eul_wid: lju-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical Fragments of Duris by Duris of Samos

The Historical Fragments of Duris collects the surviving passages from the lost works of the Hellenistic historian Duris of Samos. A pupil of Theophrastus who later became tyrant of his native island, Duris authored several historical works, most notably the Makedonika, a history of Macedonia from approximately 370 to 281 BCE organised by royal reigns, the Samion Horoi, a chronicle of Samos, and a history of the Sicilian tyrant Agathocles. No complete text survives; the 92 known fragments are preserved solely through quotation or paraphrase in later Greek, Roman, and Byzantine authors such as Athenaeus, Plutarch, Diodorus Siculus, and the Suda. The standard critical edition is found in Felix Jacoby’s Die Fragmente der griechischen Historiker. Duris occupies a central position in the development of so-called "tragic" historiography, a style that prioritized narrative pleasure, vivid dramatic presentation, and engaging anecdote over austere factual chronicle. This methodological emphasis attracted sharp criticism from the historian Polybius, who accused Duris of sacrificing accuracy for sensationalism, a critique that has profoundly shaped his historiographical legacy. Despite their fragmentary nature, these remains provide evidence for the study of Hellenistic historical writing, Samian local history, and the reign of Agathocles of Syracuse.

ΙΣΤΟΡΙΑΙ.

Φώτιος Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῇ πρώτῃ τῶν αὑτοῦ Ἱστοριῶν οὕτω φησίν· «Ἔφορος δὲ καὶ Θεόπομπος τῶν γενομένων πλεῖστον ἀπελείφθησαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῷ φράσαι, αὐτοῦ δὲ τοῦ γράφειν μόνον ἐπεμελήθησαν.» Καίτοι Δοῦρις καὶ τῆς ἐν αὐτοῖς τούτοις οἰκονομίας, οἷς αἰτιᾶται, πολλὰ τῶν ἀνδρῶν λειπόμενος. Ἀλλʼ εἰ μὲν πρὸς τὸν ὑπερήφανον ἐκεῖνον Θεοπόμπου λόγον, ὃς τοὺς ἀρχαιοτέρους οὐδὲ τῶν δευτερείων ἠξίου, τοῦτο ἀπέρριψεν, οὐκ ἔχω λέγειν· πλὴν ὅτι οὐδέτερος αὐτῶν προσηκόντως ἐπελάβετο, καὶ μάλιστα διισχυρισαίμην.

Ἀθήναιος Οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο· ὁ Ἰλιακὸς διʼ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα, καὶ ὁ ἱερὸς δὲ καλούμενος διʼ ἑτέραν γαμετὴν, φησὶ Δοῦρις ἐν δευτέρᾳ Ἱστοριῶν, Θηβαίαν γένος, ὄνομα Θεανὼ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. Δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχε· τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα.

Τζέτζης Δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς Ὀρφανὴν καὶ ἔρημον οὖσαν Ἑλένην τῆς γονῆς τῶν δύο περιστερῶν, ἤτοι Ἰφιγενείας, ἣν ἔσχεν ἐκ Θησέως, ὥς φησι Δοῦρις ὁ Σάμιος, καὶ Ἑρμιόνης, ἣν ἐκ Μενελάου γεννᾷ. Ἑπταετῆ γὰρ ταύτην Θησεὺς πρῶτον ἁρπάσας μετὰ τὸ τεκεῖν ἐξ αὐτῆς Ἰφιγένειαν ἀφῃρέθη αὐτήν· δεύτερον δὲ ὁ Ἀλέξανδρος ἐντυχὼν αὐτῇ παρὰ τὸν αἰγιαλὸν θυούσῃ νεωστὶ ταῖς Βάκχαις καὶ τῇ Ἰνοῖ, ἁρπάσας αὐτὴν εἰς Αἴγυπτον ᾤχετο καὶ αὐτῇ συνεγένετο.

Τζέτζης Πέντε ταύτην ἔγημαν ἄνδρες· πρῶτος Θησεὺς ἑπταετῆ ταύτην ἁρπάσας, καθά φησι Δοῦρις ὁ Σάμιος, ἀφαιρεθεὶς δὲ αὐτὴν ἐν τῷ ἡττηθῆναι ὑπὸ Πολυδεύκους καὶ Κάστορος τῶν αὐτῆς ἀδελφῶν ἐν Ἀφίδναις πολιχνίῳ τῶν Ἀθηνῶν γεννήσασαν Ἰφιγένειαν, ἣν Ἰφιγένειαν καὶ θετὴν παῖδα ἡ Κλυταιμνήστρα ποιεῖται.

Τζέτζης Τινὲς δὲ τὴν Ἰφιγένειαν ταύτην, ὡς καὶ ὁ Δοῦρις, οὐκ Ἀγαμέμνονος θυγατέρα λέγουσιν, ἀλλὰ Θησέως ἐξ Ἑλένης γεννηθεῖσαν, ὑπὸ δὲ Κλυταιμνήστρας θυγατροθετεῖσαν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἔστι δὲ Νεοπτόλεμος, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις, ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπʼ αὐτοῦ Ἀχιλλέως.

Ἀθήναιος Δοῦρις ἱστορεῖ, ὅτι καὶ Φίλιππος, ὁ τοῦ Ἀλεξάνδρου πατὴρ, ποτήριον χρυσοῦν, ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς, κεκτημένος, τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κατετίθετο.

