eul_wid: okq-ch
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations: Oration 57 (Nestor) by Dio Chrysostom of Prusa

Why does Homer have Nestor boast of advising Pirithous, Dryas, Caeneus and Theseus when he tries to reconcile Agamemnon and Achilles? Dio's answer is that the old man meant to humble two men swollen with pride, one by birth and strength, the other by royal power, and that his speech works like honey, sweet to the healthy and stinging to a wound. He then justifies repeating to his audience the speeches he made before the emperor.

Part of Orations

ΝΕΣΤΩΡ

Διὰ τί ποτε δοκεῖ ὑμῖν Νέστορος Ὅμηρος ποιῆσαι τάδε τὰ ἔπη πρὸς Ἀγαμέμνονα καὶ Ἀχιλλέα, παραμυθούμενον αὐτοὺς καὶ διδάσκοντα μὴ διαφέρεσθαι ἀλλήλοις· ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μʼ οἵ γʼ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν, Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον, Θησέα τʼ Αἰγείδην ἐπιείκελον ἀθανάτοισι. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· καὶ μέν μευ βουλέων ξύνιον πείθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον. ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα λέγοντα περὶ τοῦ Πειρίθου καὶ Δρύαντος καὶ τῶν ἄλλων ὅτι θαυμαστοί τε φύσει ὄντες καὶ πολὺ κρείττους ἐκείνων προσεδέοντο τῆς αὐτοῦ διανοίας, καὶ ἧκε μετάπεμπτος εἰς Θετταλίαν ἐκ Πύλου δεομένων ξυνεῖναι καὶ διαλέγεσθαι αὐτῷ; ἔτι γὰρ εἰπὼν ὅτι κράτιστοι ἀνθρώπων ἦσαν, ὡς μέγα τι μαρτυρεῖν ἔοικεν αὐτοῖς τὸ ξυνιέναι τῆς αὑτοῦ γνώμης καὶ πείθεσθαι τοῖς λόγοις. ἢ τοῦτο μὲν σχεδὸν οὗ ἕνεκά φαμεν· πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων· ἀλλʼ ἔστιν ἡ ἀπείθεια ταὐτὸν ἀξυνεσίᾳ; φέρε δὴ καὶ τἄλλα σκεψώμεθα, πότερον ὀρθῶς εἴρηκεν ἢ διʼ ἀλαζονείαν. οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐδʼ ἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες· οὓς δʼ ἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους ἢ τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν ὁ Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὐτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων. ὥσπερ οὖν εἰ λοιδορῶν αὑτὸν καὶ λέγων ὅτι μηδέποτε μηδεὶς ἠξίωσεν αὐτῷ συμβουλεύσασθαι περὶ μηδενὸς ἔμελλε προτρέπειν τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα πείθεσθαι τοῖς λόγοις, οὐκ ἂν ὤκνησε λοιδορεῖν· οὕτως εἰ τὸν ἔπαινον ᾤετο παρορμήσειν πρὸς τοῦτο, εἰκότως ἐπῄνει. ἢ οὐκ ἀνοήτου ἀνθρώπου ἐστὶν αἰσχύνεσθαι αὑτὸν ἐπαινεῖν μέλλοντα τὰ μέγιστα ὀνήσειν; ὥσπερ οἶμαι καὶ τοὐναντίον σεμνύνεσθαι καὶ λέγειν ὑπὲρ αὑτοῦ πολλάκις, εἰ κίνδυνός τις ἢ βλάβη προσείη. καθάπερ οὖν ὅταν ἰατρὸς βουλόμενος τεμεῖν τινα ἢ καῦσαι παρασχεῖν αὑτὸν ἢ πιεῖν φάρμακον ἀηδές, δειλὸν εἰδὼς τὸν ἄνθρωπον καὶ ἀνόητον, ἑτέρων μνημονεύῃ τῶν ὑφʼ αὑτοῦ σωθέντων διὰ τὸ πεισθέντας ὑπομεῖναι τὴν θεραπείαν, οὐδείς φησιν ἀλαζονεύεσθαι τὸν ταῦτα λέγοντα· δοκεῖ μοι δικαίως ἂν μηδὲ ὁ Νέστωρ αἰτίαν ἔχειν ἀλαζονείας. ἓν μὲν δὴ τοῦτο ὑπῆρχεν ὄφελος ἐκ τῶν λόγων· ἕτερον δέ· τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα ἠπίστατο οὐκ ἄλλως ἁμαρτάνοντας ἢ διʼ ὕβριν· ὑβρίζειν δὲ ἡγεῖτο τοὺς ἀνθρώπους τότε μάλιστα σχεδόν, ἐπειδὰν καταφρονῶσι τῶν ἄλλων καὶ νομίζωσι πολὺ χείρους