eul_wid: dhk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Dionysian and Mythological Fragments by Timotheus of Miletus

The work titled Dionysian and Mythological Fragments and attributed to Timotheus of Miletus is unattested in standard scholarly sources. Timotheus, active from approximately 450 to 360 BCE, was a celebrated dithyrambic poet central to the "New Music" movement. His known output consists of lyric poems on mythological subjects, such as Cyclops and Niobe, and his substantial surviving work, the Persians. The description of a prose compilation of fragments does not correspond to his documented poetic oeuvre. If such a collection were to exist, its themes would logically align with the poet's known interests, including musical and metrical innovation, dramatic mythological narratives often focusing on divine suffering, Dionysian ecstasy and cult practice, and historical-patrician celebration as exemplified by the Persians.

The transmission history of Timotheus's works confirms their fragmentary nature. His poetry was largely lost in antiquity, with his major rediscovery being a papyrus containing the Persians, found in Egypt in 1902. No manuscript tradition or ancient testimony supports the existence of a prose collection of fragments compiled under his name. Timotheus remains a significant, if controversial, figure in the history of Greek lyric poetry. His radical innovations in rhythm, instrumentation, and emotional expression were widely imitated and criticized, marking a decisive shift in Classical musical and poetic style. The Persians papyrus continues to be a crucial document for understanding the practical realities of Greek music, metre, and the development of late Classical lyric.

θυιάδα φοιβάδα μαινάδα λυσσάδα
Κύκλωψ
ἔγχευε δʼ ἓν μὲν δέπας κίσσινον μελαίνας
σταγόνος ἀμβρότας ἀφρῶι βρυάζον,
εἴκοσιν δὲ μέτρʼ ἐνέχευʼ, ἀνέμισγε
δʼ αἷμα Βακχίου νεορρύτοισιν
δακρύοισι Νυμφᾶν.
οὔτοι τόν γʼ ὑπεραμπέχοντʼ οὐρανὸν εἰσαναβήσει.
Νιόβη
ἀλλʼ ἐπεὶ
ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾶι,
οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδʼ ἀναβοᾶι,
καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ...
ἔρχομαι· τί μʼ αὔεις;
Πέρσαι
κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον,
σέβεσθʼ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου.
Ἄρης τύραννος· χρυσὸν Ἑλλὰς οὐ δέδοικε.
νυμφα.[, ]ναιανπ[, επ[ε]υκυκλ[, ].ουροθωι[, επ[ε]υθυφ[,
].σκοπειν[, συ[ν]δρομ παλιμμ μουσα[
στοιχο πορο πιφοβα εοξυ[
.ρουκοιλ λινοιοδ..γυια,].ιαδιοπλ
]ασειχον[
[..].[..].[......]αντ[ ]νων[ ]..
συν[εμ]βολο[ι]σι γειτ[...]σ[..]υ[.........]αντιαι[.......]π̣ρι̣[..]νε
χαρα[ξ]ανπο.ιδεγε[...]λογχο[.......]αμφεθ[ε]ντοοδοντων
στο.[.].αιδ[.]κυρτοι[σι]κρασιν[.......
[ ]μέναι [χε]ῖ-
ρας παρέσυρον ἐλα[τίνα]ς·
ἀλλʼ εἰ μὲν [ἐ]νθένδε[......]ισ-
τος ἐπ[ιφ]έροιτο πλαγὰ
ῥηξι[...]ος, πάντες [..]ανέ-
πι[πτον] ἐκεῖσε να[ῦ]ται·
εἰ δʼ ἀντίτοιχος ἀκτ[ὰ
...]ος ἄξειεμ [πο]λυκροτο[..
