eul_wid: pnw-aa

Ἠθικὰ Ἀποσπάσματα ἐκ Στοβαίου
Ethical Fragments from Stobaeus

Hierocles the Stoic Ethical Fragments from Stobaeus PDF

48 (3) Stobäus Ecl. I p. 63, 6 W Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον. Ἔτι προσδιαληπτέον καὶ ταῦθ’ ὑπὲρ τῶν θεῶν, ὡς εἰσὶν ἄτρεπτοι καὶ ἀραρότες τοῖς κρίμασιν, ὥστε τοῦ δόξαντος μηδέποτε 〈τοῦ〉 ἀπ’ ἀρχῆς ἐξίστασθαι. μία γάρ τις ἦν τῶν ἀρετῶν καὶ ἡ ἀμεταπτωσία καὶ βεβαιότης, ἣν εἰκὸς οὐχ ἥκιστα κἀν θεοῖς εἶναι παρέχουσαν τὸ ἱδρυμένον καὶ ἔμπεδον τῶν ἅπαξ αὐτοῖς δοξάντων. ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὰς κολάσεις, ἃς ἔκρινέ τισιν ἐπιθεῖναι τὸ δαιμόνιον, πιθανὸν παρίεσθαι. καὶ γὰρ ἀναλογίσασθαι ῥᾴδιον, ὡς εἰ μεταβάλλουσιν οἱ θεοὶ τὰς αὑτῶν κρίσεις καὶ ὃν ἔγνωσαν κολάσαι παριᾶσιν ἀκόλαστον, οὔτε καλῶς καὶ δικαίως διοικοῖεν 〈ἂν〉 τὰ κατὰ τὸν κόσμον, οὔτε ἀπολογισμὸν εἰκότα φέρειν ἂν δύναιντο μετανοίας. καὶ τὰ τοιαῦτα ἔοικεν αὐτοσχεδίως καὶ μετ’ οὐδενὸς λέγειν ἡ ποιητική (Hom. Ι 499—501) καὶ θυσίαισι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶς’ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ καὶ τὸ (Ι 497) στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, συνόλως τε πᾶν εἴ τι τούτοις εἴρηται παραπλησίως. Stobäus Ecl. I p. 64, 1 W Ἐν ταὐτῷ. Ἀλλ’ οὐ μὴν οὐδὲ ἐκεῖνο παρετέον, ὡς εἰ καὶ μὴ κακῶν αἴτιοι τυγχάνουσιν οἱ θεοί, τῶν γε τοιούτων ἔνια προσάπτουσί τισι καὶ περιβάλλουσιν
49 ἀξίους σωματικαῖς τε ἐλαττώσεσι καὶ ταῖς τῶν ἐκτός, οὐ κακοηθείᾳ χρώμενοι κἀξεπίτηδες δυσχρηστῆσαι ἄνθρωπον οἰόμενοι δεῖν, ἀλλ’ ἐν τρόπῳ κολάσεως. καθάπερ γὰρ λοιμοὶ καὶ αὐχμοί, ἔτι δὲ ἐπομβρίαι καὶ σεισμοὶ καὶ πᾶν τὸ τοιόνδε τὰ μὲν πολλὰ γίγνεται δι’ αἰτίας ἑτέρας τινὰς φυσικωτέρας, ἔστι δ’ ὅτε καὶ ὑπὸ θεῶν, ἐπειδὰν καιρὸς ᾖ δημοσίᾳ καὶ κοινῇ τὰ πολλῶν ἀμπλακήματα κολασθῆναι, τὸν αὐτὸν τρόπον καὶ πρὸς ἕνα χρῶνταί ποτε θεοὶ σωματικοῖς ἐλαττώμασι καὶ τοῖς ἐκτός, 〈ἐσ〉 αὐτοῦ μέντοι κόλασιν, ἐπιστροφὴν δὲ καὶ προαίρεσιν ἀμείνω τῶν ἄλλων. Stobäus Ecl. II p. 181, 8 W Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον. Πολὺ δέ μοι δοκεῖ συμβάλλεσθαι πρὸς τὸ καλῶς χρῆσθαι θεοῖς καὶ τὸ διειληφέναι, ὡς οὐδενός ποτε κακοῦ γίγνεται θεὸς αἴτιος, ἀλλὰ ταῦτα μὲν ἐκ τῆς κακίας ἀπαντᾷ μόνης, οἱ δὲ θεοὶ τὸ ἐφ’ ἑαυτοῖς ἀγαθῶν τέ εἰσιν αἴτιοι καὶ τῶν εὐχρήστων, ἡμεῖς δέ ἐσμεν οἱ τὰς εὐεργεσίας αὐτῶν οὐ προσιέμενοι, περιβάλλοντες δ’ ἑαυτοὺς κακοῖς αὐθαιρέτοις. ἤδη καιρὸν ἔχειν μοι τὸ ποιητικὸν ἐκεῖνο δοκεῖ κατὰ τὸν τόπον τοῦτον, ὡς δὴ οἱ «βροτοὶ» τοὺς «θεοὺς αἰτιόωνται» (Hom. Od. α 32) ὡς ἐξ αὐτῶν ἐπιπεμπομένων τῶν κακῶν, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν. ἐπεί τοί γε ὡς ὁ θεὸς οὐδαμῇ οὐδαμῶς κακῶν αἴτιός ἐστιν, ἐκ πολλῶν 〈ἂν〉 νοήσειέ τις, πρὸς δὲ τὸ παρὸν ἀποχρήσειεν ἂν ἴσως ὁ Πλάτωνος ἐκεῖνος λόγος (Rep. I p. 335D). οὐ γὰρ θερμοῦ φησι τὸ ψύχειν ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχροῦ τὸ θερμαίνειν ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὖν οὐδὲ ἀγαθοποιοῦ τὸ κακοποιεῖν, ἀλλὰ τοὐναντίου. καὶ μὴν ἀγαθὸς ὁ θεός, πεπληρωμένος εὐθὺς ἀπ’ ἀρχῆς ταῖς ἁπάσαις ἀρεταῖς, ὥστ’ οὐκ ἂν κακοποιητικὸς ὁ θεὸς εἴη οὐδέ τινι κακῶν αἴτιος, πάντα δὲ τοὐναντίον παρέχων ἀγαθὰ τοῖς λαβεῖν βουλομένοις ἅπασι, χαριζόμενος δὲ σὺν τοῖς ἀγαθοῖς καὶ τῶν μέσων, ὅσα κατὰ φύσιν ἡμῖν ἐστι [τὰ] ποιητικά τε τῶν κατὰ φύσιν. ἓν δὲ καὶ μόνον αἴτιον τῶν κακῶν 〈ἡ κακία〉. ***
50 Ταῦτα χρὴ διειληφέναι, ὡς τῶν μὲν ἀγαθῶν αἰτίων ὄντων τῶν θεῶν, τῶν δὲ κακῶν τῆς κακίας. τίνα οὖν ἡμῖν τοῦ κακῶς πάσχειν αἴτια; ἐπειδὴ τῶν μέσων ἐστί τινα παρὰ φύσιν καὶ δύσχρηστα ἢ νὴ Δία ποιητικὰ τῶν τοιούτων, ἄξιον καὶ περὶ τούτων τὴν νυνὶ διάληψιν ἔχειν, οἷον νόσου λέγω, πηρώσεως, θανάτου, πενίας, δόξης καὶ τῶν παραπλησίων. πολλὰ τοίνυν πέφυκεν αὐτῶν περαίνειν καὶ ἡ κακία· καὶ δι’ ἀκρασίαν καὶ λαγνείαν πολλαὶ μὲν γίνονται νόσοι, πολλαὶ δὲ πηρώσεις· διά τε ἀδικίαν πολλοὶ μὲν ἐχειροκοπήθησαν καὶ ἄλλας τοιαύτας ἀνεδέξαντο λώβας, πολλοὶ δὲ καὶ ὅλως ἀπέθανον. ἐμποδίζεται δὲ πυκνὰ καὶ ἡ φιλάνθρωπος ἰατρικὴ πρὸς τὴν ἑαυτῆς πρόθεσιν ὑπὸ τῆς κακίας· ἄπρακτα γὰρ γίνεται τὰ βοηθήματα τῆς τέχνης δι’ ἀπείθειαν καὶ ἀκρασίαν καὶ φυγοπονίαν τῶν νοσούντων. καὶ μὴν πολλοὺς μὲν ἀπειργάσατο πτωχοὺς καὶ ἀπόρους ἀσωτία καὶ πολυτέλεια, πολλοὺς δὲ ἀδόξους αἰσχροκέρδεια καὶ μικροπρέπεια. μετά γε