρεῖν ἃ ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδεν καὶ ἤκουσεν, τῶν ἀλόγων ζῴων ἤγουν μὴ λογιζομένων καὶ προνοουμένων· οὐ γὰρ ἂν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν ὁρῶν ἄλλον κρατούμενον, οὐδὲ ὄρνις εἰς λίνα. οἱ δὲ παρὰ τὸ ἄνω θρεῖν, ἤγουν ἄνω βλέπειν· μόνος γὰρ τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος ἄνω βλέπει. ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα, τουτέστιν τὴν φωνήν. Ὠρίων
α 893 Ἀνθερεών · ὁ ἐπὶ τοῦ γενείου τόπος· εἴρηται δὲ ἤτοι διὰ τὸ αὐτὸν θορεῖν τὸ πνεῦμα. ἢ ἐνθερεών τις ὤν, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπίνειν. οἱ δὲ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν· διὸ καὶ κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος · τέκνον, μὴ σύ γε μητρὸς ὑπ’ ἀνθερεῶνος ἀμήσῃς. Ὠρίων α
α 894 Ἀνθηδών · ἀνθηδόνες αἱ μέλισσαι, παρὰ τὸ τὰ ἄνθη ἔδειν. Ὦρος α
α 895 Ἀνθεστήρια · τὰ Διονύσια· οὕτως γὰρ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσιν καὶ Ἀνθεστηριῶνα τὸν μῆνα, ἐπειδὴ ἡ γῆ τότε ἄρχεται τοῦ ἀνθεῖν. ἢ παρὰ τὸ τὰ ἄνθη ἐπὶ τῇ ἑορτῇ ἐπιφέρειν, ὅθεν καὶ παροιμία · θύραζε, Κᾶρες· οὐκέτ’ Ἀνθεστήρια. οὕτως Ὠρ
α 896 Ἀνθήλη · παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη α
α 897 Ἀνθ’ ὧν · τὸ ἐπίρρημα· ἀπὸ τῆς ἀντί προθέσεως καὶ τοῦ ὧν ὑπαρκτικοῦ ἀριθμοῦ. ἐπὶ δὲ τῶν βοτανῶν οὐ δεῖ λέγειν ἀνθῶν, ἀλλὰ ἀνθέων, ἵνα μὴ συνεμπέσῃ τούτῳ. οὕτως ὁ Χοιροβοσκός
α 898 Ἀνθεμίδης · ὥσπερ παρὰ τὸ Δευκαλίων Δευκαλίωνος γίνεται Δευκαλιωνίδης καὶ Δευκαλίδης, οὕτω καὶ παρὰ τὸ Ἀνθεμίωνος Ἀνθεμιωνίδης καὶ Ἀνθεμίδης. ἢ ἀπὸ τοῦ Ἄνθεμος Ἀνθεμίδης, Δεύκαλος Δευκαλίδης, ὡς Κρόνος Κρονίδης. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 899 Ἀνιγρός · ὁ λυπηρὸς καὶ βλαβερός. παρὰ τὸ ἀνία ἀνιαρός καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ γ ἀνιγρός. οὕτως Μεθόδιος α
α 900 Ἀνιαρός · παρὰ τὴν ἀνίαν ἀνιαρός· ἐξ οὗ καὶ ἀνιῶ ῥῆμα. οὕτως Μεθόδιος
α 901 Ἀνίψαλλον · τὸν ἀβλαβῆ· παρὰ τὸ ἴπτω καὶ ἰάπτω· ἀνίψαλλον οὖν τὸ ἄνευ τοῦ ἰάπτεσθαι
α 902 Ἀνία · λύπη· παρὰ τὸ ἰῶ, τὸ σημαῖνον τὸ ὑγιάζω, γίνεται ἀνιῶ κατὰ στέρησιν καὶ πλεονασμῷ τοῦ ν · ἡ γὰρ ἀνία ἐστέρηται τῆς ἰάσεως. ἢ παρὰ τὸ ἄνω, τὸ σημαῖνον τὸ ἀνύω, γίνεται ἀνία· διανυστικὴ γάρ ἐστι καὶ πρακτική, οἱονεὶ καταδαπανητική. οὕτως ὁ Χοιροβοσκός α
α 903 Ἀνιῶ · ἀνίω ἀνιῶ ῥῆμα Α
α 904 Ἀνιμῶμαι · εἴρηται εἰς τὸ ι στοιχεῖον, εἰς τὸ ἱμονιά
α 905 Ἄνιος · ἔστι δὲ ἱερεὺς τοῦ Ἀπόλλωνος. γέγονε δὲ παρὰ τὴν ἀνά πρόθεσιν Ἄνιος, ὥσπερ καὶ παρὰ τὴν ὑπό Ὕπιος· οἷον Ὕπιος Ζεύς. οἱ δὲ παρὰ τὴν ἀνίαν. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Ἄμφιος
α 906 Ἀν’ ἰωχμόν · κατὰ τὴν μάχην. ἡ ἐτυμολογία εἰς τὸ ἰωχμός
α 907 Ἀνιηρέστερον · αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται· πῶς οὐκ ἀνιαρώτερον εἴρηται; ἀνιαρός γὰρ τὸ πρωτότυπον· καὶ ἰστέον, ὅτι τὰ εἰς ος λήγοντα ὀνόματα, ὅσα οὐδετέροις παρασχηματίζονται, ἤγουν τριγενῆ ὄντα, ταῦτα καὶ συγκριτικὰ ποιοῦσιν, οἷον ἐλαφρός ἐλαφρή καὶ τὸ ἐλαφρόν, καὶ τὸ συγκριτικὸν ἐλαφρότερος, ἁγνός ἁγνή ἁγνόν ἁγνότερος, λευκός λευκή λευκόν λευκότερος· οὕτως οὖν καὶ ἀνιαρός ἀνιαρή ἀνιαρόν ἀνιαρότερον ὤφειλεν εἶναι. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι παρὰ τὸ ἀνιαρός γίνεται παρώνυμον ἀνιαρής, ὥσπερ ὁμαλός ὁμαλής, γυμνός γυμνής, ἀργός ἀργής· καὶ ἐπειδὴ τὰ εἰς ης λήγοντα τριγενῆ ὑπέρθεσιν δέχονται καὶ σύγκρισιν, οἷον εὐτυχής ἡ εὐτυχής καὶ τὸ εὐτυχές, καὶ τὸ συγκριτικὸν εὐτυχέστερος, εὐγενέστερος, εὐμελέστερος, ὑγιέστερος, σαφέστερος, πληρέστερος, εὐωδέστερος, ἐμβριθέστερος, προγενέστερος· Καλλίμαχος · ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν· οὕτως οὖν καὶ ἀνιαρής καὶ ἡ ἀνιαρής καὶ τὸ ἀνιαρές, καὶ ἀνιαρέστερον τὸ συγκριτικόν· καὶ κατ’ ἔκτασιν ἀνιηρέστερον. ἁμαρτάνουσιν ἄρα οἱ προφερόμενοι πενέστατος· ἀπαρασχημάτιστον γὰρ τὸ πένης ὄνομα τῷ οὐδετέρῳ. ἔδει δὲ καὶ παρὰ τὸ κλέπτης καὶ ψευδής μηδόλως σχηματίζεσθαι συγκριτικόν, οἱ δὲ Ἀττικοὶ κλεπτίστατον καὶ ψευδίστατον εἰπόντες τὰ συγκριτικὰ ἥμαρτον· ἀντὶ γὰρ τοῦ κλεπτέστατον καὶ ψευδέστατον. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 908 Ἀνοπαῖα · ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο· παρὰ τὴν ὀπὴν ὀπαῖα καὶ ἐν συνθέσει ἀνοπαῖα. καὶ ἐκδέχονται τὴν καπνοδόκην. Κράτης δέ φησιν ἀνοπαῖαν τὴν τετρημένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. ἢ πάνοπα γράφεται καὶ νοεῖται ἡ χελιδών, ἐπειδὴ ἐν Δαυλίδι τῆς Φωκίδος τὰ περὶ Τηρέως λεγόμενα μυθολογεῖται· καὶ ἡ Πανοπεὺς δὲ Φωκικὴ πόλις ἐστί. Μεθόδιος
α 909 Ἀνόστιμος · παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστιμος α
α 910 Ἀνόρουσεν · ἀνώρμησεν, ἀνέστη. ἔστιν ὄρω, τὸ διεγείρομαι, ἐξ οὗ ὁ μέλλων Αἰολικῶς ὄρσω, οἷον · ὄρσεο, Λαομεδοντιάδη. τοῦτο τὸ ὄρω γίνεται κατὰ παραγωγὴν ὀρύω καὶ πλεονασμῷ τοῦ ο ὀρούω, ὁ μέλλων ὀρούσω, ὁ ἀόριστος ὄρουσα ποιητικῶς καὶ ἐν συνθέσει ἀνόρουσεν· οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν
α 911 Ἀνομένοιο · οἷον · ἤματος ἀνομένοιο διὰ κνέφας. οὐδὲ μὲν ἠοῖ· παρὰ τὸ ἄνω, τὸ ἀνύω. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 912 Ἀνοχλίζω · τὸ ἀνέχω, οἷον · δὴ τότ’, ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς· τετρηχότος σημαίνει τεταραγμένους, ὁλκοὺς τὰς ἐκχύσεις. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 913 Ἀντάξιον · ἰσότιμον · ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται
α 914 Ἀνόστεος · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · ἤματι χειμερίῳ, ὅτ’ ἀνόστεος ὃν πόδα τένδει ἐν τ’ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισι. οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι· ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε στρωφᾶται, βράδιον δὲ Πανελλήνεσι φαείνει. ἀνόστεο ς· ὁ λεγόμενος πολύπους· οὗτος γὰρ τῷ χειμῶνι οὐ προΐησιν, ἀλλ’ ἐν τῷ φωλεῷ καθήμενος τοὺς ἰδίους πόδας ἐσθίει· οὐ γὰρ αὐτῷ ἥλιος λάμπων δείκνυσι τὸν τόπον τῆς βοσκῆς· διὸ εὑρίσκοντες οἱ παλαιοί κολοβοὺς καὶ ὁμαλοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύπουν ὑπὸ Λακεδαιμονίων ἴουλον καλεῖσθαί φησιν, ἄλλοι γὰρ σκώληκα τὸν πολύπουν λέγουσιν οὐ καλῶς. ἴουλοι γὰρ ἐκεῖνοι παρὰ τοῖς ἀρχαίοις λέγονται. ὅ τ ’ ἀνόστεος ὃν πόδα τένδε ι· ἔδει οὖν εἰπεῖν τένθει διὰ τοῦ θ · οἱ γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον· κατ’ ἐναλλαγὴν οὖν τοῦ θ εἰς τὸ δ εἴρηται. ἐν τ ’ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισ ι· ἀθέρμῳ ἐν τοῖς συνήθεσι τόποις ψυχροῖς. ἀλ λ ’ ἐπὶ κυανέων ἀνδρῶ ν· τῶν Αἰθιόπων. βράδιον δὲ Πανελλήνεσσι φαείνε ι· ἐπὶ πᾶσιν ἀνθρώποις τῶν Ἑλλήνων φαίνεται
α 915 Ἀνούτατος · μὴ τετρωμένος· παρὰ τὸ οὐτῶ· καὶ ἀνουτητί, ἄνευ τρώσεως
α 916 Ἀνστάς · ἀναστάς · ἀνστάς, Ἡρωδιανός. καὶ ἀναστάντες · ἀνστάντες
α 917 Ἀνστήτην · ἀνέστησαν δυϊκῶς· ἀναστήτην γὰρ καὶ κατὰ συγκοπήν · ἀνστήτην
α 918 Ἀνταία · ἡ Ῥέα ὅτι τοῖς Τελχῖσιν ἐναντία ἐγένετο· παρὰ τὸ ἄντην Ἀνταία. Μεθόδιος
α 919 Ἄντην · ἐξ ἐναντίας · βάσκ’ ἴθι, Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντην ἔρχεσθ’
α 920 Ἄντανδρος · πόλις ὑπὸ τὴν Ἴδην παραθαλασσία· ὅτι Ἀσκάνιος αἰχμάλωτος ἐγένετο ὑπὸ Πελασγῶν καὶ ἀντ’ αὐτοῦ τὴν πόλιν δέδωκε λύτρα καὶ ἀπελύθη. ἡ οὖν ἀντὶ ἀνδρὸς δεδομένη Ἄντανδρος ὠνομάσθη. Μεθόδιος
α 921 Ἀντετόρησεν · εἰς τὸ τορῶ
α 922 Ἄντηστιν · ἡ δὲ κατ’ ἄντηστιν θεμένη περικαλλέα δίφρον· παρὰ τὸ ἀντῶ ἀντήσω ἄντησις καὶ ὑπάντησις, καὶ πλεονασμῷ τοῦ τ ἄντηστις. Μεθόδιος
α 923 Ἀντήνωρ · ἔνθ’ Ἀντήνορος υἷες ὑπ’ Ἀτρεΐδη βασιλῆϊ· ἀντὶ τοῦ ὑπ’ Ἀτρείδου βασιλέως
α 924 Ἀντικρύ · τὸ ἐξ ἐναντίας. διαφέρει τὸ ἀντικρύ τοῦ ἄντικρυς· τὸ μὲν γὰρ ἄντικρυς δηλοῖ τὸ φανερῶς, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίας· παρὰ τὴν ἀντί καὶ τὸ κάρα ἀντίκαρα καὶ συγκοπῇ ἀντικρύ, τὸ κατέναντι. Μεθόδιος
α 925 Ἀντίπαλος · ὁ ἐναντίος ἢ ὁ ἀντιπαλαίων ἢ ὁ κατὰ πάλον, τουτέστιν κλῆρον ἐναντιούμενος α
α 926 Ἀντίχειρ · ὁ μέγας τῆς χειρὸς δάκτυλος· ἢ ὅτι ἀντίκειται τοῖς ἄλλοις ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ χειρί α
α 927 Ἀντιόωσαν · ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ ἔστιν ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβανομένη αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντᾶν γενικῇ, οἷον · ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης, ὁ δὲ ποιητὴς πλεονάζει τὸ ο οἷον · ὃν δ’ αὖ δήμου ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, · ὁρόων ἐπὶ οἴνοπα, τὸ δὲ ἀντῶ σημαίνει τὸ ἀπαντῶ καὶ συντυγχάνω, ὡς ἡ χρῆσις εἰς τὸ πονεύμενον δηλοῖ α
α 928 Ἄντα · οἷον · ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα, καὶ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάνθον
α 929 Ἀντιλήπτωρ · λήβω, τὸ λαμβάνω, καὶ τὴν ἀντί πρόθεσιν ἀντιλήπτωρ
α 930 Ἀντίπηξ ἡ κιβωτός· παρὰ τὴν ἀντί πρόθεσιν καὶ τοῦ πήσσω α
α 931 Ἀντίος · ὁ ἐξ ἐναντίας · οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες· παρὰ τὸ ἄντω ῥῆμα βαρύτονον γίνεται ἀντῶ περισπώμενον, ἀφ’ οὗ ἄντην ἐπίρρημα καὶ ἀντίος· ὅθεν καὶ διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρ’ ἐπίρρημα γινόμενα διὰ τοῦ ιος προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, οἷον ἶφι ἴφιος, πρωί πρώιος, οὕτως οὖν καὶ ἄντην ἀντίος κατὰ τόνον μόνον ἡμάρτηται καὶ οὐ κατὰ γραφήν
α 932 Ἀντίφαρα · ἡ ζήλη παρὰ Συρακοσίοις· παρὰ τὸ φέρω, ὃ Δωριεῖς φάρω λέγουσιν, ὡς τέμνω τάμνω καὶ τρέπω τράπω. φάρω οὖν φάρα καὶ ἀντίφαρα, ἡ ζήλη, ἡ ἐναντίως φερομένη
α 933 Ἀντιφερίζω · τὸ ἐναντιοῦμαι ἢ ἐξισοῦμαι· παρὰ τὸ φέρω φερίζω, ὡς θέρω θερίζω, οἷον · ἄφρων δ’, ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· ἀμφότερον · νίκης τε στέρεται πρός τ’ αἴσχεσιν ἄλγεα πάσχει· καὶ τῆς νίκης στερεῖται καὶ πρὸς τῇ αἰσχύνῃ ἄλγεα πάσχει. Ἡσίοδος. καὶ ἀντιφέρεσθαι ἐναντιοῦσθαι
α 934 Ἀντιτορήσας · διατρήσας διορύξας· παρὰ τὸ τορῶ τορήσω, τρῶ τρήσω α
α 935 Ἀντιάνειρα · ἐπίθετον Ἀμαζόνος, οἱονεὶ αἱ ἐναντιούμεναι ἀνδράσιν, ἐξ οὗ πολεμικαί. τὸ γὰρ ἀντί δύο σημαίνει· τὸ ἴσον, οἷον ἀντίθεος, τουτέστιν ἰσόθεος, καὶ ἀντίχειρ, ἡ δυναμένη ἴσον τῇ ὅλῃ χειρί. σημαίνει δὲ καὶ τὸ ἐναντίον, οἷον ἀντιάνειρα, ἡ ἐναντιουμένη τοῖς ἀνδράσι τῇ οἰκείᾳ δυνάμει, ὥσπερ ἀντίχριστόν φαμεν καὶ ἀντίπαλον
α 936 Ἀντίβιος · ὁ ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ δυνάμει· βία γὰρ ἡ δύναμις
α 937 Ἀντιβίοισιν · ἐναντίοις καὶ στασιαστικοῖς ὡς ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ δυνάμει
α 938 Ἀντιβολῆσαι · ἀπαντῆσαι, μετασχεῖν· μολῶ, τὸ ἔρχομαι, μολήσω μολῆσαι, καὶ μετὰ τῆς ἀντί προθέσεως ἀντιμολῆσαι, καὶ τροπῇ τοῦ μ εἰς β ἀντιβολῆσαι
α 939 Ἀντήρεις · σημαίνει δὲ εἰς ὃ ἐπερείδεταί τις καὶ ἐπιστηρίζεται. γίνεται δὲ παρὰ τὸ ἐρείδω, τὸ ἐπακουμβίζω, ὁ μέλλων ἐρείσω, καὶ ἐξ αὐτοῦ ἀντήρεις· καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ ἀποβολῇ τοῦ ω. οὐχ εἴρηται δὲ ἡ εὐθεῖα αὕτη ἐν χρήσει· αἱ δὲ ἄλλαι πτώσεις τὴν κλίσιν ὡς ἀπὸ ὀξυτονουμένης καὶ εἰς ις ληγούσης ἔχουσιν· ὥσπερ γὰρ ἀσπίς ἀσπίδος καὶ σανίς σανίδος, οὕτως οὖν καὶ ἀντήρεις ἀντηρίδος, ὡς παρ’ Εὐριπίδῃ · κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος
α 940 Ἄντα · ὥσπερ ἀπὸ τοῦ ὠκέα γίνεται ὦκα καὶ κράτεα κράτα καὶ καθ’ ὑπέρθεσιν κάρτα, καὶ σάφεα σάφα, οἷον · σάφα εἰπέ, οὕτως οὖν καὶ ἀντία ἄντα, οἷον · ἀντί’ Ἀλεξάνδροιο θεά. ἢ παρὰ τὸ ἀντῶ ἄντα, ὡς ἠρεμῶ ἠρέμα καὶ σιγῶ σίγα. Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν . ἀντισηκοῦντα
α 941 Ἄντυξ · ἄντυξ λέγεται ἡ ἀνωτάτη περικεφαλαία τοῦ ἁρματίου δίφρου· παρὰ τὸ ἄνω τετύχθαι καὶ κατεσκευάσθαι· ἡ δὲ εἰς τὸ κάτω τετυγμένη λέγεται καταίτυξ. λέγεται δὲ καὶ ἡ τῆς ἀσπίδος περιφέρεια ἄντυξ, οἷον · ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω, τὸ κατασκευάζω, γέγονεν, οἷον τεύχω τεύξω τεύξ καὶ τύξ· καὶ ἐν συνθέσει ἄντυξ καὶ καταίτυξ · ἐξ ἄντυγος ἡνία τείνας, οἱονεὶ ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας
α 942 Ἀντιβολῶ · ἰστέον, ὅτι τὸ ἀντιβολῶ ἔξωθεν ἐκλήθη, ἐπειδὴ τούτου τὸ ἁπλοῦν οὐκ ἔστι ῥητόν, τὸ δὲ παρὰ Πινδάρῳ ἀντεβόλησεν τὸν ἀνὴρ θνητὸς οὔπω τις πρότερον ἔσωθεν ἐκλίθη διὰ τοῦ ε · καὶ τὸ σημαινόμενον ἕτερον, ὡς καὶ παρ’ Ὁμήρῳ · τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν· τὸ δὲ παρ’ Ἀριστοφάνει ἐν Ἀμφιαράῳ διὰ τοῦ ε ἠντεβόλησεν δύο κλήσεις ὑπέστη. Ζηνόβιος
α 943 Ἀντανάκλασις · λέγεται ἡ ἀπό τινος ἐπί τι κίνησις καὶ ἐξ ἐκείνου πάλιν ἐξ οὗ προῆλθεν ὑποστροφή, ὡς ἐπὶ τῆς σφαίρας
α 944 Ἀντιγονίζω · ὅτι τὸ ἀντιγονίζω οὐκ ἔχει τὸ λεκτὸν τῆς ἀντί προθέσεως· ἀπὸ κυρίου γίνεται τοῦ Ἀντίγονος, ὥστε καὶ τοῦτο εὐλόγως ἐκλίθη ἔξωθεν, ὡς τὸ καθεύδω καὶ τὸ ἐνέπω. τὸ ἐνέπειρεν ἔν τισι τῶν ἀντιγράφων ἐπενθέσει τοῦ ε ὡς ἐνεποίουν· ἐν τοῖς πλείστοις δὲ οὐκ ἔχει τὴν τοῦ ε ἐπένθεσιν· ἠμπείρουν γάρ. οὕτως Ζηνόβιος
α 945 Ἄντρον · τὸ σπήλαιον · ἐγγύθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἀνάτορόν τι ὄν, τὸ ἀνατετρημένον· ἢ παρὰ τὸ ἄνθη ἄνθηρον καὶ ἄνθρον καὶ ἄντρον κατὰ συγκοπήν· εἶναι γὰρ λειμονίδων νυμφῶν ἐνδιαίτημα. ἢ παρὰ τὸ ἄντω, τὸ ἱκετεύω, ἄντομαι καὶ ἀντομένην Ἥρην, ἄντορον καὶ ἄντρον, διότι θεοὺς ἐν αὐτοῖς ἱκέτευον ἱερὰ τὰ σπήλαια ἡγούμενοι
α 946 Ἀντρών · σημαίνει πόλιν· παρὰ τὸ ἀντρώδεις ἔχειν τόπους αὐτόθεν κοπτομένου λίθου ἐπιτηδείου εἰς τοὺς ἀλῶνας ὄνους, ὅ ἐστι μύλους
α 947 Ἀνύω · παρὰ τὸ ἄνω, τὸ πράσσω, καὶ ἀνύω, οἷον · μάλα νὺξ ἄνεται, γίνεται ἀνύω· σημαίνει δὲ τὸ αὐτό, οἷον · οὐκ ἀνύω φθονέουσα, ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω
α 948 Ἀνύτω · ἰστέον, ὅτι τὸ ἀνύτω καὶ ἀρύτω ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονε κατὰ πλεονασμὸν τοῦ τ. Ἡρωδιανὸς Περὶ παθῶν
α 949 Ἀνωϊστί · ἀπροσδοκήτως· παρὰ τὸ οἴω, ὅπερ ἐν διαιρέσει γίνεται ὀΐω · ὀΐσατο γὰρ θεὸν εἶναι, γίνεται ὀϊστί, καὶ ἐκτάσει τοῦ ο εἰς ω ὠϊστί καὶ ἐν συνθέσει ἀνωϊστί α
α 950 Ἀνῷγε · τὸν δ’ οὐ θεὸς ἄλλος ἀνῶγεν. εἴρηται εἰς τὸ ᾦγον εἰς τὸ ω στοιχεῖον
α 951 ἀνώϊστον · τὸ ἀπροσδόκητον καὶ ἀνυπονόητον· παρὰ τὸ οἴω, τὸ ὑπονοῶ, ὅπερ καὶ ὀΐω λέγεται, καὶ ὀϊόμενον θανέεσθαι· ὀΐω οὖν, ὀϊστός καὶ ἀνώϊστος κατ’ ἔκτασιν τοῦ ο εἰς ω οἷον · ὡς καὶ νῦν ὅδ’ ὅμιλος ἀνωΐστως ἀφίκανε. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 952 Ἄνωγεν · λαοὺς δ’ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν· ἀντὶ τοῦ ἐκέλευεν. ἔστιν τὸ θέμα ἀνωγῶ, πρώτης συζυγίας τῶν περισπωμένων· τὸ δὲ ἀνωγῶ γέγονε παρὰ τὸ ἀνωγή, τὸ δὲ ἀνωγή παρὰ τὸ ἄνω τὸ ἐγκελευσματικὸν ἐπίρρημα. ἢ παρὰ τὸ ἄγω γίνεται ἀγωγή καὶ ἀνωγή, ἡ ἐγκέλευσις, δι’ οὗ ἄγομέν τι καὶ φέρομεν δι’ ἐγκελεύσεως. ἔστι δὲ ἀνωγῶ, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει · δεῖξαι δ’ ἠνώγει ᾧ πενθερῷ, ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα καὶ ὁ δεύτερος ἀόριστος ἤνωγον ἤνωγες ἤνωγε· κατὰ συστολὴν ἄνωγεν
α 953 Ἄνωχθι · κέλευε· ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ ἢ παρακειμένου, ἀναλογώτερον δὲ τὸ παρὰ Καλλιμάχῳ · ἄνωγε δὲ πορθμέα νεκρῶν· ἀνωγῶ ἀνώγημι. τὸ προστακτικὸν ἀνώγηθι· καὶ τροπῇ τοῦ γ εἰς τὸ χ καὶ κατὰ συγκοπὴν ἄνωχθι
α 954 Ἄξυλον · ὄνομα κύριον· ἀπὸ τοῦ ἄγω ἄξω Ἄξυλον · Ἄξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς Μενέλαος
α 955 Ἀξιόχρεων · δεῖ γινώσκειν, ὅτι πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς βραχυκαταληκτεῖν θέλει, ξύλον, πέτρον, λουτρόν· χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακροκαταληκτεῖ· καὶ χωρὶς τῶν παρὰ τὸ πούς, οἷον δίπουν, τρίπουν. πρόσκειται «ἀπαθές» διὰ τὸ ποιοῦν καὶ χρυσοῦν καὶ ὀστοῦν καὶ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε, καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον· τὸ καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε, τὸ μὲν τοῦ ι πλεονασμῷ, τὸ δὲ τοῦ υ. τὸ ἀξιόχρεων καὶ τὸ ἀνάπλεων Ἀττικὴν ἔκτασιν ἔπαθον ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνάπλεον τῶν διὰ τοῦ ο. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν οὐδετέρων
α 956 Ἄξων · ἄξων καλεῖται τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον· παρὰ τὸ ἄγω
α 957 Ἄξιον · παρὰ τὸ ἄγω ἄξω ἄξιον· ἀπὸ μεταφορᾶς τῶν σταθμῶν τῶν ἴσην ῥοπὴν ἐχόντων
α 958 Ἀοίδιμος · παρὰ τὴν ἀοιδήν ἀοίδιμος, ὡς τροφή τρόφιμος, τουτέστιν ὁ ἀεὶ ἐν ᾠδαῖς ὀνομαζόμενος ἢ μνημονευόμενος, ἤγουν διαβόητος καὶ θαυμάσιος · ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι· πελώμεθα· γενησόμεθα
α 959 Ἀοιδός · τὸν μὲν ἔπειτα τρητοῖς ἐν λεχέεσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺς θρήνους ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδήν
α 960 Ἀονία · ἡ Βοιωτία καλεῖται. Βοιωτία δέ, ἐπειδὴ ἡ βοῦς ἀγαγοῦσα Κάδμον εἰς ἐκεῖνα τὰ μέρη ἀνακλιθεῖσα ἀπέθανεν· Ἀπολλώνιος · Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ, Ὠγυγία δὲ ἡ ἀρχαία ἀπὸ Ὠγύγου βασιλέως ἀρχαίου
α 961 Ἄορ · τὸ ξίφος· παρὰ τὸ ἀείρω ἄορ· καὶ ἀορτήρ τὸ ἀπῃωρημένον. ἢ παρὰ τὸ αἴρω ἀρτήρ, καὶ πλεονασμῷ τοῦ ο ἀορτήρ. ἢ ἐν ᾧ τὸ ξίφος κρέμαται, ἱμάς · αὐτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός α
α 962 Ἀολλέες · σημαίνει δὲ τὸ συνηθροισμένον, γίνεται δὲ παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι, τοῦ α τὸ ὁμοῦ σημαίνοντος· ἀπὸ γὰρ τοῦ ἕλλω ῥήματος τοῦ σημαίνοντος τὸ συστρέφω ἢ εἱλῶ γίνεται ῥηματικὸν ὄνομα ἑλλής, καὶ μετὰ τοῦ α ἐπιτατικοῦ ἢ ὁμοῦ ἀελλής, καὶ τροπῇ τοῦ ε εἰς ο ἀολλής· ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολλής γίνεται ῥῆμα ἀολλίζω σημαῖνον τὸ συναθροίζω, οἷον · ἔρχεο σὺν θυέεσσιν, ἀολλίσασα γεραιάς
α 963 Ἀοσσητήρ · ὁ βοηθός · ὅς τοι ἀοσσητὴρ κασίγνητός τε τέτυκται, ὁ ἄνευ ὄσσης καὶ κληδόνος αὐτομάτως βοηθῶν· παρὰ τὴν ὄσσαν ὀσσητήρ καὶ ἀοσσητήρ α
α 964 Ἀπαλθήσεσθον · ἰαθήσεσθε, δυϊκῶς, εἰς τὸ ἄλθετο
α 965 Ἀπαρτία · ὁ κατὰ τὸν οἶκον κόσμος, τὰ λεγόμενα ἔπιπλα. λέγεται δὲ ἀπάρτη ἀπαρτῶ, παράγωγον ἀπαρτίζω, τὸ ἀρτίως, ὅ ἐστιν εὐαρμόστως, συμπληρῶ, καὶ ἐξ αὐτοῦ ἀπαρτία α
α 966 Ἄπαστος · ὁ ἄγευστος· παρὰ τὸ πῶ, τὸ ἐσθίω, καὶ πόα ἡ βοτάνη, καὶ πηγός καὶ φηγός· ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. πῶ οὖν, παράγωγον πατῶ, ὡς μῶ, τὸ ζητῶ, ματῶ, ὅθεν μαστός· πέπασμαι πέπασαι πέπασται παστός, ὁ βεβρωκώς, καὶ ἄπαστος · οἱ δὲ δὴ ἄλλοι οἴχονται μετὰ δεῖπνον, ὁ δ’ ἄκμηνος καὶ ἄπαστος α
α 967 Ἀπάτερθεν · ἄπωθεν, καὶ χωρίς· ἄτερθεν καὶ ἀπάτερθεν α
α 968 Ἀπάνευθεν · ἄπωθεν, χωρίς· ἄνευθε καὶ ἀπάνευθεν
α 969 Ἀπάτη καὶ ἀπατ ῶ· ἐκ τοῦ ἀπαφῶ α
α 970 Ἀπατούρια · ἑορτὴ ἐπιτελουμένη τῷ Πυανεψιῶνι τῷ Διονύσῳ· φασὶ δὲ καὶ τὸν Διόνυσον καὶ τὴν ἑορτὴν Ἀπατούρια. ἢ ἀπὸ τῆς ἀπάτης. ἢ ἐπειδὴ ἐν ταύτῃ τῇ ἑορτῇ τοὺς γεννωμένους ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ παῖδας τότε ἐνέγραφον ὀμνύντες οἱ πατέρες, ἦ μὴν Ἀθηναίους ἐξ αὐτῶν Ἀθηναίων, ἐδόκουν τε οἱ παῖδες πρὸ τούτου ἀπάτορες ὄντες τότε πατέρας ἔχειν α
α 971 Ἀπαύλια · ἑορτὴ παρ’ Ἀθηναίοις ὅτι τότε ἄρχεται ἡ κόρη χωρὶς τοῦ πατρὸς αὐλίζεσθαι α
α 972 Ἀπαγορεύειν · ἡ ἀπό πρόθεσις ἐνταῦθα δηλοῖ τὸ χωρίζεσθαι· ὁ γὰρ ἀπαγορεύων ἐκτὸς γίνεται τοῦ λέγειν
α 973 Ἁπαλός · παρὰ τὴν ἁφὴν ἁφαλός καὶ ἁπαλός α
α 974 Ἀπάλαμνος · δειλός, ἀσθενής, ἄχειρος, ἄτεχνος, ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι · ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος, ἰὼν πολέος πεδίοιο α
α 975 Ἀπαμείρεται · ἀποκεχώρισται· Ἡσίοδος ἐν Θεογονίᾳ · ἄλλος ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος· εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων α
α 976 Ἀπαρκτίαις · ταῖς ἀπὸ τῆς ἄρκτου πνοαῖς· Λυκόφρων · ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς α
α 977 Ἀπάργματα · Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά, οἷον · ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξεν ὄμματι νηλειὴς ὀλοφώϊον ἔργον Ἐρινύς. ἥρως δ’ Αἰσονίδης ἐξάρματα τάμνε θανόντος, τρὶς δ’ ἀπέλειξε φθόνου, τρὶς δ’ ἐξ ἄγος ἔπτυς’ ὀδόντων ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ἀπάργματα λέγονται τὰ ὑπὸ τῶν τραγῳδῶν λεγόμενα μασχαλίσματα· ταῦτα δέ ἐστι τὰ τοῦ φονευθέντος ἀκρωτηριάσματα. ἦν γάρ τι νόμιμον τοῖς δολοφονήσασιν ἀφοσιῶσαι τὸν φόνον διὰ τοῦ δολοφονηθέντος ἀκρωτηριασμοῦ. τὰ δὲ ἀκρωτήρια εἴροντες καὶ συρράπτοντες διὰ τῶν τοῦ νεκροῦ μασχαλῶν καὶ τοῦ τραχήλου περιετίθεσαν τῷ νεκρῷ, καθά φησι Σοφοκλῆς · ὑφ’ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς ἐμασχαλίσθην. ὅτι δὲ καὶ ἐγεύοντο τοῦ αἵματος καὶ ἀπέπτυον, Αἰσχύλος ἐν ταῖς Περραιβίσιν ἱστορεῖ καὶ ἐν τῷ περὶ Λαΐῳ. ἢ ἀπάργματα αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν α
α 978 Ἀπαιωρήσας · ἀπὸ τοῦ αἴρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ω αἰωρῶ αἰωρήσω καὶ ἀπαιωρήσω
α 979 Ἀπατηλόν · ἐκ τοῦ ἀπατῶ ἀπατήσω
α 980 Ἀπάμεια · πόλις Βιθυνίας, πρότερον Μυρλέα καλουμένη, ἣν λαβὼν δῶρα παρὰ Φιλίππου τοῦ Δημητρίου ὁ Ζιήλας μετωνόμασεν Ἀπάμειαν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Ἀπάμας. Ἕρμιππος ἐν τῷ Περὶ τῶν ἐν παιδείᾳ πρεψάντων λόγῳ. οὕτως Ὦρος
α 981 Ἀπαυρῶ · τὸ ἀφελῶ· ἀπὸ τοῦ αἴρω αὐρῶ, ὡς κλαίω κλαύσω καὶ παίω παύσω α
α 982 Ἀπαυθαδιάζω · ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω καὶ ἀπαυθαδιάζω α
α 983 Ἀπέκτατο · εἰς τὸ κατέκταθεν
α 984 Ἀπεμυθεόμην · ἀπηγόρευον, ἐκώλυον· γράφεται δὲ καὶ ἀπεμυθευόμην, ἵν’ ᾖ ἀπελογιζόμην α
α 985 Ἀπαφῶ · σημαίνει τὸ ἀπατῶ. ἀφῶ τὸ κακῶς λέγω, ὡς ἄμορφον λέγομεν τὴν γυναῖκα, καὶ κατὰ σύνθεσιν ἀπαφῶ, ἔνθεν τὸ ἀπαφίσκω, τὸ ἀπατῶ καὶ παραλογίζομαι. ἢ ἡ ἀπό τὸ ἄποθεν δηλοῖ. καὶ ἔγκειται τὸ φῶ, ὃ σημαίνει τὸ φαίνω· ἐξ οὗ καὶ φενάκη
α 986 Ἀπαισοῦ · Παισός, ὡς ὁ ποιητής φησιν · ὅς ρ’ ἐνὶ Παισῷ. ἐν ἑτέροις δὲ καὶ δῆμον Ἀπαισοῦ. Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργῶ προσορμίζουσαν ἐκεῖ προσπαίσειν. Παισός, καὶ πλεονασμῷ τοῦ α Ἀπαισός. Ἡρωδιανὸς Περὶ παθῶν
α 987 Ἀπεμόρξατο · ἀπὸ τοῦ ἀμέλγω ἀμελξάμην ἀμέλξατο, καὶ τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπεμόρξατο, ἀπεπίασεν α
α 988 Ἀπεστύπαζον · θύραισιν ἀπεστύπαζον· παρὰ τὸ τύπτω ἀπετύπαζον καὶ πλεονασμῷ τοῦ ς α
α 989 Ἀπερείσια · ἄπειρα τῷ πλήθει, πολλά. παρὰ τὸ ἄπειρος ἀπειρέσιος, καὶ καθ’ ὑπερβιβασμὸν ἀπερείσιος καὶ τὸ οὐδέτερον ἀπερείσιον καὶ ἀπερείσια α
α 990 Ἀπεβήσετο · ἔστι τὸ θέμα βῶ, βῆμι βήσω, εἶτα μετάγεται εἰς ἐνεστῶτα, ὁ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην, τὸ τρίτον ἐβήσετο καὶ ἀπεβήσετο
α 991 Ἀπέσας · κλίνεται Ἀπέσαντος· ἔστι δὲ ὄρος τῆς Νεμέας· Ἡσίοδος, οἷον · κοιρανέων Τρητοῖο Νεμείης ἠδ’ Ἀπέσαντος· Ἀφέσας τις ὤν, ὅθεν ἀφίενται οἱ ἵπποι εἰς τὸν δρόμον τοῦ Νεμείου ἀγῶνος, Ἀφέσας καὶ Ἀπέσας. Νέμεια δέ ἐστι πόλις Θεσσαλίας
α 992 Ἀπέκτονε · τόσσους γάρ μοι παῖδας ἀπέκτονε τηλεθόοντας
α 993 Ἀπερύκοι · ἀποτρέποι, ἀπείργοι· ἀπὸ τοῦ ἐρύω ἔρυκα
α 994 Ἀπεκαίνυτο · εἴρηται εἰς τὸ ἀποκαίνυτο
α 995 Ἀπέχθηαι · ἐχθρὸς γενήσῃ μισηθείς· ἀπὸ τοῦ ἀπέχθω, τοῦτο εἰς τὸ ἔχθω α
α 996 Ἀπέφθιθον · οἷον · ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι· ἀπὸ τοῦ φθίθω ἐστὶν ἐνεστῶτος μὴ εἰρημένου ἐν χρήσει. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ Θρίξ
α 997 Ἀπεβουκόλησα · ἐν τῇ συνηθείᾳ ἀπεβόσκησα καὶ ἐπετήρησα
α 998 Ἄπελος · τὸ ἕλκος καὶ τραῦμα· παρὰ τὸ μὴ προσπελάζειν τὴν σάρκα, ἀλλὰ διῃρῆσθαι· καὶ γὰρ ἕλκος παρὰ τὸ διειλκύσθαι τὴν σάρκα ἐκ τῆς τομῆς. ἢ τὸ ἀφελόμενον. ἢ ἀπὸ τῶν Θεσσαλικῶν ἀπέλων, ἅ ἐστι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον α
α 999 Ἀπέλεθρον · δύναμιν ἀμέτρητον καὶ πολλήν· πέλεθρον γάρ ἐστι μέτρον γῆς
α 1000 Ἀπενίζοντο · ἔστι νίπτω· τοῦτο κατὰ τροπὴν Δωρικὴν γίνεται νίζω. οἱ γὰρ Δωριεῖς τὰ εἰς πτω ῥήματα ποτὲ μὲν εἰς ζ ποτὲ δὲ εἰς δύο σς τρέπουσιν
α 1001 Ἀπένεικας · εἰς τὸ ἐνεῖκαι
α 1002 Ἀπεσκολυμμένος · ὁ γεγυμνωμένος. σημαίνει κυρίως τὸ ἐκτεταμένος, κολλὺς γὰρ ἡ θρὶξ ἡ ἐπὶ τοῦ ἄκρου, ἣν ἐφύλαττον ἀκούρευτον θεοῖς ἀνατιθέντες· καταχρηστικῶς καὶ ἐπὶ τοῦ ἀπογεγυμνωμένου
α 1003 Ἀπειλή · ἡ μετὰ ὀργῆς ἐπίπληξις· παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. ἢ παρὰ τὴν ἀπό καὶ τὸ εἰλῶ, ἡ ἀποκλείουσα τῶν δεόντων· ἔστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων α
α 1004 Ἀπειλῶ · ἢ εὔχομαι, ἤγουν ὑπισχνοῦμαι · οὐδ’ ἀπείλησεν ἄνακτι· παρὰ τὰς ἀπέλλας, τὰς φιάλας, δι’ ὧν σπένδοντες εὐχόμεθα· ἢ τὸ ἀπειλεῖ σημαίνει τὸ ὑπισχνεῖται· καὶ γὰρ ἡ ἀπειλὴ ὑπόσχεσίς ἐστι κακοῦ α
α 1005 Ἀπειλητῆρες · καυχησταί, ἀπειλεῖν εἰδότες καὶ ἐπαγγέλλεσθαι· τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν
α 1006 Ἄπειρος · ὁ μὲν ἀμαθής, παρὰ τὸ μὴ ἔχειν πεῖραν· ὁ δὲ μέγας, παρὰ τὸ μὴ ἔχειν πέρας. λέγει δὲ Ὦρος, ὅτι σημαίνει τὸ ἄπειρος καὶ χιτῶνα διέξοδον μὴ ἔχοντα, ὡς παρὰ Σοφοκλεῖ ἐν Πολυξένῃ, οἷον · χιτών ς’ ἄπειρος ἐνδυτήριον κακῶν, καὶ παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ · ἣ πόσιν ἀπείρονι περιβαλοῦσα ὑφάσματι
α 1007 Ἀπερωεύς · κωλυτής· ἔστιν ἐρωή ἡ ὁρμὴ καὶ προθυμία· ἀπερωεύς οὖν ὁ τῆς ὁρμῆς καὶ προθυμίας κωλυτής
α 1008 Ἀπεχθήρω · μισήσω· ἔχθος ἐχθηρός ἐχθήρω καὶ ἀπεχθήρω
α 1009 Ἀπειλήτην · ἀπειλῶ ἀπειλήσω ἠπείλησα ἠπειλησάτην δυϊκῶς, καὶ συγκοπῇ τῆς σα συλλαβῆς ἀπειλήτην. ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν· τὸ δυϊκὸν ἠπειλεῖτον ἠπειλείτην, συστολῇ τῆς ἀρχούσης ἀπειλείτην καὶ τροπῇ τῆς ει διφθόγγου εἰς τὸ η ἀπειλήτην. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν. τὸ δὲ ἀπειλῶ σημαίνει τρία· τὸ καυχῶμαι · ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών, ἐπὶ δὲ εὐχῆς · οὐδ’ ἠπείλησεν ἄνακτι, ἐπὶ δὲ ὀργῆς · αἶψα δ’ ἀναστὰς ἠπείλησε μύθῳ
α 1010 Ἀπερωήσειας · εἰς τὸ ἐρωή
α 1011 Ἀπηλεγέως · ἀποτόμως, σκληρῶς· παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἀλεγής καὶ ἀπηλεγής καὶ ἀπηλεγέων καὶ ἀπηλεγέως κατὰ τροπήν, ἢ ἀπὸ τοῦ ἁπλῇ ἀπληγέως καὶ καθ’ ὑπέρθεσιν ἀπηλεγέως, κατὰ ἀντίφρασιν, ὁ μὴ ἁπλοῦς, ἀλλὰ σκληρός
α 1012 Ἀπηλοίησεν · ἀπέκοψεν· ἀπὸ τοῦ ἀλοιῶ ἀλοιήσω, ὅθεν καὶ πατραλοίας
α 1013 Ἀπήμων · ὁ ἀβλαβής· παρὰ τὸ πήθω, ὁ δεύτερος ἀόριστος ἔπαθον· πήσω πῆμα, ὡς βήσω βῆμα, ἄπημος· καὶ παρωνύμως ἀπήμων, ὡς ἄναιμος ἀναίμων, οἷον · τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται
α 1014 Ἀπηνής · ὁ σκληρός· παρὰ τὸ ἠύς γίνεται ἠής, καὶ πλεονασμῷ τοῦ ν ἠνής, καὶ ἀπηνής. ἢ ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ὅ ἐστιν ἐπαινεῖσθαι· αἶνος γὰρ ὁ ἔπαινος. ἢ ὁ μὴ ἡνίαις εἴκων, τουτέστιν σκληρός· ἀπὸ μεταφορᾶς τῶν δυσηνίων ἵππων. ἢ αἰνός, ὁ δεινὸς καὶ σκληρός, αἰνής καὶ ἀπηνής
α 1015 Ἀπήνη · ἡ ἅμαξα, οἷον · θοῆς ἐπεβήσατ’ ἀπήνης· παρὰ τὸ ἄνω, τὸ ἀνύω, ἄνη καὶ ἀπάνη καὶ τροπῇ ἀπήνη · πρόσθεν μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην
α 1016 Ἀπηρής · ὁ ἀβλαβής, Ἀπολλώνιος · καί σε θεοὶ σὺν ἀπηρέσιν αὖθις ἑταίροις. παρὰ τὴν ἀράν, τὴν βλάβην, ἀποηρής ἀπηρής· οὐ γάρ ἐστι τῶν διὰ τοῦ ηρης ἐπεὶ ἐβαρύνετο ἄν, ὡς κωπήρης ξιφήρης. ἢ παρὰ τὸν πηρὸν ἀπηρής, ὁ ἀβλαβής
α 1017 Ἀπηχής · ἡ λέξις Ἀττική· εἴρηται κατ’ ἔνδειαν τοῦ θ ἀπηχθής τις ὤν, οὗ ἄν τις ἀπέχοιτο. ἢ ἀπὸ τοῦ ἤχου ὁ μὴ συνᾴδων· ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων
α 1018 Ἀπήορος · ὁ ἀπηρτισμένος καὶ διεστώς· παρὰ τὸ ἀείρω ἀπάορος καὶ ἀπήορος. Φιλόξενος Ῥηματικόν
α 1019 Ἀπηύρων · σημαίνει τὸ ἀφείλαντο. τὸ θέμα ἀπαυρῶ, ὅπερ ἀπὸ τοῦ αἴρω
α 1020 Ἀπηνήναντο · ἠρνήσαντο· ἀπὸ τοῦ ἀναίνω, οἷον · οἱ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο
α 1021 Ἀπῇμεν · ἀπὸ τοῦ εἴω, τοῦ σημαίνοντος τὸ πορεύομαι, οἷον · κιγηρα ὡς εἴω α. τούτου ὁ μέσος παρακείμενος εἶα, καὶ κατ’ ἔκτασιν ᾖα, τὸ πληθυντικὸν ᾔαμεν, καὶ κατὰ συγκοπὴν ᾖμεν, οἷον · «προῇμεν τῇ βουλῇ», καὶ τὸ δεύτερον ᾖτε, καὶ ἐν συνθέσει ἀπῇτε, οἷον καὶ · «ταῦτα ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι»
α 1022 Ἀπῄειν · δεῖ γινώσκειν, ὅτι τὸ ἀπῄειν καὶ τὸ ᾔομεν, οἷον · ᾔομεν, ὡς ἐκέλευσεν, σὺν τῷ ι γράφονται· ἔστι γὰρ εἴω διὰ τῆς ει διφθόγγου, ὡς παρὰ Σώφρονι · ἐγκίκρα ὡς εἴω, τουτέστι κέρασον, ἵνα πορευθῶ. καὶ λοιπὸν τούτου τὸ πληθυντικὸν εἴωμεν ὡς συμβουλευτικὸν διὰ τοῦ ω μέγα καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾔιωμεν διὰ τοῦ η καὶ ι · τούτου ὁ μέσος παρακείμενος εἶα διὰ διφθόγγου καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η ἦια διὰ τοῦ η καὶ ι καὶ κατὰ διάλυσιν ἤϊα, ὡς παρ’ Ὁμήρῳ · ἤϊα πολλὰ θεοὺς γουνούμενος· τούτου τοῦ ἤϊα, τοῦ διὰ τοῦ η καὶ ι τρέπεται τὸ α εἰς ειν καὶ ποιεῖ τὸν ὑπερσυντέλικον ἤιειν, διὰ τοῦ η καὶ ι οὔσης τῆς παραληγούσης, καὶ ἐν συνθέσει ἀπήιειν, οἷον · ἀπήιειν τῶν τόκων ἔχων τόκους· ἐξ οὗ καὶ τὸ παρήιειν ἐξήιειν. τοῦ δὲ ἀπήιειν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπήιεισαν, καὶ κατὰ συστολὴν τῆς ει διφθόγγου ἀπήιεσαν. ἐὰν δὲ ἀπὸ τοῦ ἴω, τοῦ διὰ τοῦ ι κατασκευαζομένου, γράφεται διὰ τοῦ ι τὸ πι
α 1023 Ἀπία · Ἀπία ἡ Πελοπόννησος· τὸ γὰρ παλαιὸν ἐκαλεῖτο Αἰγιάλεια ἀπὸ Αἰγιαλέως, τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελείης τῆς Ὠκεανοῦ· ὕστερον δὲ πάλιν Ἀπία ἐκλήθη ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός, Ἄργος δὲ ἀπὸ Ἄργου τοῦ πανόπτου, τελευταῖον δὲ πάντων Πελοπόννησος ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα, οἷον · καὶ τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών, ἐξ Ἀπίης γαίης, ἀντὶ τοῦ ἀπὸ τῆς Πελοποννήσου
α 1024 Ἀπινύσσειν · τὸ ἀπινύτως ἔχειν, τὸ μὴ φρονεῖν, τοῦ α στέρησιν δηλοῦντος· ἔστι γὰρ πνύω, ἐξ οὗ γέγονε τὸ πνέω, ὁ μέλλων πνεύσω, ἐξ οὗ τὸ πνευστός καὶ ἄπνευστος καὶ ἄπνευστις, καὶ ἀποβολῇ τοῦ τ ἄπνευσις καὶ ἀνάπνευσις πολέμοιο. ἀπὸ δὲ τοῦ πνύω γίνεται παράγωγον τὸ πινύω, ἐξ οὗ τὸ πινυτός καὶ πινυτή, ὁ διεγηγερμένος τὸν νοῦν· καὶ ὥσπερ παρὰ τὸ φύω γίνεται ἀφύσσω, οὕτως καὶ ἀπὸ τοῦ πινύω γίνεται πινύσσω καὶ ἀπινύσσω. τὸ δὲ πεπνυμένος ἀπὸ τοῦ πνῦμι γέγονεν, οὗ ὁ παθητικὸς παρακείμενος πέπνυμαι καὶ ἡ μετοχὴ πεπνυμένος. Ὠρίων
α 1025 Ἀπήχθετο · ἐμισεῖτο· ἀπὸ τοῦ ἄχθομαι
α 1026 Ἀπ’ Ἰδαίων · εἰς τὸ Ἰουδαίων Α
α 1027 Ἀπετρωπῶντο · ἡ ἐτυμολογία εἰς τὸ νώμησαν
α 1028 Ἀπίθησεν · οὐδ’ ἀπίθησεν μύθῳ Ἀθηναίης. τὰ εἰς ω λήγοντα ῥήματα κατ’ ἔνδειαν χρόνου ἐκ βαρυτόνου εἰς περισπώμενα μεταγόμενα καὶ φωνήεντι ἐλλείπουσι, διχρόνῳ βραχεῖ παραληγόμενα, οἷον στείχω διὰ τῆς ει διφθόγγου καὶ στιχῶ διὰ τοῦ ι φείδω φιδῶ, δαίω δαῶ, κείρω κερῶ. εἰ γὰρ καὶ μὴ ᾖ δίχρονον, ἀλλ’ ὅμως εἰς βραχὺ φωνῆεν γέγονεν ἡ συστολή. οὕτως οὖν καὶ ἀπὸ τοῦ πείθωβαρύτονον, διὰ τῆς ει διφθόγγου γράφεταιγέγονε πιθῶ διὰ τοῦ ι περισπώμενον ῥῆμα· ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα· ὅθεν τὸ · ἐν δούλοις τῷ Καίσαρος δόγματι ἀπεγράφης πιθήσας. ἔστι καὶ ἀπιθῶ ῥῆμα
α 1029 Ἀπισάονος · ὄνομα· εἴρηται εἰς τὸ ἧπαρ
α 1030 Ἀποφθίμενον · φθαρέντα, ἀποθανόντα· ἀπὸ τοῦ φθίω
α 1031 Ἀπίκια · εἴδη πλακούντων· ἀπὸ Ἀπικίου τινὸς Ῥωμαίου εὐτρυφήτου ἐπινοήσαντος
α 1032 Ἄπιος · ἡ ὄγχνη καλουμένη γενικῶς, ὅτι πρῶτον ἐν Πελοποννήσῳ γέγονεν· Ἀπία δὲ ἡ Πελοπόννησος. ἢ παρὰ τὸ ἐν διψηροῖς τόποις φύεσθαι. ἢ διὰ τὴν πιότητα τοῦ χυλοῦ αὐτῆς α
α 1033 Ἀμπλακία · ἁμαρτία · ἐπεὶ τὸ πρῶτον ἀάσθην ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς
α 1034 Ἁπληγίς · τὸ ἁπλοῦν ἱμάτιον, ὅπερ Ὅμηρος ἁπλοΐδα καλεῖ· Σοφοκλῆς, οἷον · τρύχει καλυφθεὶς Θεσσαλικῆς πληγίδος. παρὰ τὸ ἁπλῆ ἁπληΐς καὶ ἁπληγίς. παρὰ τοῦτο καὶ τὸ ἁπλήγιος, ὁ τοὺς τρόπους ἁπλοῦς ἔχων
α 1035 Ἀπογυιώσῃς · βλάψῃς, τὰ μέλη ἐκλύσῃς· κυρίως δὲ τὸ τὰ μέλη βλάπτειν λέγεται, ἔπειτα καὶ ἐπὶ βλάβης ἁπλῶς
α 1036 Ἀπόβλητον · ἀποβολῆς ἄξιον, ἀδόκιμον. εἴρηται εἰς τὸ μήδομαι
α 1037 Ἀποβλύζων · ἀπεμῶν. ὀνοματοποιΐα ὁ τρόπος· ἀπὸ τοῦ βλύζω
α 1038 Ἁπλοῦς · ὥσπερ παρὰ τὸ δύο καὶ τὸ πέλω γίνεται διπλόος διπλοῦς, οὕτως καὶ παρὰ τὸ α τὸ σημαῖνον τὸ ἓν καὶ τὸ πέλω, τὸ σημαῖνον τὸ ὑπάρχω, γίνεται ἁπλοῦς, ὁ τὸ ἓν ὑπάρχων
α 1039 Ἀποπτύω · τὸ ἀπορρίπτειν καὶ ἐκβάλλειν· ἀπὸ τοῦ πετῶ πετύω, καὶ συγκοπῇ πτύω, τὸ δίκην ἀποπεταννύμενον καὶ ἀπορριπτόμενον
α 1040 Ἄπορος · κυρίως ὁ ἀδιόδευτος· πόρος γὰρ ὁ περάσιμος τόπος, καὶ ὁ μὴ χρήματα ἔχων· ἔνθεν καὶ ἀπορία, ὅ τι ἂν σημαίνῃ α
α 1041 Ἀποστεπτικός · ἀποστεπτικὸν ᾆσμα οὕτως καλούμενον ὅτι μετὰ τὸ ἀποστεφθῆναι τοὺς στεφάνους ᾔδετο ἐν τοῖς παιᾶσι μέλλοντες ἀποπλεῖν
α 1042 Ἀπότριχες · οἱ ἄνηβοι, τῆς ἀπό ἀντὶ τῆς α στερήσεως κειμένης, ὡς ἐν τῷ · ἀποκηδήσαντε φεροίμεθα χεῖρον ἄεθλον, ἀντὶ τοῦ ἀκηδήσαντε· καὶ ἀπότιμον ἔνθεν τό, ἀντὶ τοῦ ἄτιμον
α 1043 Ἀποφηληκίζει · βιάζεται· ἀπὸ τῶν ὠμὰ σῦκα τρωγόντων, καὶ ἐπὶ τὰ ἄλλα μετῆκται
α 1044 Ἀποφράδες · ἀποφράδας ἔλεγον οἱ Ἀττικοὶ τὰς ἀπηγορευμένας ἡμέρας, ἃς ὑπελάμβανον χείρους εἶναι τῶν ἄλλων, ἃς δὴ καὶ ἐπεικάδας καλοῦσιν φθίνοντος τοῦ μηνός, τετράδα, τρίτην, δευτέραν. ἢ τὰς ἡμέρας ἐν αἷς τὰς φονικὰς δίκας ἐδίκαζον, διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν, οἷον · ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. γίνεται δὲ παρὰ τὸ φῶ ῥῆμα, φράζω, ὁ μέλλων φράσω, ἀποβολῇ τοῦ ω φράς καὶ ἐν συνθέσει ἀποφράς α
α 1045 Ἀποφώλιος · ὁ ἀπαίδευτος· Ὅμηρος · ἦ δὴ ἀλιτρός τ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς· ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν «ἁμαρτωλὸς εἶ καὶ οὐκ ἀπαίδευτος»; ἀλλὰ λέγει «πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος», ὡς εἴωθεν λέγειν «θαυμάζω πῶς σοφὸς ὢν ἥμαρτες». γέγονε δὲ παρὰ τὸν φωλεόν· φωλεοὶ γὰρ λέγονται τὰ παιδευτήρια παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος, καὶ ἐν συνθέσει ἀποφήλιος, καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγός καὶ ῥήσσω ῥωγμός. · ῥωχμὸς ἔην γαίης, θήσω θωμός ὡς σωρός
α 1046 Ἀπόστιχε · ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μὴ σὲ νοήσῃ Ἥρη, οἱονεὶ ἀπαλλάσσου καὶ ἀναχώρει· ἀπὸ τοῦ στείχω, δευτέρου ἀορίστου προστακτικοῦ
α 1047 Ἀπόερσε · ἔνθα με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι, ἀντὶ τοῦ ἀπέπνιξεν, διέφθειρεν· παρὰ τὸ ἔρρω, τὸ φθείρω, ὁ μέλλων ἐρῶ καὶ Αἰολικῶς ἔρσω, ὡς κερῶ κέρσω, φύρσω, κύρσω
α 1048 Ἀποκαίνυμαι · νικῶ· Ὅμηρος · ἀποκαίνυτο πάντας ἀρίστους· ἀπὸ τοῦ καίνω, τὸ φονεύω, γίνεται καίνυμι ἐκαινύμην ἐκαίνυσο ἐκαίνυτο, καὶ ἀπεκαίνυτο. μεταφορικὴ δὲ ἡ λέξις, κυρίως γὰρ ἐπὶ τῶν φονευόντων καὶ νικώντων λαμβάνεται ἡ λέξισ. ἢ παρὰ τὸ αἴνυμαι, τὸ λαμβάνω, ἀπὸ τοῦ αἴνυσθαι καὶ λαμβάνειν ἆθλον τοὺς νικῶντας, πλεονασμῷ τοῦ κ
α 1049 Ἀπολιχμήσονται · ἀπολείξουσιν
α 1050 Ἀποχρή · ζήτει εἰς τὸ τέλος τοῦ α στοιχείου
α 1051 Ἀπολιβάζω · ἀπέλθω, ἀποδράμω· παρὰ τὴν λιβάδα· καὶ γὰρ λιβάς ἐστι ῥευμάτιόν τι, ἵν’ ᾖ κυρίως ἀπορρεύσω. ἢ εἰς τὴν Λιβύην ἀπελεύσῃ. ὅμοιον τὸ «εἰς κόρακας». ἀντὶ τοῦ ἐν ἀγνοίᾳ. ἢ παρὰ τὸ λι τὸ σημαῖνον τὸ λίαν, καὶ τὸ βαδίσαι, τὸ ταχέως ἀπελθεῖν ἐκδεχόμεθα
α 1052 Ἀπόμυιος · οὕτως ὁ Ζεὺς παρὰ τοῖς Ἠλείοις τιμᾶται Ἡρακλέους ἱδρυσαμένου ἐπὶ ἀποτροπῇ τῶν μυιῶν
α 1053 Ἀπομηνίσας · μνησικακήσας, ὀργισθείς
α 1054 Ἀπονοστήσειν · ἐπανελθεῖν, ὑποστρέψειν, νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή· παρὰ τὸ τῆς πατρίδος ἡδύ
α 1055 Ἀπόπατος · ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσις, καὶ ἀποπατῆσα ι· παρὰ τὸν πάτον, ὅ ἐστι τὴν ὁδόν, τὸ ἄποθεν τοῦ πάτου γινόμενον· καὶ γὰρ ἀφοδεύειν λέγεται τὸ μὴ ἐν τῇ ὁδῷ τῇ λεωφόρῳ γινόμενον. καὶ ἀποπάτημα αὐτὸ τὸ σκύβαλον· Εὔπολις Χρυσογένει · τί γάρ ἔστ’ ἐκεῖνο; ἀποπάτημ’ ἀλώπεκος· Κρατῖνος Δραπέτισιν · τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα α
