eul_wid: nxy-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Phoenician History Fragments by Claudius Iolaus the Historian

The Phoenician History of Claudius Iolaus is a lost prose work, surviving only in fragments quoted by later authors. These passages are preserved primarily in the Ethnica, a 6th-century geographical lexicon by Stephanus of Byzantium, with a brief notice of the work's existence also recorded by the 9th-century patriarch Photius. Written in Greek for a Greco-Roman audience, the compilation presented Phoenician mythological and geographical lore. The extant fragments indicate it dealt with mythological genealogies and foundation stories, such as the origins of Cadmus, offered etymological explanations for names like that of Europe, and described local history and topography, including places such as Ialysus on Rhodes. Its approach involved a cultural translation, interpreting Phoenician traditions within a familiar Greek framework. The author's Roman praenomen "Claudius" suggests a composition date in the Imperial era, though his precise identity remains uncertain due to confusing references to other historians named Iolaus. The fragments, collected as FGrHist 788, served as a minor source for later lexicographers like Stephanus. They are a data point in understanding the reception and reinterpretation of Phoenician cultural memory within the tradition of Greek ethnography.

ΦΟΙΝΙΚΙΚΑ.

Στέφανος ὁ Βυζάντιος Ἄκη, πόλις Φοινίκης ... Κλαύδιος δὲ Ἴουλος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους. Χαλεπωτάτων γὰρ ὑπὸ Εὐρυσθέως ἐν ἐπιταγαῖς ἄθλων περισχεθεὶς, τῷ τῆς Λερναίας ὕδρας ἰῷ τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. Ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπʼ ἀνατολὰς ἰτέον, μέχρι ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπλασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. Εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ ταῖς κεφαλαῖς· ὁπόσα γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. Κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν. Τὸ δʼ ὑπερπεφυκὸς κιβώριον ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοις· περὶ δὲ τὸν Νεῖλον φύεται πολλή. Ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη θεραπεύει δυσίατα. Τριβομένη δὲ μετὰ τῆς ῥίζης λευκὸν ἀναδίδωσιν ὀπόν. Τούτῳ, φησὶ, καὶ Ἡρακλῆς ἰάθη. Καὶ καλέσαι τὴν πόλιν Ἄκην.

Στέφανος ὁ Βυζάντιος Δῶρος, πόλις Φοινίκης ... Νῦν δὲ Δῶρα καλεῖται ... Κλαύδιος Ἴουλλος ἐν γʹ Φοινικικῶν· «Μετὰ Καισάρειαν Δῶρα κεῖται βραχεῖα πολίχνη, Φοινίκων αὐτὴν οἰκούντων, οἳ διὰ τὸ ὑπόπετρον τῶν τε αἰγιαλῶν καὶ τὸ πορφύρας γόνιμον συνελθόντες καλιὰς αὐτοῖς ᾠκοδομήσαντο καὶ περιβαλλόμενοι χάρακας, ὡς ὑπήκουεν αὐτοῖς τὰ τῆς ἐργασίας, τεμνόμενοι τὰς πέτρας διὰ τῶν ἐξαιρουμένων λίθων τὰ τείχη κατεβάλοντο, καὶ τὴν ἔνορμον χηλὴν ὅπως τε ἀσφαλῶς ἔθεντο, ἐπώνυμον αὐτὴν τῇ πατρίῳ γλώσσῃ Δῶρα καλοῦντες. Οἱ δὲ Ἕλληνες χάριν τοῦ τῆς φωνῆς εὐπροφόρου καλεῖν ἀρκοῦνται Δῶρα τὴν πόλιν. Καί τινες ἱστοροῦσι Δῶρον τὸν Ποσειδῶνος οἰκιστὴν αὐτῆς γεγονέναι.»

Ἐτυμολογικὸν τὸ Μέγα Γάδειρα. Τὰ Γάδειρα λέγονται πληθυντικῶς, ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρά, οἱονεὶ γῆς δειρά. Τὰ γὰρ Γάδειρα τῆς γῆς ἐξοχή ἐστιν. Ἢ, ὥς φησι Κλαύδιος Ἰούλιος ἐν ταῖς Φοινίκης ἱστορίαις, ὅτι Ἀρχαλεὺς υἱὸς Φοίνικος κτίσας πόλιν ὠνόμασε τῇ Φοινίκων γραφῇ· γάδον γὰρ παρʼ αὐτοῖς τὸ ἐκ μικρῶν ᾠκοδομημένον.

Στέφανος ὁ Βυζάντιος Ἰουδαία. Ἀλέξανδρος ὁ Πολυΐστωρ, ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰόλαος, ἀπὸ Ἰουδαίου Σπάρτωνος ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος.

Στέφανος ὁ Βυζάντιος Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτίσμα, ἀπὸ Λάμπου τοῦ Ταρραίου. Τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν.