ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΠΡΕΣΒΕΙΑΣ
Ἡ μὲν ὑπόθεσις τοῦ λόγου στοχαστική· οὐ γὰρ συντρέχει τοῖς ἐγκαλουμένοις Αἰσχίνης, ἀλλʼ ἀρνεῖται παντάπασι. τὸ δὲ εἶδος οἱ μὲν ἁπλοῦν νενομίκασιν ὕλης πολλῆς ὡς ἐν ἀληθείαις συνδραμούσης, οἱ δὲ συγκατασκευαζόμενον, δύο λαβόντες ἐγκλήματα τὸ κατὰ Φωκέας καὶ Θρᾴκην. Μένανδρος δὲ ἐμπίπτοντά φησιν. εἴληπται δὲ ἐκ διαβολῆς τὸ προοίμιον· διʼ ὧν γὰρ αὑτὸν δεδιότα ποιεῖ καὶ δεόμενον, διὰ τούτων δείκνυσιν οὐ πάνυ τοῖς δικαίοις τεθαρρηκότα. καὶ ἅμα συγκρουστικὸν ἂν εἴη τὸ νόημα.
συγκρουστικὸν εὐθὺς τὸ προοίμιον ἐκ διαβολῆς τοῦ τε ἀντιδίκου καὶ τῶν συνηγόρων αὐτοῦ οἷον τοῦ Εὐβούλου καὶ τῶν περὶ αὐτόν. ἀεὶ γὰρ ὁ Εὔβουλος πολεμεῖ τῷ Δημοσθένει ἀπὸ τῆς αἰτίας τῆς κατὰ Ἀρίσταρχον ὡς ἔγνωμεν ἐν τῷ κατὰ Μειδίου.
ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ δεῖ δὲ τὸν ῥήτορα μὴ μόνον τὴν κρινομένην ὑπόθεσιν συνορᾶν, ἀλλὰ καὶ τὰ λυποῦντα πρὸ τῆς ὑποθέσεως. ἐπεὶ τοίνυν ἑώρα συνεστηκότας οὐκ ὀλίγους περὶ τὸν Αἰσχίνην καὶ Εὔβουλον ἄνδρα τῶν εὐδοκιμούντων ἕνα, πρὸς τούτους ἀποτεινόμενος διδάσκει τοὺς ἀκούοντας πείθεσθαι τοῖς νόμοις καὶ τοῖς ὅρκοις μᾶλλον ἢ τοῖς συνηγόροις. φυλακτέον δὲ ἐν προοιμίοις ἐπʼ αὐτῶν τῶν ὀνομάτων ποιεῖσθαι τὰς διαβολάς· οὐ γὰρ ῥητορικὸν ἀρχόμενον πολλοῖς προσκρούειν. ἀνύει δὲ πολλὰ διὰ τῆς ἐννοίας. καὶ γὰρ διαβάλλει τὸν Αἰσχίνην ὡς μὴ ὑποθαρροῦντα τοῖς δικαίοις ἐκ τοῦ καταφεύγειν ἐπὶ τοὺς βοηθήσοντας καὶ πλήττει τοὺς περὶ τὸν Εὔβουλον ὡς κοινωνοῦντας καὶ ὑπόπτους ποιεῖ τοῖς δικάζουσι τοὺς συνεστηκότας. ἔτι γε μὴν αἰνίττεται καὶ τὸ ἰσχύσειν τοῖς δικαίοις αὐτός· οὐ γὰρ ἂν πολλοὶ συνῆλθον ἐπὶ ταύτην τὴν σπουδήν, εἰ μὴ τὸν ἔλεγχον ἐδεδίεσαν. ἔπειτα κρείττους ἀποφαίνει καὶ ἰσχυροτέρους τοὺς δικάζοντας τῆς τῶν πλουσίων δυνάμεως· ἐπʼ αὐτοῖς γὰρ εἶναι ἰσχυροὺς ποιεῖν τοὺς πλουσίους καὶ μή. τοῦτο δὲ χρήσιμον αὐτῷ πρὸς τὸ παρασκευάζειν θαρρεῖν τοὺς δικάζοντας.
γέγονε ἐκ τοῦ κατηγοροῦντος.
ἑωρακότας ἄρτι κατασκευὴ τῆς προτάσεως.
ἀντὶ τοῦ «πρὸ ὀλίγου». τοὺς συνηγόρους λέγει τοῦ Αἰσχίνου.
ἀντὶ τοῦ τε Αἰσχίνου καὶ τῶν ἄλλων αὐτοῦ συνηγόρων εἶπεν.
ἐνοχλοῦντας ὄχλησιν καὶ ἀδικίαν ἀποκαλεῖ τὴν παράκλησιν ἵνα δείξῃ ὡς αὐτοὶ τὰς δεήσεις ὡς ἀδίκους οὐ προσεδέξαντο.
δεήσομαι δὲ τὸ «δεήσομαι» συμπέρασμα τῆς προτάσεως.
δεήσομαι δὲ οὗτοι μὲν παρενοχλοῦσιν, ἐγὼ δὲ ἱκετεύω. τίνων οὖν δέῃ τυχεῖν; οὐκ ἄλλων, ἀλλʼ ἃ καὶ τοῖς μὴ δεηθεῖσι δίκαιόν ἐστιν ὑπάρχειν.
μήτʼ ἄνδρα ποιεῖσθαι πρὸς τὸν Εὔβουλον ἀποτείνεται πολέμιον ὄντα αὐτῷ, οὗ κἀν τῷ κατὰ Μειδίου ποιεῖται μνήμην.
μήτʼ ... ποιεῖσθαι τὸν Εὔβουλον λέγει· οὐκ ὀνομάζει δʼ αὐτὸν φανερῶς, ἀντιπαρατίθησιν ὅπως ὠφελεῖ τὸ αὑτοῦ, τὸ δὲ Αἰσχίνου πως βλάπτει.
σωφρονεῖ δὲ καὶ ὀργιζόμενος ὁ ῥήτωρ· κρύπτει γὰρ ἐν προοιμίοις τὴν προσηγορίαν τῇ τέχνῃ πειθόμενος.
ἢ τὸ δίκαιον καὶ τὸν ὅρκον τὸ μὲν ἐντρέπει τὸ δὲ φοβεῖ.
τῶν παρακλήτων τῶν ἐκ παρακλήσεως, οὐ διὰ τὸ δίκαιον, παραγενομένων
ἡ εὐθεῖα τοῦ πληθυντικοῦ «οἱ παράκλητοι» ἀπὸ τοῦ «ὁ παράκλητος». λέγει δὲ τῶν ἐκ παρακλήσεως ἐλθόντων συνηγορῆσαι, ἀλλʼ οὐ τοῦ δικαίου ἕνεκεν.
τῶν ἰδίων πλεονεξιῶν κερδῶν καὶ δυναστειῶν· ὅταν ἴδωσιν αὐτοὺς προϊσταμένους τῶν κρινομένων καὶ σῴζοντας, προξενοῦσιν αὐτοῖς κερδῶν ἀφορμάς.
ἃς ἵνα κωλύητε ἀλλὰ μὴ φοβῆσθε· ἐφʼ ὑμῖν γάρ ἐστι τὸ κωλῦσαι τῶν νόμων παρεχόντων τὴν ἄδειαν
κυρείας ὄνομα ἐκκλησίας, ὅτε ἀπεψήφιζον τῆς ἀρχῆς τοὺς ἀδικοῦντας.
τοὺς μὲν οὖν ἄλλους δεύτερον προοίμιον, ἐκ διαβολῆς καὶ αὐτό.
δεύτερον προοίμιον «τοὺς μὲν οὖν ἄλλους», καὶ αὐτὸ εἰλημμένον ἐκ διαβολῆς τοῦ Αἰσχίνου ἐκ παραθέσεως ἑτέρων προσώπων.
τοὺς ... ἄλλους ἐντεῦθέν ἐστι τὸ δεύτερον προοίμιον, ἐκ διαβολῆς εἰλημμένον καὶ αὐτὸ ὡς καὶ τὸ πρῶτον, ὡς οὐ θαρρεῖ τοῖς δικαίοις. ὅλη δὲ ἡ ὑπόθεσις κατὰ συμπλοκὴν προελήλυθεν· καὶ γὰρ κατηγορεῖ καὶ ἀπολογεῖται. τοιοῦτον αὐτῷ καὶ τὸ προοίμιον εἴληπται· καὶ γὰρ ἐπʼ ἀμφότερα ἕλκεται. μόνου δὲ τούτου τοῦ ῥήτορος καὶ Θουκυδίδου καὶ Πλάτωνος καὶ τῶν ὁμοίων τούτοις διὰ τῆς αὐτῆς ἐννοίας πολλὰ κατορθοῦν. ἔχει δὲ καὶ τοῦτο μεταληπτικοῦ λύσιν· «αὐτὸς μὴ δεδωκὼς εὐθύνας πῶς ἑτέρου κατηγορεῖς;» ὁ δὲ ὅτι δέδωκε σημαίνει καὶ ὅτι πάλιν περὶ τῶν αὐτῶν διδόναι βούλεται προκηρύττει.
ὅσοι πρὸς τὰ κοινὰ τῷ γὰρ μηδὲν ἑαυτοῖς συνειδέναι κακὸν ἀεὶ θέλουσι καὶ ὑπομένουσι διδόναι λόγον· τοῦτο γάρ ἐστιν ἀειλογία. ἐπειδὴ δὲ ἐπαχθὲς ἦν τὸ περὶ αὑτοῦ λέγειν, καθολικῶς ἐπήγαγε «τοὺς μὲν οὖν ἄλλους» καὶ ἀξιόπιστον ἑαυτὸν ποιεῖ, μονονουχὶ βοῶν «τίς τὰς εὐθύνας λαμβάνειν προῄρηται; μίμησαί μου πρὸς θεῶν, Αἰσχίνη, τὴν πρόκλησιν»· ἢ καὶ ἄλλως· καθολικῶς λέγει τὸν λόγον ἵνα δείξῃ τοὺς μὲν ἄλλους πάντας βελτιωθέντας τοῖς τῶν Ἀθηναίων παιδεύμασι καὶ ταῖς ὁσημέραι διδαχαῖς, τουτονὶ δὲ μόνον Αἰσχίνην μηδὲ μετὰ τοσούτους λόγους καὶ πράξεις τοσαύτας τὰς εἰς ἄλλους βελτιωθέντα. κἀντεῦθεν ἐπαινεῖ καὶ τοὺς πολίτας καὶ ἐκ παραθέσεως μεγίστως ψέγει καὶ διαβάλλει τὸν κατηγορούμενον.
τὴν ἀειλογίαν ὁρῶ ἀειλογία ἐστὶ τὸ ἀεὶ προτείνεσθαι λόγον καὶ λέγειν «τίς ἡμῶν κατηγορεῖ;» τοῦτο δὲ ποιοῦσιν οἱ συνειδότες ὅτι ὁσάκις κρίνονται καθαροὶ τοσαυτάκις καὶ θαυμάζονται. φησὶ δὲ ὁ Γενέθλιος ὅτι «πεποίηται ἡ λέξις τῷ ῥήτορι τῆς ἀειλογίας· σπανίως γὰρ εὑρίσκεται παρʼ ἄλλῳ».