α 1056 Ἀποβρίξαι · τὸ ἀπονυστάξαι· παρὰ τὴν βορὰν καὶ τὸ ἵζειν, ὅ ἐστι κατανεύειν, ὥστε κυρίως ἀπὸ βορᾶς νυστάζειν. οἱ δὲ παρὰ τὸ βρι ἐπιτατικὸν μόριον· βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι α
α 1057 Ἄποινα · τὰ ὑπὲρ φόνου διδόμενα· λύτρα· ἔστιν οὖν φόνος καὶ κατὰ στέρησιν ἄφονος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄφοινος, καὶ τὸ οὐδέτερον τὸ ἄφοινον καὶ ἄποινον, τουτέστιν τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος
α 1058 Ἀπόλλων · παρὰ τὸ ἀποπάλλειν τὰς ἰδίας ἀκτῖνας· ὁ αὐτὸς γὰρ τῷ ἡλίῳ. ἢ παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους· ἰατρὸς γὰρ ἦν καὶ μάντις α
α 1059 Ἀπολαύω · λῶ τὸ θέλω, ὅπερ ἀπὸ τοῦ θέλω γέγονε, παράγωγον λαύω, ὡς χρῶ χραύω, καὶ ἀπολαύω
α 1060 Ἀπολιταργεῖν · τὸ ἀπελθεῖν ταχέως· παρὰ τὸ λίαν καὶ τὸ ἀργόν, ὅ ἐστι ταχύ, περιττεύοντος τοῦ τ
α 1061 Ἀποκναίω · κτῶ ῥῆμα, τὸ δηλοῦν τὸ φονεύω, ἐξ οὗ τὸ ἀπέκτατο· γίνεται παράγωγον κταίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, καὶ καθ’ ὑπέρθεσιν κναίω καὶ ἀποκναίω
α 1062 Ἀπόνοια · ἡ χωρίζουσα τοῦ δέοντος, τῆς ἀπό προθέσεως χωρισμὸν δηλούσης, οἱονεὶ ἀπονοεῖσθαι, τουτέστιν ἀπόστασιν ἔχειν τοῦ νοῦ· καὶ ἀποδόκιμο ς, ὁ κεχωρισμένος τῆς δεούσης δόξης· καὶ ἀπόβλητο ς, ὁ ἀποβολῆς ἄξιος, ὁ ἀδόκιμος
α 1063 Ἀποθανεῖν · ἡ ἀπό πρόθεσις ἐνταῦθα χωρισμὸν δηλοῖ, οἷον ἀποθανεῖν, καθ’ ὃ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων· καὶ ἀπέρχεσθαι τοῦ χωρίζεσθαί τινα ἀπερχόμενον
α 1064 Ἀπὸ ἕθεν · ἀφ’ ἑαυτοῦ. ἡ χρῆσις εἰς τὸ δόναξ
α 1065 Ἀποσκυδμαίνω · τὸ ὀργίζομαι. ἔστι σκύζω ῥῆμα, οὗ ὄνομα ῥηματικὸν σκύδνος, ἡ λοιδορία· καὶ ὡς παρὰ τὸ ὄζω γίνεται ὀζαίνω, οἷον · ἐγὼ δ’ ὀζαίνομαι σιτούμενος, οὕτως καὶ παρὰ τὸ σκύζω γίνεται σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς ς σκυδαίνω, καὶ ἐπενθέσει τοῦ μ σκυδμαίνω. Ὠρίων
α 1066 Ἀποτμήξαντα · ἀποτεμῶ τμῶ. εἰς τὸ καρχαρόδους
α 1067 Ἀποπτανέουσιν · εἰς τὸ παπταίνω ἡ ἐτυμολογία
α 1068 Ἀποδρᾶν · τὸ ἐκκλίνειν· ἔστι δρῶ, τὸ ὑπηρετῶ, ὅθεν καὶ τὸ δρηστῆρες. τὸ οὖν ἀποδρᾶν ἐστι τὸ ἔξω γενέσθαι τῆς ὑπηρεσίας τῆς δεσποτικῆς
α 1069 Ἀπὸ κυανέων · τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων ἀπὸ κυανέων. Ἡσίοδος ἐν Ἀσπίδι. κακῶς δὲ διαιρέσει κέχρηται· τὰ γὰρ εἰς αι λήγοντα διαιρεῖται, πύλαι πυλάων, νύμφαι νυμφάων· τὰ δὲ οὐδέτερα οὐκέτι. ὥστε οὔτε τὰ βλέφαρα κυανέοντα
α 1070 Ἀποψύχειν · Ἡσίοδος ἐν Ἔργοις καὶ ἡμέραις · μηδέ ποτ’ ἐν προχοῇ ποταμῶν ἅλαδε προρεόντων μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι· μηδ’ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώϊόν ἐστι, ἀφοδεύειν ἢ ἀποπνευματίζειν, ἀποπλύνειν καὶ ἀπορρίπτειν
α 1071 Ἀπογαλακτίζω · γάλακτος γαλακτίζω, καὶ ἀπογαλακτίζω. ἡ δὲ ἀπό πρόθεσις σημαίνει τὴν ἀπόπαυσιν καὶ ἀποπλήρωσιν
α 1072 Ἀπολυμαίνεσθαι · ἀποκαθαίρεσθαι· λύματα λέγονται τὰ καθάρσια εἴτε καὶ αὐτὸ τὸ ῥύπος· παρὰ τὸ λυμαίνειν τὸ ὑποκείμενον. ἀπὸ οὖν τοῦ λῦμα λυμαίνω, καὶ ἀπολυμαίνω. φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθάρσιόν ἐστι, καὶ τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλεται, ὡς Εὐριπίδης · θάλασσα κλύζει πάντ’ ἀνθρώπων κακά
α 1073 Ἀπὸ πεντόζοιο · Ἡσίοδος ἐν Ἔργοις καὶ ἡμέραις · μηδ’ ἀπὸ πεντόζοιο αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. πεντάκλαδος ἡ χείρ· «μὴ ὀνυχίσῃς», φησίν, «ἐν ἑορτῇ ξηρὸν ὄνυχα»· χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα· ἀσεβὲς γὰρ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν
α 1074 Ἀπορρῶγες · ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, ἀπερρηγμέναι, ἀπεσπασμέναι ἀπ’ ἀλλήλων καὶ διάστημα ἔχουσαι, δι’ οὗ ὁ εἴσπλους, εἰς λιμένα νενευκυῖαι
α 1075 Ἀπόφασθε · ἀπαγγείλατε· ἀπὸ τοῦ ἐφάμην ἔφασο, φάσο τὸ προστακτικόν, τὸ πληθυντικὸν φάσθε, καὶ ἀπόφασθε
α 1076 Ἀπόθεστος · δὴ τότε κεῖτ’ ἀπόθεστος, ἀντὶ τοῦ ἀποίητος, οὐκ ἐπιζητούμενος, ὅ ἐστι ἠμελημένος, μὴ ποθούμενος
α 1077 Ἀποτομή · ἀκόντιον μικρόν, ἀποτετμημένον ἀπὸ τοῦ τελείου καὶ συνηρμοσμένον εἰς μέγεθος μικρόν
α 1078 Ἀποθρίξασθαι · εἴρηται εἰς τὸ παρέθρισαν
α 1079 Ἀποσταδόν · ὀξυτόνως· ἀντὶ τοῦ ἀφεστὼς καὶ πόρρωθεν ἐκ διαστήματος
α 1080 Ἀποθύμια · λυπηρά, τὰ μὴ καταθύμια. ἀπὸ τοῦ θυμός, ἀφ’ οὗ τὸ ἀποθύμια
α 1081 Ἀποδιοπομπεῖσθαι · ἀποπέμπεσθαι πρὸσ τὸν προστρόπαιον Δία καὶ οἷον καθαίρεσθαι
α 1082 Ἀποσχήσει · χωρίσει· ἀπὸ τοῦ σχῶ σχήσω
α 1083 Ἀποτίσας · ἀποδούς
α 1084 Ἀπούρας · σημαίνει τὸ ἀφελόμενος· ἔστιν αὐρῶ, τὸ ἀπολαύω, οἷον · ἵνα πάντες ἐπαύρωνται βασιλῆος· ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, ἡ μετοχὴ αὐρήσας, καὶ κατὰ συγκοπὴν αὔρας, καὶ τροπῇ τοῦ α εἰς ο καὶ ἐν συνθέσει ἀπούρας, οἷον · ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρασ, ἀφελόμενος τὴν ἀπόλαυσιν τοῦ γέρως. οἱ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους τινός· ἀπουρήσας καὶ ἐν συγκοπῇ ἀπούρας α
α 1085 Ἀποφθείσθω · ἀποφθαρήτω· ἀπὸ τοῦ φθίω
α 1086 Ἀπορρυήσεται · οἷον · καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται. ἀπὸ τοῦ ῥύω ῥυήσω, ὁ δεύτερος ἀόριστος ἔρρυον, ὁ παθητικὸς ἐρρύην καὶ ὁ δεύτερος μέλλων παθητικὸς ῥυήσομαι ῥυήσῃ ῥυήσεται, καὶ ἀπορρυήσεται
α 1087 Ἀποπεσέτωσαν · ἀπὸ τοῦ πέτω· ἄλλοι δὲ παρὰ τὸ πεσῶ πεσήσω, ὁ δεύτερος ἀόριστος ἔπεσον. καὶ σεσημείωται οὕτως ὁ δεύτερος ἀόριστος καὶ ὁ ἔχεσον ἐξενεχθέντες διὰ τοῦ ς ὅπερ ἐστὶ χαρακτηριστικὸν τοῦ πρώτου ἀορίστου, κατὰ δὲ ἀντιπάθειαν εὑρέθη. εἰσὶ γὰρ καὶ ὁ εἶπα καὶ ἤνεγκα πρῶτοι ἀόριστοι διὰ τοῦ π καὶ τοῦ κ ἐκφερόμενοι, ὅπερ τῶν παρακειμένων ἐστὶν ἴδιον καὶ δευτέρων ἀορίστων. ἀπὸ γὰρ τοῦ ἔπεσον, πέσε τὸ προστακτικόν, ἀποπεσέτωσαν
α 1088 Ἀποστρέψαντας · εἰς τὸ ἔλπετο
α 1089 Ἀποσφήλειε · μέγα δέ σφας ἀποσφήλειε πόνοιο, οἱονεὶ ἀποσφαλῆναι καὶ ἀποτυχεῖν ποιήσειε τοῦ ἔργου· ἀπὸ τοῦ σφάλλω σφαλῶ σφάλειας, ὡς τύψειας. τὸ δὲ σφάλλω εἰς τὸ ἀσύφηλον
α 1090 Ἀπολεῖται · ἐκ τοῦ ἀπόλλω· τοῦτο παρὰ τὴν ἀπό πρόθεσιν καὶ τοῦ ὄλλω ῥήματος
α 1091 Ἀποτίνῃ · δίκην ἀποδῷ, ὅ ἐστι τιμωρίαν
α 1092 Ἀπρίξ · τὸ ἰσχυρῶς κρατεῖν. ἔστι πρίζω πρίσω καὶ Δωρικῶς πρίξω, καὶ ἐξ αὐτοῦ ἐπίρρημα ἀπρίξ, τουτέστιν ὡς μηδὲ ἀποσχίζεσθαι τοῦ κρατοῦντος τὸ κρατούμενον
α 1093 Ἀπριάτην · παρὰ τὸ πρίασθαι· μετὰ τοῦ στερητικοῦ α ἀπριάτην ἐπίρρημα
α 1094 Ἀπροτίμαστος · ἄψαυστος, ἄθικτος· παρὰ τὸ μαίω, τὸ ζητῶ, ἡ μὴ ἐπιζητηθεῖσα πρὸς μίξιν. ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ, ὅθεν καὶ μαστός, καὶ τὸ ἐπιμασσόμενον, ὅ ἐστιν ἐπιλαβόμενος, καὶ ἐπιμάσσατο, καθήψατο α
α 1095 Ἀπτέρω · ἀποτέρω ἀπτέρω. Ἡρωδιανός
α 1096 Ἀπτερέως · εἴρηται εἰς τὸ ἀψοφέως
α 1097 Ἀπροτίοπτα · κρύφα, λάθρα
α 1098 Ἀπτοεπές · Ἥρη ἀπτοεπές. τινὲς δασύνουσι τὸ ἀπτοεπές· καθαπτομένη τοῖς ἔπεσιν· ἐμφατικώτερον δὲ τὸ ψιλοῦν· ἄαπτον γάρ ἐστι τὸ δεινόν, ὥστε εἶναι δεινοεπές. ἢ ἀπτόητε ἐν τῷ λέγειν, θρασεῖα
α 1099 Ἀπτοεπής · ἢ ὁ ἁπτόμενος διὰ λόγων. ἢ ὁ ἀπτόητος, ὁ μὴ πτοούμενος ἐν τοῖς λόγοις, ὁ θρασύλογος καὶ ὑβριστής
α 1100 Ἀπτέρα · πόλις Κρήτης· ἐκλήθη δὲ Ἀπτέρα, ὅτι αἱ Σειρῆνές ποτε πρὸς τὰς Μούσας εἰς ἔριν ἐλθοῦσαι καὶ ἡττηθεῖσαι ἐκεῖ τὰ πτερὰ ἀπέβαλον
α 1101 Ἀπτήν · τὴν μηδέπω πτᾶσαν· παρὰ τὸ πέτω πέτην, καὶ πτήν, καὶ ἀπτήν · ἀπτῆσι, ἢ μὴ ἵπτασθαι δυναμένοις, μικροῖς
α 1102 Ἄπτερος · τῇ δ’ ἄπτερος ἔπλετο μῦθος, ταχὺς πρὸς τὸ πεισθῆναι καὶ ἰσόπτερος· ἡ γὰρ α στέρησις δηλοῖ καὶ τὸ ὅμοιον καὶ τὸ ἴσον, οἷον ἀτάλαντος, ἄλοχος, ἄπτερος· ἄπτερος δέ ἐστιν ὁ ἰσόπτερος καὶ ταχύς. ἔνιοι δὲ οὐ παραπτάς, ἀλλ’ ἔμμονος
α 1103 Ἄπυστος · ἀνήκουστος· ἀπὸ τοῦ πεύθω πευστός καὶ ἄπυστος
α 1104 Ἀπύρους · ἀνεπιτηδείους πρὸς πυρὸς χρῆσιν, ἀλλὰ κόσμου χάριν τιθεμένους ἐν οἴκῳ
α 1105 Ἀπφῦς · ὁ πατὴρ εἴρηται ὑποκοριστικῶς ἀπὸ τοῦ πάππα· σημαίνει τὸν πατέρα· ἀφαιρέσει τοῦ κατ’ ἀρχὴν π ἄππα ἀππῦς, καὶ τροπῇ τοῦ π εἰς φ ὡς Διονύς, ὁ Διόνυσος
α 1106 Ἀπώνατο · ἀπὸ τοῦ ὀνῶ
α 1107 Ἄπωθεν · τὸ πῶ μέγα, οἷον · φαίνετο δ’ εἰναλίη Σκίαθος, φαίνοντο δ’ ἄπωθεν. Σκίαθος δέ ἐστι νῆσος Εὐβοίας, ἀντικρὺ δὲ ἡ Εὔβοια τῆς Θετταλίας. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 1108 Ἄραβος · κτύπος· κυρίως ἡ ἐν ἄρει βοή, ἀράβοος καὶ ἄραβος
α 1109 Ἀράβησεν · ἤχησεν, ἐψόφησεν. κυρίως ἡ ἐπὶ τὴν ἔραν βοή, ἔραβος καὶ ἄραβος, ἐξ οὗ τὸ ἀραβῶ. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου, παρὰ τὸν ἄρεα καὶ τὸ βοή, οἷον ἡ ἐν ἄρει βοή. Ὠρίων
α 1110 Ἀράξης · ποταμός· παρὰ τὸ ἀράσσειν· ὅτι ἀπὸ Καυκάσου καταρρήγνυται
α 1111 Ἄραρ · ποταμὸς τῆς Κελτικῆς, ἀπὸ τοῦ ἀρηρέναι τῷ Ῥοδανῷ ποταμῷ
α 1112 Ἀράσσω · τὸ ἀποτέμνω· παρὰ τὸ ἄρης, ὅ ἐστι σίδηρος, κυρίως γὰρ ἀράσσειν τὸ διὰ σιδήρου τέμνειν · ἀπὸ δὲ τρυφάλειαν ἄραξεν
α 1113 Ἀράχνη · Ἡσίοδος · ἀερσιπότητος ἀράχνης. ἀπὸ τῆς τῶν ποδῶν ἀραιότητος, ἀραιά ἴχνη ἔχων
α 1114 Ἀράχνια · τὰ ὑφάσματα τῆς ἀράχνης, οἷον · ἠΰτ’ ἀράχνια λεπτά· παρὰ τὴν ἀραιότητα, ὅ ἐστι λεπτότητα· ἀραιόν γὰρ τὸ λεπτόν. ἢ παρὰ τὸ ἀράσσω ἀράχνιον, ὡς δέμω δέμνιον, παίζω παίγνιον· ἤγουν τὸ εὔσχιστον. ἢ τὸ ἐνηρμοσμένον· χνοῦς γάρ ἐστιν ὁ ἐνηρμοσμένος καὶ ἀνυφανθείς
α 1115 Ἀρά · ἡ εὐχή· παρὰ τὸ αἴρειν τὰς χεῖρας εὐχομένους
α 1116 Ἄραρεν · ἔστι ῥῆμα ἄρω, τὸ ἁρμόζω, ἀφ’ οὗ ὁ ἀόριστος ἦρσα καὶ ἡ μετοχὴ ἄρσας, οἷον · ἄρσαντες κατὰ θυμόν. ἔστι καὶ περισπώμενον ἀρῶ, ἀφ’ οὗ ὁ μέλλων ἀρέσω, τούτου ὁ παρακείμενος ἦρκα καὶ ὁ μέσος ἦρα, καὶ κατὰ ἀναδιπλασιασμὸν Ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρώς · οὔτε φρεσὶν ᾖσιν ἀρηρώς. Δωρικῶς δὲ γίνεται ὁ μέσος παρακείμενος ἄραρα, οἷον · ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας, καὶ ἡ μετοχὴ ἀραρώς, καὶ ὄνομα τοῦ κωμικοῦ· τῆς γὰρ μετοχῆς ἐστιν ἡ φωνή· πίστις δὲ καὶ ἐκ τῆς κλίσεως, ἀραρότος γὰρ ὡς γεγραφότος
α 1117 Ἀραριημένος · ἔστιν ὄνομα παρὰ τῷ ποιητῇ ἀρειή, ἀφ’ οὗ ῥῆμα ἀρειῶ· τούτου ὁ παθητικὸς παρακείμενος ἠρείημαι, ἡ μετοχὴ ἠρειημένος, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀραρειημένος, καὶ κατὰ συστολὴν ἀραριημένος. ταῦτα Ἡρωδιανός. οὕτως Ζηνόβιος
α 1118 Ἄρα · ὁ ἀρ ἐκ τοῦ ἄρα γέγονε κατὰ ἀποβολὴν τοῦ τέλους, ἢ ὁ ῥα ἐκ τοῦ ἄρα κατὰ ἀποβολὴν τῆς ἀρχούσης· ἔστιν εἰπεῖν, ὅτι τοῦτο θέμα, καὶ τοῦτο. ὁ γὰρ ἀρ σύνδεσμος οὐκ ἔστιν ἐκ τοῦ ῥα· ὁ γὰρ ῥα ἐγκλιτικός ἐστι καὶ ὑποτακτικός, ὁ δὲ ἀρ οὐκ ἔστιν ἐγκλιτικός
α 1119 Ἀραρυίας · ἡρμοσμένας· ἀπὸ τοῦ ἄρω, τὸ ἁρμόζω
α 1120 Ἀρβύλη · εἶδος ὑποδήματος. λέγεται καὶ παρωνύμως· Θεόκριτος · πᾶσα λίθος πταίουσά ποτ’ ἀρβυλίδεσσιν ἀείδει· παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσὶν ἁρμύλη καὶ ἀρβύλη
α 1121 Ἀργαλέος · χαλεπός· οἶμαι παρὰ τὸν Ἄρην, τὸν πόλεμον, ἀραλέος καὶ πλεονασμῷ τοῦ γ ἀργαλέος. ἢ παρὰ τὸ ἄλγος, ὁ λύπας καὶ κακὰ ἐμποιῶν
α 1122 Ἀραιήν · ἀσθενῆ, ἀδύνατον· παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀραιή, ὅθεν καὶ δασύνεται. ἔστιν ὅτε σημαίνει καὶ λεπτήν α
α 1123 Ἀραιτασιείδης · Ἀραιτασιοείδης, καὶ κατὰ συγκοπὴν Ἀραιτασιείδης, ὡς σιοείδης σιείδης, συγκοπῇ τοῦ ο. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
α 1124 Ἀραιός · ῥαίω, τὸ φθείρω· γίνεται ῥαιός, καὶ πλεονασμῷ τοῦ α ἁραιός, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α ὡς καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθόλου
α 1125 Ἄργεμον · τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ ἀργόν, ὅ ἐστι λευκόν, ὅθεν · καὶ κύνας ἀργούς· τινὲς τοὺς λευκούς α
α 1126 Ἀργεννός · ὁ λευκός· παρὰ τὸ ἀργόν, τὸ λευκόν, γίνεται ἀργεινός, ὡς ἐρατός ἐρατεινός καὶ ἀργεννός, ἐνδείᾳ μὲν τοῦ ι πλεονασμῷ δὲ τοῦ ν
α 1127 Ἀργεννῇσι · ἀπὸ τοῦ ἀργεννός ἀργεννή· σημαίνει δὲ λαμπραῖς, λευκαῖς · αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
α 1128 Ἀργός · ὁ ταχύς· ἔστι δὲ παρὰ τὸ ἀρκῶ ἀρκός καὶ ἀργός, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, καὶ γὰρ ποδάρκεις τοὺς ταχεῖς λέγουσιν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ λευκοῦ λαμβάνεται, καὶ γὰρ οἱ ποιηταὶ τὰ λαμπρὰ καὶ λευκὰ πάντα οὕτως καλοῦσι· παρὰ τὸ τάχιον τοὺς ὁρῶντας ὁρᾶσθαι ποιεῖν. παρὰ τὰ ἄλλα οὕτως ἐγὼ τοῦτο καὶ μόνον
α 1129 Ἀργής · ὥσπερ παρὰ τὸ γυμνὸς γίνεται γυμνής, ὁμαλός ὁμαλής, τρανός τρανής, ποτός ποτήςλαμβάνεται γὰρ καὶ ἐπὶ θηλυκοῦ ὁ τύπος · ἐδητύος ἠδὲ ποτῆτος οὕτως καὶ ἀργός ἀργής, ὁ λευκὸς ἢ λαμπρός. κλίνεται δὲ ἀργής ἀργῆτος ἀργῆτι · βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ· ἡ αἰτιατικὴ ἀργῆτα· εἶτα ἐν ἑτέρῳ · ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν, ἀντὶ τοῦ ἀργῆτα κατὰ μεταβολὴν καὶ συστολήν· καὶ πάλιν · ὥς ἀρ ἔμελλε τῆλε φίλων καὶ πατρίδος αἴης ἄσειν ἐνὶ Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ
α 1130 Ἀργαφίης · οἷον · νιψάμεναι κρήνης ἔδραμον Ἀργαφίης. τινὲς δὲ διὰ τοῦ ε ἀπὸ Γεργάφου τοῦ Ποσειδῶνος. τὸ δὲ ἐντελὲς ἐν τῷ Ἑρμῇ · κρήνης Γαργαφίης. ὁ Παρμένιος ἄνευ τοῦ γ. ἡ ἔλλειψις ἀπὸ ἱστορίας. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
α 1131 Ἀργειφόντης · ἔστι δὲ ἐπίθετον τοῦ Ἑρμοῦ. λέγεται δὲ Ἀργειφόντης ἢ ὅτι ἀργὸς φόνου ἐστί, τουτέστιν καθαρός, ὁ αὐτὸς γάρ ἐστι τῷ λόγῳ· ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς, ὁ γὰρ Ἑρμῆς πρῶτον ἐν τῷ Ἄργει ἐφάνη· ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ποιῶν, ἐπάνω γάρ, ὥς φασι, τῶν ὀνείρων ἐστὶν ὁ Ἑρμῆς· ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσεν, οὗτος δὲ ὁ Ἄργος ἐν ὅλῳ τῷ σώματι αὑτοῦ ὀφθαλμοὺς εἶχεν. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ὥσπερ ἀπὸ τοῦ ἀλοτρίβανον γίνεται ἀλετρίβανον κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε σημαίνει δὲ τὸν τριβέα παρὰ τὸ τοὺς ἅλας τρίβειν, οὕτως καὶ ἀπὸ τοῦ ἀργοφόντης γίνεται ἀργεφόντης, καὶ πλεονασμῷ τοῦ ι Ἀργειφόντης. Δίδυμος δὲ διὰ τοῦ ι γράφει· λέγει γὰρ ὥσπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ ἐπιρρήματος γίνεται ἀριδείκετος καὶ ἀρίζηλος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντης καὶ πλεονασμῷ τοῦ γ Ἀργιφόντης Α
α 1132 Ἀργιόδους · ὁ μεγαλόδους· πολλὴ δὲ ἡ χρῆσις τῆς λέξεως. παρὰ τὸ αρι ἐπιτατικὸν καὶ τὸ ὀδούς γίνεται ἀριόδους, ὡς ἀριδείκετος, καὶ πλεονασμῷ τοῦ γ ἀργιόδους, ὡς ἄνοια ἄγνοια καὶ ῥαῖα γραῖα· εἰ γὰρ παρὰ τὸ ἀργός, ἦν ἂν ἀργόδους. οὕτως Τρύφων ἐν τῷ Περὶ σχημάτων
α 1133 Ἄργμα · ἡ ἀπαρχή · ἧ ῥα καὶ ἄργμα θῦσε θεοῖς αἰειγενέτῃσι· παρὰ τὸ ἄρχω ἄργμα, ὥσπερ παρὰ τὸ ἦρμαι ἄρμα, γέγραμμαι γράμμα
α 1134 Ἄργυρος · παρὰ τὸ ἀργόν, τὸ λευκόν· ὅθεν οἱ ποιηταὶ τὰ λευκὰ καὶ λαμπρὰ οὕτως καλοῦσιν· οἷον · ἀργύφεον πλῆτο σπέος, καὶ ἄργυφα μῆλα. οὕτως Ἐπαφρόδιτος
α 1135 Ἄργυφον · παραγώγως παρὰ τὸ ἀργόν, ὃ σημαίνει τὸ λευκόν, ἀφ’ οὗ ἄργυρος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ σχημάτων λέγει, ὅτι γίνονταί τινες συνθέσεις καὶ ἀπὸ μόνου ῥήματος, οἷον ἀπὸ τοῦ βῶ κάραβος καὶ ἀπὸ τοῦ θῶ, τὸ θηλάζω, Αἴγισθος, ὁ αἶγα θηλάσας· καὶ ἀπὸ τοῦ ἀργῶ οὖν τοῦ σημαίνοντος τὸ φαίνω ἄργυφος, καὶ πλεονασμῷ τοῦ ε ἀργύφεος, οἷον · ἀμφὶ δ’ ἄρ’ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, καὶ Ἡσίοδος · ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη, ἀργυφέῃ ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην, καὶ πάλιν · τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος
α 1136 Ἀργώ · ἡ ναῦς· ἀφ’ οὗ οἱ Ἀργοναῦται, εἴρηται δέ, ὅτι Ἄργος αὐτὴν κατεσκεύασεν, ἤ, ὡς ἱστορεῖ Ἡγήσανδρος ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη
α 1137 Ἀργειάν · εἴρηται εἰς τὸ τ στοιχεῖον εἰς τὸ Τιτάν
α 1138 Ἀργανθώνειον · ὄρος Κίου, οἷον · ἀμφ’ Ἀργανθώνειον ὄρος, προχοάς τε Κίοιο. τινὲς δ’ Ἀργανθώνην αὐτό φασιν. Εὐφορίων καὶ Φιλίας Ἀργανθώνιον λέγουσι διὰ τοῦ ι οἷον · χθιζόν μοι κνώσσοντι παρ’ Ἀργανθώνιον αἶπος. καὶ λέγουσι διὰ τοῦ ι. Σιμύλος δὲ ποταμόν φησιν, οἷον· μυσίον απύοντα παρὰ ῥόον Ἀργανθώνης
α 1139 Ἀργεστής · ὀξύνεται, Βοιωτικῶς δὲ γέγονεν ἀργέσταο, οἷον · ἀργέσταο Νότοιο· τὸ μὲν γὰρ κύριον βαρύνεται Ἀργέστης, οἷον · Ἀργέσταο παρ’ ἆσσον ἐπιπνείοντος, ἔβησαν. λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ’ ἀγχίρροον Ἶριν· δηλοῖ γὰρ τὸν ἀπηλιώτην ἄνεμον. Ἀπολλώνιος. τὸ δὲ ἐπίθετον τοῦ νότου ὀξύνεται, ὡς ἀργεστᾶο Νότοιο, οἷον τοῦ λευκοῦ. οὕτως εὗρον εἰς τὰ Ἀργοναυτικὰ τοῦ Ἀπολλωνίου
α 1140 Ἀργινοῦσαι · ἀργιλώδεις· «εἰσὶ δὲ αἱ τοιαῦται εἰς καρπῶν ἀνέσεις φαῦλαι καὶ ὡς ἐπὶ τὸ πλεῖστον μηλόβοτοι, καθάπερ ἡ Σκύρος καὶ αἱ λεγόμεναι Ἀργινοῦσαι.» Δίδυμος καὶ Ὦρος
α 1141 Ἀρδηθμός · ὁ ποτισμός· παρὰ τὸ ἀρδῶ περισπώμενον· εἰ γὰρ ἦν ἀπὸ βαρυτόνου, ἄρδμος ἂν ἦν. Νίκανδρος ἐν Θηριακοῖς, οἷον · ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀΐξαντες
α 1142 Ἀρδμός · ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν. παρὰ τὸ ἀρδῶ περισπώμενον. εἰ γὰρ ἦν ἀπὸ βαρυτόνου, ἄρδμος ἂν ἦν
α 1143 Ἄρδην · Εὐριπίδης · Ἄρδην φερούσῃ· παρὰ τὸ αἴρω, ὃ σημαίνει τὸ ἐπαίρω. ἐν ἄλλοις δὲ παρὰ τὸ ἁρμόζω, ἄρδην. τὸ γὰρ ἐν τῷ ἅμα γινόμενον ἁρμοζόντως γίνεται α
α 1144 Ἄρδις · ἡ ἀκὶς τοῦ βέλους· Καλλίμαχος · ἀλλ’ ἀπὸ τόξου αὐτὸς ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέρου. εἴρηται παρὰ τὸ ἄρω, τὸ ἁρμόζω· ἦρμαι ἦρται ἄρτης, ἔνθεν πυλάρτης· καὶ ὥσπερ παρὰ τὸ προφήτης γίνεται παρωνύμως προφῆτις, οἰκέτης οἰκέτις, οὕτως ἄρτης ἄρτις καὶ ἄρδις. ἢ παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ἄρις καὶ ἄρδις. οὕτως Ἐπαφρόδιτος α
α 1145 Ἀρέθουσα · ἡ πηγή· παρὰ τὸ ἄρδω, ἄρσω, ὃ σημαίνει τὸ ποτίζω, ἵν’ ᾖ ἡ ποτίζουσα. οὕτως Ἡρωδιανός. παρὰ τὸ ἄρδειν πάσας τὰς κρήνας καὶ τοὺς ποταμοὺς λέγεται
α 1146 Ἀρέσκω · Ἡρωδιανός · παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, γίνεται· ἀρῶ ἀρέσω, ὡς τελῶ τελέσω, καὶ ἀρέσκω· τὸ γὰρ ἀρέσκον καὶ ἁρμόδιον, καὶ τὸ ἁρμόδιον ἀρεστόν α
α 1147 Ἀρεστήρ · εἶδος πλακοῦντος τοῖς θεοῖς ἀφιερωμένον, ὥσπερ καὶ τὸ πόπανον. εἴρηται δὲ παρὰ τὸ ἀρέσκω, ὁ τοῖς θεοῖς ἀρέσκων. ἀρέσω οὖν, ὁ παρακείμενος ἤρεσμαι, ἀρεστής καὶ ἀρεστήρ, ὡς ἤθληται ἀθλητής καὶ ἀθλητήρ. οὕτως Ἡρωδιανὸς ἐν ιβ Καθολικῆς
α 1148 Ἀρετάν · ποταμὸς τῆς Κροτωνιάτιδος χώρας· εἴρηται δὲ παρὰ τὴν Ἀρέταν οὕτω καλουμένην τὴν γυναῖκα Ἀλκίμου, ἧς παραρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος καὶ Κλέων ἐν τῷ Περίπλῳ. Ἡρωδιανός
α 1149 Ἀρετή · παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρατή, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων ἀρετή, ἡ ἐπέραστος κτῆσις, ἣν αἱροῦνται πάντες· ἢ παρὰ τὸ ἀρῶ ἀρέσω ἀρεστή καὶ ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. λέγεται καὶ ἀρετὴ ἡ κατὰ πόλεμον δύναμις, παρὰ τὸν ἄρην
α 1150 Ἄρεω · διὰ τοῦ ω · Ἰλιάδος Σ · ἔφθιτ’, ἐμεῖο δὲ δῆσεν Ἄρεω· οὕτως Ἀρίσταρχος · καὶ ἔστιν ἀπὸ εὐθείας τῆς ὁ Ἄρεως, τοῦ Ἄρεω, ὡς ὁ Πείρεως · Πείρεω υἱός. ἔστι δὲ τὸ λεγόμενον οὕτως· ἐμοῦ δὲ ἐδέησεν τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω. τὸ δὲ δῆσε δισύλλαβον, ἀπὸ τοῦ ἐδέησε κατὰ συγκοπήν, ἤγουν χρείαν μου τῆς βλάβης βοηθὸν γενέσθαι
α 1151 Ἀρέπυιαι · Ἅρπυιαι, καὶ πλεονασμῷ τοῦ ε Ἀρέπυιαι. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
α 1152 Ἀρεστός · οὐκ ἀπὸ τοῦ ἀρέσκω, ἔδει γὰρ ἀρεκτός εἶναι, ἀλλ’ ἀπὸ τοῦ ἀρέσω ἀρεστός. Φιλόξενος Ῥηματικῷ
α 1153 Ἄρειος · ὁ Ἀλεξανδρεὺς φιλόσοφος· ἐν ἑορτῇ Ἄρεως ἐτέχθη, διὸ οὕτως ὠνομάσθη. οὕτως Ὦρος
α 1154 Ἄρειος Πάγος · δικαστήριον Ἀθήνησιν οὕτω καλούμενον· Καλλίμαχος · αἱ δὲ πάγον φορέουσιν ἐπ’ Ἄρεος· καὶ Εὐριπίδης · θεοὶ δέ σοι δίκης βραβεῖς πάγοι εἰσίν· καὶ οἱ δικασταὶ Ἀρειοπαγῖται. ἐκλήθη δὲ Ἄρειος πάγος ἢ ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο Ἄρεως οὖσαι, ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει τὸ δικαστήριον· Ἄρειος δέ, ἐπεὶ τὰ φονικὰ ἐκεῖσε ἐκρίνοντο· δικάζει δὲ ὁ Ἄρης ἐπὶ τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος · πάγος δέ οἱ ἀντεβόλησεν. ἢ ὅτι ἔπηξεν τὸ δόρυ ἐκεῖ ὁ Ἄρης, Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον τοῦ υἱοῦ αὑτοῦ Ἁλιρροθίου, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὑτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος ἐν πρώτῃ α
α 1155 Ἄρειον · ὑπὸ τεῖχος ἄρειον· Ἄρεως ἱερόν. τὸ ἄρειον εἴρηται εἰς τὸ ἀτάσθαλος
α 1156 Ἀρείων · ὁ βελτίων· Ὅμηρος · πατρὸς πολὺ χείρονος υἱὸς ἀρείων. εἴρηται δὲ παρὰ τὸ ἄρης, ἵν’ ᾖ κυρίως ὁ κατὰ πόλεμον καλλίων. οὕτως Ταρραῖος ἐν τοῖς Ἀργοναυτικοῖς
α 1157 Ἀρειή · σημαίνει τὴν ἐν πολέμῳ ἀπειλήν· ἢ γὰρ παρὰ τὴν ἄρεως γενικὴν γέγονεν ἀρεά, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀρειά, καὶ τροπῇ τοῦ α εἰς η ἀρειή Ἰωνικῶς, ὡς πεῖνα πείνη, οἷον · πείνη δ’ οὔποτε δῆμον εἰσέρχεται· ἢ παρὰ τὴν ἄρει δοτικὴν ἀρειά καὶ ἀρειή. λέγει δὲ ἐν τῇ Καθόλου ὁ Ἡρωδιανός ὅτι τὸ ἀρειά παράλογόν ἐστι καὶ κατὰ τόνον καὶ κατὰ χρόνον· οὔτε γὰρ ὀξυτονεῖσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α · τὰ γὰρ διὰ τοῦ εια ὀξυνόμενα ἐκτείνοντα τὸ α ἐπὶ οὐσιῶν λαμβάνονται, οἷον παρειά φορβειά, σημαίνει δὲ τὸ σχοινίον τοῦ ἀλόγου. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας ἀλλ’ ἐπὶ πραγμάτων δῆλον ὅτι οὔτε ὀξυτονεῖσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α ἀλλ’ ἡμάρτηται, ὡς εἴρηται, καὶ κατὰ τόνον καὶ κατὰ χρόνον. δεῖ γινώσκειν, ὅτι ἀρειῶ ἀρειᾷ· σημαίνει δὲ τὸ ἀπειλῶ, ὡς παρ’ Ἱππώνακτι · καὶ νῦν ἀρειᾷ σύκινόν με ποιῆσαι, τουτέστιν ἀπειλεῖ σύκινόν με ποιῆσαι. ἐπὶ δὲ τοῦ φυτοῦ διὰ τοῦ ι γράφεται καὶ παροξύνεται, οἷον ἀρία, ὡς παρ’ Εὐπόλιδι · χήτει τοι πρίνης ἀρίας ποιούμεθα γόμφους· ἔστι δὲ δακτυλικὸν τὸ μέτρον, σημαίνει δὲ τὸ μὲν χήτει τῇ στερήσει, καὶ ἔστιν ἀπὸ τοῦ χῆτος, τὸ δὲ γόμφους τὰ σφηνάρια. οὕτως ὁ Χοιροβοσκός
α 1158 Ἀρειμάνιος · σημαίνει δὲ τὸν πολεμικόν. ὥσπερ γὰρ παρὰ τὴν ἄρει δοτικὴν γίνεται ἀρείφατος, σημαίνει δὲ τὸν πολεμικόν, τουτέστιν τὸν ἐν πολέμοις ὀνομαζόμενον ἢ τὸν ἐν πολέμῳ φονευόμενον. ἔχομεν δὲ τὴν χρῆσιν παρ’ Αἰσχύλῳ, οἷον ἐν Νεανίσκοις καὶ καρτερικὸς καὶ πολεμικός · ἀρείφατος· τὸν αὐτὸν τρόπον καὶ παρὰ τὴν ἄρει δοτικὴν γέγονεν ἀρειμάνιος διὰ τῆς ει διφθόγγου. οὕτως ὁ Χοιροβοσκός α
α 1159 Ἀρεσόμεθα · ἐξιλεωσόμεθα, θεραπεύσομεν· ἀπὸ τοῦ ἀρῶ ἀρᾷς
α 1160 Ἀρηρώς · εἴρηται εἰς τὸ ἄραρε καὶ ἀραρώς
α 1161 Ἀρηγών · σημαίνει δὲ τὴν βοήθειαν, οἷον · ἡ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών, καὶ δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων. εἰ γὰρ ἦν ἀρσενικόν, ὤφειλεν ἀρήγοντος κλίνεσθαι, ἀλλ’ ἔστι θηλυκοῦ γένους, ἀπὸ τοῦ ἀρήγω ῥήματος γεγονός· γίνεται γὰρ εἰς ω λῆγον ὄνομα, ἔσθ’ ὅτε καὶ εἰς ων θηλυκόν, ἀπὸ τῶν εἰς ω ῥημάτων· οἷον πείθω Πειθώ, κλώθω Κλωθώ, καλύψω Καλυψώ· καὶ εἰς ων · τέρπω τερπών, χέω χεών καὶ χιών. οὕτως οὖν καὶ ἀρήγω ἀρηγών
α 1162 Ἀρηΐθοος · ὄνομα· ἡ χρῆσις εἰς τὸ Ἄρνη. σημαίνει δὲ καὶ πολεμικόν · ἡ χρῆσις εἰς τὸ τανυγλώχινα
α 1163 Ἀρήϊος · πολεμικός· παρὰ τὸν Ἄρην
α 1164 Ἀρηΐφιλος · πολεμικός, ὁ φιλῶν τὸν Ἄρην
α 1165 Ἀρηϊφάτους · τοὺς ἐν τῷ πολέμῳ πεφονευμένους
α 1166 Ἀρητόν · οἷον · ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, ἤτοι βλαπτικόν, παρὰ τὴν ἀράν, ἢ ἀπευκτόν, ἢ ἀεὶ ῥητόν, ἀεὶ διὰ μνήμης ἐσόμενον. ὀξύνεται δὲ ἡ λέξις· τὰ γὰρ εἰς τος ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα ὀξύνεσθαι θέλει
α 1167 Ἄρης · σημαίνει δὲ τὸν πόλεμον· παρὰ τὴν ἀράν, τὴν γενομένην βλάβην ἐκ τοῦ πολέμου. ἰστέον δέ, ὅτι τετραχῶς κέχρηται τὸ ὄνομα ὁ ποιητής· ἐπὶ μὲν τοῦ πολέμου, οἷον · ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα· ἐπὶ δὲ τοῦ σιδήρου · αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν· ἐπὶ δὲ τοῦ θεοῦ, οἷον · καὶ δ’ αὖτε κυνόμυια ἄγει βροτολοιγὸν Ἄρηα· ἐπὶ δὲ τῆς πληγῆς, ὡς · ἔνθα μάλιστα γίνεται Ἄρης ἀλεγεινός
α 1168 Ἀρημένον · τὸ κατειλημμένον καὶ παραπεποδισμένον, ἴσως ἀπὸ τοῦ ἀρηρέναι· οὐ γὰρ παρὰ τὴν ἀρὰν εἴρηται
α 1169 Ἀρήρει · ἥρμοστο· ἀπὸ τοῦ ἄρω
α 1170 Ἀρητήρ · ὁ ἱερεύς· παρὰ τὰς ἀράς, ἃς ποιεῖται· ἢ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς ὕψος· ἢ παρὰ τὸ ἀρέσκειν θεῷ
α 1171 Ἀρήν · τὸ πρόβατον. ἔστιν οὖν ἀρά ἡ εὐχή· ἐκ τούτου γίνεται ἀρήν, τὸ ἐπιτήδειον εἰς εὐχὴν πρόβατον· καὶ κλίνεται ἀρήν ἀρῆνος· ἐξ οὗ τὸ ἀρνός κατὰ συγκοπήν· καὶ κατὰ ἀποβολὴν τοῦ α ῥήν, οἷον · πολλύρηνες πολυβοῦται. σημαίνει καὶ τὴν βλάβην · ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι
α 1172 Ἀρήγω · τὸ βοηθῶ. εἴρηται παρὰ τὸν ἄρην, τὸν σημαίνοντα τὸν πόλεμον, ἀρήγω, ὥσπερ καὶ βοηθῶ λέγεται τὸ ἐπὶ βοὴν θέειν, βοή γὰρ καὶ ὁ πόλεμος, ἀπὸ τοῦ παρεπομένου· ἀρήγω οὖν ἀρηγός καὶ ἀρωγός, ὥσπερ καὶ ῥηχμός ῥωχμός · ῥωχμὸς γὰρ ἔην γαίης· παρώχηκε παρώχωκε. οὕτως Ἀπολλόδωρος καὶ Κρατῖνος καὶ Χρύσιππος Περὶ ἐτυμολογίας
α 1173 Ἀρήνη · πόλις τῆς Μεσσήνης. μέμνηται αὐτῆς Ἀπολλώνιος ἐπιρρηματικῶς · Ἀρήνηθεν ἔβαν μεγάλῃ περιθαρσέες ἀλκῇ, καὶ τοῖόν μ’ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις. εἴρηται δὲ παρὰ τὸ ἀρῶ Ἀρήνη, εὐαροτρίαστος γάρ. ὡς οὖν ἀπὸ τοῦ σάσσω σαγήνη καὶ λάμπω λαμπήνη, οὕτως καὶ τοῦτο. οὕτως Ὦρος ἐν τ ὀρθοῖς
α 1174 Ἄρητος · ὄνομα ἥρωος, οὖ μέμνηται ὁ ποιητής, οἷον · Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ. γέγονε δὲ κατ’ εὐφημίαν παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι ἠρώμην. παρὰ οὖν τὸ ἀρῶ Ἄρητος καὶ Ἀρήτη, οἱ εὐκτοὶ τοῖς γονεῦσι καὶ εἰς ἰδιότητα, προπαροξυτόνως. καὶ ἡ Ἀλκινόου δὲ γυνὴ ὡσαύτως ἔχει Ἀρήτη. οὕτως Κρατῖνος καὶ Ἀλέξανδρος ἐν τοῖς Παντοδαποῖς
α 1175 Ἀρητήσιον · τόπος Ἀθήνησιν οὕτως καλούμενος, γὰρ γνήτοιο. εἴρηται δέ, ὅτι Θησεὺς μετὰ τὸ ὑποστρέψαι ἐκ τοῦ Ἅιδου ἐκπεσὼν Ἀθηνῶν ἐκεῖσε τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐποιήσατο· παρὰ τὰς ἀρὰς οὖν Ἀρητήσιον ὁ τόπος ἐκλήθη. οὕτως Φιλόχορος ἐν τῇ δευτέρᾳ τῶν Ἀτθίδων
α 1176 Ἀρθμός · ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. μέμνηται τῆς λέξεως Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς, οἷον · ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσιν καὶ Ὅμηρος · διέτμαγον ἀρθμήσαντες· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἧρμαι ἁρμός, ὡς κείρω κορμός, καὶ πλεονασμῷ τοῦ θ ἀρθμός, ὡς πείρω πορμός καὶ πορθμός. ἢ ἀπὸ τοῦ ἐρῶ, τὸ λέγω· οἱ γὰρ ἐν φιλίᾳ ὄντες διαλέγονται ἀλλήλοις, οἷον, ὥσπερ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς · ἦ ῥα, καὶ ἀρθμηθέντες ὅπῃ πάρος ἑδριόωντο
α 1177 Ἀρίγνωτοι · διάδηλοι, φανεροί · ἀρίγνωτοι δὲ θεοί περ
α 1178 Ἄρθρον · παρὰ τὸ αἴρω ἄρτρον καὶ ἄρθρον· ὑπὸ γὰρ τούτων βασταζόμεθα, ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω· παρὰ γὰρ τὸ ἀρηρέναι ἀλλήλοις
α 1179 Ἄρθρον · τὸ προταττόμενον τῶν πτωτικῶν. παρὰ τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζειν φασὶν αὐτά τε καὶ τὰ παρακείμενα αὐτοῖς, οὕτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων διάρθρωσιν ἐμφαίνοντα· δοκεῖ γὰρ διαρθροῦν καὶ ποιεῖν τὸ ἐπιφερόμενον ὄνομα φανερόν, πότερον ἄρρεν ἐστὶν ἢ θῆλυ, καὶ πότερον ἐφ’ ἑνὸς ἢ ἐπὶ πλειόνων α
α 1180 Ἀριδείκετος · ὁ ἄγαν ἐμφανής· Ὅμηρος · Ἀλκίνοε, πάντων ἀριδείκετε ἀνδρῶν. παρὰ τὸ δείκω ῥῆμα, τὸ δηλῶ ἢ φανερῶ, ἐξ οὗ παράγωγον δεικνύω· καὶ δείκελον, τὸ δεικνύον τὴν ὁμοιότητα. ὡς οὖν ἀπὸ τοῦ ἔχω ἔχετος, ἐμῶ ἔμετος, οὕτως δείκω δείκετος, καὶ ἐν συνθέσει ἀριδείκετος, ὁ πάνυ δεικνύμενος
α 1181 Ἀρίζηλος · ὁ ἄγαν ἔκδηλος· παρὰ τὸ δῆλος ἄδηλος, καὶ μετὰ περισσοῦ τοῦ ι ἀΐδηλος, καὶ κατ’ ἐπένθεσιν τοῦ ς ἀΐσδηλος, τοῦ ς καὶ δ εἰς ζ τραπέντος ἀΐζηλος καὶ ἐπεισόδῳ τοῦ ρ ἀρίζηλος. οὕτως Κρατῖνος ἐν τῇ Ἐπιτομῇ τῶν Βασιλείδου Περὶ Ὁμηρικῆς λέξεως. ἐγὼ δὲ παρὰ τὸ δῆλος καὶ τὴν αρι ἐπίτασιν, εἶτα πλεονασμῷ τοῦ ς ἀρίσδηλος καὶ ἀρίζηλος. ἢ ἀπὸ τοῦ ζῆλος ἀρίζηλος· οἱ γὰρ ἄξιοι ζήλου ἄγαν ἔκδηλοι α
α 1182 Ἀρισκυδής · ἡ ἄγαν ὀργιζομένη, ἡ ὀργίλη· Καλλίμαχος ἐν τῷ τρίτῳ τῶν Αἰτίων · τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διός· παρὰ τὸ αρι τὸ ἐπιτατικὸν ἐπίρρημα καὶ τὸ σκύζεσθαι, ἡ ἄγαν σκυζομένη · σκύζεσθαί οἱ εἶπε θεούς. οὕτως Ἀρτεμίδωρος
α 1183 Ἄριστον · ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν, ἀόριστον γάρ ἐστι κατὰ καιρόν· ἐντεῦθεν οὖν ἔχει τὸ α μακρόν. ἢ παρὰ τὸν Ἄρεα· τοῖς γὰρ εἰς Ἄρεα προσιοῦσι παρασκευάζεται, ὡς καὶ τὸ δεῖπνον α
α 1184 Ἀρίστη · ἀπὸ τοῦ ἄριστος ἀρίστη
α 1185 Ἄριστος · κυρίως ὁ ἐν τῷ πολέμῳ ἰσχυρός· παρὰ τὸν ἄρην, ἐξ οὗ παρώνυμον ἀριστεύς. καταχρηστικῶς δὲ καὶ ἐπὶ παντὸς προσήκοντος α
α 1186 Ἀριστερά · ἀπὸ τοῦ ἄριστος ἀριστερός καὶ ἀριστερά, ὥσπερ φόβος, φοβερός φοβερά. ἔστι δὲ κατ’ εὐφημισμόν, ὥσπερ καὶ εὐώνυμος ὀνομάζεται ἡ αὐτή, οἱονεὶ ἡ καλώνυμος
α 1187 Ἀριθμός · παρὰ τὸ ἄρσω, τὸ ἁρμόζω, κατὰ πλεονασμὸν τοῦ θ · ἐξ ἁρμογῆς γὰρ μονάδων ἐστίν. ἤ, ὡς λέγει ὁ Τρύφων ὅτι παρὰ τὸ ἅλες, τὸ σημαῖνον τὸ ἀρθροῦν, γίνεται ἁλίζω· ἔνθεν τὸ αὐλίζω· ἀπὸ οὖν τοῦ ἁλίζω γίνεται ἁλισμός καὶ τροπῇ τοῦ λ εἰς τὸ ρ καὶ τοῦ ς εἰς τὸ θ ἀριθμός, ἡ ἄθροισις
α 1188 Ἀρίστυλλος · ὄνομα παρ’ Ἀριστοφάνει · σὺ δ’ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς, ἕπεσθε μητρὶ χοῖροι· εἴρηται δὲ ὑποκοριστικῶς ὁ Ἀριστοκλῆς· ὡς γὰρ παρὰ τὸ Ἡρακλῆς Ἥρυλλος καὶ παρὰ τὸ Θρασυκλῆς Θράσυλλος καὶ παρὰ τὸ Βαθυκλῆς Βάθυλλος, ὁ ἐρώμενος τοῦ Ἀνακρέοντος οὕτως καὶ παρὰ τὸ Ἀριστοκλῆς Ἀρίστυλλος. οὕτως Ἡρωδιανὸς εἰς τὴν Ἀπολλωνίου εἰσαγωγήν
α 1189 Ἀριστῶ · εἴρηται εἰς τὸ ἀγήοχα
α 1190 Ἀρίγνωτος · διάδηλος, διαφανής· ἀπὸ τοῦ αρι καὶ τὸ γνωτός
α 1191 Ἀριπρεπέα · οἷον · δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ’ ἥτις ἀρίστη. νῦν ἀρσενικῶς, νῦν πτώσεως αἰτιατικῆς. ἐπεὶ καὶ πληθυντικῶς καὶ οὐδετέρως, οἷον · ὡς δ’ ὅτ’ ἂν ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην φαίνετ’ ἀριπρεπέα· καὶ οὐδετέρως · ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές. Ἡρωδιανός
α 1192 Ἀριπρεπέες · διαπρέποντες, ἔκδηλοι
α 1193 Ἀρίσβη · πόλις· ἀπὸ Ἀρίσβας θυγατρὸς Τεύκρου, ἣν ἔγημε Δάρδανος· Λυκόφρων · γήμας Ἀρίσβην Κρῆσσαν εὐγενῆ κόρην· καὶ Ὅμηρος · ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
α 1194 Ἀριήκοος · εὐήκοος, οἷον · ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τ’ ἐνὶ πόντῳ ἦνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας. Μελάντιοι πέτραι ἀκρωτήριά ἐστι περὶ Θήραν τὴν νῆσον. ἐκλήθη δὲ οὕτως διὰ τὸ Μέλαντα τὸν υἱὸν Νάξου τοῦ κτίσαντος τὴν Νάξον πλέοντα πρὸ αὐτῆς τῆς Νάξου εἰς Θήραν περὶ τὰς ἄκρας ναυαγῆσαι ἐλθόντα. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
α 1195 Ἀρκτοῦρος · ἀπὸ τοῦ κατὰ τὴν οὐρὰν τῆς Ἄρκτου. εἴρηται δὲ καὶ εἰς τὸ ἐνναέται κόναβον περὶ τούτου
α 1196 Ἄρκυς · σημαίνει δὲ τοὺς βρόχους, τὰ δίκτυα· παρὰ τὸ ἁρπάζω ἅρπυον καὶ ἅρκυον· ἐπιτήδειον γάρ ἐστι πρὸς τὸ ἁρπάζειν. ἢ παρὰ τὸ ἑλκύω ἕλκυον· τροπῇ τοῦ ε εἰς α καὶ τοῦ λ εἰς ρ ἅρκυον. Λυκόφρων · καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος, δυοῖν πελειαῖν ὠρφανισμένην γοναῖς καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ, ὅτι ἡ Ἑλένη δεύτερον ἡρπάγη, πρῶτον μὲν ὑπὸ Θησέως, δεύτερον δὲ ὑπὸ Ἀλεξάνδρου
α 1197 Ἀρκείσιος · ὁ ἥρως, ὁ πάππος Ὀδυσσέως, οὗ μέμνηται καὶ ὁ ποιητής, οἷον · μοῦνος Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτεν. εἴρηται δὲ παρὰ τὸν ἀρκέσω μέλλοντα· Ἀρκέσιος καὶ Ἀρκείσιος. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Ἀριστοτέλης δὲ ἐν τῇ Ἰθακησίων πολιτείᾳ τὸν Κέφαλον οἰκοῦντα ἐν ταῖς ἀπ’ αὐτοῦ κληθείσαις Κεφαληνίαις νήσοις, ἄπαιδα ἐπὶ πολὺ ὄντα, ἐρόμενον τὸν θεόν, κελευσθῆναι ᾧ ἂν ἐντύχῃ θήλει συγγενέσθαι· παραγενόμενον δὲ εἰς τὴν πατρίδα καὶ δὴ ἐντυχόντα ἄρκτῳ κατὰ τὸν χρησμὸν συγγενέσθαι· τὴν δὲ ἐγκύμονα γενομένην μεταβαλεῖν εἰς γυναῖκα καὶ τεκεῖν παῖδα, ὃν κληθῆναι ἀπὸ τῆς μητρὸς ἄρκτου Ἀρκείσιον
α 1198 Ἄρκιον · ἱκανόν, ὠφέλιμον · μισθὸς δέ οἱ ἄρκιος ἔσται
α 1199 Ἀρκέσιον · οὕτω καλούμενον ἄντρον τῆς Κρητικῆς Ἴδης· εἴρηται δὲ Ἀρκέσιον παρὰ τὸ ἀρκέσαι ῥῆμα, ὅ ἐστι βοηθῆσαι· φασὶ γὰρ αὐτὸ ὑπὸ Κουρήτων ὀνομασθῆναι, ὅτι τὸν Κρόνον αὐτοῖς φεύγουσι καὶ εἰς αὐτὸ καταδυεῖσι καὶ κρυπτομένοις ἐπήρκεσεν. οὕτως Ξενίων ἐν τοῖς περὶ Κρήτης
α 1200 Ἄρκευθος · εἶδος φυτοῦ ἀκανθῶδες, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφονται· παρὰ τὸ τὴν ἀράν, ὅ ἐστι βλάβην, κεύθειν, ἡ τὴν ἀρὰν κεύθουσα ἀράκευθος καὶ ἄρκευθος. ἢ διὰ τὸ ἔχειν τὰς ἀκάνθας κεκρυμμένας, οἷον · ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ. Ἀπολλώνιος α
α 1201 Ἄρκτος · τὸ ζῷον· εἴρηται παρὰ τὸ ἀρκῶ, ὅπερ καὶ ἐπαρκῶ λέγεται, ἄρκος, καὶ πλεονασμῷ τοῦ τ ἄρκτος, τὸ ἐπαρκοῦν ἑαυτῷ ζῷον. φασὶ γὰρ αὐτὸ διαζῆν τὸν χειμῶνα ἐκτὸς ἐπεισάκτου τροφῆς. οὕτως Κρατῖνος ἐν τῇ Ἐπιτομῇ τῶν Βασιλείδου Περὶ Ὁμηρικῆς λέξεως α
α 1202 Ἀρκῶ · τὸ βοηθῶ · οὐδ’ ἤρκεσε θώρηξ χάλκεος, ὃν φορέεσκε
α 1203 Ἁρμαλιά · ἡ τροφή· Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · μεὶς γὰρ χαλεπώτατος οὗτος χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις, τῆμος τὤμισυ βουσίν, ἐπὶ δ’ ἀνέρι πλέον εἴη ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. ταῦτα φυλασσόμενα τετελεσμένον εἰς ἐνιαυτὸν ἰσοῦσθαι νύκτας γε, εἰς ὅ κεν αὖτις γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκει. ἁρμαλι ή· ἢ παρὰ τὸ τῇ ψυχῇ ἁρμόζειν γίνεται ἁρμαλιή, παρὰ γὰρ τὸ ἀρῶ, τὸ ἁρμόζω· ἢ παρὰ τὸ αἴρειν τὰ σώματα γίνεται ἁρμός, ὡς καθαίρω καθαρμός, οὕτως αἴρω ἁρμός, ἀφ’ οὗ παρώνυμον ἁρμιά, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἁρμαλιά. ἢ ὅτι δίκην ἅρματος φέρει τὰ σώματα. τῆμος τὤμισυ βουσί ν ἐπὶ δ ’ ἀνέρι πλέον εἴη ἁρμαλιῆ ς· τὸ ἥμισυ, κατὰ σύνθεσιν τὤμισυ· ἔχει δὲ ὁ σκοπὸς οὕτως· τότε μὴ ἐργαζομένοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δός, ἀνδρὶ δὲ καὶ πλέον τῆς ταγῆς. ἢ καὶ ἄλλως· τότε ἄλλο ἥμισυ ἡμιβόλιον πρόσθες τοῖς βουσί, τοῖς δ’ ἀνθρώποις πλέον τοῦ ἡμίσεος· αἱ γὰρ νύκτες μακραὶ οὖσαι τῇ τροφῇ συνεργοῦσι· τῷ μήκει γὰρ αὐτῶν καὶ ἡ τροφὴ πέττεται. ταῦτα φυλασσόμενο ς· ταῦτά σοι, παραινῶ, φυλασσόμενος παρατήρει· εὑρήσεις γὰρ ἐν τοῖς αὐτοῖς χρόνοις ἴσας τὰς νύκτας καὶ τὰς ἡμέρας. ἢ ὅτι τότε ἐργαζόμενος καὶ τὰς νύκτας ἴσας ἡμέραις ποιεῖν α
α 1204 Ἁρμῷ · σημαίνει δὲ τὸ ἀρτίως· σὺν τῷ ι γράφεται· ἔστι γὰρ ὁ ἁρμός τοῦ ἁρμοῦ τῷ ἁρμῷ καὶ λοιπά· αὕτη ἡ δοτικὴ μετῆλθεν εἰς ἐπιρρηματικὴν σύνταξιν καὶ ἐφύλαξεν τὴν αὐτὴν γραφήν, οἷον «ἁρμῷ ἔγραψα» ἀντὶ τοῦ ἀρτίως. ὁ δὲ Τεχνικὸς λέγει, ὅτι δείκνυσι καὶ ἐκ τῶν Συρακουσίων διὰ τοῦ ι γραφόμενον· ἐκεῖνοι γὰρ ἁρμοῖ λέγουσι κατὰ συστολὴν τοῦ ω εἰς τὸ ο οἷον ὡς παρὰ Καλλιμάχῳ · ἁρμοῖ γὰρ Δαναῶν γῆ ὡς ἀπὸ βουγενέσθαι, ἀντὶ τοῦ ἀρτίως. Χοιροβοσκός
α 1205 Ἁρμοῖ · τὸ ἀρτίως ἢ τὸ ἁρμοδίως, οἷον · ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος, Καλλίμαχος · ἁρμοῖ γὰρ Δαναῶν γῆς ἀπόβου γενέσεως. εἴρηται δὲ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἦρμαι, ἁρμοῖ. οὕτως Θέων ὁ τοῦ Ἀρτεμιδώρου· προστίθησι δέ, ὅτι τὸ ἁρμοῖ ψιλούμενον μὲν σημαίνει τὸ ἀρτίως, δασυνόμενον δὲ τὸ ἁρμοδίως. Μεθόδιος
α 1206 Ἁρμός · ἡ ἁρμογὴ καὶ συνάφεια· Σοφοκλῆς Ἀντιγόνῃ · ἀθρήσας θ’ ἁρμὸν χώματος λιθοσπαδῆ. Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων διαλέκτου παρὰ τὸ ἀρῶ, ὃ σημαίνει τὸ ἁρμόζω, ὃ καὶ ἀραρῶ κατὰ διπλασιασμὸν εἴρηται, ἦρμαι ἁρμός, τῆς δασείας προελθούσης, ὡς ψάλλω ψαλμός, εἴρω εἱρμός
α 1207 Ἅρμα · παρὰ τὸ αἴρω · ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται, ἔγχει ὀρεξάσθω