μὴν τὴν κακίαν δευτέρα τῶν τοιούτων πρόφασις ἡ ὕλη. τὰ μὲν γὰρ μετέωρα καὶ ὑπὲρ ἡμᾶς, ὡς ἂν ἐκ τῆς εἰλικρινεστάτης οὐσίας γεγονότα, δι’ ὁμαλοῦ πορεύεται, πάντων ἐν αὐτοῖς κατὰ τοὺς τῆς φύσεως λόγους περαινομένων, τὰ δ’ ἐπίγεια καθάπερ ὑποστάθμην καὶ ἰλὺν ἔχοντα τὴν ὅλων τὴν οὐσίαν **** Stobäus Anthol. III p. 730, 17 Hense Ἱεροκλέους ἐκ τοῦ Πῶς πατρίδι χρηστέον. Μετὰ τὸν περὶ θεῶν λόγον εὐλογώτατόν ἐστιν ὑποθέσθαι πῶς πατρίδι χρηστέον. ἔστι γὰρ ὡσανεὶ δεύτερός τις θεὸς αὕτη 〈ἢ〉 νὴ Δία πρῶτος καὶ μείζων γονεύς· παρ’ ὃ δὴ καὶ ὁ τοὔνομα τῷ πράγματι θέμενος οὐκ ἀνεντρεχὲς ἔθετο, παρασχηματίσας μὲν τῷ πατρί, θηλυκῶς δ’ ἐξενεγκών, ἵν’ οἷον μῖγμα τυγχάνοι τῆς τε τοῦ πατρὸς καὶ τῆς μητρῴας 〈ἀξίασ〉. καὶ δὴ οὗτος μὲν ὁ λόγος ὑπαγορεύει πατρίδα τιμᾶν ἐπίσης τοῖς δυσὶ γονεῦσι τὴν μίαν, ὥστε θατέρου μὲν τῶν γειναμένων ὁποτερουοῦν καὶ δὴ προκρίνειν τὴν πατρίδα, προτιμᾶν δ’ αὐτῆς μηδ’ ἅμα τοὺς δύο, δι’ ἴσης δὲ μοίρας ἄγειν. ἀλλ’ ἕτερος αὖ λόγος ἐστίν, ὃς παρακαλεῖ καὶ προτιμᾶν αὐτὴν τῶν γονέων
51 ἅμα τοῖν δυεῖν, καὶ οὔτοι μόνον τούτων, ἀλλὰ καὶ γυναικὸς σὺν αὐτοῖς καὶ τέκνων καὶ φίλων καὶ ἁπαξαπλῶς μετὰ θεοὺς τῶν ἄλλων ἁπάντων. Stobäus Anthol. III p. 731, 16 Hense Ἐν ταὐτῷ. Ὥσπερ οὖν ἀνόητος μὲν ὁ τῶν πέντε δακτύλων τὸν ἕνα προκρίνων, εὐλόγιστος δὲ ὁ τοὺς πέντε τοῦ ἑνός· ὁ μὲν γὰρ ἀτιμάζει καὶ τὸν προκεκριμένον, ὁ δ’ ἐν τοῖς πέντε καὶ τὸν ἕνα περισῴζει· τοῦτον δ’ αὖ τὸν τρόπον καὶ ὁ μὲν ἑαυτὸν τῆς πατρίδος πλέον σῴζειν βουλόμενος πρὸς τῷ δρᾶν ἀθέμιτα καὶ ἄλλως ἀνόητος ἱμείρων ἀδυνάτων, ὁ δὲ ἑαυτοῦ προτιμῶν τὴν πατρίδα θεοφιλής τε καὶ τοῖς λογισμοῖς ἀραρώς. εἴρηται δ’ ὅμως, ὡς κἂν εἰ μὴ συναριθμοῖτό τις τῷ συστήματι, κατ’ ἰδίαν δ’ ἐξετάζοιτο, καθήκειν τῆς ἑαυτοῦ σωτηρίας τὴν τοῦ συστήματος προκρίνειν, ὅτι τὴν ὡς πολίτου σωτηρίαν ἀνύπαρκτον ἀπέφαινεν ἡ τῆς πόλεως ἀπώλεια, καθάπερ καὶ τὴν [ὡς] δακτύλου, ὡς μέρους χειρός, ἡ τῆς χειρὸς ἀναίρεσις. καὶ δὴ κατὰ τούτων ἡμῖν συγκεκεφαλαιώσθω, διότι χρὴ τὸ κοινῇ συμφέρον τοῦ ἰδίᾳ μὴ χωρίζειν, ἀλλ’ ἓν ἡγεῖσθαι καὶ ταὐτόν· τό τε γὰρ τῇ πατρίδι συμφέρον κοινόν ἐστι καὶ τῶν κατὰ μέρος ἑκάστῳ (τὸ γὰρ ὅλον δίχα τῶν μερῶν ἐστιν οὐδέν) τό τε τῷ πολίτῃ συμφέρον προσήκει καὶ τῇ πόλει, ἐάν γε ὡς πολίτῃ συμφέρον λαμβάνηται. καὶ γὰρ 〈τὸ〉 τῷ χορευτῇ ὡς χορευτῇ λυσιτελὲς καὶ τῷ ὅλῳ χορῷ κερδαλέον ἂν εἴη. τοῦτον οὖν τὸν λόγον ἐνθέμενοι πάντα ταῖς διανοίαις πολὺ φῶς ἕξομεν ἐν τοῖς κατὰ μέρος, ὥστε ἐν μηδενὶ παραλιπεῖν καιρῷ τὸ πρὸς τὴν πατρίδα καθῆκον. Stobäus Anthol. III p. 733, 7 Hense Ἐν ταὐτῷ. Ὧν οὕνεκά φημι δεῖν ἀποικονομεῖσθαι πᾶν καὶ πάθος καὶ νόσημα τῆς ἑαυτοῦ ψυχῆς τὸν πατρίδι χρησόμενον καλῶς. δεῖ δὲ καὶ τοὺς νόμους τῆς πατρίδος καθάπερ τινὰς θεοὺς δευτέρους συντηρεῖν αὐτόν τε βιοῦντα κατὰ τὴν τούτων ὑφήγησιν, κἂν εἰ παραβαίνειν τις αὐτοὺς ἢ νεοχμοῦν ἐπι‐
52 χειροίη, σπουδῇ πάσῃ κωλύοντα καὶ πάντα τρόπον ἐναντιούμενον. οὐ γὰρ ἀγαθὸν ἐπιτήδευμα πόλει δι’ ἀτιμίας ἀγόμενοι νόμοι καὶ τὰ νέα προκρινόμενα τῶν παλαιῶν. ὅθεν καὶ τῶν ψηφισμάτων καὶ τῆς παραθέρμου ταύτης καινουργίας εἰρκτέον τοὺς αὐθαδέστερον ἐπὶ τοῦτ’ ἰόντας. ἀποδέχομαι δ’ οὖν ἔγωγε καὶ τὸν τῶν Λοκρῶν νομοθέτην Ζάλευκον, ὃς ἐνομοθέτησε τὸν καινὸν εἰσοίσοντα νόμον βρόχου περικειμένου τῷ τραχήλῳ τοῦτο ποιεῖν, ὡς ἀκαρὴς οἴχοιτο πνιγείς, εἰ μὴ μάλα σφόδρα λυσιτελῶς τῷ κοινῷ παραδιατάττοιτο τὴν ἐξ ἀρχῆς τῆς πολιτείας κατάστασιν. οὐδὲν δ’ ἧττον τῶν νόμων καὶ τὰ ἔθη φυλακτέον τά γε ὄντως πάτρια καὶ τάχα που πρεσβύτερα καὶ τῶν νόμων αὐτῶν· ἐπεὶ τά γε χθιζὰ ταῦτα καὶ πρωιζά, τὰ νῦν εἰς ἅπασαν εἰσηγμένα πόλιν οὔτε πάτρια ἡγητέον καὶ τάχ’ οὐδὲ ἔθη τὸ σύνολον. εἶτα τὸ μὲν ἔθος ἄγραφός τις εἶναι βούλεται νόμος, καλὸν ἐπιγεγραμμένος νομοθέτην τὴν τῶν χρωμένων ἁπάντων εὐαρέστησιν, ἴσως δέ που καὶ τοῖς φύσει δικαίοις ἐγγὺς βάλλων. Stobäus Florileg. III p. 7, 13 Meineke 21 Ἱεροκλέους ἐκ τοῦ περὶ γάμου. Ἀναγκαιότατός ἐστιν ὁ περὶ τοῦ γάμου λόγος. ἅπαν μὲν γὰρ ἡμῶν τὸ γένος ἔφυ πρὸς κοινωνίαν, πρώτη δὲ καὶ στοιχειωδεστάτη τῶν κοινωνιῶν ἡ κατὰ τὸν γάμον. οὔτε γὰρ πόλεις ἂν ἦσαν μὴ ὄντων οἴκων, οἶκός τε ἡμιτελὴς μὲν τῷ ὄντι ὁ τοῦ ἀγάμου, τέλειος δὲ καὶ πλήρης ὁ τοῦ γεγαμηκότος. 22 Ἐν ταὐτῷ. Οὐκοῦν ἔχομεν ἐν τοῖς περὶ οἴκων ἀποδεδειγμένον, ὡς τῷ σοφῷ προηγούμενος μέν ἐστιν ὁ μετὰ γάμου βίος, ὁ δ’ ἄνευ γυναικὸς κατὰ περίστασιν· ὥστ’ ἐπειδὴ χρὴ μὲν ἐν οἷς γε δυνάμεθα μιμεῖσθαι τὸν ἔχοντα νοῦν, τούτῳ δὲ προηγούμενόν ἐστι τὸ γαμεῖν, δῆλον ὅτι καὶ ἡμῖν ἂν εἴη καθῆκον, εἴ γε μή τις εἴη περίστασις ἐμποδών. καὶ δὴ τοῦτο μὲν πρῶτον· ἔοικε δὲ καὶ πρὸ τοῦ σοφοῦ παρακαλεῖν ἡμᾶς ἡ καὶ αὐτὸν τὸν σοφὸν ἐπὶ τὸν γάμον ἐξοτρύνουσα φύσις, ἥ τις οὐ συναγελαστικοὺς ἡμᾶς ἀπειργάσατο μόνον, ἀλλὰ καὶ συνδυαστικούς, μετὰ τοῦ ἕν τε καὶ κοινὸν ἔργον ὑποθεῖ‐
53 ναι τῷ συνδυασμῷ· λέγω δὲ τὴν παίδων γένεσιν καὶ βίου διεξαγωγὴν εὐσταθοῦς. δικαία δὲ διδάσκαλος ἡ φύσις, ὅτι τῇ παρ’ αὐτῆς κατασκευῇ σύμφωνον τὴν ἐκλογὴν χρὴ γίνεσθαι τῶν καθηκόντων. ζῇ γοῦν ἕκαστον τῶν ζῴων ἑπομένως τῇ ἑαυτοῦ φυσικῇ κατασκευῇ, καὶ νὴ Δία τὸ φυτὸν ἅπαν ὡσαύτως κατὰ τὸ ἐπὶ αὐτῶν λεγόμενον ζῆν, πλὴν οὐκ ἐκλογισμῷ καὶ ἀριθμήσει τινὶ χρώμενα καὶ ταῖς ἀπὸ τῶν βασανιζομένων ἐκλογαῖς, ἀλλὰ τὰ μὲν φυτὰ τῇ φύσει ψιλῇ (ψυχῆς γάρ ἐστιν ἀμέτοχα), τὰ δὲ ζῶια φαντασίαις τε σπώσαις ἐπὶ τὰ οἰκεῖα καὶ ἐξελαυνούσαις προθυμίαις. ἡμῖν δὲ ἡ φύσις ἔδωκε τὸν λόγον τά τε ἄλλα πάντα καὶ σὺν πᾶσι, μᾶλλον δὲ πρὸ πάντων αὐτὴν κατοψόμενον τὴν φύσιν, ὅπως ὡς πρός τινα σκοπὸν εὐφεγγῆ τε καὶ ἀραρότα τεταμένος ταύτην, ἐκλεγόμενός τε τὸ σύμφωνον αὐτῇ πᾶν καθηκόντως βιοῦντας ἡμᾶς ἀπεργάζοιτο. Stobäus Florileg. III p. 8, 19 Meineke Ἐν ταὐτῷ. Ὅθεν καὶ οὐκ ἂν ἁμάρτοι τις ἀτελῆ φήσας οἰκίαν τὴν ἄνευ γάμου, τῷ μήτε τὸ ἄρχον ἄνευ τοῦ ἀρχομένου δύνασθαι νοηθῆναι μήτ’ ἄνευ τοῦ ἄρχοντος τὸ ἀρχόμενον· οὗτος γὰρ ὁ λόγος εὖ μάλα μοι δοκεῖ δυσωπεῖν τοὺς ἠλλοτριωμένους πρὸς γάμον. Ἐν ταὐτῷ. Φημὶ τοίνυν καὶ σύμφορον εἶναι τὸν γάμον πρῶτον μὲν ὅτι θεῖον ὡς ἀληθῶς φέρει καρπὸν τὴν παίδων γένεσιν, οἳ παραστάται μὲν ἡμῖν οἷον συμφυεῖς ἔτι καὶ αὐτοῖς ἐῤῥωμένοις ἐν ἁπάσαις γίγνονται πράξεσιν, ἀγαθοὶ δὲ ἐπίκουροι κάμνουσιν ὑφ’ ἡλικίας καὶ γήρᾳ πιεζομένοις, οἰκεῖοι μὲν ἐν εὐπραγίαις εὐφροσύνης κοινωνοί, συμπαθεῖς δὲ ἐν τοῖς ἐναντίοις καιροῖς διάδοχοι τῶν ἀνιαρῶν. ἔπειτα καὶ πρὸς γένεσιν τέκνων λυσιτελὴς ἡ μετὰ γυναικὸς συμβίωσις. πρῶτον μὲν γὰρ ἀποτετρυμένους τοῖς θυραίοις καμάτοις ὑποδέχεται θεραπευτικῶς ἀναλαμβάνουσα καὶ μετ’ ἐπιμελείας ἀνακτωμένη πάσης· ἔπειτα τῶν ὄντων δυσχερῶν ἐν τῇ διανοίᾳ λήθην ἐντίθησι. τὰ γὰρ σκυθρωπὰ τοῦ βίου περὶ μὲν τὴν ἀγορὰν ἢ τὸ γυμνάσιον ἢ τὸ χωρίον ἢ καθόλου πάσης μερίμνης ἀσχολίας καὶ περὶ τοὺς φίλους τε καὶ συνήθεις διατρίβουσιν ἡμῖν οὐκ ἔστι πρόχειρα τοῖς ἀναγκαίοις ἐπιπροσθούμενα περισπα‐
54 σμοῖς· ἀνεθεῖσι δ’ ἐκ τούτων εἴς τε τὴν οἰκίαν ἐπανελθοῦσι καὶ οἷον εὐσχόλοις τὴν ψυχὴν γενομένοις ἐμπελάζει καιρῷ χρώμενα τούτῳ τοῦ ἀνιᾶν ἡμᾶς, ὅταν γε ἔρημος εὐνοίας καὶ μονήρης ὁ βίος ᾖ. γυνὴ δὲ παροῦσα μεγάλη γίνεται καὶ πρὸς ταῦτα παρηγορία, πυνθανομένη τι περὶ τῶν ἐκτὸς ἢ περὶ τῶν ἔνδον ἀναφέρουσα καὶ συνδιασκεπτομένη καί τινα διάχυσιν κἀξ ἀπλάστου προθυμίας εὐφροσύνην παρέχουσα. καὶ μὴν οἵα μέν ἐστιν ἐν ἑορταῖς συνεπιμεληθῆναι θυσιῶν καὶ ἱερουργιῶν, οἵα δ’ ἐν ἀνδρὸς ἀποδημίαις εὐσταθῆ διατηρῆσαι καὶ μὴ παντάπασιν ἀπροστάτητον τὸν οἶκον, οἵα δὲ κηδεμὼν οἰκετῶν, οἵα δὲ ἐν νόσοις [οἵα δὴ] παραστάτις, μακρὸς ἂν γένοιθ’ ὁ λόγος πάντ’ ἐπεξιὼν τὰ κατὰ μέρος. ἀρκεῖ γὰρ κεφάλαιον εἰπεῖν, ὡς δεῖ μὲν ἅπασιν ἀνθρώποις πρὸς μετρίαν τοῦ βίου διεξαγωγὴν δυοῖν, συγγενικῆς ἐπικουρίας καὶ συμπαθοῦς εὐνοίας· οὔτε δὲ συμπαθέστερόν τι γυναικὸς εὕροιμεν ἂν οὔτε τέκνων συγγενέστερον. παρέχει δ’ ἑκάτερον ὁ γάμος. πῶς οὖν οὐχὶ λυσιτελέστατον ἡμῖν; ἀλλ’ ἔγωγε καὶ καλὸν ἡγοῦμαι τὸν μετὰ γάμου βίον. τίς γὰρ ἕτερος τοιοῦτος γένοιτ’ ἂν οἰκίας κόσμος οἷός ἐστιν ὁ κατὰ τὴν ἀνδρὸς καὶ γυναικὸς κοινωνίαν; οὐ μὲν δὴ πολυτελεῖς οἶκοι καὶ ὀρθόστρωτοι τοῖχοι καὶ περίστοα τοῖς ὑπὸ τῆς ἀπειραγαθίας θαυμαζομένοις λίθοις διακεκοσμημένα οὐδὲ ζωγραφία καὶ ψαλιστοὶ μυῤῥινῶνες οὐδ’ ἄλλο τι τῶν ἐκπληττόντων τοὺς ἠλιθίους κάλλος ἐστὶν οἰκίας, ἀλλὰ ζεῦγος ἀνδρὸς καὶ γυναικός, συγκαθειμαρμένων ἀλλήλοις καὶ καθιερωμένων θεοῖς γαμηλίοις γενεθλίοις ἐφεστίοις, συμφωνούντων μὲν ἀλλήλοις καὶ πάντα κοινὰ πεποιημένων μέχρι καὶ τῶν σωμάτων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ψυχῶν, καὶ περὶ προστασίαν μὲν ἐχόντων τὴν ἐπιβάλλουσαν τοῦ οἴκου καὶ τῶν θεραπόντων, ἀνατροφὴν δὲ καὶ κηδεμονίαν τῶν τέκνων, ἐπιμέλειαν δὲ οὔτε σύντονον οὔτε μὴν ῥᾴθυμον, ἀλλ’ ἐμμελῆ καὶ καθηρμοσμένην τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. τί γὰρ ἂν γένοιτο «κρεῖσσον καὶ ἄρειον» κατὰ τὸν