...]σ̣ιμ̣ο̣ν̣ πεύκας, πάλιν ἐφέροντο·
αἱ δε[....]α̣ι.η γυῖα [δ]ιαφέρουσα[ι
πλ]ευρὰς λι[νο]ζώστους ἔφαι-
νον, τας .[....].[...]...[..]ις
σκηπτ[..] ἐπεμβάλλ[ο]ντες ἀνε-
[χ]αίτιζον, αἱ δὲ πρα[νέες
......].[...]ας ἀπηγ〈λ〉αϊ-
σμένα[ι] σιδα[ρ]〈έ〉ωι κράνει·
ἴσος δὲ πυρὶ δαμ[
....] ἀγκυλένδετος
μεθίετο χερσίν, ἐν δʼ ἔπιπτε γυίοις
αἰθε[.........] ὠμὰ διακραδαίνων·
στερεοπαγῆ δʼ ἐφέρετο φόνι-
α[.........]α̣[..] τ̣ά τε περίβολα
πυρὶ φλεγ[όμ]ενʼ ἐν ἀποτομάσι
βουδό[ροισι· τῶν δὲ] βίοτος
ἐθύετʼ ἀδιν[ὸ]ς ὑπὸ τανυπτέ-
ροισι χαλκόκρασι νευρε[
σμαραγδοχαίτας δὲ πόν-
τος ἄλοκα ναΐοις ἐφοι-
νίσσετο σταλά[γμασι
...]α̣υπαι βοὰ δὲ [πα]μμι[γ]ὴς κατεῖχεν·
ὁμοῦ δὲ νάϊος στρατὸς
βάρβαρος ἀμμι[γ.....]
α̣ν̣τ̣εφέρετʼ ἐ[πʼ ἰχ]θυ[ο]-
στέφεσι μαρμαροπ[τύχ]ο[ι]ς
κόλποισιν [Ἀμφιτρίτ]ας,
ἔνθα τ̣ο̣ι̣ τ̣[.......]πέδιος
ἀνὴρ ἁμεροδρόμοι-
ο χώρας ἄναξ [...
....]μβρίαν α.ω[...
ποσί τε χ]ερσίν τε παί-
ω[ν ἔ]π̣λ̣ε̣ι νησίω-
τας [.......]ς θ̣ε̣ι̣νόμε[νος
.... δ]ιεξόδους μ[ατεύω]ν
ἰσόρροπά τε παλευό[μενος
[ ]ηλ[ ]ων
κ̣αλεῖ θ[αλάσ]σ̣ιον θεὸν
πάτερα τ[
.......].νο̣[...]φι[ ].κεπ̣[..]..[..............]λασσ̣ων.[
.......]σπ[..]τε[ ]..γαν[..]ο̣ν̣[...........]απερσαν
.....].εφασ̣[..]ρ[ ]α̣ντεκ̣εκ̣ρα̣τ̣[..........]νινκελαι̣
...αμ]βλυδω[χ]ρον[ ]σκατεσσφρα[.........].στα
.....]πεπα̣[..]ολλ̣[ ]υτεκ..τοσ[.........]νωτου
.....]ε̣δ̣ι̣α̣π̣α̣λ̣ε̣υ̣ων[ ]πουβασιμον̣[.....]νδιοδον
.....]εσμ[ο]ς[απ]ειρος[ ]φιναοιστρυ[.....]λιχθεις
[ ]υλα[ ]φο̣ν̣[..]ευμα.[ ]
ὅτε δὲ τᾶι λείποιεν αὔραι
τᾶι δʼ ἐπεισέπιπτον, ἀφρῶι
δʼ ὗʼ ἀβακχίωτος ὄμ-
βρος, εἰς δὲ τρόφιμον ἄγγος
ἐχεῖτʼ· ἐπεὶ δʼ ἀμβόλιμος ἅλ-
μα στόματος ὑπερέθυιεν,
ὀξυπαραυδήτωι
φωνᾶι παρακόπωι τε δόξαι φρενῶν
κατακορὴς ἀπείλει
γόμφοισιν ἐμπρίων
μιμούμενος λυμεῶ-
νι σώματος θαλάσσαι·
ἤδη θρασεῖα καὶ πάρος
λάβρον αὐχένʼ ἔσχες ἐμ
πέδαι καταζευχθεῖσα λινοδέτωι τεόν·
νῦν δέ σʼ ἀναταράξει
ἐμὸς ἄναξ ἐμὸς πεύ-
καισιν ὀριγόνοισιν, ἐγ-
κλήισει δὲ πεδία πλόϊμα νομάσι ναύταις·
οἰστρομανὲς παλεομί-
σημʼ ἄπιστόν τʼ ἀγκάλι-
σμα κλυσιδρομάδος αὔρας.