τὴν ... ὁρῶ τὸ ἀεὶ λόγον ἐθέλειν τῶν πραττομένων διδόναι διὰ τὸ μηδὲν αὑτοῖς τῶν φαύλων συνειδέναι.
πρὶν γὰρ εἰσελθεῖν εἰς ὑμᾶς ἔδει μὲν γὰρ πρῶτον παρασχεῖν εὐθύνας, εἶθʼ οὕτω τοῦ Τιμάρχου κατηγορεῖν· νυνὶ δὲ οὐκ ἀξιώσας εἰς ὑμᾶς εἰσελθεῖν οὐδὲ θεάσασθαι τοὺς δικαστὰς ἀνεχόμενος, ἠτίμωσε τὸν ἄνθρωπον. εὖ δὲ καὶ τὸ «προτεινομένους» εἶπεν, ἵνʼ αὐτοὶ θαρροῦντες τοὺς μὴ βουλομένους προτρέψωσιν.
κατασκευὴ καὶ συμπλοκή.
τὸν μὲν ἀνῄρηκε τὸ «ἀνῄρηκεν» ἀντὶ τοῦ ἄτιμον ἐποίησε τὸν Τίμαρχον. δύο γὰρ κατήγοροι ἐπέστησαν Αἰσχίνῃ, ὅ τε Δημοσθένης καὶ ὁ Τίμαρχος. καὶ τὸν μὲν Τίμαρχον παρεγράψατο ὡς ἡταιρηκότα, πρὸς δὲ τὸν Δημοσθένην ἔγραψεν ἀπολογίαν πρὸς τὴν κατηγορίαν τοῦ λόγου.
τὸν ... ἀνῄρηκε ἢ ὅτι ἄτιμος γέγονεν — οὗτοι δὲ τῷ μηδενὸς τῶν κοινῶν μετέχειν ἐγγὺς τῶν τεθνηκότων εἰσίν — ἤ, ὥς τινές φασιν, ἐπειδὴ ἀπήγξατο, τὴν αἰσχύνην οὐκ ἐνεγκών.
τοῖς δὲ ἀπειλεῖ περιιὼν ἦν μὲν ἀκόλουθον εἰπεῖν «ἐμοὶ δʼ ἀπειλεῖ»· ἀλλʼ, ἐπειδὴ αἰσχρὸν ἦν, ἀορίστως εἴρηκε. δείκνυσι δὲ ὅτι καὶ ἄλλοι ἦλθον ἂν ἐπὶ τὴν κατηγορίαν, εἰ μὴ ἐφοβοῦντο. τὸ δὲ «περιιών» οἷον ἔργον τοῦτο τιθέμενος καὶ πολυπραγμονῶν, μή τις ἄρα κατηγορήσῃ· οἷον «τίς ἄρα ἀπειλεῖ μοι γραφήν; τίς μοι σύνοιδεν ἐν τῇ πρεσβείᾳ τὰ σφάλματα;» σεμνύνει δὲ καὶ ἄλλως ὁ ῥήτωρ ἑαυτὸν διὰ τούτων, εἰ τῶν ἄλλων φοβουμένων καὶ οὐ κατηγορούντων αὐτὸς τοῦτο οὐ πέπονθε.
καὶ ἀσυμφορώτατον ὑμῖν ὁ γὰρ ἀναιρῶν καὶ ἐπιστομίζων τὸν κατήγορον τὸν τόπον ἀναιρεῖ τοῦ δικάζοντος, εἰ μηδεὶς ἔτι δικάζεται.
τὸ μὲν οὖν ἐξελέγξειν τρίτον προοίμιον, μεταληπτικοῦ περιέχον λύσιν.
τρίτον προοίμιον μεταληπτικὸν ἀπὸ τοῦ χρόνου. ἔστι δὲ ἡ σύνταξις οὕτως· «ὅπερ δὲ φοβοῦμαι, καίπερ ὑπειληφώς» — ὅ ἐστι θαρρῶν ἐπὶ ταῖς ἀποδείξεσιν ὅπερ προεῖπε — «τοῦτο φράσω — φησι — πρὸς ὑμᾶς καὶ οὐκ ἀποτρέψομαι.» διὰ τί δὲ εἶπε «φοβοῦμαι»; ἐπειδὴ ἔμελλεν ὥσπερ ἐλέγχειν τοὺς δικαστὰς μὴ σφόδρα προσέχοντας τοῖς πράγμασιν, ἀλλʼ ἐπιλανθανομένους τῷ χρόνῳ. καίπερ οὖν, φησι, φοβούμενος τοῦτο, οὐκ ἀποτρέψομαι εἰπεῖν τῷ φόβῳ τῷ πρὸς ὑμᾶς. γράφεται δὲ καὶ «ἀποκρύψομαι.»
τὸ ... ἐξελέγξειν σημειωτέον δὲ ὡς, ὅπερ ἦν Αἰσχίνου καὶ τοῦ φεύγοντος παραγραφικόν, τοῦτο διʼ ὑπερβολὴν τέχνης ὁ Δημοσθένης προήρπασεν, ἵνα μὴ εὕρῃ χρήσασθαι αὐτῷ ὁ Αἰσχίνης. ἀεὶ δὲ τὸ ἐναντίον οὗ βούλεται ποιεῖν κατασκευάζειν εἴωθεν. αὐτὸς γὰρ μέλλων τι τῶν καθʼ ἑαυτὸν διοικεῖσθαι καὶ προορώμενος τὰς παρʼ Αἰσχίνου διαβολάς, δεδοικέναι φησὶ τῶν δικαζόντων τὴν λήθην ὡς ἂν τῆς ἀληθείας πολλάκις διαμαρτόντων αὐτῶν διὰ χρόνου πλῆθος καὶ λήθην, ἵνα ἃ μὲν προτίθησι πιστευθῇ, ἃ δʼ Αἰσχίνης ἐρεῖ ὕποπτα γένηται.
ὃ δὲ καίπερ ὑπειληφὼς ἔστι μὲν ἀντὶ τοῦ «πιστεύων», ἐκόλασε δὲ τῇ λέξει τὸ ὑπερήφανον.
ἀντὶ τοῦ «πιστεύων».
οὐχ ἧττον, ὦ Ἀθηναῖοι οἷον οὐχ ἧττον ἰσχύει καιρὸς ἢ πραγμάτων φύσις ἢ οὕτως, οὐ μᾶλλον ἐξελέγχονται τοῖς πράγμασιν οἱ ἀδικοῦντες ἢ τοῖς καιροῖς, ὅταν ἐπὶ προσφάτοις κρίνωνται.
λήθην ἢ συνήθειαν δύο γὰρ ταῦτα ὁ χρόνος ποιεῖ. ἢ γὰρ ἐπιλανθανόμεθα ἢ συνεθισθέντες ὡς καλὰ ἀγαπῶμεν.
ἐμπεποιήκῃ ὑποτακτικῆς ἐστιν ἐγκλίσεως παρακειμένη καὶ ὑπερσυντελική· οἷον «ἐὰν ἐμπεποιήκω, ἐὰν ἐμπεποιήκῃ». διὸ καὶ ὑποτακτικὸν ἔχει προσγραφόμενον τὸ ι.
ὡς δή μοι δοκεῖτʼ ἂν τοῦτο τὸ νόημα ἐπισφραγίζεται μὲν τὰ προειρημένα καὶ τῶν μελλόντων κατάρχεται, ἅπτεται δὲ ἤδη λοιπὸν τῆς προκατασκευῆς.
ὡς ... ἂν συμπέρασμά ἐστι τοῦ προοιμίου. ὡς γὰρ ὡμολογημένην λαβὼν τὴν πρότασιν οὐκ εἶπε κατασκευήν, εὐθὺς δὲ εἰσβάλλει εἰς τὴν προκατασκευὴν ἀπὸ τοῦ «εἰ σκέψαισθε παρʼ ὑμῖν».
ὡς ... ἂν τοῦτο τὸ νόημα διπλῆν ἔχει τὴν δύναμιν. ἐπισφραγίζεται γὰρ τὰ προειρημένα διὰ τοῦ προοιμίου καὶ τῶν μελλόντων κατάρχεται, ἅπτεται δὲ ἤδη λοιπὸν τῆς προκατασκευῆς. ἔχει δὲ τοιαύτην ἡ προκατασκευὴ δύναμιν ὥστε τινὰ τῶν λυπούντων περὶ τὴν ὑπόθεσιν διορθοῦσθαι. ἔστι δὲ ἡ χρεία αὐτῆς καὶ οὗπερ ἕνεκα τοῖς ῥήτορσιν ἐπιτετήδευται αὕτη· ἤτοι γὰρ τὴν ὑπόθεσιν ἅπασαν ὁ ῥήτωρ συμπεπλεγμένην ὁρῶν καὶ πολλῶν πραγμάτων περιεκτικὴν καὶ δυσδιάκριτον, διὰ τοῦτο δεῖται τῆς προκατασκευῆς, ἵνα τὴν σύγχυσιν ἅπασαν διαλύσῃ καὶ εἰς κεφάλαια τὴν ὑπόθεσιν ἀνάγων παρασκευάσῃ τοὺς ἀκροατὰς ὥσπερ πρός τινας κανόνας ἀποβλέποντας, οὕτως ἀπαιτεῖν παρʼ αὐτοῦ τὰς ἀποδείξεις καὶ περὶ ταῦτα τὰ κεφάλαια ἵστασθαι ἢ πρὸς τὸν ὅλον ἀγῶνα τοὺς δικάζοντας ἐναντίως ἔχοντας ὁρᾶν· καὶ δεῖται προδιορθώσασθαι τὴν γνώμην αὐτῶν, ὡς ἐν τῷ κατὰ Μειδίου πεποίηκεν, ἢ μέρος τι τῆς ὑποθέσεως ὁρῶν δεόμενον μεθόδου τινὸς κέχρηται τῇ προκατασκευῇ, καθάπερ ἐν τῷ κατὰ Ἀριστοκράτους λόγῳ.
εἰ σκέψαισθε παρʼ ὑμῖν αὐτοῖ προκατασκευὴ διακρίνουσα τὰ ἐν τῇ ὑποθέσει ζητούμενα.
Μενάνδρου· προκατασκευή. Ἀσκληπιοῦ· προκατασκευῆς δίκην διευκρινεῖ τὰ ἐν τῇ ὑποθέσει ζητούμενα.
πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε ἡ προκατασκευὴ μετὰ τὸ προοίμιον εὐθὺς πρὸ τῆς διηγήσεως.
περὶ τῶν κεφαλαίων τῆς κατασκευῆς πρῶτον περὶ ὧν ἀπήγγειλε, δεύτερον περὶ ὧν ἔπεισε, τρίτον περὶ ὧν προσετάξατε αὐτῷ, τέταρτον περὶ χρόνων, πέμπτον περὶ τοῦ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πεπρᾶχθαι.