α 1208 Ἁρμόττω · παρὰ τὸ ἁρμόζω, ἁρμόττω Δωρικῶς
α 1209 Ἁρματροχιά · ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ · οὐδ’ ἔτι πολλὴ γίνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ
α 1210 Ἁρμάτειον μέλος · μέλος τι οὕτω καλούμενον· Εὐριπίδης ἐν Ὀρέστῃ · ἁρμάτειον μέλος βαρβάρῳ βοᾷ. εἴρηται δὲ ἀπὸ τοῦ ἐπιβοηθῆναι τῷ Ἕκτορι ἐκ τοῦ Ἀχιλλέως ἅρματος ἑλκομένῳ. ἢ ὅτι ἐπὶ ἅρματος Φρύγες ἄγοντες τὴν μητέρα τῶν θεῶν μέλος τι ἐπεφθέγγοντο, ὅπερ ἐκ τοῦ παρεπομένου μέλος ἁρμάτειον ὠνόμασται. οἱ δέ, ὅτι τὸ παλαιὸν τὰς παρθένους γαμουμένας ἐπὶ ὀχήματος ἦγον, ὅθεν καὶ παρόχους τοὺς παρανύμφους ἐκάλουν, καὶ τὰ ἐπαδόμενα μέλη καὶ τὸν ὑμέναιον ἀπὸ τοῦ φέροντος τὴν νύμφην μέλος ἁρμάτειον ἐκάλουν. ἄλλοι δέ, ὅτι Ἁρματεύς τις εἰς Ἀθηνᾶν ἔγραψε μέλος σύντονον, ὅπερ ἀπὸ τοῦ εὑρόντος ἁρμάτειον εἰκότως ἐκλήθη. ἄλλοι δέ φασιν ἀπὸ τοῦ συντόνου καὶ ἐσπευσμένου δρόμου τοῦ ἅρματος τὰ σύντονα μέλη ἁρμάτεια καλεῖσθαι. ἄλλοι δέ, ὅτι ὁ ἦχος τοῦ ἅρματος ὀξὺς καὶ λεπτὸς γίνεται· τὸν οὖν ὀξὺν καὶ λεπτὸν φθόγγον ἁρμάτειον ἐκ τούτου ὁ Εὐριπίδης ἐκάλεσεν καὶ εὐνοῦχον εἰσάγει λέγοντα· τοιαῦται δὲ τῶν εὐνούχων αἱ φωναί. οὕτω Δίδυμος καὶ Ἀλέξανδρος. ἢ παρὰ τὸν ἁρμόν, ὃ σημαίνει τὸν πόλεμον τῇ τῶν Φρυγῶν διαλέκτῳ, φησὶ Παλαμήδης ἱστορεῖ, ὁ τὴν κωμικὴν λέξιν συναγαγών. Μεθόδιος
α 1211 Ἄρμενον · τὸ σημαῖνον προφανές· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, καὶ ἀραρῶ ἀραρημένον, καὶ κατὰ συγκοπὴν ἄρμενον. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ πνευμάτων
α 1212 Ἀρναῖος · ὄνομα κύριον, οὗ μέμνηται ὁ ποιητής · Ἀρναῖος ὄνομα ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς· καὶ πάλιν · «Ἀρναῖος γὰρ τὴν ἀρχὴν προσκληθεὶς Ἶρος μετωνομάζετο, τὴν ἐπωνυμίαν ἐκ τοῦ διακονεῖν κομισάμενος». ἔστι παρὰ τὴν ἀρὰν ἀραῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος, καὶ πλεονασμῷ τοῦ ν Ἀρναῖος. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἀνωμάλῳ προσωδίᾳ. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς ἐν τῷ Ὑπομνήματι τῆς Ὀδυσσείας παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν ὡς πτωχόν, ἵν’ ᾖ πεποιημένον ὄνομα πτωχῷ πρέπον. ἢ ἀπὸ τῶν ἀρνῶν, ἵν’ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος α
α 1213 Ἀρνευτήρ · ὁ κυβιστητήρ · ὁ δ’ ἀρνευτῆρι ἐοικὼς κάππες’ ἀπ’ εὐεργέος δίφροιο. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν ἀρνῶν, οἵτινες εἰώθασιν ἐπὶ κεφαλὴν ἅλλεσθαι, ὥσπερ τὸν ἀέρα κυρίττοντες, οὕτως Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου καὶ Διονύσιος ὁ Ἁλικαρνασεύς. Μεθόδιος
α 1214 Ἄρνη · νύμφη, τροφὸς Ποσειδῶνος, εἴρηται δὲ Ἄρνη ἡ νύμφη Σινόεσσα καλουμένη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνήσατο· καὶ ἐντεῦθεν Ἄρνη ὠνομάσθη. οὕτως Θησεὺς ἐν Κορινθιακῶν τρίτῳ
α 1215 Ἄρνη · πόλις Βοιωτίας, ἔστι δὲ καὶ τῆς Θετταλίας. εἴρηται δὲ ἀπὸ Ἄρνης τῆς Αἰόλου τῆς μητρὸς Βοιωτίας. ὁ δὲ Κράτης φησὶ παρὰ τοὺς ἄρνας, ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. καὶ οὐκ ἀπεικός· ὡς γὰρ ὁ αὐτός φησι καὶ τὴν Κῶν, τὴν ἐπιτηδείαν πρὸς πρόβατα, τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάσαι τῇ οἰκείᾳ φωνῇκῶν γὰρ τὸ πρόβατον ὀνομάζουσινοὕτως δέ φησι καὶ τὴν Ἄρνην· καὶ γὰρ καὶ αὕτη εὔαρνος. ὥστε τὴν μὲν Ἄρνην ἀπὸ τῆς συγκεκομμένης γενικῆς ὠνομάσθαι, τὴν δὲ Ἀρήνην ἀπὸ ἐντελοῦς τῆς ἀρῆνος. καλεῖται δὲ καὶ Τάρνη, ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 1216 Ἀρνός · ἔστιν ἀρά, ἡ εὐχή· ἐκ τούτου γίνεται ἀρήν, τὸ εἰς εὐχὴν ἐπιτήδειον πρόβατον, καὶ κλίνεται ἀρήν ἀρῆνος, καὶ κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται εἰς εὐθεῖαν. ἀπὸ δὲ τοῦ ἀρνός γίνεται κατὰ πλεονασμὸν τῆς ει διφθόγγου ἀρνειός, ὥσπερ ἀδελφός ἀδελφειός. λέγει δὲ ὁ Ὦρος, ὅτι φησὶν ἐν τῇ Καθόλου ὁ Ἡρωδιανός · «πλεονάζει τὴν ει δίφθογγον καὶ γίνεται ἀρνειός, ὥσπερ ἀμνὸς ἀμνειός», ἀγνοῶν ὅτι ἄμνιος σημαίνει τὸν ἀμνὸν καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, ὡς παρ’ Ἑρμίππῳ ἐν Ἀθήναις γοναῖς · τὴν μὲν διάλεκτον καὶ τὸ πρόσωπον ἀμνίου ἔχειν δοκεῖς, τὸ δ’ ἔνδον οὐδὲν διαφέρεις δράκοντος. Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν
α 1217 Ἀρνεῖσθαι · ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας ἐπὶ τῇ παραιτήσει α
α 1218 Ἀρνύμεθα · ἀντικαταλλασσόμεθα, οἷον · τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα· ἐπειδὴ διὰ τῶν ἀρνῶν καὶ τῶν ἄλλων ζῴων τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ ἀρχαῖοι, καὶ οὐ μόνον δι’ ἀργυρίου τοῦτο ποιεῖν οἶδεν Ὅμηρος, ἀλλὰ καὶ δι’ ἑτέρων, οἷον · ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, ἄλλοι δ’ ἀνδραπόδεσσι. ἀπὸ μέρους οὖν τοῦ τετραπόδου τοῦ ἀρνοῦ τὴν λέξιν ἐπὶ τοῦ ἀμείβεσθαι ἔταττον. ἢ παρὰ τὸ αἴρω ἀρνῶ, ὡς ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, ἄρνυμι ἄρνυμαι καὶ ἀρνύμενος
α 1219 Ἄρουρα · ἡ γῆ· κυρίως ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτηδεία· παρὰ τὸ ἀροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν α
α 1220 Ἀροῦν · τὸ ἀροτριᾶν· παρὰ τὸν ἄρεα, τὸν σίδηρον· σιδήρῳ γὰρ τέμνεται ἡ γῆ α
α 1221 Ἀρόη · κώμη πάλαι τῆς Ἀχαΐας, νῦν δὲ πόλις ἡ καλουμένη Πάτραι· περὶ ἧς καὶ λόγιον ἐκ Σιβύλλης ἐξέπεσε τρίμετρον, οἷον · Ἀρόη τρίπυργος ἔσσεται οἰδαίνων πόλις. εἴρηται, ὅτι Τριπτόλεμος ὁ Κελεοῦ ὑπὸ τῆς Δήμητρος κελευσθεὶς διδάσκειν τοὺς ἀνθρώπους τὴν γεωργίαν τοῦ σίτου, ἐν αὐτῇ πρῶτον ἤροσέν τε καὶ ἔσπειρεν τὸ συμφυὲς τῆς γῆς καταμαθών· παρὰ τὸ ἀρόσαι οὖν Ἀρόην προσηγόρευσεν. οὕτως εὗρον ἐν ἀνεπιγράφῳ τῶν πρώτων
α 1222 Ἀροτρεύς · παρὰ τὸ ἀρόσω ἀροτρεύς. ἢ παρὰ τὸ ἄροτρον ἀροτρεύς. οὕτως Ἡρωδιανός
α 1223 Ἀρόσω · σημαίνει δὲ τὸ ἀροτριάσω· περὶ τούτου δὲ εὑρήσεις ἐν τῷ Ῥηματικῷ τοῦ Χοιροβοσκοῦ
α 1224 Ἄροσιν · ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο, ψυχρά ἐστιν ἡ Θρᾴκη, διὸ τοὺς ἀνέμους κακεῖθεν πνεῖν ἐμυθεύσαντο. Διοφάνης δὲ βόθρον εἶναι ἐν Θρᾴκῃ, ἐξ οὗ φυσήματα ἀνέμων γίνεσθαι, καὶ μυθευθῆναι Θρᾴκην οὕτως τῶν ἀνέμων οἰκητήριον εἶναι
α 1225 Ἁρπαλίων · ὄνομα κύριον παρ’ Ὁμήρῳ· εἴρηται παρὰ τὸ ἁρπάζω Ἅρπαλος, ὡς ἵξω ἴξαλος· καὶ ὡς Ἥφαιστος Ἡφαιστίων, οὕτως Ἅρπαλος Ἁρπαλίων. Ἰλιάδος
α 1226 Ἅρπασος · ποταμὸς Καρίας πρότερον Δαφνοῦς καλούμενος. εἴρηται δὲ διὰ τὸ ὀξύτατον τοῦ ῥοῦ καὶ ὅτι ἁρπάζει τοὺς παριόντας αὐτόν. οὕτως ἱστορεῖ Ἀπολλώνιος ἐν τῷ ιε τῶν Καρικῶν
α 1227 Ἁρπεδόεσσα · ἡ ἄγαν πελιδνή· Ἀντίμαχος ἐν α Θηβαϊκῷ, οἷον · ἁρπεδόεσσα δ’ ἐλαυνόμεναι καὶ πρόχνυ τέτυκται. γέγονε δὲ κατὰ συγκοπὴν ἡ λέξις παρὰ τὸ αρι συγκειμένη. πέπονθεν δέ, ἵνα μὴ σημαίνηται ἡ ἄγαν ὁμαλὴ ὁδός· ὁδοῦ γάρ ἐστιν ἐπίθετον. πέπονθε δὲ ὁμοίως τῷ ἐρθύρις Αἰολικῶς· ἐρίθυρις γάρ ἐστιν ἡ μεγάλη θυρίς. οὕτως Ἡρωδιανὸς καὶ Δίδυμος. ὅτι ἁρπεδές, οὗ μέμνηται Νίκανδρος ἐν τοῖς Θηριακοῖς · κάρη γε μὲν ἁρπεδὲς αὔτως. ἀλλ’ ὁ Νίκανδρος ἀντὶ ἐπιτάσεως μόνης δοκεῖ τὴν λέξιν παρειληφέναι
α 1228 Ἅρπη · εἶδος ὀρνέου ὅμοιον ἀετῷ καὶ ἀπὸ τῆς ἰδέας ἄκριτον εἶναι· Ὅμηρος · ἡ δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ. παρὰ τὸ ἁρπάζω· ἁρπακτικὸν γὰρ τὸ ζῷον
α 1229 Ἁρπῶ · ἐξ οὗ τὸ ἁρπάζω· ἐν χρήσει μὲν οὐκ οἶδα πρωτότυπον· τὸ δὲ ἁρπῶ αὐτὸ παράγωγον ἀπὸ τοῦ ἅρπη παρηγμένον· ἅρπη δέ ἐστιν εἶδος ὀρνέου, ἁρπακτικὸν γάρ· ὡς φωνή φωνῶ, αὐδή αὐδῶ, σιγή σιγῶ, οὕτως ἅρπη ἁρπῶ. οὕτως Φιλόξενος Περὶ Ῥωμαίων διαλέκτου
α 1230 Ἅρπυιαι · Ἡσίοδος ἐν Θεογονίᾳ · ἣ δ’ ὠκεῖαν τέκεν Ἶριν ἠϋκόμους θ’ Ἁρπυίας· Ἀελλώ τ’ Ὠκυπέτην· καὶ Ὅμηρος · Ἅρπυιαι ἀνηρείψαντο, αἱ ἁρπακτικαὶ θεαί· παρὰ τὸ ἁρπῶ, τὸ ἁρπάζω, Ἅρπυια, ὡς αἴθω αἴθυια καὶ ἄγω ἀγυιά
α 1231 Ἁρπίδες · τὰ ὑποδήματα, ἃ δὴ καὶ κρηπῖδας καλοῦμεν. εἴρηται δὲ παρὰ τὸ ῥάπτω ῥαπίς, καὶ ῥαπίδες, πολυρραφῆ γὰρ τὰ ὑποδήματα, καὶ κατὰ μετάθεσιν ἁρπίδες. οὕτως Σαλούστιος. μέμνηται δὲ τῆς λέξεως Καλλίμαχος, οἷον · ἐν γάρ μιν Τροιζῆνι κολλουραίῃ ὑπὸ πέτρῃ θῆκε σὺν ἁρπίδεσσιν
α 1232 Ἅρπυς · ὁ Ἔρως· ἡ χρῆσις παρὰ τῷ Παρθενίῳ ἐν Κριναγόρᾳ · ἀμφοτέροις ἐπιβὰς Ἅρπυς ἐληΐσατο. εἴρηται δὲ παρὰ τὸ ἁρπάζειν τὰς φρένας. οὕτως Διονύσιος ὁ τοῦ Φιλοξένου
α 1233 Ἅρπη · ἡ δρεπάνη· παρὰ τὸ ἁρπῶ ἅρπη γίνεται· παρὰ τὸ οἱονεὶ ἁρπάζειν ἃ διακόπτει· Ἡσίοδος ἐν Θεογονίᾳ · ὃ δ’ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δ’ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δ’ ἔρριψε φέρεσθαι
α 1234 Ἀρραβών · ἡ ἐπὶ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας· Μένανδρος · μικροῦ μὲν ἀρραβῶνά μ’ ἔπεισεν εὐθὺς καταβαλεῖν. εἴρηται παρὰ τὸ ῥαιβός ῥαιβών, καὶ προσθέσει τῆς α στερήσεως καὶ ἀποβολῇ τοῦ ι ἀρραβών, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττόντων. οὕτως Ἐπαφρόδιτος. οἱ δὲ παρὰ τὸ ἀρραγής εἶναι, οὐ καλῶς α
α 1235 Ἄρρηκτος · ἀδιάρρηκτος, στερεά· παρὰ τὸ ῥήσσω
α 1236 Ἄρρατος · Εὐφορίων ἐν Θρᾴκῃ · ἀνέρος ἀρράτοιο φόωσδ’ ἀνὰ Κέρβερον ἄξων· καὶ Πλάτων «μνήμονα δὴ καὶ ἄρρατον καὶ πάντῃ φιλόπονον ζητητέον», οἷον ἄφθαρτος, ὁ μὴ ῥαιόμενος, ἵν’ ᾖ ὁ ἀκαταγώνιστος· ἢ ὁ ἀνέκφραστος, ἄρρητός τις ὤν· ἢ ἰσχυρός, ἢ δυσνίκητος. Φρύνιχος δὲ ἀπὸ τοῦ ῥῶ, οὗ ὁ μέλλων ῥάσω, ὡς δράσω, ῥατός καὶ ἄρατος καὶ ἄρρατος. Μεθόδιος
α 1237 Ἀρρηφόροι καὶ ἀρρηφορία · ἑορτὴ ἐπιτελουμένη τῇ Ἀθηνᾷ ἐν τῷ Σκιροφοριῶνι μηνί· λέγεται δὲ καὶ διὰ τοῦ ε ἐρρηφορία. παρὰ τὸ τὰ ἄρρητα καὶ μυστήρια φέρειν· ἢ ἐὰν διὰ τοῦ ε παρὰ τὴν Ἔρσην τὴν Κέκροπος θυγατέρα, ἐρσηφορία· ταύτῃ γὰρ ἦγον τὴν ἑορτήν. οὕτως Σαλούστιος
α 1238 Ἄρριχος · κόφινος · «τρεῖς χοῦς μέλιτος Βριληττίου, καὶ δύο ἀρρίχω, τὴν μὲν τῶν χελιδονέων, τὴν δὲ τῶν φιβαλέων ἰσχάδων, καὶ τῆς ψιθίας ἀσταφίδος καὶ μύρτων ἕτερον φέρνιον»
α 1239 Ἄρρωστος · παρὰ τὸ ῥῶ, τὸ ὑγιαίνω, τρίτης συζυγίας τῶν περισπωμένων, οὗ ὁ μέλλων ῥώσω ῥωστός καὶ ἄρρωστος
α 1240 Ἀρσίνοος · ὄνομα κύριον, διὰ τοῦ ι · θυγατέρ’ Ἀρσινόου μεγαλήτορος
α 1241 Ἄρσαντες τουτέστιν κατὰ θυμόν · ἤγουν ἁρμόσαντες ἤγουν κατὰ τὴν ψυχήν, τουτέστιν ἀρεστὸν καὶ θυμῆρες ποιήσαντες· γέγονε δὲ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ ἀόριστος ἦρσα, καὶ ἡ μετοχὴ ἄρσας, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄρσαντες. ἢ ἀπὸ τοῦ ἁρμόζω ἁρμόσω ἥρμοσα, καὶ ἡ μετοχὴ ἁρμόσας, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἁρμόσαντες καὶ κατὰ συγκοπὴν ἄρσαντες
α 1242 Ἄρσην · ἀπὸ τοῦ ἄρδω ἄρσω, ἄρσην, ὁ ἄρδων τὴν θήλειαν, καὶ γὰρ διὰ τοῦτο πόσις λέγεται ὁ ἀνήρ, παρὰ τὸ ποτίζειν τῇ γονῇ, ἢ παρὰ τὸ ἔρδω, τὸ πράττω, ὁ μέλλων ἔρσω· καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ γάμου καὶ συμβιώσεως α
α 1243 Ἀρτύνθη · κατεσκευάσθη· ἀπὸ τοῦ ἀρτύνω
α 1244 Ἀρσινόη · πόλις ἐν Συρίᾳ ἐπὶ βουνῷ κειμένη· ἐπὶ δὲ τοῦ βουνοῦ πηγὰς ἐξερεύγεσθαι πλείονας καὶ ποταμοὺς γίνεσθαι μεγάλους, ἀφ’ ὧν ἡ πόλις ὠνόμασται. ἄρσαι γὰρ τὸ ποτίσαι, ἀφ’ οὗ καὶ ἄρσην ὁ τὴν γυναῖκα ποτίζων ἐν τῇ σπορᾷ. οὕτως Σερῆνος ἐν τῇ Ἐπιτομῇ τῶν Φίλωνος
α 1245 Ἄρταμος · ὁ μάγειρος · εἰ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών. εἴρηται δὲ παρὰ τὸ διαρτάσαι, ὅ ἐστι διαμερίσαι ἢ συναρμόσαι, οὗ μέμνηται Αἰσχύλος, οἷον · τοσαῦτα, κῆρυξ, ἐξ ἐμοῦ διάρτασον· ἄρταμος οὖν ὁ διαρτῶν τὰ κρέα. Ἡρωδιανός
α 1246 Ἀρτύνω · τὸ ἁρμόζω, ἢ εὐτρεπίζω· Ὅμηρος · τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἦρται ἀρτός καὶ ἀρτῶ καὶ ἀρτύω, καὶ πλεονασμῷ τοῦ ν ἀρτύνω, ὡς ὄρω ὀρύω καὶ ὀρύνω. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 1247 Ἀρτεμής · ὡς εἶδεν ζωόν τε καὶ ἀρτεμέα προσιόντα, σημαίνει δὲ τὸν ὑγιῆ· ἔστι δὲ παρὰ τὸ ἀτρεμής, καὶ καθ’ ὑπέρθεσιν ἀρτεμής. οὕτως Φιλόξενος. Ἡρωδιανὸς δὲ ἐν τῷ Ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου φησίν, ὅτι ἀτεμής ἐστιν ὁ ὑγιὴς καὶ μὴ τετμημένος· καὶ πλεονασμῷ τοῦ ρ ἀρτεμής
α 1248 Ἄρτεμις · ἡ θεός· ἀπὸ τοῦ ἀρτεμῆ ποιεῖν · λέγεται γὰρ ἡ θεὸς ἀναιρετικὴ τῶν γυναικῶν, ὡς καὶ Ὅμηρος · τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα. ἢ ἀπὸ τοῦ ἀρτεμής, ὃ σημαίνει τὸν ὑγιῆ, γέγονε παρωνύμως Ἄρτεμις, τουτέστιν ἡ ὑγιὴς καὶ ἀνεπίληπτος διὰ τὴν παρθενίαν· παρθένος γὰρ καὶ φιλοσώφρων. ἢ ὅτι ἄρτια καὶ τέλεια καὶ ἀνελλιπῆ ἐποίησε τὰ κατὰ κόσμον φανεῖσα
α 1249 Ἀρτίπος · ἄρτιος καὶ ὑγιὴς τοῖς ποσίν, ὁλόκληρος
α 1250 Ἀρτηρία · Σοφοκλῆς · πνεύμονός τ’ ἀρτηρίης ῥοφεῖ συνοικοῦν. εἴρηται δὲ παρὰ τὸ τὸν ἀέρα τηρεῖν, τουτέστιν τὸ πνεῦμα, ἀεροτηρία τις οὖσα· πνεύματος γάρ ἐστι δεκτική, ὥσπερ ἡ φλὲψ αἵματος. οὕτως Δίδυμος ὁ νεώτερος · φασὶ γὰρ ἰατρῶν παῖδες φλέβα μὲν αἵματος, ἀρτηρία δὲ πνεύματος ἀγγεῖον. ἢ ἀντηρία τις οὖσα, ὅτι ἅλλεσθαι δοκεῖ παλμοὺς ποιοῦσα. οὕτως Σωρανός καὶ Σαλούστιος α
α 1251 Ἄρτος · οἷον · ἄρτος δυσκοπάνητος ἀπ’ εὐκύκλου κανέοιο· παρὰ τὸ αἴρειν, ὅ ἐστι καθ’ ἑκάστην προσφέρειν. καὶ Ἱπποκράτης «προσάρματα» σιτία λέγει
α 1252 Ἀρτιέπειαι · αἱ ἀπηρτισμένα καὶ τέλεια λέγουσαι, ἢ ἀρτιέπεσι χρώμεναι· Ἡσίοδος ἐν Θεογονίᾳ · ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι
α 1253 Ἄρυστις · ἄρυσις καὶ ἄρυστις, οὕτως Φιλόξενος
α 1254 Ἄρυπες · Φερεκύδης ἀντὶ τοῦ Ῥύπες. πρόδηλον τὸ εἰρημένον· Ῥύπες γὰρ λέγονται οἱ Ἀχαιοί, κατὰ πλεονασμὸν τοῦ α Ἄρυπες. Ἡρωδιανός
α 1255 Ἀρύβαλλος · τὸ καλούμενον μαρσίππιον καὶ βαλλάντιον· Ἀριστοφάνης · κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου ἰδὲ σκοροδάλμην. εἴρηται παρὰ τὸ ἐρύειν, τουτέστιν ἑλκύειν, ἐρύβαλλος καὶ ἀρύβαλλος. ἢ παρὰ τὸ ἀρύειν
α 1256 Ἀρύω · τὸ ἀντλῶ· παρὰ τὸ ἀρῶ ἀρύω, ὡς πλήθω πληθύω, ἔρω ἐρύω καὶ ἐρύσω, ἄνω ἀνύω καὶ ἀνύσω · οὐκ ἀνύω φθονέουσα
α 1257 Ἄρχμενος · δηλοῖ ἀρχόμενος· Ἡρωδιανὸς Περὶ παθῶν
α 1258 Ἀρχογλυπτάδης · ὁ ὡσπερεὶ γλύφων τὰς ἀρχάς
α 1259 Ἀρχολίπαρος · ὁ λιπαρῶν, ἵνα ἀρχῆς τύχῃ· ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος. οὕτως Τραγκύλλων Περὶ βλασφήμων
α 1260 Ἀρχός · σημαίνει μὲν καὶ τὸ ἔντερον τὸ προσκείμενον τῷ καλουμένῳ δακτυλίῳ πέρας ὂν τῶν ἐντέρων πάντων· εἴρηται δέ, ὅτι ἄρχει τῶν ἐντέρων κάτωθεν, τοῦτο γὰρ πρόδηλον, ὅτι τὸ αὐτὸ καὶ πέρας καὶ ἀρχὴ νομίζεται. σημαίνει δὲ καὶ τὸν ἡγεμόνα, οἷον · ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. παρὰ τὸ ἄρχειν ἀρχός
α 1261 Ἀρχέστατον · εἴρηται εἰς τὸ ἀφθονέστατον
α 1262 Ἀρωγός · εἴρηται εἰς τὸ ἀρήγω
α 1263 Ἀσαλής · ὁ ἄφροντις. ἢ ἡ μηδενὸς φροντίζουσα· Αἰσχύλος · τ’ οὖν ἀσαλὴς θεόθεν μανία ο. εἴρηται δὲ παρὰ τὴν σάλην, ἣ σημαίνει τὴν φροντίδα, ἀσαλής, ὁ ἀμέριμνος. οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλόδωρος · καὶ γὰρ ἀσαλέαν ὁ Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ
α 1264 Ἀσαλὴς μανία · ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. οὕτως Αἰσχύλος · ἐκτὸς λεξι τὸ ῥη
α 1265 Ἆσαι · κορέσαι, πληρῶσαι· εἰς τὸ ἄσασθαι
α 1266 Ἄσασθαι · τὸ κορεσθῆναι, οἷον · ἄσασθαι φίλον ἦτορ ἐδητύος ἠδὲ ποτῆτος. κυρίως δέ φασιν ἄσασθαι σημαίνειν τὸ μετὰ κόρον εἰς ὕπνον ἐλθεῖν· ἀέσαι γὰρ τὸ κοιμηθῆναι· ἀπὸ τοῦ ἀέω ἀέσω · ἔνθα δὲ νύκτα ἄεσαν, καὶ νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες, καὶ Ὅμηρος οὕτως παρετυμολογεῖ · αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, · οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε. ἢ ἀπὸ τοῦ ἥδω, ἀφ’ οὗ καὶ ἥσθην, οἷον · μάλ’ ἥσθην, οἷον οὐδέποτε, καὶ ἥσατο δ’ αἰνῶς ἡδὺ ποτὸν πίνων. ἀπὸ οὖν τοῦ ἥδω ἥσω ἥσασθαι, καὶ τροπῇ τοῦ η εἰς α ἄσασθαι
α 1267 Ἀσάμινθος · πύελος· ἢ ὁ τόπος ἐν ᾧ λούονται· παρὰ τὴν ἄσην καὶ τὸ μινύθω, τουτέστιν τὸν ῥύπον τοῦ σώματος μινύθειν· Ὅμηρος · ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο α
α 1268 Ἀσεβής · παρὰ τὸ σέβω σεβής καὶ μετὰ τοῦ στερητικοῦ α ἀσεβής
α 1269 Ἄσβεστος · ἀκατάπαυστος, πολύς· ἡ μεταφορὰ ἀπὸ τοῦ μὴ σβεννυμένου πυρός
α 1270 Ἀσελγαίνειν · σημαίνει μὲν κυρίως τὸ παρὰ φύσιν ταῖς γυναιξὶ μίγνυσθαι· καταχρηστικῶς δὲ τὸ ὁπωσδήποτε ἀκολασταίνειν. εἴρηται δὲ ἀπό τινος Ἐλεγηίδος γυναικὸς Ἀττικῆς, πρώτης τὴν τοιαύτην ἀσωτίαν εὑρούσης. ἐλεγαίνειν οὖν ἐστι τὸ ἀσελγαίνειν, καὶ κατὰ πρόσοδον τῆς α ἐπιτάσεως καὶ πλεονασμῷ τοῦ ς ἀσελγαίνειν. οὕτως Ἀλκίφρων. Ἐπαφρόδιτος δὲ παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν, καὶ κατὰ τροπὴν λεγαίνειν· ἔνθεν Ἀρχίλοχος · λέγαι δὲ γυναῖκες, ἀντὶ τοῦ ἀκόλαστοι· λεγαίνειν οὖν καὶ ἐν πλεονασμῷ ἐλεγαίνειν, καὶ κατὰ σύνθεσιν τῆς α ἐπιτάσεως καὶ πλεονασμῷ τοῦ ς ἀσελγαίνειν. καὶ ἡ Νηλέως θυγάτηρ, Ἐλεγηὶς οὖσα, ἄσωτος ἦν· ἧς καὶ ὁ πατὴρ Νηλεὺς ἤκουσεν ἐπικροτούσης τὸ αἰδοῖον καὶ βοώσης· δίζεο δίζεο δὴ μέγαν, ἄνδρες Ἀθηναῖοι, ὅς ς’ ἐπὶ Μίλητον δὲ κατάξει πήματα Καρσί. καὶ ἄλλως εἴρηται ἐκ τοῦ Ῥητορικοῦ λεξικοῦ· ὅτι Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν· κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν, ὅθεν καὶ ἀσέλγεια πορνεία, ἀκαθαρσία α
α 1271 Ἀσέληνα · ὄρη οὕτως καλούμενα, ἅπερ οἱ μὲν περὶ τὴν Τραχῖνα, ὡς Ῥειανὸς ἐν τῷ ιδ Ἡρακλείας Νίκανδρος δὲ ἐν τοῖς Αἰτωλίας ἀσέληνα εἰρῆσθαί φησιν αὐτά, «ὅτι, φησίν, ἐν αὐτοῖς τῆς Σελήνης τῷ Ἐνδυμίωνι συγκαθευδούσης συνέβαινε τοὺς ἄλλους τόπους ἀσελήνους εἶναι καὶ μὴ μετέχειν τοῦ τῆς θεοῦ φωτός»
α 1272 Ἆσθμα · ἡ ἀναπνοή· παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἦσμαι ἆσμα, καὶ πλεονασμῷ τοῦ θ ἆσθμα. ἢ παρὰ τὸ ἀσθμαίνω ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασεν α
α 1273 Ἀσθμαίνω · ἀπὸ τοῦ ἆσθμα ἀσθμαίνω
α 1274 Ἀσημάντοις · ἀφυλάκτοις, ἀφροντίστοις, ποιμένα μὴ ἔχουσιν
α 1275 Ἀσθενής · παρὰ τὸ σθένος, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσθενής. τὸ δὲ α σημαίνει στέρησιν, ὡς ἐν τῷ ἄφιλος, καὶ ἐπίτασιν, ὡς ἐν τῷ ἄξυλος, ἡ πολύξυλος, καὶ ὁμοῦ, ὡς ἐν τῷ ἄλοχος, καὶ κακόν, ὡς ἐν τῷ ἄφωνος
α 1276 Ἀσία · Προμηθέως μήτηρ ἡ Ἀσία, ὡς Λυκόφρων · τῇ γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος· καὶ ἀπ’ αὐτῆς ἡ Ἀσία ὠνόμασται
α 1277 Ἄσιος · τὸ α μακρὸν καὶ ψιλοῦται· ἢ παρὰ τὴν αἶσαν αἴσιος καὶ Ἄσιος· ἢ παρὰ τὸ ἀΐσσω Ἄσιος, ὡς Ὀρθώσιος, Αἰνήσιος · καὶ Ἄσιον, Ὑρτάκου υἱόν α
α 1278 Ἀσιᾶτις · ἡ τρίχορδος κιθάρα οὕτως καλεῖται. εἴρηται δέ, ὅτι ἐν τῇ Ἀσίᾳ, πόλει τῆς Λυδίας κειμένῃ ἐν Τμώλῳ, πρῶτον εὑρέθη. καὶ τὰς γοώδεις δὲ ᾠδὰς ὑπὸ Νιόβης καὶ τῶν Λυδῶν γυναικῶν εὑρεθείσας εἰς Ἕλληνας ἀχθῆναι. ὅθεν καὶ Λύδιος ὁ τρόπος μετωνομέσθη. ἢ ἀπὸ Ἀσίου τινός
α 1279 Ἀσιάδος κρούματα · τῆς κιθάρας· οὕτως Ἀριστοφάνης
α 1280 Ἀσινεῖς · οἱ Δρύοπες οἱ τὴν Ἀσίνην κατοικοῦντες· Καλλίμαχος · δειλαιοῖς Ἀσινεῦσιν ἐπὶ τριπτῆρος ἁπάσας. εἴρηται, ὅτι Ἡρακλῆς τοὺς Δρύοπας ληστεύοντας ἀπὸ τῶν περὶ Πυθῶ χωρίων ἐν τῇ Πελοποννήσῳ μετῴκισεν, ἵνα διὰ τὴν πολυπληθίαν τῶν ἐνοικούντων εἴργοιντο τοῦ κακουργεῖν· καὶ διὰ τοῦτο Ἀσινεῖς αὐτοὺς ὠνομάσθαι, ὡς μηκέτι κατὰ τὸ πρότερον σινομένους
α 1281 Ἄσις · ἡ ἀκαθαρσία· Ὅμηρος · τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. ἔστι δὲ παρώνυμον τοῦ ἄση, ὡς φήμη φῆμις, ἄση ἄσις. οὕτως Ἡρωδιανός. τὸ δὲ ἄση γέγονε παρὰ τὸ ἄω, ἄσω, ὅθεν · ἆσέ με δαίμονος αἶσα κακή. ἄσω ἄση, ὡς μνήσω μνήμη, κνήσω κνήμη
α 1282 Ἀσίω · Ἀσίω ἐν λειμῶνι. οὐκ ἔχει τὸ ι προσγεγραμμένον, ἀπὸ γὰρ τῆς Ἀσίας εὐθείας Ἀσίου ἡ γενικὴ γίνεται, Ἰωνικῶς Ἀσίεω, ὡς Ἀτρείδεω, καὶ κατὰ κρᾶσιν Ἀσίω. ἢ κατὰ συγκοπήν, ὡς ἐϋμμελίης · ἐϋμμελίω Πριάμοιο, καὶ Βορέω ὑπ’ ἰωῇ
α 1283 Ἀσκός · ὁ μὴ ἐσχισμένος· παρὰ τὸ σχῶ σχήσω ἀσχός καὶ ἀσκός· ὅθεν καὶ ἀσκητής, ὁ ἀβλαβὴς καὶ ὑγιής· ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ
α 1284 Ἀσκηθής · ὁ ὑγιής · ἀσκηθής, οὐ παρβεβλημένος. εἴρηται παρὰ τὸ σχέθω κατὰ σύνθεσιν καὶ ἔκτασιν καὶ τροπὴν ἀσκηθής, ὁ ὑγιὴς καὶ ἀκώλυτος τοῦ πράττειν
α 1285 Ἀσκαλαβώτης · ζωΰφιον ἐοικὸς σαύρᾳ ἐν τοῖς τοίχοις ἀνέρπον τῶν οἰκημάτων· Ἀριστοφάνης · πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθην ὑπ’ ἀσκαλαβώτου. εἴρηται δὲ παρὰ τὸ ἀκαλῶς, ὃ σημαίνει τὸ ἡσύχως, καὶ τοῦ βῶ ῥήματος, ἀκαλαβώτης· καὶ πλεονασμῷ τοῦ ς ἀσκαλαβώτης α
α 1286 Ἀσκάνιος · ὁ υἱὸς Αἰνείου τοῦ Τρωός. εἴρηται δέ, ὅτι Αἰνείας ἐπιγαμίᾳ χρησάμενος ἀπὸ Ἀσκάλωνος, ὑπό τε Ἀσκάλου τοῦ τότε βασιλεύοντος τῆς χώρας ξενισθεὶς διὰ τὴν πρὸς αὐτὸν φιλίαν τὸν υἱὸν Ἀσκάλιον προσηγόρευσεν, ὃς τῇ Ῥωμαίων διαλέκτῳ Ἀσκάνιος ὠνόμασται
α 1287 Ἀσκάντης · κλινίδιον εὐτελές, ὃ καὶ ὑπὸ τῶν Ἀττικῶν σκίμπους ὀνομάζεται· Καλλίμαχος · καὶ τὸν μὲν ἐπ’ ἀσκάνταν κάθισεν· καὶ Ἀριστοφάνης · ἔξει τὸν ἀσκάντην λαβών· καὶ Πλάτων ὁ φιλόσοφος Πρωταγόρᾳ · «καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος, ἐκαθέζετο παρ’ ἐμέ». ὁ δὲ κράβατος οὐδὲ παρ’ ἑνί. εἴρηται δὲ ἀσκάντης παρὰ τὴν κάννηνοὕτως δὲ ἐκάλουν τὴν ψίαθον. ἀσκάντης οὖν ἡ εὐτελὴς κλίνη, μηδὲ κάννην ἔχουσα, ἀκάντης καὶ ἀσκάντης. οὕτως Σαλούστιος εἰς τὴν Ἑκάλην Καλλιμάχου
α 1288 Ἀσκληπιός · εἴρηται, ὅτι Ἄσκλην τὸν Ἐπιδαύρου τύραννον ὀφθαλμιῶντα θεραπεύσας ἐκλήθη Ἀσκληπιός· πρότερον γὰρ Ἥπιος ἐκαλεῖτο. ἢ ὅτι τὰ ἀσκελῆ τῶν νοσημάτων ἤπια ποιεῖ· ἀσκελῆ δὲ τὰ σκληρά
α 1289 Ἀσκελές · τὸ σκληρόν, οἷον · ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰέν· παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, γίνεται ἀσκελές, τὸ ἄγαν σκληρόν, ὅθεν καὶ σκέλος. ἢ παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν καὶ Ἀσκληπιός, ὁ μὴ ἐῶν τὰ σκέλη ἐσκληκέναι καὶ ξηραίνεσθαι· ἀπὸ δὲ μέρους τὸ ὅλον σῶμα δηλοῖ
α 1290 Ἀσκελέως · σκληρῶς · οὐδέ τί με χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν
α 1291 Ἀσκωλιάζειν · ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι ἢ στερούμενοι τῶν κατὰ φύσιν· Ἀριστοφάνης · ἀσκωλίαζ’ ἐνταῦθα πρὸς τὴν αἰθρίαν. εἴρηται παρὰ τὸ σκῶλον, ὅ ἐστι σκόλοπα, τῷ ἑνὶ ποδὶ ἅλλεσθαι, ἀπὸ τῶν πατούντων σκόλοπα καὶ χωλευόντων, ὅπερ Ἐπίχαρμος ἐν Πέρσαις σκωλοβατίζειν φησί. σκωλιάζειν οὖν, καὶ κατὰ πλεονασμὸν ἀσκωλιάζειν. τινὲς δὲ οὐ πλεονασμὸν ἡγοῦνται τὸ α ἀλλὰ παρὰ τὸν ἀσκὸν γεγονέναι· κυρίως γὰρ ἀσκωλιάζειν λέγεται τὸ ἐπὶ ἀσκῶν ἅλλεσθαι. οὕτως Ἐπαφρόδιτος
α 1292 Ἀσκώματα · ἀσκώματα καλοῦνται καὶ τὰ δέρματα τὰ ἐπιρραπτόμενα ταῖς κώπαις ἐν ταῖς τριήρεσι διὰ τὸ μὴ εἰσφέρεσθαι τὸ θαλάττιον ὕδωρ· Ἀριστοφάνης · ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον. καλοῦνται δὲ ἀσκώματα καὶ οἱ γνάθοι ἀπὸ μεταφορᾶς τῶν χαλκευτικῶν ἀσκωμάτων, ἅ εἰσι φῦσαι χαλκευτικαί. ἐπὶ δὲ τῶν τριήρεων, ὅτι ἀπὸ ἀσκῶν γίνονται καὶ ἄσχιστά εἰσιν
α 1293 Ἀσκάλαφος · ὁ λίαν σκληρός· παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς
α 1294 Ἀσκαρίζειν · σημαίνει τὸ κινεῖσθαι· Ἱππῶναξ · τίς ὀμφαλητόμος σὲ τὸν διοπλῆγα ἔψησε κἀπέλουσεν ἀσκαρίζοντα; σκαίρω σκαρίζω καὶ ἀσκαρίζω. Ἡρωδιανὸς Περὶ παθῶν
α 1295 Ἄσμενος · ἥδω, τὸ εὐφραίνομαι· ὁ παθητικὸς παρακείμενος ἧσμαι καὶ ἡ μετοχὴ ἡσμένος, καὶ ἄσμενος · ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο
α 1296 Ἀσπάλαθος · εἶδος ἀκάνθης· Νίκανδρος · ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι κωμέοντι. εἴρηται παρὰ τὸ σπῶ σπάλαθος καὶ ἀσπάλαθος. οὕτως Ἀμάραντος εἰς τὸν Θεόκριτον. Ἐπαφρόδιτος δὲ παρὰ τὸ σπαλιεύειν ἐτυμολογεῖ, ὅ ἐστι ξύειν, ἵν’ ᾖ σπάλαθος καὶ ἀσπάλαθος α
α 1297 Ἀσπαλιεύω · «ἀσπαλιεύθην ὡς οὐκ οἶδ’ εἴ τις ἰχθὺς ὑπὸ τοῦ δελέατος τῆς ἡδονῆς, καὶ ἐνήχετό μοι τὸ ἄγκιστον»
α 1298 Ἀσπαλιευτής · ὁ ἁλιεύς· εἴρηται δὲ παρὰ τὸ σπᾶν καὶ τὸ λίνον, ὁ σπῶν τῷ λίνῳ, τοῦ α ἢ πλεονασμὸν ἢ ἐπίτασιν σημαίνοντοσ. ἢ σπαλιευτής, τὸν ἐκ τῆς ἁλὸς σπῶντα τοὺς ἰχθῦς, καὶ ἀσπαλιευτής α
α 1299 Ἀσπασίως · προσηνῶς, φιλοφρόνως· ἀπὸ τοῦ ἀσπάζω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα ἀσπαστός καὶ τὸ οὐδέτερον ἀσπαστόν. ὁ μέλλων ἀσπάσω, ἀφ’ οὗς ἀσπάσιος καὶ ἀσπασίως. ἔστι δὲ παρασύνθετον ἀπὸ τοῦ ἀσπάζω συνθέτου
α 1300 Ἀσπληδών · φασὶ γὰρ εἶναι Σπληδόνα τὸν τοῦ Πρέσβωνος καὶ Στερόπης. Ἀπολλόδωρος δὲ τοῦτό φησι, καὶ Ἀσκληπιάδης οὕτως λέγει· Σπληδόνα τ’ ἠγαθέην· ὅταν οὖν εὕρωμεν · οἳ δ’ Ἀσπληδόνα ναῖον· πλεονασμός ἐστι ποιητικὸς τοῦ α. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 1301 Ἀσπιδιώτης · εἰ μὲν ἀπὸ τοῦ ἀσπίς ἀσπίδος ἀσπιδίτης, δῆλον ὅτι πλεονασμῷ τοῦ ω · εἰ δὲ παρὰ τὸ ἀσπίδιος, οἷον ἔνθεν · ὑπασπίδια, παραγωγὴ καὶ οὐ πλεονασμός. ὥσπερ ἴδιος ἰδιώτης καὶ ἥλιος ἡλιώτης καὶ ἀφηλιώτης, οὕτως ἀσπίδιος ἀσπιδιώτης. Ἡρωδιανὸς Περὶ παθῶν
α 1302 Ἀσπάζεται · κατὰ στέρησιν τοῦ μὴ σπᾶν· ὁ γὰρ διαλυόμενος καὶ ἐχθραίνων ἀποσπᾷ ἀπ’ ἐκείνου ἑαυτὸν ὡς ἐπὶ τοῦ Τηλεμάχου · ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο. ἐκ τοῦ οὖν ἐναντίου τὸ ἀντέχεσθαί τινος κατὰ φιλίαν ἀσπάζεσθαι εἴρηται. ἄσπετος
α 1303 Ἀσπερχές · ἀδιαλείπτως, τοῦ α κατ’ ἐπίτασιν, τουτέστιν τὸ ἄγαν ἐσπευσμένον· παρὰ τὸ σπέρχω α
α 1304 Ἀσπίς · τὸ ὅπλον· παρὰ τὸ σπῶ ῥῆμα γίνεται παράγωγον σπίζω, ὁ μέλλων σπίσω, καὶ κατὰ ἀποβολὴν τοῦ ω σπίς, τὸ μακρόν, παρὰ τὸ ἀποσπᾶσθαι καὶ διατείνεσθαι· καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπίς, ἥτις τοῦ μακρὰν εἶναι ἀπήλλακται· εἰς περιφερὲς γὰρ σχῆμα ἔγκειται· ἐπὶ δὲ τοῦ ἑρπετοῦ διὰ τὸ κύκλους ποιεῖν τοῦ σώματος καὶ μὴ ταχέως ἐκτείνειν εἰς μῆκος
α 1305 Ἀσπαστόν · τὸ ἡδύ, τοῦ α κατ’ ἐπίτασιν ὄντος, ὅπερ ἄν τις πρὸς ἑαυτὸν ἐπισπᾷ
α 1306 Ἀσπάραγος · κυρίως ἐπὶ τοῦ ἐρείου ἢ ὀρείου, ὁ μὴ σπειρόμενος. Ὠρίων α
α 1307 Ἄσπιστον · ἄσπονδον · ἄσπιστον βατράχοισι φέρει χόλον· ἀλλ’ ὅταν ὕδωρ Σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης. Νίκανδρος ἐν Θηριακοῖς
α 1308 Ἀσπιστὴς · πεζός, ὁπλίτης, πολεμιστής· ἀπὸ τῆς ἀσπίδος
α 1309 Ἀσπουδεί · ἄνευ κακοπαθείας, χωρὶς πόνου
α 1310 Ἇσσον · τὸ ἐγγὺς καὶ πλησίον. εἴρηται παρὰ τὸ ἐγγύς, συγκριτικῷ τύπῳ ἐγγύτερος ἐγγίων ἔσσων, καὶ τὸ οὐδέτερον ἔσσον καὶ ἆσσον, ὡς μέγας μεγάτερος μεγίων μέσσον καὶ μᾶσσον, οἷον · ἠὲ τοσοῦτον ὀΐομαι ἢ ἔτι μᾶσσον· οὕτως ἔσσον ἆσσον. οὕτως εὗρον ἐν σχολίοις τοῦ Ῥη Ἀπολλωνίου. ἢ παρὰ τὸ ἅπτω, τὸ προσεγγίζω, καὶ Αἰολικ ἄσσω ἄσσον· οἱ γὰρ Αἰολεῖς τὸ πτ εἰς δύο σς τρέπουσιν, νίπτω νίσσω, ὄπτω ὄσσω
α 1311 Ἀσσύριοι · τὸ ἔθνος· Καλλίμαχος · ἡ μὲν ἀπ’ Ἀσσυρίων ἡμεδαπὴ στρατιή, καὶ ἥμισυ μὲν Πέρσην, ἥμισυ δ’ Ἀσσύριοι. εἴρηται παρὰ τὸν Ἀσσάρακον τοῦ ἔθνους ἐπικρατήσαντα, ἵν’ ᾖ Ἀσσάρακος καὶ ἐκβολῇ τοῦ ακ Ἄσσαρος καὶ τροπῇ τοῦ α εἰς υ Ἄσσυρος, ὡς μάθω μῦθος, καὶ παραγώγως Ἀσσύριος. οὕτως Ἐπαφρόδιτος. καὶ δοκεῖ καλεῖσθαι Ἀσσυρίους τοὺς ἐν τῷ Πόντῳ παρὰ τὸ μηκέτι Σύρου εἶναι, ἵν’ ᾖ Ἀσσύριος α
α 1312 Ἀσσυρία · ἡ Βαβυλωνί α · τὸ μὲν πρῶτον ἐκαλεῖτο Εὐφράτις, ὕστερον δὲ Χαλδαία, τὸ τελευταῖον δὲ ἀπὸ Ἀσσύρου τοῦ Σούσου Ἀσσυρία, ὡς Ξενοκράτης ἐν πρώτῳ Χρονικῶν. εἴρηται δὲ περὶ τούτου εἰς τὸ Συρία καλῶς
α 1313 Ἅσς’ ἐθέλῃσθα · ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσς’ ἐθέλῃσθα. οὕτως Ἀρίσταρχος · ὁ δὲ Σιδώνιος «ὅττι». φησὶν Ἀρίσταρχος τρία σημαίνειν τὴν λέξιν, τινά ἅτινα ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν ὅτε δηλοῖ τὸ ἅτινα δασύνεται. καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά, ὅ ἐστι Μεγαρικὸν δηλοῦν τὸ τινά, καὶ παραλόγως φησὶ δασύνεσθαι
α 1314 Ἀστάρτη · ἡ θεός· παρὰ τὸ ἄστρα ἀστράτη· ἢ παρὰ τὸ τοὺς ἀστέρας τηρεῖν ἀστεράτη καὶ κατὰ συγκοπὴν Ἀστράτη, ἔφορος γὰρ ἄστρων ἡ θεός
α 1315 Ἀστέμβακτον · ἀκίνητον ἢ βέβαιον ἢ τετιμημένον· Εὐφορίων, οἷον · πάντη δὲ σέθεν κλέος ἀστέμβακτον. εἴρηται κατὰ ἀπόφασιν τοῦ στεμβάξαι, ὅ ἐστιν ὑβρίσαι. οὕτως ἐν ὑπομνήματι ἀνεπιγράφῳ εἰς τὸν Κεχηνότα Διόνυσον Εὐφορίωνος. Λυκόφρων δὲ ἀντὶ τοῦ πολυστένακτα, μεμπτά · δύσζηλος ἀστέμβακτα τιμωρουμένη. βοῶσα δ’ οὐ κλύοντα δεσπότην πόσιν
α 1316 Ἀστεμφὴς καὶ ἀστεμφέως · ἀμετακινήτως, ἰσχυρῶς· Ὅμηρος · ὑμεῖς δ’ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν · ἀλλ’ ἀστεμφὲς ἔχεσκεν, ἀΐδρεϊ φωτὶ ἐοικώς· παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ κινεῖν συνεχῶς, οὗ μέμνηται Αἰσχύλος. ἀστεμβής οὗν ὁ ἀκίνητος, καὶ ἀστεμφής. οὕτως Φιλόξενος. Ἀλέξανδρος ὁ τοῦ Ἀσκληπιάδου παρὰ τὸ στρέφω ἀστρεφής, καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονασμῷ τοῦ μ ἀστεμφὴς καὶ ἀστεμφές, τὸ ἀμετακίνητον · σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν α
α 1317 Ἄστικτον · οὕτως Ἀττικοὶ ἐκάλουν τὸ ἐλεύθερον χωρίον καὶ μὴ ὑποκείμενον χρήστῃ, εἴρηται δέ, ὅτι τοῖς ὑποκειμένοις χρέεσι χωρίοις εἰώθεσαν ἐγκαταπηγνύειν στήλην, ἣν ἐκάλουν ὅρον, ἐν ᾗ ἐκεχάρακτο τὸ χρέος καὶ ὁ χρήστης, ἵνα μὴ πλανηθεὶς ἕτερος ὡς ἐπὶ καθαρῷ αὐτῷ δανείσῃ· τὸ δὲ ἐλεύθερον ἄστικτον ἐκάλουν· Μένανδρος · καὶ τῶν Ἅλῃσι χωρίων κεκτημένος κάλλιστον ἦν ἢ τὸν Δία ἐν τοῖς τρισί γε καὶ τὸ μακαριώτατον ἄστικτον. οὕτως Ἐπαφρόδιτος ἐν τῷ Περὶ κατὰ στοιχεῖον συγγεγυμνασμένων
α 1318 Ἀστραβής · ὁ ἄτρεπτος· Πίνδαρος · ἄμαχον ἀστραβῆ κίονα· παρὰ τὸ στρέφω στρεφής, καὶ ἀστραβής κατὰ τροπήν
α 1319 Ἄστρις · Καλλίμαχος, οἷον · δέκα δ’ ἄστριας αἴνυτο λάτρον. εἴρηται δὲ ὑποκοριστικῶς· ὡς γὰρ ὁ Παρθένιος Πάρθις καὶ ὁ Χαλδαῖος Χάλδις καὶ ὁ λάσταυρος λάστις καὶ ὁ Ἀμφιάραος Ἄμφις, οὕτως ὁ ἀστράγαλος ἄστρις. Δίδυμος ἐν τῷ Περὶ παθῶν
α 1320 Ἄστυ · ἡ πόλι ς· Φιλόχορος ἐν τῷ α τῆς Ἀτθίδος φησίν · «Ἄστυ δὲ προσηγόρευσαν τὴν πόλιν διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανέστησαν.» οὕτως Ὦρος Περὶ ἐθνικῶν. ἢ παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψηλῶν τόπων τὰς πόλεις ᾠκοδόμουν α
α 1321 Ἀστυάναξ · ὁ υἱὸς Ἕκτορος· οὐκ ἔστι δὲ παρὰ τὸ ἀνάσσω, τὸ βασιλεύω, ἀλλὰ παρὰ τὸ ἀνακῶς ἔχει τοῦ ἄστεος τὸν Ἕκτορα. οἱ γὰρ Ἀττικοὶ τὸ ἐπιμελῶς ἔχειν καὶ φροντίζειν ἀνακῶς ἔχειν λέγουσιν· καὶ Ἄνακας ἐντεῦθεν τοὺς Διοσκούρους, ὅτι ἀνακῶς αὐτοῖς ἐχρήσαντο διὰ τὴν Ἑλένην τὰς Ἀφίδνας ἐκπορθοῦντες. οὕτως Ἀσκληπιάδης ὁ Μυρλεανός
α 1322 Ἀστυπάλαια · προπαροξυτόνως· μοῖρα τῆς Σάμου οὕτως καλουμένη. εἴρηται, ὅτι Προκλῆς καὶ Τεμβρίων ἀποικίαν στείλαντες εἰς Σάμον πρὸς τοὺς ἐνοικοῦντας Κᾶρας κοινωνίαν θέμενοι ᾤκησαν παρὰ τὸν Σχήσιον ποταμὸν καὶ εἰς δύο φυλὰς τὴν πόλιν διένειμαν· ὧν τὴν μὲν Σχησίαν ὠνόμασαν ἀπὸ τοῦ Σχησίου ποταμοῦ παρακειμένου τῇ πόλει, τὴν δὲ Ἀστυπάλαιαν ἀπὸ τοῦ παλαιοῦ ἐκεῖσε ὄντος ἄστεος. οὕτως Θεμισταγόρας ἐν τῇ Χρυσῇ Βίβλῳ
α 1323 Ἄστυρον · τὸ ἄστυ· Καλλίμαχος · ἡ μὲν ἀερτάζουσα μέγα τρύφος Ὑψιζώρου ἄστυρον εἰσανέβαινεν. εἴρηται παρὰ τὸ ἄστυ ὑποκοριστικῶς ἄστυρον. οὕτως Θέων ἐν Ὑπομνήματι τῶν τοῦ β Αἰτίου
α 1324 Ἀστυβοώτην · ἐπιθετικῶς τὸν κήρυκα· εἰς τὴν Ω τῆς Ἰλιάδος. εἴρηται παρὰ τὸ ἐν τῷ ἄστει βοᾶν
α 1325 Ἄστρον · παρὰ τὸ αἴθω, τὸ καίω, αἴσω γέγονεν αἴστρον καὶ ἀποβολῇ τοῦ ι ἄστρον
α 1326 Ἀστήρ · κυρίως ἐπὶ τῶν πλανητῶν λέγεται, ὁ μὴ στάσιν ἔχων, ἀστατήρ καὶ ἀστήρ· καταχρηστικῶς καὶ ἐπὶ τῶν ἀπλανῶν. ζητεῖται δὲ διὰ τί. ὥσπερ γίνεται κατὰ συγκοπὴν γαστρός, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀστήρ ἀστέρος γίνεται ἀστρός; ἔστιν οὖν εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσιν εὐθεῖαν, οἷον ἡ ἀνδρὸς γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ ἡ μητρός καὶ πατρός μιμεῖται τὴν ἰατρός εὐθεῖαν· ἐπεὶ οὖν ἡ ἀστέρος γενικὴ συγκοπτομένη οὐκ ἔχει εὐθεῖαν, ἵνα μιμήσηταιτὸ γὰρ Ἴστρος ὄνομα ποταμοῦ βαρύτονόν ἐστιτούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν, ἵνα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι, ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος γενικὴ ὤφειλε συγκόπτεσθαι καὶ γενέσθαι γαστρός, οὐ γὰρ ἔχει εὐθεῖαν, ἵνα μιμήσηται, οὐδὲ γάρ ἐστιν εὐθεῖα διὰ τῆς τρος ὀξύτονος, ἔστιν εἰπεῖν, ὅτι τὸ γαστήρ παραλόγως ὀξύνεται· τῶν γὰρ ἄλλων εἰς ηρ ὑπὲρ δύο συλλαβὰς ὄντων βαρυτόνων, οἷον Δημήτηρ θυγάτηρ εἰνάτηρ, τοῦτο μόνον ὀξύνεται. ἐπεὶ οὖν παραλόγως ὠξύνθη, τούτου χάριν κατὰ τὴν γενικὴν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δέ, ὥσπερ γίνεται ἀνέρα ἄνδρα καὶ θυγατέρα θύγατρα, μὴ τὸν αὐτὸν τρόπον γίνεται καὶ μητέρα μῆτρα καὶ πατέρα πάτρα; καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν μητέρα, ἵνα μὴ συνεμπέσῃ τῇ μήτρα εὐθείᾳ, τὸ δὲ πατέρα οὐ γίνεται κατὰ συγκοπὴν πάτρα, ἵνα μὴ συνεμπέσῃ τῇ πάτρα εὐθείᾳ, τῇ σημαινούσῃ τὴν πατρίδα. Χοιροβοσκός
α 1327 Ἄστηνος · ὁ δυστυχὴς καὶ πένης· Καλλίμαχος · πάσχομεν ἄστηνοι· τὰ μὲν οἴκοθεν πάντα λέλασται. εἴρηται παρὰ τὸ στάσιν μὴ ἔχειν μήτε οἴκησιν· σύνεστι δὲ τοῦτο πένητι
α 1328 Ἀστυφέλικτον · ἀκίνητον, ἄσειστον· ἀπὸ τοῦ στυφελίζω
α 1329 Ἀστεροπή · ἀστραπή· παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ ὁρᾶν διὰ τῆς ἀντιλαμπούσης λαμπηδόνος. ἢ παρὰ τὸ ὄπτω ὀπτή καὶ μετὰ τῆς ἀστέρος γενικῆς ἀστεροπτή, καὶ ἀποβολῇ τοῦ τ ἀστεροπή. Ὠρίων
α 1330 Ἀστεροπητὴς · ἀστραπτικός, ἀστραπὴν ποιῶν
α 1331 Ἀστράβη · ἐπὶ σκεύους εἴρηται ξυλίνου, ἤγουν τὸ ἐπὶ τῶν ἐφ ἵππων τιθέμενον ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι, οἱονεὶ ἀστραφή τις οὖσα παρὰ τὸ μὴ στρέφεσθαι καὶ πίπτειν τοὺς καθεζομένους. λέγεται δὲ καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον· οἱ δὲ τὴν σωματηγὸν ἡμίονον ἀστράβην λέγουσιν. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν α
α 1332 Ἀστράγαλος · ἐπὶ τοῦ ποδός· παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν τοῦ ποδός. ἢ ὁ μὴ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ πρὸς τὸ κινεῖσθαι ἀστάγαλός τις ὤν, καὶ πλεονασμῷ τοῦ ρ ἀστράγαλος. ἐπὶ δὲ τῶν ἄλλων ὀστέων, οἷον τῶν νωτιαίων, παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσθαι μηδὲ κινεῖσθαι, κατὰ στέρησιν τοῦ α α
α 1333 Ἄσταχυς · Ὅμηρος · ἐπί τ’ ἠμύει ἀσταχύεσσι, καὶ παρὰ Ἀντιμάχῳ · καὶ ἀσταχύων τέμνον. στάχυς ἄσταχυς προπαροξύνεται. οὐδέτερον γὰρ εἰς υς λῆγον ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἡρωδιανὸς Περὶ παθῶν
α 1334 Ἀσύφηλον · ἄτιμον ἢ ἀπαίδευτον, ἀδόκιμον καὶ ἀνόητον · ὁππότ’, ἐκείνων μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν· ἔστι δὲ παρὰ τὸ ἄσσω, ὃ σημαίνει τὸ βλάπτω, καὶ τὸ φηλῶσαι, ὃ σημαίνει τὸ δολῶσαι καὶ ἀπατῆσαι, ἐξ οὗ καὶ φηλός, ὁ ἀπατηλός, καὶ φήληκες, τὰ σῦκα τὰ ὠμὰ μὲν ὄντα, τῇ δὲ ἰδέᾳ πέπειρα· καὶ ὥσπερ παρὰ τὸ σώσω Σωσικράτης Σωσίβιος, ἀρκέσω Ἀρκεσίλαος, οὕτως καὶ παρὰ τὸ ἄσω καὶ φηλῶσαι γίνεται ἀσίφηλος καὶ ἀσύφηλος, ὡς δίφρος δύφρος καὶ τριφάλεια τρυφάλεια, Μούνιχος Μούνυχος. ἢ παρὰ τὸ σοφὸς γίνεται σόφηλος καὶ μετὰ τοῦ στερητικοῦ α ἀσόφηλος καὶ μεταβολῇ τοῦ ο εἰς υ ὡς ἄγορις ἄγυρις, γίνεται ἀσύφηλος α
α 1335 Ἀσφάραγος · ὁ λαιμός, ὁ λάρυγξ · οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. καὶ πάλιν · ἐρισφάραγος πόσις Ἥρης ἔσται. παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. ἢ παρὰ τὸ ἀσπαίρω ἀσπάραγος, καὶ ἀσφάραγος· ἅλλεται γὰρ καὶ κινεῖται ἐν τῷ καταπίνειν. ἢ παρὰ τὸ σπῶ σπάραγος καὶ ἀσφάραγος· τείνεται γὰρ ἐν τῷ λέγειν ὁ λάρυγξ. ὁ δὲ Ἡρωδιανὸς λέγει πραὰ τὸ σφαραγεῖν κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγος. λέγεται δὲ καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάστημα. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτως μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουσιν, οἱ δὲ λοιποὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσιν καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπαράγους καλοῦσιν. οὕτως εὗρον ἐν τῷ Λεξικῷ τῷ Ῥητορικῷ α
α 1336 Ἀσφαλής · ἑδραῖος· ἀπὸ τοῦ σφάλλω ἀσφαλής
α 1337 Ἀσφάλαξ · παρὰ τὸ σπῶ γίνεται σπάλαξ, καὶ πλεονασμῷ τοῦ α ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ π εἰς φ · τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν γῆν καὶ ποιεῖ βάθος καὶ οὕτως εἰσέρχεται. κλίνεται δὲ ἀσπάλακος, ὥσπερ θώρακος. Χοιροβοσκός