θαυμασιώτατον Ὅμηρον (Od. ζ 182sq.) «ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἰκί’ ἔχητον ἀνὴρ ἠδὲ γυνή;» διὸ καὶ πολλάκις ἐθαύμασα τοὺς ὡς βαρὺν ἡγουμένους τὸν μετὰ γυναικὸς βίον. οὐ γὰρ δὴ γυνὴ μὰ Δία βάρος ἢ φορτίον ἐστί, καθάπερ οὖτοι δοκοῦσιν· ἀλλ’ ἥδε μὲν κἀκ τῶν ἐναντίων κοῦφόν τι καὶ ῥᾷστα φέρεσθαι δυνάμενον, μᾶλλον δὲ καὶ τῶν ὄντως ἐπαχθῶν καὶ βαρέων κουφιστικόν. οὐδὲν γὰρ οὕτω φορτικόν ἐστι τῶν ὄντων, ὥστε μὴ ῥᾷστον εἶναι συμφρονοῦσί γε ἀνδρὶ καὶ γυναικὶ καὶ κοινῇ φέρειν αὐτὸ βουλομένοις. βαρὺ δέ ἐστιν ὡς ἀληθῶς ἀφροσύνη καὶ δύσοιστον τοῖς αὐτὴν κεκτημένοις, ὑφ’ ἧς δὴ καὶ τὰ φύσει κοῦφα γίνεται βαρέα,
55 τά τε ἄλλα καὶ γυνή. τῷ ὄντι γὰρ καὶ συχνοῖς [γὰρ] δή τισιν ἀφόρητος ἐγένετο ὁ γάμος, ἀλλ’ οὐχὶ παρ’ ἑαυτοῦ οὐδὲ τῷ φύσει τοιάνδε τὴν μετὰ γυναικὸς εἶναι κοινωνίαν· ἀλλ’ ὅταν γαμῶμεν ἃς μὴ δεῖ, μετὰ τοῦ καὶ αὐτοὶ παντάπασιν ἀπειροβίως διακεῖσθαι καὶ ἀπαρασκεύως ἔχειν πρὸς τὸ ἀγαγεῖν ὡς χρὴ τὴν ἐλευθέραν ἄγεσθαι, τὸ τηνικαῦτα συμβαίνει χαλεπὴν καὶ ἀφόρητον γίνεσθαι τὴν κοινωνίαν. ἀμέλει καὶ ταύτῃ χωρεῖ τοῖς πολλοῖς ὁ γάμος. οὐ γὰρ ἐπὶ παίδων γενέσει καὶ βίου κοινωνίᾳ ἄγονται γυναῖκας, ἀλλ’ οἳ μὲν διὰ προικὸς ὄγκον, οἳ δὲ δι’ ἐξοχὴν μορφῆς, οἳ δὲ δι’ ἄλλας τινὰς τοιουτοτρόπους αἰτίας, αἷς χρώμενοι κακοῖς συμβούλοις, οὐδὲν περὶ τῆς διαθέσεως καὶ τοῦ ἤθους τῆς νύμφης πολυπραγμονήσαντες, ὄλεθρον αὑτῶν θύουσι τὸν γάμον, καὶ θύραις κατεστεμμέναις τύραννον ἀντὶ γυναικὸς ἐπεισάγουσιν ἑαυτοῖς, καὶ ταῦτα μηδὲ ἐφ’ ὁποσονοῦν ἀνταρκέσαι δυνάμενοι καὶ τὴν περὶ τῶν πρωτείων ἅμιλλαν ἀγωνίσασθαι. φανερὸν οὖν ὡς οὐ δι’ αὑτὸν, ἀλλὰ διὰ ταῦτα πολλοῖς βαρὺς καὶ ἀφόρητος ὁ γάμος γίνεται. χρὴ δ’ οὔτ’ ἀναίτια, φησίν (Hom. Od. υ 135), αἰτιᾶσθαι οὔτ’ ἔγκλημα πραγμάτων ποιεῖσθαι τὴν αὑτῶν ἀσθένειαν καὶ περὶ τὴν χρῆσιν αὐτῶν 〈ἄγνοιαν〉· ἐπεί τοι καὶ ἀλόγιστον ἄλλως πανταχόθεν μὲν ἀφορμὰς ζητεῖν φιλιῶν καί τινας προσποιεῖσθαι φίλους καὶ ἑταίρους οἷον συμμάχους ἐσομένους πρὸς τὰ τοῦ βίου δυσχερῆ, τὴν δὲ καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῶν θεῶν διδομένην ἀνδράσιν συμμαχίαν τε καὶ βοήθειαν, τουτέστι τὴν ἐκ γυναικὸς καὶ τέκνων, μὴ ζητεῖν τε καὶ προσποιεῖσθαι. Stobäus Florileg. 75, 14 (III p. 72, 4 Mein.) Ἐν δὲ τῷ περὶ τοῦ γάμου καὶ τῆς παιδοποιΐας τόπῳ θετέος ἐστὶ καὶ ὁ 〈περὶ〉 τῆς πολυτεκνίας λόγος. κατὰ φύσιν γάρ πως καὶ ἀκόλουθον τῷ γάμῳ τὸ πάντα ἢ τά γε πλεῖστα τῶν γεννωμένων ἀνατρέφειν· ἀλλ’ ἐοίκασιν οἱ πλείους ἀπειθεῖν τῇ παραινέσει δι’ αἰτίαν οὐ μάλα πρεπώδη. διὰ γὰρ φιλοπλουτίαν καὶ τὸ πάμμεγα κακὸν ἡγεῖσθαι τὴν πενίαν τοῦτο πάσχουσι. πρῶτον μὲν δὴ λογιστέον, ὡς οὐχ ἑαυτοῖς μόνον παραστάτας καὶ γηροβοσκοὺς καὶ πάσης τύχης τε καὶ περιστάσεως κοινωνοὺς γεννῶμεν, οὐδ’ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν γονέων ἡμῶν κατὰ πολλά γε. καὶ γὰρ εὐχαριστίαν ἔχει πρὸς αὐτοὺς ἡ παιδοποιΐα τῷ, κἂν εἴ τι πάθοιμεν ἡμεῖς πρότερον, καταλείπειν ἐκείνοις ἀνθ’ ἡμῶν αὐτοὺς γηροβοσκούς· καλὸν δὲ πάππος ὑπὸ σφετέρων ἐκγόνων χειραγωγούμενός τε καὶ τῆς ἄλλης ἐπιμελείας
56 ἀξιούμενος· ὥστε πρῶτον μὲν εὐχάριστα πράττοιμεν ἂν εἰς γονέας τοὺς ἑαυτῶν, παίδων ἐπιμελούμενοι γενέσεως. εἶτα καὶ ταῖς εὐχαῖς τε καὶ σπουδαῖς τῶν ἡμᾶς γειναμένων συνεργήσομεν· εὐθὺ γὰρ ὅτε πρῶτον περὶ τὴν ἡμετέραν εἶχον γένεσιν, διανοίᾳ χρώμενοι τοῦ χύσιν αὐτῶν εἰς πλεῖστον λαβεῖν τὴν διαδοχὴν καὶ παῖδας ἐκ παίδων ὑπολιπέσθαι, καὶ γάμου προὐνόησαν καὶ τῆς ἡμετέρας σπορᾶς καὶ ἀνατροφῆς. ὅθεν γαμοῦντες μὲν καὶ παιδοποιούμενοι πράττοιμεν ἂν οἷον μέρη τῆς ἐκείνων εὐχῆς· τὰ δ’ ἐναντία φρονήσαντες ἐγκόπτοιμεν ἂν αὐτῶν τῇ προαιρέσει. καὶ μὴν κινδυνεύει πᾶς ὁ θελοντὴς καὶ περιστάσεως ἄνευ γάμον ἐκκλίνων καὶ παιδοποιΐαν παρανοίας κρίνειν τοὺς ἑαυτοῦ γονέας, ὡς οὐ σὺν ὀρθοῖς λογισμοῖς περὶ γάμου πεπραγματευμένους. ἔνθα δὴ καὶ τὴν ἀνομολογίαν φωράσειεν ἄν τις εὐπετῶς. πῶς γὰρ οὐ μάχης πλῆρες εὐαρεστεῖν μὲν τῷ ζῆν καὶ μένειν ἐν αὐτῷ, ὡς καθηκόντως εἰς τὸν βίον ὑπὸ τῶν σπειράντων παρηγμένον, τὸ δ’ αὐτὸν ἑτέρους γεννῆσαι τῶν ἀδοκίμων ὑπολαμβάνειν; ἀλλὰ γὰρ πρῶτον μέν, ὡς ἔφην, ἐντεθυμῆσθαι χρή, διότι γεννῶμεν οὐχ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ τοῖς δι’ οὓς γεγόναμεν αὐτοί· ἔπειτα καὶ ὑπὲρ φίλων τε καὶ συγγενῶν. κεχαρισμένον γὰρ καὶ τούτοις ἐστὶ παῖδας ἐξ ἡμῶν ἰδεῖν, διά τε τὴν εὔνοιαν καὶ οἰκειότητα καὶ δὴ καὶ διὰ τὴν ἀσφάλειαν. διορμίζεται γὰρ ὑπὸ τοῦ τοιούτου τοῖς προσήκουσιν ὁ βίος ἀνὰ λόγον ταῖς ἐπὶ πολλῶν ἀγκυρῶν σαλευούσαις ναυσίν. ὅθεν κατὰ τὸν φιλοσυγγενῆ καὶ φιλεταῖρόν ἐστιν ἡ περὶ γάμον καὶ τέκνα σπουδή. παρακαλεῖ δ’ εὖ μάλα καὶ ἡ πατρὶς ἐπὶ ταὐτόν. καὶ σχεδὸν οὐδ’ ἑαυτοῖς οὕτως ὡς τῇ πατρίδι φυτεύομεν παῖδας, τῆς μεθ’ ἡμᾶς προνοούμενοι τάξεως καὶ τῷ κοινῷ παρέχοντες τοὺς διαδεξομένους ἡμᾶς. ὅθεν ὁ μὲν ἱερεὺς ἴστω τῇ πόλει τῇ ἑαυτοῦ ἱερέας ὀφείλων, ὁ δ’ ἄρχων ἄρχοντας, ὁ δὲ δημηγόρος δημηγόρους, καὶ ὡς ἁπλῶς εἰπεῖν ὁ πολίτης πολίτας. καθάπερ οὖν χορῷ μέν ἐστι κεχαρισμένη ἡ τῶν χορευτῶν διαμονή, στρατεύματι δὲ ἡ τῶν στρατιωτῶν, οὕτω καὶ πόλει ἡ τῶν πολιτῶν. ἀλλ’ εἰ μὲν ἦν ὀλιγοχρόνιόν τι σύστημα πόλις, ὅ τε βίος αὐτῆς κατὰ βίον ἀνθρώπου τὴν συμμετρίαν ἐλάμβανεν, οὐδὲν ἔδει διαδοχῆς. ἐπεὶ δ’ εἰς πολλὰς γενεὰς ἐξικνεῖται, δαίμονι δὴ εὐδαιμονεστέρῳ χρησαμένη, καὶ εἰς μακροὺς αἰῶνας πόλις, φανερὸν ὡς οὐ τοῦ παρόντος ἐστοχάσθαι δεῖ μόνον, ἀλλὰ καὶ τοῦ μετέπειτα, τήν τε ἰδίαν μὴ περιορᾶν χώραν ἔρημον, ἀλλ’ ἐπ’ ἐλπίσιν ἱδρυμένην ταῖς ἀπὸ τῶν ἡμετέρων τέκνων. Stobäus Florileg. 79, 53 (III p. 95, 30 Mein.) Μετὰ τὸν περὶ θεῶν καὶ πατρίδος λόγον τίνος μᾶλλον ἂν προσώπου μνησθείη τις πρῶτον ἢ γονέων; ὅθεν λεκτέον περὶ τούτων, οὓς δευτέρους καὶ
57 ἐπιγείους τινὰς θεοὺς εἰπὼν οὐκ 〈ἂν〉 ἁμάρτοι τις, ἕνεκά γε τῆς ἐγγύτητος, εἰ θέμις εἰπεῖν, καὶ θεῶν ἡμῖν τιμιωτέρους. προλαβεῖν δ’ ἀναγκαῖόν ἐστιν, ὡς μόνον μέτρον τῆς πρὸς αὐτοὺς εὐχαριστίας ἡ διηνεκὴς καὶ ἀνένδοτος προθυμία πρὸς τὸ ἀμείβεσθαι τὰς εὐεργεσίας αὐτῶν· ἐπεί τοί γε πολὺ καταδεέστερα, κἂν πάνυ πολλὰ πράξωμεν ὑπὲρ αὐτῶν. ἀλλ’ ὅμως κινδυνεύει καὶ ταῦτ’ ἐκείνων ἔργα τυγχάνειν, ὅτι καὶ ἡμᾶς τοὺς ταῦτα πράττοντας ἐκεῖνοι πεποιήκασιν. ὥσπερ οὖν τὰ ὑπὸ Φειδίου καὶ τῶν ἄλλων τεχνιτῶν ἀπεργασθέντα, εἴπερ καὶ αὐτὰ ἕτερά τινα κατεσκεύαζεν, οὐκ ἂν ὀκνήσαιμεν καὶ ταῦτα τῶν τεχνιτῶν ἔργα φάσκειν· οὕτως εἰκότως καὶ τὰ ὑφ’ ἡμῶν δρώμενα λέγοιμεν ἂν εἶναι τῶν γονέων ἡμῶν ἔργα, δι’ οὓς καὶ ἡμεῖς γεγόναμεν, καὶ οὐχὶ τἄλλα μέν, οὐχὶ δὲ καὶ τὰ ὑπὲρ αὐτῶν πραττόμενα τῶν γονέων. πρὸς οὖν τὴν εὐμαρῆ τῶν ἐπ’ αὐτοὺς καθηκόντων αἵρεσιν κεφαλαιώδη τινὰ χρὴ προβαλλομένους λόγον, τοῦτον ἐν προχείρῳ διηνεκὲς ἔχειν, ὡς οἱ γονεῖς ἡμῶν θεῶν εἰκόνες καὶ νὴ Δία θεοὶ ἐφέστιοι καὶ εὐεργέται καὶ συγγενεῖς δανεισταί τε καὶ κύριοι καὶ φίλοι βεβαιότατοι. θεῶν τε γὰρ εἰκόνες ὁμοιόταται καὶ ὑπὲρ τὰς τῶν τεχνῶν δυνάμεις καθιγμέναι τῆς ἐμφερείας. θεοί τε 〈γὰρ〉 ἑστιοῦχοι καὶ συνδίαιτοι ἡμῖν, ἔτι δ’ εὐεργέται μέγιστοι καὶ παρεσχημένοι τὰ μέγιστα καὶ μὰ Δί’ οὐχὶ μόνον ἃ ἔχομεν, ἀλλὰ καὶ ὁπόσα παρέχειν ἐβουλήθησαν ἅ τε κἂν εὔξαιντο. πρὸς δὲ τούτοις συγγενεῖς ἔγγιστα καὶ τῆς πρὸς ἑτέρους αἴτιοι συγγονῆς. δανεισταὶ δὲ τῶν τιμιωτάτων, μόνα ἀπαιτοῦντες ὧν καὶ ἡ ἀπόδοσις πάλιν ἐστὶν ἡμῶν εὐεργεσία. τί γὰρ τηλικοῦτον παιδὶ κέρδος, ἡλίκον ἐστὶ τὸ πρὸς τοὺς γειναμένους εὐσεβὲς καὶ εὐχάριστον; κύριοί γε μὴν δικαιότατα. τίνος γὰρ 〈ἂν〉 κτῆμα μᾶλλον εἴημεν ἢ ἐκείνων δι’ οὓς ἐσμέν; οὐ μὴν ἀλλὰ καὶ φίλοι καὶ παραστάται διηνεκεῖς καὶ αὐτόκλητοι παντὸς καιροῦ καὶ πάσης περιστάσεως ἐπίκουροι. ἐπεὶ δὲ τῶν προκατηριθμημένων ἁπάντων τὸ ἐξοχώτατον ἦν ὄνομα γονεῦσι, καθὸ θεοὺς αὐτοὺς ἀπεκαλοῦμεν, τῇ τοιᾷδε ἐπινοίᾳ προσθετέον ἕτερον καὶ νομιστέον ἑαυτοὺς καθάπερ ἐν ἱερῷ τῇ οἰκίᾳ ζακόρους τινὰς καὶ ἱερέας, ὑπ’ αὐτῆς κεχειροτονημένους καὶ καθιερωμένους τῆς φύσεως, ἐγκεχειρίσθαι τὴν τῶν γονέων θεραπείαν. ὅθεν καὶ διελόντες τῆς ἐπιμελείας τὸ μὲν εἰς σῶμα τὸ δ’ εἰς ψυχήν, καθ’ ἑκάτερον αὐτῶν μεθ’ ἑκάστης προθυμίας, πείθεσθαί γε τῷ λόγῳ τι βουλόμενοι, τὸ καθῆκον ἐκπληρώσομεν. τοῦ μὲν οὖν σώ‐
58 ματος ἕνεκα βραχὺς ὁ λόγος, εἰ καὶ ἀναγκαῖος· προνοήσομεν γὰρ τροφῆς αὐτῶν ἐλευθερίου καὶ πρὸς τὴν ἀσθένειαν τοῦ γήρως ἡρμοσμένης· ἔτι δὲ κοίτης καὶ ὕπνου ἀλείμματός τε καὶ λουτροῦ καὶ ἐσθῆτος καὶ ἁπαξαπλῶς τῶν ἕνεκα τοῦ σώματος ἀναγκαίων, ὡς κατὰ μηδὲν τούτων ἐνδείας ποτὲ πειραθεῖεν, μιμούμενοι τὴν αὐτῶν ἐκείνων περὶ τὴν ἡμετέραν ἀνατροφήν, ὅτ’ ἦμεν νεογνοί, κηδεμονίαν· ὥστε προσαναγκάζειν ἑαυτοὺς καὶ μαντικόν τι προσφέρεσθαι 〈πρὸς τὴν〉 θεραπείαν, κἀξευρίσκειν, εἴπερ αὐτοὶ μὴ λέγοιεν, πρὸς τίνα μάλιστα ῥέπουσιν αὐτοῖς αἱ προθυμίαι τῶν τῷ σώματι προσαγομένων. πολλὰ γὰρ αὖ κἀκεῖνοι περὶ ἡμῶν ἐμαντεύσαντο, πολλάκις ἀνάρθροις ἔτι καὶ κλαυθμώδεσι φωναῖς ὅτι μὲν δεόμεθα τινῶν σημηνάντων, τίνα δ’ ἐστὶν ὧν δεόμεθα διασαφῆσαι μὴ δυνηθέντων. κἂν εἰ ἡμῖν καὶ αὐτῶν τούτων τῶν καθ’ ἡμᾶς γεγονότων διδάσκαλοι γεγόνασιν, ὧν ἄξιοι τυγχάνειν εἰσὶ παρ’ ἡμῶν, ταῦθ’ ἡμᾶς διὰ τοῦ προπαρασχεῖν ἡμῖν διδάξαντες. ταῖς δὲ ψυχαῖς αὐτῶν παρασχετέον πρῶτον μὲν τὴν εὐθυμίαν, ἣ μάλιστα γένοιτ’ ἂν ἐκ τοῦ συναναστρέφεσθαι νύκτωρ τε καὶ μεθ’ ἡμέραν αὐτοῖς, εἰ μή τι κωλύοι, συμπεριπατοῦντας συναλειφομένους συνδιαιτωμένους. καθάπερ γὰρ τοῖς μακρὰν στελλομένοις ἀποδημίαν πρὸς εὐθυμίαν εἰσὶν ἐν τρόπῳ γινόμεναι προπομπίας τῶν οἰκειοτάτων τε καὶ φιλτάτων συναναστροφαί, τὸν αὐτὸν τρόπον καὶ τοῖς γονεῦσιν νενευκόσιν ἤδη πρὸς τὴν ἄφοδον ἐν τοῖς μάλιστα κεχαρισμέναι καὶ προσφιλεῖς εἰσιν αἱ τῶν τέκνων προσεδρίαι. καὶ μέντοι κἂν εἴ τί που γένοιντο παραμαρτάνοντες (ὁποῖα δὴ πολλὰ φιλεῖ γενέσθαι περὶ τοὺς πλείονας καὶ ἰδιωτικώτερον ἠγμένους), ἐπανορθωτέον μέν, ἀλλ’ οὐ μετ’ ἐπιπλήξεως μὰ Δία, καθάπερ ἔθος πρὸς τοὺς ἐλάττονας ἢ ἴσους ποιεῖν, ἀλλ’ ὡς μετὰ παρακλήσεως, καὶ οὐχ ὡς δι’ ἀμαθίαν ἁμαρτάνοντας, ἀλλ’ ὡς παρορῶντας τῷ μὴ ἐφεστακέναι, πάντως δ’ ἂν ἰδόντας εἴπερ ἐπέστησαν. ἀνιαραὶ γὰρ τοῖς τηλίκοις καὶ μάλιστα αἱ ἐκτενῶς νουθετήσεις, ἀναγκαία δὲ μετὰ παρακλήσεως καί τινος φιλοτεχνίας ἴασις τῶν παρορωμένων. φέρει δ’ ἐπὶ τὴν εὐθυμίαν αὐτοῖς καὶ τὸ τῶν θητικωτέρων εἶναι δοκούντων ὑπηρετημάτων ἅπτεσθαί ποτε τοὺς παῖδας, ὥστε καὶ πόδας ὑπονίψαι καὶ κλίνην στορέσαι καὶ παραστῆναι διακονουμένους. εὐφραίνοιντο γὰρ οὐκ ὀλίγως παρὰ τῶν φιλτάτων χειρῶν τὰς ἀναγκαίας ὑπηρεσίας λαμβάνοντες καὶ διακόνοις χρώμενοι τοῖς σφετέροις ἔργοις. μάλιστα δ’ ἂν εἴη γονεῦσι κεχαρισμένον καὶ τὸ φαίνεσθαι τιμῶντας τοὺς παῖδας, οὓς ἂν ἐκεῖνοι στέργωσιν καὶ περὶ πολλοῦ
59 ποιῶνται. διὸ συγγενεῖς αὐτῶν στερκτέον καὶ ἐπιμελείας ἀξιωτέον, φίλους θ’ ὡσαύτως καὶ δῆτα καὶ ἑκάστους τοὺς ἐκείνοις κεχαρισμένους. ἀφ’ ἧς ἀφορμῆς εὕρεσις ἡμῖν ὑπογράφεται καὶ ἑτέρων πλειόνων καθηκόντων οὐ σμικρῶν οὐδὲ τῶν τυχόντων. ἐπεὶ γὰρ χάρις ἐστὶ γονεῦσι τῶν στεργομένων ὑπ’ αὐτῶν κηδεμονία, μάλιστα δ’ ἔχουσι πρὸς ἡμᾶς οὕτως, δῆλον ὡς οὐ τὰ τυχόντα ἂν αὐτοῖς χαριζοίμεθα προνοοῦντες αὑτῶν. Stobäus Florileg. 84, 20 (Vol. III p. 126, 11 Mein..) Πρώτη μὲν οὖν ὑποθήκη μάλα σαφὴς ἐπιεικῶς τε εὔπορος, πρὸς δὲ καὶ κοινή. κατὰ παντὸς μὲν γὰρ εἰπεῖν προσώπου ὑγιὴς ὁ λόγος, ὡς σαφὴς ἡ ὁτουοῦν χρῆσις ἒκ [τε] τοῦ ἑαυτὸν μὲν ἐκεῖνον, ἐκεῖνον δὲ ἑαυτὸν ὑποθέσθαι. καὶ γὰρ οἰκέτῃ χρῷτ’ ἄν τις καλῶς, ἐνθυμηθεὶς πῶς ἂν ἠξίωσεν ἐκεῖνον αὐτῷ προσφέρεσθαι, εἴπερ ἐκεῖνος μὲν ἦν δεσπότης, αὐτὸς δὲ δοῦλος· ὁ δ’ ὅμοιος λόγος καὶ γονεῦσι περὶ τέκνων καὶ παισὶ περὶ τῶν γειναμένων καὶ συνόλως πᾶσι περὶ πάντων. ἐξαιρέτως δ’ ἐστὶν εὔπορος ἡ παραίνεσις κατὰ τὸν τῶν ἀδελφῶν τόπον· ἐπειδήπερ οὐδὲν δεῖ προϋποθέσθαι τὸν σκεπτόμενον πῶς ἀδελφῷ χρηστέον, λαβεῖν δ’ ἐξ ἑτοίμου παρὰ τῆς φύσεως 〈τὴν〉 τοῦ προσώπου ταυτότητα. καὶ δῆτα καὶ πρῶτος οὗτος εἰρήσθω λόγος, ὡς τοῦτον χρὴ προσφέρεσθαι τὸν τρόπον ἀδελφῷ, ὅνπερ ἄν τις ἐκεῖνον ἀξιώσειεν [ἂν] ἑαυτῷ. νὴ Δία, φήσει τις, ἀλλ’ ἐγὼ μέν εἰμι μέτριος καὶ ἐπιεικής, ὁ δ’ ἀδελφὸς σκαιὸς καὶ δυσομίλητος. οὐκ ὀρθῶς δὲ ἐρεῖ. πρῶτον μὲν ἴσως οὐδ’ ἀληθεύσει. ἱκανὴ γὰρ ἡ φιλαυτία τὰ μὲν ἴδια μεγαλοποιῆσαι καὶ ἀποκυδᾶναι, τὰ δὲ τῶν ἄλλων κατασμικρῦναι καὶ διαφαυλίσαι· πολλὰ γοῦν διὰ ταύτην οἱ κακίους σφᾶς αὐτοὺς προκρίνουσι τῶν κατὰ πολὺ βελτιόνων. ἔπειτα, κἂν ὄντως τοιοῦτος ᾖ 〈ὁ〉 ἀδελφός, ἀλλὰ σύ γε, φαίην ἄν, ἀμείνων εὑρέθητι καὶ νίκησον αὐτοῦ τὴν ἀγριότητα ταῖς εὐποιΐαις. ἐπεί τοί γε οὐδὲ πολλὴ χάρις τοῖς εὐγνώμοσι προσενεχθῆναι μετρίως· ἀλλ’ ἀνδρὸς ἔργον καὶ πολλῆς ἄξιον ἀποδοχῆς, τὸν ἀβέλτερον καὶ σκαιὸν πραῦναι τοῖς ἐς αὐτὸν πραττομένοις. καὶ γὰρ οὐδὲ πάμπαν ἐπ’ ἀδύνατον ἡ παράκλησις· ἀλλ’ ἔνεστι γὰρ κἀν τοῖς ἀτοπώτατα διακειμένοις σπέρματα μεταβολῆς τῆς ἐπὶ τὸ κρεῖττον τιμῆς τε καὶ ἀγαπήσεως τῶν εὐεργετησάντων. οὐ γὰρ δὴ ζῷα μὲν ἄγρια καὶ φύσει πρὸς τὸ γένος ἡμῶν ἐκπεπολεμωμένα, πρὸς βίαν ἀχθέντα καὶ τὴν πρώτην κατασχεθέντα δεσμοῖς ἢ γαλεάγραις, χρόνοις ὕστερον τιθασὰ γίγνεται καθημερούμενα ποιαῖς τημελείαις καὶ τῇ καθ’ ἡμέραν
