eul_wid: cvm-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Hellanicus of Lesbos

The Testimonies is a lost work of the pioneering Greek logographer Hellanicus of Lesbos, a contemporary of Herodotus active in the fifth century BCE. Known only through fragments cited by later lexicographers, scholiasts, and historians, it belonged to the genre of early historiography concerned with systematizing mythological and genealogical traditions. The work almost certainly contained authoritative accounts of heroic genealogies, foundation myths for various cities, and compilations of local legends, serving to establish chronological and narrative order for the Greek past. As with his other works, Hellanicus’s aim in the Testimonies was to collect and reconcile disparate local traditions into a coherent Panhellenic framework. Though later historians like Thucydides criticized his chronological methods, Hellanicus’s scholarship, including the material preserved from the Testimonies, remained a vital source for mythographers and antiquarians for centuries, representing a crucial step in the transition from myth to structured historical inquiry.

Σοῦδα Ἑλλάνικος· Μιτυληναῖος, ἱστορικός· υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος, οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότωι παρὰ Ἀμύνται τῶι Μακεδόνων βασιλεῖ, κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίωι τῶι Μιλησίωι ἐπέβαλε, γεγονὼς κατὰ τὰ Περσικὰ ἢ μικρῶι πρόσθεν. ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων, καὶ ἐτελεύτησεν ἐν Περπερήνηι τῆι κατʼ ἀντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς.

Στράβων καὶ Ἑλλάνικος δὲ Λέσβιος συγγραφεύς.

Γεώργιος ὁ Σύγκελλος Δημόκριτος ... καὶ Ἡράκλειτος ... καὶ Ἀναξαγόρας φυσικοὶ ἤκμαζον. Ἑλλάνικος ἱστορικὸς ἐγνωρίζετο.

Διονύσιος ὁ Ἁλικαρνασσεύς ὀλίγωι τε πρεσβύτεροι τῶν Πελοποννησιακῶν καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας Ἑλλάνικός τε ὁ Λέσβιος ...

γεννηθῆναι δὲ τῆι αὐτῆι ἡμέραι ἧι καὶ Ἑλλάνικον, ἐν ἧι ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες.

Στέφανος ὁ Βυζάντιος Παρπαρών· χωρίον ἐν Ἀσίαι Αἰολικόν, ἔνθα ἱστοροῦσι Ἑλλάνικον ἀποθανεῖν, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν β. τινὲς δὲ Περπερίνην τοῦτο καλοῦσιν.

Ψευδο-Λουκιανός συγγραφέων δὲ ... Ἑλλάνικος ὁ Λέσβιος ὀγδοήκοντα καὶ πέντε καὶ Φερεκύδης ὁ Σύριος ὁμοίως ὀγδοήκοντα καὶ πέντε.

Σοῦδα ... γέγονε δὲ Ἑλλανίκου μαθητής.

Ἱστορικοὶ ι· Θουκυδίδης. Ἡρόδοτος. Ξενοφῶν. Φίλιστος. Θεόπομπος. Ἔφορος. Ἀναξιμένης. Καλλισθένης. Ἑλλάνικος. Πολύβιος.

Διονύσιος ὁ Ἁλικαρνασσεύς ἄρξομαι δʼ ἀπὸ τῆς διαιρέσεως, προειπὼν ὅτι τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων ἢ κατὰ τόπους μεριζόντων τὰς ἀναγραφὰς ἢ κατὰ χρόνους εὐπαρακολουθήτους ἐκεῖνος οὐδετέραν τούτων τῶν διαιρέσεων ἐδοκίμασεν. οὔτε γὰρ τοῖς τόποις, ἐν αἷς αἱ πράξεις ἐπετελέσθησαν, ἀκολουθῶν ἐμέρισε τὰς διηγήσεις, ὡς Ἡρόδοτός τε καὶ Ἑλλάνικος καὶ ἄλλοι τινὲς τῶν πρὸ αὐτοῦ συγγραφέων ἐποίησαν· οὔτε τοῖς χρόνοις, ὡς οἱ τὴν τοπικὴν ἐκδόντες ἱστορίαν προείλοντο, ἤτοι ταῖς διαδοχαῖς τῶν βασιλέων μερίζοντες τὰς ἀναγραφὰς ἢ ταῖς τῶν ἱερέων ἢ ταῖς περιόδοις τῶν ὀλυμπιάδων ἢ τοῖς ἀποδεικνυμένοις ἄρχουσιν ἐπὶ τὰς ἐνιαυσίους ἀρχάς.