πρῶτον ... ἀπήγγειλε οὐκ ἦν μὲν τῇ τάξει πρῶτον τὸ «ἀπαγγεῖλαι», ἀλλὰ τὸ ἰσχυρότερον καὶ τὸ σημεῖον προέθηκεν ἐφʼ ᾧ μάλιστα κρίνεται ὁ Αἰσχίνης. ἐλάβετο οὖν εὐθὺς τοῦ μεγίστου τῶν τεκμηρίων· τοῦτο γὰρ γένεσις αὐτῷ τῆς ὑποθέσεως ὅλης. ἐπειδὴ γὰρ οὔτε ἐκ γραμμάτων οὔτε ἐκ ψηφισμάτων οὔτε ἐξ ἄλλων ἀποδείξεων ἔχει τὸν ἔλεγχον, εἰκότως ἐχώρησεν ἐπὶ τοὺς Αἰσχίνου λόγους καὶ τούτων καθάπτεται ὡσπερεί τινος ἀρχῆς καὶ κρηπῖδος καὶ πρὸς τούτους ἀποβλέπων τὴν ὅλην κατηγορίαν ποιεῖται. ἔστι τοίνυν τὸ «ὧν ἀπήγγειλε» διπλοῦν καὶ τοῦ ἐγκλήματος ἔχει δύο τεκμήρια, ἓν μὲν ὅτι «ἀπήγγειλεν ἀπολεῖσθαι Θηβαίους», ἕτερον δὲ ὅτι «ὑπέσχετο σωθήσεσθαι Φωκέας». καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ αὐτὸς προϊὼν ἔδειξεν· ἰδίαν τε γὰρ ἑκατέρῳ τούτων ἀποδέδωκεν ἐργασίαν καὶ διττὰ τούτοις ἀντέθηκεν ἐπιχειρήματα, ὡς ἐπʼ αὐτῶν τῶν ῥητῶν ἐπιδείξομεν.
δεύτερον δέ, ὧν ἔπεισεν ἢ «ὑμᾶς», εἰπὼν ταῦτα διʼ ὧν ἀπώλετο τὰ πράγματα· ἢ «τούτους πρὸς οὓς ἐπέμφθη»· ἢ ὅτι, ἡνίκα ἐβουλεύετο ἡ πόλις περὶ τοῦ πῶς χρὴ ποιήσασθαι τὴν εἰρήνην, ἔπεισεν ἄνευ Φωκέων ποιήσασθαι καὶ χωρὶς τῶν ἄλλων Ἑλλήνων, καὶ ἡνίκα λέγειν ἐβούλετο Δημοσθένης, ἔπεισε μὴ ἀκοῦσαι τῶν Δημοσθένους λόγων τὸν δῆμον· ἐπὶ τούτοις ἔπεισε μήτε στρατεύσασθαι ὑπὲρ Φωκέων μήτε ψηφίσασθαί τι ἄξιον ὑπὲρ τῆς αὐτῶν σωτηρίας μήτε μὴν ἀπιστεῖν τῷ Φιλίππῳ· ταῦτα γὰρ πάντα συμπεριέλαβε μὲν ἐνταῦθα βραχέσι ῥήμασιν, ἐπὶ δὲ τῆς ἐργασίας ἔδειξεν οὐκ ὄντα μικρὰ οὐδὲ ὀλίγα, πλείστας αὐτοῖς καὶ ἰσχυροτάτας ἀποδοὺς ἐργασίας. ὁμοῦ τε διὰ τούτων περιγράφει τοὺς Αἰσχίνου λόγους οὓς ποιήσεται περὶ τῆς εἰρήνης αἰτιώμενος Δημοσθένην ὡς εἰσηγησάμενον τὴν εἰρήνην. τοῦτο δὲ τὸ μέρος δέδοικε Δημοσθένης. λύει δὲ οὐδὲν ἧττον διὰ τοῦ δευτέρου τὸ ἰσχυρότατον Αἰσχίνου χρῶμα καὶ τὸ μεταληπτικὸν ἅμα· τοῦ γὰρ Αἰσχίνου δυναμένου κατὰ φύσιν ἀναχωρεῖν ἐπὶ τὴν ἀπάτην ἣν ὑπὸ Φιλίππου ἠπάτηται καὶ λέγειν ἐξεῖναι καὶ ἀπαγγέλλειν ἅ τις ἀκήκοεν, ἐπενεγκὼν «ὧν ἔπεισε» διʼ ἑνὸς ῥήματος ἀμφότερα ταῦτα ἀνῄρηκε.
τρίτον δὲ ὧν προσετάξατε αὐτῷ· εἶτα τῶν χρόνων ταῦτα αὐτὰ καθʼ αὑτὰ κρινόμενα ἐγκλήματʼ ἂν εἴη· νῦν δὲ πρὸς ἀπόδειξιν ἑτέρου παραλαμβανόμενα τεκμήρια γίνεται. προσέταξαν δὲ αὐτῷ ταῦτα, πρῶτον μὲν λαβεῖν τοὺς ὅρκους παρὰ τῶν συμμάχων, λέγει δὲ Θετταλῶν· εἶτα προσέταξαν αὐτῷ πεῖσαι Φίλιππον Ἀμφίπολιν ἀποδοῦναι τῇ πόλει· ἐπειδὴ γὰρ ἐκ ψηφισμάτων καὶ προσταγμάτων ἐγγράφων οὐκ ἔχει ταῦτʼ ἐγκαλεῖν, ἀορίστως ἐχρήσατο τῷ ῥήματι εἰπὼν «ὧν προσετάξατε αὐτῷ»· τὸ γὰρ «προσετάξατε» ἀπροσδιορίστως τεθέν, πότερον ἐγγράφως ἢ οὔ, δίδωσιν αὐτῷ χορηγίαν ἐφʼ ἅπαντα τὰ ἐγκλήματα. τῶν γὰρ προσταγμάτων ἃ μέν ἐστιν ἔγγραφα, ἃ δὲ ἄγραφα· ἔγγραφα μὲν τὰ περὶ τῶν ὅρκων, ἄγραφα δὲ τὰ περὶ τῆς Ἀμφιπόλεως καὶ τῶν Φωκέων. ἐν ᾧ καὶ τῷ καθʼ ἑαυτὸν προδιορθοῦται ὁ ῥήτωρ· ἐπειδὴ γὰρ Αἰσχίνης ἀποσκώπτων φησὶ λέγοντα αὐτὸν προοίμιον ὑπὲρ τῆς Ἀμφιπόλεως ἐκπεσεῖν, ἐντεῦθεν ἤδη διωθεῖται τὸ ἔγκλημα καὶ δίδωσιν Αἰσχίνῃ προσῆκον λέγειν, οὐχ ἑαυτῷ, εἴπερ αὐτῷ ἡ πόλις προσέταξεν. εἰκότως δὲ προσέταξε τούτῳ· μόνος γὰρ ἐφώρασε Φίλιππον ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ μόνος παρεκάλει τὸν δῆμον καὶ τοὺς Ἕλληνας ἐπὶ τὴν ἀκόλουθον τάξιν τῶν πραγμάτων. ἔστι μὲν οὖν ἰσχυρότατον μέρος πρὸς τὴν κατηγορίαν οἱ παρʼ Αἰσχίνου λόγοι οὓς διεῖλε δίχα, εἴς τε τὸ εἰπεῖν καὶ πεῖσαι. καίτοι γε ἓν πρᾶγμα εἶναι δοκεῖ τό τε εἰπεῖν καὶ πεῖσαι· ἅμα γὰρ τῷ λέγειν καὶ πείθει τις. ἀλλʼ ἐπειδὴ τὸ μὲν λέγειν ἀπαγγελίαν περιέχειν δύναται, τὸ δὲ πείθειν συμβουλήν, διὰ τοῦτο τὸ μὲν ὡς γένος, τὸ δὲ ὡς εἶδος εἴληφεν. ἕπεται δὲ τούτῳ τῷ μέρει καὶ τὰ λοιπά. εἰ γὰρ αὐτὸς ἀπήγγειλεν, αὐτὸς ἠπάτησεν, αὐτοῦ ἄρα εἴη ἂν καὶ τὰ λοιπὰ ἁμαρτήματα. ὅρα δὲ ὅτι τῶν προκειμένων τὰ μὲν ἴδια Αἰσχίνου, τὰ δὲ λοιπὰ τῶν πρέσβεων· ἴδια μὲν ἅ τε ἀπήγγειλεν ἅ τε ἔπεισε· τὸ δὲ «ὧν προσετάξατε αὐτῷ» κοινὸν γενέσθαι δυνάμενον κατὰ τῶν πρέσβεων ἔγκλημα, ἐπʼ αὐτὸν ἀνενήνοχε τὸν Αἰσχίνην· τοῦτον γὰρ εἰκὸς τὰ πάντα ἠδικηκέναι, τὸν ἑλόμενον ὑπὲρ ἁπάντων καὶ εἰπεῖν καὶ ψεύσασθαι. «μετὰ ταῦτα τῶν χρόνων», καθʼ οὓς ἐποίησεν ὑμᾶς μὴ βοηθῆσαι Φωκεῦσι, μελλήσας ἕως ἂν εἴσω Πυλῶν γένηται Φίλιππος. δοκεῖ δὲ καὶ τοῦτο κοινὸν ἔγκλημα εἶναι τῶν πρέσβεων· ἀλλὰ προταχθὲν μὲν ἐγένετο ἂν τῶν πάντων, ὑποταχθὲν δὲ τοῖς ἄλλοις ἴδιον Αἰσχίνου γίνεται. τίνες τοίνυν εἰσὶν οἱ χρόνοι; ἤγουν πρῶτον ἐκεῖνοι οὓς ἀνάλωσε παρασκευαζομένου Φιλίππου ἐπὶ Φωκέας, εἶθʼ ὅτι ὀψέ ποτε Φιλίππου χωρισθεὶς καταλαβόντος σχεδὸν ἤδη τὰς Πύλας, οὐκ ἐνέδωκε τῷ δήμῳ περιπλεύσαντι κλεῖσαι τὸν τόπον. πρὸς τούτοις ἐν οἷς ἀντεξετάζει οὓς ἀνάλωσε χρόνους ἐπὶ τῆς προτέρας πρεσβείας καὶ οὓς ἐπὶ τῆς δευτέρας, τεκμήριον τὸν χρόνον λαμβάνων τῆς δωροδοκίας. εἰ δέ τις οἴεται τῶν χρόνων μεμνημένον αὐτὸν τὴν Θρᾴκην λέγειν, οὐκ ὀρθῶς ὑπείληφεν — οὐ γὰρ χρόνος ἐστὶν ἡ Θρᾴκη —, ἀλλʼ ὅτι δῶρα εἴληφε, τεκμήριον ἡ ταχύτης καὶ ἡ βραδύτης.
εἰ ἀδωροδοκήτως καλῶς ἐπήγαγε τὸ «ἀδωροδοκήτως» μετὰ τὰ ὅλα ὡς ἰσχυρότερον. ἀεὶ γὰρ ἐν τοῖς ἄκροις τάττεται τὰ ἰσχυρά, τὰ δὲ ἥττονα καὶ ἀσθενῆ ἐν τῷ μέσῳ. ἐπειδὴ πρὸς ἕκαστον τῶν προειρημένων ἐστί τις αὐτῷ ἀπολογία, οἷον ἐπὶ τῆς ἀπαγγελίας ὅτι «ἠπατήθην ὑπὸ Φιλίππου», ἐπὶ τοῦ πεῖσαι ὅτι «ἀγνοῶν οὕτως ὑμᾶς ἔπιθον ὡς νομίζων τὰ παρʼ ἐκείνου εἶναι ἀληθῆ», ἐπὶ τῶν χρόνων ὅτι «ἄκων ἐβράδυνα ἢ διὰ νόσον ἢ διʼ ἄλλο τι», ἐπὶ δὲ τοῦ δωροδοκεῖν οὐδὲν ἔχει ἔτι εἰπεῖν.