Ἀθήναιος Σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δʼ ἄργυρος ὀλίγος ἦν ὁ ἐν τοῖς μετάλλοις. Διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶ Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτʼ ἔχειν κείμενον ὑπὸ τοῦ προσκεφαλαίου.

Ἀθήναιος Ἐν δὲ τῷ ἐπιγραφομένῳ τοῦ Θεοπόμπου συγγράμματι Περὶ τῶν ἐκ Δελφῶν συληθέντων χρημάτων «Χάρητι — φησὶ — τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα· ἀφʼ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους·» ὧν ἡγεῖτο μὲν Ἀδαῖος, Ἀλεκτρυὼν ἐπικαλούμενος, περὶ οὗ καὶ ὁ Ἡρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως· Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον· ἕνα κατακόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίων τόθʼ· ὡς γενναῖος ἦν. Τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.

Πλούταρχος Τύχη δέ τις ἔοικε δαιμόνιος ἐν περιφορᾷ πραγμάτων εἰς ἐκεῖνο καιροῦ συμπεραίνουσα τὴν ἐλευθερίαν τῆς Ἑλλάδος ἐναντιοῦσθαι τοῖς πραττομένοις καὶ πολλὰ σημεῖα τοῦ μέλλοντος ἀναφαίνειν, ἐν οἷς ἥ τε Πυθία δεινὰ προὔφαινε μαντεύματα καὶ χρησμὸς ᾔδετο παλαιὸς ἐκ τῶν Σιβυλλείων· Τῆς ἐπὶ Θερμώδοντι μάχης ἀπάνευθε γενοίμην αἰετὸς ἐν νεφέεσσι καὶ ἠέρι θηήσασθαι. Κλαίει ὁ νικηθεὶς, ὁ δὲ νικήσας ἀπόλωλεν. Τὸν δὲ Θερμώδοντά φασιν εἶναι παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ ποτάμιον μικρὸν εἰς τὸν Κηφισὸν ἐμβάλλον. Ἡμεῖς δὲ νῦν μὲν οὐδὲν ἴσμεν οὕτω τῶν ῥευμάτων ὀνομαζόμενον, εἰκάζομεν δὲ τὸν καλούμενον Αἵμονα Θερμώδοντα λέγεσθαι τότε· καὶ παραρρεῖ παρὰ τὸ Ἡράκλειον, ὅπου κατεστρατοπέδευον οἱ Ἕλληνες· καὶ τεκμαιρόμεθα, τῆς μάχης γενομένης, αἵματος ἐμπλησθέντα καὶ νεκρῶν τὸν ποταμὸν, ταυτῃὶ διαλλάξαι τὴν προσηγορίαν. Ὁ δὲ Δοῦρις οὐ ποταμὸν εἶναί φησι τὸν Θερμώδοντα, ἀλλʼ ἱστάντας τινὰς σκηνὴν καὶ περιορύττοντας ἀνδριαντίσκον εὑρεῖν λίθινον ὑπὸ γραμμάτων τινῶν διασημαινόμενον, ὡς εἴη Θερμώδων, ἐν ταῖς ἀγκάλαις Ἀμαζόνα φέροντα τετρωμένην· ἐπὶ δὲ τούτῳ χρησμὸν ἄλλονʼ ᾄδεσθαι λέγοντα·

Τὴν ἐπὶ Θερμώδοντι μάχην μένε, παμμέλαν ὄρνι.

Τηνεί τοι κρέα πολλὰ παρέσσεται ἀνθρώπεια.

Πλούταρχος Εὐμένη δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δὲ ἐλευθερίως ἐν γράμμασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ παλαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμένη καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι. Δοκοῦσι δὲ εἰκότα λέγειν μᾶλλον οἱ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμένη λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι.

Ἀθήναιος Ἀλλʼ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν· περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος, καὶ Δοῦρις ἐν πέμπτῃ Μακεδονικῶν. Οὗτος δὲ ὁ Ἀρκαδίων, μισῶν τὸν Φίλιππον, ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. Ἦν δʼ εὐφυέστατος, καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται.

Πλούταρχος Εὐθὺς δʼ ὁ Ἀλέξανδρος ἐξῄτει πέμπων τῶν δημαγωγῶν δέκα μὲν, ὡς Ἰδομενεὺς καὶ Δοῦρις εἰρήκασιν, ὀκτὼ δʼ, ὡς οἱ πλεῖστοι καὶ δοκιμώτατοι τῶν συγγραφέων τούσδε, Δημοσθένην, Πολύευκτον, Ἐφιάλτην, Λυκοῦργον, Μοιροκλέα, Δήμωνα, Καλλισθένην, Χαρίδημον.

Πλούταρχος Τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲν ἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺς καὶ πεντακισχιλίους ἱππεῖς, οἱ δὲ πλεῖστον πεζοὺς μὲν τετρακισμυρίους καὶ τρισχιλίους, ἱππέας δὲ τετρακισχιλίους ἀναγράφουσιν. Ἐφόδιον δὲ τούτοις οὐ πλέον ἑβδομήκοντα ταλάντων ἔχειν αὐτὸν Ἀριστόβουλος ἱστορεῖ, Δοῦρις δὲ τριάκοντα μόνον ἡμερῶν διατροφήν.

