ΚΟΡΙΝΘΙΑΚΑ.
Τζέτζης : Ἄρνη πόλις ἐστὶ Βοιωτίας ἀπὸ Ἄρνης τῆς Ποσειδῶνος τροφοῦ, ἥτις Κρόνου ζητοῦντος Ποσειδῶνα, ἀπηρνήσατο μὴ ἔχειν αὐτὸν, ὅθεν ἡ πόλις ἐκλήθη Ἄρνη, πρότερον Σινόεσσα λεγομένη, ὥς φησι Θησεὺς ἐν τρίτῃ Κορινθιακῶν.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἄρνη, νύμφη, ἡ τροφὸς Ποσειδῶνος. Εἴρηται δὲ καὶ Ἄρνη ἡ νύμφη Σινόεσσα καλουμένη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν, πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνήσατο· καὶ ἐντεῦθεν Ἄρνη ὠνομάσθη. Οὕτω Θησεὺς ἐν Κορινθιακῶν τρίτῳ.
Ἰωάννης ὁ Στοβαῖος : Ἐκ τῶν Θησέως. Λοιμοῦ κατασχόντος τὴν Λακεδαίμονα διὰ τὴν ἀναίρεσιν τῶν κηρύκων τῶν ἀπεσταλμένων παρὰ Ξέρξου αἰτοῦντος γῆν καὶ ὕδωρ, ὥσπερ ἀπαρχὰς δουλείας, χρησμὸς ἐδόθη ἀπαλλαχθήσεσθαι αὐτοὺς, εἴ γέ τινες ἕλοιντο Λακεδαιμονίων παρὰ τοῦ βασιλέως ἀναιρεθῆναι. Τότε Βούλης καὶ Σπέρχης ἀφικόμενοι εἰς βασιλέα ἠξίουν ἀναιρεθῆναι· ὁ δὲ θαυμάσας αὐτῶν τὴν ἀρετὴν, ἐπανιέναι προσέταξεν.
Ἰωάννης ὁ Στοβαῖος : Ἐκ τῶν Θησέως. Λακεδαιμόνιοι καὶ Ἀργεῖοι περὶ χωρίου Θυραίας ἐν μεθορίῳ κειμένης, μέχρι μέν τινος ὅλοις τοῖς στρατεύμασι παρετάσσοντο πρὸς ἀλλήλους, τέλος ἔδοξεν αὐτοῖς ἐπιλέξαι παρʼ ἑκατέρων τριακοσίους, κἀκείνων μαχεσαμένων τοῖς κρατήσασιν διαφέρειν τὸ χωρίον. Οὗπερ γενομένου, Ὀθρυάδης Λακεδαιμόνιος στρατιώτης πολλοὺς ἀποκτείνας καὶ πολλὰ τετρωμένος ἔκειτο μεταξὺ τῶν ἀνῃρημένων Λακεδαιμονίων μόνος περιλειφθεὶς, Ἀργείων δὲ δύο Ἀλκήνωρ καὶ Χρόμιος· ὧν ἀπελθόντων εἰς Ἄργος ἀπαγγεῖλαι τὴν νίκην, Ὀθρυάδης πολλοὺς σκυλεύσας τῶν πολεμίων τρόπαιον ἔστησε, καὶ χρησάμενος τῷ τῶν τραυμάτων αἵματι, ἐπέγραψεν· Λακεδαιμονίων κατʼ Ἀργείων· καὶ τοῦτο πράξας ἀπέθανεν.