εἰ ἀδωροδοκήτως τελευταῖον ταχθὲν τοῦτο ἀνῄρηκεν Αἰσχίνου πᾶσαν ἀπολογίαν, ὥστε μὴ δοκῶν ἀγωνίζεσθαι ἀποδείκνυσιν· εἰ γὰρ ἀπήγγειλε τὰ ψευδῆ καὶ ἔπεισεν ἀπατῶν καὶ τῶν προστεταγμένων πεποίηκεν οὐδὲ ἓν καὶ τοὺς χρόνους ἀνήλωσεν, ἔχει μὲν ἴσως ἀπολογίαν, εἰ μὴ φανεῖ δωροδόκος· ὀφθεὶς δὲ ἔνοχος τῇ μισθαρνίᾳ οὐδεμίαν ἕξει τῶν ἐγκλημάτων ἀπολογίαν, ἵνα καὶ τὰ κοινὰ ἴδια γένηται. εἰ γὰρ ἁπάντων εἴη τὰ ἐγκλήματα, μόνος δὲ εἴληφε δῶρα, καὶ τοῦ τοὺς ἄλλους ἡμαρτηκέναι καθέστηκεν αἴτιος. ἔστιν οὖν τριμερὴς ἡ προκατασκευή, καὶ τἄλλα μέν ἐστιν ὡς ἐν γένει κατὰ πάντων πρέσβεων, τὸ δὲ τρίτον μέρος τῆς προκατασκευῆς ἴδιόν ἐστιν Αἰσχίνου.
πάντα ταῦτα πέπρακται δεινότατον πάνυ· οὐ γὰρ εἶπεν «εἴρηται», ἀλλὰ «πέπρακται», συνεθίζων αὐτοὺς ἔργα νομίζειν τὰ ῥήματα.
ὃν ἄν τις ἑκὼν καθυφῇ διὰ μὲν δὴ τοῦ «ἑκὼν» τὸ χρῶμα ἀναιρεῖ, διὰ δὲ τοῦ «καθυφῇ» τὴν δωροδοκίαν μηνύει, ὅθεν ἐπήνεγκε «καὶ προδῷ».
δῶρα καὶ μισθοὺς εἰληφότα συνέζευξε τοῖς δώροις τὸν μισθόν, ἐπονείδιστον ὄνομα, πρὸς δὲ καὶ τῇ ποιότητι τοῦ Φιλοκράτους τὴν διαφθορὰν τῆς γνώμης πιστούμενος.
ἐμὲ μὲν φαῦλον ἡγεῖσθε τιμωρία γὰρ αὐτάρκης τὸν Ἀθηναίων σύμβουλον καὶ πρεσβευτὴν φαῦλον παρʼ Ἀθηναίοις νομίζεσθαι.
πολλὰ δὲ καὶ δεινὰ κατηγορεῖν ἔχων προκαταστατικὸν ἐννόημα.
πληρώσας τὴν προκατασκευήν, εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὴν προκατάστασιν.
πολλὰ ... ἔχων αἰνίττεται ἴσως τὴν ἐν Μακεδονίᾳ μέθην καὶ τὴν Ὀλυνθίαν αἰχμάλωτον καὶ τὴν αἰσχρὰν παροινίαν καὶ τὰ κατὰ Θρᾴκην. ἔφην δʼ ὅτι τὸ ἦθος Αἰσχίνου καὶ ἡ προειληφυῖα δόξα καὶ ἡ πρόληψις ταράττει τὸν ῥήτορα. ἐπειδὴ γὰρ ἀφʼ ἧς ἡμέρας εἷλε τὸν Τίμαρχον εὐδοκιμεῖν ἐπὶ σωφροσύνῃ ἐδόκει, πόρρωθεν κατεπαγγέλλεται τοῦ ἤθους καὶ τῆς ὑποκρίσεως τὸν ἔλεγχον. τὸ δὲ «ἐξ ὧν οὐκ ἔστιν ὃς ἂν οὐκ εἰκότως μισήσειεν αὐτὸν» σημαντικόν ἐστιν ὅτι καὶ παρʼ ἡμῖν οἱ φαυλότατοι μαθόντες τὸν βίον Αἰσχίνου μισήσουσιν. αἰνίττεται δέ, ὡς εἶπον, τὴν ἐν Μακεδονίᾳ μέθην καὶ ἑξῆς.
μνημονεύοντας ὑμῶν εὖ οἶδʼ ὅτι πολλοὺς ὑπομνῆσαι θηρεύει μαρτυρίαν ἤδη παρὰ τῶν ἀκουόντων, ἵνα καὶ τὴν κατάστασιν μόνον οὐκ ἀγῶνα ἐργάσηται καὶ τὸ ἐπενεχθὲν πιστεύηται, ὅτι τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστα ἐξελεγχθήσεται δῶρα ἔχων. διχόθεν δὲ ὁ ἔλεγχος καὶ παρὰ τῶν ἀκροατῶν καὶ παρὰ τοῦ φεύγοντος. λέγει δὲ οὐ πάντα ἐν τῷ προκαταστατικῷ τὰ μέρη τῆς καταστάσεως, φοβηθεὶς τῶν λόγων τὸν ὄχλον, ἀλλʼ ἐπαγγέλλεται μὲν περὶ τῆς δωροδοκίας εἰπεῖν, σιγᾷ δὲ τὸ κατὰ Φωκέας ὡς ἑπόμενον καὶ ἀκόλουθον.
εἰδῆτε ἰστέον ὅτι τὸ πέμπτον ἐν τῇ προκατασκευῇ κεφάλαιον τεθειμένον πρῶτον διαπεραίνει, τὰς τῶν ἐπιχειρήσεων προσάγων δυνάμεις.
ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων ἡ κατάστασις.
ἔστι δὲ διμερής, καὶ τὸ μὲν πρῶτον μέρος αὐτῆς περιεκτικόν ἐστι τῆς δωροδοκίας, τὸ δὲ δεύτερον περιεκτικὸν τοῦ κατὰ Φωκέας ἐγκλήματος.
πρῶτον μέρος ἢ κατάστασις.
ἔστι ... Ἀθηναίων αὕτη ἐστὶν ἡ κατάστασις. διῴκηται δὲ σοφώτατα, ἵνα διʼ ὧν ὡς φρόνιμον καὶ πρὸ τῶν ἄλλων αἰσθόμενον εἰσάγει, διὰ τούτων ἀνέλῃ τὸ ὅτι οὐκ ἠπάτηται. διμερὴς δʼ ἐστὶν ἡ κατάστασις ὥσπερ καὶ ἡ ὑπόθεσις. καὶ τὸ μὲν πρῶτον μέρος αὐτῆς περιεκτικὸν τῆς δωροδοκίας ἐστὶ καὶ λαμβάνει πέρας τοῦτο τὸ μέρος ἐνταῦθα· «καὶ ταῦθʼ ὁ σχετλιώτατος καὶ ἀναιδὴς οὗτος ἐτόλμα λέγειν ἐφεστηκότων τῶν πρέσβεων καὶ ἀκουόντων, οὓς ἀπὸ τῶν Ἑλλήνων ὑμεῖς μετεπέμψασθε ὑπὸ τούτου πεισθέντες, ὅτʼ οὔπω πεπρακὼς αὐτὸν ἦν.» τὸ δὲ δεύτερον μέρος ἐστὶ περιεκτικὸν τοῦ κατὰ Φωκέας ἐγκλήματος οὗ ἡ ἀρχή· «ὃν μὲν οὖν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν.» ὁρᾷς γὰρ ὅπως ἡ μετάβασις σαφὴς καὶ πρόδηλος, πρῶτον μὲν εἰσαχθεῖσα ἐν προοιμίου εἴδει, ἔπειθʼ ὅτι κατεπαγγέλλεται πραγμάτων ἑτέρων ἀπόδειξιν. ἔστι καὶ τρίτον μέρος τῆς καταστάσεως, ἐν ᾧ τὰς αἰτίας ἀποδίδωσι τῶν προειρημένων, οὗ ἡ ἀρχή· «τοῦ χάριν δὴ ταῦτα πρῶτον ὑπέμνησα;» ἐπειδὴ δὲ διαίρεσιν εἰπεῖν τοῦ λόγου προὐθέμεθα, κωλύει δὲ οὐδὲν διὰ βραχέων ὡσπερεὶ σπέρματα καταβαλλομένους ἐφοδεῦσαι τοὺς ἐντυγχάνοντας, δεῖ τῆς δεινότητος πανταχοῦ στοχάζεσθαι τοῦ ῥήτορος. ἐπεὶ τοίνυν οὐκ ἦν εἰκὸς τὸν Φίλιππον δῶρα δοῦναι ἀνδρὶ τῶν τυχόντων, ἀλλὰ τῷ δοκοῦντι τῶν ἄλλων κατὰ τὴν πρεσβείαν κρατεῖν, καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν προδοῦναι Φωκέας τὸν μὴ μάλιστα πάντων δυνάμενον, οὐδὲ μὴν οἷόν τε ἦν πεῖσαι τοὺς ἀκούοντας, ὅτι πάντων τῶν πρέσβεων ὄντων μόνος Αἰσχίνης προδότης, ἀναγκαίως εἰδὼς τοῦτο εὐθὺς ἐν ἀρχῇ τῆς καταστάσεως θεραπεύει τὸ ἀντικείμενον. τὰ πρῶτα γὰρ Αἰσχίνῃ διδοὺς τῆς πολιτείας καὶ μονονουχὶ Περικλέους ἀξίωμα περιτιθείς, τὴν δύναμιν αὔξει καὶ τῷ προσώπῳ μέγιστον ἀξίωμα περιτίθησιν, ἵνα καὶ ἀναγκαίως φαίνηται Φίλιππος τοῦτον θεραπεύων, ὃν μάλιστα κρατοῦντα τῆς πρεσβείας ἑώρα, καὶ τῷ παντὶ ἀγῶνι παρασκευάζῃ τὴν πιθανότητα. τὸ δὲ θαυμασιώτατον ἐκεῖνό ἐστιν, ὅτι αὐτὸν Αἰσχίνην παρέχεται τῶν δωροδόκων κατήγορον καὶ μάρτυρα τοῦ διαφθείρεσθαι ὑπὸ Φιλίππου τοὺς εἰς Μακεδονίαν ἀφικνουμένους. ἐπὶ τούτοις καὶ τρίτον, ὅτι οὐ διελάνθανεν αὐτὸν ἡ τοῦ Φιλίππου προαίρεσις οἵα τε ἦν περὶ τὴν πόλιν καὶ τὴν Ἑλλάδα, ἵνα καὶ τὸ χρῶμα φαίνηται διὰ τούτων λύων· οὐ γὰρ ἦν εἰκὸς ἀγνοῆσαι τοῦ Φιλίππου τὴν γνώμην τὸν πάλαι ποτὲ κατηγοροῦντα τοῦ Φιλίππου τὸν τρόπον. καὶ τοῦτό ἐστιν ὃ περιέχει τὸ τοῦ χρώματος· ὁ γὰρ αἰσθόμενος πρῶτος Φίλιππον ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ Φωκεῦσιν ᾔδει ἐπιβουλεύοντα καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ, ἵνα ἐξ ἀκολουθίας τὸν προεστηκότα τῆς πρεσβείας φαίνηται διαφθείρων.