Διονύσιος ὁ Ἁλικαρνασσεύς οὐ μὴν Ἡρόδοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλʼ ἐπίστευσεν αὑτῶι κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκεν.

Ἀγαθήμερος ὁ γεωγράφος Ἑλλάνικος γὰρ ὁ Λέσβιος, ἀνὴρ πολυίστωρ, ἀπλάστως παρέδωκε τὴν ἱστορίαν.

Ἑρμογένης ὁ Ταρσεύς περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου καὶ Ἑλλανίκου καὶ Φιλίστου καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν, μάλιστα μὲν καὶ διὰ τὸ ἀπό τε τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τῶν κατʼ ἄνδρα εἰρημένων μὴ χαλεπῶς ἡγεῖσθαι δύνασθαί τινα καὶ περὶ ἐκείνων χαρακτηρίσαι, πρὸς δὲ τούτωι καὶ ὅτι ζήλου καὶ μιμήσεως τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τε, μᾶλλον δὲ οὐδʼ ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ἠξίωται παρὰ τοῖς Ἕλλησι, καθάπερ τὰ τῶν ἄλλων οἷον Θουκυδίδου, Ἡροδότου, Ἑκαταίου, Ξενοφῶντος, τῶν λοιπῶν.

Ἰώσηπος ὁ ἱστορικός περίεργος δʼ ἂν εἴην ἐγὼ τοὺς ἐμοῦ μᾶλλον ἐπισταμένους διδάσκων ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάωι περὶ τῶν γενεαλογιῶν διαπεφώνηκεν ... ἢ τίνα τρόπον Ἔφορος μὲν Ἑλλάνικον ἐν τοῖς πλείστοις ψευδόμενον ἐπιδείκνυσιν.

Στράβων Θεόπομπος δὲ ἐξομολογεῖται φήσας, ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ, κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.

Κλήμης ὁ Ἀλεξανδρεύς Μελησαγόρου γὰρ ἔκλεψεν ... Ἑλλάνικος ...

Στράβων Ἑλλάνικος δὲ χαριζόμενος τοῖς Ἰλιεῦσιν, οἷος ἐκείνου θυμός ...

Ἑλλάνικος ... πλείστην εὐχέρειαν ἐπιδεικνύμενος ἐν πάσηι σχεδόν τι τῆι γραφῆι ...

ῥᾶιον δʼ ἄν τις Ἡσιόδωι καὶ Ὁμήρωι πιστεύσειεν ἡρωολογοῦσι καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίαι τε καὶ Ἡροδότωι καὶ Ἑλλανίκωι καὶ ἄλλοις τοιούτοις.

Ἀρριανός τίς ἦν ὁ τοῦ Ἕκτορος πατήρ; — Πρίαμος. —τίνες ἀδελφοί; Ἀλέξανδρος καὶ Δηίφοβος. —μήτηρ δʼ αὐτῶν τίς; —Ἑκάβη. —παρείληφας ταύτην τὴν ἱστορίαν παρὰ τίνος; —παρʼ Ὁμήρου. γράφει δὲ περὶ τῶν αὐτῶν δοκῶ καὶ Ἑλλάνικος καὶ εἴ τις ἄλλος τοιοῦτος.