φάτʼ ἄσθματι στρευγόμενος,
βλοσυρὰν δʼ ἐξέβαλλεν ἄ-
χναν ἐπανερευγόμενος
στόματι βρύχιον ἅλμαν·
φυγᾶι δὲ πάλιν ἵετο Πέρ-
σης στρατὸς βάρβαρος ἐπισπέρχων·
ἄλλα δʼ ἄλλαν θραῦεν σύρτις
μακραυχενό-
πλους, χειρῶν δʼ ἔγβαλλον ὀρεί-
ους πόδας ναός, στόματος
δʼ ἐξήλλοντο μαρμαροφεγ-
γεῖς παῖδες συγκρουόμενοι·
κατάστερος δὲ πόντος ἐγ
λιποπνόης … στερέσιν
ἐγάργαιρε σώμασιν,
ἐβρίθοντο δʼ ἀϊόνες.
οἱ δʼ ἐπʼ ἀκταῖς ἐνάλοις
ἥμενοι γυμνοπαγεῖς
ἀυτᾶι τε καὶ δακρυ-
σταγεῖ γόωι
στερνοκτύπωι γοηταὶ
θρηνώδει κατείχοντʼ ὀδυρμῶι·
ἅμα δὲ γᾶν πατρίαν ἐπανε-
καλέοντʼ· ἰὼ Μύσιαι
δενδροέθειραι πτυχαί,
ῥύσασθέ μʼ ἐνθένδε· νῦν ἀήταις
φερόμεθʼ, οὐ γὰρ ἔτι ποτʼ ἀμὸν
σῶμα δέξεται πόλις
κ … εγ γὰρ χερὶ πα … ε … νυμφαιογονον
… ον αντρον ο … διαστακαπε … ονειτεο βαθυ-
τερον ποντοιο τ … α απεχε μαχιμο …
πλοιμον Ελλαν ευ … η
στέγην ἔδειμε
τῆλε τελεόπορον ἐμὸς
δεσπότης· οὐ γὰρ ἂν Τμῶλον οὐδʼ
ἄστυ Λύδιον λιπὼν Σαρδέων
ἦλθον Ἕλλανʼ ἀπέρξων Ἄρη·
νῦν δὲ πᾶι τις δυσέκφευκτον εὕ-
ρηι γλυκεῖαν μόρου καταφυγήν;
Ἰλιοπόρος κακῶν λυαί-
α μόνα γένοιτʼ ἄν, εἰ
δυναστα πρὸς μελαμ-
πεταλοχίτωνα Ματρὸς οὐρείας
δεσπόσυνα γόνατα πεσεῖν
εὐωλένους τε χεῖρας ἀμφιβάλλων
λίσσων χρυσοπλόκαμε
θεὰ Μᾶτερ ἱκνοῦμαι
ἐμὸν ἐμὸν αἰῶνα δυσέκφευκτον, ἐπεί
μʼ αὐτίκα λαιμοτόμωι τις ἀποίσεται
ἐνθάδε μήστορι σιδάρωι,
ἢ κατακυμοτακεῖς ναυσιφθόροι
αὔραι νυκτιπαγεῖ βορέαι δια-
ραίσονται· περὶ γὰρ κλύδων
ἄγριος ἀνέρρηξεν ἅπαγ
γυίων εἶδος ὑφαντόν·
ἔνθα κείσομαι οἰκτρὸς ὀρ-
νίθων ἔθνεσιν ὠμοβρῶσι θοινά.