καὶ ἔχων Ἴσχανδρον παρέχει μὲν τοῖς Αἰσχίνου λόγοις πίστιν ἡ μαρτυρία· οὐκ ἀπήλλακται δὲ καὶ σκώμματος· ὑποκριτὴν γὰρ ἔχει τὸν συναγωνιζόμενον.
προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ κατὰ κῶλον ἐπαναφορά.
προσιὼν ... δήμῳ θεώρησον πόσην αὐτῷ μαρτυρεῖ τὴν σπουδήν τε καὶ εὔνοιαν· παρηνώχλει γὰρ πᾶσιν ὁρᾶν ἀδικοῦντα τὸν Φίλιππον.
ἥκων ἐξ Ἀρκαδίας διὰ δὲ τοῦ «ἥκων» τὴν ἔξοδον καὶ τὸ ἀπελθεῖν ἐδήλωσεν, εἰ καὶ μὴ εἴρηκε φανερῶς.
καὶ καλοὺς οὐκ ἔστιν ὡς ἐν εἰρωνείᾳ, ἀλλὰ κατʼ ἀλήθειαν. ὕστερον γὰρ μέλλει ἐπιφέρειν τὸ κατʼ εἰρωνείαν.
Ἱερώνυμον προδότην τινὰ λέγει Ἀρκάδων, ἐναντιούμενον αὐτῷ ἐν Ἀρκαδίᾳ περὶ τοῦ πολέμου τοῦ πρὸς Φίλιππον, μαθητὴν γενόμενον Ἰσοκράτους.
οὐχὶ τὰς ἰδίας ἀδικοῦσιν αὐτὸν ποιεῖ τὸ μέγεθος τοῦ κακοῦ τοῦ κατὰ τὴν προδοσίαν ὁρίζοντα.
καὶ Κτησιφῶντος οὐκ ἔστιν οὗτος εἷς τῶν ὑποκριτῶν, ἀλλʼ ἑτέρας ἕνεκα προφάσεως ἀποσταλεὶς εἰς τὴν Μακεδονίαν καὶ παρὰ τοῦ Φιλίππου ἀκηκοὼς ὡς βούλεται σπείσασθαι, οὕτως ἀπήγγειλε.
γίνεται τῶν πρέσβεων τούτων εἷς παρὰ χρόνον ἐναλλαγή· ἔστι γὰρ ἀντὶ τοῦ «ἐγένετο». ὅμοιον τῷ Θουκυδίδου· «ἐπαινοῦσι αὐτὸν προσθέντα» ἀντὶ τοῦ «ἐπῄνεσαν».
οὐχ ὡς τῶν ἐγκατάσκευος διήγησις, ὡς ταῖς αἰτίαις κατασκευαζομένη, διότι ἐστὶ σύντομος καὶ πολιτική.
σχῆμα τὸ συμβεβηκὸς κατὰ ἄρνησιν.
διὰ γὰρ τοὺς προειρημένους λόγους συγγνώμη τῆς χειροτονίας Αἰσχίνου.
προσελθὼν τοίνυν ἐμοὶ παρὰ τοῦ ἀντιδίκου λαμβάνει τῆς οἰκείας δόξης καὶ προαιρέσεως μαρτυρίαν· οὐδενὶ γὰρ τῶν πρέσβεων περὶ σωτηρίας πραγμάτων Αἰσχίνης φαίνεται διαλεγόμενος, εἰ μὴ μόνον τῷ ῥήτορι· ὥστε τὸν ἔπαινον τὸν οἰκεῖον ἀνεπαχθῆ γενέσθαι μὴ παρʼ αὐτοῦ λεγόμενον, ἀλλὰ παρὰ τοῦ ἀντιδίκου μαρτυρούμενον.
καὶ ὅπως τὸν μιαρὸν καὶ ἀναιδῆ ἄνοια, φησί, τοῦ δήμου πολλή, εἴ γε ᾔδεσαν ὡς προδότης ἦν ὁ Φιλοκράτης. ὅτι δὲ ἀμφοτέροις ἐχθρὸς ὁ Φιλοκράτης Αἰσχίνης ὁμολογεῖ. πῶς οὖν καλούμενος ἐπὶ τὴν μαρτυρίαν Φιλοκράτους Αἰσχίνης σιγᾷ καὶ τίς ἡ κοινωνία τῆς πολλῆς προνοίας ὑπὲρ Φιλοκράτους αὕτη; πῶς δὲ πολλὴν ὑπὲρ αὐτοῦ ποιεῖται πρόνοιαν; τίνα δὲ ἄλλον παρεχόμεθα μάρτυρα τοῦ πολεμεῖν αὐτῷ Δημοσθένη σαφῶς καὶ διαρρήδην μαρτυροῦντος Αἰσχίνου; ἄνοια οὖν, ὡς εἴρηται, τοῦ δήμου πολλή, εἴ γε εἰδότες ὡς προδότης Φιλοκράτης εἶτα ἐχειροτόνησαν αὐτόν. ἔστι δὲ οὐ τοιοῦτον· ἀλλʼ ἐπειδὴ χρεία πολλάκις ἐν ταῖς πρεσβείαις ἰταμωτέρων καὶ παρρησιαστικῶν, ἵνα μὴ τὰ δίκαια διὰ τὴν ἐπιείκειαν πρόωνται τῆς πόλεως, ἐδόκει δὲ τοιοῦτος ὁ Φιλοκράτης, ἕνεκεν τούτου εἵλοντο αὐτόν. ὡς οὖν εὐχερῆ ὄντα εἰς τὸ μεταπεισθῆναι καὶ διαφθαρῆναι εἶπε τὸ «φυλάξωμεν». διὰ τοῦτο γὰρ μιαρὸν καὶ ἀναιδῆ ἐκάλεσεν, οὐ προδότην.
καὶ μέχρι σύστασις τοῦ οἰκείου πρὸ τῆς ἐπικρίσεως τοῦ κατηγορουμένου.
χωρὶς πρὸς διαστολὴν τῶν ἀκουόντων.
δεῖν ἀντὶ τοῦ ἀναγκαίαν εἶναι.
βραχεῖς τε καὶ μετρίους λόγους τὸ μὲν τῆς συντομίας, τὸ δὲ τῆς ἀρετῆς τῶν εἰρημένων.
μετρίους ἀντὶ τοῦ φιλανθρώπους.
τῷ τῶν συμμάχων ὡς εἰ ἔλεγεν «ἅπασιν Αἰσχίνης ἠναντιώθη, τοῖς συμμάχοις καὶ ἐμοὶ καὶ τοῖς ἀκροαταῖς».
συνηγόρει ἐκείνῳ μεθʼ ἑτέρας διανοίας ἐξετάζει τοῦ κατηγορουμένου τὰ ῥήματα.
ὡς οὔτε τῶν προγόνων ὑμᾶς ὁ μὲν Αἰσχίνης περὶ τῶν φαυλοτέρων ἔφη, οὓς καὶ ζηλοῦν ἐκώλυσεν, ὁ δὲ τῷ κοινῷ τὸν λόγον ἐτράχυνε.
ἰστέον ὅτι σοφίζεται ἐνταῦθα ὁ ῥήτωρ· ὁ μὲν γὰρ Αἰσχίνης τὸ ἄκαιρον τοῦ μιμεῖσθαί τινας τῶν προγόνων ἔλεγε φυλάττεσθαι, αἰνιττόμενος τοὺς ἐν Σικελίᾳ μόνους· οὐ γὰρ ἔλεγε περὶ πάντων τῶν προγόνων· ὁ δὲ ῥήτωρ τῷ καθολικῷ ὀνόματι «τῶν προγόνων» διαβάλλει τὸν λόγον.
νόμον τε θήσειν ἰδοὺ καὶ νομοθέτην αὐτὸν ἀποφαίνει πανταχόθεν αὔξων τὴν φρόνησιν.
μηδενὶ τῶν Ἑλλήνων παραινεῖ τῇ πόλει τὴν αὐτοῦ δωροδοκίαν μιμήσασθαι καὶ μισθοῦ βοηθῆσαι τοῖς Ἕλλησι.
καὶ ταῦτα ὁ σχέτλιος εὐκαίρως ἐπιφύεται κατʼ αὐτοῦ μετὰ τὴν δείνωσιν.
ὃν μὲν οὖν δεύτερον μέρος τῆς καταστάσεως.
ἀλλʼ ἐπειδὴ πάλιν ἥκομεν τὸ εἶδος τοῦ λόγου περιβλητικὸν κατὰ τὴν μέθοδον. τὸ γὰρ ἀναστρέφειν τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτα ἐπεμβάλλειν τὰ πρῶτα περιβολῆς ἴδιον.
καὶ προσδοκηθέντων ὑπὲρ τῶν περὶ Ἀριστόδημον λέγει καὶ Νεοπτόλεμον.
καὶ τούτων ἕτερα τὴν Θρᾴκην λέγει.
προσῄειμεν πρῶτον γὰρ ἔδει εἰσελθεῖν ἐν τῇ βουλῇ, εἶτα ἐν τῷ δήμῳ.
τὸ γὰρ βουλευτήριον μεστὸν τὴν ἐπιθυμίαν αἰνίττεται τοῦ μαθεῖν· οὐ γὰρ ἀνέμειναν τὴν ἐκκλησίαν κατὰ τὸ ἔθος, ἀλλʼ ἀνεμίχθησαν οἱ ἰδιῶται τοῖς βουλευταῖς.
κατηγόρησα τούτων οὐ λέγει περὶ πάντων τῶν πρέσβεων, ἀλλὰ τῶν αἰτίων.
ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία ἐνταῦθα ἀποδείκνυσι τῆς προκατασκευῆς τὸ δεύτερον κεφάλαιον, δεύτερον τιθείς· οὐ γὰρ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας, ἀλλὰ τὴν τάξιν συγχέας τῶν κεφαλαίων τῆς προκατασκευῆς, οὐχ ὡς ἐπηγγείλατο κατασκευάζει, ἀλλὰ τῆς ἐπαγγελίας τὸ πέμπτον τίθησι πρῶτον, τὸ δὲ δεύτερον τίθησι δεύτερον· κατασκευάζει δὲ μόνον τὸ δεύτερον νῦν.
πειρᾶσθε συνδιαμνημονεύειν αἰσχυνθήσεται γὰρ ἕκαστος τῶν ἀκουόντων μόνος ἀπολειφθῆναι τῆς μνήμης.
ἀληθῆ λέγειν ἀπόδειξις τοῦ ἀληθῆ αὐτὸν εἰρηκέναι τῇ βουλῇ.