Πλούταρχος Τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντα ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.

Κλήμης ὁ Ἀλεξανδρεύς Ὡς δὲ Δοῦρις, ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

Ἀθήναιος Δοῦρις δʼ ἐν ἑβδόμῳ Μακεδονικῶν, περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως, ὅτι ἄσωτος ἦν, γράφει καὶ τάδε· «Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον, ὃ ᾐτήσατο. Πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο διʼ ἀσωτίαν πεντήκοντα ταλάντων Πυμάτῳ τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν· καὶ λαβὼν τὰ χρήματα, κατεγήρασεν ἐν Ἀμαθοῦντι.»

Ἀθήναιος Παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν ᾗ θύουσι τῷ Μίθρῃ. Γράφει δὲ οὕτως περὶ τούτου Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν· «Ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγομένων ὑπὸ Περσῶν τῷ Μίθρῃ βασιλεὺς μεθύσκεται, καὶ τὸ Περσικὸν ὀρχεῖται· τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως. Πέρσαι γὰρ, ὥσπερ ἱππεύειν, οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι· καὶ νομίζουσι τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης.»

Ἀθήναιος Τοιοῦτος δʼ ἦν καὶ Σαρδανάπαλλος, ὃν οἱ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱὸν, οἱ δὲ Ἀναβαξάρου. Ὅτι δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπʼ αὐτὸν στρατηγῶν, Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον, καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ, καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν, ἀναβάδην τε μετʼ αὐτῶν καθήμενον, γυναικείαν δὲ στολὴν ἔχοντα, καὶ κατεξυρημένον τὸν πώγωνα, καὶ κατακεκισσηρισμένον — ἦν δὲ καὶ γάλακτος λευκότερος, καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς· ἐπεὶ δὲ καὶ προσεῖδε τὸν Ἀρβάκην, τὰ λευκὰ ἐπαναβαλὼν τοῖς ὀφθαλμοῖς· οἱ μὲν πολλοὶ, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος, εἰ τοιοῦτος αὐτῶν βασιλεύει, συγκεντηθέντα ἀποθανεῖν. Κτησίας δὲ κ. τ. λ.

Δοῦρις δὲ ὁ Σάμιος ὁ ἱστορικὸς ἐν ὀγδόῃ τῶν Μακεδονικῶν, ἀπὸ Φοίνικος τοῦ Ἀχιλλέως τροφοῦ.

Ἀθήναιος Δελφῖνα δʼ ἐν Ἰασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ. Ὁ δὲ λόγος ἐστὶν αὐτῷ ὁ περὶ Ἀλεξάνδρου, καὶ λέγει οὕτως· «Μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα. Περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγενόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. Δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα, καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα, ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος, καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν.»

Πλούταρχος Ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν ... Ἀριστόβουλος δὲ ... καὶ Δοῦρις ὁ Σάμιος πλάσμα φησὶ γεγονέναι τοῦτο.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δεθῆναι τὸν Προμηθέα φησὶν Ἡσίοδος, καὶ τὸν ἀετὸν ἐπιπεμφθῆναι αὐτῷ διὰ τὴν τοῦ πυρὸς κλοπήν. Δοῦρις δέ φησι, διὰ τὸ τῆς Ἀθηνᾶς ἐρασθῆναι· ὅθεν τοὺς περὶ τὸ Καυκάσιον οἰκοῦντας μόνῳ Διὶ καὶ Ἀθηνᾷ μὴ θύειν, διὰ τὸ κολάσεως αἰτίους Προμηθεῖ γενέσθαι· καθʼ ὑπερβολὴν δὲ σέβειν Ἡρακλέα, τῆς τοῦ ἀετοῦ τοξείας χάριν.

Ἀθήναιος Καθέζονται δʼ ἐν τοῖς συνδείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. Τοῦτο δὲ καὶ παρʼ Ἀλεξάνδρῳ τῷ βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦρις. Ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουργοῖς περιστρώσας ἱματίοις.

Σοῦδα ᾯ τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι. Τίμαιος ἐν ληʹ Ἱστοριῶν, ὡς οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρους εἶπον, ὅτι μόνῳ αὐτῷ πάντων Ἀθηναίων οὐκ ἔξεστι τὸ ἱερὸν πῦρ φυσῆσαι, ὡς μὴ καθαρεύοντι τοῖς ἄνω μέρεσιν. Δοῦρις δὲ ἐν τῇ ιʹ Πυθέαν κατὰ Δημοσθένους τὸ ὅμοιον εἰπεῖν.

Πλούταρχος Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν, οὐδʼ ἐν βαλανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις, οὐδʼ ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε τύχοι περιβεβλημένος· ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρατείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν, εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς στρατευομένους σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.

Πλούταρχος Ὁ γοῦν Δοῦρις εἴρηκεν, ὡς μέγας γενόμενος Ἀλέξανδρος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ Χαίρειν, πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι, τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ Χαίρειν προσηγόρευε. Τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.

Ἀθήναιος Δοῦρις δʼ ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν, Ὀλυμπιάδος καὶ Εὐρυδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δʼ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κυννάνῃ τῇ Ἰλλυρίδι.