αὑτῶν, ἐπαιρόμενοι διὰ δόξαν ἢ δύναμιν, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα ἐγίγνωσκε διὰ τοῦτο ἐπαιρομένους καὶ στασιάζοντας ὑπὸ μεγαλαυχίας ἑκάτερον. ὁ μὲν γὰρ ᾤετο, Πηλέως καὶ Θέτιδος υἱὸς ὢν καὶ τῶν τότε ἀνθρώπων διαφέρων ἐν τῷ μάχεσθαι, προσήκειν αὑτῷ μηδενὸς ἁπλῶς ὑπακούειν μηδὲ κρείττονα νομίζειν αὑτοῦ μηδένα· τῷ δὲ Ἀγαμέμνονι τῆς ὕβρεως αἴτιον ὑπῆρχεν ἡ δύναμις ἡ τῆς βασιλείας καὶ τὸ μόνον ἄρχειν τῶν Ἑλλήνων πάντων. ὑπὸ δὴ τούτων ὁρῶν αὐτοὺς διεφθαρμένους καὶ μὴ δυναμένους ὁμονοεῖν ἀλλήλοις, ἀλλὰ τὰς ψυχὰς οἰδοῦντας, ὡς ὕστερόν φησιν ὁ Ἀχιλλεύς, ἀλλά μοι οἰδάνεται κραδίη· ἐβούλετο ταπεινῶσαι καὶ τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν· ὥσπερ οἱ τὰ οἰδοῦντα νύξαντες ἢ πιέσαντες. διὰ τοῦτο ἐμέμνητο ἀνδρῶν ἐνδόξων καὶ δυνατῶν, ἔτι δὲ οἶμαι πρότερον γεγονότων, εἰδὼς ἐκείνοις μᾶλλον συνεπομένην τὴν δόξαν. καὶ μέντοι γε οὐκ ἐπʼ αὐτοῖς ἐποιήσατο τίνα γνώμην ἕξουσι περὶ τῶν ἀνδρῶν, ἀλλʼ αὐτὸς ἀποφαίνεται ἄντικρυς ὡς πολὺ κρείττονας ἐκείνων ὄντας, εἰ δύναιντο ὀλίγον ὑφεῖναι τοῦ τύφου καὶ τῆς μανίας. ἆρα εἰκῇ δοκεῖ ὑμῖν Ὅμηρος περιθεῖναι τοὺς λόγους τούτους Νέστορι, ὅν φησι δεινότατον εἶναι ἀνθρώπων καὶ τὴν δύναμιν αὐτοῦ τῶν λόγων προσεικάζει τῇ φύσει τοῦ μέλιτος, ὃ τοῖς μὲν ὑγιαίνουσιν ἥδιστον καὶ γλυκύτατον ἁπάντων, τοῖς δὲ νοσοῦσι καὶ πυρέττουσιν, ὥς φασιν, ἀηδέστατον καὶ τὰ ἡλκωμένα καὶ πεπονθότα καθαίρειν καὶ δάκνειν πέφυκεν. καὶ γὰρ ὁ τοῦ Νέστορος λόγος, τοῖς ἄλλοις γλυκὺς φαινόμενος, πικρὸς ἔδοξε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἀγαμέμνονι, νοσοῦσι καὶ διεφθαρμένοις ὑπὸ τῆς ὀργῆς, ὥστε οὐκ ἐπείσθησαν αὐτῷ διὰ τὴν ἄνοιαν. οὐκοῦν οὐδὲ τοῦτο εἶπε μάτην Ὅμηρος, οὐδέ, ὥσπερ οἴονταί τινες, ἀπὸ τύχης. περὶ μὲν οὖν τούτων ἐῶμεν. ἐκεῖνο δʼ ἐνθυμηθῆναι ἄξιον ἀπὸ τῶν εἰρημένων, ἐάν τις ἀνθρώποις ὁμιλῶν διηγῆται πρὸς αὐτοὺς ὅτι καὶ πρότερον ἄλλοις ὁμιλήσας πολὺ κρείττοσι, δήμοις ἢ βασιλεῦσιν ἢ τυράννοις, οὐκ ἀπέτυχεν αὐτῶν, ἀλλʼ ἔσχεν ὑπακούοντας καὶ πειθομένους, εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν, ὡς διὰ τοῦτο μεμνημένος ἐκείνων τῶν λόγων, ἵνα θαυμάζοιτο καὶ δοκοίη μακάριος, ἢ μᾶλλον ἵνα πειθομένους ἔχοι τοὺς ἀκούοντας, μιμούμενος τὴν τοῦ Νέστορος διδασκαλίαν. καὶ γὰρ ἄτοπον, εἰ Σωκράτης μὲν τοὺς ἐν Λυκείῳ ῥηθέντας λόγους ὀλίγον μεταβὰς ἀπήγγελλε τοῖς ἐν Ἀκαδημίᾳ, καὶ τοὺς ἐν Ἀκαδημίᾳ πάλιν εἰς τὸ Λύκειον ἐλθὼν οὐκ ὤκνει διαλέγεσθαι, καὶ τοσοῦτος ἤδη χρόνος ἐστὶν ἐξ οὗ τὰς αὐτὰς διδάσκουσι τραγῳδίας καὶ κωμῳδίας· ἡμεῖς δὲ ἄτοπον δόξομεν ποιεῖν, ἐπειδὴ βούλεσθε ἀκροᾶσθαι λόγων τινῶν, τοὺς ῥηθέντας πρὸς τὸν αὐτοκράτορα νῦν ἀπαγγέλλοντες, ὡς οὐ διαφέρον εἰδέναι πότερον ὠφέλιμοι καὶ χρήσιμοι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἐκεῖνοι ἢ φαῦλοι καὶ ἀνωφελεῖς. εὖ γὰρ ἴστε ὅτι τοῖς μὲν ἰδιώταις οἱ λεγόμενοι λόγοι πρὸς αὐτοὺς ἐκείνους τείνουσι καὶ ὀλίγους τῶν ἄλλων· οἱ δὲ πρὸς τοὺς βασιλέας ταῖς δημοσίαις ἐοίκασιν εὐχαῖς ἢ κατάραις. ὅθεν ἐγὼ τὸν Πέρσην οὔτε τἄλλα νομίζω φρόνιμον οὔτε ὅτι τοὺς τυχόντας ἀνθρώπους πανταχῇ διέπεμπεν, ὦτα βασιλέως καλουμένους, καὶ πάντα ἐκείνοις ἀκούειν ἐπέτρεπε, δέον φυλάττεσθαι τὰ βασιλέως ὦτα πολὺ μᾶλλον τῆς χρυσῆς πλατάνου, μή τι δυσχερὲς ἀκούσῃ καὶ βλαβερόν.