ἔφη γὰρ ἥκειν πεπεικὼς καλῶς εἶπεν οὐκ «ἀκηκοὼς παρὰ Φιλίππου» ἁπλῶς, ἀλλὰ «πεπεικὼς Φίλιππον», ἵνα μὴ ὡς ἐξαπατηθεὶς φαίνηται. προδιαλύει δὲ καὶ οὕτω τὸ χρῶμα· «πῶς γὰρ ὁ τότε πείσας ἠπάτηται;»
καὶ περὶ τῶν ἐν Ἀμφικτύοσιν ὥστε ζητῆσαι καὶ μαθεῖν τίνες ἐσύλησαν τοῦ ἱεροῦ τὰ χρήματα. ἔμελε γὰρ τοῖς Ἀμφικτύοσι τούτου.
Θηβαίων καὶ Φωκέων πολεμούντων πρὸς ἑαυτοὺς διὰ τὴν παραποταμίαν γῆν, οἱ Θηβαῖοι μᾶλλον ἱεροσύλησαν τὸ ἐν Δελφοῖς ἱερὸν ἤπερ οἱ Φωκεῖς, εἰ καὶ οἱ Φωκεῖς κατὰ τὸ ἀληθὲς τοῦτο πεποιήκασιν. πρῶτοι γάρ, φησιν, ἐπεχείρησαν οἱ Θηβαῖοι τοῦτο ποιῆσαι καὶ «οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ διαπραξάντων», ὡς ἐπιφέρει μετὰ μικρὸν λόγον.
δυοῖν ἢ τριῶν ἡμερῶν τὸ τάχος τῆς ἐπαγγελίας τὴν ἀπάτην ἐπηύξησε.
διδάσκειν γὰρ αὐτὸς ἔφη ὅρα ὅπως πάλιν προδιοικεῖται τὴν λύσιν. ὁ γὰρ διδάσκων οὐ φενακίζεται. καὶ τὸ «αὐτὸς» δὲ τὴν ἐξοχὴν δηλοῖ τῆς εὑρέσεως. οὐκ ἂν οὖν ὁ τοιοῦτος ἀπατηθείη.
ἐπικεκηρυχέναι ὅταν πόλις ἔχῃ πρός τινα δυσμένειαν, ἐπιβοᾷ καὶ κηρύττει μισθὸν καὶ χρήματα τῷ φονεύοντι.
ἐπικεκηρυχέναι ἄλλο ἐστὶν ἐπικηρυκεία καὶ ἄλλο ἐπικήρυξις. ἐπικηρυκεία μὲν ἡ φιλία, ἐπικήρυξις δέ, πολλάκις πόλις ἔχουσα ἐχθρόν τινα ἐπιβουλεύοντα αὐτῇ ἐβούλετο αὐτὸν ἀνελεῖν ὡς βαρὺν ἑαυτῇ καὶ ἐπεκήρυττε χρήματα κατʼ αὐτοῦ τῷ βουλομένῳ λαβεῖν καὶ φονεῦσαι αὐτόν. πολλάκις δὲ καὶ ἐπὶ ἰδιωτῶν τοῦτο ἐγίνετο.
ὦ ἄνδρες πρέσβεις τοῦτο ὥσπερ ἠθοποιία ἐστὶν ὡς ἀπὸ τῶν Εὐβοέων λεγόντων πρὸς τὸν Αἰσχίνην καὶ τοὺς ἄλλους πρέσβεις· «καὶ πῶς εὑρέθησαν αὐτοὶ οἱ πρέσβεις ἐν τῇ Εὐβοίᾳ;» λέγομεν ὅτι διʼ αὐτῆς παρῆλθον ἐπανερχόμενοι ἐπὶ τὰς Ἀθήνας· οὐ γὰρ ἠδύναντο διὰ τῆς Βοιωτίας ἐπανελθεῖν διὰ τὴν ἔχθραν ἣν εἶχον πρὸς τοὺς Θηβαίους. ἦσαν δὲ οἱ Εὐβοεῖς Ἀθηναίων ἀποστάντες ἐκ τῶν ὑστέρων Θουκυδίδου μέχρι τοῦ νῦν χρόνου.
κατέβη μάλα σεμνῶς πλήττει λεληθότως τὸν δῆμον, ὅτι ὑπερευδοκιμοῦσιν οἱ φενακίζοντες.
ἀναστὰς δʼ ἐγὼ παραγραφικὸν λύει· «καὶ διὰ τί οὐκ ἀντέλεγες;»
ἐβόων, ἐξέκρουόν με Αἰσχίνου βοῶντος, Φιλοκράτους παροινοῦντος, προκατειλημμένου τοῦ δήμου, ποῦ Δημοσθένης ὀφθήσεται;
ὑμεῖς δʼ ἐγελᾶτε καθάπτεται τῶν πολιτῶν ὅτι τοῖς φενακίζουσι τὴν πόλιν ἐπίστευον, τὸν δὲ φιλόπολιν καταγέλαστον ἐποίουν.
νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν θεραπεύει τὸν δῆμον μετὰ τὴν ἐπιτίμησιν.
θεραπεία τῆς ἐπιτιμήσεως.
καθαψάμενος τῶν πολιτῶν πάλιν αὐτοὺς θεραπεύει.
τοῦ χάριν δὴ τρίτον μέρος τῆς καταστάσεως αἰτιολογικόν· τὰς αἰτίας γὰρ ἀποδίδωσι τῶν προειρημένων.
τοῦ ... δὴ πληρώσας τὴν διήγησιν εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὸ πρῶτον κεφάλαιον τοῦ στοχασμοῦ, ὅπερ ἐστὶ τὸ παραγραφικόν. λαμβάνει δὲ αὐτὸ ἐκ χρόνου, οἷον «καὶ διὰ τί μὴ τότε ἀντέλεγες;»
προβεβλημένη εὐλαβῶς ἔχουσα καὶ φυλαττομένη.
βούλομαι δʼ, ἐπειδήπερ εἰς τούτους προήχθην τοὺς λόγους συμπεράνας τὴν κατάστασιν ἄρχεται ἐντεῦθεν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὧν ἐστι τὸ προοίμιον. ἐπειδὴ δὲ κινηθέντος τοῦ ἐγκλήματος ἐδείχθη τὸ μέγεθος, ἀφέμενος ἀναγκαίως ὧν προήρξατο, τὴν λυποῦσαν αὐτὸν ἀντίθεσιν διαλύειν πειρᾶται. ἔστι δὲ αὕτη τίς; ἡ ἀπὸ τῆς Αἰσχίνου δυνάμεως. ἀλλʼ οὐχ ἱκανὸς Αἰσχίνης οὐδὲ τοσαύτην ἔχει δύναμιν ὥστε εἴκοσι δύο πόλεων προδοῦναι κατάλογον. τί δήποτε δὲ στοχαστικῆς οὔσης τῆς ὑποθέσεως ἐλέγχων ἀπαιτήσει οὐ κέχρηται; καὶ λέγομεν ὅτι γνώμης ἐστὶ στοχασμός. οὐχ οἷόν τε δὲ προδήλων ὄντων τῶν πραγμάτων ὑφʼ ὧν πέπρακται καὶ καταφανοῦς ὑπάρχοντος τοῦ πεποιηκότος ἐλέγχων ἀπαίτησιν γενέσθαι. ἐνταῦθα γὰρ τῆς βουλήσεως μόνης ἐξέτασις καὶ τῶν τεκμηρίων. ἐλέγχους δὲ οὐκ ἀπαιτοῦμεν, ὅτι μὴ τὴν ἑτέρου γνώμην οἶδέ τις εἰ ἑκὼν ἢ ἄκων καὶ ἐξηπατημένος τοὺς λόγους εἴρηκε. καὶ ἡ βούλησις δὲ ἠρέμα μὲν δηλοῦται, φυλάττεται δὲ ἡ πλείων ἐξέτασις ἐν τῷ χρώματι. τὴν δὲ δύναμιν βλάπτουσαν καὶ ὑπερβαίνουσαν τὴν ποιότητα κατέμιξε τῇ θέσει τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, πιθανὰ ποιῶν τὰ ἐγκλήματα.
τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους.
βούλομαι ... λόγους τί δήποτε στοχαστικῆς οὔσης τῆς ζητήσεως οὔτε ἐλέγχων ἀπαιτήσει κέχρηται οὔτε μὴν βουλήσει πρὸ τῆς δυνάμεως; λύσις, ὅτι γνώμης ἐστὶ στοχασμός.
πληρώσας τὸ παραγραφικὸν εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὸ δεύτερον κεφάλαιον τοῦ στοχασμοῦ, ὅπερ ἐστὶν ἡ τῶν ἐλέγχων ἀπαίτησις.
δεῖ δὲ μηδένα ὑμῶν, ὦ Ἀθηναῖοι ἔστιν οὖν τῆς ἀντιθέσεως ἡ δύναμις ἐν τούτοις κατὰ ἀναίρεσιν εἰσηγμένη· ἐνταῦθα γὰρ τῆς βουλήσεως μόνης ἡ ἐξέτασις καὶ τῶν τεκμηρίων.
δεῖ ... Ἀθηναῖοι ἡ μὲν βούλησις μέχρι τοῦ μετρίου συμπέπλεκται ἐκ τούτου. «εἶθʼ οὗτος, εἴπερ ὥσπερ οὗτος ἠβουλήθη μισθώσας αὑτὸν τοῖς ἐχθροῖς ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν κακῶν ὅσων περ καὶ οὗτος.» τὴν δέ γε δύναμιν ηὔξησεν ἐκ τῆς ποιότητος εἰπὼν ὅτι «ὑμεῖς κατεστήσατε κύριον» καὶ τοὺς καιροὺς συνῆψεν ἐπὶ τούτοις μέρος τῆς δυνάμεως ὄντας.
ὅτι ὅντινʼ ἂν ὑμεῖς εἰ καὶ τοῦ Αἰσχίνου ταπεινότερόν τε καὶ ἥττω.
εἶθʼ οὗτος, εἴπερ ὥσπερ οὗτος συνέζευξε τῇ δυνάμει τὴν βούλησιν, κρατύνων αὐτὴν τῇ κοινωνίᾳ.
ἐβουλήθη διὰ τί ἐπʼ ἐλάχιστον χρῆται νῦν τῇ βουλήσει; λέγομεν ὅτι τεχνικῶς τοῦτο ποιεῖ. βούλεται γὰρ αὐτὴν τηρῆσαι ἐν τῷ δευτέρῳ στοχασμῷ. δεύτερος γὰρ ἐμπίπτει μεταξὺ τοῦ λόγου ἀπʼ ἀντιθέσεως οἷον· «καὶ πόθεν δῆλον ὅτι ταῦτα ἠβουλόμην ποιεῖν;»
διὰ τοῦ εἰπεῖν «ἠβουλήθη» ἐσήμανε τὴν βούλησιν· τὴν γὰρ δύναμιν προειπὼν ἐπήγαγε τὴν βούλησιν.
οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς τοῦτο μέν ἐστι μέρος τῆς ἀντιθέσεως ὅτι «φαῦλος καὶ τῶν τυχόντων καὶ οὐδὲ τῶν σεμνῶν οὐδὲ τῶν λαμπρῶν Αἰσχίνης, ὁμοῦ ἐξεπίτηδες φαυλίζων, οὐ παρʼ ἑαυτοῦ δὲ φαυλίζων — ἐναντίου γὰρ ἦν —, ἀλλὰ παρὰ τῶν ἐχόντων ταύτην τὴν ὑπόληψιν λαμβάνων τὸν λόγον». ἔστι δὲ καὶ τῶν ἀσαφῶν τὸ χωρίον. τί γοῦν βούλεται λέγειν ἐν τούτῳ; ὅτι «οἱ Φωκεῖς, εἰ καὶ φαύλῳ κατεχρήσασθε διακόνῳ καὶ πρεσβευτῇ, οὐ πρὸς ἐκεῖνον εἶδον, ἀλλὰ πρὸς τὴν πόλιν».