Στράβων Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίας πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δοῦρις δὲ ἐν πέμπτῳ καὶ δεκάτῳ τῶν Μακεδονικῶν, Ἀρκάδα φησὶν, ἀφʼ οὗ ἡ Ἀρκαδία καλεῖται, Ὀρχομενοῦ υἱόν· διὸ καὶ πόλιν τῆς Ἀρκαδίας Ὀρχομενόν.

Ἀθήναιος Δημήτριος δὲ ὁ Φαληρεὺς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατʼ ἐνιαυτὸν κύριος γενόμενος, καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν, τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζε, θοίνας τε καθʼ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν, καὶ πλῆθός τι συνδείπνων ἔχων· καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλε, τῇ δὲ καθαριότητι Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε τὰ πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσι κατεσκευάζετο, διαπεποικιλμένα ὑπὸ δημιουργῶν. Ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι, καὶ νεανίσκων ἔρωτες νυκτερινοὶ, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος, καὶ τοὺς βίους τάττων, ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. Ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος, καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος, καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. Ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων, ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδε χορὸς εἰς αὐτὸν ποιήματα Σειρώμενος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο·

Ἐξόχως δʼ εὐγενέτας ἡλιόμορφος ζαθέοις

ἄρχων σε τιμαῖς γεραίρει.

Σχόλια εἰς Εὐριπίδην νυμφίδιαί τε κοῖται πατρῴας Ἰωλκοῦ ... Μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ιϛʹ τῶν Μακεδονικῶν, ὅτι ἐν Ἰωλκῷ ἐνυμφεύθη. Ἰωλκοῦ γὰρ Πελίας ἐβασίλευσεν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δοῦρις δʼ ἐξ Ὑπερβορέων.

Ἀθήναιος Δοῦρις δʼ ὁ Σάμιος ἐν τῇ τῶν Ἱστοριῶν ἑπτακαιδεκάτῃ Πολυσπέρχοντά φησιν, εἰ μεθυσθείη, καίτοι πρεσβύτερον ὄντα, ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν, οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν, καὶ ὑποδούμενον Σικυώνια, διατελεῖν ὀρχούμενον.

Ἀθήναιος Ὁ μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας· Δοῦρις δʼ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον· Ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν. Ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον ἅμα παρῆγʼ ὁ καιρός. Χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθʼ ἵνα ποιήσῃ, ὁ δʼ ἱλαρὸς, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. Σεμνὸν, ὅθι φαίνεθʼ, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δʼ αὐτὸς, ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δʼ ἐκεῖνος. Ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. Ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα, ἢ οὐκ εἰσὶν, ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν· σὲ δὲ παρόνθʼ ὁρῶμεν, οὐ ξύλινον, οὐδὲ λίθινον, ἀλλʼ ἀληθινόν. Εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. Τὴν δʼ οὐχὶ Θηβῶν, ἀλλʼ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιὰ, τὰ σώμαθʼ ἡμῶν πάντʼ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι, — Αἰτωλικὸν γὰρ, ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω· — μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μὴ, Οἰδίπουν τινʼ εὑρὲ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ, ἢ σπίνον ποιήσει. Ταῦτʼ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατʼ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες.

Ἀθήναιος Δοῦρις δʼ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν «Παυσανίας μὲν — φησὶν — ὁ τῶν Σπαρτιατῶν βασιλεὺς, καταθέμενος τὸν πάτριον τρίβωνα, τὴν Περσικὴν ἐνεδύετο στολήν. Ὁ δὲ Σικελίας τύραννος Διονύσιος ξυστίδα καὶ χρυσοῦν στέφανον ἐπὶ περόνῃ μετελάμβανε τραγικόν. Ἀλέξανδρος δʼ, ὡς τῆς Ἀσίας ἐκυρίευσε, Περσικαῖς ἐχρῆτο στολαῖς. Δημήτριος δὲ πάντας ὑπερέβαλλε. Τὴν μὲν γὰρ ὑπόδεσιν, ἣν εἶχε, κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος· ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης, πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας· τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται. Αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ὁ πόλος ἐνύφαντο, χρυσοῦς ἀστέρας ἔχων καὶ τὰ δώδεκα ζώδια. Μίτρα δὲ χρυσόπαστος ἦν, ἣ καυσίαν ἁλουργῆ οὖσαν ἔσφιγγεν, ἐπὶ τὸ νῶτον φέρουσα τὰ τελευταῖα καταβλήματα τῶν ὑφασμάτων. Γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν, ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς οἰκουμένης ὀχούμενος.»

Ἀθήναιος Καὶ Δοῦρις δέ φησιν ἐν τῇ εἰκοστῇ τρίτῃ τῶν Ἱστοριῶν, ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. Διὸ ποιεῖν τὸν Ὅμηρον τῷ Ἀγαμέμνονι λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα,

Οἰνοβαρὲς, κυνὸς ὄμματʼ ἔχων. Καὶ τὸν θάνατον δὲ ἀποσημαίνων τοῦ βασιλέως, φησὶν, Ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα· δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρʼ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον.

ΤΑ ΠΕΡΙ ΑΓΑΘΟΚΛΕΑ.