α 1338 Ἄσχετος · ὁ δὲ σχετός καὶ ἄσχετος οὐ πεποίηται παρὰ τὸ σχέθω, ἐλέγετο γὰρ ἂν σχέτος καὶ ἀσχέτος, ἀλλὰ παρὰ τὸ σχῆμι, ἀφ’ οὗ καὶ ἔσχηκα ὁ παρακείμενος καὶ ἐσχέθην ὁ ἀόριστος καὶ ὁ μέλλων σχήσω, ἐξ οὗ ἡ σχέσις· καὶ ὡς παρὰ τὸ τίθημι γίνεται θετός, ἵημι ἑτὸς καὶ ἄφετος, δίδωμι δοτός, οὕτως σχῆμι σχετός καὶ ἄσχετος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 1339 Ἀσχάλλων · ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἢ ἀγανακτῶν· παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, οἷον · νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσευεν κακά, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ πλεονασμῷ τοῦ ς ἀσχάλλω· ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται περισπώμενον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ, καὶ πλεονασμῷ τοῦ α ἀσχαλάᾳ, ὡς παρ’ Ὁμήρῳ · καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ. ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα. οὕτως Χρύσιππος
α 1340 Ἄσωμος · ἢ ἀπὸ τοῦ ἀσώματος κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ σῶμα ἄσωμος. Ἡρωδιανὸς Περὶ παθῶν
α 1341 Ἄσωτος · παρὰ τὸ σῴζω σώσω σωτός καὶ ἄσωτος α
α 1342 Ἀσωπός · ποταμὸς Βοιωτίας πλησίον Θηβῶν
α 1343 Ἀταλός · ὁ νήπιος· εἴρηται παρὰ τὸ τλῆναι ταλός καὶ ἀταλός, ὁ μηδέπω δυνάμενος κακοπαθῆσαι. ἢ παρὰ τὸ ἁπαλός, κατὰ τροπὴν ἀταλός α
α 1344 Ἀταλάφρονα · ἁπαλὸν φρόνημα ἔχοντα, τουτέστιν νήπιον, ἀνόητον· ἢ μὴ δυνάμενον τλῆναι κακοπάθειαν
α 1345 Ἀτάρβητος · ἄφοβος· παρὰ τὸ ταρβῶ τάρβος
α 1346 Ἀτάρμυκτον · τὸ ἄφοβον· κυρίως δὲ τὸ μὴ μῦον· Εὐφορίων · ὅτι ἀτάρμυκτον τρέπεν ὄμμα. εἴρηται παρὰ τὸ ἄτερ μύειν, τὸ ἀτενές. ἢ παρὰ τὸ τάρβος ἀταρμύητον καὶ ἀτάρμυκτον· καὶ γὰρ ταρμύσσειν τὸ φοβεῖν
α 1347 Ἀτάσθαλος · ὁ ἄδικος· Ὅμηρος · ὑβρισταὶ δ’ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν. εἴρηται παρὰ τὸ ἀτῶ, ὃ σημαίνει τὸ βλάπτω, ἢ παρὰ τὴν ἄτην. ὡς οὖν παρὰ τὸ δαίω δαίαλος καὶ δαίδαλος καὶ παρὰ τὸ αἴθω αἴθαλος, οὕτως καὶ παρὰ τὸ ἀτῶ ἀτάζω ἀτάζαλος καὶ τροπῇ τοῦ ζ εἰς τὸ θ ἀτάσθαλος, ὡς μαζός μασθός. οὕτως Ἐπαφρόδιτος
α 1348 Ἀτασθαλία · ἁμαρτία, ἀδικία· κυρίως μὲν ἡ παρὰ τὴν θάλειαν ἄτη καὶ βλάβη, ὡς παροινία, ἡ περὶ τὸν οἶνον ἀταξία. ἢ παρὰ τὸ τῇ ἄτῃ θάλλειν καὶ αὐξάνεσθαι. Ὅμηρος · κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο α
α 1349 Ἀταρτηροῖς · σκληροῖς καὶ χαλεποῖς· παρὰ τὴν ἄτην, ὃ σημαίνει τὴν βλάβην, γίνεται ἀτηρός καὶ κατὰ διπλασιασμὸν ἀταρτηρός
α 1350 Ἀταρπός · σημαίνει τὴν εὐθεῖαν ὁδόν· παρὰ τὸ τρέπω τρέψω, ὁ δεύτερος ἀόριστος ἔτραπον, γίνεται ῥηματικὸν ὄνομα ἀτραπός μετὰ τοῦ στερητικοῦ α καὶ κατὰ μετάθεσιν ἀταρπός, ἐξ ἧς ὁδοῦ οὐκ ἔστιν τραπῆναι καὶ ἐκπεσεῖν· ἢ ἡ πολύτροπος· εἰς πολλὰ γὰρ σχίζεται ἡ ὁδός. καὶ ἀταρπητός · ἡ ὁδός
α 1351 Ἀτάλαντος Ἄρηϊ · ἰσοτάλαντος, ἰσόσταθμος· τάλαντον γὰρ τὸν ζυγόν φασι, καὶ ταλαντεύειν τὸ ζυγοστατεῖν. ἔστιν οὖν ἀτάλαντος καὶ ὁμοτάλαντος, οἱονεὶ ὁ ἰσόζυγος α
α 1352 Ἀτάλλων · παρὰ τὸ τλῶ, τὸ καρτερῶ καὶ ὑπομένω, γίνεται τλάς καὶ ἄτλας, ὁ μὴ δυνάμενος τλῆναι· ἐξ αὐτοῦ ἀτάλλων, ὁ ἀπαθὴς καὶ μὴ κακοπαθῶν
α 1353 Ἀταίω · τὸ θαυμάζω καὶ ἐκπλήττομαι · ἀταιομένου κακὰ ἔργα
α 1354 Ἀτέμβω · στερῶ. εἴρηται παρὰ τὸ τέμω, ὅπερ ἐστὶ πρωτότυπον τοῦ τέμνω· γίνεται ἀτεμῶ καὶ ἐπενθέσει τοῦ β ἀτέμβω. ἢ παρὰ τὸ ἄτω, τὸ βλάπτω, γίνεται ἀτέμβω, τὸ οὐ βλάπτω στερῶν· οὕτως Ὅμηρος ἐν Ὀδυσσείᾳ · οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχοιο α
α 1355 Ἀτεράμων · ὁ σκληρός· Ἀριστοφάνης Ἀχαρνεῦσιν · Ἀχαρνικοὶ στιπτοὶ γέροντες ἀτεράμονες. οὗ τὸ οὐδέτερον ὁ ποιητὴς ἔφη, οἷον · κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ’ ἔχοντες. εἴρηται παρὰ τὸ τέρεν, τὸ ἁπαλόν, τεράμων, ὁ ἁπαλός, καὶ ἀτεράμων, ὁ μὴ ὢν ἁπαλὸς ἀλλὰ σκληρός. τὸ δὲ οὐδέτερον ἀτέραμον καὶ πλεονασμῷ τοῦ ν ἀτέραμνον. λέγεται δὲ ἀτέραμνα καὶ τὰ μὴ ὀψόμενα ὄσπρια, ἃ καὶ κερασβόλα προσαγορεύεται
α 1356 Ἄτερπνος · οὕτως ὁ ἄγρυπνος παρὰ Ῥηγίνοις · παρὰ τὸ ἄτερ καὶ τὸ ὕπνος γίνεται ἀτέρυπνος, ὁ χωρὶς ὕπνου ὤν, καὶ κατὰ συγκοπὴν τοῦ υ ἄτερπνος α
α 1357 Ἀτεχνῶς · ἀδόλως· τέχνη γὰρ ὁ δόλος· Ὅμηρος · ἀμφὶ δεσμοὶ τεχνήεντες ἔχον πολύφρονος Ἡφαίστοιο. ἰστέον, ὅτι περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης
α 1358 Ἀτειρής · ὁ σκληρὸς καὶ ἀκαταπόνητος· παρὰ τὸ τείρω, τὸ καταπονῶ, τερῶ ἀτερής καὶ ἀτειρής· ἢ παρὰ τὸ τέρεν, ὃ σημαίνει τὸ ἁπαλόν, γίνεται ἀτερής καὶ ἀτειρής, ὁ μὴ ὢν ἁπαλὸς ἀλλὰ σκληρός
α 1359 Ἀτειρέα χαλκόν · φύσει δύστρωτον
α 1360 Ἀτημέλητα · ἀπρονόητα, ἠμελημένα, ἀφρόντιστα. εἴρηται παρὰ τὸ τῶ, ὃ σημαίνει τὸ λάβε, ἐξ οὗ ἄτη μετὰ τῆς α στερήσεως, ἣν οὐδεὶς θέλει λαβεῖν. ἀτημελῶ οὖν καὶ ἀτημέλητος· ὃ γάρ τις μὴ εἴληφεν οὐδὲ φροντίζει
α 1361 Ἄτη · σημαίνει τὴν βλάβην· παρὰ τὸ τῶ, ὃ δηλοῖ τὸ λαμβάνω, οἷον · Κύκλωψ, τῆ, πίε οἶνον, ἐξ οὗ ὄνομα ῥηματικὸν τή καὶ μετὰ τοῦ στερητικοῦ α ἄτη, ἣν οὐκ ἄν τις λάβοι· τὴν γὰρ βλάβην πάντες ἐκφεύγομεν. ἢ παρὰ τὸ ἄω, ὃ δηλοῖ τὸ βλάπτω, οἷον · ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος, ὁ μέλλων ἄσω καὶ ἐξ αὐτοῦ ἄση, ἡ βλάπτουσα τὴν ψυχήν, τροπῇ τοῦ ς εἰς τ. οὕτως Φιλόξενος
α 1362 Ἀτιτάλλειν · τὸ τιθηνεῖν καὶ ἐκτρέφειν ἐκ νηπίων. ἔστιν ἀταλός, ὁ νήπιος, ὁ τλῆναι καὶ κακοπαθῆσαι μὴ δυνάμενος, καὶ ἐξ αὐτοῦ ἀτάλλειν καὶ ἀτιτάλλειν κατὰ ἀναδιπλασιασμόν · τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνης
α 1363 Ἀτίζων · ἀτιμάζων, ὑπερορῶν, οἷον · ὁ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται· τίω καὶ ἀτίω καὶ πλεονασμῷ τοῦ ζ ἀτίζω. ἢ ἀπὸ τοῦ ἀτιμάζω κατὰ συγκοπήν
α 1364 Ἄτλας · ὄρος Λιβύης. Πολύϊδος δὲ ὁ διθυραμβοποιὸς παρίστησιν αὐτὸν ποιμένα γεγονέναι, καί φησιν ὅτι παραγενόμενος ὁ Περσεὺς ἐπερωτώμενός τε ὑπ’ αὐτοῦ τίς εἴη καὶ πόθεν ἀφῖκτο, ἐπειδὴ λέγων οὐκ ἔπειθεν, ἀνάγκῃ ἔδειξεν αὐτῷ τὸ τῆς Γοργόνος πρόσωπον καὶ ἀπελίθωσεν αὐτόν· καὶ ἀπ’ αὐτοῦ τὸ ὄρος Ἄτλας ἐκλήθη. οὕτως Λυκόφρονος ἐν Ὑπομνήματι. σημαίνει δὲ καὶ τὸν θεόν, οἷον · Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει· καὶ εἴρηται τοῦτο κατ’ ἐπίτασιν τοῦ α ἵν’ ᾖ ὁ μὴ τλῶν καὶ ἀνάγκῃ ποιῶν, ἀλλ’ ἑκούσια φέρων καὶ οὐ κατὰ κόλασιν, ἐπεὶ γελοῖον ἦν τοὺς θεοὺς πιστεύειν ἑαυτοὺς καὶ τὸν κόσμον μὴ φοβουμένῳ
α 1365 Ἀτμεύειν · σημαίνει δὲ τὸ δουλεύειν· Νίκανδρος ἐν Θηριακοῖς, οἷον · ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος. γίνεται παρὰ τὸν ἀτμένα, τὸν σημαίνοντα τὸν δοῦλον, ἀτμεύω· ἀτμήν γὰρ ὁ δοῦλος. ἀπὸ οὖν τοῦ ἀτμήν ἀτμῶ καὶ ἀτμεύω καὶ ἡ θηλυκὴ μετοχὴ ἀτμεύουσα
α 1366 Ἀτμήν · ὁ δοῦλος· Καλλίμαχος · φιλαδελφίων ἀτμένος ἢ ἀδόμων· ἀτμήν εἴρηται παρὰ τὸ τιμή ἀτιμήν καὶ κατὰ συγκοπὴν ἀτμήν, οἷον ὁ ἄτιμος. ἢ πολύτμητόν τινα ὄντα ὑπὸ τῶν μαστίγων τοῦ α ἐπιτατικοῦ νοουμένου α
α 1367 Ἄτμητος · τὸ τμητός καὶ ἄτμητος οὐ πεποίηται ἀπὸ τῶν εἰς μω. οὐ γὰρ παρὰ τὸ τέμω, ἀλλ’ ἀπὸ τοῦ τεμῶ γίνεται τομή ῥηματικὸν ὄνομα καὶ ὡς δέμω δομή καὶ οἰκοδομή καὶ νέμω νομή. ἐκ δὲ τοῦ τομή γίνεται ῥῆμα τομῶ, ὡς φωνή φωνῶ, σκηνή σκηνῶ, τιμή τιμῶ. ἐκ δὲ τοῦ τομῶ γίνεται ῥηματικὸν ὄνομα τομητός καὶ κατὰ συγκοπὴν τμητός καὶ ἄτμητος, ὡς καμητός κμητός καὶ ἄκμητος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 1368 Ἀτμός · ἡ ἀναπνοὴ τοῦ θερμοῦ ὕδατος· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ παρακείμενος ἦσμαι ἀσμός καὶ ἀτμός
α 1369 Ἄτοπον · τὸ ἄτοπον ἀντὶ τοῦ θαυμαστοῦ ἢ ἀλόγου τάττεται
α 1370 Ἄτρυτος · οὐκ ἀπὸ τοῦ τρύχω, ἀλλ’ ἀπὸ τοῦ τρύω τρυτός καὶ ἄτρυτος· σημαίνει δὲ τὸν ἀκαταπόνητον
α 1371 Ἀτρέμας · ἡσύχως, ἠρέμα, χωρὶς τρόμου · ἀτρέμας ἧσο· παρὰ τὸ τρέμω ἀτρεμῶ γίνεται ἀτρέμα, ὥσπερ παρὰ τὸ σιγῶ σῖγα καὶ ἀντῶ ἄντα, οἷον · ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων· καὶ πλεονασμῷ τοῦ ς ἀτρέμας. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν α
α 1372 Ἀτρύγετος · παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο. εἰ μὲν παρὰ τὴν τρύγην, οὐ πλεονάζει· τρύγη δέ ἐστιν ὁ Δημητριακὸς καρπός, οἷον · ὥσπερ ὄνου κήλωνος ὀτρυγηφάγου, κατὰ πλεονασμὸν τοῦ ο ὡς ἐπὶ τοῦ κρυόεις ὀκρυόεις, παρὰ τῷ Ἀρχιλόχῳ· εἰ δὲ παρὰ τὸ τρύειν, πλεονάζει· ἄτρυτος γὰρ καὶ ἀτρύετος καὶ πλεονασμῷ τοῦ γ ἀτρύγετος. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
α 1373 Ἀτραπὸς οἷνος · τραπεῖν ἐστι τὸ πατῆσαι· ὅθεν καὶ τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον ἀπόσταγμα τῆς σταφυλῆς ἀτραπὸς οἶνος καὶ ἀπότροπος λέγεται. οὕτως Ὦρος
α 1374 Ἀτρῶιος · εἴρηται περὶ τούτου εἰς τὸ ἀθῷος
α 1375 Ἀτρείδηισι Θήβηισι πύληισι · ἔχουσι τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. ἔστι γὰρ Ἀτρείδαις καὶ Θήβαις καὶ πύλαις, καὶ κατ’ ἐπέκτασιν γίνονται Ἀτρείδαισι καὶ Θήβαισι καὶ πύλαισι, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Θήβηισι καὶ πύληισι καὶ Ἀτρείδηισι καὶ μένει τὸ ι προσγεγραμμένον. λέγει δὲ ὁ Τεχνικός ὅτι ὥσπερ οἱ Ἀθηναῖοι τῆς ει διφθόγγου τὸ ἓν φωνῆεν τρέπουσιν, οἷον εἰκάζω, ᾔκαζον, εἴδειν ᾔδειν, τὸν αὐτὸν οὖν τρόπον καὶ οἱ Ἴωνες τῆς αι διφθόγγου τὸ ἓν φωνῆεν μόνον τρέπουσιν, λέγω δὴ τὸ α εἰς η οἷον Ἀτρείδαισι Ἀτρείδηισι. δεῖ δὲ γινώσκειν, ὅτι παρὰ τῷ ποιητῇ πᾶσαι αἱ τοιαῦται δοτικαὶ τρέπουσι τὸ α εἰς η εἴτε ἀπεκτεταμέναι εἰσὶν εἴτε ἀνεπέκτατοι, οἷον ἐν παλάμαις · ἐν παλάμηισιν, · ἐν παλάμηις φορέουσι δικασπόλοι υἷες Ἀχαιῶν, καὶ πάλιν ἐν βήσσαις · ἐν βήσσηισιν, καὶ πάλιν κορυφαῖσι · κορυφῆισι, καὶ πάλιν κονίαισι καὶ κονίηισιν · ὅτ’ ἐν κονίησι μιγείης. δύο δέ τινα σημειούμεθα μὴ τρέψαντα τὸ α εἰς η παρὰ τῷ ποιητῇ, οἷον · ὅτε θεαῖς ἀγάασθε παρ’ ἀνδράσιν εὐνηθῆναι, καὶ λιμέσι τε καὶ ἀκταῖς. δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ μὲν τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ἡνίκα μὲν εἰς ες ἐστὶν ἡ εὐθεῖα τῶν πληθυντικῶν, προσθέσει τῆς σι συλλαβῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν παρὰ τοῖς ποιηταῖς καὶ τοῖς Ἴωσιν, οἷον Αἴαντες Αἰάντεσσι, κύνες κύνεσσι, λαμπάδεσσι, μητέρεσσι· ἡνίκα δὲ μὴ εὑρεθῇ εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἐκ τῆς δοτικῆς τῶν πληθυντικῶν γίνονται αἱ τοιαῦται ἐπεκτεταμέναι δοτικαὶ κατὰ πρόσθεσιν τοῦ ι οἷον καλοῖς καλοῖσι, σοφοῖς σοφοῖσι, Μούσαις Μούσαισι, Ἀτρείδαις Ἀτρείδαισι. τοῦτο δὲ γίνεται, ἐπειδὴ πᾶσα δοτικὴ πληθυντικῶν θέλει ἔχειν πρὸ τοῦ ι τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, οἷον Αἴασι λέβησι, δυνάμει δέ, οἷον Κύκλωψι κόραξιν. ἐπεὶ οὖν τὸ καλοῖς καὶ σοφοῖς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἔχει τὸ ς πρὸ τοῦ ι τούτου χάριν ἐπεκτείνονται διὰ τοῦ ι ἵνα εὑρεθῇ πρὸ τοῦ ι τὸ ς. ἐπὶ δὲ τῶν οὐδετέρων, ἐπειδὴ οὐδέποτε λήγει εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἐκ τῆς γενικῆς τῶν ἑνικῶν γίνονται αἱ τοιαῦται δοτικαί, οἷον στόματος στομάτεσσι. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὴν Ποσότητα
α 1376 Ἆτος · ὁ ἀπλήρωτος· παρὰ τὸ τῶ, τὸ ζητῶ, γίνεται ῥηματικὸν ὄνομα μετὰ τοῦ ἐπιτατικοῦ α ἆτος, ὁ ἀκόρεστος· ὁ γὰρ ἀκόρεστος πάντοτε αἰτεῖ. ἢ ἀπὸ τοῦ ἆσαι, τὸ κορέσαι, οἷον · αἵματος ἆσαι Ἄρηα ταλαύρινον, γίνεται ἆτος κατὰ ἀντίφρασιν, τουτέστιν ὁ μὴ κεκορεσμένος · καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο. ἔστι δὲ τοιοῦτον περὶ τοῦ Ὤτου καὶ Ἐφιάλτου· τοὺς Ἀλοΐδας τούτους, φασί, γενέσθαι βασιλεῖς τῆς Ἑλλάδος· πολλῆς δὲ καὶ βαρβάρου γῆς ἐπικρατήσαντας καταπαῦσαι τὸν πόλεμον καὶ τὰς εἰς αὐτὸν παρασκευὰς καὶ ἐν εἰρήνῃ ποιῆσαι βιοτεύειν τοὺς ἀνθρώπους· διὰ τοῦτο ἔδοξαν δῆσαι τὸν Ἄρη, τουτέστι τὸν πόλεμον. βέλτιον δὲ τοῦτο, ὅτι φιλοσοφεῖν βούλεται Ὅμηρος διὰ ταύτης τῆς ῥαψῳδίας. Ἄρην οὖν ὀνομάζει τὸν θυμόν, Ὦτον δὲ καὶ Ἐφιάλτην τοὺς ἐν παιδείᾳ λόγους. τούτων γὰρ τῶν λόγων ὁ μὲν τῆς ἐκμαθήσεως καὶ διδασκαλίας κινεῖται, ὁ δὲ ἕτερος ἐστὶν ἐνδιάθετος καὶ ἐκ φύσεως παρεπόμενος τοῖς ἀνθρώποις. τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον Ὦτον προσηγόρευσεν, ὅτι διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι, τὸν δὲ ἐνδιάθετον καὶ ἐκ φύσεως παρεπόμενον Ἐφιάλτην ὠνόμασεν, οἷον τὸν αὐτομάτως ἐφαλλόμενον, τουτέστιν ἐμβαλλόμενον ταῖς ἀκοαῖς. ὑπὸ τούτων δὲ ἀμφοτέρων, φησί, δεθῆναι τὸν Ἄρη, τουτέστι τὸν θυμόν, καὶ ἐπὶ πολὺ βασανισθῆναι, ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ ἐκδιδάσκουσι τοὺς ἀνθρώπους κατέχειν μὲν ὀργὴν καὶ ἐπιθυμίαν, ἥκιστα δὲ θυμῷ χρῆσθαι, ὅπερ φησὶν Ὅμηρος, θυμὸν μὲν ἐπὶ τῶν λόγων τούτων, αὖθις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ Ἐριβοίας τοῦτο μηνυούσης. Ἑρμῆν πάλιν ὠνόμαζον τὸν λόγον, ὅτι ἑρμηνεὺς γίνεται πάντων πραγμάτων ὁ λόγος· Ἠεριβοίαν δὲ ὠνόμαζον τὴν στάσιν παρὰ τῇ μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν, ἐπειδὴ πολλοῖς λόγοις ἐξουσίαν δίδωσι τῷ θυμῷ χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ, ὅτ’ ἂν ὑπὲρ πατρίδος δέοι καὶ παίδων καὶ γονέων καὶ κτημάτων καὶ πολιτείας πρὸς πολεμίους ἀγωνίζεσθαι· τότε γὰρ ὁ λόγος οὐκέτι κατέχει τὸν θυμόν, οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τουναντίον αὐτὸς καὶ παρακελεύεται καὶ προτρέπεται χρῆσθαι κατὰ τῶν οἰκείων, μᾶλλον δὲ τῶν ἐχθίστων, ἵνα μὴ ὑπὸ τῶν πολεμίων ληφθέντες κακῶς πείσωνται
α 1377 Ἀτραπός · ἡ ὁδός· παρὰ τὸ τρέπω τραπός καὶ κατ’ ἐπίτασιν τοῦ α ἀτραπός. καὶ ἀτραπιτός ἡ αὐτή, ἡ πολλὰς τοῖς ἄλλοις τροπὰς παρέχουσα
α 1378 Ἀτρεύς · παρὰ τὸ τρεῖν, τὸ φοβεῖσθαι· ὥσπερ γὰρ παρὰ τὸ τρέφω γίνεται τροφεύς, οὕτως καὶ παρὰ τὸ τρέω γίνεται τρεύς καὶ μετὰ τοῦ στερητικοῦ α Ἀτρεύς, ὁ ἄφοβος
α 1379 Ἄτρακτος · κυρίως τὸ γυναικεῖον ἐργαλεῖον, ἐφ’ οὗ τὸ νῆμα περιειλεῖται· καταχρηστικῶς δὲ καὶ ἐπὶ βέλους· Σοφοκλῆς · τὸν γὰρ βαλόντ’ ἄτρακτον οἶδα καὶ θεὸν Χείρωνα πημήναντα. εἴρηται δὲ κατ’ εὐφημισμὸν ἀτάρακτος ὤν· ἀεὶ γὰρ ταράσσεται. ἢ ὅτι ἀτάρακτον τὸ νῆμα φέρει. ἀπὸ οὖν τοῦ ταράσσω γίνεται ἀτάρακτος. ἐπὶ δὲ τοῦ βέλους ἀπὸ τῆς περὶ τοῦ ξύλου ὁμοιότητος εἴρηται μεταφορικῶς α
α 1380 Ἀτρακτυλίς · εἶδος ἀκάνθης. εἴρηται δέ, ὅτι αἱ τῶν ἀγροίκων γυναῖκες ἀπ’ αὐτῆς τοὺς ἀτράκτους ἐποίουν
α 1381 Ἀτρεκέως καὶ ἀτρεκές ὃ δὴ καὶ μετὰ τοῦ ν λέγεται, καὶ τὸ α ἐπιτατικὸν λαμβάνεται· παρὰ γὰρ τὸ δέρκω ῥῆμα γίνεται ἀδερκής καὶ μετ’ ἐπιτάσεως τοῦ α καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ καὶ τροπῇ τοῦ δ εἰς τ γίνεται ἀτρεκής, ὑπὸ γὰρ πολλῆς ὀξυωπίας τὸ ἀληθὲς θηρᾶται. ἢ παρὰ τὸ τρέω, ὃ σημαίνει τὸ δέδοικα γίνεται τρεής καὶ ἀτρεής καὶ πλεονασμῷ τοῦ κ ἀτρεκής, ὁ γὰρ εὐθαρσὴς καὶ εὔτολμος τὴν ἀλήθειαν λέγει, ὁ δεδοικὼς δὲ ψεύδεται. Ἀλέξανδρος δὲ ἀπὸ τοῦ τρέχω τρεχής καὶ ἀτρεκής, ὃν οὐδὲν δύναται παραδραμεῖν, ἢ ὃ οὐδεὶς δύναται παραδραμεῖν, ἢ ὃ οὐδεὶς δύναται παραδραμεῖν εὖ φρονῶν
α 1382 Ἀτρία · πόλις Τυρρηνίας. ἱστορεῖται δὲ ὑπὸ Διομήδους κτισθῆναι καὶ ὀνομασθῆναι Αἰθρία, ὅτι ἐπιστάντος αὐτοῦ τῷ τόπῳ, χειμῶνος ὄντος, συνέβη αἰθρίαν γενέσθαι, οἱ δὲ παραφθείραντες τὸ ὄνομα Ἀτρίαν αὐτὴν ὠνόμασαν
α 1383 Ἀτρυτώνη · ἡ Ἀθηνᾶ· εἴρηται δὲ παρὰ τὴν τρυτάνην, ἥτις ἐστὶ ζυγός, ἀντὶ τοῦ ἄζευκτε· παρθένος γὰρ ἡ θεός α
α 1384 Ἄττα · ἐπίφθεγμα τιμητικὸν νεωτέρου πρὸς παλαιότερον. εἴρηται παρὰ τὸ ἀππά κατὰ Μακεδόνας, τροπῆς γενομένης τοῦ π εἰς τὸ τ
α 1385 Ἄττα · οὐ τὸ ἐπίφθεγμα, ἀλλὰ τὸ Ἀττικόν, ὅπερ ὁ ποιητὴς ἅσσα εἶπεν, οἶον · ἅσσα τε μητιόωσι μετὰ σφίσιν. τοῦτο δὲ γέγονεν ἀπὸ τοῦ τα Δωρικοῦ τοῦ σημαίνοντος τὸ τινά, ὅπερ διπλασιασμῷ τοῦ ς μετὰ τοῦ α ψιλοῦ τρέπεται καὶ διὰ τῶν δύο ττ λέγεται Ἀττικῶς. σημαίνει δὲ τὸ τινά ψιλούμενον, δασυνόμενον δὲ τὸ ἅτινα
α 1386 Ἀττάραγος · ἡ ἐπὶ τῶν ἄρτων ἀπὸ τῆς φλογὸς γενομένη ῥῆξις· Καλλίμαχος · οὐδ’ εσὸν ἀτταραγόν τοι δέδοικα. παρὰ τὸ ἀτάραγός τις ὤν
α 1387 Ἀττικός · τὸ ἐθνικόν, ὁ Ἀθηναῖος. εἴρηται παρὰ τὸ ἀκτή, ἀκτικός καὶ Ἀττικός· Ἀκτή γὰρ ἐκαλεῖτο ἡ Ἀττική, ὅθεν καὶ Ἀκταῖοι οἱ Ἀθηναῖοι ἐκαλοῦντο α
α 1388 Ἀτυχθείς · ἔστι τεύχω, τὸ ἐπιτυγχάνω, ὁ μέλλων τεύξω, ὁ δεύτερος ἀόριστος ἔτυχον, ἐτύχην, ἡ μετοχὴ τυχείς καὶ τυχθείς κατὰ πλεονασμὸν τοῦ θ ὥσπερ χαμαλός χθαμαλός· καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς, ὁ μὴ βουλόμενος τυχεῖν, ἀλλ’ ἀποστρεφόμενος εἰς τὸ διαμαρτεῖν. σημαίνει δὲ καὶ τὸ καταπλαγείς, φοβηθείς, ὥσπερ Ὅμηρος · πατρὸς φίλου ὄψιν ἀτυχθείς
α 1389 Ἀτυχῆσαι · τὸ ἀτυχῆσαι ἀντὶ τοῦ ἀποτυχεῖν Πλάτων λαμβάνει
α 1390 Ἀτυζόμενοι · ταρασσόμενοι· ἀτύω, τὸ ταράσσω, ἀτύσω καὶ κατὰ παραγωγὴν ἀτύζω Αἰολικῶς
α 1391 Ἀτύζων · ἄκρα δ’ ἐπὶ ψύχει περὶ δὲ φλέβες ἔνδοθι γυίων ῥωμαλαῖαι στέλλονται· ὃ δ’ ἠέρα παῦρον ἀτύζει οἷα κατηβολέων, ψυχὴ δ’ Ἀϊδωνέα λεύσσει. ἐάν ἐστιν ἀτίζων, ἀφροντιστῶν, ἐὰν δὲ ἀτύζων, ἄτῃ περιφερόμενος. οἷα κατηβολέω ν· καταπίπτων σώματι καὶ ψυχῇ. οὕτως εὖρον ἐν Ὑπομνήματι Νικάνδρου ἐν Θηριακοῖς
α 1392 Αὐαλέας · εἴρηται εἰς τὸ αὐχμός
α 1393 Αὐγή · παρὰ τὸ ἄγω ἀγή καὶ αὐγή, δι’ ἧς ἀγόμεθα· σκότος δὲ παρὰ τὸ ἐπισχέσθαι ἡμᾶς α
α 1394 Αὐδή · ἡ φωνή· εἴρηται παρὰ τὸ αὐγή αὐδή κατὰ τροπήν, δι’ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ· Ἀπολλώνιος δὲ παρὰ τὸ αὔω, τὸ φωνῶ, αὐτή, ὅπερ ἐν διαιρέσει λέγεται ἀϋτή καὶ τροπῇ αὐδή
α 1395 Αὔδα · ἐξαύδα, μὴ κεῦθε νόῳ· ἔστι αὐδέω αὐδῶ, ὁ παρατατικὸς ηὔδαον ηὔδων, τὸ τρίτον ηὔδαε ηὔδα καὶ τὸ προστακτικὸν αὔδαε αὔδα · αὔδα ὅ τι φρονέεις· τὸ δὲ αὐδῶ παρὰ τὸ αὐδή αὐδῶ, ὡς φωνή φωνῶ καὶ σιγή σιγῶ
α 1396 Αὐέρυσαν · ἰστέον, ὅτι τὸ α οὐ μόνον τὸ ὁμοῦ σημαίνει, ὡς ἐπὶ τοῦ ἄλοχος, ἀλλὰ καὶ τὸ ὀπίσω, ὡς ἐπὶ τοῦ ἀκόλουθος· οὐ μόνον γὰρ τὸν ὁμοκέλευθον σημαίνει, ἀλλὰ καὶ τὸν ὀπίσω τὴν κέλευθον ἔχοντα, ὁ γὰρ ἀκολουθῶν ὄπισθεν ἀκολουθεῖ. ἤτοι οὖν ὁμοκέλευθος ἢ ὀπίσω ἔχων τὴν ὁδόν, ὥστε τὸ α σημαίνει τὸ ὀπίσω ἔρυσαν καὶ ἀέρυσαν, καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν · τὸ δὲ α τὸ σημαῖνον τὸ ὀπίσω ἀπὸ τοῦ ἄψ γέγονε κατὰ ἀποβολήν
α 1397 Αὐθάδης · αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης. οὕτως εἰς τὸ Ῥη. εἴρηται ὁ ἑαυτῷ ἁδῶν καὶ μὴ συμβούλῳ τινὶ χρώμενος, αὐτοάδης καὶ αὐθάδης· ἁδεῖν γὰρ σημαίνει τὸ ἀρέσκειν α
α 1398 Αὖθι · τοπικὸν ἐπίρρημα · αὖθι μένειν, αὐτόθι, ἐπὶ τόπον· τὸ δὲ παρὰ τῷ ποιητῇ αὖτις ἐστὶ μετὰ τοῦ τ οἷον · αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί, καὶ σημαίνει εἰς τὸ ἐξ ὑστέρου. τὸ δὲ αὖθι τοπικόν ἐστι ἀντὶ τοῦ αὐτόθι· ἐν γενικῇ γὰρ καὶ ἐν τοπικῇ σχέσει λαμβάνεται· Ὅμηρος · αὐτοῦ οἱ καὶ μοῖρα τετεύξεται. ὥσπερ γὰρ ἀπὸ τοῦ Λέσβος γίνεται Λεσβόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτός αὐτόθι καὶ κατὰ συγκοπὴν αὖθι. οὕτως Δίδυμος καὶ Ἡρωδιανὸς καὶ Ἀπολλώνιος
α 1399 Αὐθέντης · ὁ φονεὺς ὁ ἑαυτὸν κτιννύων· τὸ γὰρ ἐν τῇ συνηθείᾳ ἕτερον. εἴρηται παρὰ τὸ αὐτοέντης τις ὤν, ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστι τοῖς βέλεσιν. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικεν παρὰ τὸ αὐτὸ καὶ τὸ ἔντης, ὁ ἑαυτὸν ἐπαφεὶς εἰς πάντα καὶ ὢν αὐτεξούσιος καὶ μὴ ἄλλου ἀλλ’ ἑαυτοῦ ὤν α
α 1400 Αὐΐαχοι · Ὅμηρος · ἄβρομοι αὐΐαχοι. ἢ παρὰ τὴν ἰὰν ἰακός καὶ ἢ κατὰ πλεονασμὸν ἢ κατὰ στέρησιν ἀΐαχος καὶ πλεονασμῷ τοῦ υ αὐΐαχος. τινὲς δὲ παρὰ τὸ ἰαχή ἰαχός καὶ ἐν συνθέσει αὐΐαχος, ἵνα σημαίνῃ τὸν ξηρόφωνον
α 1401 Αὐλός · τὸ φωνητικὸν ὄργανον καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος καὶ περόνης μέτρον. οὕτως ἐν τῷ Ῥητορικῷ. γέγονε δὲ παρὰ τὸ αὔω, τὸ φωνῶ, αὐλός, ὡς δαίω δαυλός
α 1402 Αὐλός · τὸ στάδιον, καὶ ἐν συνθέσει δίαυλος. εἴρηται δὲ διὰ τὴν στενότητα· καθ’ ἣν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαρύγγων στενὰ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν· καὶ ἐπαύλεις τὰς μεστὰς κελεύθους ἀναπαύσεις, ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐλούντων διαθέει α
α 1403 Αὖλιν · ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο, ἀντὶ τοῦ αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπεδεύσαντο, ἐκοσμήθησαν α
α 1404 Αὐλῆς ἐν χόρτῳ · ἐν τῷ περιφράγματι τῆς αὐλῆς, ἐν τῷ μεσαύλῳ. χόρτοι δὲ οἱ τροχοί, ἐπειδὴ ἀπὸ χόρτου τὸ παλαιὸν κατεσκευάζοντο
α 1405 Αὐλίς · πόλις Βοιωτίας, ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι τὸν Ἑλληνικὸν στρατόν
α 1406 Αὐλή · ὁ περιτετειχισμένος καὶ ὕπαιθρος τόπος, οἷον · αὐλῆς ἐν χόρτῳ· παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὐή καὶ αὐλή, ὁ περιπνεόμενος τόπος
α 1407 Αὐλισθῆναι · ἔστιν ἅλες, τὸ ἀθροῦν· ἐκ τούτου γίνεται ἁλίζω καὶ αὐλίζω, καὶ ἁλιζόμενοι, τουτέστιν συναθροιζόμενοι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
α 1408 Αὐλητρίς · ἔστιν αὐλητήρ αὐλητῆρος, εἶτα παρωνύμως αὐλητηρίς καὶ κατὰ συγκοπὴν αὐλητρίς, ὡς σωτήρ σωτῆρος σωτηρίς καὶ ἐτήρ ἐτῆρος ἐτηρίς τριετηρίς
α 1409 Αὔλιον ἄντρον · ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν· παρὰ τὸ ἐν αὐτῷ αὐλισθῆναι τὸν Διόνυσον
α 1410 Αὐλωνία · πόλις ὑπὸ Κροτωνιατῶν κτισθεῖσα καὶ ἀπὸ τῶν προκειμένων αὐλῶν ἔχουσα τὸ ὄνομα· ὕστερον δὲ τῷ χρόνῳ Καυλωνία ἐκλήθη
α 1411 Αὐλῶπις τρυφάλεια · ἐκ πολλῶν μερῶν καὶ ποικίλων συνεστῶσα, καθάπερ καὶ τὰ τοῦ αὐλοῦ μέρη. ἢ εἰς ὀξὺ λήγουσα, καθάπερ αὐλὸς ἐπὶ τὴν τῆς γλώττης εἰσβολήν. ἢ αὐλίσκον ἔχουσα, καθ’ οὗ πήγνυται ὁ λόφος· ἔστι δὲ εἶδος περικεφαλαίας α
α 1412 Αὐλοῖσι διδύμοισι · πᾶν τὸ εἰς μῆκος ἀνατεταμένον αὐλὸς καλεῖται· δίδυμον δὲ καλεῖν εἴωθεν Ὅμηρος τὸ συμφυές, τοὺς δὲ παρ’ ἡμῖν διδύμους διδυμάονας καλεῖ
α 1413 Αὖος · ὁ ξηρός. ἔστιν ῥῆμα ὕω, τὸ σημαῖνον τὸ βρέχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΰω καὶ κατὰ συναίρεσιν αὔω, ἐξ οὗ ῥηματικὸν ὄνομα αὖος, ὁ μὴ ὑγρός, ἀλλ’ εἰς αὖσιν καὶ καῦσιν ἐπιτήδειος. ἢ παρὰ τὸ αὔω, τὸ ξηραίνω, γίνεται αὖος, ὁ ξηρός
α 1414 Αὐόνη · ἡ ξηρότης· Ἀρχίλοχος, οἷον · κακήν σφιν Ζεὺς ἔδωκεν αὐόνην. εἴρηται παρὰ τὸ αὔω, τὸ ξηραίνω, ἔνθεν καὶ αὖος αὐόνη, ὡς ἔχω ἐχόνη καὶ ἀμπεχόνη καὶ πείρω περόνη καὶ βάλλω βελόνη
α 1415 Αὐρόσχας · ἡ ἄμπελος· μέμνηται Παρθένιος ἐν Ἡρακλεῖ · αὐρόσχαλα βότρυν Ἰκαριωνίης· Ἐρατοσθένης δὲ ἐν Ἐπιθαλαμίῳ τὸ κατὰ βότρυν κλῆμα. εἴρηται δὲ ἐπαιωρημένη τις οὖσα ὄσχη· ὄσχη γὰρ τὸ κλῆμα καὶ ὄσχος εἴρηται
α 1416 Αὔρα · ἡ λεπτοτάτη πνοὴ τοῦ ἀνέμου. ἔστι δὲ παρώνυμον παρὰ τὸ ἀήρ ἄρα καὶ πλεονασμῷ τοῦ υ αὔρα μεταχθὲν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκὸν γένος, ὡς ξυστήρ ξύστρα, γαστήρ γάστρα. δύναται δὲ καὶ ἀπὸ τοῦ ἀήρ ἀέρος γενέσθαι ἀέρα καὶ κατὰ κρᾶσιν αὖρα, ὡς γράες αἱ γραῦς καὶ αἱ νάες αἱ ναῦς
α 1417 Αὔριον · παρὰ τὴν αὔω Αἰολικῶς, ὃ σημαίνει τὴν ἡμέραν, αὔιον καὶ αὔριον α
α 1418 Αὔσονες · οἱ Ἰταλοί. καὶ Αὐσονία ἡ Ἰταλία· οὐκ ἀπὸ Αὔσονος τοῦ Κίρκης ἢ Καλυψοῦς καὶ Ὀδυσσέως, ἀλλ’ ὅτι τὴν Ἰταλίαν οἱ παροικοῦντες ἔποικοι Αὔζενα ἔλεγον, κατὰ μετάπτωσιν οὖν τοῦ ζ εἰς τὸ ς καὶ τοῦ ε εἰς ο Αὔσονες οἱ ἄζονες
α 1419 Αὐσταλέας · αὐχμηράς, ξηράς· παρὰ τὸ αὔω, τὸ ξηραίνω· Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά, οἷον · αὐσταλέας δ’ ἔψηχε παρηΐδας· αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαίδρυνε περὶ χρόα· δῦνε δὲ πέπλον
α 1420 Αὐσίον · καὶ ὁ μὲν Ἴβυκος αὔσιον λέγει, οἷον · οὐ γὰρ αὔσιον παῖς Τυδέως, ὁ δὲ Ἀλκμὰν ταυσία, οἷον · ταυσία παλλακίω, ὁ δὲ ποιητὴς κατὰ διάστασιν καὶ τροπὴν τοῦ α εἰς η οἷον · τηϋσίην ὁδόν. οὐδεὶς γὰρ τὸν σχηματισμὸν αὐτοῦ κατώρθωσεν· ἐγὼ δὲ ἡγοῦμαι, ὅτι πρῶτον τὸ παρ’ Ἰβύκῳ, δεύτερον τὸ παρ’ Ἀλκμᾶνι, τρίτον τὸ παρ’ Ὁμήρῳ κατὰ διάστασιν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 1421 Αὐσίτης · Ἰσαῦ Ἰσαύτης καὶ ὑπερβιβασμῷ Αὐσίτης· Ἰσαύα γὰρ χώρα ἐστίν, ἐξ ἧς ἦν
α 1422 Αὖτις · παρὰ τὸ α ὃ σημαίνει εἰς τὰ ὀπίσω, ὅθεν τὸ αὐέρυσαν, καὶ τοῦ τίς καὶ πλεονασμῷ τοῦ υ αὖτις, τὸ ἐκ δευτέρου
α 1423 Ἀτενίζω · τὸ πάνυ βλέπω, ἀπὸ τοῦ τείνω, ὁ μέλλων τενῶ, καὶ κατὰ παραγωγὴν τενίζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω, τὸ λίαν καὶ ἐπιτεταμένως βλέπω
α 1424 Αὖτε · ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω, γίνεται ἄτε καὶ πλεονασμῷ τοῦ υ αὖτε
α 1425 Αὐτάρκης · παρὰ τὸ αὐτός καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἐπαρκῶν καὶ βοηθῶν α
α 1426 Αὐτίκα · ὥσπερ παρὰ τὸ πολλὰ γίνεται πολλάκι καὶ ὀλίγα ὀλιγάκι καὶ δέκα δεκάκι καὶ παρὰ τὰτου Δωρικῶς τουτάκι, ὡς παρὰ Πινδάρῳ · τουτάκι πεζαμένης, οὕτως καὶ παρὰ τὸ αὐτά αὐτάκι καὶ κατὰ ἀντίθεσιν αὐτίκα. οὕτως Ὠρίων. καὶ μετὰ τῆς πρό προθέσεως παραυτίκα
α 1427 Αὐτοκασίγνητος · γνήσιος ἀδελφός
α 1428 Αὐτοσχεδά · ἐκ τοῦ σύνεγγυς · Μάρις δ’ αὐτοσχεδὰ δουρὶ Ἀντιλόχῳ ἐπόρουσε
α 1429 Αὐτόγυον · πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄρτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηϊοτῆτι. Φλέγρα ὄρος Θρᾴκης, ὅπου συνέστησαν οἱ θεοὶ πρὸς Τιτᾶνας μάχην. εἴρηται δὲ διὰ τὸ ἐν αὐτῷ φλεγῆναι τοὺς Γίγαντας τῷ κεραυνῷ Διῒ ἀνθισταμένους. αὐτόγυον δὲ δύο εἴδη εἰσὶν ἀρότρων, τὸ μὲν καλεῖται πηκτόν, τὸ δὲ αὐτόγυον· καὶ τὸ μὲν ἐκ συμβολῆς ξύλων ἔχον τὸ ἔλυμα καλεῖται πηκτόν, τὸ δὲ ἐξ ἑνὸς ξύλου ἔχον τὸ ἔλυμα καλεῖται αὐτόγυον· τὸ δὲ ἔλυμα ξύλον ἐστίν, εἰς ὃ ὕνις σιδηρᾶ οὖσα ἐντίθεται καὶ τὴν γῆν σχίζει. ὃ δὲ κρατεῖ ὁ ἀρῶν ἐχέτλη καλεῖται. τὸ δὲ διὰ τοῦ ἐλύματος διαβεβλημένον ξυλάριον, εἰς ὃ ἡ ἐχέτλη καθίεται, ἀλύη· τὸ δὲ ξύλον τὸ ἀπὸ τούτου γινόμενον ἐπὶ τοὺς βοῦς γύης. τὸ δὲ ἀπὸ τοῦ γύου εἰς τὸν ζυγὸν ἱστοβοεύς. τοῦ δὲ ζυγοῦ τὰ τιθέμενα ἐπὶ τοὺς αὐχένας τῶν βοῶν οἱ μὲν ζεύγλας, οἱ δὲ βοείας, οἱ δὲ μέσσαβα καλοῦσιν. οὕτως σχόλιον εὗρον εἰς τὰ Ἀργοναυτικά
α 1430 Αὔτως · παρὰ τῷ ποιητῇ σημαίνει τὸ ὁμοίως καὶ τὸ ματαίως. τὸ ὁμοίως μὲν ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν, τὸ ματαίως δὲ αὐτὰρ ἔμ’ αὔτως ἧσθαι δευόμενον α
α 1431 Αὐτόχρημα · αὐτὸ τὸ πρᾶγμα. ἡ χρῆσις εἰς τὸ ἡρῷον
α 1432 Αὐτοκράτωρ · μεμπτέον οὖν τὴν συνήθειαν ἐπὶ τοῦ αὐτοκράτωρ ὀνόματος. παρὰ τὸ κρατήτωρ ἐστὶ λέγειν, παρὰ γὰρ τὸ κραίνω κράντωρ ἐστί· καὶ ἐν συνθέσει αὐτοκράτωρ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 1433 Αὐτοκάβδαλον · Λυκόφρων · ἀναυλόχητον αὐτοκάβδαλον σκάφος. ἀναυλόχητον μὲν τὴν μικρὰν λέγει· οὐ γὰρ ἦν ναῦς, ἀλλ’ αὐτοσχέδιον πλοῖον οὐδέπω ἐν ὅρμῳ καὶ λιμένι καταλεγόμενον· ναυλόχους γὰρ ἔλεγον τοὺς λιμένας. αὐτοκάβδαλον δὲ τὸ εἰκῇ καὶ ὡσαύτως καὶ αὐτουργὸν γεγονός. κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν ἀλφίτων εἴρηται· τὸ ὡς ἔτυχεν φυραθὲν ἄλευρον αὐτοκάβδαλον
α 1434 Αὐτόματος · αὐτόκλητος καὶ αὐτοπρόθυμος· παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, ὅθεν καὶ μεμαυῖα ἡ μετοχή. ὁ παθητικὸς παρακείμενος μέμαμαι μέμασαι μέμαται· καὶ ὥσπερ παρὰ τὸ κέκριται γίνεται κριτός καὶ βέβαται βατός καὶ ἄβατος, οὕτως καὶ παρὰ τὸ μέμαται ματός καὶ αὐτόματος καὶ αὐτοπρόθυμος. ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστός καὶ αὐτόματος, ὁ αὐτοζήτητος καὶ μὴ παρ’ ἑτέρου ζητηθείς
α 1435 Ἀϋτή · βοή. εἴρηται παρὰ τὸ αὐδῶ αὐδή ἀϋδή καὶ τροπῇ ἀϋτή, ὡς ἐν τῷ μελετῶναι μελεδῶναι· παρὰ γὰρ τὸ μελέτη, μελέτη γὰρ ἡ φροντίς. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται αὐτή καὶ ἀϋτή α
α 1436 Ἀϋτμή · ἡ ἀναπνοή· παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὔω καὶ ἐξ αὐτοῦ αὐτμή καὶ ἀϋτμή
α 1437 Ἀΰτει · ἐφώνει, προσεκαλεῖτο · καὶ ἀΰτει πάντας ἀρίστους
α 1438 Αὐτοσχεδόν · σύνεγγυς. εἰς τὸ σχεδόν ἡ ἐτυμολογία
α 1439 Αὐτονυχεί · σημαίνει δὲ τὸ ἐν αὐτῇ τῇ νυκτί
α 1440 Αὐχήν · ὁ τράχηλος· εἴρηται παρὰ τὸ αὐχμήν αὐχήν, ὁ κατάξηρος τόπος τοῦ σώματος. ἢ παρὰ τὸ ἔχω ὀχήν καὶ αὐχήν, ἐφ’ οὗ ὀχεῖται ἡ κεφαλή. ἢ παρὰ τὸ αὐχεῖν καὶ γαυριᾶν γίνεται αὐχήν· γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι ἀνατείνομεν αὐτόν· οὕτως δὲ καὶ τραχηλιᾶν τινας λέγομεν. οὕτως Μεθόδιος
α 1441 Αὐχμός · ἡ ξηρότης· Ἄρατος · περιδείδιε δ’ αἰνῶς ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθοι αὐχμῷ ἀνιηθείς. εἴρηται παρὰ τὸν αὔξω μέλλοντα αὐχμός κατὰ ἀντίφρασιν, ὁ μὴ ποιῶν τι αὔξεσθαι· ὑγρότης γὰρ τρέφει. ἢ παρὰ τὸ αὔω, τὸ ξηραίνω, ἐξ οὗ αὖος καὶ αὐαλέος καὶ αὐσταλέος γίνεται αὐχμός· τὸ μὲν γὰρ κοινὸν αὐγμός, τὸ δὲ Ἀττικὸν αὐχμός. ἢ παρὰ τὸ ἄζω, τὸ ξηραίνω, γίνεται ἀχμός καὶ αὐχμός
α 1442 Αὔω · τὸ φωνῶ· παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται αὔω κατὰ πλεονασμὸν τοῦ υ
α 1443 Αὔω · τὸ ξηραίνω· παρὰ τὸ ὕω, τὸ βρέχω, γίνεται μετὰ τοῦ στερητικοῦ α ἀΰω καὶ κατὰ συναίρεσιν αὔω, τὸ ἐξ ἀνομβρίας γινόμενον
α 1444 Αὔας · τὰς ξηράς· παρὰ τὸ αὔω, τὸ ξηραίνω · βόας αὔας ὑψός’ ἀνασχόμενος
α 1445 Αὔω · τὸ καθεύδω· Νίκανδρος ἐν Θηριακοῖς · ἢ καὶ ἁματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει, ἀντὶ τοῦ καθεύδει ἢ διατρίβει. εἴρηται δὲ παρὰ τὴν αὔαν Αἰολικῶς· τὴν γὰρ ἠῶ οἱ Αἰολεῖς αὖάν φασι. κυρίως γὰρ αὔω λέγεται τὸ ἕως τῆς ἕω καθεύδω α
α 1446 Αὔως · ἡ ἠώς, τουτέστιν ἡ ἡμέρα, οὕτως λέγεται παρὰ Αἰολεῦσιν· Σαπφὼ · πότνια αὔως, καὶ Ἔσπερε, πάντα φέρων ὅσα φαινόλις ἐσκέδας’ αὔως. εἴρηται παρὰ τὸ αὔω, ὃ σημαίνει τὸ βοῶ, αὔως, ἐπειδὴ φαινομένης αὐτῆς τὰ ζῷα φθέγγονται καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι α
α 1447 Ἀφαδία · ἡ ἀπαρέσκουσα, ἐχθρά, οἷον · δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν. εἴρηται παρὰ τὸ ἀπό καὶ τὸ ἁδεῖν, ὃ σημαίνει τὸ ἀρέσκειν, ἵν’ ᾖ ἡ μὴ ἀρέσκουσα. ἀφαδία οὖν ἡ ἀφανδάνουσα· καὶ οἱ ἐχθροὶ δὲ τοιοῦτοι ἀφανδάνοντες
α 1448 Ἀφάδιος · ὁ ἐχθρός· παρὰ τὸ ἀφανδάνειν. οὕτως Ἡρωδιανός
α 1449 Ἀφαμαρτοεπής · ὁ ἁμαρτάνων ἐν τῷ λέγειν
α 1450 Ἀφάμαρτεν · ἀπέτυχεν· ἀπὸ τοῦ ἁμαρτῶ
α 1451 Ἀφαρεύς · ὁ ἥρως · Ἀφαρῆά τε Δηΐπυρόν τε. ὁ δὲ Ἀπολλώνιος καὶ ὁ Πίνδαρος Ἀφαρῆος ὑποτίθενται τὴν εὐθεῖαν. εἴρηται οὖν Ἀφαρεύς παρὰ τὸ φάρος, τὸ παρὰ τοῖς τραγικοῖς συστελλόμενον, καὶ ἐν παραγωγῇ Ἀφαρεύς, ὁ δὲ Ἡρωδιανός φησι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τὸ Ἄρης συγκεῖσθαι, Τυνδάρης, Ἀφιάρης καὶ Ἀμφιάραος· γέγονεν οὖν καὶ τὸ Ἀφάρης οὕτως, εἶτα παρωνύμως Ἀφαρεύς. ὁ δὲ Κρατῖνος παρὰ τὸ ἄφαρ ἐπίρρημα, παρ’ ὃ καὶ ἀφάρτερός φησι
α 1452 Ἀφάρτερος · ταχύτερος. Ὅμηρος · τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι· εἴρηται παρὰ τὸ ἄφαρ ἐπίρρημα, ἔνθεν οἱ Ἀλεξανδρεῖς ἀφαρεί λέγουσιν τὸ ἐσπουδασμένως καὶ ἀπερισκέπτως ποιεῖν τι ἢ λέγειν
α 1453 Ἀφάσσειν · τὸ ψηλαφᾶν· παρὰ τὸ ἅπτω ἁφή ἁφῶ ἀφάσσω, τὸ τῇ ἁφῇ ὑποβάλλω, ὡς μάσθλη μασθλάσσω
α 1454 Ἀφαυρός · ὁ ἀσθενής, ἤτοι ὁ ἄγαν παῦρος καὶ ὀλίγος κατὰ τὴν δύναμιν. ἢ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ μέλλων φάσω, γίνεται φαρός καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαρός καὶ πλεονασμῷ τοῦ υ ἀφαυρός, ὁ μὴ δυνάμενος δι’ ἀσθένειαν λέξαι. ἢ παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται παράγωγον ῥῆμα φάω, οἷον · φάε δὲ χρυσόθρονος, καὶ ἐξ αὐτοῦ φάρος ὄνομα καὶ κατὰ στέρησιν ἀφαρός καὶ πλεονασμῷ τοῦ υ ἀφαυρός, ὁ ἀλαμπὴς καὶ εὐτελής. ὀξύνεται δὲ τὸ φαρός πρὸς ἀντιδιαστολὴν τοῦ παρὰ Καλλιμάχῳ εἰρημένου, οἷον · ἦ ἄφαρον φαρόωσι. ἄφαρον δὲ τὴν ἀγεώργητον γῆν παρὰ τὸ φέρω
α 1455 Ἄφαρ · εὐθέως, ταχέως· παρὰ τὸ ἅπτω ῥῆμα· τὸ οὕτως ταχέως ἅμα τῷ ἅψασθαι καὶ ἵεσθαι
α 1456 Ἄφαλον · κυνέην ταυρείην ἄφαλόν τε καὶ ἄλοφον· κυνέην μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλόν τε καὶ ἄλοφον κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φαλοί γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν μικρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις
α 1457 Ἀφάροτος · ἡ ἀναροτρίαστος γ ῆ· φάρος γὰρ ἡ ἄροσις, οἷον ἄαρος καὶ πλεονασμῷ τοῦ φ ἄφαρος · καὶ αὐτὴ δὲ ἡ ἄροσις παρὰ τὸ αἴρειν καὶ διαιρεῖν. ἢ φάρος παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ διφάρσους φαμὲν χιτῶνας τοὺς εἰς δύο μέρη κεχωρισμένους καὶ φάρσος τὸ ἀπόσχισμα τῆς ἐσθῆτος α
α 1458 Ἄφακα · Σύρων μέν ἐστιν ἡ λέξις· δύναται δὲ καὶ καθ’ Ἑλλάδα γλῶσσαν, εἰ δεῖ τὸ δημῶδες εἰπεῖν ῥῆμα, περίλημμα, περιβαλούσης τὸν Ἄδωνιν τῆς Ἀφροδίτης ἐκεῖ, ἢ τὴν πρώτην ἢ τὴν ἐσχάτην περιβολήν
α 1459 Ἀφελής · ὁ ὑγιὴς τὸ σῶμα καὶ ὁλόκληρος, οὕτως παρὰ Ἀθηναίοις· παρὰ τὸ μηδενὸς ἀφαιρεῖσθαι μέρους τοῦ σώματος, ἀλλ’ ὑγιὴς εἶναι. λέγεται δὲ καὶ ἀφελής ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν· Ἀριστοφάνης Ἱππεῦσιν · διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρέσυρεν. καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς ἐδοκιμάζοντο Ἀθήνησιν, εἰ ἀφελεῖς καὶ ὁλόκληροι
α 1460 Ἀφέσιος Ζεύς · ἐν Ἄργει τιμᾶται. εἴρηται δέ, ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυγὼν καὶ εἰς τὴν ἄκραν τὴν Ἀργοῦς διασωθεὶς ἱδρύσατο βωμὸν Ἀφεσίου Διός, ὅτι ἀφείθη ἐκ τοῦ κατακλυσμοῦ. ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη ἀπὸ τῶν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. οὕτως Ἀρρειανὸς ἐτυμολογεῖ ἐν τοῖς β τῶν Βιθυνιακῶν
α 1461 Ἀφέστατε · ἄποθεν καὶ χωρὶς ἑστήκατε, κατὰ συγκοπὴν
α 1462 Ἀφεστᾶσι · πόρρωθεν ἑστήκεισαν, ἑστήκασι κατὰ συγκοπήν
α 1463 Ἀφετήρ · ἀπὸ τοῦ ἵημι ἑτής καὶ ἑτήρ καὶ ἀφετήρ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 1464 Ἄφεμα · ἐκ τοῦ ἵημι ἵεμαι ἕμα καὶ ἐν συνθέσει ἄφεμα. οὕτως ὁ αὐτός
α 1465 Ἀφ’ Ἑστίας ἄρχεται · τουτέστιν ἀπό τινος ἑστίας ἄρχεται· ἑστίαν γὰρ ἐκάλουν οἱ ἀρχαῖοι οὐ μόνον τὸ σκεῦος, οὐδὲ μὴν αὐτὴν τὴν θεάν, ἀλλὰ καὶ τὴν οἰκίαν, καθάπερ ὅταν λέγῃ · πᾶσι γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ, καὶ Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσοι ἔασιν, ὅσοι οἶκον ἔχουσι. καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἀφ’ ἑστίας ἄρχεται, τουτέστιν ἀπό τινος οἰκίας ἄρχεται
α 1466 Ἀφέωκα · ἀμφίβολον· θέμα γάρ ἐστιν ἀφεῖκα, εἶτα ἔλλειψις τοῦ ι εἶτα πλεονασμὸς τοῦ ω ἀφέωκα. οὐ δεῖ δὲ τὰ ἀμφιβαλλόμενα παραλαμβάνειν, ἀλλ’ ὥσπερ παρὰ τὸ πετῶ γίνεται πέπτηκα καὶ πέπτωκα κατὰ τροπὴν τοῦ η εἰς ω καὶ τὸ παρώχηκα παρώχωκα, οὕτως οὖν καὶ ἦκα, πλεονασμῷ τοῦ ε ἕηκα καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα· καὶ ὁ παθητικὸς παρακείμενος κατὰ τὸ τρίτον ἵημι
α 1467 Ἀφερτή · οἷον · ἀφερτὴ δ’ ἀρετή· ἀπὸ τοῦ φέρω γίνεται φερτός καὶ φερτή καὶ ἀφερτή, ἐκ δὲ τοῦ φερτός καὶ προφερέστερος τὸ συγκριτικὸν καὶ προφερέστατος
α 1468 Ἀφέλεσθε · ἐπεί μ’ ἀφέλεσθέ γε δόντες· ἀπὸ τοῦ ἕλω, τὸ λαμβάνω, καὶ ἐν συνθέσει ἀφέλω, ὁ παθητικὸς ἐνεστὼς ἀφέλομαι, τὸ πρῶτον τῶν πληθυντικῶν ἀφελόμεθα, καὶ ἀφέλεσθε
α 1469 Ἄφενος · εἴρηται εἰς τὸ ἀφνειός
α 1470 Ἀφεῖναι · εἴρηται εἰς τὸ θεῖναι καὶ εἶναι
α 1471 Ἀφῆκα · ἐκ τοῦ ἵημι· ὁ μέλλων ἥσω, καὶ ἧκα καὶ ἐν συνθέσει ἀφῆκα. οὕτως Ζηνόβιος
α 1472 Ἀφήμενος · ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει, ἀντὶ τοῦ πόρρω καθεζόμενος
α 1473 Ἀφ’ ἡμῶν · ἡ ἀπό πρόθεσις καὶ ἡμῶν ἀντωνυμία. δασύνεται δὲ τὸ ἡμῶν· αἱ γὰρ ἀπὸ μακρᾶς ἀρχόμεναι ἀντωνυμίαι δασύνονται πλὴν τῆς αὐτός
α 1474 Ἀφήτωρ · ὁ οὐδός, ἤγουν ὁ βαθμός, ἡ φλιά. καὶ ὁ τοξότης · οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. εἴρηται παρὰ τὸ ἵημι ἕτης καὶ ἀφέτης, ὡς τίθημι θέτης καὶ δίδωμι δότης. ταῦτα δὲ γίνονται κατὰ τροπὴν εἰς ηρ · θέτης θετήρ καὶ ἐν συνθέσει ὑμνοθετήρ, δότης δοτήρ · θεοί, δοτῆρες ἑάων, οὕτως ἕτης ἑτήρ, καὶ ὡς δοτήρ δώτωρ, οἷον · δώτωρ ἑάων, οὕτως ἕτης ἕτωρ καὶ ἥτωρ καὶ ἀφήτωρ, ὁ ἀφεὶς τὰ βέλη. οὕτως Φιλόξενος καὶ Μεθόδιος. ἢ ὁ Ἀπόλλων, ἤτοι ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου τῷ πένητι καὶ πλουσίῳ
α 1475 Ἄφθιτον · ἀδιάφθαρτον, αἰώνιον. ἡ χρῆσις εἰς τὸ φθίω