ἀξιοῦται τί γάρ; ὧν ἡ πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, ἐπʼ αὐτοὺς ἀναφέρεται ἀντὶ τοῦ «οὐκ ἠξίωσαν ὀλιγωρῆσαι τῶν Αἰσχίνου λόγων, ἀλλʼ ἀπεῖδον πρός τε τὸ τῆς πόλεως πρόσωπον καὶ ἀξίωμα καὶ τούτοις πιστεύσαντες ἀπώλοντο». ἵνα δὲ ἡ δύναμις ἰσχυρὰ γένηται, προσέθηκε καὶ τοὺς ἄλλους πρέσβεις καὶ διηυκρίνησεν ἐπὶ τίνι κατηγορεῖ, προσθεὶς καὶ εἰπὼν «εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε ταῦθʼ ἅπαντʼ ἀπώλεσαν οὗτοι». καὶ προσέθηκε πάλιν τὴν βούλησιν εἰπὼν «καὶ διέφθειραν ἑκόντες». τὸ δέ γε ἰσχυρότατον μέρος τῆς βουλήσεως, τὴν αἰτίαν, οὐ λέγει· τούτου γὰρ τοῦ κεφαλαίου τὸ μέγιστον μέρος ἐστὶν ἡ αἰτία, ἣν ἐν τῷ δευτέρῳ στοχασμῷ διεφύλαξε.
δὸς δέ μοι τὸ προβούλευμα εἰσβάλλει ἐπὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν πληρώσας τὴν δύναμιν. «προβούλευμα» δὲ λέγει τὸ ἀκοῦσαι τὴν βουλὴν πρὸ τοῦ δήμου Δημοσθένους κατηγοροῦντος τοῦ Αἰσχίνου καὶ τῶν ἄλλων πρέσβεων ὅτι παρεπρέσβευσαν καὶ καταψηφίσασθαι αὐτῶν ὡς ἀδικησάντων καὶ γράψαι καὶ ψήφισμα ἕνα αὐτῶν τῶν βουλευτῶν ὥστε μὴ κληθῆναι εἰς τὸ πρυτανεῖον πρὸς δεῖπνον. ἀεὶ γὰρ οἱ πρέσβεις ἐπανερχόμενοι ἐκαλοῦντο εἰς δεῖπνον ἔθει τινὶ τιμῆς χάριν. τοῦτο οὖν παραφέρει εἰς ἔλεγχον αὐτῶν τῆς προδοσίας ὅτι ὡς προδοτῶν καταγνοῦσα ἡ βουλὴ οὐκ ἐκάλεσεν αὐτοὺς εἰς δεῖπνον.
δὸς ... προβούλευμα μετέβη πάλιν ἐντεῦθεν ἐπὶ τὸ κεφάλαιον οὗπερ ἦν ἐξ ἀρχῆς τὸ προοίμιον, λέγω δὴ τοῦ ἀπʼ ἀρχῆς ἄχρι τέλους. ἄρχεται δὲ ἐκ μεταληπτικοῦ· «νῦν ἡμῖν λέγεις περὶ τῆς προδοσίας, ἐξὸν πρὸ τῶν πραγμάτων εἰπεῖν καὶ σῶσαι;» ὁ δὲ ὅτι οὐκ ἐσίγησε συνίστησι παρεχόμενος τὸ προβούλευμα· εἶναι γὰρ σημεῖον τῶν αὐτοῦ λόγων, ὅπερ ἐψηφίσατο πρὸς τὰς ἐπαγγελίας τοῦ ῥήτορος. πληρώσας δὲ διὰ τῆς προσηκούσης ἐξεργασίας τὸν τρόπον μεταβέβηκεν ἐπʼ αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, καθαρῶς ἀπὸ τῶν χρόνων ἀρξάμενος. αἰτιᾶται γὰρ τὸν Αἰσχίνην ὡς ἐξεπίτηδες ἀποκλείσαντα τῶν καιρῶν τὴν πόλιν, ὡς μηδὲ ἐγγενέσθαι βουλεύεσθαι περὶ τῶν προκειμένων τοῦ Φιλίππου κατειληφότος τὰς Πύλας· ἅμα τε γὰρ ἤκουσε κἀκεῖνος παρῆν. εὔδηλον ὡς ἀπωλώλει τῆς βοηθείας ὁ χρόνος ἐν ᾧ κλεῖσαι τὰς Πύλας οἷόν τε ἦν τῷ δήμῳ. εἶτʼ, ἐπειδὴ ἀντέπιπτεν «οὐ γὰρ ἦν ἑτέρως βοηθεῖν ἢ προειπόντας Φωκεῦσιν ἢ ἀσφαλέστερόν τι περὶ αὐτῶν βουλεύσασθαι», ἔλυσε δύο λύσεσι, μιᾷ μὲν ὅτι «οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα· ἦ γὰρ ἂν ὁ δῆμος ἐβουλεύσατο», ἑτέρᾳ δὲ ὅτι «εἰ καὶ βουλεύσασθαι ὁ δῆμος οἷός τε ἦν, ἐξηπάτησεν αὐτὸν Αἰσχίνης ἐλπίσι καὶ ὑποσχέσεσιν». ἐν ᾧ καὶ εἰσάγει τὰ ἰσχυρότατα τῶν τεκμηρίων λέγων τοὺς Αἰσχίνου λόγους.
μετέβη πάλιν ἐπὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἄρχεται δὲ ἐκ τοῦ μεταληπτικοῦ.
ἐπαγγελίαν πρόσταξιν ἢ αἴτησιν.
οὔτε εἰς τὸ πρυτανεῖον ἠξίωσεν ἐνεδέχετο ὑπερτεθῆναι τὴν κλῆσιν, ἕως ἂν γνῷ ἡ βουλὴ τὴν ἀκρίβειαν· ἢ ὅτι οὔπω ἐν τῷ δήμῳ ἀπεπρέσβευσαν. ὁ δὲ τὴν ὑπέρθεσιν εἰς τὸ μὴ γενέσθαι μηδὲ ἔσεσθαι παραλαμβάνει.
οὗ θάνατον κατεχειροτόνησεν ἐνήλλαξε τὸν χρόνον· δῆλον γὰρ ὡς ἐκλήθη πρότερον, εἶθʼ ὕστερον καταγνωσθεὶς ἀνῃρέθη.
ἐνταῦθʼ οὔτʼ ἔπαινος τρίτον κεφάλαιον περὶ ὧν ἀπήγγειλεν· ὃ τῆς προκατασκευῆς ἐστι πρῶτον κεφάλαιον, τρίτον δὲ τῆς κατασκευῆς καὶ ἀποδείξεως.
εἰ μὲν τοίνυν ταὐθʼ λύει οὖν τοῦτο διλημμάτῳ σχήματι ὅτι «εἰ μὲν πάντες οἱ πρέσβεις ταὐτὰ ἐπρεσβεύομεν», ὅ ἐστιν «εἰ πάντες ἐγενόμεθα προδόται, δικαίως ἂν πάντες οὐκ ἐκλήθημεν· εἰ δὲ οἱ μὲν ἡμῶν τὰ δίκαια ἔπραττον, οἱ δὲ παρεπρέσβευσαν, διὰ τοὺς παραπρεσβεύσαντας συνέβη καὶ τοὺς ἄλλους μὴ κληθῆναι».
ἡ μὲν οὖν βουλὴ ταῦτα ἐντεῦθεν ἄρχεται τῶν σημείων, ὅπερ κεφάλαιον καλεῖται τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους.
ἀναστὰς δʼ οὗτος ἐδημηγόρει δύο θεὶς ἀπʼ ἀρχῆς ἄχρι τέλους, τόν τε χρόνον καὶ τοὺς λόγους Αἰσχίνου, ἀναγκαίως καὶ χρῶμα ἐπήγαγεν· ἑκάστῳ γὰρ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀποδοτέον χρῶμα.
ἐπικεκηρυχέναι ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὄντων ὑφʼ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα.
πραοτέρους γενέσθαι τινὸς ἢ παντὸς ἀνθρώπου βούλεται τὸ «τινὸς» ἢ «τίνος» λέγει· πόρρω γὰρ εὑρεῖν παραπλήσιον εἰς φιλανθρωπίαν.
καὶ μετὰ ταῦτα ἀνεγινώσκετο ἡ ἐπιστολὴ ἡ παρὰ Φιλίππου τὸ χρῶμα· ἑκάστῳ γὰρ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀποδοτέον χρῶμα.
καὶ ... Φιλίππου τοῦτο δέ ἐστι τὸ χρῶμα τὸ ὑπὲρ τῶν χρόνων, ἐν οἷς ὁ Φίλιππος κατέσχε τὰς Πύλας, καὶ τούτου γέγονεν ἐκεῖνος αἴτιος. εἶτα ἡ λύσις εὐθύς· «οὗτος ἔγραψε τὴν ἐπιστολὴν ἀπολειφθεὶς ἡμῶν». πρὸς δὲ τοὺς Αἰσχίνου λόγους ἀπήντησεν λέγων οὕτω· «Φίλιππος οὐκ ἐξηπάτησεν, ἀλλʼ Αἰσχίνης».
ἣν οὗτος ἔγραψεν ἀπολειφθεὶς ἡμῶν ἡ λύσις.
ἣν ... ἡμῶν τὸ μὲν «ἀπολειφθεὶς ἡμῶν», ἵνα μὴ δόξῃ κοινωνεῖν τῶν πραχθέντων· τὸ δὲ «οὗτος ἔγραψεν», ἵνα μὴ ἐπὶ Φίλιππον ἄγῃ τὴν αἰτίαν· «ἐπὶ τὰς πόλεις» δέ, ἵνα τὰς συμμαχικὰς δηλοῖ ἃς καὶ ὁρκοῦν ἔδει· «οὐκ ἀπὸ ταὐτομάτου» δέ, ἵνα δείξῃ τὴν κακουργίαν, ὅτι ἐμερίσαντο τὴν ἐπιβουλὴν Αἰσχίνης καὶ Φίλιππος.
ἀντὶ τοῦ «χωρισθεὶς ἡμῶν».
τοὺς Ἀλεῖς πρὸς τοὺς Φαρσαλίους πολίτας.
ἤδη ἔγνωμεν ἐν τοῖς Φιλιππικοῖς, ὅτι αἱ δύο πόλεις αὗται τῆς Θετταλίας ἐστασίαζον πρὸς ἑαυτάς, ἡ μὲν Φάρσαλος φίλη οὖσα τοῦ Φιλίππου, ὁ δὲ Ἄλος τῶν Ἀθηναίων.
