eul_wid: grc-aa
Ἀποσπάσματα περὶ ῬόδουFragments on Rhodes
Ergias of Rhodes Fragments on Rhodes PDF
| t1 [5] | ΠΕΡΙ ΡΟΔΟΥ. Athenaeus VIII: Ἐργίας οὖν ὁ Ῥόδιος ἐν τοῖς Περὶ τῆς πατρίδος, προειπών τινα περὶ τῶν κατοικησάντων τὴν νῆσον Φοινίκων, φησὶν ὡς «Οἱ περὶ Φάλανθον ἐν τῇ Ἰαλυσῷ πόλιν ἔχοντες ἰσχυροτάτην τὴν Ἀχαΐαν καλουμένην, καὶ δαιτὸς ἐγκρατεῖς ὄντες, χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. |
| 1 [40] | Ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἐν χρησμῷ τινι λελεγμένον, ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γένωνται, καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. Ἐλπίζοντες οὖν τοῦτ’ οὐδέποτ’ ἔσεσθαι, καὶ τὰ πρὸς τὸν πόλεμον ῥᾳθυμοτέρως εἶχον. Ὁ δ’ Ἴφικλος, πυθόμενος παρά τινος τὰ τῶν Φοινίκων λόγια, καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα πορευόμενον ἐφ’ ὕδωρ, ᾧ ὄνομα ἦν Λάρκας, καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης, καὶ ἐμβαλὼν εἰς ὑδρεῖον, ἔδωκε τῷ Λάρκᾳ, καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ τοῦτο ἐκχέαι εἰς τὸν κρατῆρα, ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. Καὶ ὁ μὲν ἐποίησε ταῦτα· ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας, καὶ ἀλείψας γύψῳ, ἀφῆκε. Φάλανθος δ’, ἰδὼν τοὺς κόρακας, ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα. Ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτι αὐτῶν εἶναι, καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ὑπεξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὑτῷ. Συγκαταθεμένου δὲ τοῦ Ἰφίκλου, ἐπιτεχνᾶται ὁ Φάλανθος τοιόνδε τι. Καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας, ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον. Αἰσθόμενος δὲ ὁ Ἴφικλος διεκώλυσε. Προσφέροντός τε τοῦ Φαλάνθου τὸν ὅρκον, ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι ὅ τι κατὰ γαστρὸς αἴρωνται, ἀντισοφίζεται, πλοῖα αὐτοῖς διδοὺς, ἵνα ἀποκομισθῶσι, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δὲ οὐδέν. Ἐν ἀπορίᾳ δὲ οἱ Φοίνικες ἐχόμενοι, πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον, ἐπισημαινόμενοι τοὺς τόπους, ἵν’ ὕστερόν ποτε ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. Ἀπαλλαγέντων οὖν τούτῳ τῷ τρόπῳ ἐκ τῆς χώρας τῶν Φοινίκων, κατέσχον τὰ πράγματα οἱ Ἕλληνες.» Τὰ δ’ αὐτὰ ἱστορήσας καὶ Πολύζηλος ἐν τοῖς Ῥοδιακοῖς «Τὰ περὶ ἰχθύων (φησὶ) καὶ τῶν κοράκων μόνοι ᾔδεσαν ὁ Φάκας καὶ ἡ θυγάτηρ αὐτοῦ, Δορκία. Αὕτη δ’ ἐρασθεῖσα τοῦ Ἰφίκλου, καὶ συνθεμένη περὶ γάμου διὰ τῆς τροφοῦ, ἔπεισε τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν, καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν.» |