Ἀθήναιος «Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταὶ — φησὶ Δοῦρις ἐν δευτέρῳ τῶν Περὶ Ἀγαθοκλέα —, ἐπειδὴ Σειρίτης, ὃς δοκεῖ πρῶτον εὑρεῖν τὴν αὐλητικὴν, Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ κατηύλησε τὰ μητρῷα πρῶτος.»

Ἀριστοφάνους Σχόλια Δοῦρις δʼ ἐν βʹ Λιβυκῶν ἱστορεῖ, γυναῖκα καλὴν γενέσθαι τὴν Λάμιαν, μιχθέντος δὲ αὐτῇ Διὸς, ὑφʼ Ἥρας ζηλοτοπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι, καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν.

Τζέτζης Τινὲς δέ φασιν ἐν Λιβύῃ εἶναι τὰς πηγὰς τοῦ Νείλου, ὡς Δοῦρις· ἀλλʼ οὐκ ἔστι τοῦτο ἀληθές.

Ἀθήναιος Ἐμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης, πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβὼν παρὰ Μεταποντίνων γυναῖκας, παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν Περὶ Ἀγαθοκλέα ἱστοριῶν.

Σοῦδα Εὐρύβατος· πονηρὸς, ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίᾳ μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον· ἦν δὲ Ἐφέσιος. Οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· «Κέρκωπες, τοὶ πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο· γένος δʼ ἔσαν Οἰχιαλῆες, Ὦλός τʼ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες.» Νίκανδρος Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ Περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δʹ τῶν Περὶ Ἀγαθοκλέα ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δοῦρίς φησι τοὺς ὑπὸ τῶν γιγάντων κατενεχθέντας λίθους, τοὺς μὲν εἰς τὴν θάλασσαν πεσόντας γενέσθαι νήσους, τοὺς δὲ εἰς τὴν γῆν ὄρη.

Διόδωρος ὁ Σικελιώτης Ἐπὶ τοῦ πολέμου τῶν Τυρρηνῶν καὶ Γαλατῶν καὶ Σαμνιτῶν καὶ τῶν ἑτέρων συμμάχων, ἀνηρέθησαν ὑπὸ Ῥωμαίων, Φαβίου ὑπατεύοντος, δέκα μυριάδες, ὥς φησι Δοῦρις.

Τζέτζης Γράφει δὲ τοιοῦτόν τι Δοῦρις, Διόδωρος καὶ Δίων, ὅτι Σαυνιτῶν, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πολεμούντων Ῥωμαίοις ὁ Δέκιος ὕπατος Ῥωμαίων, συστρατηγὸς ὢν Τορκουάτου, οὕτως ἔδωκεν ἑαυτὸν εἰς σφαγὴν, καὶ ἀνῃρέθησαν τῶν ἐναντίων ἑκατὸν χιλιάδες αὐθημερόν.

Ἀθήναιος Δοῦρις δʼ ἐν τῇ δʹ τῶν Περὶ Ἀγαθοκλέα, καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι, κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι.

Τζέτζης Δοῦρις ὁ Σάμιος ἐν τῷ Περὶ Ἀγαθοκλέους φησὶ τὴν Πηνελόπην συγγενέσθαι πᾶσι τοῖς μνηστῆρσι καὶ γεννῆσαι τραγοσκελῆ Πᾶνα. Φλυαρεῖ δὲ περὶ τοῦ Πανός· ὁ Πᾶν γὰρ Ἑρμοῦ καὶ Πηνελόπης ἄλλης γέγονε, καὶ ἕτερος Πᾶν Διὸς καὶ Ὕβρεως.

Σχόλια εἰς Θεόκριτον Δοῦρίς φησιν, διὰ τὴν τῶν θρεμμάτων πολυπλήθειαν καὶ τοῦ γάλακτος ἱδρύσασθαι ἱερὸν ἐν Αἴτνῃ τῇ Γαλατείᾳ. Φιλόξενον δὲ τὸν Κυθήριον ἐπιδημήσαντα, καὶ μὴ δυνάμενον ἐπινοῆσαι τὴν αἰτίαν, ἀναπλάσαι, ὅτι Πολύφημος ἤρα Γαλατείας.

Ἀθήναιος Ἐθαυμάζετο δὲ καὶ Ξενοφῶν ὁ θαυματοποιὸς, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον· ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι, καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφʼ ὧν ἐξίστα τῶν ἀνθρώπων τὴν διάνοιαν. Τοιοῦτος ἦν καὶ Νυμφόδωρος ὁ θαυματοποιὸς, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις, εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος.

Ἀθήναιος Ὁ τοὺς μίμους πεποιηκὼς Σώφρων, οὓς ἀεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα.

Στέφανος ὁ Βυζάντιος Ἀκράγαντες, πόλεις πέντε Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος· φησὶ γὰρ Δοῦρις, ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Κάμικον, Ἁλυκόν τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡς καὶ ἐν Ἰταλίᾳ.

ΣΑΜΙΩΝ ὯΡΟΙ.

Ἀθήναιος Περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσι καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. Τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε, Βαδίζειν Ἡραῖον ἐμπεπλεγμένον. Ἔστι δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα· Οἱ δʼ αὔτως φοίτεσκον, ὅπως πλοκάμους κτενίσαιντο, εἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς· χιονίοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον· χαῖτας δʼ ᾐωρεῦντʼ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς· χρύσειαι δὲ κόρυμβαι ἐπʼ αὐτῶν τέττιγες ὥς· δαιδάλεοι δὲ χλιδῶνες ἄρʼ ἀμφὶ βραχίοσιν. … … ήσαντες ὑπασπίδιον πολεμιστήν.