λέγε αὐτοῖς τὴν ἐπιστολὴν τὸ θαυμαστότατον τοῦτό ἐστιν, ὅτι, ᾗπερ ἂν Αἰσχίνης ἐχρήσατο πρὸς ἀπολογίαν ἐπιστολῇ, ταύτην ἔλαβε πρὸς κατηγορίαν Δημοσθένης· σύνηθες γὰρ αὐτῷ τὰ ἰσχυρὰ τῶν ἀντιδίκων διὰ ἰσχὺν δεινότητος αὑτοῦ ποιεῖσθαι.
περὶ δὲ Φωκέων ἢ Θηβαίων μετὰ τὴν ἀνάγνωσιν τῆς ἐπιστολῆς ὥσπερ ἐπιβεβαιούμενος τὴν ἐξ αὐτῆς ὠφέλειαν, πάλιν ἐπάγει «περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων, ὧν οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, οὐδὲ γρῦ.» οὗτος, οὐκ ἄρα Φίλιππος, ἐξηπάτηκε· τοῦτο γάρ ἐστιν ὃ προορᾶται. λύσας δὲ ἐν τῷ μεταξὺ τὰ λυποῦντα καὶ συστήσας τὴν ἐπιστολὴν Αἰσχίνου μᾶλλον ἢ Φιλίππου εἶναι, πάλιν ἐπὶ τοὺς Αἰσχίνου λόγους ἐπανῆκεν, οὐκ ἀναχωρῶν τῶν ἰσχυροτάτων, θεώρημα παραδιδοὺς ἐνδιατρίβειν τοῖς ἀναγκαίοις.
οὐδὲ γρῦ ἀντὶ τοῦ «οὐδὲ ὅλως». εἴρηται δὲ τὸ γρῦ τὸ μικρὸν ἀπὸ μεταφορᾶς τοῦ ῥύπου τοῦ γινομένου ἐν τοῖς ὄνυξιν τοῦ οὕτω καλουμένου.
Ἀλεῖς Ἄλος πόλις καὶ Ἀλεῖς οἱ πολῖται.
ὃ τοίνυν μέγιστον ἀποκοπὴ τὸ σχῆμα, ἀντὶ τοῦ «ἀκούσατέ μου».
ἠνέγκαμεν ἡμεῖς μετὰ Ἀντιπάτρου καὶ Παρμενίωνος.
ἐπαγγείλασθαι ἀντὶ τοῦ «αἰτῆσαι».
εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ πάλιν ἐνταῦθα προσέθηκε τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους Θηβαίους, οὐκ ἀθρόως ἐκχέας ἅπαντα, κατὰ δὲ μέρος ἀεὶ προστίθησιν, ἵνα καὶ αἱ λύσεις ἀκόλουθοι καὶ σαφεῖς οἱ λόγοι γένωνται. εὐθὺς γοῦν ἐπὶ τὴν μνήμην Θηβαίων ἐλθὼν πάλιν τὸ χρῶμα ἐζήτησεν, ὥσπερ καὶ ἐπὶ τῶν προτέρων· ἔφη γὰρ «καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην». ποῦ τοίνυν ἡ δίκη; ἤκουσαν οἱ Θηβαῖοι, φησί, καὶ διὰ τοῦτο ἐφυλάξαντο· καὶ Φίλιππος οὐκ ἔσχεν ἀνελεῖν τὰς Θήβας. «εἰ τοίνυν παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος;» ἔχει δὲ τὸ χρῶμα καὶ τὴν λύσιν εὐθὺς τοῦ χρώματος, ἐπὶ τούτοις ἀκολούθως ζητήσας τὸ μεταληπτικόν· «πῶς οὖν ἐσιώπησας ἀπατωμένης τῆς πόλεως;» καὶ πρὸς τοῦτο ἀπαντῶν ὑπομιμνήσκει τῆς ἑαυτοῦ παρόδου καὶ ὧν ἔπαθε λέγειν βουλόμενος. εἶτʼ ἐπειδήπερ οὐκ εἶχε μαρτυρίαν τῶν λόγων, ὡς ἐν ποιήματι ἠθοποιίας συνέπλασεν· ἔχει γὰρ καὶ τὸ μεγαλεῖον τῶν λόγων ἐκ τοῦ Πλάτωνος καὶ λαμβάνει τὸ χρήσιμον ἐκ τῶν διαλόγων τῶν ἀμοιβαίων, εἶδος καινὸν καὶ πιθανὸν εἰσάγων. οὐδὲ γὰρ ἀκατάσκευον ἀφῆκεν ὅτι εἴρηκεν, ἀλλʼ ἐν τῇ τῆς πλάσεως εὑρέσει τὴν πίστιν παρέσχετο· μᾶλλον γὰρ ἐνδιατιθέμεθα πρὸς τοὺς ἐγκατασκεύους λόγους ἢ τοὺς ἁπλούστερον εἰρημένους.
καίτοι ταῦτα εἰ μὲν ἀκοῦσαι λύσις ἰσχυροτάτη ἀντιθέσεως οἷον «ἀλλʼ ἀκούσαντες οἱ Θηβαῖοι ἐφυλάξαντο καὶ διʼ αὐτὸ οὐ διεφθάρησαν»· εἶτα λύει αὐτὴν διλημμάτῳ σχήματι. «ἔμελλε κατὰ τὸ ἀληθὲς ταῦτα ποιεῖν ὁ Φίλιππος ἢ οὔ. εἰ μὲν γὰρ οὐκ ἔμελλε ποιῆσαι, ἀλλὰ σὺ ἠπάτας, εἰκότως ἐφλυάρεις ταῦτα ἀπατῶν ἡμᾶς, εἰδὼς ὅτι οὐ γενήσεται· εἰ δὲ διὰ τὸ προαισθέσθαι κεκώλυται, διὰ τί μὴ ἐσιώπας; εἰ μὲν γὰρ ἐγίνωσκες ὅτι, ἐὰν καὶ ἀκούσωσιν οἱ Θηβαῖοι, οὐ δυνήσονται φυλάξασθαι ὡς ὄντες ἀσθενεῖς, τί οὖν μὴ διεφθάρησαν; εἰ δὲ ἐγίνωσκες ὅτι ἰσχυροί εἰσι καὶ ἐὰν προακούσωσι φυλάττονται, τί ἐφλυάρεις;»
εἰ μὲν γὰρ ἐνταῦθʼ ἦν εἰ μὲν γὰρ οὕτως ἦσαν ἀσθενεῖς οἱ Θηβαῖοι, ὥστε καὶ εἰ προαίσθοιντο τῆς καθʼ ἑαυτῶν ἐπιβουλῆς μὴ δύνασθαι φυλάξασθαι καὶ διαφυγεῖν.
ἐσπαθᾶτο ἀντὶ τοῦ «συνετίθετο», ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης.
ἐσπαθᾶτο ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται.
ὑφαίνετο, κατεσκευάζετο ἢ ἐπεδαψιλεύετο, ἀπὸ τοῦ σπαθᾶν καὶ πολλὴν κρόκην ἐμβάλλειν τῇ ἐσθῆτι, ὡς ἔχομεν τὴν χρῆσιν παρὰ τῷ Ἀριστοφάνει ἐν ταῖς Νεφέλαις «ὦ γύναι, λίαν σπαθᾷς.»
ὑπὸ τούτων ὑπὸ Φιλίππου καὶ Αἰσχίνου.
σιωπᾶν τοῦτο γὰρ ἔδει τὸν Φίλιππον σιωπᾶν καὶ μὴ προσθεῖναι τῇ εἰρήνῃ τὸ «πλὴν Φωκέων καὶ Ἀλέων», εἴπερ ἔμελλεν αὐτοὺς σῶσαι καὶ μὴ τῷ ἐκσπόνδους ἀφεῖναι καταστρέψασθαι.
τραχέως δʼ ὑμῶν ἐδόκει γάρ πως βασκαίνειν τῇ εὐπραξίᾳ τῆς πόλεως διʼ ὧν οὐδὲ προσδοκᾶν ἀνέχεται.
ἐπειδὴ ὥσπερ ἐδόκει ἀπεύχεσθαι τὰ ἀγαθὰ τῇ πόλει τῷ μὴ προσδοκᾶν.
μὴ νῦν, ὑπολαμβάνων οὐ νῦν ὀφείλεις ἀποστῆναι τοῦ δοκεῖν κεκοινωνηκέναι ὑμῖν τῆς πρεσβείας, ἀλλὰ τότε ἀφίστασο, καὶ μὴ προσποιήσῃ κοινωνεῖν ἡμῖν, ὅταν ταῦτα γένηται καὶ ἡμεῖς μέλλωμεν στεφανοῦσθαι διὰ ταῦτα.
οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω ἐπειδὴ ἡμερωτέρᾳ τροφῇ καὶ ποτῷ χρῶνται οἱ ἄνθρωποι, ὕδατι δὲ τὰ θηρία, σκώπτων αὐτὸν εἰς θηριώδη βίον ὁ Φιλοκράτης ταῦτα ἔλεγεν. ἄγει δὲ αὐτοὺς εἰς ὑπόμνησιν τοῦ σκώμματος, ἵνʼ ἐπιταράξας τῷ γελοίῳ τῶν δικαστῶν τὰς κρίσεις συμμάχῳ τῷ πάθει πρὸς τὴν πειθὼ καταχρήσηται. θαυμαστὴν δὲ καὶ τῆς ὕβρεως ἡ προσποίησις. «ἐκ γὰρ τῆς τοῦ ἐχθροῦ κρίσεως τοῦ βίου τὴν ἐγκράτειαν ἐσέμνυνέ μου, καὶ πρὸς τὰ τῆς μισθαρνίας ἐγκλήματα ἀπολογεῖται· ὁ γὰρ ὕδωρ πίνων πῶς ἀπρεπὲς κέρδος ἐπόθει;»
σκέψασθε δὲ τὸ ψήφισμα τὸ μετὰ ταῦτα αἰτίαν καὶ πίστιν περιέχει τοῦ διὰ τοὺς Αἰσχίνου λόγους ἰσχῦσαι τὸ Φιλοκράτους ψήφισμα· εἰ γὰρ ἅμα τε εἶπεν Αἰσχίνης ἅμα τε Φιλοκράτης ἔγραψεν, εἴη ἂν τὸ ψήφισμα περιεκτικὸν τῶν Αἰσχίνου λόγων. ὅτι μὲν οὖν καὶ τοῦτο τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους δῆλον, ὅτι δὲ λυπεῖ τὸν ῥήτορα γνοίη τις ἂν ἐνθυμηθεὶς ὅτι ῥᾴδιον Αἰσχίνῃ μεταστατικῷ χρωμένῳ εἰς τὴν ἀπολογίαν μετενεγκεῖν ἐπὶ τὸν Φιλοκράτην τὸ ἔγκλημα· ἐρεῖ γὰρ ὡς ὁ γράψας τὸ ψήφισμα καὶ τὸν Φίλιππον ἐπαινέσας αἴτιος γέγονε τοῦ μὴ τὴν πόλιν ψηφίσασθαί τι χρηστὸν ὑπὲρ Φωκέων. τοῦτο οὖν εὐλαβηθεὶς ὁ ῥήτωρ δεινότητι κέχρηται, πρῶτον μὲν ἀποδεικνὺς ταὐτὸν Αἰσχίνου τὴν δημηγορίαν καