ΣΚΥΘΙΚΑ.
Πλούταρχος Γεννᾶται δʼ ἐν αὐτῷ Τανάϊδι βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων Φρύξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστι μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται· μάλιστα δὲ φύεται παρὰ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δέ ἐστι ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας· καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Σκυθικῶν.
ΑΙΓΥΠΤΙΑΚΑ
Πλούταρχος Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε· μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος.
ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἱερὸν δέ ἐστιν ὄνομα ὄρους. Καθήκει δὲ τὸ ὄρος εἰς τὸν Εὔξεινον Πόντον. Μέμνηται αὐτοῦ Κτησίας, καὶ Σουΐδας ἐν βʹ περὶ τοὺς λεγομένους Μάκρωνας· ἀκριβέστερον δὲ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ, ὃς καὶ ἀπέχειν αὐτό φησι σταδίους ἑκατὸν τῆς Τραπεζοῦντος.
ΠΕΡΙ ΠΟΤΑΜΩΝ.
Πλούταρχος Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας· ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ, τῷ γένει Τιρύνθιος, ἐν τῷ Κακκυγίῳ ποιμαίνων ὄρει, καὶ κατʼ ἄγνοιαν τῇ Ῥέᾳ συγγινόμενον τὸν Δία θεασάμενος, ἐμμανὴς ἐγένετο, καὶ μεθʼ ὁρμῆς ἐνεχθεὶς, ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμάνορα· ὃς ἀπʼ αὐτοῦ Ἁλιάκμων μετωνομάσθη· προσηγορεύθη δʼ Ἴναχος διʼ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεανοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττε, κατόπιν ἀκολουθῶν· ὁ δʼ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐριννύων· ἀφʼ ἧς ἐξοιστρηλατούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπʼ αὐτοῦ Ἴναχος μετωνομάσθη. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, Κύουρα καλουμένη, πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως ἐκτρῶσαι θελήσωσιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς ὀμφαλοῖς ἐπιτιθέασιν.
Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος, Βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν τοῖς Ἀργολικοῖς· μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Περὶ ποταμῶν.