τοιάδʼ ὀδυρόμενοι κατεδάκρυον·
ἐπεὶ δέ τις λαβὼν ἄγοι
πολυβότων Κελαινᾶν
οἰκήτορʼ ὀρφανὸν μαχᾶν
σιδαρόκωπος Ἕλλαν,
ἄγει κόμης ἐπισπάσας,
ὁ δʼ ἀμφὶ γόνασι περιπλεκεὶς
ἐλίσσετʼ, Ἑλλάδʼ ἐμπλέκων
Ἀσιάδι φωνᾶι διάτορον
σφραγῖδα θραύων στόματος,
Ἰάονα γλῶσσαν ἐξιχνεύων·
ἔπω μοί σοι κῶς καὶ τί πρᾶγμα;
αὖτις οὐδάμʼ ἔλθω·
καὶ νῦν ἐμὸς δεσπότης
δεῦρό μʼ ἐνθάδʼ ἤξει·
τὰ λοιπὰ δʼ οὐκέτι, πάτερ,
οὐκέτι μαχέσʼ αὖτις ἐνθάδʼ ἔρχω,
ἀλλὰ κάθω·
ἐγώ σοι μὲν δεῦρʼ ἐγὼ
κεῖσε παρὰ Σάρδι, παρὰ Σοῦσα,
Ἀγβάτανα ναίων·
Ἄρτιμις ἐμὸς μέγας θεὸς
παρʼ Ἔφεσον φυλάξει.
οἱ δʼ ἐπεὶ παλίμπορον φυ-
γὴν ἔθεντο ταχύπορον,
αὐτίκα μὲν ἀμφιστόμους ἄ-
κοντας ἐκ χερῶν ἔριπτον,
δρύπτετο δὲ πρόσωπʼ ὄνυξι·
Περσίδα στολὴν περὶ στέρ-
νοις ἔρεικον εὐυφῆ,
σύντονος δʼ ἁρμόζετʼ Ἀσιὰς
οἰμωγὰ πολυστόνωι,
κτυπεῖ δὲ πᾶσα Βασιλέως πανήγυρις
φόβωι τὸ μέλλον εἰσορώμενοι πάθος·
ὁ δὲ παλινπόρευτον ὡς ἐσ-
εῖδε Βασιλεὺς εἰς φυγὴν ὁρ-
μῶντα παμμιγῆ στρατόν,
γονυπετὴς αἴκιζε σῶμα,
φάτο δὲ κυμαίνων τύχαισιν·
ἰὼ κατασκαφαὶ δόμων
σείριαί τε νᾶες Ἑλλανίδες, αἳ
κατὰ μὲν ἥλικʼ ὠλέσαθʼ ἥ-
βαν νεῶν πολύανδρον·
νᾶες δʼ οὐκ ὀπισσοπόρευ-
τον ἄξουσιμ, πυρὸς
δʼ αἰθαλόεμ μένος ἀγρίωι
σώματι φλέξει, στονόεντα δʼ ἄλγη
ἔσται Περσίδι χώραι·
ἰὼ βαρεῖα συμφορά,
ἅ μʼ ἐς Ἑλλάδʼ ἤγαγες· ἀλλʼ ἴτε,
μηκέτι μέλλετε,
ζεύγνυτε μὲν τετράορον ἵππων
ὄχημʼ, οἱ δʼ ἀνάριθμον ὄλ-
βον φορεῖτʼ ἐπʼ ἀπήνας·
πίμπρατε δὲ σκηνάς,
μηδέ τις ἡμετέρου γένοιτʼ
ὄνησις αὐτοῖσι πλούτου.
οἱ δὲ τροπαῖα στησάμενοι Διὸς
ἁγνότατον τέμενος, Παιᾶνʼ
ἔσται Περσίδι χώραι·
ἄνακτα, σύμμετροι δʼ ἐπε-
κτύπεον ποδῶν
ὑψικρότοις χορείαις.
ἀλλʼ ὦ χρυσεοκίθαριν ἀέ-
ξων μοῦσαν νεοτευχῆ,
ἐμοῖς ἔλθʼ ἐπίκουρος ὕμ-
νοις ἰήιε Παιάν·
ὁ γάρ μʼ εὐγενέτας μακραί-
ων Σπάρτας μέγας ἁγεμὼν
βρύων ἄνθεσιν ἥβας
δονεῖ λαὸς ἐπιφλέγων
ἐλᾶι τʼ αἴθοπι μώμωι,
ὅτι παλαιοτέραν νέοις
ὕμνοις μοῦσαν ἀτιμῶ·
ἐγὼ δʼ οὔτε νέον τινʼ οὔ-
τε γεραὸν οὔτʼ ἰσήβαν
εἴργω τῶνδʼ ἑκὰς ὕμνων·
τοὺς δὲ μουσοπαλαιολύ-
μας, τούτους δʼ ἀπερύκω,
λωβητῆρας ἀοιδᾶν,
κηρύκων λιγυμακροφώ-
νων τείνοντας ἰυγάς.
πρῶτος ποικιλόμουσος Ὀρ-
φεὺς χέλυν ἐτέκνωσεν
υἱὸς Καλλιόπας
Πιερίαθεν·
Τέρπανδρος δʼ ἐπὶ τῶι δέκα
ζεῦξε μοῦσαν ἐν ὠιδαῖς·
Λέσβος δʼ Αἰολία νιν Ἀν-
τίσσαι γείνατο κλεινόν·
νῦν δὲ Τιμόθεος μέτροις
ῥυθμοῖς τʼ ἑνδεκακρουμάτοις
κίθαριν ἐξανατέλλει,
θησαυρὸν πολύυμνον οἴ-
ξας Μουσᾶν θαλαμευτόν·
Μίλητος δὲ πόλις νιν ἁ
θρέψασʼ ἁ δυωδεκατειχέος
λαοῦ πρωτέος ἐξ Ἀχαιῶν.
ἀλλʼ ἑκαταβόλε Πύθιʼ ἁγνὰν
ἔλθοις τάνδε πόλιν σὺν ὄλβωι,
πέμπων ἀπήμονι λαῶι
τῶιδʼ εἰρήναν θάλλουσαν εὐνομίαι.
διὰ σὲ καὶ τεὰ δῶρα ειτα Σκύλλα
οὐκ ἀείδω τὰ παλαιά,
καινὰ γὰρ ἀμὰ κρείσσω·
νέος ὁ Ζεὺς βασιλεύει,
τὸ πάλαι δʼ ἦν Κρόνος ἄρχων·
ἀπίτω Μοῦσα παλαιά.
εἶτʼ ἤδη δὸς φιάλην Ἄρεως
κατὰ Τιμόθεον ξυστόν τε βέλος.
ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ
σώματος μέρη δαμάζετʼ ἐν πυρικτίτωι στέγαι·
Τιμόθεος ἔφη ποτʼ, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
τεταμένον ὀρίγανα διὰ μυελοτρεφῆ.
σύ τʼ ὦ τὸν ἀεὶ πόλον οὐράνιον
λαμπραῖς ἀκτῖσʼ Ἥλιε βάλλων,
πέμψον ἑκαβόλον ἐχθροῖσι βέλος
σᾶς ἀπὸ νευρᾶς, ὦ ἵε Παιάν.
σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς·
μακάριος ἦσθα, Τιμόθεʼ, ὅτε κᾶρυξ
εἶπε· νικᾶι Τιμόθεος
Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν,
διὰ κυάνεον πόλον ἄστρων
διά τʼ ὠκυτόκοιο σελάνας.
ὅτʼ αὔξεται ἡλίου αὐγαῖς