Στέφανος ὁ Βυζάντιος Αὐασίς, πόλις Αἰγύπτου. Ταύτην δὲ καὶ Ὄασιν καλοῦσιν .... Ἡρόδοτος δὲ καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον.

Ζηνόβιος ὁ Σοφιστής Πολυκράτης μητέρα νέμει. Μέμνηται ταύτης Δοῦρις. Λέγει δὲ ὅτι Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων ὅτι· Μητέρα σοι ταύτην δίδωμι. Ὅθεν ἡ παροιμία ἐκράτησεν.

Στέφανος ὁ Βυζάντιος Γόργυια, τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, ἐν ᾧ Διονύσιος Γοργυιεὺς τιμᾶται.

Σχόλια εἰς Εὐριπίδην Δοῦρις ἐν τῷ βʹ τῶν Ὥρων γράφει οὕτως, ὡς ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατείαν κατʼ αὐτῶν ἀποστέλλουσιν, οἱ δὲ ἅμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. Εἷς δὲ ὑπέστρεψεν ἄγγελος, ὃν περιστᾶσαι τῶν τεθνεώτων αἱ γυναῖκες καὶ τὰς περόνας τῶν ὤμων ἀφελόμεναι ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. Οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι τὸ πραχθὲν, περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, καὶ οὐ πρὸς φυλακὴν τῆς ἀμπεχόνης. Αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ταῖς Δωρίαις στολαῖς. Διὸ γυμνὰς καὶ τὰς ἀχίτωνας Δωριάζειν ἔφασαν.

Λαέρτιος Διογένης Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὥρων ἐπιγεγράφθαι αὐτῷ Φερεκύδει τὸ ἐπίγραμμα τόδε·

Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢ δέ τι πάσχω,

Πυθαγόρῃ τῷ ʼμῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἁπάντων

ἐστὶν ἀνʼ Ἑλλάδα γῆν. Οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.

Λαέρτιος Διογένης Ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασιν, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνορος, καθὰ καὶ Πλάτων φησί ... Ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νειλέῳ ἐκπεσόντι Φοινίκης.

Λαέρτιος Διογένης Πιττακὸς, Ὑρραδίου, Μυτιληναῖος. Φησὶ δὲ Δοῦρις τὸν πατέρα αὐτοῦ Θρᾷκα εἶναι.

Λαέρτιος Διογένης Βίας, Τευτάμου, Πριηνεύς ... τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ πάροικόν φησι γεγονέναι.

Λαέρτιος Διογένης Κλεόβουλος, Εὐαγόρου, Λίνδιος· ὡς δὲ Δοῦρις, Κάρ.

Πορφύριος Δοῦρις δʼ ὁ Σάμιος ἐν δευτέρῳ τῶν Ὥρων παῖδά τʼ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον, καὶ διδάσκαλόν φησι γενέσθαι Δημοκρίτου. Τὸν δʼ Ἀρίμνηστον κατελθόντʼ ἀπὸ τῆς φυγῆς, χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι, τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μʼ ἀνέθηκε, πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας. Τοῦτο δʼ ἀνελόντα Σῖμον τὸν Ἁρμονικὸν καὶ τὸν κανόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον· εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας, διὰ δὲ τὴν μίαν, ἣν Σῖμος ὑφείλετο, συναφανισθῆναι καὶ τὰς ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας.

Σοῦδα Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς ... Δοῦρις δὲ Διοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον· ὁμοίως καὶ Ἡρόδοτον Θούριον.

Οὐαλέριος Ἁρποκρατίων Ἀσπασία ... Περικλέους φασὶν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. Δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούριδος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δʹ τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων.

Φώτιος Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι δὲ σαμαίνῃ· ὅ ἐστι πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν δευτέρῳ Νόστων. Τὸ δὲ πλάσμα Δούριδος.

Πλούταρχος Ἐνάτῳ δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε, καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν· ὧν τὰ μὲν εὐθὺς ἤνεγκαν οἱ Σάμιοι, τὰ δʼ ἐν χρόνῳ ῥητῷ ταξάμενοι κατοίσειν, ὁμήρους ἔδωκαν. Δοῦρις δʼ ὁ Σάμιος τούτοις ἐπιτραγῳδεῖ, πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν, οὔτʼ Ἔφορος, οὔτʼ Ἀριστοτέλης· ἀλλʼ οὐδʼ ἀληθεύειν ἔοικεν, ὡς ἄρα τοὺς τριηράρχους καὶ τοὺς ἐπιβάτας τῶν Σαμίων εἰς τὴν Μιλησίων ἀγορὰν ἀγαγὼν, καὶ σανίσι προσδήσας ἐφʼ ἡμέρας δέκα, κακῶς ἤδη διακειμένους προσέταξεν ἀνελεῖν, ξύλοις τὰς κεφαλὰς συγκόψαντας, εἶτα προβαλεῖν ἀκήδευτα τὰ σώματα. Δοῦρις μὲν οὖν οὐδʼ ὅπου μηδὲν αὐτῷ πρόσεστιν ἴδιον πάθος, εἰωθὼς κρατεῖν τὴν διήγησιν ἐπὶ τῆς ἀληθείας, μᾶλλον ἔοικεν ἐνταῦθα δεινῶσαι τὰς τῆς πατρίδος συμφορὰς ἐπὶ διαβολῇ τῶν Ἀθηναίων.