60 τροφῇ· ἄνθρωπος δὲ οὐχ ὅπως ἀδελφός, ἀλλὰ κἂν μηδὲν προσήκων τύχῃ, οὐ τῷ παντὶ μᾶλλον ἐπιμελείας ἀξιούμενος μεταβάλλει πρὸς τὸ ἡμερώτερον, κἂν ὑπερβολὴν μὴ ἀπολίπῃ σκαιότητος. μιμητέον οὖν ἐπὶ παντὸς μὲν ἀνθρώπου, πολὺ δὲ διαφερόντως ἐπ’ ἀδελφοῦ τὸ τοῦ Σωκράτους· ἐκεῖνος γὰρ πρὸς τὸν εἰπόντα «ἀποθανοῦμαι εἰ μή σε τιμωρησαίμην» ἔφη «ἀποθανοῦμαι εἰ μή σε φίλον ποιήσω». ἀλλὰ γὰρ ταῦτα μὲν ταύτῃ. μετὰ ταῦτα δ’ ἐνθυμητέον, ὅτι τρόπον τινὰ οἱ ἀδελφοὶ ταὐτοῦ μέρη τυγχάνουσιν, ὥσπερ οἱ ἐμοὶ ὀφθαλμοὶ ἐμοῦ καὶ ὡσαύτως σκέλη τε καὶ χεῖρες καὶ τὰ λοιπά. καὶ γὰρ οὗτοι τοῦτον ἔχουσιν τὸν τρόπον, εἴ γε πρὸς τὸν οἶκον ἐξετάζοιντο. ὥσπερ οὖν οἱ ὀφθαλμοὶ καὶ αἱ χεῖρες, εἴπερ ἕκαστον ἰδίαν ψυχὴν καὶ νοῦν λάβοι, περιέποι ἂν τὰ λοιπὰ πάσῃ μηχανῇ διὰ τὴν εἰρημένην κοινωνίαν, τῷ μηδ’ αὐτὰ τὸ ἴδιον ἔργον οἷάτε εἶναι παρέχειν καλῶς δίχα τῆς τῶν ἑτέρων παρουσίας· οὕτως δεῖ καὶ ἡμᾶς, ἀνθρώπους γε ὄντας καὶ ψυχὴν ὁμολογοῦντας ἔχειν, μηδὲν παριέναι σπουδῆς ὑπὲρ τοῦ δεόντως προσφέρεσθαι τοῖς ἀδελφοῖς. καὶ γὰρ αὖ καὶ πλεῖόν τι παρὰ τὰ μέρη συλλαμβάνειν ἀλλήλοις ἀδελφοὶ πεφύκασιν, εἴ γε ὀφθαλμοὶ μὲν 〈συν〉ορῶσιν ἀλλήλοις παρὼν παρόντι καὶ χεὶρ συνεργάζεται παροῦσα χειρὶ παρούσῃ· ἡ δ’ ἀδελφῶν σύμπραξις ἀλλήλοις πολυχουστέρα πώς ἐστι. πράττουσι γὰρ τὰ κοινῇ διαφέροντα καὶ διεστηκότες τοῖς τόποις πάμπαν, μέγα θ’ ὑπάρχουσιν ἀλλήλων ὄφελος κἂν μυρίον ᾖ τὸ διάστημα. ὅλως δὲ ἐνθυμητέον ὡς ὁ βίος ἡμῖν κινδυνεύει μακρός τις εἶναι καὶ πολυετὴς πόλεμος, τοῦτο μὲν διὰ τὴν αὐτῶν τῶν πραγμάτων φύσιν ἐχόντων τι ἀντίτακτον, τοῦτο δὲ διὰ τὰς ἐξαιφνιδίους καὶ ἀπροσδοκήτους ἐπιδρομὰς τῆς τύχης, πολὺ δὲ μάλιστα δι’ αὐτὴν τὴν κακίαν οὔτε βίας τινὸς ἀπεχομένην οὔτε δόλου καὶ κακῶν στρατηγημάτων. ὅθεν καλῶς ἡ φύσις, ὡς ἂν ἐφ’ ἃ γεννᾷ μὴ ἀγνοοῦσα, παρήγαγεν ἡμῶν ἕκαστον τρόπον τινὰ μετὰ συμμαχίας. οὐδεὶς οὖν ἐστι μόνος οὐδ’ ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης, ἀλλ’ ἐκ γονέων καὶ μετ’ ἀδελφῶν καὶ συγγενῶν καὶ ἄλλων οἰκείων. μέγας δὲ βοηθὸς ὁ λόγος, καὶ τοὺς ὀθνείους καὶ μηδὲν καθ’ αἷμα προσήκοντας ἐξιδιούμενος ἀφθονίαν τε παρέχων συμμάχων. διὰ τοῦτο κατὰ φύσιν ἡμῖν σπουδὴ καὶ ὁντινοῦν προσαγαγέσθαι καὶ φιλοποιήσασθαι. γίγνεται οὖν ἤδη τὸ πρᾶγμα τελεωτάτη μανιῶν,
61 τοῖς μὲν οὐδὲν ἐκ φύσεως ἔχουσι φίλτρον πρὸς ἡμᾶς ἐθέλειν συγκραθῆναι καὶ τῇ γνώμῃ εἰς ἐφ’ ὅσον ἐνδέχεται πλεῖστον χέαι τὴν οἰκειότητα, τῶν δὲ ἐξ ἑτοίμου καὶ παρ’ αὐτῆς χορηγουμένων τῆς φύσεως κατημεληκέναι βοηθῶν κἀπικούρων, οἵους δὴ συμβέβηκεν εἶναι τοὺς ἀδελφούς. Stobäus Florileg. 84, 23 (Vol. III p. 134, 1 Mein..) Ἱεροκλέους ἐκ τοῦ πῶς συγγενέσι χρηστέον. Τοῖς εἰρημένοις περὶ γονέων χρήσεως καὶ ἀδελφῶν γυναικός τε καὶ τέκνων ἀκόλουθόν ἐστι προσθεῖναι καὶ τὸν περὶ συγγενῶν λόγον, συμπεπονθότα μέν πως ἐκείνοις, δι’ αὐτὸ δὲ τοῦτο συντόμως ἀποδοθῆναι δυνάμενον. ὅλως γὰρ ἕκαστος ἡμῶν οἷον κύκλοις πολλοῖς περιγέγραπται, τοῖς μὲν σμικροτέροις, τοῖς δὲ μείζοσι, καὶ τοῖς μὲν περιέχουσι, τοῖς δὲ περιεχομένοις, κατὰ τὰς διαφόρους καὶ ἀνίσους πρὸς ἀλλήλους σχέσεις. πρῶτος μὲν γάρ ἐστι κύκλος καὶ προσεχέστατος, ὃν αὐτός τις καθάπερ περὶ κέντρον τὴν ἑαυτοῦ γέγραπται διάνοιαν· ἐν ᾧ κύκλῳ τό τε σῶμα περιέχεται καὶ τὰ τοῦ σώματος ἕνεκα παρειλημμένα. σχεδὸν γὰρ ὁ βραχύτατος καὶ μικροῦ δεῖν αὐτοῦ προσαπτόμενος τοῦ κέντρου κύκλος οὗτος. δεύτερος δὲ ἀπὸ τούτου καὶ πλέον μὲν ἀφεστὼς τοῦ κέντρου, περιέχων δὲ τὸν πρῶτον, ἐν ᾧ τετάχαται γονεῖς ἀδελφοὶ γυνὴ παῖδες. ὁ δ’ ἀπὸ τούτων τρίτος, ἐν ᾧ θεῖοι καὶ τηθίδες, πάπποι τε καὶ τῆθαι, καὶ ἀδελφῶν παῖδες, ἔτι δὲ ἀνεψιοί. μεθ’ ὃν ὁ τοὺς ἄλλους περιέχων συγγενεῖς. τούτῳ δ’ ἐφεξῆς ὁ τῶν δημοτῶν καὶ μετ’ αὐτὸν ὁ τῶν φυλετῶν, εἶθ’ ὁ πολιτῶν, καὶ λοιπὸν οὕτως ὁ μὲν ἀστυγειτόνων, ὁ δὲ ὁμοεθνῶν. ὁ δ’ ἐξωτάτω καὶ μέγιστος περιέχων τε πάντας τοὺς κύκλους ὁ τοῦ παντὸς ἀνθρώπων γένους. τούτων οὖν τεθεωρημένων, κατὰ τὸν ἐντεταμένον ἐστὶ περὶ τὴν δέουσαν ἑκάστων χρῆσιν τὸ ἐπισυνάγειν πως τοὺς κύκλους ὡς ἐπὶ τὸ κέντρον καὶ τῇ σπουδῇ μεταφέρειν ἀεὶ τοὺς ἐκ τῶν περιεχόντων εἰς τοὺς περιεχομένους. κατὰ τὸν φιλοίκειον γοῦν ἐστὶ γονέας μὲν καὶ ἀδελφούς .... οὐκοῦν κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ τῶν συγγενῶν τοὺς μὲν πρεσβυτέρους καὶ 〈τὰσ〉 πρεσβυτέρας ὡς πάππους 〈ἢ〉 θείους ἢ τηθίδας, τοὺς δ’ ὁμήλικας ὡς ἀνεψιούς, τοὺς δὲ νεωτέρους ὡς παῖδας ἀνεψιῶν. ὥστε εἴρηται διὰ συντόμων ὑποθήκη σαφὴς πῶς χρὴ προσφέρεσθαι
62 συγγενέσιν, ἐπειδὴ προεδιδάχθημεν πῶς τε χρηστέον ἑαυτοῖς καὶ πῶς γονεῦσι καὶ ἀδελφοῖς, ἔτι δὲ γυναικὶ καὶ τέκνοις, πρόσκειται δ’ ὅτι καὶ τούτοις μὲν ὁμοίως τιμητέον τοὺς ἐκ τοῦ τρίτου κύκλου, τούτοις δ’ αὖ πάλιν τοὺς συγγενεῖς. ἀφαιρήσεται μὲν γάρ τι τῆς εὐνοίας τὸ καθ’ αἷμα διάστημα πλέον 〈ὄν〉· ἡμῖν δ’ ὅμως σπουδαστέα περὶ τὴν ἐξομοίωσίν ἐστιν. ἥκοι μὲν γὰρ ἂν εἰς τὸ μέτριον, εἰ διὰ τῆς ἡμετέρας αὐτῶν ἐνστάσεως ἐπιτεμνόμεθα τὸ μῆκος τῆς πρὸς ἕκαστον τὸ πρόσωπον σχέσεως. τὸ μὲν οὖν συνέχον καὶ πραγματικώτερον εἴρηται· χρὴ δ’ ἐπιμετρεῖν καὶ κατὰ τὴν τῶν προσηγοριῶν χρῆσιν, τοὺς μὲν ἀνεψιοὺς καὶ θείους καὶ τηθίδας ἀδελφοὺς ἀποκαλοῦντας πατέρας τε καὶ μητέρας, τῶν δὲ συγγενῶν τοὺς μὲν θείους, τοὺς δὲ ἀδελφιδοῦς, τοὺς δὲ ἀνεψιούς, ὡς ἂν καὶ τὰ τῆς ἡλικίας παρήκῃ ἕνεκα τῆς ἐν τοῖς ὀνόμασιν ἐκτενείας. οὗτος γὰρ τῆς προσρήσεως ὁ τρόπος ἅμα μὲν ἂν σημεῖον οὐκ ἀμαυρὸν εἴη τῆς οὔσης ἡμῖν σπουδῆς περὶ ἑκάστους, ἅμα δ’ ἂν ἐποτρύνοι καὶ προσεντείνοι πρὸς τὴν ὑποδεδειγμένην οἷον συνολκὴν τῶν κύκλων. ἐνταῦθα μέντοι γενομένοις οὐκ ἄκαιρος τοῦ ῥηθέντος ἐπὶ γονέων διορισμοῦ φαντάζεται μνήμη. ἐλέγομεν γὰρ αὖ κατ’ ἐκεῖνον ἡνίκα τὸν τόπον ἦμεν, ἔνθα μητέρα πατρὶ συνεκρίναμεν, ὡς χρὴ τῇ μὲν μητρὶ τῆς στοργῆς, τῆς δὲ τιμῆς τῷ πατρὶ πλέον ἀπονέμειν· οἷς ἐπομένως καὶ δεῦρο τιθεῖμεν ἄν, ὡς τοὺς μὲν μητρόθεν προσήκοντας στέργειν πλέον πρέπει, τοὺς δ’ αὖ κατὰ πατέρα συγγενεῖς διὰ μείζονος ἄγειν τιμῆς. Stobäus Florileg. 85, 21 (Vol. III p. 150, 6 Mein.) Ἱεροκλέους ἐκ τοῦ Οἰκονομικοῦ. Πρὸ πάντων γε περὶ τῶν ἔργων, ὑφ’ ὧν οἶκος συνέχεται. ταῦτ’ οὖν διαιρετέον μὲν κατὰ τὸ πλεῖστον, 〈ὥστε〉 τῷ μὲν ἀνδρὶ τὰ κατ’ ἀγρὸν καὶ τὰ περὶ τὰς ἀγορὰς καὶ τὰ περὶ τὴν ἀστυπολίαν ἀνακεῖσθαι, τῇ δὲ γυναικὶ τὰ περὶ τὴν ταλασίαν καὶ σιτοπονίαν καὶ ὅλως τὰ κατοικίδια τῶν ἔργων. οὐδὲ μὴν ἀγεύστους ἀξιωτέον εἶναι τοὺς ἑτέρους τῶν ἑτέρων. γένοιτο γὰρ ἄν ποτε καὶ γυναικὶ κατ’ ἀγρὸν γενομένῃ καθῆκον τὸ τοῖς ἐργαζομένοις ἐπιστῆναι καὶ τὴν τοῦ οἰκοδεσπότου τάξιν ἐκπληρῶσαι, καὶ ἀνδρὶ περὶ τῶν κατὰ τὴν οἰκίαν ἐπιστροφὴν ποιήσασθαι καὶ τὰ μὲν διαπυθέσθαι, τὰ δὲ καὶ ἐπιδεῖν τῶν γινομένων. οὕτω γὰρ ἂν ἐπισυνδέοιτο μᾶλλον τὰ τῆς κοινωνίας, εἰ συμμετέχοιεν ἀλλήλοις τῶν ἀναγκαίων φροντίδων. δεῦρο μέντοι τοῦ λόγου γενόμενος οὐκ ἂν ὀκ‐
63 νῆσαί μοι δοκῶ καὶ τῆς αὐτουργίας ποιήσασθαί τινα μνήμην, ἐπεὶ εἰκὸς τοῖς ὑπὲρ τῶν ἔργων εἰρημένοις καὶ τοῦτο προστεθῆναι. ὡς μὲν τοίνυν τἀνδρὶ καθήκει τῶν γεωργικῶν ἅπτεσθαι πόνων, τί καὶ λέγειν δεῖ; οὐ πολὺς γὰρ ὁ κατὰ τοῦτο δυσπειθής, ἀλλὰ καίπερ τοσαύτης τρυφῆς καὶ ἀπονίας τὸν νῦν κατεχούσης βίον, ὅμως σπάνιός ἐστιν 〈ὁ〉 μὴ καὶ δι’ ἑαυτοῦ προθυμούμενος ἔργων κοινωνῆσαι τῶν ὑπὲρ σπόρου καὶ φυτείας καὶ τῶν ἄλλων τῶν κατὰ γεωργίαν. δυσπειθέστερος δ’ ἴσως ὁ πρὸς θάτερα τῶν ἔργων, ὅσα γυναιξὶν ἀπονενέμηται, παρακαλῶν τὸν ἄνδρα λόγος. καὶ πάσχουσί γε οὐκ ἀπεικὸς οἱ καθαρειότεροι, μὴ καθ’ ἑαυτοὺς εἶναι τοπάζοντες ἅψασθαι ταλασίας. ἐπεὶ γὰρ ὡς ἐπὶ τὸ πλῆθος εὐτελεῖς ἀνθρωπίσκοι καὶ τὸ τῶν κατεαγότων καὶ γυννίδων φῦλον ὡς τὴν ἐρίων ἐργασίαν καταφέρεται ζήλῳ θηλύτητος, οὐ δοκεῖ κατὰ τὸν ἀληθινώτερον ἄνδρα τυγχάνειν τὸ εἰς ταῦτα συγκαθιέναι· ὥστ’ ἔγωγε τάχ’ ἂν οὐδ’ ἂν αὐτὸς συμβουλεύσαιμι τοῖς μὴ τελείαν παρεσχημένοις πίστιν ὑπὲρ τῆς ἑαυτῶν ἀῤῥενότητος καὶ σωφροσύνης ἅπτεσθαι τοιοῦδέ τινος. εἰ μέντοι διὰ τοιοῦδε βίου πεποιήκοι τις [ἂν] ἑαυτὸν πάσης ὑπονοίας ἀτόπου καθαρεύοντα, τί κωλύσει καὶ κατὰ ταῦτα τῇ γυναικὶ κοινωνῆσαι τὸν ἄνδρα; τῶν μὲν γὰρ ἄλλων κατοικιδίων ἔργων μὴ καὶ τὸ πλέον ἀνδράσι προσήκειν ἡγητέον ἤπερ γυναιξίν. ἔστι γὰρ καματωδέστερα καὶ ῥώμης δεόμενα σωματικῆς, οἷον ἀλέσαι καὶ σταῖς μάξαι διασχίσαι τε ξύλα καὶ ὕδωρ ἀνιμῆσαι καὶ σκεύη μεταθεῖναι καὶ διατινάξαι στρώματα καὶ πᾶν τὸ τούτοις παραπλήσιον. καὶ τὰ μὲν ὑπὲρ ἀνδρῶν ἀποχρῴη ἄν· ἐπιμετρῆσαι δέ τι καὶ τὴν γυναῖκα πρέπον, ὥστε μὴ τῆς ταλασίας κοινωνεῖν μόνον ταῖς θεραπαίναις, ἀλλὰ καὶ τῶν ἄλλων ἔργων τῶν ἐπανδροτέρων. καὶ γὰρ σιτοπονίας ἅψασθαι κατὰ τὴν ἐλευθέραν εἶναί μοι δοκεῖ καὶ ὕδωρ ἀνιμῆσαι 〈καὶ〉 πῦρ ἀνακαῦσαι καὶ κλίνην καταστρῶσαι καὶ πᾶν τὸ τούτοις ἐοικός. πολὺ δ’ ἂν ἀνδρὶ φαίνοιτο καλλίων τῷ γε ἑαυτῆς, καὶ μάλιστα νεᾶνις οὖσα καὶ μηδέπω τετρυμένη κυοφορίαις, εἰ καὶ τρύγης ἀμπέλων αὐτουργοῦσα συμμετάσχοι καὶ συλλογῆς ἐλαῶν, εἰ δὲ παρείκοι, καὶ σπόρου καὶ ἀρόσεως καὶ παραδόσεως ἐργαλείων τοῖς σκάπτουσιν ἢ φυτεύουσι. τοῦτον γὰρ τὸν τρόπον ἕνεκα τῶν ἔργων οἶκος προστατούμενος ὑπ’ ἀνδρὸς καὶ γυναικὸς ἄριστ’ ἄν μοι δοκεῖ κατά γε ταῦτα διεξάγεσθαι.