Ἀρριανός καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων. —εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν. — ἄκουε· Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακὰ, τὰ δὲ ἀδιάφορα ... —πόθεν οἶδας; —Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. —τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι «Διογένης ἐν τῆι Ἠθικῆι» ἢ «Χρύσιππος» ἢ «Κλεάνθης»;

Φώτιος ἔτι μὴν σύγκειται ὁ αὐτὸς λόγος καὶ ἐκ τῶν Αἰλίου Δίου Περὶ Ἀλεξανδρείας καὶ ἐκ τῶν Αἰγυπτιακῶν Ἑλλανίκου, διʼ ὧν μυθικά τε καὶ πλασματικὰ πολλὰ συλλέξας καὶ διάφορα ἕτερα εἰς τὸ τέλος τοῦ ἕκτου λόγου καταντήσεις.

Δημοσθένου κατὰ — ων Ἑλλανίκου — Διφίλου Σφαττόμενος ...

Σοῦδα Ἑλλάνικος· Μιτυληναῖος, ἱστορικός· υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος, οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότωι παρὰ Ἀμύνται τῶι Μακεδόνων βασιλεῖ, κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίωι τῶι Μιλησίωι ἐπέβαλε, γεγονὼς κατὰ τὰ Περσικὰ ἢ μικρῶι πρόσθεν· ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων, καὶ ἐτελεύτησεν ἐν Περπερήνηι τῆι καταντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς.

Διονύσιος ὁ Ἁλικαρνασσεύς ἀρχαῖοι μὲν οὖν συγγραφεῖς πολλοὶ καὶ κατὰ πολλοὺς τόπους ἐγένοντο πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου, ἐν οἷς ἐστιν .... καὶ Ἑκαταῖος ὁ Μιλήσιος .... ὀλίγωι δὲ πρεσβύτεροι τῶν Πελοποννησιακῶν καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας Ἑλλάνικός τε ὁ Λέσβιος ....

Διονύσιος ὁ Ἁλικαρνασσεύς τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος.

γεννηθῆναι δὲ τῆι αὐτῆι ἡμέραι, ἧι καὶ Ἑλλάνικον, ἐν ἧι ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες

Ψευδο-Λουκιανός συγγραφέων δὲ .... Ἑλλάνικος ὁ Λέσβιος ὀγδοήκοντα καὶ πέντε

Κλήμης ὁ Ἀλεξανδρεύς Μελησαγόρου γὰρ ἔκλεψεν .... Ἑλλάνικος καὶ Ἑκαταῖος καὶ Ἀνδροτίων καὶ Φιλόχορος ....

Θουκυδίδης τοσάδε ἐπῆλθον πολέμωι τε καὶ διαχειρίσει πραγμάτων μεταξὺ τοῦδε τοῦ πολέμου καὶ τοῦ Μηδικοῦ, ἃ ἐγένετο πρός τε τὸν βάρβαρον αὐτοῖς καὶ πρὸς τοὺς σφετέρους συμμάχους νεωτερίζοντας καὶ Πελοποννησίων τοὺς αἰεὶ προστυγχάνοντας ἐν ἑκάστωι. ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην διὰ τόδε, ὅτι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τοῦτο ἦν τὸ χωρίον καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν ἢ αὐτὰ τὰ Μηδικά· τούτων δὲ ὅσπερ καὶ ἥψατο ἐν τῆι Ἀττικῆι ξυγγραφῆι Ἑλλάνικος, βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη· ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν Ἀθηναίων ἐν οἵωι τρόπωι κατέστη.

Διονύσιος ὁ Ἁλικαρνασσεύς τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων.

Φώτιος περὶ τοῦ θάψαντος τὸν πατέρα διὰ τοῦ πυρὸς παρὰ τὸν νόμον, ἐξ οὗ καὶ ἔλεγχος Ἑλλανίκου καὶ Ἡροδότου, ὡς ψεύδονται.

Στράβων ῥᾶιον δʼ ἄν τις Ἡσιόδωι καὶ Ὁμήρωι πιστεύσειεν ἡρωολογοῦσιν καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίαι τε καὶ Ἡροδότωι καὶ Ἑλλανίκωι καὶ ἄλλοις τοιούτοις.