Λέγουσιν ὅτι ἐκωμῴδουν ὀνομαστὶ τοὺς ἄνδρας μέχρις Εὐπόλιδος. Περιεῖλε δὲ τοῦτο Ἀλκιβιάδης ὁ στρατηγὸς καὶ ῥήτωρ· κωμῳδηθεὶς γὰρ παρὰ Εὐπόλιδος, ἔρριψεν αὐτὸν ἐν τῇ θαλάττῃ ἐν Σικελίᾳ συστρατευόμενον, εἰπών· Βάπτες μʼ ἐν θυμέλῃσιν· ἐγὼ δέ σε κύμαρι πόντου βαπτίζων ὀλέσω νάμασι πικροτάτοις.

Οὐαλέριος Ἁρποκρατίων Ἀνδοκίδου Ἑρμῆς. Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου· «Ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου ἀλλʼ Αἰγηίδος φυλῆς εἶναι ἀνάθημα.» Καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ Περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηίδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων.

Πλούταρχος Βασιλεύοντος δʼ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως Τιμαίᾳ συνεῖναι. Καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλʼ ἐξ Ἀλκιβιάδου γεγονέναι. Τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησὶ Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν. Καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν φάναι τῇ Τιμαίᾳ πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων.

Πλούταρχος Ὁ δʼ Ἀλκιβιάδης, ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δʼ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπʼ αὐτοῦ καὶ κεκρατημένων. Ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. Ἃ δὲ Δοῦρις ὁ Σάμιος, Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι, προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν Πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτὴν, στατὸν καὶ ξυστίδα καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχόμενον κόσμον, ἱστίῳ δʼ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν, ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος, οὔτε Θεόπομπος οὔτʼ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν· οὔτʼ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφορὰς τοσαύτας κατερχόμενον.

Πλούταρχος Τότε δʼ οὖν ὁ Λύσανδρος ὅσον οὐδεὶς τῶν πρόσθεν Ἑλλήνων δυνηθεὶς ἐδόκει φρονήματι καὶ ὄγκῳ μείζονι κεχρῆσθαι τῆς δυνάμεως. Πρῶτον μὲν γὰρ, ὡς ἱστορεῖ Δοῦρις, Ἑλλήνων ἐκείνῳ καὶ βωμοὺς αἱ πόλεις ἀνέστησαν ὡς θεῷ καὶ θυσίας ἔθυσαν, εἰς δὲ πρῶτον παιᾶνες ᾔσθησαν, ὧν ἑνὸς ἀρχὴν ἀπομνημονεύουσι τοιάνδε· Τὸν Ἑλλάδος ἀγαθέας, στραταγὸν ἀπʼ εὐρυχόρου Σπάρτας ὑμνήσομεν, ὦ, ἰὴ Παιάν. Σάμιοι δὲ τὰ παρʼ αὑτοῖς Ἡραῖα Λυσάνδρια καλεῖν ἐψηφίσαντο. Τῶν δὲ ποιητῶν Χοιρίλον μὲν ἀεὶ περὶ αὑτὸν εἶχεν ὡς κοσμήσοντα τὰς πράξεις διὰ ποιητικῆς, Ἀντιλόχῳ δὲ ποιήσαντι μετρίους τινὰς εἰς αὐτὸν στίχους ἡσθεὶς ἔδωκε πλήσας ἀργυρίου τὸν πῖλον. Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήματι Λυσάνδρια διαγωνισαμένων ἐπʼ αὐτοῦ τὸν Νικήρατον ἐστεφάνωσεν, ὁ δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα. Πλάτων δὲ νέος ὢν τότε καὶ θαυμάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα τοῖς μὴ βλέπουσιν. Ἐπεὶ μέντοι ὁ κιθαρῳδὸς Ἀριστόνους ἑξάκις Πύθια νενικηκὼς ἐπηγγέλλετο τῷ Λυσάνδρῳ φιλοφρονούμενος, ἂν νικήσῃ πάλιν, Λυσάνδρου κηρύξειν ἑαυτὸν, «Ἦ δοῦλον;» εἶπεν.

Ἀθήναιος Οὐκ ἔχει δʼ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιὰν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις Ὥροις ᾄδεσθαι ἐν Σάμῳ.

Ἐτυμολογικὸν τὸ Μέγα Ἰήιος δὲ ὁ Ἀπόλλων λέγεται, ὡς μὲν Δοῦρις, ὅτι ἐν ἀγκάλαις βαστάσασα τὸν Ἀπόλλωνα ἡ Λητὼ ἐνεκελεύσατο εἰποῦσα· Ἱήιε παιῆον.

Πρόκλος Εἴπερ τις ἄλλος καὶ ποιητῶν ἄριστος κριτὴς ὁ Πλάτων ... Ἡρακλείδης γοῦν ὁ Ποντικός φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκιμούντων, Πλάτων τὰ Ἀντιμάχου προὐτίμησε, καὶ αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός. Μάτην οὖν φληναφοῦσι Καλλίμαχος καὶ Δοῦρις, ὡς Πλάτωνος οὐκ ὄντος ἱκανοῦ κρίνειν ποιητάς.

Ζηνόβιος ὁ Σοφιστής Ἀττικὸς πάροικος. Δοῦρις περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κράτερος δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.

ΠΕΡΙ ΤΡΑΓῼΔΙΑΣ.

Ἀθήναιος Δοῦρις δʼ ἐν τῷ Περὶ τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος.

ΠΕΡΙ ΕΥΡΙΠΙΔΟΥ ΚΑΙ ΣΟΦΟΚΛΕΟΥΣ.

Ἀθήναιος Δ Δοῦρις δʼ ἐν τῷ Περὶ Εὐριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου, τοῦ μεγίστην ἐσχηκότος δόξαν.

ΠΕΡΙ ΝΟΜΩΝ.

Ἐτυμολογικὸν τὸ Μέγα Θώραξ Δοῦρις ὁ Σάμιος ἐν τῷ Περὶ νόμων φησὶν, ὅτι Διόνυσος ἐπιστρατεύσας Ἰνδοῖς καὶ μὴ δυνάμενος αὐτοὺς χειρώσασθαι κρατῆρα οἴνου πληρώσας πρὸ τῆς χώρας αὐτῶν ἔθηκεν· οἱ δὲ ἐμφορηθέντες τοῦ πόματος, ἀσυνήθεις ὄντες, οὕτως ἐχειρώθησαν μεθυσθέντες. Ὅθεν οἱ ποιηταὶ τὸ μεθύειν θωρήσσεσθαι λέγουσιν.

Πλατωνικὴ ὑπόμνησις Δοῦρις δέ φησιν, ὅτι αὐτὴ Μακάρια τὴν πυρὰν τοῦ πατρὸς κατέσβεσεν· καὶ ἐξ ἐκείνου παρὰ Μακεδόσι νενόμισται τὰς θυγατέρας τῶν κηδευομένων, οἷς ἂν ὦσι παῖδες, τὸ αὐτὸ πράττειν ἐπὶ τοῖς πατράσιν.

ΠΕΡΙ ΑΓΩΝΩΝ.

Τζέτζης Τύμβον καλεῖ τὸν τάφον. Καὶ Δοῦρίς φησι ἐν τῷ Περὶ ἀγώνων, τοὺς βωμοὺς τάφους καλεῖσθαι.

Φώτιος Σελίνου στέφανος πένθιμος· τὸ γὰρ σέλινον πένθεσι προσήκει, ὡς ἔφη καὶ Δοῦρις ἐν τῷ Περὶ ἀγώνων.

Φώτιος Ἀγὼν, ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ.

Πλατωνικὴ ὑπόμνησις Πρὸς δύο οὐδʼ ὁ Ἡρακλῆς. Ταύτης τὴν αἰτίαν ὁ Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα φησὶ βωμὸν δειμάμενον ἐπὶ τῷ Ἀλφειῷ πυγμῆς ἀγῶνα καταθεῖναι, καὶ νικήσαντα, τὴν ἑξῆς Ὀλυμπιάδα πάλιν ἀγωνιζόμενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι, καὶ ἐξ ἐκείνου τὸ Πρὸς δύο οὐδʼ Ἡρακλῆς παροιμιασθῆναι.

ΠΕΡΙ ΖΩΓΡΑΦΩΝ.

Λαέρτιος Διογένης Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, ... Τέταρτος, οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγράφων.

Λαέρτιος Διογένης Δοῦρις δὲ καὶ δουλεῦσαι αὐτὸν Σωκράτη καὶ ἐργάσασθαι λίθους — φησίν· εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασι, ἐνδεδυμένας οὔσας.

Πλούταρχος Δέχεται καὶ βῶλον Ἀλήτης. Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κατελθεῖν· ἐν δὲ τῇ χώρᾳ περιιών τινα βουκόλον ᾔτει τροφήν. Ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου. Ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης.

Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς... Δοῦρις δέ φησιν ἀστρολόγον προαγορεύοντα τὰς τῆς σελήνης ἐκλείψεις οὐκ εὖ ἀπαλλάξαι.

Ζηνόβιος ὁ Σοφιστής Ἀττικοὶ τὰ Ἐλευσίνια. Ἐλλείπει τὸ καθʼ ἑαυτούς. Λέγει δὲ Δοῦρις, ὅτι ὅταν καθʼ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς· Ἀττικοὶ καὶ Ἐλευσίνια.

Δοῦριν δὲ Ἀριστοτέλης φησὶ λέγειν ὅτι ἐκλήθη Ἀσιὰς ἡ κιθάρα ἀπὸ τῶν χρωμένον Λεσβίων, οἵτινες οἰκοῦσι πρὸς τῇ Ἀσιᾳ.

Ἐτυμολογικὸν τὸ Μέγα Κίθαρον, καθʼ ὁμοιότατα τῶν ὀστῶν πρὸς τὰς χόρδας. Ὁ δὲ Δοῦρις ἀπὸ τοῦ Κιθαιρῶνός φησιν, ὅτι Ἀμφίων ἐκεῖσε ἐμουσικεύετο.