α 1476 Ἀφθονέστατον · ἰστέον, ὅτι τὸ ἀρχέστατον, ὡς παρ’ Αἰσχύλῳ ἐν τῇ Πηνελόπῃ, οἷον · ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον· καὶ τὸ αἰδοιέστατον, ὡς παρ’ Ἀλκμᾶνι, οἷον · συοῖσικ’ ἀνθρώποισιν αἰδοιέστατοι, καὶ τὸ ἀφθονέστερα, οἷον · ὅρα σε κρήνης ἀφθονέστερα λιβασιλ ταῦτα ποιητικά εἰσι κατ’ ἔθος Ἰώνων γινόμενα· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ ες προφέρουσι, οἷον δικαιέστερος καὶ ἀρχέστερος λέγοντες· ὤφειλεν γὰρ τὰ προειρημένα δικαιότερος εἶναι καὶ αἰδοιότερος καὶ ἀφθονώτερος. οὕτως Φιλόξενος εἰς τὸ Περὶ συγκριτικῶν
α 1477 Ἀμφίδρυφοί εἰσι · ἀμφοτέρωθεν ἐσπαραγμέναι
α 1478 Ἀφίκου · ἔστιν ἥκω, ὁ δεύτερος ἀόριστος παθητικὸς ἱκόμην, τὸ δεύτερον ἵκου καὶ ἐν συνθέσει ἀφίκου
α 1479 Ἀφιᾶσι · ἔστι ῥῆμα ἵημι· τὸ δεύτερον ἵης καὶ τὸ τρίτον ἵησι, τὸ πρῶτον τῶν πληθυντικῶν ἵεμεν, ἐξ οὗ τὸ ἀφίεμεν, τὸ δεύτερον ἵετε καὶ ἀφίετε καὶ τὸ τρίτον ἱεῖσι· ὁμοίως τῇ δοτικῇ τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆς· ταῦτα δὲ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τῶν εἰς μι οἱ Ἴωνες προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης προφέρονται, τιθέασι διδόασι ζευγνύασι· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας τοῦτο οὐ ποιοῦσι διὰ τὴν κακοφωνίαν τοῦ ἱστάασιν· εἰ γὰρ ἐποίησαν προσόδῳ τοῦ α ἱστάασιν, ἀλλεπάλληλον εὑρίσκεται τὸ α καὶ ἐκ τούτου κακόφωνον. καὶ ἀπὸ μὲν τοῦ ἵημι ἵης ἵησι ἦν ἱεῖσι καὶ Ἰωνικῶς ἱέασι καὶ ἐν συνθέσει ἀφιέασι καὶ κατὰ συναίρεσιν Ἀττικὴν ἀφιᾶσι. ἱᾶσι πέμπουσι. ἴασι πορεύονται
α 1480 Ἀφίει · ἀλλὰ κακῶς ἀφίει· ἔστι ῥῆμα ἱῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ὦ καὶ κατὰ ἀναδιπλασιασμὸν ἱῶ, ὁ παρατατικὸς ἵουν ἵεις ἵει καὶ ἐν συνθέσει ἀφίει
α 1481 Ἀφίγμεθα · ἀπὸ τοῦ ἥκω ἥξω ἷγμαι ἵγμεθα καὶ ἀφίγμεθα
α 1482 Ἀφικνοῦμαι · εἴρηται εἰς τὸ ι στοιχεῖον εἰς τὸ ἱκνοῦμαι
α 1483 Ἀφλοισμός · ψόφος ποιὸς ἢ ἀφρός · ἀφλοισμὸς δὲ περὶ στόμα γίνετο. γέγονε δὲ παρὰ τὸν ἀφρὸν ἀφροισμός καὶ ἀφλοισμός. ἢ παρὰ τὸ ἀφρίζω ἀφρισμός καὶ ἀφλοισμός κατὰ μεταβολὴν τοῦ ρ εἰς τὸ λ καὶ πλεονασμῷ τοῦ ο. ἢ παρὰ τὸ φλέω φλοισμός καὶ ἀφλοισμός. οὕτως τὸ μὲν πρῶτον Ὠρίων τὸ δὲ δεύτερον ἄλλοι
α 1484 Ἄφλαστα · τὰ ἀκροστόλια τῆς νηός, οἷον · ἄφλαστα καὶ φώσσωνας ὠργυωμένας κατὰ ἀντίφρασιν, εὔθλαστα γάρ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ ὅπερ λέγεται καὶ κορωνίς· λέγεται δὲ κορωνὶς καὶ ἐπὶ τοῦ κρικίου τῆς θύρας καὶ τὸ ἐν τοῖς βιβλίοις ἐπικαμπὲς σχῆμα, ὅτε σημεῖον ποιοῦμεν α
α 1485 Ἄφνω · τὸ ἐξαίφνης· παρὰ τὸ ἀφανής ὄνομα γίνεται ἐπίρρημα ἀφανῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς ἄφνω α
α 1486 Ἀφνήμων · Ἀντίμαχος · πολλὰ δὲ μῆλα τά περ ἀφνήμονας ἄνδρας· παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν, ᾧ κέχρηται Πίνδαρος, οἷον · ὃ δ’ ἄφνει πέποιθεν. ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ καὶ ἐξ αὐτοῦ ἀφνήμων. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 1487 Ἄφνει · οἷον · ὃ δ’ ἄφνει πέποιθεν. ἔστιν ἔνος ὁ ἐνιαυτός, ἐκ τούτου γίνεται ἄφενος, τοῦτο δέ ἐστι καὶ ἀρσενικὸν καὶ οὐδέτερον· καὶ ὅτε μὲν γίνεται ἄφενος ἀφένου, ἀρσενικόν ἐστιν, οἷον · οὔτ’ ἀρετὴ ἀφένοιο, ὅτε δὲ ἄφενος, ὡς τέμενος, οἷον · ἐς τ’ ἄφενος, οὐδετέρου ἐστὶ τὸ ἄφενος καὶ ἡ γενικὴ τοῦ ἀφένους καὶ ἡ δοτικὴ τῷ ἀφένει καὶ κατὰ συγκοπὴν ἄφνει. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 1488 Ἀφνειός · ὁ πλούσιος· ἔστιν ἔνος ὁ ἐνιαυτός· Καλλίμαχος · τετράενον Δαμάσου παῖδα Νεστορίδην, καὶ παρ’ Ὁμήρῳ · ἤνις ἠκέστας, τουτέστιν ἐνιαυσιέως· ἐκ τούτου γίνεται σύνθετον ἄφενος καὶ πλεονασμῷ τοῦ ε ἀφενεός καὶ κατὰ συγκοπὴν ἀφνεός καὶ ἀφνειός πλεονασμῷ τοῦ ι. ἢ οἷον ἀπενεός, ὁ μὴ πενόμενος. ἰστέον δέ, ὅτι ἄφενος λέγεται ὁ ἀπὸ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος, ἀφενός δὲ ὀξυτόνως ὁ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου, ὡς ἀσφόδελος καὶ ἀσφοδελός · κατ’ ἀσφοδελὸν λειμῶνα. καὶ ἰστέον, ὅτι λέγεται καὶ ἀρσενικῶς καὶ οὐδετέρως· ἀρσενικῶς μὲν παρὰ Καλλιμάχῳ, οἷον · οὐτ’ ἀρετὴ ἀφένοιο, · δίδου δ’ ἀρετὴν ἄφενόν τε, οὐδετέρως δὲ παρ’ Ὁμήρῳ · οὐδέ ς’ ὀΐω ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν
α 1489 Ἄφοδος · ὁ ἀπόπατος, οἱονεὶ ἔξω τῆς ὁδοῦ γινόμενος· πάτος γὰρ ἡ ὁδός, οἷον · πάτον ἀνθρώπων ἀλεείνων. λέγεται δὲ ἄφοδος καὶ ἡ ἀναχώρησις, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν λέγομεν α
α 1490 Ἀφοσιοῦται · τὸ πληροῦται· ἀπὸ τοῦ ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ
α 1491 Ἁφόωντα · ψηλαφῶντα· ἀπὸ τοῦ ἁφή ἁφῶ
α 1492 Ἀφόρδιον · ἡ ἀκαθαρσία καὶ τὸ ἄξιον ἀπελασίας· Νίκανδρος · καὶ ἀφόρδια πάντα. εἴρηται παρὰ τὸ ἀφορίζω ἀφορίζιον καὶ ἀφορίδιον καὶ κατὰ συγκοπὴν ἀφόρδιον, τὸ ἀφορίζεσθαι καὶ ἀπελαύνεσθαι ἄξιον. ἢ ἀφοδία καὶ ἀφορδία
α 1493 Ἀφραδίῃσιν · ἀβουλίαις, ἀφροσύναις· ἀπὸ τοῦ φράζω ἔφραδον φραδία καὶ ἀφραδία· καὶ ἀφραδέοντι, ἀσυνετοῦντι
α 1494 Ἀφρός · παρὰ τὸ φρῶ ῥῆμα γέγονε φρός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀφρός, τὸ μετὰ σφοδρᾶς φορᾶς προϊέμενον, τὸ δὲ φρῶ παρὰ τὸ προϊῶ γέγονε, προῶ καὶ πρῶ καὶ φρῶ α
α 1495 Ἀφραίνοντα · ἀφρονοῦντα, ἀνοηταίνοντα
α 1496 Ἀφραδίῃ · ἀπειρίᾳ· ἀπὸ τοῦ φράζω · ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο
α 1497 Ἀφραδέως · ἀνοήτως, ἀπείρως· ἀπὸ τοῦ φράζω φραδής ἀφραδής ἀφραδέως
α 1498 Ἀφροδίτη · παρὰ τὸ δύνειν ἐκ τοῦ ἀφροῦ, ἤγουν ἀνέρχεσθαι τοῦ θαλασσίου· ἐκεῖθεν γὰρ ἀνῆλθεν. τινὲς δὲ παρὰ τὸν ἀφρὸν τοῦ σπέρματος τοῦ ἀνδρός· ἔφορος γάρ ἐστι . τινὲς δὲ παρὰ τὴν ἀφροσύνην· ἡ γὰρ Ἀφροδίτη ἐναντία ἐστὶ τῇ Ἀθηνᾷ, ὅ ἐστι τῇ φρονήσει. ἄλλοι δὲ Ἀφροδίτην αὐτήν φασιν, οἱονεὶ ἁβροδίαιτόν τινα οὖσαν. Χοιροβοσκός
α 1499 Ἄφρεον · ἤφριζον, τὸν ἀφρὸν ἔπεμπον
α 1500 Ἀφρήτωρ · φατρίαν καὶ συγγένειαν μὴ ἔχων. φατρία δέ ἐστι κυρίως τὸ τρίτον μέρος τῆς φυλῆς
α 1501 Ἀφυλίσαι · παρὰ τὴν ἰλύν, καὶ κατὰ μετάθεσιν ὕλις, καὶ ἐν συνθέσει ἀφυλίσαι
α 1502 Ἀφυσγετόν · τὸ ἰλυῶδες καὶ συρφετόν· παρὰ τὸ ἀφύω, ἀφ’ οὗ τὸ ἀφύσσω, ὡς ὑλάω ὑλάσσω, ὀδύω ὀδύσσω, γίνεται ἀφυγετός, ὡς πήσσω παγετός, καὶ πλεονασμῷ τοῦ ς ἀφυσγετός, ἢ τρέπονται γὰρ τὰ δύο σς εἰς γ ὡς πήσσω παγετός, τὸ ἀφυσσόμενον ὑπὸ τοῦ ῥεύματος. ἢ παρὰ τὸ φεύγω φυγετόν καὶ φυσγετόν καὶ ἀφυσγετόν, τὸ μὴ ἀποφεῦγον τῇ καταφορᾷ τοῦ ῥεύματος
α 1503 Ἀφύη · ἰχθύδιον μικρὸν καὶ σύνηθες· εἴρηται δὲ ἑνικῶς σπανίως, πλεονάκις δὲ πληθυντικῶς· Ἀριστοφάνης · οὔποτ’ ἀφύας εἶδον ἀξιωτέρας. εἴρηται δὲ παρὰ τὸ μὴ εἰς μέγεθος ἀεὶ φύεσθαι· φύω φυή καὶ ἀφύη. ὁ δὲ τὴν κωμικὴν λέξιν συναγαγών φησιν, ὅτι ἀφύη εἴρηται ἡ μὴ πεφυκυῖα τοῦ α τὸ κακὸν σημαίνοντος
α 1504 Ἀφύαι ἀφύων · εἴρηται εἰς τὸ χλούνων περὶ τοῦ τόνου
α 1505 Ἄφευκτος · παρὰ τὸ φεύγω φευκτός, ὡς εὔχω εὐκτός, καὶ κατ’ ἔνδειαν τοῦ ε φυκτός καὶ ἄφυκτος. οὕτως Φιλόξενος
α 1506 Ἀφύξειν · ἔστι τὸ θέμα ἀφύσσω, ὁ μέλλων ἀφύξω καὶ τὸ τρίτον ἀφύξει καὶ τὸ ἀπαρέμφατον ἀφύξειν· τὸ δὲ ἀφύσσω γέγονεν ἀπὸ τοῦ ὕω τοῦ σημαίνοντος τὸ βρέχω, ὁ μέλλων ὕσω καὶ ἐν συνθέσει ἀφύσσω πλεονασμῷ ἑτέρου ς τουτέστιν τὸ ἀπό τινος ἐπιρρέοντος ἀπαντλᾶν καὶ ἐπαρύεσθαι. ἢ ἀπὸ τοῦ ἀρύω ἀρύσσω καὶ τροπῇ τοῦ ρ εἰς φ ἀφύσσω
α 1507 Ἀχανές · οἷον · «ἀχανὲς πέλαγος»· παρὰ τὸ χαίνω χανῶ χανές καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχανές, τὸ λίαν κεχηνός. δηλοῖ δὲ καὶ ἄνεον εἶναι καὶ μὴ χαίνειν κατὰ στέρησιν
α 1508 Ἀχάναι · σκεῦος εἰς ἐπισιτισμὸν χρήσιμον· Ἀριστοφάνης · οὐκ, ἀλλ’ ἀχάναις οὐδ’ ἄν γε χρυσίου λέγῃ. εἴρηται παρὰ τὸ χαίνειν χάνη καὶ ἀχάνη τοῦ α ἐπιτατικοῦ νοουμένου, ὡς τὸ «ἀχανὲς πέλαγος»
α 1509 Ἀχαιάν · ἡ Δημήτηρ παρὰ τοῖς Ἀττικοῖς· Ἀριστοφάνης Ἀχαρνεῦσιν · οὐδ’ ἂν τὴν Ἀχαιὰν ῥᾳδίως ἠνέσχετ’ ἄν. εἴρηται παρὰ τὸ ἄχος τῆς Κόρης. ἢ ὅτι μετὰ κυμβάλων ἠχοῦσα τὴν Κόρην ἐζήτει. ἢ ὅτι τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ Τανάγρας ἡ Δημήτηρ κατ’ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῶν γενομένων ἤχων καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· τῶν δὲ ἀκολουθησάντων καὶ ἀκουόντων ψόφων καὶ κυμβάλων καὶ αὐλῶν καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δημήτερος
α 1510 Ἀχαιϊνέα · ἡ ἔλαφος· Ἀπολλώνιος ἐν δ τῶν Ἀργοναυτικῶν · ἥν τ’ ἀγρῶται ἀχαιϊνέην καλέουσιν. ἀπὸ Ἀχαιϊνέας πόλεως, ἐν ᾗ εἴδη εἰσὶν ἐλάφων μεγάλων. οὕτως Ὦρος Περὶ ἐθνικῶν
α 1511 Ἀχαιμένης · ὁ ἥρως, ἀφ’ οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι· γέγονεν υἱὸς Περσέως. ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προπάτορα αὐτοῦ ἀπὸ τῆς Ἀχαΐας. οὕτως Νικόλαος ἐν β τῶν Ἱστοριῶν
α 1512 Ἄχερδος · ἡ ἀγρία ἄπιος· ἄχερός τις οὖσα ἡ δυσχερὴς ταῖς χερσὶ λαβέσθαι, καὶ πλεονασμῷ τοῦ δ ἄχερδος, ὡς ὕω ὕδω, δείω δείδω
α 1513 Ἀχερδούσιος · οἷον · μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος, ἀντὶ τοῦ σκληρός· ἔστι δὲ εἶδος ἀκάνθης
α 1514 Ἀχερουσιάς · ἔστι λίμνη πλησίον Ἡρακλείας Πόντου. Ἀχέρδων δὲ ποταμὸς ἐν Ἅιδου · ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος ἀκτή τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνειν
α 1515 Ἀχερωΐς · ἡ λεύκη τὸ δένδρον· εἴρηται παρὰ τὸν Ἀχέροντα ποταμόν· φασὶ γὰρ τὸν Ἡρακλέα ἐπὶ τὸν Κέρβερον κατελθόντα καὶ παρὰ τῷ Ἀχέροντι πεφυκὸς τὸ δένδρον ἑωρακότα ἡσθῆναι ἐπ’ αὐτῷ καὶ ἀνενεγκεῖν· καὶ παρὰ τὸν Ἀχέροντα ἀχερωΐδα καλέσαι, ἵν’ ᾖ ἀχεροντίς καὶ κατὰ συγκοπὴν καὶ ἐκτάσει τοῦ ο εἰς ω ἀχερωΐς. Ἀριστοτέλης δὲ τὴν αἴγειρον λέγει, ὅτι πάντα τὰ ὑλώδη φυτὰ ἀχερούσια λέγει α
α 1516 Ἀχέρων · ὁ ἐν Ἅιδου ποταμός, οἷον · ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι. εἴρηται μὲν ὁ τὰ ἄχεα ῥέων ἀχρέων καὶ καθ’ ὑπερβιβασμὸν Ἀχέρων. οὕτως Ζηνόδοτος καὶ Ἡρωδιανός
α 1517 Ἀχελῷος · ποταμός· σὺν τῷ ι ἐπειδὴ εἴρηται καὶ κατὰ διάστασιν Ἀχελώϊος. ἢ ὅτι Βοιωτοὶ τὴν ω δίφθογγον εἰς οι τρέπουσιν Ἀχελοῖος λέγοντες· εἰώθασι γὰρ τὴν ω δίφθογγον εἰς οι τρέπειν, οἷον αἰδῷος αἰδοῖος, ἠῷος ἠοῖος, οὕτως Ἀχελῷος Ἀχελοῖος. ἢ διὰ τὸν χαρακτῆρα τὸν διὰ τοῦ ωιος ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα σὺν τῷ ι γράφεται, οἷον μητρῷος πατρῷος ἑῷος ἀθῷος, οὕτως οὖν καὶ Ἀχελῷος· πρόσκειται «πρὸ μιᾶς τὸν τόνον ἔχοντα» διὰ τὸ λαγωός· πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ σῶος· ταῦτα γὰρ οὐ γράφονται σὺν τῷ ι
α 1518 Ἀχέων · λυπούμενος· παρὰ τὸ ἄχος. ἀχεύων δὲ ἀπὸ τοῦ ἀχέω
α 1519 Ἀχῆνες · οἱ πένητες, ἤτοι ἀεχῆνές τινες ὄντες, οἱ μηδὲν ἔχοντες. ἢ παρὰ τὸ τὰ κενὰ τῶν σκευῶν ἠχεῖν· ὧν γὰρ ἡ πενία τὰ ἀγγεῖα ποιεῖ ἠχεῖν
α 1520 Ἀχηρής · ὁ λυπηρός· γέγονε δὲ ἐκ τοῦ ἀχαρής· ἔκτασις τοῦ α εἰς η ἀχηρής καὶ διὰ τοῦτο ὀξύνεται· οὐ γάρ ἐστιν τύπου τῶν διὰ τοῦ ηρης. ὁ τόνος οὖν ἐλέγχει τὸ σχῆμα, ὅτι οὐ παρὰ τὸ ἄχος ἀχήρης, ὡς ξίφος ξιφήρης
α 1521 Ἀχηνέα · εἴρηται εἰς τὸ κεμάδα
α 1522 Ἄχθος · ἄχθος ἀρούρης· παρὰ τὸ ἄγω ἀκτός καὶ ἄχθος, ὡς ἔχω ἑκτός καὶ κάθεκτος, τὸ ἀγόμενον καὶ βαρυνόμενον
α 1523 Ἄχθομαι · τὸ λυποῦμαι · νῦν δ’ ἄχομαι κακότητι, πλεονασμῷ τοῦ θ ἄχθομαι
α 1524 Ἀχιλλεύς · εἴρηται παρὰ τὸ ἄχος λύειν· ἰατρὸς γὰρ ἦν. ἢ διὰ τὸ ἄχος, ὅ ἐστι λύπην, ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. ἢ διὰ τὸ μὴ θιγεῖν χείλεσι χιλῆς, ὅ ἐστι τροφῆς· ὅλως γὰρ οὐ μετέσχε τροφῆς οὐδὲ γάλακτος
α 1525 Ἄχλαξ · ἡ λιθώδης καὶ ψαμμώδης ἄμμος. ἢ ὁ μικρὸς λίθος
α 1526 Ἀχλύς · σκοτία, ἀορασία, ἡ ἄγαν ἀλύουσα καὶ ἀποκρύπτουσα· παρὰ τὸ ἀλύω τοῦ α ἐπιτατικοῦ ὄντος. ἢ παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν
α 1527 Ἀχνάσδημι · ὡς παρ’ Ἀλκαίῳ · ἀχνάσδημι κακῶς, οὔτε γὰρ οἱ φίλοι. ἔστιν ἀχῶ ῥῆμα, παράγωγον ἀχάζω ἀχάζημι καὶ τροπῇ τοῦ ζ εἰς δ καὶ ς ἀχάσδημι καὶ πλεονασμῷ τοῦ ν ἀχνάσδημι. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
α 1528 Ἄχνη · πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ · ἀποπτύει δ’ ἁλὸς ἄχνην, ἤγουν ὁ ἐπιπολάζων λεπτομερέστατος ἀφρὸς τῆς θαλάσσης· ἐπὶ δὲ ξηροῦ · κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας. εἴρηται παρὰ τὸ ἔχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ α ἀεχήνη τις οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ τομόν. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου λέγει αὐτὴν παρὰ τὸν ἀΐξω μέλλοντα εἶναι ὡς τεύχω τέχνη ἀποβολῇ τοῦ ι α
α 1529 Ἀχνύς · ἡ λύπη, οἷον · τῆς δ’ ὀλοφυρομένης ἀμφ’ ἀχνύϊ εἴβεται αἰών· παρὰ τὸ ἄχος γίνεται παρώνυμον ἀχύς καὶ πλεονασμῷ τοῦ ν ἀχνύς. οὕτως Ἡρωδιανός α
α 1530 Ἀχνύμενος · ἔστιν ἄχος, ὃ σημαίνει τὴν λύπην, ἐξ οὗ γέγονε ῥῆμα ἀχῶ καὶ κατὰ παραγωγὴν ἀχύω καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, ὥσπερ δύω δύνω καὶ θύω θύνω, καὶ ἐν ὑπερθέσει τοῦ ν ἀχνύω· ἐκ δὲ τούτου παράγωγον τῶν εἰς μι ἄχνυμι, ὁ παθητικὸς ἐνεστὼς ἄχνυμαι καὶ ἡ μετοχὴ ἀχνύμενος
α 1531 Ἄχος · ἡ λύπη· παρὰ τὸ μὴ διαχεῖσθαι ἀλλὰ συνέχεσθαι τὴν ψυχήν, ὅθεν καὶ τὸ χαίρειν εἴρηται παρὰ τὸ διαχεῖσθαι τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς. ἢ ὃ μὴ θέλει τις ἔχειν, αὐτὸ τὸ ἄχος. ὁ δ’ Ἀππίων ἄχος τὴν λύπην τὴν σιωπὴν ἐπιφέρουσαν. παρὰ τοῦτο δὲ καὶ τὸ ἀχεύων καὶ τὸ ἀκαχήμενος
α 1532 Ἄχραντον · τὸ ἀμόλυντον καὶ καθαρόν· εἴρηται παρὰ τὸ χραίνω χρανῶ χραντός καὶ ἄχραντος. ἢ ἀχέραντον, οὖ μηδέπω χεὶρ ἥψατο, ἢ τὸ μηδέπω ἐν χρείᾳ γεγονός
α 1533 Ἀχράς · ἡ ἄπιος ἡ ἀγρία· εἴρηται δὲ παρὰ τὴν ὄχλησιν τὴν ἐν τῷ ἐσθίεσθαι γινομένην ὑπ’ αὐτῶν. ἢ ἡ μηδέπω ἐν χρείᾳ γεγονυῖα α
α 1534 Ἀχρεῖος · παρὰ τὸ χρεία γίνεται ἀχρεῖος. περὶ τοῦ τόνου εἴρηται εἰς τὸ Ἄμφιον α
α 1535 Ἀχρεῖον · ἔστι ῥῆμα χρῶ τὸ δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, ἐξ οὗ παράγωγον χραύω · χραύσει μέν τ’ αὐλῆς ὑπεράλμενον· ἀφ’ οὗ καὶ τὸ ἔχραεν, τὸ ἐπεβάρυνεν, ἐξ οὗ χρής καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρής καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον, οἷον · ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης, οἷον · ἀχρεῖον δ’ ἐγέλασεν, ἐπίπλαστον καὶ ἐπιπόλαιον, μέχρι τοῦ τὰ χείλη διανοίγειν
α 1536 Ἀχρήϊος · ἔστι κτητικόν, ἀπὸ τοῦ ἀχρεῖος ἀχρήϊος κατὰ ἔκτασιν τοῦ ε εἰς τὸ η καὶ διάστασιν τοῦ ι · Ἡσίοδος ἐν Ἔργοις, οἷον · οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσει φρασάμενος τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνων· ὃς δέ κε μήτ’ αὐτὸς νοέει μήτ’ ἄλλου ἀκούων ἐν θυμῷ βάληται, ὃ δ’ αὖτ’ ἀχρήϊος ἀνήρ. σχόλιον· «τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνων»· ψιλῶς ἀναγνωστέον, ἐπέκτασιν δὲ πέπονθεν ἡ λέξις, ἵνα καὶ εἰς τὰ μετὰ ταῦτα σκεψάμενος ἀφ’ ἑαυτοῦ τὸ καλὸν ἢ ἄμεινον· τὸ δὲ «ᾖσιν» ἀντὶ τοῦ ὑπάρχει
α 1537 Ἀχρής · οἷον · ἀχρὴς δ’ ἀνέπαλτο. ἔστιν ἄχρους καὶ τροπῇ Αἰολικῇ τῆς ου διφθόγγου εἰς τὸ η ὥσπερ τὸ φοβούμενος φοβήμενος, γίνεται ἀχρής. ἢ παρὰ τὴν χροιὰν γίνεται μελαγχροίης, οἷον · ἂψ δὲ μελαγχροίης, οὕτως ἀχροίης καὶ κατὰ συγκοπὴν ἀχρής. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 1538 Ἄχρι · ἕως· παρὰ τὸ μέχρι ἐπίρρημα γίνεται κατὰ ἀποβολὴν τοῦ μ καὶ μεταθέσει τοῦ ι εἰς α ἄχρι α
α 1539 Ἀχυρμιαί · οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα λικμώμενα ἐπιφέρονται οἱονεὶ ἀχυριαί τινες οὖσαι, πλεονασμῷ τοῦ μ ἀχυρμιαί
α 1540 Ἀχύνετον · σημαίνει δὲ τὸ πολύ· Νίκανδρος ἐν Θηριακοῖς, οἷον · πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ, τὸ πολύχυτον καὶ πολὺ ἐκζέσαν πῦρ εὐλαβεῖται τὸ ὕδωρ· ὁπηλίκον γὰρ ἐὰν ᾖ, σβέννυται τὸ ὕδωρ. εἴρηται δὲ τὸ α κατ’ ἐπίτασιν ὡς ἄξυλος· ἀπὸ τοῦ χύω χύνω χύνετον καὶ ἀχύνετον
α 1541 Ἄχυρον · τὸ σημαινόμενον δῆλον· ἡ καλάμη ἡ ἀλλοιωθεῖσα ἄχυρον καλεῖται. εἴρηται ἀέχυρόν τι ὄν, οὐδὲν ἔχον ἐχυρόν α
α 1542 Ἅψεα κυρίως αἱ συναφαὶ τῶν μελῶν, καταχρηστικῶς δὲ καὶ τὰ μέλη· παρὰ τὸ ἅπτω ἅψω ἅψον καὶ ἅψεα, τὰ ἐξ ἀλλήλων συγκείμενα, συνηρμοσμένα· Νίκανδρος ἐν Θηριακοῖς, οἷον · τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἅψεα θυμός α
α 1543 Ἀψεγέως · σημαίνει δὲ τὸ ἀμέμπτως, κατασκευάζεται δὲ ὥσπερ τὸ ἀψοφέως, οἷον · ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυαῖς. Ἀπολλώνιος
α 1544 Ἀψίνθιον · εἶδος βοτάνης πικρᾶς ὡς καὶ τὸ ἀβρότονον. ἔνιοι δὲ τῶν κωμικῶν ἀπίνθιον καλοῦσιν. καὶ ἔστιν ἤτοι ἀπίνθιον, ὃ οὐκ ἄν τις πίῃ διὰ πικρότητα α
α 1545 Ἀψίς · σημαίνει καὶ τὸν δεσμὸν καὶ τοῦ τροχοῦ τὸ ἐπικαμπὲς ξύλον· καὶ τὸν μὲν δεσμὸν · μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου· εἴρηται δὲ παρὰ τὸ ἅπτω, τὸ σημαῖνον τὸ δεσμῷ, οἷον · βοέους δ’ ἐξῆπτεν ἱμάντας, καὶ ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός. τὸ δὲ σημαίνει τοῦ τροχοῦ τὸ ξύλον παρ’ Ἡσιόδῳ, οἷον · τρισπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ· γέγονεν δὲ καὶ αὐτὸ παρὰ τὸ ἅπτω ἅψω ἁψίς, ἡ ἁπτομένη τῆς γῆς. ὤφειλεν δὲ βαρύνεσθαι τὸ ἀψίς καὶ συστέλλειν τὸ ι τὰ γὰρ εἰς ις ὀνόματα ἀπὸ μελλόντων γινόμενα καὶ βαρύνεται καὶ συστέλλει τὸ ι οἷον μέμψω μέμψις, ἕξω ἕξις, λέξω λέξις· οὕτως οὖν καὶ ἅψω ἅψις ὤφειλεν εἶναι, ὅθεν Ἡσίοδος ἀναλογώτερον εἶπεν ἅψιν βαρύνων αὐτό. ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἀψίς ἐκτείνει τὸ ι τούτου χάριν καὶ ὀξύνεται, τὰ γὰρ εἰς ις ἁπλᾶ ἐκτείνοντα τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον, οἷον κνημίς ψηφίς σφραγίς κρηπίς· οὕτως οὖν καὶ ἀψίς. πρόσκειται «ἁπλᾶ» διὰ τὸ τανυκρήπις βαρυνόμενον, ἀλλ’ οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον. Χοιροβοσκός ἁψί ς· ζήτει
α 1546 Ἄψορρον · ὀπισθόρμητον· παρὰ τὸ ἄψ, ὃ δηλοῖ τὸ εἰς τοὐπίσω, καὶ τὸ ὄρω, τὸ ὁρμῶ, οἷον · ἄψορροι στέλλεσθε, ἐπεὶ πολὺ βέλτερον εἶξαι
α 1547 Ἀψοφέως · ἀπὸ τοῦ ἄψοφοι ἀψόφων γέγονε τὸ ἐπίρρημα ἀψόφως καὶ πλεονασμῷ τοῦ ε ἀψοφέως, διαιρεῖσθαι δὲ οὐκ ἔστιν. ὅμοιον δὲ τούτου καὶ τὸ ἀπτερέως παρ’ Ἡσιόδῳ. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
α 1548 Ἀψορρόου · οἷον · ἀψορρόου Ὠκεανοῖο· παρὰ τὸ ἄψ καὶ τὸν ῥόον πλεονασμῷ τοῦ ο ἢ παρὰ τὸ αἶψα αἴψορρος· ἀμφότερα γὰρ δύνανται εἶναι. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
α 1549 Ἄψυρτοι · ἔθνος Σκυθικόν, ὧν ἐν τῇ γῇ κεῖται τὸ σῶμα Ἀψύρτου · κείαται ὀστέα κεῖνα. μετ’ ἀνδράσιν Ἀψυρτεῦσιν· Ἀπολλώνιος
α 1550 Ἄψ · σημαίνει δὲ εἰς τοὐπίσω· εἴρηται ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω ἄψ κατὰ πλεονασμὸν τοῦ ψ. Ἰάσων δὲ λέγει αὐτὸ εἶναι ἄοψ, τὸ μὴ ὀπτόν, τὰ γὰρ ὀπίσω οὐκ ὀπτὰ καὶ οὐ θεωρητά· ἄοψ οὖν καὶ ἄψ. Ἡρωδιανὸς δὲ μηδέποτε τὰ διπλᾶ πλεονάζειν. Πλούταρχος δὲ ἀπὸ τοῦ ὀπίσω τὸ ἄψ λέγει εἶναι τοῦ ο εἰς α τραπέντος καὶ τοῦ πς εἰς ψ · τοῦτο δὲ βίαιον α
α 1551 Ἀῶιος · ποταμὸς τῆς Κύπρου· Ἀῷος γὰρ ὁ Ἄδωνις ὠνομάζετο καὶ ἀπ’ αὐτοῦ οἱ Κύπριοι βασιλεύσαντος. Ζωΐλος δὲ ὁ Κεδρασεὺς καὶ αὐτὸν ἀπὸ τῆς ἑαυτοῦ μητρὸς κληθῆναι· τὴν γὰρ Θείαντος μητέρα οὐ Σμύρναν, ἀλλὰ Ἀῷαν καλεῖσθαι. Φιλέας δὲ πρῶτον βασιλεῦσαι Ἀῷον, Ἠοῦς ὄντα καὶ Κεφάλου· ἀφ’ οὗ καὶ ὄρος τι ὠνομάσθη Ἀῶιον, ἐξ οὗ δύο ποταμῶν φερομένων Σεράχου τε καὶ Πλιέως τὸν ἕνα τούτων ὁ Παρθένιος Ἀῷον κέκληκεν. ἢ διὰ τὸ πρὸς τὴν ἠῶ τετραμμένην ἔχειν τὴν ῥύσιν, καθώς φησιν ὁ Παρθένιος · Κωρυκίων σεύμενος ἐξ ὀρέων, ἀνατολικῶν ὄντων. δύναται δὲ οὕτως καλεῖσθαι, καθ’ ὃ ἡ Κιλικία Ἀῷα πάλαι ὠνομάζετο
α 1552 Ἄωρος · ἤτοι κατὰ πλεονασμὸν τοῦ ωρος μηδὲν πλέον σημαίνοντος· ὦρος γὰρ ὁ ὕπνος· Καλλίμαχος · πολλάκι καὶ κανθῶν ἠλάσασα ὦρον ἄπο, καὶ Σαπφώ · ὀφθαλμοῖς δὲ μέλαις νυκτὸς ἄωρος. ἢ ἄωρον τὸν ὕπνον τῶν μηδενὸς φροντιζόντων· ὤρα γὰρ ἡ φροντίς, ἔνθεν καὶ ὀλίγωρος. ἢ τὸν ἀώριον γενόμενον τῆς νυκτός. οἱ δὲ τὸν ἀφύλακτον· ὤρα γὰρ ἡ φυλακή· ἔνθεν καὶ παρὰ τοῖς Ἀττικοῖς οἱ ὦροι. Καλλίμαχος δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸν ὠμόν, τὸ δὲ ὠμὸν ἄγριον, ὅθεν καὶ τοὺς ὠμοὺς τῶν καρπῶν ἀώρους φαμέν. οἱ δὲ τὸν μέγαν φασί, τὸν μὴ ὅρον ἔχοντα. ἢ τοὺς ἄγαν ὀρούοντας. οὕτως Ἐπαφρόδιτος ἐν Ὑπομνήματι τοῦ Μ τῆς Ὀδυσσείας α
α 1553 Ἄωρες · παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συναρμόσθαι τῷ ἀνδρὶ γίνεται ὄαρος, καὶ ἡ εὐθεῖα ὄαροι καὶ κατὰ μεταπλασμὸν ὄαρες καὶ καθ’ ὑπέρθεσιν καὶ ἔκτασιν ἄωρες, αἱ γυναῖκες
α 1554 Ἄωρτο · οὐχ ὥς τινες ἠιώρητο, «ἀκατάστατον γὰρ ἠιώρητο τὸ ξίφος», ἀφυῶς. ἔδει ἡρμόζετο· ἔστι γὰρ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἄρσω καὶ ὁ ἀόριστος ἦρσα, οἷον · θύρας σταθμοῖσιν ἐπῆρσεν, ἀντὶ τοῦ ἐφήρμοσεν καὶ πώμασιν ἄρσον, ἀντὶ τοῦ ἐφάρμοσον, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην ἦρσο, τὸ τρίτον ἦρτο καὶ κατὰ συστολὴν ἄρτο καὶ πλεονασμῷ τοῦ ω ἄωρτο
α 1555 Ἄωτον · λίνοιό τε λεπτὸν ἄωτον· περιφραστικῶς λεπτὸν περιβόλαιον, ἤγουν λινοῦν
α 1556 Ἄωτον · κεκαλυμμένος οἰὸς ἀώτῳ. σημαίνει δὲ τὸ ἄνθος, καταχρηστικῶς δὲ καὶ ἴσως ἀπὸ τοῦ ἄω, τὸ πνέω, καὶ ῥῆμα προστακτικόν · ἀωτεῖτε, ἀντὶ τοῦ ἀπανθίζεσθε τὸ κάλλιστον τοῦ ὕπνου. καὶ εἴρηται ἀπὸ τοῦ ἀώτου ἢ ἴσως ἀπὸ τοῦ ἄσατε, ἀντὶ τοῦ καθεύδετε ὕπνον
α 1557 Ἀωτεῖς · τί πάννυχον ὕπνον ἀωτεῖς; ἀντὶ τοῦ ἀπανθίζῃ τὸν ὕπνον· ἐκ δὲ τούτου καθεύδεις· ἄωτον γὰρ σημαίνει τὸ ἄνθος ,. Ἄλλα
α 1558 Ἀποδρύφοι · εἰς τὸ δρύφοι. σημαίνει δὲ ἀποσπᾷ, ἀποσύροι
α 1559 Ἀνάρσιοι · ἄδικοι, ἐχθροί, ἀνάρμοστοι
α 1560 Ἀτέοντα · ἐν ἄτῃ ὄντα, ὅ ἐστι βλαπτόμενον
α 1561 Ἀκροκελαινιόων · τὸ ἄκρον μέρος τοῦ κύματος ἐξ ἐπιπολῆς μελαινόμενον. τοιοῦτοι δέ εἰσιν ὅλοι οἱ ὀξεῖς ποταμοί
α 1562 Ἄσιν · ἰλύν, ὅ ἐστι γῆν ψαμμώδη, ὅθεν καὶ ἀσιόγειαι αἱ αἱμασιαί
α 1563 Ἀν’ ἰθύν · ἐπ’ εὐθεῖαν, κατὰ τὴν ὁρμὴν καὶ φορὰν τοῦ ποταμοῦ
α 1564 Ἀμφιθαλής · κατ’ ἄμφω τοὺς γονεῖς θάλλων, ὅ ἐστιν ἔχων τοὺς γονεῖς ἀμφοτέρους ζῶντας
α 1565 Ἀμβλήδην · ἀμβλήδην γοόωσα, ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα
α 1566 Ἄναντα κάταντα πάραντα · ἔστιν ἄναντα ἀνωφερῆ, κάταντα κατωφερῆ, πάραντα τὰ πρόμαλα καὶ γήλοφα, δόχμια δὲ τὰ πλάγια
α 1567 Ἀριφραδέα · εὐεπίγνωστα, εὔσημα
α 1568 Αὐγάζομαι · θεωρῶ, οἷον · ἐγὼν ἵππους αὐγάζομαι ἠὲ καὶ ὑμεῖς
α 1569 Ἀπονάσσωσιν · ἀτάρ οἱ περικαλλέα κούρην ἂψ ἀπονάσσωσιν, εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν
α 1570 Ἀγάννιφον · ἤτοι τὸν πάνυ κατανιφόμενον ἢ τὸν οὔτε ὅλως νιφόμενον· ἄμφω δὲ παρὰ τὸ νείφω. τινὲς δὲ ἐπὶ τοῦ οὐρανοῦ τὸν ἄγαν νιφόμενον
α 1571 Ἁλοίη · ἁλῶ, τὸ πορθῶ· παράγωγον ἅλωμι, ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, ἁλούς ἡ μετοχή, ἁλόντος, τὸ εὐκτικὸν ἁλοίην ἁλοίης ἁλοίη
α 1572 Ἀσελγής · παρὰ τὸ θέλγω, τὸ ἀπατῶ καὶ σκοτίζω· θέλγω οὖν θελγής καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθελγής καὶ ἀσελγής, ὁ εὐαπάτητος καὶ σκοτεινὸς κατὰ τὸν νοῦν
α 1573 Αἴθρη · τὸ κοινὸν αἴθρα καὶ Ἀττικῶς αἴθρα. σημαίνει δὲ δύο· τὸ κύριον ὄνομα · Αἴθρη, Πιτθῆος θυγάτηρ, καὶ τὴν αἰθρίαν, ἤγουν τὴν κατάστασιν τοῦ ἀέρος, ἤγουν τὸν εὐδιηνόν · ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖς ἰδέσθαι
α 1574 Ἀπεσκοράκισεν · Βοιωτοὶ χρησμὸν ἔλαβον, τότε ἀφαιρήσεται αὐτῶν ἡ πόλις, ὅτε λευκοὶ κόρακες φανῶσιν αὐτῇ· τοῦ οὖν χρησμοῦ ἀκούσαντες νεανίσκοι καὶ μέθῃ ποτὲ γινόμενοι, γυψώσαντες τοὺς κόρακες καὶ ἀφέντες ἐθορύβουν τὴν πόλιν διὰ τὸν χρησμόν· φωραθέντες δὲ οἱ τοῦτο διαπραξάμενοι ἀπεβάλλοντο τοῦ τόπου μετὰ ποινῆς. τοὺς οὖν ἐπὶ κακίᾳ γινωσκομένους ἀπέπεμπον, ὅπου ᾤκουν οἱ γυψώσαντες, ὀνομάζοντες «εἰς κόρακας». ἀπεσκοράκισεν οὖν ἀντὶ τοῦ ἀπεκρούσατο καὶ μετὰ μίσους ἐξέβαλεν
α 1575 Ἀτενίζειν · τὸ ἐπιτεταμένως βλέπειν· τείνω τενῶ τενίζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω
α 1576 Ἄπλητα ἄπειρα, πολλά· παρὰ τὸ πλῶ πλήσω, τὸ πελάζω, πλητός καὶ ἄπλητος
α 1577 Ἀκεύμενον · ἀκῶ, τὸ θεραπεύω, καὶ ἀκέομαι, ἡ μετοχὴ ἀκεόμενος καὶ κράσει Δωρικῇ τοῦ εο εἰς τὴν ευ δίφθογγον ἀκεύμενος, ὡς ἐρέβεος ἐρέβευς
α 1578 Ἀγιστία · ἡ ἁγιωσύνη· ἁγιάζω ἁγιάσω ἡγίακα ἡγίασμαι ἡγίασται ἁγιαστός ἁγιαστία καὶ ἐν συγκοπῇ ἁγιστία
α 1579 Αἰολόπωλος · προπαροξύνεται· τὰ εἰς ος δισύλλαβα προπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται, οἶκος ἄοικος, κοῦρος ἐπίκουρος· οὕτως καὶ πῶλος αἰολόπωλος, σημαίνει δὲ τὸν ταχὺν καὶ εὐκίνητον ἵππον ἢ τὸν ποικίλως ἱππαζόμενον, ἐξ οὗ πολεμιστήν. τοῦτο δὲ γίνεται παρὰ τὸ αἰόλλω, τὸ κινῶ, καὶ τὸ πῶλος, ἐξ οὗ καὶ αἴλουρος, παρὰ τὸ αἰόλλειν καὶ κινεῖν τὴν οὐράν, δολερὸν γὰρ τὸ ζῷον. τὸ δὲ αἰόλος σημαίνει τρία· ἔστιν ὄνομα κύριον · Αἴολον Ἱπποτάδην· καὶ τὸν ποικίλον · Τρῶες δ’ ἐρρίγησαν ὡς ἴδον αἰόλον ὄφιν· καὶ τὸν εὐκίνητον, οἷον · κορυθαίολος
α 1580 Ἀρρενωπός · ὀξύνεται, καὶ τὸ ω μέγα. ἄρρην ἄρρενος καὶ τὸ ὤψ, ὃ σημαίνει τὸ πρόσωπον, ἀρρενωπός, ὁ ἄρρενος πρόσωπον ἔχων. ἔστι δὲ κατὰ συνεκδοχὴν ἀπὸ μέρους τὸ ὅλον, ἤγουν ὁ ἀνδρεῖος καὶ ἰσχυρός, ὁ δυνάμενος πρὸς ἐχθρὸν ἀντιταχθῆναι
α 1581 Ἀποτυμπανίσαι · οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ ἀπὸ τυμπάνων. ἔστι δὲ ξύλον, ὅπερ σκυτάλην καλοῦσιν· τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς πολεμίους, ὕστερον δὲ τῷ ξίφει κἄν τε δοῦλος εἴη κἄν τε ἐλεύθερος
α 1582 Ἀπ’ αἰγλήεντος · αἰγλήεις, παρὰ τὴν αἴγλην, ἤγουν ἀπὸ τοῦ λαμπροτάτου
α 1583 Ἀργυρόπεζα · λαμπροὺς πόδας ἔχουσα, βασιλική· πέζα γὰρ ὁ πούς
α 1584 Ἀπατήνορα · ἀλλὰ Διονύσου Ἀπατήνορος, ὅς ῥα Μελαινὰς ὤπασε Κεκροπίδας ἱερῆς δείκηλα σισύρνης. Ἀπατήνωρ οὐχ ὁ Διόνυσος, ἀλλ’ ὁ Ζεύς. λέγεται δὲ ἑορτὴ τῶν Ἀπατουρίων Διονύσῳ ἐπιτελουμένη ἐξ αἰτίας τοιαύτης· Ξάνθιος βασιλεὺς ὢν τῶν Βοιωτῶν προσεκαλέσατο πρὸς μονομαχίαν Θυμοίτην τὸν τῶν Ἀθηναίων βασιλέα περὶ τῆς χώρας. καὶ ὁ μὲν Θυμοίτης ἀνεδειλίασεν, Μελάνθιος δὲ παρόντων Ἀθηναίων ὑπέστη τὴν μονομαχίαν καὶ συνάντων εὔξατο, εἰ ἀπατήσει τὸν Ξάνθιον, θῦσαι τῷ Διονύσῳ. φανῆναι δὲ τὸν Διόνυσον τῷ Ξανθίῳ αἰγέαν ἐνειμένον μέλαιναν, καὶ τὸν Μελάνθιον εἰπεῖν, ὡς «οὐ μόνος ἀλλὰ δεύτερος εἶ»· ἐπιστραφέντος δὲ ἐκείνου τὸν μὲν θεὸν ἀφανῆ γενέσθαι, τὸν δὲ Μελάνθιον παῖσαι καὶ ἀποκτεῖναι τὸν Ξάνθιον. νικήσαντες οὖν οἱ Ἀθηναῖοι Ἀπατήνορα μὲν Δία προσηγόρευσαν, ἑορτὴν δὲ Ἀπατούρια τῷ Διονύσῳ ἐπιτελοῦσιν· αὐτὸν γὰρ προφανῆναι νομίζουσιν. «σισύρνας» καὶ σισύρας τὰ δασέα δέρματα τὰ τετριχωμένα· καὶ Ἀλκαῖος ὁ μελοποιός · ἐνδὺς σίσυρναν· καὶ Ἀριστοφάνης, ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής · ἐν πέντε σισύρναις ἐγκεκορδυλημένος
α 1585 Ἀπόχρη καὶ ἀποχρῆι· οἷον · «ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς καὶ μόνη ἡ προθυμία δρέψασθαι τὴν εὐφημίαν». οὕτως εἰς τὸ ιβ τῶν πρὸς Θεοδώριτον · σημαίνει δὲ τὸ ἀρκεῖν. ἰστέον, ὅτι τὸ ἀποχρῇ παρὰ μὲν τοῖς παλαιοῖς Ἀθηναίοις καὶ περισπωμένως σὺν τῷ ι γράφεται, παρὰ δὲ τοῖς νεωτέροις βαρύνεται καὶ χωρὶς τοῦ ι γράφεται. καὶ περισπᾶται μὲν κανόνι τοιούτῳ· τὰ εἰς ω μονοσύλλαβα ἐπὶ τοῦ ἐνεστῶτος μετὰ προθέσεως συντιθέμενα τὴν περισπωμένην τάσιν φυλάττει, σμῶ περισμῶ, θλῶ συνθλῶ, κλῶ κατακλῶ. εἰ οὖν ἐστι χρῶ χρῇ μετὰ τοῦ ι δῆλον ὅτι καὶ ἀποχρῇ φαμεν μετὰ τοῦ ι περισπωμένως. πρόσκειται «ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω. πρόσκειται «μετὰ προθέσεως» διὰ τὸ ἄζω· τοῦτο γὰρ ἐνεστῶτος ὂν ἀνεβίβασεν τὸν τόνον, ἀλλ’ οὐκ ἔστι μετὰ προθέσεως, ἀλλὰ μετὰ τοῦ α τοῦ στερητικοῦ ἐπιρρήματος. βαρύνεται δὲ κανόνι τοιούτῳ· τὰ ἀπὸ τῶν εἰς μι συντιθέμενα ἀναβιβάζουσι τὸν τόνον, φημί σύμφημι, εἰμί σύνειμι, πάρειμι· οὕτως οὖν καὶ χρῆμι χρῆς χρῆσι καὶ κατὰ ἀποκοπὴν χρή · οὐ χρὴ παννύχιον, καὶ ἐν συνθέσει ἀπόχρη βαρυτόνως καὶ ἄνευ τοῦ ι. οὕτως Ζηνόβιος
α 1586 Ἀργειφόντης · ἔστι δὲ ἐπίθετον τοῦ Ἑρμοῦ. λέγεται δὲ Ἀργειφόντης ἢ ὅτι ἀργὸς φόνου ἐστί, τουτέστιν καθαρός, ὁ αὐτὸς γάρ ἐστι τῷ λόγῳ· ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς, ὁ γὰρ Ἑρμῆς πρῶτον ἐν τῷ Ἄργει ἐφάνη· ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ποιῶν, ἐπάνω γάρ, ὥς φασι, τῶν ὀνείρων ἐστὶν ὁ Ἑρμῆς· ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσεν, οὗτος δὲ ὁ Ἄργος ἐν ὅλῳ τῷ σώματι αὑτοῦ ὀφθαλμοὺς εἶχεν. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ὥσπερ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἀλετρίβανον κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε σημαίνει δὲ τὸν τριβέα παρὰ τὸ τοὺς ἅλας τρίβειν, οὕτως καὶ ἀπὸ τοῦ ἀργοφόντης γίνεται ἀργεφόντης καὶ πλεονασμῷ τοῦ ι Ἀργειφόντης. Δίδυμος δὲ διὰ τοῦ ι γράφει· λέγει γάρ, ὥσπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ ἐπιρρήματος γίνεται ἀριδείκετος καὶ ἀρίζηλος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντης καὶ πλεονασμῷ τοῦ γ Ἀργειφόντις α. Τέλος
β 1 Βαβάκτης · ὀρχηστής, λάλος, μανιώδης, βακχευτής. λέγεται δὲ καὶ ὁ Πάν· Κρατῖνος, οἷον · χαῖρε χρυσόκερω βαβάκτα κήλων, Πάν. παρὰ τὸ βάζω, τὸ λαλῶ, βάξω βέβακται, οἷον · ἔπος δ’ εἴπερ βέβακται, βεβάκτης βαβάκτης, ὁ πολλὰ λαλῶν. ἔστι καὶ ῥητορική
β 2 Βαβυλών · πόλις Ἀσσυρίας, ἣν Σεμίραμις ἐτείχισε τῷ περιβοήτῳ τείχει. εἴρηται δὲ ἀπὸ Βήλου, ὃς κτίσας αὐτὴν ἀπ’ αὐτοῦ προσηγόρευσε· Καλά γὰρ καλεῖται τῇ Σύρων φωνῇ ὃ τῇ Ἑλληνίδι Βῆλος. δοκεῖ δέ μοι βηλών καὶ ἐν διπλασιασμῷ Βαβηλών καὶ Βαβυλών κατὰ τροπὴν τοῦ η εἰς υ ὡς ἁλμηρός ἁλμυρός καὶ τηρῶ τηρός καὶ τυρός, τὸ εἰς φυλακὴν καὶ τήρησιν γάλα β
β 3 Βάβαξ · λάλος. φλύαρος· Ἀριστοφάνης · κατ’ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ. παρὰ τὸ βάζω βάξω βάξ, καὶ κατὰ ἀναδιπλασιασμὸν βάβαξ. ἔστι δὲ καὶ ῥητορική
β 4 Βάδην · βάδην ἀπιόντος, ἠρέμα παραγινομένου. ἢ θᾶττον ἢ ταχέως· Μένανδρος · τὸ δὴ λεγόμενον τοῦτο «θᾶττον ἢ βάδην»
β 5 Βαθυκόλπων · πέπλος τὸ ἱμάτιον καλεῖται Ἑλληνικῶς, βάρβαρον δὲ τὸ βαθυκόλπων ἀπὸ τῶν ἐκ τῆς ζώσεως κολπωμάτων
β 6 Βάθυλλος · ὄνομα κύριον, ὁ ἐρώμενος Ἀνακρέοντος. γέγονε δὲ ὑποκοριστικῶς· ὡς γὰρ ἀπὸ τοῦ Ἡρακλῆς Ἥρυλλος καὶ ἀπὸ τοῦ Ἀριστοκλῆς Ἀρίστυλλος Θρασυκλῆς Θράσυλλος, οὕτως Βαθυκλῆς Βάθυλλος. Ἡρωδιανὸς Περὶ παθῶν
β 7 Βαθύλειμος · βαθείας λειμῶνας ἔχουσα· ἀπὸ τῆς λειμῶνος γενικῆς βαθυλείμωνος καὶ κατὰ συγκοπὴν βαθύλειμος
β 8 Βαθυζώνους · βαρβάρων γυναικῶν τὸ ἐπίθετον· ἀπὸ τοῦ βαθέως ζώννυσθαι
β 9 Βαθεῖαν αὔλακα · ὅπερ ἐστὶ στιχὶς γῆς ὑπὸ ἀρότρου· μεταφορικῶς ἀπὸ τοῦ βαθείας φρένας κεκρυμμένας σημαίνει. ἐκ τῶν Ῥητορικῶν
β 10 Βάθρον · τὸ θεμέλιον. καὶ βάραθρα, ἀγάλματα. ἔστι δὲ καὶ ῥητορική. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον βῆμι καὶ κατὰ ἀναδιπλασιασμὸν βίβημι· ἐξ οὗ τὸ μακρὰ βιβάς· ῥηματικὸν ὄνομα βάτρον καὶ βάθρον, ἐφ’ ᾧ ἐστι βαίνειν. Ὦρος
β 11 Βαιόν · ὃ λέγεται καὶ ἠβαιόν· τὸ μικρὸν ἢ ὀλίγον. εἴρηται παρὰ τὸ βῶ, τὸ βαίνω, βαιόν, οὗ ἐστι ἐπ’ ὀλίγον βῆναι. ἢ παρὰ τὴν ἥβην ἡβαιός, ἥτις ταχέως ἄρχεται καὶ ταχέως λήγει
β 12 Βαίτυλος · λίθος γινόμενος κατὰ τὸν Λίβανον τὸ ὄρος τῆς Ἰλιουπόλεως. βαίτυλος δὲ ἐκλήθη καὶ ὁ λίθος, ὃν ἀντὶ τοῦ Διὸς ὁ Κρόνος κατέπιεν. εἴρηται δέ, ὅτι ἡ Ῥέα βαίτῃ αἰγὸς σπαργανώσασα τῷ Κρόνῳ ἐπέδωκεν· παρὰ τὴν βαίτην βαίτυλος, βαίτη δὲ σημαίνει τὴν διφθέραν β
β 13 Βαιαί · αἱ ἐν Ἰταλίᾳ· ἀπὸ Βαίου τοῦ Ὀδυσσέως κυβερνήτου ἐκλήθησαν, τελευτήσαντος κατὰ τὴν Ἄορνην τῆς Ἰταλίας
β 14 Βάκηλος · εἰς μὲν τὸ λεξικὸν τὸ Ῥητορικὸν εὗρον σημαῖνον οὕτως· μέγας μέν, ἀνόητος δὲ καὶ γυναικώδης· εἰς δὲ τοὺς ἐτυμολόγους ὁ ἀποτετμημένος τὸ αἰδοῖον. εἴρηται δὲ οἱονεὶ βιάκολός τις ὤν, ὁ βίᾳ καὶ μανίᾳ κόλος γεγονώς· οὕτως γὰρ ἐκαλοῦντο οἱ Γάλλοι, οἱ περὶ τὴν μητέρα τῶν θεῶν ὀργιάζοντες καὶ ἑαυτοὺς ἐκτέμνοντες. βιάκολος καὶ βάκολος καὶ τροπῇ τὸ ο εἰς τὸ η ὡς ἔλαφος ἐλαφηβόλος, βάκηλος. Ἐπαφρόδιτος δὲ τὸν αἰδοῖον μὴ ἔχοντα· κῆλον γὰρ τὸ αἰδοῖον, ἔνθεν καὶ κήλων ὁ ὄνος ὁ συνουσιαστικός, ἵν’ ᾖ ἄκηλος καὶ πλεονασμῷ τοῦ β βάκηλος, ὡς ῥόδον βρόδον, σίδαι σίβδαι
β 15 Βακτηρία · εἴρηται ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν ἐπ’ αὐτῆς, τουτέστιν στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως
β 16 Βάκχος · μαινόμενος. παρὰ τὸ βάζω βάξω βάχος καὶ πλεονασμῷ τοῦ κ βάκχος, ὡς ἰαχή ἴαχος καὶ ἴακχος· οἱ γὰρ μεθύοντες πλέον τῇ φωνῇ καὶ ἐνθουσιῶντες χρῶνται
β 17 Βακχέβακχος · εἴρηται εἰς τὸ γυναιμανές
β 18 Βαλανεῖον · τινὲς μὲν λέγουσιν, ὅτι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας, καὶ Ὅμηρος παρετυμολογῶν λέγει · λοῦε ἐκ τρίποδος μεγάλοιο, ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γύων. οὐ λέγουσι δὲ καλῶς· εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλεν διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τὸ ἀνία διὰ τοῦ ι γράφεται. ἀλλ’ ἔστιν εἰπεῖν βαλανεῖον εἴρηται τὸ λουτρὸν παρὰ τὸ τὰς βαλάνους αὔειν, τουτέστι τοὺς δρῦς· οὕτως γὰρ καλοῦνται οἱ δρῦς καὶ ἄλλα τινὰ φυτά. Ἐπαφρόδιτος δὲ παρὰ τὸ αὔω, τὸ σημαῖνον τὸ καίω · ἵνα μή ποθεν ἄλλοθεν αὔοι, γεγονέναι α
β 19 Βαλίος · ὄνομα τοῦ ἵππου τοῦ Ἀχιλλέως· σημαίνει καὶ τὸ ποικίλος, οὕτως· βαλιὰν ἔλαφον, φησὶν Εὐριπίδης. παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος. ἢ φαλιός τις ὤν, ὁ λευκομέτωπος β
β 20 Βαλιαί · αἱ ταχεῖαι· παρὰ τὸ βάλλειν καὶ ταχέως φέρεσθαι τὸ βαλλόμενον. ἢ παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος, οἷον · βαλιαῖς ἀσκαίρων Ἁρπυίαις α
β 21 Βάλλις · εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τοὺς τεθνεῶτας ὁμοίως τῇ ἀρυώνῃ. λέγεται βάλλις, οἱονεὶ βίαλλίς τις οὖσα, ἐπεὶ δοκεῖ βίον ἄλλον ποιεῖν
β 22 Βάλλω · παρὰ τὸ βῶ γίνεται βαίνω, ἀφ’ οὗ τὸ βάλλω, ὡς ἀπὸ τοῦ θῶ θάλλω καὶ ἰῶ ἰάλλω· οἱ γὰρ βάλλοντες διαβαίνουσι
β 23 Βάλε · ἀντὶ τοῦ ἀβάλες· οἷον · βάλε δή, βάλε κηρύλος εἴην. ὁ δὲ Ἀλκμὰν τὸ ἀβάλε, οἷον · ἀβάλε καὶ νοέοντα· τοῦτο δὲ γίνεται καὶ ἆ κατὰ συγκοπήν, οἷον · ἆ πάντως ἵνα γῆρας. ἀμφότερα γὰρ πάντως μίαν σημασίαν ἔχουσιν τὸ ἆ καὶ τὸ ἀβάλε. ζητεῖται πότερον τὸ ἀβάλε ἀπέβαλεν τὰς ἐπὶ τέλους δύο συλλαβὰς καὶ ἐποίησεν τὸ ἆ ἢ τοῦ βάλε ἐπλεόνασε τὸ ἀ καὶ ἐγίνετο ἀβάλε. ἢ ἕτερον τὸ ἀ καὶ ἕτερον τὸ βάλε καὶ ταῦτα συντιθέμενα ποιοῦσι τὸ ἀβάλε, ὅτι οὐ δύναται τὸ ἀβάλε γενέσθαι κατὰ ἀποκοπὴν τῶν δύο συλλαβῶν καὶ γενέσθαι ἆ ἢ ἀποβάλλειν τὸ ἀ τῆς τυχούσης καὶ γενέσθαι βάλε· οὐδέποτε γὰρ ἐν τῇ αὐτῇ λέξει γίνεται καὶ ἀφαίρεσις καὶ συγκοπή, ἀλλ’ ἔστιν ἰδίᾳ τὸ ἆ καὶ ἰδίᾳ τὸ βάλε καὶ ἐν συνθέσει τὸ ἀβάλε καὶ κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης βάλε. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
β 24 Βάλλον · ῥῆμα ὁριστικὸν πληθυντικόν· δύναται εἶναι καὶ ἑνικὸν ἔβαλλον. ἔστι παρὰ τὸ βάλλω, ἐξ οὗ καὶ βολή, ὡς στέλλω στολή· ἀπὸ δὲ τοῦ βάλλω γίνεται καὶ βαλλίζω. κλίνεται τὸ βάλλω ἕως τοῦ παρατατικοῦ καὶ μόνον
β 25 Βαλβίς · βάσις ταπεινή, ἡ ἀφετηρία καὶ ὁ καμπτός, ἤγουν ἡ ἄφεσις τῶν δρομέων· ἔστι δὲ ξύλα δύο, ἀφ’ ὧν σχοινία διατείνεται· ἀφ’ ἧς βαλβῖδος ἐξέρχονται οἱ ἀγωνιζόμενοι· Λυκόφρων · ἐγὼ δ’ ἄκραν βαλβῖδα μηρίνθου σχάσας ἄνειμι λοξῶν ἐς διεξόδους ἐπῶν, παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός, οἷον · βηλῷ ἐπὶ λιθέῳ. καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφίς, οὕτως καὶ παρὰ τὸ βηλός γίνεται βηλίς καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ, τοῦ β βαλβίς. ἔστι δὲ καὶ ῥητορική
β 26 Βαλβῖσιν · ἀντὶ τοῦ ταῖς ἀρχαῖς· εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγα γινομένη γραμμὴ διὰ τὸ ἐπ’ αὐτῆς βεβηκέναι τοὺς δρομέας βαλβίς καλεῖται. ἐκ τοῦ Ῥητορικοῦ ἡ λέξις
β 27 Βᾶμα καὶ σχᾶμα · εἴρηται εἰς τὸ βῆμα
β 28 Βάμμα Κυζικηνόν · τὴν ἀκάθαρτον ἀσχημοσύνην Ἀττικοὶ λέγουσιν
β 29 Βάζω · σημαίνει δὲ τὸ λέγω, οἷον · εὖ μὲν βάζουσι, κακῶς δ’ ὄπισθεν φρονέουσι. γίνεται παρὰ τὸ βοῶ βῶ, καὶ ὥσπερ παρὰ τὸ φῶ φάζω, ὁ μέλλων φάσω καὶ πλεονασμῷ τοῦ κ φάσκω, οὕτως καὶ παρὰ τὸ βῶ βάζω, ὁ μέλλων βάξω. ἐκ δὲ τοῦ βάζω γίνεται καὶ βράζω πλεονασμῷ τοῦ ρ. δύναται δὲ εἶναι καὶ παρὰ τὴν βοὴν βοάζω καὶ κατὰ συγκοπὴν βάζω. Ὠρίων
β 30 Βαλανάγρα · ἡ κλείς· παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. αὕτη ἐκ τῶν Ῥητορικῶν
β 31 Βαμβαίνει · διστάζει, τρέμει τοῖς ποσὶ καὶ ὑπὸ τρόμου ἠχεῖ τοὺς ὀδόντας καὶ τῇ γλώσσῃ ἀσήμως φθέγγεται. ἔστι δὲ ῥητορικὴ ἡ λέξις ἀλλὰ καὶ ποιητική · τάρβησέν τε βαμβαίνων, ἄραβος δὲ διὰ στόμα γίνεται ὀδόντων. εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν ἐπὶ τῶν μὴ ἑδραίαν τὴν φωνὴν ἐχόντων· οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷοί τε ἑδραῖοι ἀμφοτέραις ταῖς βάσεσιν εἶναι, ὥς φησιν ὁ ποιητής · ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζῃ. ἔστιν οὖν βαίνω καὶ κατὰ ἀναδιπλασιασμὸν βαβαίνω καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω, τὸ ὑπὸ τρόμου ἠχεῖν τοὺς ὀδόντας καὶ ἀνάρθρως λέγειν
β 32 Βαθυλήϊος · ἀντὶ τοῦ πολυλήϊος, πολύσιτος, οἷον · οὐδέ ς’ ὀΐω γαῖαν ὀνόσσασθαι. περὶ γὰρ βαθυλήϊος ἄλλων
β 33 Βάναυσος · πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος. βαῦνος γὰρ ἡ κάμινος. ῥητορική. Σοφοκλῆς, οἷον. οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην. εἴρηται δὲ παρὰ τὸ τὰς βαύνους αὔειν, τουτέστιν τὰς καμίνους καίειν
β 34 Βᾶν. εἰ μὲν ἐκ τοῦ βῆναι, βᾶναι καὶ κατὰ συγκοπὴν βᾶν. εἰ δὲ θέμα βῶ ἐστι, βᾷς βᾷ καὶ τὸ ἀπαρέμφατον βᾶν. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
β 35 Βάξις · σημαίνει δὲ τὴν φήμην καὶ τὴν ῥῆσιν. Μίμνερμος · καί μιν ἐπ’ ἀνθρώπους βάξις ἔχει χαλεπή. · ἀργαλέης ἀεὶ βάξιος ἱέμενοι. παρὰ τὸ βάζω βάξω βάξις
β 36 Βάπτω · παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βάπτω β
β 37 Βάραθρον. τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται. ἢ τόπος κοῖλος, τὰ μὲν ἄνω ἔχων ὑψηλὰ καὶ ἰσχυρά, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. ἐν δὲ Φιλιππικοῖς ὁ Δημοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ. ἔστι γὰρ ῥητορική. ὁ δὲ ποιητὴς βέρεθρον τὸ χάσμα διὰ τοῦ ε φησίν, Ἀττικοὶ δὲ διὰ τοῦ α · κυρίως γὰρ βάραθρα καλοῦσι τοὺς κοίλους τόπους, δι’ ὧν οἱ ποταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι. παρὰ τὸ βαίνω γίνεται βάτρον καὶ βάθρον καὶ κατὰ πλεονασμὸν βάραθρον καὶ Ἰακῶς βέρεθρον. ἢ κατὰ ἀντίφρασιν τὸ ἄβατον εἶναι διὰ τὴν κοιλότητα
β 38 Βάρβιτος · εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον ἢ κιθάρα. εἴρηται δὲ οἱονεὶ βαρύμιτός τις ὤν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰς νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς στήμοσιν ἐκέχρηντο. ὅθεν καὶ οἱ Αἰολεῖς βάρμιτον αὐτὸ διὰ τοῦ μ φασί β
β 39 Βάρβαρος · ὀνοματοπεποίηται ἡ λέξις, οἷον κατὰ μίμησιν τῆς γινομένης αὐτῷ βραχύτητος ἐν τῇ φωνῇ· ἀφ’ οὗ καὶ βρόγχος λέγεται δι’ οὗ ἀναφέρεται ἡ φωνή· καὶ αὐτὸ τὸ βραγχιᾶν, τὸ σαπρᾷ τῇ φωνῇ καὶ τραχείᾳ χρᾶσθαι
β 40 Βάραγχος · Ἱππῶναξ · μάλιστα γὰρ οἱ ἄλλοι Βράγχος, Ἱππῶναξ πλεονασμῷ τοῦ α. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Περὶ παθῶν
β 41 Βάρδιστος · παρὰ τὸ βάρος βαρύς γίνεται ἐν ὑπερθέσει καὶ πλεονασμῷ τοῦ δ βραδύς . Ἡρωδιανὸς Περὶ παθῶν
β 42 Βαραγχιᾶν · ἀντὶ τοῦ βραγχιᾶν πολλάκις ἐστὶ παρὰ Ἀττικοῖς. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
β 43 Βαρδίνης · ποταμός· εἴρηται παρὰ τὸ βαρείας καὶ ἐπαχθεῖς ἔχειν δίνας, βαρυδίνης τις ὤν
β 44 Βαρκάζειν · τὸ βαρβαρίζειν· εἴρηται ἀπὸ τῶν Καρβάνων, οἵ εἰσι βάρβαροι. ἦν οὖν καρβάζειν καὶ ἐν ὑπερθέσει βαρκάζειν
β 45 Βαρύνω · εἴρηται εἰς τὸ κιάθω. · βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ . βαρύς
β 46 Βασιλεύς · παρὰ τὸ σίνω, τὸ βλάπτω, γίνεται σινεύς, ὁ βλαπτικός, ἀσινεύς, ὁ ἀβλαβής, καὶ τροπῇ τοῦ ν εἰς τὸ λ ἀσιλεύς καὶ πλεονασμῷ τοῦ β βασιλεύς. ἢ παρὰ τὸ βαίνειν ἵλεως. ἢ παρὰ τὸ πεπᾶσθαι λαούς, ὅ ἐστι κεκτῆσθαι· πάσασθαι γὰρ τὸ κτήσασθαι, καὶ πάμματα τὰ κτήματα, καὶ πολυπάμμονος, ἵν’ ᾖ πασιλεύς, καὶ βασιλεύς. ἢ ὁ περὶ τὴν βάσιν ἴλην ἔχων, τουτέστι μετὰ πλήθους ποιούμενος τὴν βάσιν καὶ τὴν ἔξοδον. ἢ ὅτι λαοῦ ἐστι βάσις καὶ στήριγμα. ἢ παρὰ τὴν βάσιν καὶ τὸ λεύσσειν, ὁ ἐν τῷ περιϊέναι περίβλεπτος. ἢ πασιλεύς τις ὤν, ὁ πάντας λεύσσων καὶ πάντων προνοῶν
β 47 Βασιλίς · ἡ τοῦ βασιλέως γυνή, ὡς καὶ βαλανίς, ἡ τοῦ βαλανέως. ῥητορική. λέγει δὲ Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν ὅτι ἀπὸ τοῦ βασιλεύς βασιλῆος γίνεται βασιληΐς καὶ ἀποβολῇ τοῦ η βασιλίς
β 48 Βασιλεύτωρ · παρὰ τὸ βασιλεύσω βασιλεύτωρ· Ἀντίμαχος ἐν πρώτῃ Θηβαΐδος · οἷοι ἔσαν βασιλεύτορες Αἰπαλήων. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικόν
β 49 Βασανίζειν · οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν καὶ δοκιμάζειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· βάσανος γάρ ἐστι λίθος λεγομένη, ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως πάντες κέχρηνται οἱ ἀξιόλογοι. ἐκ τοῦ Ῥητορικοῦ
β 50 Βασκαίνει · ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτως Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος καὶ ἐν τοῖς ἑξῆς · «βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμόν» φησὶν ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. εἴρηται δὲ παρὰ τὸ βάσκανος βασκαίνω. ἢ παρὰ τὸ φασκαίνω, ὅτι τοῖς φάεσι καίνει, ὅ ἐστι φθείρων διὰ τοῦ βλέμματος. ῥητορική
β 51 Βάσκανος · ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα καὶ πειρώμενος εἰς ἀπέχθειαν ἄγειν, ὁ φθονερὸς καὶ βλαβερός· οὕτως Ἀριστοφάνης οὕτως Εὐριπίδης. Φερεκράτης δὲ ἐπὶ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν, οἷον · ὁ λαγώς με βασκαίνει καὶ λυπεῖ. εἴρηται δὲ φάσκανός τις ὤν, ὁ τοῖς φάεσι καίνων β
β 52 Βασαρίδες · αἱ Βάκχαι, οἷον · κέντορι Βασσαρίδων· παρὰ τὸ διάγειν ἐν βήσσαις, ὅ ἐστιν ὀρεινοῖς τόποις, ἢ παρὰ τὸ βασσάρη τὸ λεγόμενον ὑπόδημα, ὅπερ εἴρηται παρὰ τὸ τῇ βάσει ἀρηρέναι· ἀρῶ γὰρ τὸ ἁρμόζω β
β 53 Βασσάρα · σημαίνει κυρίως τὴν Βάκχην, ὡς Ὠρίων λέγει. ἀπὸ τούτου δὲ καὶ ἡ κατωφερὴς καὶ πόρνη γυνὴ εἴρηται βασσάρα· Λυκόφρων · μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα σεμνῶς κασσορεύουσα κοιλανεῖ δόμους· καὶ πάλιν παρὰ τῷ αὐτῷ · τῆς παντομόρφου βασσάρας λαμπούριδος· λάμπουρις δέ ἐστιν ἡ ἀλώπηξ. λέγεται βάσσαρος ἡ ἀλώπηξ κατὰ Ἡρόδοτον
β 54 Βασσάραι · χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾳκίαι Βάκχαι, καλούμενοι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου· ἦσαν δὲ ποικίλοι καὶ ποδήρεις· Αἰσχύλος ἐν Ἠδωνοῖς · ὅστις χιτῶνας βασσάρας τε Λυδίας ἔχει ποδήρεις. ἐκ τοῦ Ῥητορικοῦ
β 55 Βάσσων · βαθύτερος· Ἐπίχαρμος · βάσσον χωρίον, ἀντὶ τοῦ βαθύτερον, εὔγειον· ἀπὸ τοῦ βαθύς βαθύτερος βαθίων βάσσων
β 56 Βαστραχαλίσαι · τραχηλιάσαι· βάστραχας γὰρ τοὺς τραχήλους οἱ Βοιωτοὶ καλοῦσιν
β 57 Βατίεια · τόπος ἐν τῷ πεδίῳ τῆς Ἰλίου· Ὅμηρος · τὴν ἤτοι ἄνδρες Βατίειαν κικλῄσκουσιν
β 58 Βατία · λέγεται καὶ ὁ βάτους ἔχων τόπος· ἀπὸ τοῦ βάτος βατία, ἀλλὰ διὰ τοῦ ι ὡς Αἰτωλός Αἰτώλιος. ἐπὶ δὲ τοῦ τόπου Ἐπαφρόδιτός φησιν ἀπὸ τοῦ πατῶ πάτος, ἀπὸ τοῦ πάτου τῶν ἵππων· τοὺς γὰρ ἐν ταῖς ὁδοῖς ὁλκούς τε καὶ συνεχεῖς τρίμμους πάτους ἔλεγον· πάτος οὖν πάτεια καὶ πλεονασμῷ τοῦ ι πατίεια καὶ Βατίεια
β 59 Βάτεια · τόπος Τροίας ἀπὸ Βατείας τῆς Δαρδάνου γυναικός, ἐξ ἦς γενέσθαι τὸν Ἐριχθόνιον. ἐν Ὑπομνήματι Λυκόφρονος. οὕτως Ὦρος. ἐγὼ δὲ εὗρον ἐν τοῖς Ῥητορικοῖς σημαίνουσαν τὴν λέξιν οἰκίαν τινὰ ἀπὸ Βάτωνος ἐπωνομασμένην δεσπότου. ἢ σκεῦος ἢ κόσμος ἢ χωρίον τι
β 60 Βάτην · τὼ δ’ ἀέκοντε βάτην. ἔστι τὸ θέμα βῆμι, ὁ παρατατικὸς ἔβην, τὸ δεύτερον τῶν δυϊκῶν ἐβάτην καὶ ἀφαιρέσει τοῦ ε βάτην
β 61 Βατήρ · ἡ ἀρχὴ τοῦ τῶν πεντάθλου σκάμματος · αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου, φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. ῥητορικὴ δέ ἐστιν ἡ λέξις. οὐ παρὰ τὸ βαίνω, ἐλέγετο γὰρ βαντήρ, ἀλλὰ παρὰ τὸ βίβημι βατήρ
β 62 Βάτης · παρὰ τὸ βαίνω βάντης ὤφειλεν εἶναι, ὡς φαίνω φάντης καὶ ἱεροφάντης· ἀλλ’ ἀπὸ τοῦ βίβημι βάτης καὶ διαβάτης καὶ ἱπποβάτης. Φιλόξενος
β 63 Βατοδρόπος · παρὰ τὸ δρέπω δρόπος καὶ βατοδρόπος. Φιλόξενος. ῥηματ
β 64 Βάτραχος · παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν βοάτραχός τις ὤν. ἔστι δὲ πεποιημένη ἡ λέξις
β 65 Βάτος · ἡ ἄκανθα· εἴρηται δὲ κατὰ ἀντίφρασιν, ὁ μὴ ὢν βατός, καὶ ἔστιν ἐν τόνῳ παρώνυμον· γίνεται γὰρ τοιαῦτα πολλά, ὡς παρὰ τὸ κυρτός κύρτος, ξανθός Ξάνθος, λευκός Λεῦκος · Λεῦκον δ’ Ὀδυσσέως ἐσθλὸν ἑταῖρον· οὕτως βατός βάτος. οὕτως Ἀπολλώνιος
β 66 Βάτταλος · ἐπώνυμον ἦν Δημοσθένους. ἐκάλουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν καὶ βδελυρὸν καὶ αἰσχρὸν οὕτως ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν καὶ αὐλήματα τοιαῦτα ἐφεῦρεν. οἱ δὲ βάτταλον ὀνομάζεσθαι παρὰ τοῖς παλαιοῖς τῶν μαλακιζομένων τὸν πρωκτόν, ἀπὸ τοῦ τύπτεσθαι ἐν τῷ ἔργῳ, καὶ βατταλίζεσθαι. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν
β 67 Βατταρίζειν καὶ βαττολογεῖ ν· τὸ μόγις λαλεῖν. εἴρηται ἀπὸ τοῦ Βάτου τοῦ Θηρίου τοῦ εἰς τὴν Κυρήνην τὴν ἀπὸ Θήρας ἀποικίαν ἀγαγόντος, ἰσχνοφώνου ὄντος· ὡς γὰρ βάρβαρος βαρβαρίζειν, οὕτως Βάττος βατταρίζειν. οἱ δὲ κατὰ μίμησιν φωνῆς, ὡς τὸ ποππύζειν, ὃ καὶ πιθανώτερον. καὶ γὰρ ὁ Βάτος ἀπὸ τοῦ ἐπέχεσθαι τὴν φωνὴν ὠνόμασται τραυλίζων καὶ τὸν τοιοῦτον ἦχον προφερόμενος
β 68 Βαττολογία · ἡ πολυλογία· ἀπὸ Βάτου τινὸς Ἕλληνος μακροὺς καὶ πολυμήκους στίχους ποιήσαντος εἰς τὰ εἴδωλα ταυτολογίαν ἔχοντας
β 69 Βαῦνος · ἡ κάμινος· παρὰ τὸ αὔω, τὸ καίω, οἷον · ἵνα μήποθεν ἄλλοθεν αὔοι, γίνεται αὖος καὶ πλεονασμῷ τοῦ β βαῦνος
β 70 Βδέλλα · Ἀττικοὶ βδάλλειν λέγουσιν τὸ ἀμέλγειν· ἀπὸ δὲ τοῦ βδάλλω γίνεται βδέλλα τοῦ α εἰς ε τραπέντος· καὶ γὰρ ἡ βδέλλα ἀμέλγουσιν ἔοικεν ἐν τῷ τὸ αἷμα ἐπισπᾶν
β 71 Βδέλυγμα · δυσοσμία
β 72 Βδελυρός · ὁ ἀηδὴς καὶ τοῦ μυσάττεσθαι καὶ ἀποστρέφεσθαι ἄξιος· καὶ βδελύττομαι. εἴρηται δὲ παρὰ τὴν βδέλλαν ἢ παρὰ τὸ βδάλλω βδαλυρός, ὡς λήγω ληγαρός, λέπω λεπυρός, καὶ τροπῇ βδελυρός, τουτέστιν ὁ ἀναιδὴς καὶ πανταχόθεν ἕλκειν καὶ ἁρπάζειν βουλόμενος. ἀπὸ τούτου καὶ ἡ βδελυγμία, ἀπὸ τοῦ μίσους, καὶ ἡ βδελυρία. οὕτως εἰς τὸ Ῥητορικόν
β 73 Βδόλος · ἡ δυσωδία τοῦ λύχνου καὶ ἡ πορδή · τὸν βδόλον οὐκ ἔσθ’ ἥτις ῥὶς ὑποστῆναι δύναται. παρὰ τὸ ὄζω ὀζόλος καὶ ἀφαιρέσει τοῦ ο ζόλος, ὡς τὸ ὀδύρεσθαι δύρεσθαι, τροπῇ τοῦ ζ εἰς βδ βδόλος· καὶ τὸ ῥῆμα ὄζει βδεῖ, ὡς τὸ ῥοιζεῖ, ῥοιβδῶ καὶ ἀναρροιβδῶ
β 74 Βεβαία · πηγὴ οὕτως καλουμένη ἐν Εὐβοίᾳ. ἐτυμολογεῖ δὲ Τεῦκρος ὅτι, φησί, «τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν καὶ πηγῶν μόνη αὕτη ὁμοίως διέμεινεν πολύυδρος». παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς Βεβαία εἴρηται
β 75 Βέβαιος · ὁ ἀσφαλής· παρὰ τὸ βιβῶ γίνεται βίβαιος, ὡς τιμῶ Τίμαιος καὶ πηδῶ Πήδαιος, καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ι εἰς ε ὡς ἀγχίμαχος ἀγχέμαχος, ἀδίκαστος ἀδέκαστος, γέγονε βέβαιος, ὁ ἑδραῖος καὶ βεβηκὼς πρὸς ἀντιδιαστολὴν τῶν ἀστηρίκτων. γράφεται δὲ διὰ τοῦ ε Ψιλοῦ καὶ τῆς αι διφθόγγου. τὰ γὰρ διὰ τοῦ αιος ἀπὸ ῥημάτων εἴτε κύρια εἴτε προσηγορικὰ καὶ προπαροξύνονται καὶ διὰ τῆς αι διφθόγγου γράφονται, οἷον τιμῶ Τίμαιος, πηδῶ Πήδαιος, οἷον · Πήδαιον δ’ ἄρ’ ἔπεφνε, λύω Λύαιος ὄνομα κύριον, ματῶ μάταιος. οὕτως οὖν καὶ βιβῶ βίβαιος καὶ βέβαιος διὰ τῆς αι διφθόγγου. οὕτως Θεόγνωστος β β
β 76 Βεβάασι · παρὰ τὸ βεβήκασι κατὰ συγκοπὴν · ἐννέα δὴ βεβάασι
β 77 Βεβίηκεν · καταπεπόνηται, βεβίασται · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ἀπὸ τοῦ βιάζω
β 78 Βέβηλος · λέγεται δὲ καὶ ὁ μὴ ἱερὸς τόπος καὶ ὁ ἀκάθαρτος, ἢ καὶ ἀμύητος. ῥητορική. εἴρηται δὲ ὁ μὲν τόπος ἀπὸ τοῦ βῶ βήσω βηλός καὶ ἐν διπλασιασμῷ βέβηλος, ὁ βάσιμος παντί, πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου· καὶ ὁ ἄνθρωπος ἀπὸ τοῦ τόπου, ὁ ἐν ἀνιέροις τόποις ἄξιος διατρίβειν β
β 79 Βέβαμεν καὶ βεβάμεν · εἰ μὲν προπαροξύνεται, ἀπὸ τοῦ βεβήκαμεν γέγονε κατὰ συγκοπὴν ἀντὶ τοῦ βεβήκαμεν· εἰ δὲ παροξύνεται, ἀπαρέμφατόν ἐστιν, οἷον · ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν τε μάχεσθαι. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος, ὡσαύτως δὲ καὶ ἐν τῷ Περὶ παθῶν Ἡρωδιανοῦ ἀντὶ τοῦ βέβηκεν
β 80 Βεβολήατο · τῇ ψυχῇ τετρωμένοι ἦσαν, ἐλυποῦντο. παρὰ τὸ βάλλω γίνεται ῥηματικὸν ὄνομα βολή· καὶ ἀπὸ τοῦ βολή γίνεται ῥῆμα βολῶ, ὁ μέλλων βολήσω, ὁ παρακείμενος βεβόληκα, ὁ παθητικὸς βεβόλημαι, ὁ ὑπερσυντέλικος ἐβεβολήμην ἐβεβόλησο καὶ τὸ τρίτον ἐβεβόλητο καὶ Ἰωνικῶς ἐβεβολέατο· λέγει γὰρ ὁ Τεχνικός · «οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσιν πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συλλαβήν, οἷον πεποίηνται πεποιέαται». οὕτως οὖν καὶ βεβόλητο καὶ βεβολέατο· καὶ διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων ἔκτασις γέγονεν τοῦ ε εἰς τὸ η βεβολήατο. οὕτως Ζηνόβιος καὶ ἄλλοι β
β 81 Βέβουλα · καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα, ἀντὶ τοῦ προκέκρικα, προτιμῶ. ἀπὸ τοῦ βούλω βαρυτόνου, ὁ μέλλων βουλήσω ὡς ἀπὸ περισπωμένου, ὥσπερ καὶ ἀπὸ τοῦ θέλω θελήσω, μέλω μελήσω, ὁ παρακείμενος βεβούληκα καὶ ὁ μέσος βέβουλα
β 82 Βεβήκει · εἰς Οὔλυμπον δὲ βεβήκει. ὑπερσυντελίκου τῶν εἰς μι
β 83 Βεβρώσεται · χρήματα δ’ αὖτε κακῶς βεβρώσεται. ἀπὸ τοῦ βρῶ βρώσω βέβρωκα, ὁ παθητικὸς βέβρωμαι, τὸ δεύτερον βέβρωσαι καὶ ὁ μετ’ ὀλίγον μέλλων βεβρώσομαι βεβρώσῃ βεβρώσεται
β 84 Βεβρώθοις · φάγοις· ἀπὸ τοῦ βρώσω · ὠμὸν βεβρώθοις Πρίαμον
β 85 Βέθρον · βέρεθρον καὶ κατὰ συγκοπὴν βέθρον· Κρατῖνος καὶ Εὐφορίων. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
β 86 Βείω · εἴρηται εἰς τὸ θ στοιχεῖον εἰς τὸ θείω
β 87 Βέλεμνα · βέλη· ἔστι δὲ καὶ ῥηματικόν, παρὰ τὸ βέλος βέλεμος, ὡς ἔχω Ἔχεμος, Τήλεμος, καὶ πλεονασμῷ τοῦ ν βέλεμνος καὶ βέλεμνον οὐδέτερον. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
β 88 Βελτίω · βελτίονα βελτίοα καὶ κατὰ κρᾶσιν βελτίω, ὡς κρείσσονα κρείσσοα κρείσσω. Ἡρωδιανὸς Περὶ παθῶν. Εὔπολις · ὅσον γένοιτ’ ἂν αὐτῇ βελτίω τὰ πράγματα. ἡ τι συλλαβὴ βραχεῖα, ὅθεν καὶ διὰ τοῦ ι
β 89 Βελτίων · ἐκ τοῦ βάλλω ἢ βέλλω ῥήματος, ὅθεν καὶ βέλος καὶ βολή, γίνεται ῥηματικὸν ὄνομα βέλτος· ἐκ δὲ τοῦ βέλτος γίνεται συγκριτικὸς τύπος εἰς ων βελτίων καὶ ὑπερθετικὸς βέλτιστος. οὕτως Ὠρίων. εἰς τὸ βέλτερος
β 90 Βέλτερος · οὐ παρὰ τὸ βάλλω γέγονεν, ἐπεὶ βάλλος ὤφειλεν εἶναι, ὥσπερ θάλλω θάλλος, ἀλλὰ πραὰ τὸ βέλλω, ὅθεν καὶ βολή καὶ βέλος, γίνεται ῥηματικὸν ὄνομα βέλτος καὶ τὸ συγκριτικὸν βέλτερος, οἷον · βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι. καὶ οὕτως μὲν ὁ Ὠρίων ἐτυμολογεῖ· ὁ δὲ Φιλόξενος εἰς τὰ Συγκριτικὰ λέγει, ὅτι τὸ βέλτερος καὶ φέρτερος οὐκ εἰσὶν συγκριτικά, θέματα δέ εἰσιν συμπεπτωκότα τύποις συγκριτικῶν. οὐδὲ γὰρ πάντα τὰ εἰς δης πατρωνυμικά εἰσιν, οὐδὲ πάντα τὰ εἰς κος κτητικά. καὶ δῆλον ἐκ τούτου· οὐδὲν εἰς ρος λῆγον συγκριτικὸν μετὰ στερήσεως λέγεται· εἰ οὖν ἀβέλτερος φαμέν, δῆλον ὅτι οὐ συγκριτικόν, τὸ γὰρ ἀτυχέστερος οὐκ ἐν τῷ συγκριτικῷ εἴληφε τὴν σύνθεσιν, ἀλλὰ παρὰ τὸ ἀτυχής ἐσχημάτισται
β 91 Βελλεροφόντης · ἔλλερα γὰρ τὰ κακά· Βελλερεφόντης ὁ προνοούμενος παύειν τὰ κακὰ
β 92 Βελόνη · παρὰ τὸ βέλος καὶ τῆς τούτου ὀξύτητος β
β 93 Βέλος · πᾶν τὸ κατά τινος βαλλόμενον βέλος εἴρηται· παρὰ τὸ βάλλω ἢ βέλλω. ἰστέον, ὅτι διακρίνεται ἡ εὐθεῖα τῶν οὐδετέρων καὶ ἡ αἰτιατικὴ ἀπ’ ἀλλήλων οὕτως· ὅτε τὸ ῥῆμα καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου φέρεται, καθ’ οὗ καὶ τὸ οὐδέτερον ὄνομα, τότε τὸ οὐδέτερον εὐθείας ἐστίν, ὡς ἐπὶ τοῦ «βέλος ἔπεσεν»· αὐτὸ γὰρ πίπτει τὸ βέλος, τοῦτο δὲ ἴδιον εὐθείας, τὸ τὴν διάθεσιν τοῦ ῥήματος ἕλκειν εἰς ἑαυτήν· «παιδίον ἀπέθανεν», «γύναιον ὑφαίνει». ὅτε μέντοι τὸ ῥῆμα ἐξ ἄλλης αἰτίας πρόεισι, τότε τὸ οὐδέτερον αἰτιατική ἐστιν, ὡς ἐπὶ τοῦ «βέλος ἥρπασεν»· ἄλλος γὰρ ὁ ἁρπάσας, ἁρπάζεται γὰρ τὸ βέλος· «τὸ κρέας ἔκλεψε», «τὸ μαχαίριον ἔλαβεν». οὕτως Ζηνόβιος
β 94 Βέμβιξ · ὁ στρόμβος, ὃν οἱ παῖδες περιστρέφοντες καὶ παίοντες ἱμάντι παίζουσι, πέμπιξ τις ὢν παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι
β 95 Βένθος · τὸ βάθος· παρὰ τὸ βάθος βέθος καὶ πλεονασμῷ τοῦ ν βένθος, ὡς πάθος πέθος καὶ πένθος
β 96 Βέω βίω · τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀντὶ τοῦ διὸ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι, ἢ οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ
β 97 Βερενίκη · ἡ γυνὴ τοῦ πατρὸς Πτολεμαίου· ἔστι δὲ κατὰ Μακεδόνας τὸ ὄνομα· οὗτοι τὸ φ τρέπουσιν εἰς τὸ β τὴν κεφαλὴν κεβαλήν, τὸν Φίλιππον Βίλιππον λέγοντες· οὕτως Φερενίκη Βερενίκη
β 98 Βέροια · πόλις Μακεδονίας, ἥν φασιν ἀπὸ Φέρητός τινος κτισθεῖσαν· Φέροια καὶ κατὰ Μακεδόνας Βέροια τροπῇ τοῦ φ εἰς β
β 99 Βεστῖνοι · ἔθνος ἐν Ἰταλίᾳ· ὠνόμασται δὲ ἀπὸ τοῦ θηριώδη εἶναι· βέστια γὰρ τὰ θηρία κατὰ τὴν Ῥωμαίων διάλεκτον
β 100 Βεύδεα · τὰ ἱμάτια· Καλλίμαχος · ἐν δὲ Πάρῳ καλά τε καὶ αἰόλα βεύδ’ ἔχουσαι· σημαίνει δὲ τὰ ποικίλα ἢ πορφυρᾶ ἱμάτια. Δίδυμος δὲ τὰ δέρματα βοεύδεα ἢ τὰ εὐδίαν ἡμῖν παρέχοντα. Ἡρωδιανὸς δὲ εὕδεα καὶ πλεονασμῷ τοῦ β βεύδεα παρὰ τὸ εὕδειν
β 101 Βέχειρ · εἴρηται εἰς τὸ Σάπειρες
β 102 Βῆ · βῆ δ’ ἀκέων παρὰ θῖνα, ἀντὶ τοῦ ἐπορεύθη· παρὰ τὸ βῶ βῆμι, ὁ δεύτερος ἀόριστος ἔβην, τὸ τρίτον ἔβη καὶ κατὰ ἀφαίρεσιν βῆ περισπωμένως. καὶ ἰστέον, ὅτι, εἰ μὲν μετὰ τὴν ἀφαίρεσιν τοῦ κλιτικοῦ μορίου μακρὰ συλλαβὴ ὑπολίποιτο, περισπᾶται ἡ συλλαβή, οἷον ἔφης φῆς · φῆς που ἄτερ λαῶν, ἔβην βῆν · βῆν δ’ εἰς Αἰόλου κλυτὰ δώματα· εἰ δὲ βραχεῖα, ὀξύνεται ἐξ ἀνάγκης, ἔβαν βάν ἔσταν στάν. στὰν δὲ μεταστοιχεί
β 103 Βῆ · τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς. οὐχὶ δὲ βαί λέγεται Ἀττικῶς· Κρατῖνος Διονυσαλεξάνδρῳ · ὁ δ’ ἠλίθιος, ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. ῥητορικὴ δέ ἐστιν ἡ λέξις
β 104 Βηθύλος · εἶδος ὀρνέου· δηθύλος ἦν καὶ τροπῇ βηθύλος τρέπεται γὰρ τὸ δ εἰς τὸ β οἷον Δελφοί Βελφοί, ἐνδύσαι ἐνβύσαι
β 105 Βηλός · βαθμὸς θύρας, ἢ ὁ οὐρανός, οἷον · ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, καὶ οὐδῷ ἐπὶ λιθέῳ. γίνεται παρὰ τὸν βήσω μέλλοντα, ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες β β
β 106 Βῆμα · παρὰ τὸ βῶ, τὸ βαίνω· τὸ δὲ παρὰ τοῖς φιλοσόφοις σύμβαμα παρὰ τὸ βίβημι· τὸ δὲ βᾶμα καὶ σχᾶμα κατὰ τὴν Δωριέων φωνὴν εἴρηται ἀντὶ τοῦ σχῆμα καὶ βῆμα, σχῆμα δὲ καὶ βῆμα δηλοῦσιν, ὅτι οὐκ ἀθρόον δεῖ οὔτε τινὸς τῶν μαθημάτων ἀλλ’ οὐδέ τινος τῶν χωρίων ὑπεράλλεσθαι, κατὰ βαθμὸν δέ τινα καὶ τάξιν προϊέναι καὶ μὴ τὰ μὲν προηγούμενα παρατρέχειν, «ὑπὲρ δὲ τὰ ἐσκαμμένα ἅλλεσθαι», ὅθεν καὶ παροιμία · γείτων κινῶν τὸν πόδα. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν μήπω μυηθέντων μὲν τὰ προοίμια, περὶ δὲ τὴν τῶν τελῶν κατάληψιν μάτην σπουδαζόντων
β 107 Βῆσσα · ὁ βασιμώτατος καὶ ὑψηλὸς καὶ κοῖλος τόπος. παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα κατὰ πλεονασμὸν ἑτέρου ς · δι’ ὧν ἐστι βῆναι καὶ πορεύεσθαι. οἱ δὲ πόλιν Λοκρίδος φασί β
β 108 Βητάρμων · ὁ ὀρχηστής. εἴρηται δὲ παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας βηάρμων καὶ πλεονασμῷ τοῦ τ βητάρμων. λέγεται δὲ βηταρμός καὶ ἐνόπλιος ὄρχησις, οἷον · σκαίροντες βηταρμὸν ἐνόπλιον εἱλίσσοντο· εἴρηται δὲ βηταρμός διὰ τὸ μετὰ ἁρμονίας βαίνειν. οὕτως Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
β 109 Βία · ἡ δύναμις, ἀλλὰ καὶ ἡ ἐκ δυναστείας ἀδικία, καὶ ἡ δύναμις μέν · σὴ δὲ βίη λέλυται, ἡ δὲ ἀδικία, οἷον · βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας. εἴρηται δὲ ἀμφότερα παρὰ τὴν ἴαν, ὅπερ σημαίνει τὴν δύναμιν, καὶ πλεονασμῷ τοῦ β βία, δοκεῖ γάρ μοι καὶ ἡ ἀδικία βία κεκλῆσθαι, τὸ γὰρ μετὰ δυνάμεως καὶ βιαστικῶς τι πράττειν βία εἴρηται· τὸ δὲ ἴα, ἡ δύναμις, γέγονεν παρὰ τὸ ἴς ἰνός, καὶ τὸ θηλυκὸν ἴα καὶ πλεονασμῷ τοῦ β βία β
β 110 Βιβάσθων · διαβάς · ὁ δ’ ἤϊε μακρὰ βιβάσθων. γίνεται παρὰ τὸ βιβάζω βιβαστός, ὡς ἁρμόζω ἁρμοστός· καὶ ὥσπερ ἀπὸ τοῦ ἁρμοστός γίνεται ὁρμαθός, οὕτως καὶ βιβαστός βιβασθός καὶ ῥῆμα ἐξ αὐτοῦ βιβάσθω καὶ ἡ μετοχὴ βιβάσθων. ἢ ἀπὸ τοῦ βιβῶ βιβάθω καὶ πλεονασμῷ τοῦ ς βιβάσθω καὶ ἡ μετοχὴ βιβάσθων ἀντὶ τοῦ διαβαίνων
β 111 Βιβῶντα · βιβάοντα βιβῶντα · μακρὰ βιβῶντα, μεγάλα διαβαίνοντα
β 112 Βίβλινος οἶνος · οἷον · ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ· ἀπὸ Βιβλίνης οὕτως καλουμένης Θρᾳκίας ἀμπέλου, ἥτις διὰ τὸ εὔοινος εἶναι καὶ ἐν Ἑλλάδι μετετέθη καὶ ἐν Σικελίᾳ ὑπὸ Πόλλιδος τοῦ Σικυωνίου τυράννου· ἔνθεν αὐτήν τινες καὶ Πόλλιον καλοῦσιν. Ἐπίχαρμος δὲ ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἴεται. Σίμος δὲ ἐν τῷ ἕκτῳ τῆς Ἰλιάδος ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην, ἀφ’ οὗ καλεῖσθαι οἶνον Βίβλινον διὰ τὰς παραπεφυκυίας ἀμπέλους, διὰ δὲ τοῦ μ γράφει τὸν ποταμὸν Βιμβλίνην καὶ τὸν Ἄξιον οἶνον διὰ τοῦ μ Βίμβλινον
β 113 Βιβάξαντες · εἴρηται εἰς τὸ ἐμβιβάξαντες
β 114 Βίης Ἐτεοκληείης · περιφραστικῶς τοῦ Ἐτεοκλέους
β 115 Βίηφι · εἴρηται εἰς τὸ φ στοιχεῖον εἰς τὸ φρήτρηφι
β 116 Βιθυνὶς Μελίη · εἴρηται εἰς τὸ ὑπεροπληέστατον
β 117 Βινεῖν · τὸ συνουσιάζειν· παρὰ τὸ βίος ἐστίν, ὡς ἐν Ὑπομνήματι Ἀριστοφάνους οἷον οἱ κοιμίζοντες ἤδη τὴν ἡλικίαν ἀρχὰς ἔχουσι τοῦ βίου. ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασι τὴν λέξιν κατὰ τροπὴν τοῦ υ εἰς ι. λέγει δὲ ὁ Ἡρωδιανὸς ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν· τινὰ γὰρ τῶν ἀντιγράφων διὰ τῆς ει διφθόγγου γράφουσι τὴν λέξιν, τινὰ δὲ διὰ τοῦ ι. « ὑπὸ δὲ ἀστυφίας καὶ πλήθους ἐτῶν βινεῖν εἰργόμενο ν»
β 118 Βίνη · πόλις. μέμνηται δὲ ταύτης Ἡρόθεος, καί φησιν ὠνομάσθαι ὑπὸ Φιλίππου οἰκισθεῖσαν ἀπὸ τῶν ἐν αὐτῇ συνοικισθέντων μοιχῶν. οὕτως Ὦρος
β 119 Βίος · ἡ ζωή, ἣ καὶ βιοτὴ προσαγορεύεται· παρὰ τὸ μετὰ βίας καὶ ἀνάγκης ζῆν, ὥς φησιν Ὅμηρος, οἷον · θεοὶ ῥεῖα ζώοντες, οὐχ οὕτως ἄνθρωποι. ἢ παρὰ τὸ βέω, τὸ πορεύομαι· τί γάρ ἐστι βίος ἢ ὁδὸς καὶ πορεία; τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει · ὄφρ’ ἂν ἐγὼ βέω προτὶ Ἴλιον· καὶ τὸ ζῆν δὲ βέω · Ἕκτωρ, ἐγὼ δειλή· τί νυ βέομαι αἰνὰ παθοῦσα; τὰ δὲ παρὰ τὸ βίος συγκείμενα, εἴτε κατ’ ἀρχὴν λέγονται ἢ κατὰ μέσον, διὰ τοῦ ι γράφονται, οἷον βιωφελής βιοτελής ἀμφίβιος ὄλβιος β
β 120 Βιός · ὀξυτόνως τὸ τόξον· παρὰ τὴν βίαν τῆς τάσεως, ἐπειδὴ μετὰ βίας τείνεται. ἢ ὅτι οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο τοξεύοντες τὰ πτηνὰ καὶ τετράποδα
β 121 Βιοπλανές · τὸ ἐντελὲς βιοπλανέες, ὡς ἀκλεέες ἀκλεές. οὕτως Ἡρωδιανός
β 122 Βιπτάζω · Σώφρων καὶ Ἐπίχαρμος τὸ βαπτίζω βιπτάζω λέγουσιν. οὕτως Ἡρωδιανός
β 123 Βιστονίης φόρμιγγος · Θρᾳκικῆς· ἀπὸ Βίστωνος τοῦ Τερψιχώρας, οἷον · Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
β 124 Βιῴατο · τῷ ἰκέλη ὡσεί ἑ βιῴατο μοῦνον ἐόντα. ἀντὶ τοῦ ὡσανεὶ αὐτὸν ἐβιάσαντο
β 125 Βιώτω · ζησάτω
β 126 Βιῴην · ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι. ἔστι δὲ εὐκτική, ὡς παρὰ Ἀριστοφάνει · ἀναβιῴην νυν πάλιν. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστι βιῶν βιοῦντος, βιοῖμι βιοῖς βιοῖ καὶ κατὰ πλεονασμὸν τοῦ η βιοίη, ὡς περιπατοῖμι περιπατοῖς περιπατοῖ καὶ περιπατοίη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς τὸ ω γίνεται βιῴην. ἢ λέγομεν, ὅτι, ὥσπερ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην δοίης δοίη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω γίνεται δῴη, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βιούς βιοῦντος γίνεται βιοίην βιοίης βιοίη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω βιῴην
β 127 Βιῶναι · σημαίνει τὸ ζῆσαι. εἴρηται εἰς τὸ θεῖναι καὶ εἶναι
β 128 Βλαισός · παραλυτικός, οὕτως εἰς τὸ Ῥητορικόν. ὁ δ’ ἐτυμολόγος ὁ τοὺς πόδας ἐπὶ τὰ ἔξω διεστραμμένος καὶ τῷ λ στοιχείῳ ἐοικώς. διὰ τοῦτο καὶ Λάμβδα ἐκαλεῖτο ἡ γυνὴ μὲν Ἠετίωνος, μήτηρ δὲ Κυψέλου τοῦ Κορινθίου τυράννου. εἴρηται βλαισὸς ὁ βεβλαμμένος τὸ ἴσον τῶν ποδῶν· τὸ ἐναντίον γοῦν, ὁ ἐπὶ τὰ ἔσω ἔχων τοὺς πόδας, καλεῖται ῥαιβός, ὁ διερραισμένος, ἤτοι διεφθαρμένος τὸ ἴσον τῆς βάσεως
β 129 Βλάξ · ὁ εὐήθης καὶ ἀργὸς καὶ ἀνόητος· Ἀριστοφάνης · βλᾶκες φυγεργοί· «βλάξ τε καὶ ἠλίθιος γένωμαι». εἴρηται δὲ ἀπὸ τοῦ μαλακός, καὶ τὸ ὑποκοριστικὸν μάλαξ, ὡς βωμολόχος βῶμαξ, πλούσιος πλούταξ· μάλαξ οὖν καὶ κατὰ συγκοπὴν καὶ τροπὴν βλάξ. εἰς δὲ τὸ λεξικὸν τὸ Ῥητορικὸν εὗρον ἐγὼ εἰρῆσθαι τὴν λέξιν ἀπὸ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου ὄντος ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι· Πολιτείας δ · «βλακικόν τε ἡμῶν τὸ πάθος», ὡς εἰ λέγοι τις πλευμονίαν ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δ’ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μέμνηται καὶ Ἀριστοτέλης. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς
β 130 Βλάπτω · ἔστι βρῶ, τὸ δηλοῦν τὸ ἐσθίω· τοῦτο γίνεται βλῶ κατὰ τροπὴν τοῦ ρ εἰς τὸ λ καὶ κατὰ παραγωγὴν βλάπτω· ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν ὄντων β
β 131 Βλαστός · παρὰ τὸ βλώσκειν, ὃ σημαίνει τὸ αὔξεσθαι
β 132 Βλάσφημος · παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ὁ τὰς φήμας βάλλων, ὁ λοίδορος
β 133 Βλάβη · ἀπὸ τοῦ βλάβω βλάβη· Ὅμηρος · βλάβεται δὲ γούνατ’ ἰόντι. ἔνθεν καὶ τὸ βλάβος· εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλάφη, ὡς σκάπτω σκάφη. οὕτως Φιλόξενος
β 134 Βλείς · Ἐπίχαρμος · τυροβλείς. φασὶν οἱ μὲν ἀπὸ τοῦ βληθείς καὶ κατὰ συγκοπὴν τοῦ η καὶ θ βλείς. ἢ ἀπὸ τοῦ βλῆμι ὁ ἀόριστος δεύτερος ἔβλην, οἷον πόθεν δ’ ἐωλκὼς εὐπετὲς ἔβλης· η μετοχὴ βλείς· κίνημα γὰρ καὶ οὐ συγκοπή. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
β 135 Βλείμην · ἔστι βλῶ βλῆμι, ὁ μέλλων βλήσω, ὁ δεύτερος ἀόριστος ἐνεργητικὸς ἔβλην, τὸ δεύτερον ἔβλης· Ἐπίχαρμος, οἷον · πόθεν δε ὠλκὸς εὐπετὲς ἔβλης· εἶτα ὁ δεύτερος μέσος ἀόριστος ἐβλέμην· καὶ λοιπὸν τὸ εὐκτικὸν βλείμην καὶ τὸ δεύτερον βλεῖο· Ὅμηρος · εἴ περ γάρ κε βλεῖο πονεύμενος. Χοιροβοσκός
β 136 Βλεμεαίνων · τῇ ἑαυτοῦ δυνάμει γαυριῶν καὶ ἐπαιρόμενος, μαργαίνων καὶ ἐνθουσιῶν. παρὰ τὸ βρέμω βρεμαίνω καὶ κατὰ τροπὴν τοῦ ρ εἰς τὸ λ καὶ πλεονασμῷ τοῦ ε βλεμεαίνειν
β 137 Βλεμύων · τοὺς καταρράκτας φησὶ τοὺς περὶ τὴν Συήνην Ἡσίοδος ἐν διηγήσει · τῆς πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι
β 138 Βλέφαρον · τοῦ βλέποντος φάρος· ἢ παρὰ τὸ ἐν τῷ βλέπειν αἴρεσθαι. τὰ γοῦν παρ’ αὐτῷ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφήν, οἷον καλλιβλέφαρος κυανοβλέφαρος
β 139 Βλήμενος · ἀσκηθής · ὥσπερ τὸ οὐτασμένος ἀναδρομὴν ἔπαθεν τόνου, οὕτως καὶ τὸ βλήμενος ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. οὕτως Ἡρωδιανός
β 140 Βλῆρ · Αἰολικῶς τὸ δέλεαρ· γίνεται δὲ οὕτως· οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσιν, τοὺς γὰρ δελφῖνας βελφῖνάς φασι καὶ τοὺς Δελφοὺς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτως καὶ οἱ Βοιωτοὶ ποιοῦσιν
β 141 Βλῆσθαι · βληθῆναι· ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα βέβλημαι βεβλῆσθαι. καὶ κατὰ ἀφαίρεσιν τῆς βε συλλαβῆς βλῆσθαι
β 142 Βλῆτο · ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα, ὁ παθητικὸς βέβλημαι ἐβεβλήμην, τὸ δεύτερον ἐβέβλησο καὶ τὸ τρίτον ἐβέβλητο καὶ κατὰ συγκοπὴν ἔβλητο, οἷον · ἔβλητο πρὸς στῆθος· εἶτα ἀφαίρεσις βλῆτο, οἷον · βλῆτο γὰρ οὔτι κάκιστος
β 143 Βληχρόν · ἀσθενὲς παρ’ Ὁμήρῳ καὶ Ἀλκαίῳ καὶ ἄλλοις· Πίνδαρος δὲ ἐπὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. ἐκ τοῦ Ῥητορικοῦ. καὶ ἐπὶ μὲν τοῦ ἀσθενοῦς Νίκανδρος, οἷον · βληχρὸν γὰρ μυὸς οἱ’ ἀμυχηβάρους ἔπλετο δῆγμα. παρὰ τὴν βληχήν, τὴν τῶν προβάτων φωνὴν οὐδὲν οὖσαν· βληχρός οὖν καὶ ἀβληχρός, τοῦ αὐτοῦ σημαινομένου μένοντος, ὡς στάχυς ἄσταχυς. εἰρῆσθαι δὲ τὴν λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς ἀπὸ τοῦ βέβληται· βληχρός, ὁ καταβεβλημένος καὶ πεπτωκώς, ἀπὸ τῶν παλαιόντων· ὁ δὲ ἰσχυρὸς ἀπὸ τοῦ βέβληκα, ὁ καταβάλλων
β 144 Βλήτροισι · σημαίνει τοῖς κατὰ τὰς ἁρμονίας γόμφοις τοῖς πιούροις
β 145 Βλιμάζων · ἀποστάζων τοῦ μέλιτος · «ἡμεῖς δὲ καθάπερ οἱ ὀπωρίζοντες τοὺς Ἀττικοὺς ὀλύνθους βλιμάζομεν»
β 146 Βλιμάζειν · τὸ τιτθολαβεῖν, ἤγουν τὸ ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καὶ καταμανθάνειν τῇ ἁφῇ, ἅπτεσθαι δὲ τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων καὶ διεγείρειν τὰς ἐπιθυμίας, ὥς φησιν Κρατῖνος · ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί· καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζεν οὐδὲ ἕν. λαμβάνεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὰ κηρία τῶν μελισσῶν τρυγᾶν. εἴρηται δὲ παρὰ τὸ φλίβω, ὅθεν Ὅμηρος φλιά, οἷον καὶ ὡς πολλῇς φλιῇς παραστὰς φλίψεται ὤμους· οὖ παράγωγον φλιμάζω, καὶ ὡς φλίβω θλίβω, οὕτως φλιμάζω βλιμάζω. Φαεινὸς δὲ καὶ Σύμμαχος παρὰ τὸ φλιμάζειν τοῦ μαζοῦ ἐγκειμένου
β 147 Βλίσαι · ῥητορική. τὸ τὰ κηρία θλίψαι τῶν μελισσῶν βλίσαι λέγεται· ἀπὸ τοῦ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ βλίζω. β
β 148 Βλίττειν · ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων, ἐκπιέζειν καὶ θλίβειν· Ἀριστοφάνης Ἱππώνακτι · ἀλλὰ καθείρξας αὐτὸν βλίττεις· καὶ Σοφοκλῆς · ἢ σφηκιὰν βλίττουσιν εὑρόντες τινά. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς τὸ β διὰ τὴν ἀσυνταξίαν βλίζω καὶ Ἀττικῶς βλίττω β
β 149 Βλοσυρός · καταπληκτικός, φοβερός· παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσσειν, ἢ παρὰ τὸ βλέπειν· καὶ βλοσυρῶπις, φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν β
β 150 Βλύω · ὃ καὶ βλύζω λέγεται· Ὅμηρος · οἴνου ἀποβλύζοντος. καὶ ἐν συνθέσει· Εὔπολις · ἅμα βλυσθονῆσαι καὶ χλοῆσαι τὴν πόλιν. εἴρηται παρὰ τὸ φλύω, τὸ ἀναδίδωμι, οἷον · ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα, τροπῇ τοῦ φ εἰς τὸ β βλύω
β 151 Βλωθρή · μακρά, μεγάλη. ἢ ἡ ἀναδρομὴ καὶ αὔξησις. εἴρηται δὲ παρὰ τὸν αἰθέρα καὶ τὸ μολεῖν μολαιθέρη τις οὖσα, ἡ εἰς τὸν αἰθέρα μολίσκουσα, καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς τὸ β διὰ τὴν ἀσυνταξίαν καὶ κατὰ ἔκτασιν τοῦ ο εἰς ω βλωθρή. ἢ παρὰ τὸ μολεῖν καὶ τὸ θορεῖν, ἡ ταχέως μολίσκουσα καὶ θοροῦσα
β 152 Βλωμός · ὁ ψωμός· Καλλίμαχος · ὅσον βλωμοῦ πίονος ἠράσατο. εἴρηται δὲ ἀπὸ τοῦ ψωμός βλωμός τοῦ ψ εἰς τὸ β τραπέντος. ἢ παρὰ τὸ φλωμός καὶ κατὰ τροπὴν βλωμός. ἢ παρὰ τὸ βρῶ, τὸ ἐσθίω, βρωμός καὶ βλωμός, ὡς καὶ παρὰ τὸ βῶ βωμός· Ἡσίοδος · τετράτρυφον ὀκτάβλωμον. ἄλλοι δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα
β 153 Βλώσκω · σημαίνει δὲ τὸ αὐξάνω. παρὰ τὸ μολῶ γίνεται παράγωγον μολίσκω, ὡς γελῶ γελίσκω καὶ γαμῶ γαμίσκω· καὶ μεταθέσει τοῦ μ εἰς τὸ β βολίσκω καὶ ἐν ὑπερθέσει βλοΐσκω καὶ κατὰ συγκοπὴν καὶ ἐκτάσει τοῦ ο εἰς ω βλώσκω α
β 154 Βλῶσις · ἡ ἕδρα, οἷον · δίφρου τέτυκται βλῶσις εὔζυγον τέρας. σημαίνει δὲ καὶ τὸ πορευτικόν, ἴσως μόλησίς τις οὖσα, τροπῇ τοῦ μ εἰς τὸ β ὡς ἐπὶ τοῦ βλώσκω
β 155 Βόα · εἴρηται περὶ τούτου εἰς τὸν βοῦν διὰ πλάτος
β 156 Βοαγίδας · ὁ Ἡρακλῆς, ὁ τοὺς βόας τοῦ Γηρυόνος ἄγων τῷ Διΐ
β 157 Βοάγρια · τὰς ἀσπίδας· ἀπὸ τοῦ βεβυρσῶσθαι τοῖς βοείοις
β 158 Βοᾷ · ἰστέον, ὅτι τὸ «βοᾷ σύ» καὶ «πειρᾷ σύ» δευτέρου προσώπου τοῦ παθητικοῦ ἐνεστῶτος ἔχει τὸ ι προσγεγραμμένον, ἐπειδὴ ἀπὸ τοῦ βοῶμαι καὶ πειρῶμαι ἐστί. τὰ δὲ δεύτερα πρόσωπα τῶν εἰς μαι πάντως εἰς τὸ ι καταλήγει, οἷον τύπτομαι τύπτῃ, τέτυμμαι τέτυψαι, χρυσοῦμαι χρυσοῖ, οὕτως οὗν καὶ βοᾷ καὶ πειρᾷ
β 159 Βοᾶν · ἰστέον, ὅτι τὸ βοᾶν καὶ γελᾶν ἀπαρέμφατα οὐκ ἔχουσιν τὸ ι προσγεγραμμένον, πρῶτον μὲν ὅτι ἀπὸ τοῦ παρατατικοῦ γίνονται· ἀπὸ γὰρ τοῦ ἐβόα καὶ ἐγέλα γεγόνασι. τὰ γὰρ ἀπαρέμφατα ἐπὶ μὲν βαρυτόνων ἀπὸ ἐνεστῶτος γίνονται, οἷον τύπτει τύπτειν, ἐπὶ δὲ τῶν περισπωμένων ἀπὸ τοῦ παρατατικοῦ, οἷον ἐποίει ποιεῖν, ἐχρύσου χρυσοῦν. καὶ δῆλον εἰ γὰρ χρυσοῦν λέγομεν καὶ στεφανοῦν καὶ οὐ χρυσοῖν καὶ στεφανοῖν· εἰ γὰρ ἦσαν ἀπὸ ἐνεστῶτος χρυσοῖν καὶ στεφανοῖν ἐλέγομεν· στεφανοῖ γὰρ καὶ χρυσοῖ ἐστιν ὁ ἐνεστώς. ἐπειδὴ οὖν ὁ παρατατικὸς οὐκ ἔχει τὸ ι προσγεγραμμένον, οἷον ἐβόας ἐβόα, τούτου χάριν οὐδὲ τὰ ἀπαρέμφατα τὰ ἐξ αὐτῶν γινόμενα ἔχουσι τὸ ι προσγεγραμμένον· ἢ ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχουσι πρὸ τοῦ ν τίποτε ἀνεκφώνητον
β 160 Βοείας · τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν
β 161 Βοή · ἡ φωνή· παρὰ τὸ βέω, τὸ σημαῖνον τὸ βαίνω, ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα, οἷον · ὄφρ’ ἂν ἐγὼ βέω προτὶ Ἴλιον ἠνεμόεσσαν. ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἔνθεν τὸ · οὐ γάρ μοι ἐπιδηρὸν βέῃ, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων ἀναπεμπομένη
β 162 Βοηδρομιών · μὴν παρὰ Ἀθηναίοι ς. εἴρητα ι, ὅτι ἐν αὐτῷ ἐτιμᾶτο Βοηδρόμιος Ἀπόλλων καὶ τὰ Βοηδρόμια ἐπετελεῖτο ἑορτή. τὴν δὲ ἀρχὴν ἔλαβεν, ὅτι πολέμου συστάντος Ἀθηναίοις πρὸς Εὔμολπον καὶ Ἐλευσινίους συμμαχήσαντος Ἴωνος κατὰ συγγένειαν ἐνίκησαν Ἀθηναῖοι. ἀπὸ τῆς οὖν τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης, ὅ τε Ἀπόλλων Βοηδρόμιος ἐκλήθη καὶ ἡ θυσία καὶ ὁ μήν. Φερεκύδης δὲ ἐν τοῖς Αὐτόχθοσι διὰ τὸ τῆς φωνῆς σημεῖον, ἣν τὸ πρότερον ἀξύνετον οὖσαν εὗρεν καὶ διήρθρωσεν
β 163 Βοηδρομεῖν · τὸ μετὰ σπουδῆς παραγίνεσθαι. Κᾶρες δὲ ἀντὶ τοῦ βοηθεῖν, τουτέστιν ἐπὶ μάχην δραμεῖν. ἔστι δὲ καὶ ἡ Βοηδρομία ἑορτή τις Ἀθήνησι καλουμένη· καθ’ ἣν ἡμέραν ἐβοήθησεν ὁ Ξοῦθος σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθηναίων ἐβασίλευεν
β 164 Βοῇς · δεῖ γινώσκειν, ὅτι τὸ βοᾷς καὶ γελᾷς οἱ Δωριεῖς βοῇς καὶ γελῇς λέγουσιν. καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς καὶ γελᾷς γεγονέναι κατὰ τροπὴν τοῦ α εἰς η ἀλλ’ ἀπὸ τοῦ βοάεις καὶ γελάεις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς η · οἱ γὰρ Δωριεῖς τὸ α καὶ ε εἰς τὸ η κιρνῶσιν, οἷον τὰ ἐμά τἠμά
β 165 Βοηθός · δῆλον τὸ σημαινόμενον· εἴρηται ἀπὸ τοῦ εἰς βοὴν θεῖν κυρίως· βοὴ γὰρ κυρίως ἡ μάχη, ὅθεν τὸ βοὴν ἀγαθὸς Μενέλαος, καὶ βοηθεῖν, τὸ εἰς βοὴν θεῖν. ἢ παρὰ τὸ βοή καὶ τὸ θοός, ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς β
β 166 Βόθρος · δῆλον τὸ σημαινόμενον· Ὅμηρος · βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα. εἴρηται παρὰ τὸ βάθος βάθρος καὶ βόθρος
β 167 Βόθυνος · λάκκος. ὥσπερ παρὰ τὸ θρασύς γίνεται θράσυνος καὶ θάρσυνος, οὕτως καὶ παρὰ τὸ βαθύς γίνεται βάθυνος καὶ βόθυνος τροπῇ τοῦ α εἰς ο. τὸ δὲ βαθύς παρὰ τὸ βάθος
β 168 Βοιωτία · ἡ χώρα. ἀπὸ τῆς καθηγησαμένης βοὸς Κάδμῳ. ἄλλοι δὲ ἀπὸ Βοιωτοῦ τοῦ υἱοῦ Ἄρνης τῆς Αἰόλου καὶ Ποσειδῶνος βασιλεύσαντος τῆς χώρας
β 169 Βοιωτός · καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Βοιωτία. εἴρηται δέ, ὅτι Ἄρνη ἡ μήτηρ αὐτοῦ τεκοῦσα αὐτὸν λαθεῖν βουλομένη τὸν πατέρα ἔρριψεν εἰς βοῶνα, παρὰ τὸ οὖν μετὰ βοῶν τραφῆναι Βοωτὸς καὶ Βοιωτὸς ἐκλήθη· Εὐφορίων · τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκε μήτηρ· Βοιωτὸν δ’ ὀνόμηνε, τὸ γὰρ καλέουσι βοτῆρες, ὅττι ῥα πατρωΐησι βοῶν ἀπεθήκατο κόπροις
β 170 Βοΐ · ἰστέον, ὅτι ἐνταῦθα οὐ συναιρεῖται ὡς Λητόϊ Λητοῖ, ἐπειδὴ οὐδέποτε δοτικὴ ἑνικῶν μονοσύλλαβος ἐκφωνεῖ τὸ ι οἷον τῷ νῷ τῷ γρῷ τῇ γῇ. εἰ οὖν ἐγένετο κατὰ συναίρεσιν βοΐ βοῖ, ἔμελλεν ἐκφωνεῖσθαι τὸ ι ὅπερ ἐστὶν ἄτοπον. τὸ γὰρ ι τότε ἐστὶν ἀνεκφώνητον, ἡνίκα ἐστὶ μεθ’ ἑνὸς τῶν μακρῶν φωνηέντων καὶ μετὰ τοῦ α μακροῦ
β 171 Βολβός · ἐπὶ τοῦ ὀφθαλμοῦ· ἀπὸ τῆς πρὸς τὸν ἔξω τὸν ἐκ τῆς γῆς βολβοῦ ἐμφερείας. οὕτως Ὦρος
β 172 Βολβός · ἐπὶ τοῦ ἐσθιομένου· παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι
β 173 Βόλβιτον · τὴν παντοδαπῆ κόπρον· βόλιτον γὰρ ἦν καὶ πλεονασμῷ τοῦ β βόλβιτον. Ἡρωδιανός
β 174 Βόλιμος · τὴν παραγωγὴν ἀπέδωκεν · καὶ τὸ σημαινόμενον εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν. ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος παρὰ Συρακοσίοις
β 175 Βόλινον · κώμη τις τῆς Ἀχαΐας πλησίον Πατρῶν καὶ τοῦ καλουμένου Δρεπάνου. εἴρηται δέ, ὅτι νύμφη τις διωκομένη ὑπὸ Ἀπόλλωνος ἐρῶντος κατὰ τοῦδε τοῦ τόπου μέλλουσα ἀγρεύεσθαι ἔρριψεν ἑαυτὴν εἰς θάλασσαν· ὁ δὲ θεὸς τὸ χωρίον ἀπὸ τῆς βολῆς τῆς νύμφης, ὅτι ἔβαλεν ἑαυτὴν εἰς θάλασσαν, Βόλινον προσεῖπεν
β 176 Βόλιτον · βόλβιτον δὲ Ἴωνες, οἵ τε ἄλλοι καὶ Ἱππῶναξ, οἷον · βολβίτου κασιγνήτην. εἶτα · νὴ τὸν Ποσειδῶ καὶ μολίτι τὸν θατέρου κατὰ παραγωγήν. εἴρηται δὲ οἱονεὶ βοόσλιτον, τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ β βόλβιτον, ὡς τὸ φέρω φέρβω. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν καὶ ἄλλοι
β 177 Βόμβος · ψόφος τις. ὠνοματοπεποίηται δὲ ἡ λέξις κατὰ μίμησιν τῆς γινομένης φωνῆς· καὶ βομβεῖν ἐξ αὐτοῦ
β 178 Βομβηδή · ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσι, βομβηδὸν κλονέονται. κυρίως δὲ βόμβος ὁ τῶν μελισσῶν ἐστιν ἦχος, ἔνιοι δὲ τῆς βοξύνης λεγομένης μελίσσης. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά
β 179 Βομβύκη · ὄνομα αὐλητρίδος. εἴρηται δὲ παρὰ τὸν βόμβον τῶν αὐλῶν
β 180 Βομβυλιός · εἶδος ζῴου παραπλήσιον μελίσσης. εἴρηται δὲ παρὰ τὸ βομβεῖν. ἔστι δὲ καὶ ποτηρίου εἶδος ἀπὸ μεταφορᾶς τοῦ ζῴου· καὶ γὰρ αὐτὸ ποιῶς πως κατεσκευάζετο, ὥστε πινόντων βομβεῖν. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ’ ὁμοιότητα τοῦ στενοπόρου ἐκπώματος βομβολιός λέγεται. οὕτως εὗρον εἰς τὸ Ῥητορικόν
β 181 Βοὸς πόδα · οἱ μὲν Ἀττικοὶ ἐπὶ ζῶντος λέγουσιν, ἐπὶ δὲ τῶν τεθνηκότων βόειον πόδα φασίν, ὡς καὶ πατρὸς κλῆρον ἐπὶ ζῶντος, πατρῷον δὲ τελευτήσαντος. παρ’ Ὁμήρῳ δὲ συγχεῖται, οἷον · ὣς εἰπὼν ἔρριψε βοὸς πόδα, ἐπὶ γὰρ τοῦ νεκροῦ, καὶ ἐπὶ ζῶντος · ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων, ἐπὶ ζῶντος
β 182 Βορά · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω· βορός καὶ βορά
β 183 Βοράζειν · εἴρηται εἰς τὸ σφαδάζειν
β 184 Βορέας · ὁ μὲν Ὠρίων ὠνοματοπεποιῆσθαι τὴν λέξιν φησὶ κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν πνοὴν αὐτοῦ. ἄλλοι δὲ παρὰ τὸ βάρος Βορέας. ἢ παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ τρέφων καὶ αὐξάνων τοὺς καρπούς. ἢ παρὰ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν, γίνεται Βορέας· βορᾶς γὰρ ἡμῖν αἴτιος συναύξων τοὺς καρπούς
β 185 Βόρμος · βρόμος καὶ καθ’ ὑπέρθεσιν βόρμος
β 186 Βόρβορος · παρὰ τὸ βάρος βάρβαρος καὶ τροπῇ τοῦ α εἰς ο βόρβορος· βόρβορος γὰρ λέγεται τὸ περίττωμα τῆς γαστρός· τοῦτο γὰρ ἐν τῷ ἀνθρώπῳ κείμενον βάρος ἐμποιεῖ, ἢ παρὰ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν, βόρος καὶ βόρβορος, ἡ ἐκ τῆς τροφῆς γεννηθεῖσα ὕλη β
β 187 Βόσκω · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω καὶ πλεονασμῷ τοῦ κ βόσκω, ὡς τιτρώσω τιτρώσκω, θνήσω θνῄσκω· ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβώτης
β 188 Βόσπορος · οἱονεὶ βοός πόρος· ὠνόμασται δὲ ἀπὸ τῆς Ἰοῦς τῆς θυγατρὸς Κάδμου. ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶστρον ἔπεμψεν, ἥτις ἐλαυνομένη ὥσπερ πόρτις τοῦτον παρῆλθεν τὸν τόπον, ὥς φησι Διονύσιος, οἷον · τῇ δ’ ἐπὶ Θρηϊκίου στόμα Βοσπόρου, ὃν πάρος Ἰὼ Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα. Φύλαρχος δέ, ὅτι οἱ ἐντὸς τοῦ Εὐξείνου Πόντου ἦσαν ἄπειροι γεωργίας, οἱ δὲ ἐκτὸς ἔμπειροι· διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος ἐκαλεῖτο τὸ τοῦ πελάγους, ὅτι ἐσπείρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι. ἢ ὅτι τὸ παλαιόν, εἴ ποτέ τινες ἤθελον εἰς τὸ πέραν διαβῆναι, σχεδίας πηγνύντες καὶ βοῦς ὑποζεύξαντες ἐπὶ τούτων διεπεραιοῦντο. ὅθεν ἡ ἐπωνυμία
β 189 Βόστρυχος · ὁ πλόκαμος τῆς τριχός· Σοφοκλῆς · ὁρῶν ἐωρὴ βόστρυχον τετμημένον. παρὰ τὸ βότρυ χο ν βότρυχος καὶ βόστρυχος, ὁ βοτρυοειδής· μετὰ σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρτηται· Ἀπολλώνιος · χρύσειοι δὲ παρηϊάων ἑκάτερθε πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι
β 190 Βοτήρ · ποιμήν, οἷον · Βοιωτὸν δ’ ὀνόμηνε· τὸ γὰρ καλέουσι βοτῆρες. εἴρηται παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βοτήρ. καὶ ἀπὸ τοῦ βοτήρ βότειρα, ὡς σωτήρ σώτειρα καὶ Δημήτηρ Δημήτειρα, καὶ βότης, ὅπερ καὶ βούτης λέγεται κατὰ πλεονασμὸν τοῦ υ τὸ αὐτὸ δηλοῦν, ἐξ οὗ καὶ βόσις ἡ τροφή, καὶ συβώσιον κατ’ ἔκτασιν τοῦ ο εἰς ω. ὁ δὲ Φιλόξενος ἐν τῷ Ῥηματικῷ λέγει παρὰ τὸ βόσκω εἷναι βοκτήρ καὶ ἀποβολῇ τοῦ κ βοτήρ
β 191 Βότρυς · παρὰ τὴν πόσιν πότρυς καὶ βότρυς, ὁ ποτὸν ῥέων ἢ ὁ τοῖς ποσὶ τρυπτόμενος, τουτέστιν πατούμενος
β 192 Βόττιον · ἔθνος Μακεδονίας καὶ Βοττιανὴ ἡ χώρα. εἴρηται ἡ χώρα ἀπὸ τῶν βοτῶν, ὅτι πολυθρέμματός ἐστι, καὶ τὸ ἔθνος. ἢ παρὰ τὸ βοτὸν βοτιανή καὶ πλεονασμῷ τοῦ τ Βοττιανή, ἢ ἀπὸ Βόττονος τοῦ ἡγησαμένου τῆς ἐκεῖσε ἀποικίας
β 193 Βουβάλιον · κόσμος χρυσοῦς περιτιθέμενος τῷ καρπῷ· Δίφιλος ἐν Παλλακίδι, οἷον · βουβάλια καρπῶν παρθένου φρονήματα. εἴρηται δὲ διὰ τὸ ἔχειν ἐπὶ τοῦ ἄκρου προτομήν τινα βουβάλου ἐξέχουσαν
β 194 Βουβάρας · ὁ μεγαλοναύτης, ἢ ὁ μεγάλως βαρύς· εἴρηται παρὰ τὸ βου ἐπιτατικὸν καὶ τὴν βᾶριν, ἥτις ἐστὶν εἶδος πλοίου. ἢ παρὰ τὸ βάρος ἔχοντα καὶ αὐχηματίαν· περὶ ἀλαζόνος γὰρ λέγεται, ὃν καὶ βαρυγέταν εἰρήκασι
β 195 Βούδιον · πόλις Θεσσαλίας, οἱ δὲ Ἠπείρου
β 196 Βούβασις · κώμη τῆς Αἰγύπτου καὶ θεός. εἴρηται δέ, ὅτι ἡ Ἰὼ ἡ Ἰνάχου εἰς βοῦν μεταβληθεῖσα καὶ μετὰ τὴν διὰ γῆς καὶ θάλασσαν πλάνην εἰς Αἴγυπτον παραγενομένη, ἐπιβᾶσά τε βροχθώδους τόπου τοῦ Νειοῦ, τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν. ὁ δὲ τῆς χώρας βασιλεὺς ἑωρακὼς τὸ μὲν τῆς ἐμπροσθίας χηλῆς τῷ ει στοιχείῳ ἐμφερές, τὸ δὲ τῆς ὀπισθίας τῷ ω Ἰὼ τὴν βοῦν ὠνόμασεν, τὴν δὲ κώμην, ἐν ᾗ τοῦτο ἐγένετο, Βούβασιν προσηγόρευσεν ἀπὸ τῆς βοὸς βάσεως, ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆς ει διφθόγγου δεῖ γράφεσθαι τὸ ὄνομα Εἰώ. ὁ μέντοι Ἡρωδιανός φησι διὰ τοῦ ι δεῖ γράφειν παρὰ τὸ ἰέναι σχηματίζων, ὅτι πολλήν, φησιν, ἦλθε γῆν
β 197 Βούβρωστις · ὁ μέγας λιμός· εἴρηται, ὅτι καὶ βοῦς λυμαίνεται καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ
β 198 Βουβών · τὸ παρ’ ἑκάτερα τῆς ἥβης μέρος ἐν ἀρχῇ τῶν μερῶν κείμενον. εἴρηται δέ, ὅτι τοῦ βαίνειν ἐστὶν ὑπηρέτης· παρὰ γὰρ τὸ βῶ ῥῆμα γίνεται βών καὶ κατὰ σύνθεσιν τοῦ βου τοῦ σημαίνοντος τὸ μέγα, ὡς ἐν τῷ βουγάϊος βούλιμος, γίνεται βουβών, ὁ μεγάλως βαίνων, ἢ δι’ οὗ μεγάλως βαίνομεν
β 199 Βουβών · λέγεται καὶ τὸ πάθος, ὅπερ τινές φασι βομβῶνα, ὡς λέγει Ἡρωδιανὸς ἐν τῇ Καθόλου · Μένανδρος ἐν τῷ Γεωργῷ, οἷον · βουβὼν ἐπήρθη τῷ γέροντι· καὶ ῥῆμα παρ’ αὐτὸ βουβωνιῶ. δύναται δὲ καὶ τὸ πάθος εἰρῆσθαι ἀπὸ τοῦ ἐπαίρεσθαι καὶ μεγάλως βαίνειν εἰς οἴδημα
β 200 Βουγάϊος · εἴρηται ἀπὸ τοῦ βου ὅπερ ἀπὸ τοῦ ζῴου ληφθὲν σημαίνει τὸ μέγα, ὡς ἐν τῷ βούτιμος βούλιμος καὶ τὸ Βούπαλος κύριον· παρὰ δὴ τὸ ἐπιτατικὸν καὶ τὸ γαῖα σύνθετον γίνεται βούγαιος. ἢ παρὰ τὸ γαίειν, τὸ γαυριᾶν, ὅπερ καὶ αὐτὸ παρὰ τὴν γαῖαν γέγονεν, ἵνα ᾖ ἀπὸ τοῦ μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων
β 201 Βουθόη · πόλις Ἰλλυρίδος. εἴρηται δέ, ὅτι Κάδμος ἐπὶ βοῶν ζεύγους ἐκ Θηβῶν ταχέως εἰς Ἰλλυριοὺς παραγενόμενος ἔκτισε πόλιν καὶ ἀπὸ τῶν βοῶν καὶ τοῦ θοῶς φυγεῖν Βουθόην αὐτὴν ὠνόμασεν. ἢ ἀπὸ τοῦ Βούτου Βουτόη καὶ Βουθόη ὠνόμασται
β 202 Βούθοια · πόλις τῆς Ἰλλυρίδος· Σοφοκλῆς οἷον · ὀνομακλεῖ Βουθόη Δρίλωνος ἐπὶ προχοῇσιν ἐνάσθη. εἴρηται δὲ ἀπὸ τοῦ βοηθὸν γενέσθαι τοῖς Ἰλλυριοῖς τὸν Κάδμον ἔποικον γενόμενον. ἢ ἀπὸ τοῦ ἐπὶ ζεύγους βοῶν ὀχούμενον κατὰ τὸν πυθόχρηστον εἰς τὴν Ἰλλυρίδα παραγενέσθαι
β 203 Βούκαια · πόλις Φωκίδος ἐν τῷ Παρνασσῷ. ὠνόμασται δέ, ὅτι ποτὲ Δευκαλίων καὶ Πύρρα τὸν κατακλυσμὸν φεύγοντες παρ’ αὐτοῖς διεσώθησαν. καὶ σημεῖον τοῦτο κατ’ ἐνιαυτὸν πυρὰν ἀνάπτοντες μεγάλην βοῦν ἐπελαύνουσιν αὐτῇ ἐπιβοῶντες· «ἕρπε βοῦς κατὰ τὰ πάτρια» καὶ κατακαίουσιν αὐτήν· ἀπὸ γοῦν τοῦ καίειν τὴν βοῦν Βούκαια καὶ Βουκαεῖς λέγεται
β 204 Βουκαῖος · Μένανδρος, οἷον · βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος· καὶ Θεόκριτος · ἐργατίνα βουκαῖε. σημαίνει δὲ τὸν ἀροτριαστήν, τὸν τοῖς βουσὶ καίνοντα τὴν γῆν, τουτέστιν κόπτοντα καὶ σχίζοντα
β 205 Βουκάπη · ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βοῦς κάπτουσιν· ἀπὸ γὰρ τοῦ κάπτω, τοῦ σημαίνοντος τὸ ἐσθίω, ἡ κάπη γίνεται
β 206 Βούκερα · λίμνη τίς ποτε μὲν καλουμένη, νῦν δὲ εἶδος βοτάνης. εἴρηται δὲ ἀπὸ τοῦ σχήματος τοῦ περὶ θέσιν, ἐπειδὴ κέρατι βοὸς ἔοικεν, καὶ Νίκανδρος ἐν Ἀλεξιφαρμάκοις παρετυμολογεῖ αὐτὴν λέγων, οἷον · ἄλλοτε βουκέραος χιληγόνου ὅ ῥα κεραίας εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει
β 207 Βουκεραΐς · κρήνη ἐν Πλαταιαῖς, ἥτις ὠνομάσθη, ὅτι Πόλυβος ἐξ Ἄργους ἐπέκτισεν Πλαταιὰς μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν, βοὸς αὐτοῦ ἡγουμένης κατὰ χρησμόν, ὥς ποτε Κάδμου· ἣν ἐκεῖσε κατακλιθεῖσαν τῷ κέρατι πατάξαι τὴν γῆν καὶ κρήνην ἀναφανῆναι, ἣν ἀπὸ τοῦ κέρατος τοῦ βοὸς Βουκεραΐδα καλεῖσθαι. οὕτως Θέων ἐν τῷ Ὑπομνήσεως τοῦ α Αἰτίου Καλλιμάχου οὕτω καὶ Σερῆνος ἐν τῇ Ἐπιτομῇ τῶν Φίλωνος Περὶ πόλεων Πολύϊδον λέγων τὸν λαβόντα τὸν χρησμόν
β 208 Βουκέφαλος · ὁ ἵππος, ὃν Ἀλέξανδρος ἐπέκτητο. εἴρηται δὲ οὐχ, ὥς τινες οἴονται, ὅτι βοὸς κέρατα εἶχεν· τοῦτο γὰρ ψευδές, ἐκοσμεῖτο μὲν γὰρ ὑπὸ Ἀλεξάνδρου χρυσοῖς. καὶ οὐ διὰ τὰ κέρατα Βουκέφαλος ὠνόμασται, ἀλλ’ ὅτι οὕτως ἐν Θεσσαλίᾳ ἐκαλοῦντο οἱ ἵπποι ἔχοντες ἐγκεκαυμένον βουκράνιον. ὅτι δὲ τῶν Θετταλικῶν ἵππων τινὲς ἐκαλοῦντο βουκέφαλοι, δηλοῖ Ἀριστοφάνης ἐν Ἀναγύρῳ, οἷον · μὴ κλαῖ’ ἐγώ σοι βουκέφαλον ὠνήσομαι, καὶ πάλιν · ψήχει ἠρέμα τὸν βουκέφαλον καὶ κοππατίαν
β 209 Βουκινῆσαι · εἴρηται εἰς τὸ ι στοιχεῖον εἰς τὸ Ἴβυκος
β 210 Βουκόλος · ἤτοι βουκόνος τις ὤν, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν. ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος. ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει ὁ ἅμα τοῖς βουσὶ κέλλων. Δίδυμος δὲ παρὰ τὸ κομεῖν εἰρῆσθαι, ἵν’ ᾖ βουκόμος, ὡς ἱπποκόμος, καὶ κατὰ τροπὴν βουκόλος β
β 211 Βουκολεῖν · βόας νέμειν
β 212 Βουλή · παρὰ τὸ βάλλω βαλῶ ἢ βέλλω γίνεται βολή, ἡ σύστοιχος τῆς γνώμης φορά, ἢ ἐπιβολὴ τῆς ψυχῆς, καὶ πλεονασμῷ τοῦ υ βουλή
β 213 Βουληφόρος · πρόβουλος, ἀρχίβουλος ἡγεμών, ἄρχων, βουλευτικός. ῥητορική. ἰστέον, ὅτι τὸ φέρω κατὰ τὸ τέλος συντίθεται, σπανίως δὲ κατὰ τὴν ἀρχήν, ὥσπερ τὸ Φέρεκλος φερέσταχυς Φερσεφόνη τελεσφόρος Ἑωσφόρος τοξοφόρος· οὕτως οὖν καὶ παρὰ τὸ βουλή καὶ τὸ φέρω γίνεται βουληφόρος. τὰ δὲ εἰς η λήγοντα συντιθέμενα μὲν ἢ φυλάττουσι τὸ η ἢ τρέπουσιν αὐτό, οἷον γῆ γηγενής, ὀδύνη ὀδυνήφατα, κρήνη κρηνοφύλαξ· οὕτως οὖν καὶ βουλή βουληφόρος. πάντα δὲ τὰ παρὰ τὸ φέρω παροξύνονται, οἷον βουληφόρος Ἑωσφόρος, εἰ μὴ ἄρα τύπος κωλύει διὰ τὸ ευ μόριον καὶ τὰς προθέσεις καὶ τὴν α στέρησιν, εὔφορος πρόσφορος ἄφορος
β 214 Βούλιμος · ὁ μέγας καὶ ἐπιτεταμένος λιμός· παρὰ τὸ βου ἐπιτατικὸν μόριον καὶ τὸ λιμός. καὶ ῥῆμα ἐξ αὐτοῦ βουλιμιῶ β
β 215 Βουλυτός · ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων
β 216 Βοῦνις καὶ βουνίτις · ἡ γῆ· εἴρηται δὲ παρὰ τοὺς βουνούς, βουνοὶ δέ εἰσιν οἱ ὑψηλοὶ καὶ ὀρώδεις καὶ γεώλοφοι τόποι
β 217 Βουπράσιον · τόπος οὕτως καλούμενος
β 218 Βουόα · ἀλγεῖ τις τάχα θ’ αἱ βουσόαι τὰ νῶτα. ἔλλειψις τοῦ ς καὶ πνεῦμα προσῆλθε τὸ δασύ. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
β 219 Βούπρηστις · ἔστι λάχανον ἀγρίου γένος, ὅμοιον τῷ σινήπι καὶ τῇ λαμψάκῃ. βούπρηστιν αὐτήν φασι λέγεσθαι διὰ τὸ τοὺς γευσαμένους αὐτὴν μεγάλως πιμπρᾶσθαι, τουτέστιν φυσᾶσθαι· τὸ γὰρ βοῦς ἐπὶ τοῦ μεγάλου ἔτασσον οἱ ἀρχαῖοι ὡς βούπαιδα τὸν μέγα παῖδα καλοῦντες
β 220 Βοῦς · εἶδος πλακοῦντος διδομένου τοῖς εἰς Τροφωνίου καταβαίνουσιν. εἴρηται δέ, ὅτι οἱ καταβαίνοντες εἰς τὸ ἄδυτον μυκηθμῶν αἰσθάνονται
β 221 Βοῦς · τὸ ζῷο ν · παρὰ τὸ β ῶ τὸ τρέφω, τὸ τρέφον ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας. οὐ δυνάμεθα δὲ λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας καὶ κατὰ κρᾶσιν βοῦς, τὸ γὰρ α καὶ ο οὐ κιρνᾶται εἰς τὴν ου ἀλλ’ εἰς τὴν ω κρείττονα κρείττοα κρείττω. ἀλλὰ λέγομεν, ὅτι ὁμοφωνία γέγονε τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατικῆς· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα καὶ συνῃρημένη κατὰ τὴν τελευταίαν συλλαβὴν ἔχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμόφωνον αὐτῇ
β 222 Βούσιρις · ὁ ἥρως, ὁ τῆς Αἰγύπτου βασιλεύς, ἀφ’ οὗ καὶ πόλις οὕτω καλουμένη. εἴρηται παρὰ τὸ βοῦς καὶ τὴν σειράν, ἵν’ ᾖ ὁ ἰσχυρός, ὁ δυνάμενος βοῦν ἄγειν σειραῖς, ὥστε δύνασθαι μόνος ζευγνύειν δύο βοῦς, ὥσπερ καὶ Λαέρτης λέγεται παρὰ τὸ λάας ἀερτάζειν, ἤγουν κουφίζειν λίθους. ὤφειλεν δὲ κατὰ τὴν ἐτυμολογίαν διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἀλλὰ γράφεται διὰ τοῦ ι πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ιρις · τὰ γὰρ διὰ τοῦ ιρις μὴ ὄντα ἀπὸ προϋποκειμένου ὀνόματος ἔχοντος τὴν ει δίφθογγον ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν, οἷον Ὄσιρις, οὕτως δὲ λέγεται ὁ Διόνυσος παρὰ τοῖς Αἰγυπτίοις, καλάσιρις, σημαίνει δὲ λινοῦν ἱμάτιον, Ὄσιρις, ἔστι δὲ ὄνομα πόλεως, οὕτως δὲ ἐλέγετο καὶ ὁ Νεῖλος, Ἶρις, σημαίνει δὲ τὴν ἄγγελον τῶν θεῶν, Κῖρις ἔστι δὲ ὄνομα ποταμοῦ, Τίρις, ἔστι δὲ ὄνομα δούλης, σίρις ἢ ξίρις, ποτὲ μὲν γὰρ διὰ τοῦ ς λέγουσιν αὐτό, ποτὲ δὲ διὰ τοῦ ξ καὶ ποτὲ μὲν διὰ τοῦ ι γράφεται, ποτὲ δὲ διὰ τῆς ει διφθόγγου, κρεῖττον δὲ γράφειν αὐτὸ διὰ τοῦ ι. σημαίνει δὲ ἀρωματικὸν φυτόν· οὕτως οὖν καὶ Βούσιρις διὰ τοῦ ι. πρόσκειται «μὴ ὄντα ἀπὸ προϋποκειμένου ὀνόματος ἔχοντος τὴν ει δίφθογγον» διὰ τὸ χείρ χειρός χειρίς, σημαίνει δὲ τὸ χειρομάνικον. Χοιροβοσκός
β 223 Βούσυκον · εἰώθασι γὰρ τῇ προσθήκῃ τοῦ ἵππου ἢ τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν. ἀπὸ μὲν τοῦ βοὸς βούσυκον βούπαις βούλιμος, ἀπὸ δὲ τοῦ ἵππου ἱπποσέλινον καὶ · θυμὸν ἱππογνώμονα, τὸν μεγαλογνώμονα
β 224 Βουτάδαι · δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία, ἀφ’ ἧς Βουτάδαι οἱ δημόται. ἢ οἱ ἀπὸ τοῦ Βούτου, οὗτος δὲ ὁ Βούτης τὴν ἱερωσύνην ἔσχεν καὶ ἀπ’ αὐτοῦ Βουτάδαι ἐκλήθησαν. καλοῦνται δὲ καὶ Ἐτεοβουταιάδαι οἱ ἀπόγονοι τοῦ Βούτου, τὸ γὰρ ἐτεόν ἀληθὲς δηλοῖ. οὕτως ἐκ τοῦ Ῥητορικοῦ
β 225 Βουτρόφους · τάξις, ὥς φασι, τις ἱερωσύνης, ἡ τρέφουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ. ἐκ τοῦ Ῥητορικοῦ
β 226 Βουτρωτός · ἢ Βουθρωτός, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομένου θύοντός τε ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα τομὴν φεύγει καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξαμένη εἰς γῆν ἐξέρχεται καὶ καταπεσοῦσα ἀπέθανεν· ὁ δὲ Ἕλενος συμβόλῳ θείῳ χρησάμενος κτίζει πόλιν καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασεν
β 227 Βουτύπος · ἱερεύς τις, ὃς τοὺς βοῦς ἐν ταῖς θυσίαις τῷ πελέκει τύπτων ἔθυεν, οἷον · βουτύπος οἷα πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν χεῖρ’ ἐπί οἱ πελέμιξεν, ὁ δ’ ἀΐσσοντος ὑπέστη. πελέμιξεν· ἐπέσεισε καὶ ἐπήνεγκεν. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά. ἔστι δὲ καὶ ῥητορική
β 228 Βουφόνια · ἑορτή τις παρὰ Ἀθηναίοις τὰ Βουφόνια, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες καὶ ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα
β 229 Βουφόνεον · ἐβουθύτουν, βοῦς ἔθυον
β 230 Βούχετα · ἢ Βουχέτιον· ἔστι δὲ πόλις τῆς Ἠπείρου οὐδετέρως καὶ πληθυντικῶς λεγομένη, ἥν φησι Φιλόχωρος ὀνομασθῆναι διὰ τὸ τὴν Λητώ, ἤτοι Θέμιν, ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν τοῦ Δευκαλίωνος κατακλυσμόν. μέμνηται δὲ τοῦ ἐθνικοῦ Καλλίμαχος, οἷον · ἐξ ἁλὸς οὐ δίκην ἀνέρα Βουχέτιον ἕλκειν
β 231 Βῷμι · ἔστι βοάοιμι καὶ κατὰ κρᾶσιν βοῷμι, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν καὶ κατὰ κρᾶσιν βοῷεν
β 232 Βοῶπις · εὐόφθαλμος, καλή
β 233 Βραγχιᾶν · τὸ πάθος. ὠνοματοπεποιῆσθαί φασι τὴν λέξιν κατὰ μίμησιν τῆς γινομένης αὐτῷ βραχύτητος ἐν τῇ φωνῇ. ἢ βρόγχος λέγεται ὁ λαιμὸς καὶ ὁ φάρυγξ, ὃς καὶ βράγχος παρὰ τοῖς παλαιοῖς λέγεται, ἀφ’ οὗ καὶ τὸ τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο. ἀφ’ οὗ τὸ πάθος ἐκλήθη βραγχιᾶν. ἐγὼ δὲ οἶμαι παρὰ βαρεῖαν ἰαχήν, τουτέστιν φωνήν, ἔχειν γίνεται βαριχιᾶν καὶ βραγχιᾶν· βραγχιᾶν γὰρ λέγεται τὸ σαπρᾷ καὶ τραχείᾳ φωνῇ χρῆσθαι
β 234 Βρᾴ · ἀπὸ τοῦ ῥᾴδιον γίνεται κατὰ πλεονασμὸν τοῦ β Αἰολικῶς βρᾴδιον καὶ κατὰ συγκοπὴν βρᾴ. οὕτως Ἡρωδιανὸς καὶ Χοιροβοσκός
β 235 Βραβευταί · διοικηταί, κριταί, ὁρισταί. κυρίως δὲ βραβευταὶ λέγονται οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολα τῆς νίκης, ῥαβδευταί τινες ὄντες· καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ βραβευταί. ἔστι δὲ καὶ ῥητορική
β 236 Βραβεῖον · ἀπὸ τοῦ ῥάβδος ῥαβδεῖον καὶ καθ’ ὑπέρθεσιν τοῦ β βραδεῖον καὶ τροπῇ τοῦ δ εἰς τὸ β βραβεῖον. ῥάβδος δὲ σημαίνει τὸ βασιλικὸν σκῆπτρον, ἐξ οὗ καὶ βραβευταὶ λέγονται οἱ τὰς βασιλικὰς ῥάβδους κατέχοντες καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόντες. καὶ βραβεῖον λέγεται ὁ παρὰ τῶν βραβευτῶν διδόμενος στέφανος τῷ νικῶντι
β 237 Βράβηλα · τὰ καλούμενα Δαμασκηνά· Θεόκριτος · ὅρπακες βραβήλοισι καταβρίθοντες ἔραζε. Ἀθήναιος δὲ ἐν τῷ δευτέρῳ τῶν Δειπνοσοφιστῶν φησι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βράδυα. εἴρηται δὲ βοράβηλά τινα ὄντα τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. εἰρῆσθαι δὲ Δαμασκηνὰ κατ’ ἐξοχὴν διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εἶναι εὐθαλέστερα καὶ καλλίονα
β 238 Βραδύς · παρὰ τὸ βάρος βαρύς καὶ ἐν ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς β
β 239 Βράζει · παρὰ τὸ βῶ, τὸ λέγω, γίνεται βάζω καὶ πλεονασμῷ τοῦ ρ βράζω
β 240 Βράσσω · τὸ ζέω, ὅπερ καὶ ἀναβράσσω λέγουσιν Ἀττικοὶ ἐπὶ τοῦ ἀτελέσματος λαμβάνοντες τὴν λέξιν· Ἀριστοφάνης · ἀναβράττω κίχλας, ἀντὶ τοῦ ἐψίω. εἴρηται παρὰ τὸ βάρος· ἢ βαρῶ βαράσσω καὶ κατὰ συγκοπὴν βράσσω
β 241 Βράχω · σημαίνει τὸ ἠχῶ· ὀνοματοποιΐα ἡ λέξις
β 242 Βράσσων · ὁ βραδὺς καὶ ὁ βραχὺς καὶ ἑκάτερον σημαίνει· καὶ γὰρ ἀπὸ τοῦ βραδύς γίνεται βραδύτερος καὶ βραδίων καὶ βράσσων καὶ ἀπὸ τοῦ βραχύς βραχύτερος βραχίων βράσσων. ὅθεν ὁ ποιητὴς εἰδὼς ἀμφοτέρων σημαντικὴν τὴν λέξιν ἐπιφέρει διασαφῶν καὶ λύων τὸ ἀμφίβολον · ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις
β 243 Βραχίων · εἴρηται, ὅτι βραχύτερός ἐστι τοῦ λοιποῦ μέρους τῶν χειρῶν
β 244 Βραχύς · κατὰ τροπὴν τοῦ λ εἰς ρ · παρὰ γὰρ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι εἴρηται. οὕτως Ἡρακλείδης ὥς φησιν Ὠρίων
β 245 Βρέγμα καὶ βρεγμόν · τὸ ὑπερμετώπιον μέρος. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν. ἐν δὲ ταῖς Ἐτυμολογίαις τὸ τῆς κεφαλῆς ἄκρον κρανίον, ὅπερ ὁ ποιητὴς βρεγμὸν καλεῖ· ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμός καὶ συνεοχμός, οἷον · καὶ αὐχένος ἐν συνεοχμῷ, οὕτως καὶ παρὰ τὸ βρέχω γίνεται βρεγμός καὶ βρέγμα, ἐπειδὴ γὰρ ἐν τοῖς ὑετοῖς καὶ ἐν ταῖς ἄλλαις καταχύσεσι τῶν ὑγρῶν τοῦτο πρῶτον βρέχεται
β 246 Βρέμει · ἠχεῖ κυρίως, οἷον · μέγα βρέμεται χαλεπαίνων. σημαίνει δὲ καὶ τὸ ὁρμᾶν. εἴρηται παρὰ τὸν βρόμον, τὸν τοῦ πυρὸς ἦχον· βρόμος γὰρ κυρίως ὁ τοῦ πυρὸς ἦχος πεποιημένως εἰρημένος. ἐγὼ δὲ νομίζω τὸν βρόμον ἀπὸ τοῦ βρέμω γεγονέναι, ὡς ἀπὸ τοῦ λέγω λόγος
β 247 Βρενθύεται · μεγαλοφρονεῖ, ἐπαίρεται ἢ προσποιεῖται ὀργίζεσθαι. ῥητορική· οἱονεὶ θρύπτεται. Βησαντῖνός φησι ἐν τῷ Περὶ Χρηστομαθίας οὕτως · «βρένθειόν ἐστι μύρον»· καὶ οὕτως ἐστὶ τοῖς Ἰάμβοις· · τοὺς οὖν ἀλαζόνας καὶ τρυφεροὺς μύρῳ χρίεσθαι ἀκολουθεῖ. καὶ ἀπὸ τούτου δηλαδὴ τοὺς θρυπτομένους ἐπὶ παντὶ τὸ ἁπαξαπλῶς βρενθυομένους λέγουσιν.» οὕτως εὖρον ἐν τῷ αὐτῷ βιβλίῳ
β 248 Βρεντήσιον · χώρα τῆς Ἰταλίας, εἴρηται δὲ οὕτως, ὅτι λιμένας ἔχει κέρασιν ἐλάφου παραπλησίους, βρένδον δὲ καλοῦσι τὸν ἔλαφον Μεσσάπιοι β
β 249 Βρεττανοί · ἔθνος. ἀπὸ Κελτοῦς τῆς Βρεττάνου θυγατρός
β 250 Βρέτας · εἴρηται παρὰ τὸ βροτός βρέτας κατὰ τροπήν, οἷον τὸ βροτοειδὲς ἄγαλμα. κυρίως δὲ τὸ ἀπὸ ξύλου πεποιημένον ἀνθρώπου ἄγαλμα . β
β 251 Βρέφος · παρὰ τὸ φέρβω, τὸ τρέφω, γίνεται φέρβος καὶ κατὰ μετάθεσιν τῶν στοιχείων βρέφος, τὸ δεόμενον τροφῆς, οἷον · μή μοι δευοίατο φορβῆς
β 252 Βρέχειν ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων· ὅθεν καὶ Ὅμηρος ὠνοματοπεποίηται · ἀμφὶ δέ οἱ βράχε. οὕτως Ἐπαφρόδιτος. ἢ παρὰ τὸ βάλλω βλῶ καὶ βρῶ, βρέχω
β 253 Βρίακχος · θηλυκῶς ἡ βάκχη· Σοφοκλῆς · ἐγὼ δὲ χερσὶν ἄγραν βρίακχον. εἴρηται ἡ βριαρῶς ἰακχάζουσα
β 254 Βριάρεως · ὁ ἑκατόγχειρ θεός. εἴρηται παρὰ τὸ βριαρόν, τοῦτο δὲ παρὰ τὴν βίαν βιαρός καὶ πλεονασμῷ τοῦ ρ βριαρός, ἔνθεν τὸ Βριάρεως. ἢ παρὰ τὸ βρίω, ἀφ’ οὗ καὶ βρίθω καὶ βρῖθος, τὸ βάρος· καὶ ὥσπερ παρὰ τὸ τάχος γίνεται στάχυς, οὕτως καὶ βρῖθος βριθύς, καὶ βριθύ, καὶ βριθοσύνη καὶ τὸ βριάω · καί τε βριάοντα χαλέπτει. καὶ παρωνύμως Βριαρεύς, ὡς πομπός πομπεύς, καὶ πομπῆες ἀγαυοί· καὶ ἀπὸ τοῦ Βριαρεύς Ἀττικῶς γενικὴ Βριαρέως· καὶ αὕτη εἰς εὐθεῖαν ἀναχθεῖσα ἐποίησεν τὴν Βριάρεως
β 255 Βριαρός · ὁ ἰσχυρός· καὶ βριαρώτερος καὶ Βριάρεως. εἴρηται παρὰ τὴν βίαν βιαρός καὶ βριαρός
β 256 Βριάρηο · οἷον · Βριάρηο κόρα. ἔστι Βριάρηος ἡ εὐθεῖα, ὡς μονῆρες, ἡ γενικὴ Βριαρήου, καὶ Θετταλικῶς γενικὴ Βριαρήοιο καὶ συγκοπῇ τῆς οι Βριάρηο. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν
β 257 Βρίζω · τὸ κοιμῶμαι · ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα. εἴρηται δὲ βρίξαι τὸ μετὰ βορὰν καὶ τροφὴν καθευδῆσαι, οἷον βορίξαι τι ὄν β
β 258 Βριζώ · θεὸς παρὰ Δηλίοις δι’ ἐνυπνίων μαντευόμενος. εἴρηται παρὰ τὸ βρίζειν, ὅ ἐστι καθεύδειν
β 259 Βριήπυος · παρὰ τὸ βρι καὶ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν· μεγαλόφωνος, βαρύφωνος β
β 260 Βρίκελος · Κρατῖνος · αἶρε δεῦρο τοὺς βρικέλους. ἔστι δὲ βαρβαρικὸν τὸ ὄνομα, τίθεται δὲ καὶ ἐπὶ προσώπων βαρβαρικῶν. καὶ εἴρηται οἱονεὶ βροτῷ εἴκελος· ἢ Βριξὶν εἴκελος, Βρίγες γὰρ ἔθνος βαρβαρικόν. ἄλλοι δὲ βρικέλους τοὺς κελεύοντας, παρὰ τὸ βρι καὶ τὸ κέλομαι
β 261 Βριμαίνω · σημαίνει τὸ ὀργίζεσθαι· εἴρηται παρὰ τὸ βρι τὸ ὑπὸ ὀργῆς βαρύνεσθαι. λέγεται καὶ βριμῶ, ὅθεν καὶ βριμοῦσθαι καὶ «βριμοῦται» καὶ βριμῆσαι. καί μοι δοκεῖ παρὰ τοῦτο τὸ βριμῶ παρῆχθαι τὸ βριμαίνω
β 262 Βριμώ · ἡ Φερσεφόνη. ἡ δὲ αὐτὴ λέγεται καὶ Ἑκάτη· Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς · Βριμὼ νυκτίπολον χθονίην ἐνέροισιν ἄνασσαν. εἴρηται δέ, ὅτι Ἑρμῆν ἐρασθέντα ἐπὶ κυνηγεσίαν ἐξιούσῃ θελῆσαι βιαίως μιχθῆναι, ἡ δὲ ἐνεβριμήσατο αὐτῷ· ὁ δὲ φοβηθεὶς ἀπετράπη καὶ ἐντεῦθεν Βριμὼ προσηγόρευσεν
β 263 Βρῖσαι · νύμφαι οὕτως καλούμεναι, ἢ ὅτι βλῖσαί τινες οὖσαι, παρὰ τὸ βλίσαι· καὶ γὰρ μελισσουργίαν αὖται τὸν Ἀρισταῖον ἐδίδαξαν· τροπῇ δὲ τοῦ λ εἰς τὸ ρ Βρῖσαι. ἢ παρὰ τὸ βρύειν εἰσὶν εἰρημέναι, ὅ ἐστιν ἀνθεῖν τὴν ἐλαίαν, ἦς τὴν ἐργασίαν καὶ αὐτὴν ὑπέδειξαν Ἀρισταίῳ, τὴν διὰ τῆς ἀμβροσίας. ἢ ἀπὸ τοῦ βρίξαι καὶ κατακοιμίσαι αὐτὸν καὶ καταβαυκαλίσαι, ὅτε ἐτιθήνουν αὐτόν
β 264 Βρισαῖος · οὕτως ὁ Διόνυσος· καὶ ἐὰν μὲν διὰ τοῦ ι γράφεται παρὰ τὸ βρῖσαι ἐστίν, οἷον ὁρμητικός, ἐὰν δὲ διὰ τοῦ η ἀπ’ ἄκρας Λεσβιακῆς Βρήσης, ἧς μέμνηται Ἀνδροτίων ὅτι τὸ ἱερὸν τοῦ θεοῦ ἐν τῇ Βρήσῃ φησὶν ἱδρῦσθαι ὑπὸ Μάκαρος
β 265 Βρισεύς · ὁ ἥρως, οἷον · κούρην Βρισῆος· παρὰ τὸ βρίθω βρίσω Βρισεύς καὶ πατρωνυμικὸν Βρισηΐς· Βρισηΐς γὰρ λέγεται παρὰ τὸ βαρεῖν τῷ κάλλει πάσας τὰς γυναῖκας· βρίθω γὰρ τὸ βαρῶ. ἢ παρὰ τὸ βαρεῖν τοὺς Ἕλληνας· ἐβάρησε γὰρ καὶ ἔβλαψε τοὺς Ἕλληνας διὰ τὸ λαβεῖν αὐτὴν τὸν Ἀγαμέμνονα
β 266 Βρισῇδες · εἴρηται εἰς τὸ Νηρῇδες
β 267 Βριτόμαρτις · καὶ Ἄρτεμις καὶ νύμφη· Καλλίμαχος · ἑλλόφονον Βριτόμαρτιν ἐΰσκοπον. τῆς δὲ θεοῦ Βριτομάρτιδος · εἴρηται δέ, ὅτι ταῖς Βρίσαις οὕτως καλουμέναις νύμφαις ὁμαρτεῖ. καὶ Νεάνθης ἐν τῷ πρώτῳ Περὶ τελετῶν φησι χρησμὸν Διῒ δοθῆναι, ὅτι ὁ ἐκ τῆς μήτρας τῆς Ἑκάτης γεννώμενος μεταστήσει τῆς βασιλείας αὐτόν, γεννηθείσης δὲ τῆς Ἑκάτης τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι «βρίτον», τουτέστιν ἀγαθόν· παρὰ τοῦτο δὴ τὸ ἐπίφθεγμα ὠνομάσθαι τὴν θεόν
β 268 Βρόδον · ἔστι διαλέκτου· παρὰ τὸ ῥόδον πλεονασμῷ τοῦ β βρόδον, ὥσπερ ῥυτῆρες βρυτῆρες καὶ ῥίζα βρίσδα κατὰ διάλυσιν τοῦ ζ εἰς δ καὶ ς. οὕτως Ἡρωδιανός
β 269 Βρόμος · κυρίως ὁ τοῦ πυρὸς ἦχος. πεποιημένη δέ ἐστιν ἡ φωνὴ κατὰ μίμησιν τοῦ ἀποτελουμένου ψόφου ἐν τῷ πυρί, οἷον · τόσσον γε πέλει βρόμος πυρὸς αἰθομένοιο. ἢ παρὰ τὸ βρέμω βρόμος
β 270 Βρόμιος · ὁ Διόνυσος· παρὰ τὸ βρόμον, ὅ ἐστιν ἦχον τοῦ πυρός· ἀπὸ γὰρ τῆς Σεμέλης κεραυνωθείσης ἡρπάγη ὑπὸ τοῦ Ἑρμοῦ κατὰ βούλησιν τοῦ Διὸς ἐκ μέσου τοῦ πυρός β
β 271 Βροντή · παρὰ τὸν βρόμον, ὃ σημαίνει τὸν τοῦ πυρὸς ἦχον· ἔμπυρος γὰρ ἡ βροντὴ εἰκότως ὠνόμασται β
β 272 Βρόταχος · τὸν βάτραχον Ἴωνες καὶ Ἀριστοφάνης φησὶ καὶ παρὰ Ξενοφάνει · βάτραχος καὶ καθ’ ὑπερβιβασμὸν βράταχος καὶ βρόταχος. Ἡρωδιανὸς Περὶ παθῶν καὶ Ῥη
β 273 Βρότος · τὸ αἷμα βαρυτόνως· εἴρηται ἀπὸ τοῦ βροτοῦ τοῦ σημαίνοντος τὸν ἄνθρωπον· κυρίως γὰρ βρότον τοῦ ἀνθρώπου τὸ αἷμα καὶ οὐδέποτε ἄλλου ζῴου καλεῖ αἷμα βρότον, ἀλλὰ μόνον τοῦ ἀνθρώπου · βρότον αἱματόεντα· καὶ βεβροτωμένα τεύχε’ ἔχοντος
β 274 Βροτός · ὁ ἄνθρωπος· παρὰ τὸ μείρω, τὸ μερίζω, οἷον · ἥμισυ μείρετο τιμῆς, γίνεται μορτός καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ καὶ τροπῇ τοῦ μ εἰς β βροτός· οὐ γὰρ ἠδύνατο τὸ μ προτάττεσθαι τοῦ ρ κατὰ σύλληψιν δι’ ἀσυνταξίαν ὡς ἐπὶ τοῦ μεσημερία μεσημβρία· βροτὸς οὖν ὁ μεμερισμένην ἔχων τὴν φωνήν
β 275 Βροτολοιγέ · ἀνθρωποφθόρε. παρὰ τὸ λοιγός καὶ τὸ βροτός, βροτολοιγός ἐν ὀξείᾳ τάσει· τὰ γὰρ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· κακός ἄκακος, σοφός ἄσοφος· χωρὶς τῶν ἐπὶ ἔθνους λαμβανομένων, Βοιωτός φιλοβοιωτός, Ἀχαιός φιλαχαιός, καὶ τοῦ κλυτός καὶ κλειτός, ἀγακλυτός καὶ ἀγακλειτός· καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις, οἷον λοιγός βροτολοιγός· ἵνα γὰρ φυλαχθῇ ἡ ἐνέργεια, τούτου χάριν ἐφύλαξε τὴν ὀξεῖαν τάσιν· βροτολοιγὸς γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας. ἂν γὰρ προπαροξυνθῇ, ἤμελλεν παρέχειν ἔμφασιν, ὅτι πάθος ἐστί· τὰ γὰρ τοιαῦτα προπαροξύτονα χαίρουσι τῇ βαρείᾳ τάσει ἀναλύεσθαι εἰς πάθος, ὡς ἐπὶ τοῦ λιθόβολος καὶ λιθοβόλος· λιθόβολος ἐστὶν ὁ λίθοις βαλλόμενος, λιθοβόλος δὲ ὁ λίθοις βάλλων· ὁμοίως καράτομος καὶ καρατόμος
β 276 Βροῦχος · εἶδος ἀκρίδος. εἴρηται παρὰ τὸ βρύκειν, ὃ σημαίνει τὸ ἐσθίειν· Ἀριστοφάνης Ὄρνισι · βρύκους’ ἀπέδοσθαί μου φησί τοὺς δακτύλους. βρύκος καὶ βροῦκος κατὰ πλεονασμὸν τοῦ ο. τὸ δὲ αὐτὸ καὶ μάσταξ καλεῖται παρὰ τὸ μασᾶσθαι· Νίκανδρος · μάστακι σιτοβόρῳ ἐναλίγκιος. Κλείταρχος δέ φησιν, ὅτι κατὰ Ἀμβρακιώτας μάσταξ καλεῖται ἡ ἀκρίς
β 277 Βρόγχος · ὁ λαιμός, ὃν καὶ φάρυγγα καλοῦσι. καὶ ἐπὶ τῶν ἰχθύων τῶν βράγχη ἐχόντων, εἴρηται δὲ παρὰ τὸ βρέχω βρόχος τις ὤν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει, οἱ δὲ ἀρχαῖοι βράγχον, ὅθεν καὶ βραγχιᾶν τὸ πάθος εἴρηται καὶ τὸ τόσσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο β
β 278 Βρόχθος · τὸ ὀλίγον πόμα καὶ ἡ φάρυγξ, δι’ ἧς καταπίνομεν· Θεόκριτος · ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένηται. εἴρηται δὲ παρὰ τὸ βρέχω βέβροχα βρόχος καὶ βρόχθος κατὰ πλεονασμόν· τὸ γὰρ πινόμενον βρέχει καὶ τὸ πῖνον ὄργανον βρέχεται. πεποιημένη δέ ἐστιν ἡ λέξις ἀπὸ τοῦ γενομένου ποιοῦ ἤχου ἐν τῷ καταπίνειν β
β 279 Βρόχος · ἐπὶ τοῦ σχοινίου, τὸ περιτιθέμενον ἐν τῷ λαιμῷ· Ὅμηρος · ἁψαμένη βρόχον πολὺν ἀφ’ ὑψηλοῖο μελάθρου. κυρίως δὲ βρόχος λέγεται ὁ εἰς τὰς ἀγκύρας ἐνημμένος, καὶ τὰ ἀπόγεια σχοινία διὰ τὸ βρέχεσθαι. ἢ παρὰ τὸν βρόγχον εἴρηται, ὁ ἐπιτιθέμενος τῷ βρόγχῳ, ἤγουν τῷ λαιμῷ. τινὲς δὲ παρὰ τὸ τὸν βρόγχον ἄγχειν· σκληρὸν δὲ τοῦτο
β 280 Βρυγμός · ἡ σύντομος ἐδωδή, ἢ τρισμὸς ὀδόντων, ἢ μύλων ἀκόνησις. ἐκ τοῦ Ῥητορικοῦ. παρὰ τὸ βρύκω, ὃ σημαίνει τὸ ἐσθίω· ὡς νύσσω νυγμός, οὕτως βρύκω βρυγμός β
β 281 Βρυκεδανός · γέγονε παρὰ τὸ βρύκω βρυκανός, ὡς πείθω πιθανός, ἵκω ἱκανός· καὶ ὡς πεύκη πευκανός καὶ πευκεδανός, οὕτως καὶ βρύκω βρυκεδανός
β 282 Βρύκω · τὸ ἐσθί ω · εἴρηται παρὰ τὴν βοράν, βορύκω καὶ βρύκω· Ἀριστοφάνης, οἷον · βρύκους’ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους
β 283 Βρυσμός · εἴρηται εἰς τὸ Δάσληρα
β 284 Βρύτια · ἃ καὶ βρύτεα, τὰ τῆς σταφυλῆς πιέσματα, ἅ τινες στέμφυλα λέγουσιν· παρὰ τοὺς βότρυς βρύτια. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαιῶν ἀλέσματα
β 285 Βρύττοντες · οὕτως· Ἀθηναῖοι τοὺς πυρέττοντας ἔλεγον· παρὰ τὸν βρυχετόν, ὅ ἐστιν ὁ πυρετός. εἰς δὲ τὸ Ῥητορικὸν λεξικὸν εὗρον τὴν λέξιν σημαίνουσαν ἀντὶ τοῦ ὀρύττοντες
β 286 Βρῶμα · παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶμα καὶ βρῶσις καὶ βρώμη ὡς κωλύσω κωλύμη καὶ φιλήσω φιλήμη, σημαίνει δὲ τὴν βρῶσιν, οἷον · μνησόμεθα βρώμης
β 287 Βρῶσις · ἡ τροφή· παρὰ τὸν βρώσω βρῶσις, ὡς λέξω λέξις
β 288 Βύβλος · πόλις Φοινίκης ἀρχαιοτάτη. εἴρηται δέ, ὅτι τὰ ἐν αὐτῇ τιθέμενα βιβλία ἄσηπτα διαφυλάττεται. οἱ δέ φασιν, ὅτι Ἶσις ἀπὸ τῆς Αἰγύπτου παραγενομένη κλαίουσά τε τὸν Ὄσιριν τὸ διάδημα τῆς κεφαλῆς ἐκεῖσε ἀπέθετο βύβλινον ὑπάρχον ἀπὸ τῆς ἐν τῷ Νείλῳ φυομένης βύβλου. ἐν Ἀσπίδι Ἡσίοδος, οἷον · Βύβλον τ’ ἀγχίαλον καὶ Σιδῶν’ ἀνθεμόεσσαν
β 289 Βυβλίον καὶ βιβλίον διαφέρει· βυβλίον λέγεται τὸ ἄγραφον, οἷον · καὶ ἐπὶ τὸ βυβλίον σου πάντες γραφήσονται· δῆλον, ὅτι ἄγραφον. βιβλίον δὲ τὸ γεγραμμένον. ἔστι δὲ καὶ ὄνομα πόλεως, ἐξ οὗ καὶ Βύβλινος οἶνος, ἀπὸ τῆς Βύβλου πόλεως
β 290 Βυθός · τὸ βάθος τὸ ἄφατον· παρὰ τὸ βάθος, τοῦ α εἰς υ τραπέντος. ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός
β 291 Βύκτης · ἠχητικός, ὁ μεγάλως ἠχῶν· Ὅμηρος · ἔνθα δὲ βυκτάων ἀνέμων· καὶ Λυκόφρων · βύκτας ἐν ἀσκῷ συγκατακλείσας βοός. παρὰ τὸ βύω, ἔνθεν βεβυσμένος· οὗ παράγωγον βύζω, ὁ παθητικὸς παρακείμενος βέβυκται, ὡς βάζω βέβακται, οἷον · ἔπος δ’ εἴ πέρ τι βέβακται. παρὰ γοῦν τὸ βέβακται γίνεται βύκτης. ἢ πεποίηται ἀπὸ τοῦ βυθοῦ καὶ τοῦ ἀράττειν· ἢ παρὰ τὸ βυ βύκτης· τὸ γὰρ βυ ἐπὶ τοῦ μεγάλου ἔλεγον· καὶ Σώφρων · βυβά, ἀντὶ τοῦ μεστὰ καὶ πλήρη καὶ μεγάλα βύζειν
β 292 Βύκχις · ὄνομα Αἰολικό ν · παρὰ τὸ Βάκχος Βακχίς καὶ Βύκχις, ὡς ἵππος ἱππίς καὶ οἶκος Οἰκίς, καὶ τροπῇ τοῦ α εἰς υ ὡς βάθος βύθος
β 293 Βύνη · ἡ Λευκοθέα, ἡ Ἰνώ, οἷον · Βύνης καταλέκτριαι αὐδηέσσης. εἴρηται παρὰ τὸ εἰς βυθὸν δύνειν Βυθοδύνη καὶ κατὰ συγκοπὴν Βύνη. ἢ παρὰ τὸ δύνω δύνη, ἡ καταδύσασα εἰς θάλασσαν καὶ Βύνη κατὰ τροπήν
β 294 Βυρσοδέψης · Ἀριστοφάνης · ἐπιγίνεται γὰρ βυρσοδέψης ὁ Παφλαγών. ὁ αὐτὸς δὲ καὶ σκυλοδέψης καλεῖται. παρὰ τὸ δεψῆσαι, ὅ ἐστιν ἁπαλῦναι
β 295 Βύρσα · παρὰ τὸ δείρω, τὸ ἐκδέρω, ὁ μέλλων Αἰολικῶς δέρσω· καὶ δέρσα καὶ βύρσα, ἡ ἐκδερομένη τῷ σώματι. ἢ παρὰ τὸ ῥύω ῥύσα καὶ πλεονασμῷ τοῦ β καὶ καθ’ ὑπέρθεσιν βύρσα, ἡ περιρρεομένη τῷ ἱδρῶτι. οὕτως Ὦρος
β 296 Βυσσός · τὸ βάθος· παρὰ τὸ βυθός, τροπῇ τοῦ θ εἰς ς καὶ πλεονασμῷ ἑτέρου ς βυσσός
β 297 Βύσσος · εἶδος βοτάνης· ἐξ οὗ καὶ τὰ ἀπ’ αὐτῆς βαπτόμενα ἱμάτια βύσσινα λέγονται β
β 298 Βυσσοδομεύων · ὁ ἐν ἑαυτῷ ἐν βάθει διαλογιζόμενος καὶ κεκρυμμένα βουλευόμενος ἢ ἐνθυμούμενος, οἱονεὶ ἐν βυθῷ τινι οἰκοδομῶν. ἢ βυσσοδομεῖν. καὶ βυσσοδομεύω παρὰ τὸν βυσσὸν καὶ τὸ δέμω, τὸ οἰκοδομῶ τὸ βυσσόθεν, ὅ ἐστιν ἐν βάθει κατασκευάζειν, ὥστε μὴ πρότερον γνωσθῆναι πρὶν ὑπερέχειν ἄνω. Ἡσίοδος ἐν Ἀσπίδι, οἷον πατὴρ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὅς ῥα θεοῖσιν ἀνδράσιν ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι, ὦρτο δ’ ἀπ’ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων· οὗτος μὲν οὕτως ἐνεθυμεῖτο, ὁ δὲ Ζεὺς ἄλλα ἐβουλεύετο· αὐτὸς γὰρ ἰδὼν τὰς κακίας τῶν ἀνθρώπων πληθυνθείσας ἠθέλησεν ἐξ Ἀλκμήνης γεννῆσαι υἱόν, τὸν δυνάμενον τιμωρῆσαι τοὺς κακοὺς καὶ ἀπαλλάξαι τῆς βλάβης τοὺς ἄνδρας καὶ τοὺς θεούς. βοηθεῖται γὰρ καὶ θεὸς ἀδίκου ἀποκτεινομένου
β 299 Βώκαρος · τὸ ἔαρ ὑπὸ Τροιζηνίω ν · εἴρηται παρὰ τὸ βίῳ χαρὰν φέρειν βώχαρος καὶ βώκαρος. καὶ ποταμὸς δὲ Σαλαμῖνος οὕτως καλούμενος
β 300 Βῶλος · ἡ γῆ· παρὰ τὸ βῶ, τὸ τρέφω, ὅθεν καὶ βότης καὶ συβώτης καὶ βῶστρον, γίνεται βῶλος καὶ ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος λίθαξ. ἢ παρὰ τὸ ὑπὸ τῶν βοῶν ἀλοᾶσθαι κοπτομένη ἡ γῆ· ἢ παρὰ τὸ πωλεῖσθαι καὶ συνεχῶς περὶ αὐτὴν στρέφεσθαι, οἷον · οὔτε ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν. ἔστιν οὖν πῶλος καὶ βῶλος
β 301 Βωμός · τέμενος ἱερόν, ὅπου θύουσι τοῖς θεοῖς· παρὰ τὸ βῶ, τὸ βαίνω, ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν. ἐπιτίθεται γὰρ τὰ ἱερὰ παρ’ αὐτῷ. δηλοῖ δὲ καὶ τὴν βάσιν, ὡς παρ’ Ὁμήρῳ · ἅρματα δ’ ἂμ βωμοῖσι τίθει. ὁμοίως παρὰ τὸ βῶ, ὅπου τὰ τιθέμενα βέβηκεν
β 302 Βωμολόχος · βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν λοχῶντες, τουτέστιν καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες. οὗτοι γὰρ ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν ἀποθυόντων πολλὰ λιπαροῦσι κολακεύοντες. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτων ἕνεκα ὠφελείας τινὰ κολακεύων καὶ πᾶν ὁτιοῦν ὑπομένων ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν, ὅθεν καὶ βωμακεύματα καὶ βωμολοχεύματα. ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. Ἀπολλόδωρος δὲ ὁ Κυρηναῖος, ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα καὶ τὸν πανοῦργον δὲ καὶ συκοφάντην. οὕτως εὗρον εἰς τὸ Ῥητορικὸν λεξικόν
β 303 Βώμαξ · βωμολόχος. οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων . αἱμ
β 304 Βωμύκας · οὕτως πρότερον ἐκαλεῖτο ὁ Εὐρώτας. εἴρηται δὲ παρὰ τὸ βοὸς μυκηθμὸν παραπλήσιον ἔχειν
β 305 Βωνίτης · σημαίνει τὸν βουκόλον. Καλλίμαχος · οἵους βωνίτῃσιν ἐνικρύπτουσι γυναῖκες. διὰ τοῦ ι ὡς τὸ πολίτης
β 306 Βῶξ · εἶδος ἰχθύος. σύνθετον δέ ἐστι μεταπεπλασμένου τοῦ διπλοῦ, ὥστε ἐγκεῖσθαι τὸ βου ἐπιτατικὸν καὶ τὸ ὄψ· τοιοῦτος γὰρ καὶ ὁ ἰχθύς, καθάπερ καὶ ὁ μέγας παῖς βούπαις. ὅμοιον παρηκολούθησεν καὶ τὸ κάλυξ, τὸ κεκαλυμμένον ῥόδον, καὶ ἦν παρὰ τὸν καλύψω μέλλοντα. Ἡρωδιανὸς δέ φησι καὶ δισυλλάβως λέγεσθαι· Ἀριστοφάνης · ἀλλ’ ἔχουσι γαστέρα μεστὴν βοάκων· καὶ Φερεκράτης · τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθύν γε φασὶ τὸ παράπαν, νὴ τὼ θεώ, κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ. Ἀριστοτέλης δέ, ὅτι φωνὴ προΐεται καὶ διὰ τοῦτο ὠνομάσθη
β 307 Βῶρος · ἔστι δὲ ὄνομα κύριον καὶ γράφεται διὰ τοῦ ω μεγάλου · Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος. ὁ δὲ δὴ Ἰδομενεὺς τὸν Φαῖστον τὸν υἱὸν τοῦ Λυδοῦ Βώρου, ὅστις ἐκ τῆς μεγαλοβώλου καὶ εὐγείου Τάρνης παρεγένετο, ἀνεῖλεν καὶ ἐφόνευσεν
β 308 Βώσεσθαι · οἷον · πῶς τῆμος βώσεσθαι δυσάμμοροι ἦε βαθείαις. σημαίνει τὸ βιώσεσθαι. Ἀπολλώνιος
β 309 Βωσόμεθα · εἰς τὸ ἐπιβωσόμεθα
β 310 Βωστρεῖν · καλεῖν, βοᾶν· παρὰ τὸ βοῶ βοάζω βοαστής, εἶτα ῥῆμα βοαστρῶ, ὡς ἀπὸ τοῦ καλῶ καλίζω καλιστής καὶ καλιστρῶ, καὶ ὡς ἀπὸ τοῦ ἐλῶ ἐλάζω ἐλαστής καὶ ἐλαστρῶ, οἷον · δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα
β 311 Βωτιάνειρα · ἡ βόσκουσα τοὺς ἄνδρας, ὡς σωτήρ σώτειρα καὶ Δημήτηρ Δημήτειρα, οὕτως ἀνήρ ἄνειρα. καὶ σύνθετον μετὰ τοῦ βῶ, τὸ τρέφω, βωτιάνειρα, καὶ Καλλιάνειρα ἡ τρέφουσα τοὺς ἄνδρας
β 312 Βώτιον · χωρίον περὶ τὸ Ἴλιον, εἰς ὃ καταχθεὶς Ἀγαμέμνων ἐπεβώσατο τὴν Ἄρτεμιν εὐμενῆ αὑτῷ γενέσθαι πλέοντι. καὶ ὠνομάσθη οὕτως ἀπὸ τῆς αἰτίας ταύτης Βώτιον
β 313 Βώτορες · βοσκήτορες, νομεῖς, καὶ ῥηματικὰ παρὰ τὸ βῶ βέβοται βότης καὶ βοτήρ, ὡς ἐλάτης ἐλατήρ, καὶ ἐν ἐπεκτάσει βώτωρ, ὡς Μέντης Μέντωρ ,. Τέλος
λ 1 Λάας · ἔστιν ὄνομα κύριον. γέγονε παρὰ τὸ λᾶας τὸ προσηγορικόν, ὃ σημαίνει τὸν λίθον. ζήτει εἰς τοὺς ἐπιμερισμοὺς καὶ εἰς τὸ Ὀνοματικὸν Γεωργίου
λ 2 Λαγγών ὁ εὐθέως λανθάνων τοῦ ἀγῶνος καὶ φόβου
λ 3 Λαγανόν · ὡς λαγαρόν· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ πάχος εἰς πλάτος, καὶ λειανθὲν ἀσθενέστερον. γίνεται δὲ παρὰ τὸ λήγω
λ 4 Λαγίδης · διὰ τοῦ Ι, Λαγὸς Λαγίδης ὡς Κρόνος Κρονίδης
λ 5 Λαγαρία πόλις Ἰταλίας ἀπὸ Λαγάριδός τινος νομέως
λ 6 Λάγυνος ἡ πάνυ δεκτική. παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ γῶ τὸ χωρῶ
λ 7 Λαγώς · παρὰ τὸ ὦς ὠτὸς καὶ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου, ὁ μεγάλα ὦτα ἔχων
λ 8 Λαδρέοντι · παρὰ τὸ ΛΑ καὶ τὸ ῥέω λαρέοντι, μεγάλως ῥέοντι, πλεονασμῷ τοῦ Δ. Περὶ παθῶν
λ 9 Λαιόν · οἷον· λαιὸν μὲν καθύπερθεν ἐπ’ αὐχένος ἔνθετο πῆχυν
λ 10 Λᾴδιος · εἰς τὸ Ληίδιον
λ 11 Λάθιος κρήνη περὶ τὴν Οἴτην, ἥτις οὕτως ὠνόμασται διὰ τὸ τὸν Ἡρακλέα πιόντα ἐξ αὐτῆς ἐπιλαθέσθαι τῶν ἐν ἀνθρώποις κακῶν
λ 12 Λάιγξ · παρὰ τὴν λᾶος γενικὴν γίνεται λάιξ πλεονασμῷ τοῦ Γ λάιγξ ἔνθεν τὸ λάιγγες, ὥσπερ καὶ παρὰ τὸ ψῆφος γίνεται ψῆφιξ καὶ ψᾶφιξ καὶ πλεονασμῷ τοῦ Γ ψᾶφιγξ. Περὶ παθῶν
λ 13 Λαιδρός ὁ θρασύς· παρὰ τὸ ΛΑ ἐπιτατικόν. Νίκανδρος καὶ ἐν Ἀλεξιφαρμάκοις
λ 14 Λαίθαργος κύων · Ἀριστοφάνης Ἱππεῦσιν· ὁ λαθραῖα δάκνων
λ 15 Λαικάζειν καὶ λαικάστρια οὕτω δὲ ἡ τιτθὴ παρὰ Λάκωσιν. Ὦρος ὁ Μελήσιος
λ 16 Λαίσκαπρος ὁ λάγνος καὶ λάμυρος. παρὰ τὸ ΛΑ ἐπιτατικὸν πλεονασμῷ τοῦ Ι ὡς ἐν τῷ μαιστροπὸς ἀντὶ τοῦ μαστροπός
λ 17 Λαιμός · παρὰ τὸ λίαν μᾶν· ἢ παρὰ τὸ λάπτω τὸ σημαῖνον τὸ ἀπὸ δίψης φλέγομαι
λ 18 Λαῖτμα τὸ χάσμα καὶ μέγα πέλαγος· ἢ τὸ οἴδημα τῆς θαλάσσης
λ 19 Λαυκανίη ὁ λαιμός, ἀπὸ τῆς ἀπολαύσεως
λ 20 Λαῖφος λινοειδές · βέλτιον λινοϋφές· τὸ ἄρμενον. ἢ παρὰ τὸ λῶπος λάφος ὡς γλῶσσα γλάσσα, καὶ λαῖφος
λ 21 Λάκτιν σημαίνει ἡ λέξις τὴν σκυτάλην, τορύνην. Καλλίμαχος· αὖθις ἀπαιτίζουσαν ἑὴν εὐεργέα λάκτιν
λ 22 Λακέρεια ὄνομα πόλεως· παρὰ τὸ ΛΑ καὶ τὸ ῥέειν οἱονεὶ ἡ μεγάλως ἐπιρρεομένη
λ 23 Λακίνιον ὄρος Κρότωνος· ἀπὸ ἥρωος Λακινίου ὀνομασθέν
λ 24 Λάλαξ · ἀπὸ τοῦ λαλαγὴ τοῦ σημαίνοντος τὸν θόρυβον. ζήτει εἰς τὸ Ὀνοματικὸν Γεωργίου
λ 25 Λαλίστατος · εἰς τὸ Καλλίων κάλλιστος
λ 26 Λαμία πόλις. οἱ μὲν ἀπὸ Λαμίου τοῦ Ἡρακλέους ὀνομασθῆναι, οἱ δὲ ἀπὸ γυναικὸς Λαμίας, ἥτις ἐβασίλευσε Τραχινίων. ἔστι δὲ καὶ προσηγορικὸν καὶ σημαίνει τὰ χάσματα
λ 27 Λαμπετόωντι · λάμποντι· πυρὶ λαμπετόωντι. παρὰ τὸ λάμπω γίνεται λαμπετῶ, ἡ μετοχὴ λαμπετῶν λαμπετῶντος λαμπετῶντι, πλεονασμῷ τοῦ Ο λαμπετόωντι. εἰώθασιν οἱ ποιηταὶ πλεονάζειν τὸ Ο ἐπὶ τῆς δευτέρας συζυγίας
λ 28 Λαμυρόν τὸ πολὺ καὶ ἀθροῦν· καὶ Λαμυρήν τὴν θάλασσαν οἷον πολλήν
λ 29 Λάμψακος · ὅτι τοῖς Λαμψακηνοῖς χρησμὸς ἐδόθη, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι. ἀστραπῆς δὲ γενομένης εἶδον τὸν τόπον καὶ ἐκεῖ ἔκτισαν
λ 30 Λάξις ἡ λέξις, ὅ ἐστιν οἰκοδόμησις. αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. οἱ δὲ Ἀττικοὶ λίθους ἐκλέγοντες ἀνῳκοδόμουν
λ 31 Λαοσσόος τὸν Ἀμφιάρηον τὸν διὰ τῆς μαντικῆς σῴζοντα τοὺς ἀνθρώπους. ἢ λαοσσόος καθ’ ὃ σῴζει καὶ παρορμᾷ τοὺς λαοὺς ἡ Ἀθηνᾶ
λ 32 Λάπαθος · ἀπὸ τοῦ λαπάσσειν. ἔστι γὰρ τὸ λάχανον εὔθετον εἰς γαστέρα· ἁπαλύνει γάρ· οἱ δὲ Ἀττικοὶ λάπαθα λέγουσι τὰ ὀρύγματα τῶν θηρίων, τάχα ὅτι λανθάνει τοὺς θεωροῦντας, οἵτινες μὴ εἰδότες ἔρχονται εἰς τὸ παθεῖν τι
λ 33 Λαπάρα · παρὰ τὸ λελάφθαι, ὅ ἐστιν ἐκκεκενῶσθαι τὸν τόπον πρὸς σύγκρισιν τῶν πλευρῶν. λαπάξαι γὰρ τὸ κενῶσαι. ὅθεν καὶ λάφυρα ἀπὸ τῆς κενώσεως τῆς πόλεως
λ 34 Λαπιδόρχας ὁ μεγάλους ὄρχεις ἔχων. Ἀριστοκράτης δὲ οὕτω διεβάλλετο
λ 35 Λάρισα πόλις ἀπὸ Λαρίσης τινὸς κληθεῖσα
λ 36 Λαρόν τὸ ἡδὺ πόμα. παρὰ τὸ ἱλαρὸν λαρὸν ἢ παρὰ τὸ λῶ τὸ θέλω ἢ παρὰ τὸ λίαν γέγονε. λέγεται δὲ καὶ ἐπὶ τοῦ ἁπαλοῦ. Ἡσίοδος· οὐκέτι δὴ βαίνουσι λαροῖς ποσίν. ἢ τὸ κατὰ γεῦσιν ἢ τὸ κατ’ ὄψιν θελητόν
λ 37 Λάρος τὸ ὄρνεον· ὁ ἀπολαυστικὸν ἔχων τὸν νοῦν· λάρῳ ὄρνιθι ἐοικώς
λ 38 Λάσανον ἐφ’ οὗ οἱ δασεῖς τόποι οἴζουσιν, ὡς· λασήιά τε πτερόεντα. λάσεα δὲ τὰ περὶ τὸν φόρτον
λ 39 Λάσιος · ἡ γὰρ θέρμη αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησιν. ἀφ’ ὧν λέγει· στήθεσιν λασίοισιν. ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστιν τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. γέγονε δὲ παρὰ τὸ σεύω τὸ σημαῖνον τὸ ὁρμῶ καὶ τὸ ΛΑ ἐπιτατικόν
λ 40 Λάσταυρος · παρὰ τὸ λᾶς· οἴδαμεν γὰρ τί σημαίνει παρ’ Ἀττικοῖς
λ 41 Λάτρις ὁ μισθῷ δουλεύων. λάτρον γὰρ ὁ μισθός. ἢ παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ τρεῖν, ὅ ἐστιν τὸ φοβεῖσθαι. ζήτει εἰς τὸ Ὀνοματικὸν Γεωργίου τοῦ Χοιροβοσκοῦ
λ 42 Λάταυρος τὸ ἱμάτιον· ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι
λ 43 Λατῷος ἔστι δὲ ποταμός, φησὶ Φιλοστέφανος, παρὰ τὸ τὴν Λητὼ ἐκεῖ ἀποκυῆσαι, καὶ οὕτως τῆς ὀνομασίας τυχεῖν. Ὦρος ὁ Μελήσιος
λ 44 Λαύρα ἡ πλατεῖα ῥύμη. οἷον· οὐδῷ ἐς λαύρην. παρὰ τὸ λίαν ἔχειν αὔραν. ἢ δι’ ἧς ὁ λαὸς ῥεῖ
λ 45 Λάφυρα παρὰ τὸ ἀφύσσω τὸ ἀπαντλῶ καὶ πλεονασμῷ τοῦ Λ, ἢ ἀπὸ τῆς κενώσεως τῆς πόλεως. εἰς τὸ Λαπάρ α
λ 46 Λαφύστιος ὁ Διόνυσος, ἀπὸ τοῦ ἐν Βοιωτίᾳ Λαφυστίου ὄρους
λ 47 Λάχεια σημαίνει δὲ τὴν καλῶς ἐσκαμμένην γῆν. παρὰ τὸ ΛΑ ἐπιτατικόν. ὡς ἀπὸ τοῦ χαίρω χάρεια καὶ ἀνθῶ ἄνθεια καὶ κρατῶ κράτεια, οὕτως καὶ ἀπὸ τοῦ λαχῶ λάχεια διὰ τῆς ΕΙ διφθόγγου. τὰ γὰρ ἀπὸ ἐνεστῶτος διὰ τοῦ ΕΙΑ γινόμενα θηλυκὰ προπαροξύνονται, οἷον μήδω Μήδεια, θέρω θέρεια, σάμφω Σάμφεια, ἀνθῶ Ἄνθεια
λ 48 Λαχμῷ τῷ δασεῖ τῶν ἐρίων. παρὰ τὸ λίαν ἔχεσθαι. Ἀντίμαχος δὲ τὸν λακτισμὸν τῶν ἵππων, οἷον· λαχμὸν δ’ οὐ δείδιεν ἵππων. Σέλευκος δὲ ἀξιοῖ διὰ τοῦ Ν γράφειν λαχνῷ, ἵνα σημαίνηται ἡ λάχνη
λ 49 Λαχόην · ἔστιν λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται λαχοίη κατὰ πλεονασμὸν τοῦ Η Ἀττικῶς, εἶτα προσθήκῃ τοῦ Σ λαχοίης, καὶ τροπῇ τοῦ Σ εἰς τὸ Ν τὸ πρῶτον οἷον λαχοίην· ὥσπερ ἐτύφθη ἐτύφθης ἐτύφθην. καὶ λοιπὸν ἀποβάλλουσιν οἱ Αἰολεῖς τὸ Ι, καὶ γίνεται λαχόην
λ 50 Λάων · φιτρῶν καὶ λάων, τῶν λίθων. ὁ λᾶς τοῦ λᾶ οἱ λαῖ τῶν λῶν καὶ λάων
λ 51 Λέα ἡ ἐν τοῖς ἱστίοις λίθος, ὅτι λίθους ἐξήρτων
λ 52 Λέβης τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι· ἢ ὁ χυτρόπους, εἰς ὃν λείβεται καὶ ἐμβάλλεται τὸ ὕδωρ
λ 53 Λειμών · παρὰ τὸ λείβω τὸ καταστάζω· δερκέσκετο δάκρυα λείβων. λειβὼν καὶ λειμών. ἔστιν δὲ περιεκτικὸν ὡς καὶ τὸ χειμών
λ 54 Λεῖον τὸ ὁμαλόν. ἔστιν λαύω τὸ ἀπολαύω, ὄνομα ῥηματικὸν λαῦος, καὶ τροπῇ τοῦ μὲν Α εἰς Ε τοῦ δὲ Υ εἰς Ι γίνεται λεῖος καὶ λεῖον, οὗ πᾶς τις ἐφίεται
λ 55 Λείρια τὰ ἄνθη. οἶμαι ὅτι παρὰ τὸ λεῖον γίνεται λείριον
λ 56 Λεγόμεθεν · οἱ Αἰολεῖς τὸ λεγόμεθα καὶ φερόμεθα εἰς Ε ποιοῦσι λεγόμεθεν καὶ φερόμεθεν μετὰ τοῦ Ν· τὸ γὰρ Ε ἐφελκυστικόν ἐστι τοῦ Ν. ἀλλὰ καὶ τὰ εἰς ΘΕΝ λήγοντα ἐπιρρήματα εἰς Α ποιοῦσιν· ὄπισθεν ὄπισθα, ἄτερθεν ἄτερθα, χωρὶς τοῦ Ν. ὅτε γὰρ ἦν εἰς Ε τὰ ἐπιρρήματα, τότε καὶ τὸ Ν, οἷον ὄπισθεν, ὅτε δὲ εἰς Α, ἀφίσταται τὸ Ν. ὥσπερ καὶ τὸ λεγόμεθα φερόμεθα, εἶτα λεγόμεθεν πλεονασμῷ τοῦ Ν. οὕτως Περὶ παθῶν Ἡρωδιανός
λ 57 Λειριόεσσαν γλυκεῖαν, ἐπιθυμητήν, ἡδεῖαν, ἀπὸ τοῦ λείρια, ὃ σημαίνει τὰ ἄνθη· λειριόεις καὶ λειριόεσσαν
λ 58 Λεκάνη · ἧς τὸ χάσμα λεῖόν ἐστι. πεπλάτυνται γάρ. λειοχάνη οὖν ἡ ἐτυμολογία
λ 59 Λελῇσθαι · πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν γραφὴν ἔχει· εἰ μὲν γὰρ ἀπὸ τοῦ λήθω τὸ λανθάνω ἐστίν, οὐκ ἔχει τὸ Ι, εἰ δὲ ἀπὸ τοῦ ληίζω ληίσω λελήικα λελήισμαι λελήισται λεληίσθαι καὶ λελῇσθαι κατὰ συναίρεσιν
λ 60 Λελιημένος προθυμούμενος, παρὰ τὸ μένος ἢ παρὰ τὸ λίαν τεθραμμένος. ἢ ἔστι ῥῆμα λῶ τὸ σημαῖνον τὸ θέλω καὶ προθυμοῦμαι· ἐκ τοῦ λῶ γίνεται λιλῶ καὶ κατὰ παραγωγὴν λιλαίω, ἐξ οὗ τὸ λιλαίεται. τοῦ λιλῶ ὁ παρακείμενος λελίληκα, ὁ παθητικὸς λελίλημαι, ἡ μετοχὴ λελιλημένος καὶ ἀποβολῇ τοῦ Λ λελιημένος
λ 61 Λελῦντο · προπερισπωμένως τὸ εὐκτικόν
λ 62 Λελάχωσι λαχεῖν ποιήσωσι. λάχωσι καὶ κατὰ ἀναδιπλασιασμὸν λελάχωσι
λ 63 Λελυμασμένος · παρὰ τὸ λύμη λυμαίνω λελύμαγκα λελύμαμμαι καὶ λελυμασμένος τροπῇ τοῦ Μ εἰς Σ
λ 64 Λέντιον · παρὰ τὸ λιαίνω τὸ καθαίρω λιέντιον καὶ λέντιον
λ 65 Λέπας · καὶ Κιθαιρῶνος λέπας. εἴρηται εἰς τὸ Ἐλεσπίδα ς
λ 66 Λεπτός · παρὰ τὸ λείπω λεπτός· ὁ λείπων καὶ ὁ ἐνδέων. ἢ λέπω λεπτὸς ὁ ἐξελεπισμένος. ἢ παρὰ τὸ λέπος· τοῦτο παρὰ τὸ λέπω τὸ λεπίζω, ὁ μέλλων λέψω, ὁ παθητικὸς παρακείμενος λέλεμμαι λέλεψαι λέλεπται λεπτός
λ 67 Λέπτυνιν · αἰτιατική ἐστι παρὰ Λυκόφρονι. οἱ μὲν τὸν Ἅιδην, οἱ δὲ τὴν Περσεφόνην, οἷον τὴν λεπτύνουσαν τὰ σώματα τῶν ἀποθνῃσκόντων, οἱ δὲ τὴν ψυχήν· λεπτομερέστατον γάρ ἐστι
λ 68 Λεσχάραι · οἷον αἱ σχολαὶ ἀπὸ τοῦ λέξαι τι. ἐκεῖ γὰρ ὡμίλουν. ὡς· οὐδ’ ἤθελες παίζειν χαλκήιον ἐς δόμον ἐλθών
λ 69 Λεχεποίην · εἰ μὲν τὸ λέχος ἔγκειται τροπή ἐστιν, λεχοποίην καὶ λεχεποίην· εἰ δὲ τὸ ἔχειν, πλεονασμὸς τοῦ Λ, ἐχεποίην καὶ λεχεποίην. τὸ μὲν πρῶτον ἐν ᾧ ἐστι λέχος ποιῆσαι, ὅ ἐστιν κοίτην, ἢ λοχεῦσαι τουτέστιν ἐνεδρεῦσαι. τὸ δὲ δεύτερον ἡ ἔχουσα πολλὴν πόαν, ὅ ἐστιν δάση. βαθύσχοινον λεχεποίην
λ 70 Λεώς · ἐὰν μὲν ὀξύνηται, Ἀττικόν ἐστιν ἀπὸ τοῦ λαός· εἰ δὲ βαρυτόνως, ἀποβολή ἐστιν τοῦ τελέως· ὃν γὰρ τρόπον προσέρχεται ἡ ΤΕ ἐν τῷ τέτρομος ἀφαιρεῖται ἐν τῷ τελέως λέως. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
λ 71 Λέχος σημαίνει τὴν κοίτην. παρὰ τὸ λεχρίους ἡμᾶς ἤγουν πλαγίους ποιεῖν, ἢ παρὰ τὸ λέγω τὸ κοιμῶμαι λέχος
λ 72 Λευγαλέον τὸ ὑγρόν· μύρῳ λευγαλέῳ, Σοφοκλῆς· καὶ πάλιν· νῦν δέ με λευγαλέῳ θανάτῳ· τῷ δι’ ὕδατος. παρὰ τὸ χεύω χευαλέον. σημαίνει δὲ καὶ τὸ ὀλέθριον παρὰ τὸ λοιγὸν λοιγαλέον· κατὰ μετάθεσιν τῶν στοιχείων λευγαλέον
λ 73 Λευκανοί · ἀπό τινος Λευκίου προσαγορευθέντες
λ 74 Λευκαρίων · οἷον· Πύρρα ἢ Λευκαρίων. Δευκαλίων καθ’ ὑπέρθεσιν Λευκαδίων, τροπῇ τοῦ Δ εἰς τὸ Ρ Λευκαρίων
λ 75 Λευκή νῆσος ἐν Πόντῳ. Λευκὴ δὲ λέγεται διὰ τὸ πλῆθος τῶν λευκῶν ὀρνέων ἐνδιαιτωμένων ἐν αὐτῇ
λ 76 Λευκός · παρὰ τὸ λεύσσω τὸ βλέπω, ὁ διαφανὴς καὶ λαμπρός
λ 77 Λευκοθέα ἡ Ἰνώ. ὅτι ἐμμανὴς γενομένη διὰ τοῦ Λευκοῦ πεδίου θέουσα, ὅ ἐστι περὶ τὴν Μεγαρίδα, ἑαυτὴν εἰς τὴν θάλασσαν ἔρριψεν. Μυρσίλος δὲ οὐ μόνην τὴν Ἰνὼ Λευκοθέαν φησίν, ἀλλὰ καὶ τὰς Νηρηίδας Λευκοθέας ὀνομάζει
λ 78 Λευκανία · μὴ καὶ λευκανίηνδε φορεύμενος ἀλλ’ ἀπὸ τηλοῦ. τὸν λαιμὸν καὶ τὸν βρόγχον. ἢ τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. ἢ παρὰ τὸ λευκὸν εἶναι φύσει· ἢ παρὰ τὸ χεύω χευαλίην καὶ Λευκανία
λ 79 Λεῦκτρα τόπος τῆς Θεσπικῆς· εἴρηται δὲ ὁ τόπος ἀπό τινος ἐγχωρίου Λεύκτρου
λ 80 Λευστῆρα τὸν λιθοβόλον. Λυκόφρων· λευστῆρα πρῶτος οὕνεκεν ῥίψας πέτρον
λ 81 Λευρόν τὸ λεῖον καὶ πλατύ· ἀπὸ τοῦ λίαν εὐρύ. ἢ τὸ λελιθολευμένον. λεύειν γὰρ τὸ λίθους βάλλειν
λ 82 Λεξείδιον · εἰ μὲν ἀπὸ τῆς λέξεως γενικῆς διὰ τῆς ΕΙ διφθόγγου, εἰ δὲ ἀπὸ τῆς λέξιος Ἰωνικῶς διὰ τοῦ Ι
λ 83 Λήια τὰ σιτοφόρα χωρία· ἀπὸ τοῦ λήιον λήια καὶ λῇα
λ 84 Λῄδιον · Φιλήμων. σημαίνει εὐτελὲς τριβώνιον ἢ χλανίδιον παλαιόν. ζήτει εἰς τὴν Ἀκτῖνα Γεωργίου
λ 85 Λῃδάριον σὺν τῷ Ι τὸ ἱμάτιον· καὶ εἴρηται ἀνωτέρω. Ὦρος ὁ Μελήσιος
λ 86 Ληίδα · ἐκ νηῶν αὐτῇσι δ’ ἀπείρονα ληίδα κούραις. λεία ἡ λαφυραγωγία ἢ πραῖδα, καὶ ἐν διαιρέσει ληίς
λ 87 Ληιάδες · οἷον· αὐτὰρ ληιάδεσσι δορυκτήτῃς παριαῦον. ἀνεκοιμῶντο σὺν ταῖς αἰχμαλώτοις. λέγονται δὲ καὶ ληίτιδες αἱ αὐταὶ παρὰ τῷ αὐτῷ ποιητῇ, οἷον· ἀλλ’ οἷαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς καὶ εἰλαπίνῃσι μέλοντο. ληίτιδες σημαίνει δὲ λαφυραγωγοὶ πολεμικαί
λ 88 Ληιβοτείρης · ὄνομα ἐπίθετον καὶ σύνθετον. γέγονεν παρὰ τὸ βοτὴρ βότειρα ὡς παρὰ τὸ πατὴρ πάτειρα καὶ μήτηρ μήτειρα. θηλυκὸν δὲ τὸ ληιβοτείρης
λ 89 Λήκυθος ἀγγεῖον τὸ λεγόμενον λαγύνιον. παρὰ τὸ λάχυτός τις οὖσα. ἢ παρὰ τὸ κύτος λάκυτός τις οὖσα, ἡ μέγα κύτος ἔχουσα
λ 90 Λημῶ τὸ ἀμβλυώττω. λήμη γὰρ λέγεται τὸ λευκὸν καὶ ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον καὶ ἀμβλυώττειν παρασκευάζον. καὶ τί σε δεῖ πράγματ’ ἔχειν λημώντων καὶ κεκορυζηκότων ἀνεχόμενον γραϊδίων
λ 91 Ληνέων · ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. τὸ λῆνος σημαίνει τὸ ἔριον, λινὸν δὲ τὸ λινοῦν
λ 92 Ληναιῶνα · εἴρηται εἰς τὸ Λιαρό ν
λ 93 Λῇς · σὺν τῷ Ι. δευτέρας συζυγίας ἀντὶ τοῦ θέλεις. Εὐριπίδης Πλεισθένει· καὶ καταιθ’ ἔχωτειλῆις ποίει
λ 94 Ληνός · παρὰ τὸ λεαίνω τὸ λεπτύνω λεανῶ λεανὸς καὶ κράσει ληνός
λ 95 Λῃστής · ἀπὸ τοῦ ληΐζω τοῦ σημαίνοντος τὸ πραιδεύω γέγονε ληιστής, καὶ συναιρέσει λῃστής. ὅτι γὰρ οὐκ ἔστι φύσει δισύλλαβον τὸ λῃστής, ἀλλ’ ἀπὸ τοῦ ληϊστὴς γέγονε, δῆλον ἐντεῦθεν· τὰ εἰς ΤΗΣ δισύλλαβα βαρύνεσθαι θέλουσιν, οἷον πλύτης δότης θύτης, χωρὶς τοῦ κριτής. τοῦτο δὲ ἐν τῇ συνθέσει τὴν ὀφειλομένην τάσιν, λέγω δὴ τὴν βαρεῖαν, ἐν τῷ δικαιοκρίτης καὶ ὀνειροκρίτης ἀναδέχεται· ὥστε τὸ λῃστὴς οὐκ ἔστι δισύλλαβον· εἶχεν γὰρ ἂν βαρύνεσθαι. εἰ δέ τις εἴποι, ὅτι παραλόγως ὀξύνεται ὡς τὸ κριτής, λέγομεν, ὅτι ὤφειλεν κἂν ἐν τῇ συνθέσει βαρύνεσθαι ὥσπερ τὸ κριτής. ἐπεὶ δὲ ὀξύνεται οἷον ἀρχιλῃστὴς οὐκ ἔστι φύσει δισύλλαβον
λ 96 Λιάμαθος λιάμαθοι οἱ αἰπόλοι ἀπὸ τοῦ εἶναι λίαν ἀμαθεῖς
λ 97 Λιαρόν χλιαρόν, προσηνές. παρὰ τὸ λῶ τὸ θέλω λαρὸν ὃ θέλομεν ὡς νῶ ναρόν, λῶ λαρόν, πλεονασμῷ τοῦ Ι λιαρόν. ἢ ἱλαρὸν καὶ καθ’ ὑπέρθεσιν λιαρόν. τὸ δὲ ληναιῶνα, οἷον· μῆνα δὲ ληναιῶνα κάκ’ ἤματα βούδορα πάντα, τοῦτον ἀλεύασθαι καὶ παγάδας αἵ τ’ ἐπὶ γαῖαν πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν. προτρεψάμενος αὐτὸν τῷ χειμῶνι ἐργάζεσθαι παραιτεῖται ἕνα μῆνα τὸν μεσαίτατον, ἐν ᾧ ψῦχός ἐστιν καὶ πάντα βούδορα. βούδορα δέ ἐστιν τὰ τοὺς βοῦς ἐκδέροντα διὰ τὸ κρύος. Ληναιῶνα δὲ τὸν Χυὰχ κατ’ Αἰγυπτίους καλούμενον. Ληναιὼν δὲ ἐκλήθη διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζειν. οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. οἱ δὲ Ληναιῶνά φασιν, ἐπειδὴ Διονύσου ἑορτὴν ἐποίουν ἐν τῷ μηνὶ τούτῳ, ἣν ἀμβροσίαν ἐκάλουν. παγάδας δὲ τὰ πάγη, ἢ τὰς πακτοποιοὺς ἡμέρας, ἢ τὰς πάχνας αὐτάς. Ἡσίοδος
λ 98 Λιασθείς · τὸ θέμα λιάζω. τοῦτο παρὰ τὸ ἀλῶ τὸ πλανῶ καὶ ἐκκλίνω· ἀλῶ οὖν ἀλίζω καὶ μεταθέσει τοῦ ΛΙ λιάζω
λ 99 Λιαρὸν καὶ λιαρή · διὰ τοῦ Ι. τὸ δὲ λεῖος καὶ λεία διὰ τῆς ΕΙ διφθόγγου. ἠμάτιοι, λιαρὴ γὰρ ὑπὸ κνέφας. ἡ ὁμαλὴ καὶ λεία
λ 100 Λίβανος δένδρον ἢ καὶ ὄρος οὕτω καλούμενον. λίβανος δὲ εἴρηται, οἱονεὶ ὁ λειβόμενος καὶ σπενδόμενος. δοκοῦσι γὰρ αὐτὸν οἱ Ἰουδαῖοι ὅλον εἶναι πνεῦμα καὶ θεόν. ἀνωφερὴς γάρ ἐστιν, ὅθεν αὐτὸν καὶ σέβονται. λίβανος δὲ καὶ θηλυκῶς εὕρηται παρ’ Εὐριπίδῃ· Συρίας δ’ ὡς λιβάνου καπνός. καὶ Πίνδαρος· αἵ τε τὰν χλωρὰν λίβανον ξανθὰ δάκρυα θυμιᾶτε
λ 101 Λιβδοῦμεν · ἀπὸ τῆς λιβάδος, οἱονεὶ ἐμβυθιζόμεθα, ἀφ’ οὗ καὶ ἡ Ἰνὼ Βύνη ἐπεκλήθη, ἐπεὶ βεβύθισται. Εὐφορίων δὲ βύνην τὴν θάλασσαν λέγει, οἷον· πολύτροφα δάκρυα βύνης, τοὺς ἅλας βουλόμενος εἰπεῖν. δύναται καὶ κατὰ συναλοιφὴν ἁλιβδοῦμεν οἱονεὶ εἰς ἅλα βυθίζομεν
λ 102 Λιβρήν τὴν λίαν ἐρεβεννήν, ἢ λιβηρήν. παρὰ τὴν λιβάδα, διότι ἐπίθετόν ἐστι τῆς νυκτὸς διὰ τὸ ἔνδροσον αὐτῆς
λ 103 Λιβύην τὴν χώραν ὡς ἐλλιπῆ ὑετῶν
λ 104 Λιγύκρυτον · πάλιν παρ’ Ἀλκμᾶνι ἔχεις ἀντὶ τοῦ λιγύκυρτον ὑπερθέσει τοῦ Ρ
λ 105 Λιγνύς · ἡ ἀνάδοσις τοῦ πυρός, ὁ καπνός. Λυκόφρων· καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς. παρὰ τὸ δεικνύω δεικνύς τις οὖσα, ἡ δεικνύουσα τὸ πῦρ. ἢ παρὰ τὸ λίαν ἱκνεῖσθαι
λ 106 Λίθος · παρὰ τὸ λίαν θέειν
λ 107 Λικμᾶν · εἰς τὸ Λίκνον
λ 108 Λικριφίς ἔστιν ἐπίρρημα, καὶ σημαίνει τὸ πλαγίως. λέχριον γὰρ τὸ πλάγιον οἱονεὶ λεχριφίς
λ 109 Λιλαίω · ἀπὸ τοῦ λῶ λιλῶ καὶ λιλαίω ὡς κερῶ κεραίω
λ 110 Λιμενήοχον · λάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. λιμενήοχος ἄκρη ἡ Ἡράκλειος ἄκρα, ἐπειδὴ τοῖς πλέουσιν ἀπὸ Σινώπης μέχρι Τραπεζοῦντος τῆς Κολχίδος ἐπὶ τρισχιλίους σταδίους ἄλλος οὐχ ὑπόκειται πλὴν τοῦ κατὰ τὸν Ἡράκλειον
λ 111 Λιμήρη · λιμήρη ’πίδαυρος. τοῦτο δισσόν ἐστιν· ὁπότε παρὰ τὸ λιμένος λιμενήρη, ἢ παρὰ τὸ λειμῶνος λειμωνήρη λιμήρη. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν
λ 112 Λιμός · παρὰ τὸ λείπω. ἔστιν γὰρ ὁ λιμὸς λεῖψις τῶν ἐπιτηδείων. ἡ παράδοσις ἔχει τὸ Ι, ὤφειλε δὲ διὰ τῆς ΕΙ διφθόγγου γράφεσθαι. καί φησιν ὁ Τρύφων, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειάν τινος σημαίνει, φημὶ δὴ τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο. ὁ δὲ Ἀπολλώνιος διὰ τοῦ Ι ἐξ ἀφορμῆς τοῦ λιμπάνω. ἰστέον δέ, ὅτι παρὰ μὲν τοῖς Ἀθηναίοις ἀρσενικῶς λέγεται ὁ λιμός, παρὰ δὲ τοῖς Δωριεῦσι θηλυκῶς οἷον ἡ λιμός. πειράσασθε δὲ τᾶς λιμοῦ κακῶς
λ 113 Λιμπάνω · ἀπὸ γὰρ τοῦ λείπω λιμπάνω. τὰ γὰρ διὰ τοῦ ΑΝΩ, εἰ μὲν πλεονάζει τὸ Ν, συστέλλουσι τὴν ἄρχουσαν οἷον λήθω λανθάνω, πήθω πανθάνω· οὕτως οὖν καὶ λείπω λιμπάνω. εἰ δὲ μὴ πλεονάζει τὸ Ν, φυλάττει τὴν ἄρχουσαν οἷον λήθω ληθάνω, ὡς παρὰ τῷ Ποιητῇ· ληθάνει ὅσς’ ἔπαθεν. αὔξω αὐξάνω
λ 114 Λινόν τὸ ἔριον, ἀπὸ τῆς λειότητος. ἢ τὸ λεπτὸν ὕφασμα λινὸν ἔλεγον παρὰ τὸ λίαν νενῆσθαι
λ 115 Λῖν · εἴρηται εἰς τὸ Κλεῖ ν
λ 116 Λίπα σημαίνει τὸ λιπαρόν. ἀπὸ τοῦ λιπαρὸν κατὰ ἀποκοπὴν λίπα. λίπ’ ἐλαίῳ
λ 117 Λιπερνήτης καὶ λιπερνῆτις θηλυκόν. σημαίνει δὲ ἡ λέξις τὸν ἐνδεᾶ καὶ πτωχόν, οἷον· οὐ γάρ μοι πενίη πατρώιος, οὐδ’ ἀπὸ πάππων εἰμὶ λιπερνῆτις· βάλε μοι, βάλε τὸ τρίτον εἴη. εἴρηται παρὰ τὸ λείπεσθαι ἐρνέων, ὅ ἐστι φυτῶν. ἢ λιπερνήτας φησὶν Ἀριστόξενος τοὺς ἁλιεῖς καὶ θαλασσίους ἀπὸ τοῦ τὰ τῆς ἁλὸς διαπιπράσκειν καὶ ζῆν. τινὲς δὲ λιπερνήτας, οἱ λιπόντες τὸ βλάστημα τοῦ ἄνθους τοῦ πλούτου. λέγονται δὲ
λ 118 Λίπτω σημαίνει τὸ ἐπιθυμῶ. λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος. Λυκόφρων
λ 119 Λίς ὁ λέων, παρὰ τὸ λιαρόν· ἔνθερμον γάρ ἐστιν τὸ ζῷον. λαμβάνεται μὲν οὖν καὶ ἐπὶ λέοντος ἀρσενικῶς, οἷον· λίες μέν τε λίεσσι. λαμβάνεται δὲ καὶ ἐπιθετικῶς ἐπὶ τῆς λείας, ὅπερ καὶ θηλυκῶς λέγεται, οἷον· πέτρη γὰρ λίς ἐστι περιξεστῇ εἰκυῖα
λ 120 Λίσπη ἐκτετριμμένη καὶ λεία. οὕτως γὰρ λέγονται οἱ τοιοῦτοι ἀστράγαλοι. καὶ οἱ λίσποι τὰ ἰσχία. καὶ λίσποι οἱ ἐκτετριμμένοι ἀστράγαλοι ἐπιθετικῶς
λ 121 Λίσφοι τὰ ἰσχία οἱ Ἀττικοί· παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν. δύναται καὶ λέσφοι εἶναι κατὰ τὴν ὀσφῦν
λ 122 Λισσή · λισσῇ ἐπικέλλεται νήσῳ. λισσὸν τὸ ὁμαλὸν παρὰ τὸ λίαν ἴσον. Ἀμερίας δὲ ἐπὶ τοῦ ὑψηλοῦ αὐτὸ λαμβάνει. αὕτη δὲ ἡ νῆσος ὄρνιθας ἔχει τοξευούσας τοῖς πτεροῖς ὡς βέλεσιν, τὰς καλουμένας Στυφελίδας. ἡ δὲ νῆσος καλεῖται Ἄρηα, ἐπειδὴ ἐν αὐτῇ ἐστιν ἐπιφανέστατον ἱερὸν Ἄρεως
λ 123 Λίστροισι ξύστροισι, πτύοις. ἀπὸ τοῦ λίαν στορεννύειν δι’ αὐτῶν τὴν ὑποκειμένην ὕλην
λ 124 Λῖτα · ἐανῷ λιτὶ κάλυψαν. οἱ μὲν λιτῷ, οἱ δὲ ἐξ ἀντιφράσεως ποικίλῳ. ὁ μέντοι Ἡρωδιανὸς ὀξύνει τὸ λιτί, ὅτι πᾶσα δοτικὴ δισύλλαβος ὀξύνεσθαι θέλει, φωτί, θητί, παντί. μεταπλασμὸς δέ ἐστιν ἀπὸ τοῦ τὸ λιτὸν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλασμὸν λιτί, ὡς ἀπὸ τοῦ ὁ κλάδος τοῦ κλάδου τῷ κλάδῳ τῷ κλαδί· καὶ ἡ αἰτιατικὴ λῖτα ἐκ τοῦ λιτὸν κατὰ μεταπλασμὸν ὡς κρόκα ἐκ τοῦ κρόκην. οἷον· κατὰ λῖτα πετάσας, οἷον καταπετάσας λινοῦν ἱμάτιον
λ 125 Λίταργον κύνα · παρὰ τὸ λίαν ἀργὸν ἢ ταχύν
λ 126 Λιτέσθαι · κῆρα λιτέσθαι. ὤφειλεν προπαροξύνεσθαι ὡς τὸ ἔρεσθαι ὁμοίως τῷ πυθέσθαι, ἐπειδὴ μέσου δευτέρου ἀορίστου ἐστίν. προπαρωξύνθη δὲ ὁμοίως τῷ δέρεσθαι καὶ φέρεσθαι ἐνεστῶτος· οὕτως καὶ ἐπὶ τοῦ λιτέσθαι· ὤφειλεν μὲν προπαροξύνεσθαι, ὅτι ἐνεστώς ἐστιν ἀπὸ τοῦ λίτομαι βαρυτόνου, ἀλλ’ ἐπεὶ τὰ εἰς ΘΑΙ ἀπαρέμφατα τῷ Ε παραληγόμενα οὐκ ὄντα ἀπὸ τῶν εἰς ΜΙ ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ Ι συνεσταλμένον μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ παροξύνονται οἷον λιπέσθαι πιθέσθαι ἱκέσθαι, οὕτως οὖν καὶ λιτέσθαι οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος παροξυνθέν, ἀλλὰ τῷ χαρακτῆρι
λ 127 Λίτες · τὸ δὲ λίτες παρ’ Ἐπιχάρμῳ ἐνδελίτες ἐστὶν καὶ ἐνλίτες, ὥστε μὴ εἶναι ἀφαίρεσιν δύο συλλαβῶν· ἐνδελίτες ἆρον τὴν μέσην ἐνλίτες εἶτα λίτες. οὐκ ἄρα ἀφαίρεσις δύο συλλαβῶν
λ 128 Λιτοίμην · πρόφρων δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην. ἀπὸ τοῦ ἀλιτέσθαι ὅ ἐστιν ἁμαρτάνειν· ἑκὼν καὶ ἐκ προαιρέσεως εἰς τὸν Δία ἁμαρτών
λ 129 Λιτός ὁ πένης καὶ δημότης ἢ ὁ ἐκ λιτανείας ζῶν. ἢ ὁ ἐπὶ γῆς κοιμώμενος
λ 130 Λίχνος · παρὰ τὸ λίαν ἰχαίνειν, ὅ ἐστιν ἐπιθυμεῖν
λ 131 Λίψ σημαίνει δὲ ἄνεμον καὶ τὴν ἧτταν καὶ λιβάδα. ἀμφότερα γὰρ παρὰ τὸ λείβω γέγονεν. τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται, κύκλωψ Αἰθίοψ αἰγίλιψ σκνὶψ καὶ κνίψ· σκνιφὸς γὰρ καὶ κνιπός, νὶψ νιβός· ἔστιν δὲ ὄνομα κρήνης. οὕτως καὶ λὶψ διὰ τοῦ Ι. ὁ δὲ ἄνεμος λέγεται καθὰ λείπει ὁ ἥλιος
λ 132 Λίπος, Λιπαίνω · παρὰ τὸ λίπος. τοῦτο παρὰ τὸ λίαν πιότητα ἔχειν
λ 133 Λαγγόβαρδοι καὶ οἱ Λογγίβαρδοι · πολεμικώτατον γὰρ ἀτεχνῶς τὸ φῦλον τῶν Λογγιβάρδων
λ 134 Λογγών · ἐν Συρακούσαις λιμένες εἰσὶ διττοὶ Λογγῶνες. Λογγῶνες δὲ καλοῦνται οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, οὓς τρυπῶσιν, ἵν’ ἐξαρτῶσιν ἐξ αὐτῶν τὰ σχοινία τῶν νεῶν. τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλεγον
λ 135 Λογεῖον σημαίνει δὲ εἶδος κρατῆρος καὶ τὸν τόπον τοῦ θεάτρου· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄιδω γίνεται ἀιδεῖον, κείρω κουρεῖον, σκάφω σκαφεῖον, γράφω γραφεῖον, οὕτως καὶ ἀπὸ τοῦ λέγω λογεῖον διὰ τῆς ΕΙ διφθόγγου. καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς Ω ῥημάτων διὰ τοῦ ΕΙΟΝ παραγόμενα καὶ προπερισπώμενα διὰ τῆς ΕΙ διφθόγγου γράφεται, οἷον ἄιδω ἀιδεῖον ἄγγω ἀγγεῖον, οὕτως οὖν καὶ λέγω λογεῖον. Χοιροβοσκός
λ 136 Λοεσσάμεναι · λουσάμεναι καὶ κατὰ διάλυσιν τῆς ΟΥ λοεσσάμεναι
λ 137 Λοιγόν ὄλεθρον. παρὰ τὸ λοιμὸς καὶ λοιγός. λοιμὸς δέ ἐστιν ἔνδεια τῶν σωμάτων, λιμὸς δὲ ἔνδεια σίτου
λ 138 Λοιμός ἡ φθορά. παρὰ τὸ λείπω λιμὸς καὶ λοιμός. ἢ παρὰ τὸ λιμᾶν πλεονασμῷ τοῦ Ο
λ 139 Λοιπόν · παρὰ τὸ λείπω λοιπὸς ὡς ἀμείβω ἀμοιβός. καὶ ἐξ αὐτοῦ τὸ οὐδέτερον λοιπὸν καὶ τὰ λοιπά
λ 140 Λοῖσθος καὶ λοίσθιον · οἱ μὲν παρὰ τὸ ὄλισθος καθ’ ὑπερβιβασμὸν τοῦ Λ λοῖσθος καὶ λοίσθιος· ὅτε γλώσσῃ πλεῖστος ὄλισθος ἔνι, ὁ ἔσχατος οἷον ὁ ἐξολισθήσας καὶ ἐμποδισθείς. ἢ παρὰ τὸ λάσθη, ὃ σημαίνει τὴν λοιδορίαν λαῖσθος καὶ λοῖσθος· ὁ γὰρ ἔσχατος ὕβρισται. ἢ παρὰ τὸ λείπω λόστος καὶ λοῖσθος οἷον· λοῖσθος ἀνὴρ ὥριστος ἐλαύνει μώνυχας ἵππους
λ 141 Λοχαῖον σῖτον τὸν κεκλιμένον, ἐν ᾧ ἐστι λοχῆσαι. Εὐριπίδης Τηλέφῳ· καὶ ἐν Ἀλκήστιδι· κἄνπερ λοχαία σαυτὸν ἐξ ἕδρας. καὶ λοχαίη σχῖνος παρὰ Ἀράτῳ
λ 142 Λοχίτης σημαίνει τὸν ἐνεδρεύοντα. ἀπὸ τοῦ λόχος λοχίτης. τὰ ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΤΗΣ γινόμενα διὰ τοῦ Ι γράφεται, τόπος τοπίτης στύλος στυλίτης τέμενος τεμενίτης
λ 143 Λουτρά τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος. λύματα πάντα κάθηραν
λ 144 Λόχος ἡ ἐνέδρα. ἤτοι ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτο εὐθετεῖν. ἢ ἀπὸ τοῦ λέξασθαι· καὶ γὰρ οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας. ἢ ὡς εἰς λέχος ἔχειν ἀνακλινομένους, ἵνα ἀθεώρητοι ὦσιν, οἷον· ὡς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην
λ 145 Λύγος τὸ σκότος οὐδετέρως, ἀπὸ τοῦ λύειν τὴν αὐγήν· ὅθεν καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι λέγεται. σημαίνει δὲ καὶ φυτὸν ὡς ἐν τῷ Μ στοιχείῳ εἰσόμεθα
λ 146 Λυβάντων ἀλυβάντων. τῶν Λυβάντων
λ 147 Λυκέα ἀγὼν ἐν Ῥώμῃ. σύνηθες δέ ἐστιν αὐτοῖς δορὰς ἔπαθλον διδόναι
λ 148 Λύκειον ἔστιν τόπος Θετταλίας, ἔνθα λύκος ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. γράφεται δὲ διὰ τῆς ΕΙ διφθόγγου τῷ λόγῳ τοῦ Λάγειο ν
λ 149 Λυκόφως · τινὲς λυκόφως τὸ σκοτεινόν· λυγαῖον γὰρ τὸ σκοτεινόν. οἱ δὲ λυκαῖον οἷον διαλελυμένον φάος ἢ αὐγὴ διαλυθεῖσα. ἢ λυκόφως λέγεται τὸ μετέχον σκότους καὶ φωτός, ἀπὸ μεταφορᾶς τῶν τριχῶν τῶν λύκων, αἵτινες τὸ μὲν κάτω μέρος τὸ πρὸς τῷ δέρματι λευκὸν ἔχουσι, τὸ δὲ ἄνω μελανόν
λ 150 Λυμαντῆρα · οἷον· δαιτῶν ἀπολυμαντῆρα. ἡ ἀπὸ παρέλκει. λυμαντῆρα τὸν καθαρτῆρα τῶν δαιτῶν, τὸν ἐκ τῶν σκυβάλων τὰ βρώσιμα ἀποκαθαίροντα. ἢ τὸν ἐσθίοντα καὶ λυμαινόμενον τὰς δαῖτας. ὥστε διττὸν τὸ ὄνομα λέγεται
λ 151 Λύμη, λυμαίνω · ἀπὸ τοῦ λύμη λυμαίνω. τοῦτο παρὰ τὸ λύω, ἡ λύουσα τὸ σῶμα, σημαίνει δὲ τὴν φθοράν. Ἀριστοφάνης ἐν Βατράχοις· τοιοῦτος ἵμερός με διαλυμαίνεται. ποῖός τις ὦδελφίδιον; ὅμως μέντοι δι’ αἰνιγμῶν ἐρῶ
λ 152 Λυσθείς · λασίην ὑπὸ γαστέρα λυσθείς. λασίην τὴν δασεῖαν· ἐλυσθεὶς δὲ κατενεχθείς, ἀπὸ τοῦ ἔλω ἐλύω ὡς ἕλκω ἑλκύω
λ 153 Λυκώρεια · εἵπετο δ’ ἀνὴρ αὐλίτης ὃς ἐὼν μήλων πέρι. υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυλος. Λυκώρεια πόλις Δελφίδος, ἐν ᾗ τιμᾶται Ἀπόλλων, ἀπὸ Λυκώρου τοῦ κτίσαντος αὐτήν, υἱοῦ Κωρυκείας οἰκοῦντος ἐν τῷ Παρνασσῷ· καὶ τὸ παρακείμενον ὄρος ἐκάλεσεν Κωρύκειον ἀπὸ τῆς ἑαυτοῦ μητρὸς Κωρυκείας
λ 154 Λῦτο · οἷον· λῦτο δ’ ἀγών. εἰ μὲν μέσος δεύτεροσ ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς ΜΙ, ὥσπερ ἤδη ἐπίσταται λέγων· νῦν δ’ ἐλύμην τρὶς τόσσα πορών, καί· τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα, ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κράσει τοῦ ἐλύετο γεγενῆσθαι ὡς ἰχθύες ἰχθῦς, μύες μῦς
λ 155 Λύγξ ὅτε μὲν τὸ πάθος διὰ τοῦ Γ κλίνεται· ἐξ οὗ καὶ τὸ ἀνελυγγίασεν· ὅτε δὲ τὸ ζῷον διὰ τοῦ Κ λυγκός. Καλλίμαχος· κρέα λυγκὸς ἔταμνε
λ 156 Λύχνος · λέγεται ἀρσενικῶς καὶ οὐδετέρως ὁ λύχνος καὶ τὸ λύχνον. Ἱππῶναξ· κύψασα γάρ μοι πρὸς τὸ λύχνον Ἀρήτη. καὶ Ἀριστοφάνης· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον. παρὰ τὸ λύειν τὸ νύχος λυόνυχος καὶ λύχνος· οὕτως Ἀριστόνικος ἐν τῷ Περὶ σημείων τοῦ Ὁμήρου
λ 157 Λύχνα · ὡς παρὰ Καλλιμάχῳ· λύχνα φανείη. κατὰ μεταπλασμόν. οὐδὲ γὰρ εὐθεῖα τὸ λύχνον, ὥσπερ οὐδὲ τὸ δάκτυλον· ἀλλ’ ἀπὸ τοῦ ὁ λύχνος οἱ λύχνοι, μεταπλασμὸς γένους τὰ λύχνα, ὡς ὁ δάκτυλος οἱ δάκτυλοι τὰ δάκτυλα. δεῖ δὲ εἰδέναι, ὡς ὁ τοιοῦτος μεταπλασμὸς ἐπὶ προσηγορικοῦ γίνεται ὀνόματος, ἔνθα μὴ δυνατὸν τῇ εὐθείᾳ τοῦ οὐδετέρου τὴν γενικὴν παραδέξασθαι· ἐν γὰρ τοῖς ἐπιθέτοις πάντα κατὰ ἀναλογίαν ἀποτελεῖται· τὸ οὐδέτερον ἐν παρασχηματισμῷ ὁ καλὸς τὸ καλόν· διὸ καὶ τὴν εὐθεῖαν τῶν πληθυντικῶν τὰ καλὰ οὐ φαμὲν μεταπλασμὸν ἀπὸ τοῦ οἱ καλοὶ ἀρσενικοῦ πληθυντικοῦ γεγονέναι· πρόσκειται γὰρ ἡ εὐθεῖα ἑνικὴ τοῦ οὐδετέρου ἀνάλογος
λ 158 Λογάδες ἐπὶ τῶν ὀφθαλμῶν τὰ λευκά. Καλλίμαχος· ὅστις ἀλιτροὺς αὐγάζειν καθαραῖς οὐ δύναται λογάσιν. εἴρηται δὲ οἷον λοχάδες, ἐν αἷς αἱ κόραι λοχῶσι καὶ οἷον λέχος εἰσὶν αὐταῖς. ἢ οἷον λευκάδες, κατὰ συγγένειαν τοῦ Κ πρὸς τὸ Γ. ἢ ὅτι λοξοῦνται ἐν τῷ βλέπειν κατὰ τὰς ἐπιστροφάς. Σώφρων ἐν Θυννοθήραις· λοξῶν τὰς λογάδας. οὕτως Σωρανός
λ 159 Λώβη · λαόβη· ἡ ἐπὶ κακῷ περιβόητος ἢ ἀπὸ τοῦ λοβός, ὃ σημαίνει τὰ ἄκρα τῶν ὤτων· ἐϋτρήτοισι λοβοῖσι, ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων· οἱ γὰρ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμον. ἢ ἀπὸ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος ἢ τὴν βλάβην, λώβη
λ 160 Λώιον κρεῖσσον, βέλτιον. τὰ εἰς ΩΝ καθαρὰ δισύλλαβα συγκριτικὰ διφθόγγῳ παραλήγονται, οἷον πλεῖον μεῖον ῥᾷον λῷον. καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ Ι· πλείων μείων· τὰ δὲ δύο οὔ· ῥᾴων λῴων. γίνεται δὲ παρὰ τὸ λῶ τὸ θέλω· ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον τοῦτο καὶ θέλει
λ 161 Λῶπος τὸ ἱμάτιον. ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι
λ 162 Λῶμα τὸ γυναικεῖον. ὑπὸ Ἀττικῶν ὄχθοιβος λέγεται. λέγεται λῶμα καὶ τὸ εἰς τὸ κατώτερον τοῦ ἱματίου ἐπίβλημα ἐκ βύσσου καὶ πορφύρας καὶ κοκκίου
λ 163 Λωτεῦντα οἷον· πεδία λωτεῦντα ἀνθοῦντα ἤγουν τὰ λωτὸν ἔχοντα· λωτὸς δέ ἐστιν εἶδος βοτάνης. ἀπὸ τοῦ λωτόεντα γίνεται καθ’ ὑπερβιβασμὸν λωτέοντα καὶ κράσει Δωρικῇ τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον λωτεῦντα. εἰ γὰρ ἀπὸ τοῦ λωτόεντα ἦν, λωτοῦντα εἶχεν εἶναι
λ 164 Λωφῶ · τειρόμενοι καμάτῳ μετελώφεον. σημαίνει τὸ παύω. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτία κατατιθεμένων. ἌΛΛΑ
λ 165 Λακινία ἔστιν ὄνομα πόλεως. ἡ ΚΙ συλλαβὴ διὰ τοῦ Ι, ἐπειδὴ ἀπὸ τοῦ Λακῖνος, ὡς τὸ Ἀκραγαντῖνος
λ 166 Λάγειον οὕτως λέγεται τὸ ἱπποδρόμιον Ἀλεξανδρείασ ἀπὸ Λάγου τινός. γράφεται δὲ διὰ τῆσ ΕΙ διφθόγγου. τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα ἰδιάζοντα προπαροξύνονται, οἷον Λύκειον Λαύρειον, τόπος τῆς Ἀττικῆς ποιῶν μέταλλα· Χλούνειον. καὶ σημαίνει τὸ ἱπποδρόμιον· οὕτως καὶ Λάγειον
λ 167 Λίκνον σημαίνει τὸ πτυάριον. διφορεῖται κατὰ τὴν γραφήν. καὶ εἰ μὲν διὰ τῆς ΕΙ διφθόγγου γράφεται, σχηματίζεται οὕτως· ἔστιν λέχος, ἐκ τούτου γίνεται λέχνον καὶ λέκνον καὶ πλεονασμῷ τοῦ Ι λείκνον. καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς πτυαρίοις ἐποίουν τοὺς οἰκείους υἱοὺς διὰ τὸ πολύγονον καθεύδειν. εἰ δὲ διὰ τοῦ Ι, οὕτως· ἔστι λικμᾶν, ἐκ τούτου γίνεται λίκμον καὶ κατὰ μετάθεσιν τοῦ Μ εἰς τὸ Ν λίκνον. τὸ δὲ λικμᾶν διὰ τοῦ Ι, ἐπειδὴ παρὰ τὸ λίαν καμεῖν
λ 168 Λειρόφθαλμος εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ τῆς ΕΙ διφθόγγου, παρὰ τὸ λείριον, ὃ σημαίνει τὸ ἄνθος. εἰ δὲ τὸν ἀναιδῆ, διὰ τοῦ Ι, παρὰ τὸ λιρὸς γάρ ἐστι, τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾶν
λ 169 Λείριον τὸ ἄνθος. παρὰ τὸ λεῖον λείιον καὶ πλεονασμῷ τοῦ Ρ λείριον. λέγει δὲ καὶ Ὦρος ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγεσθαι, ἀλλὰ τῶν ἀνθέων, διὰ τὴν συνέμπτωσιν τοῦ ἀνθ’ ὧν ἐπιρρήματος, ὅπερ ἀπὸ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ ἄρθρου γέγονεν
λ 170 Λειτουργεῖν · παρὰ τὸ ὑπηρετεῖν τῷ ληίτῳ λέγεται. λήιτον δέ ἐστιν τὸ δημόσιον· ἀπὸ οὖν τοῦ ἔργον καὶ τοῦ λήιτον ληιτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ Η εἰς τὸ Ε λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ Ε καὶ Ι εἰς τὴν ΕΙ δίφθογγον λειτουργεῖν
λ 171 Λειώδης ὄνομα κύριον, διὰ τῆς ΕΙ διφθόγγου. οἱ μὲν ἀπὸ τοῦ λεῖον λέγουσιν· λεῖος γὰρ ἦν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων· ὁ δ’ ἐπεὶ κάμε χεῖρας ἀνέλκων ἀτρίπτους ἁπαλάς. οἱ δὲ παρὰ τὸ λεῷ ἁδεῖν, ἤγουν ἀρέσκειν, οἷον Λεώδης καὶ Λειώδης· ἐμίσει γάρ φασι τὰς μάχας, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἦσαν. κρεῖττον δὲ λέγειν παρὰ τὸ λεῖον. ζήτει εἰς τὴν Ἀκτῖνα
λ 172 Ληνίς σημαίνει τὴν Βάκχην· παρὰ τὸ ληνόν. ὡς θηλυκὸν ὀξύνεται καὶ διὰ τοῦ Ι
λ 173 Λεῖμαξ ὁ λειμών· παρὰ τὸν λειμῶνα λεῖμαξ
λ 174 Λειόβατος · παρὰ τὸ λεῖον γέγονεν. ἔστι δὲ εἶδος ἰχθύος
λ 175 Λειψύδριον ἔστι δὲ τόπος τῆς Ἀττικῆς. παρὰ τὸ λείβω γέγονεν
λ 176 Λείψανον · παρὰ τὸ λείπω λείψω λείψανον. λείψανα γάρ εἰσι τὰ λεγόμενα ἐγκαταλείμματα. ἢ παρὰ τὸ λείβω λείψω λείψανον. καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων
λ 177 Λειχήν · παρὰ τὸ λείχω. καὶ γάρ φασιν, ὅτι ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν γέγονε τὸ μὴ ὂν λεῖον
λ 178 Λείηναν · οἷον· λείηναν δὲ χορόν. παρὰ τὸ λεῖον γέγονεν
λ 179 Λέων · παρὰ τὸ λάω τὸ σημαῖνον τὸ θεωρῶ, ἐξ οὗ καὶ ἀλαὸς ὁ τυφλός, ὁ ἐστερημένος τοῦ λάειν ἤγουν τοῦ βλέπειν· ὀξυδερκέστατον γὰρ τὸ θηρίον. καί φησιν ὁ Μανέθων ἐν τῷ πρὸς Ἡρόδοτον, ὅτι οὐδέποτε καθεύδει ὁ λέων. τοῦτο δὲ ἀπίθανον· οὐκ ἐνδέχεται γὰρ ἀεί τινα ἐγρηγορέναι· ἀλλ’ ἴσως ὡς ἡ δορκὰς ἐν τῷ καθεύδειν ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμοὺς καὶ λοιπὸν ὑπόνοιαν παρέχει τοῦ μὴ καθεύδειν, οὕτως καὶ ὁ λέων· ἀνεῳγμένους δὲ ἔχει τοὺς ὀφθαλμούς, ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστιν καὶ οὐ δύναται σκεπάσαι αὐτούς
λ 180 Λιπαρεῖν σημαίνει τὸ παρακαλεῖν. ὡς παρὰ Φερεκράτει ἐν Πετάλῃ· τί δ’ αὐτὸ λίαν ὧδε λιπαρεῖς θεόν; παρὰ τὸ λίαν παρεῖναι
λ 181 Λιρός σημαίνει τὸν ἀναιδῆ. παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν
λ 182 Λιμβρός ἡ σκοτεινὴ νύξ. παρὰ τὸ λίαν βαίνειν
λ 183 Λιτός σημαίνει τὸν εὐτελῆ καὶ ἀποίκιλον χιτῶνα. λέγει ὁ Δίδυμος παρὰ τὸ λεῖος εἶναι, διὰ τοῦ ΕΙ. ἡ δὲ παράδοσισ διὰ τοῦ Ι, ὥς φησιν Φιλόξενος· τὰ γὰρ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφονται τὴν διὰ τῆσ ΕΙ διφθόγγου γραφήν, οἷον· σῖτος ἐπαφρόδιτος λήιτος Θεοδώριτος Μούνιτος. οὕτως οὖν καὶ λιτὸς διὰ τοῦ Ι. δεῖ προσθεῖναι· χωρὶς τοῦ κλειτὸς καὶ τῶν παρ’ αὐτό, οἷον Ἡράκλειτος Πολύκλειτος ἀγάκλειτος. περὶ τοῦ Τρῖτος, ὅ ἐστι φρέαρ ἐν τῇ Ἀττικῇ· ὁ μὲν Ἡρωδιανὸς βαρύνει καὶ διὰ τοῦ Ι γράφει, ὁ δ’ Ὦρος ὀξύνει καὶ διὰ τῆς ΕΙ διφθόγγου. τὸ σειστὸς δὲ σημαῖνον τὸν σειόμενον οὐκ ἀντίκειται, ἀπὸ τοῦ σείω ὄν. ἀλλ’ οὐδὲ διὰ τοῦ ΙΤΟΣ, ἀλλὰ διὰ τοῦ ΕΙΣΤΟΣ ἐστίν. τὸ δὲ Σηστὸς τὸ ὄνομα τῆς πόλεως καὶ θηλυκῶς λέγεται καὶ διὰ τοῦ Η γράφεται
λ 184 Λοφνίδας · σὺ δ’ οὔτι τεὰς ἀνὰ λοφνίδας ἴσχων. λοφνίδας τὰς λαμπάδας. κυρίως μὲν λοφνίδες λέγονται αἱ μονόξυλοι λαμπάδες καὶ δαλῷ παραπλήσιοι δᾷδες μετὰ κατασκευῆς τινος καὶ κόσμου γεγονυῖαι, λαμπάδες δὲ αἱ ὁπωσδήποτε κατεσκευασμέναι καὶ ἂν ἀκόσμως δεδεμέναι ὦσιν. καὶ Ὅμηρος δετὰς λέγει· καιόμεναί τε δεταί· ἴσως οὐκ αὐτάς, ἀλλὰ τὸ πῦρ τὸ δι’ αὐτῶν. ἔνιοι δέ φασιν λοφνίδας λέγεσθαι τὰς ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου γινομένας
λ 185 Λαβραγόρην προπετῆ ἐν τῷ λέγειν, οἷον λάβρον καὶ θρασύν
λ 186 Λάζετο ἐκράτησεν. λήβω τὸ λαμβάνω, ὁ δεύτερος ἀόριστος ἔλαβον, καὶ ἐξ αὐτοῦ λαβάζω καὶ κατὰ συγκοπὴν λάζω λάζομαι ἐλαζόμην καὶ συναρχομένως λάζετο
λ 187 Λαθικηδέα τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων
λ 188 Λαισήια μικρὰ ἀσπιδίσκια ὠμοβύρσια, βαρβαρικὸν ὅπλον
λ 189 Λειανέω λείαν, ὁμαλὴν ποιήσω
λ 190 Λελογχώς · ἐκ τοῦ λήχω ἔλογχα καὶ λέλογχα
λ 191 Λέπαδνα οἱ περὶ τὰ στήθη τῶν ἵππων ἱμάντες
λ 192 Λέσβος νῆσος πλησίον Ἀσίας
λ 193 Λεχεποίην βαθεῖαν πόαν παρέχουσαν, ἐξ ἧς ἔστι καὶ λέχος ποιῆσαι, ὅ ἐστιν κοίτην
λ 194 Λεύσσετε ὁρᾶτε, βλέπετε. τὰ εἰς ΠΤΩ λήγοντα ῥήματα οἱ Αἰολεῖς διὰ δύο ΣΣ λέγουσιν, πέπτω πέσσω, βλέπτω, οὗ σύνθετον ἀβλεπτῶ, βλέσσω· παρενείραντες οὖν τὸ Υ ἰδίῳ ἔθει, παρέσει τοῦ Β λεύσσω. ἐνεστῶτος δὲ εἶναι οἶμαι ὡς τὸ ἄξετε καὶ οἴσετε καί· καταβήσεο δίφρου
λ 195 Ληιστοί οἱ ἐκ λείας καὶ λῃστείας κτητοί, ἀπὸ τοῦ ληίζω. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. οὔτε ἐκ λείας λαμβανομένη φησὶ κτητή, οὔτε πάλιν ληπτή, ἐὰν ἅπαξ φθάσῃ παρεξελθεῖν τὸ περίβολον τῶν ὀδόντων· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ φυσικὸν πνεῦμα
λ 196 Λῆμα καὶ λῆμμα οἷον τὸ θέλημα, Ἐπίχαρμος· ἀλλὰ χρὴ ἡμῖν ἕν τε χρῆμα πᾶσιν καὶ κλῆσιν μίαν. ταύτῃ δὲ διαστέλλεσθαι χρὴ εὐλόγως τὸ λῆμα τοῦ λήμματος· τὸ μὲν γὰρ τίθεσθαι ἐπὶ τοῦ ψυχικοῦ παραστήματος, τὸ δὲ ἐπὶ τοῦ λαμβανομένου
λ 197 Λιπαροκρήδεμνος ἤτοι λαμπρὸν ἔχουσα περιβόλαιον τῇ κεφαλῇ· ἐξ οὗ εὐσταλὴς καὶ κοσμία. ἢ λιπαρὰ ἀπὸ τοῦ ἐλαίου
λ 198 Λικμώντων πτυιζόντων, ἀποχωριζόντων ἀπὸ τοῦ σίτου τὰ ἄχυρα τῷ πτύῳ
λ 199 Λουτρόν · παρὰ τὸ λούω· τὸ λοῦον· οὐ γὰρ αὐτοὶ καθαίρομεν τὸ ὕδωρ, ἀλλὰ καθαιρόμεθα. δεῖ δὲ βαρυτόνως προφέρεσθαι· ὥστε παραλόγως ὀξύνεται
λ 200 Λύσσαν μανίαν. εἴρηται παρὰ τὸ λύειν τὸν νοῦν
λ 201 Λύτρον · παρὰ τὸ λύω λύτρον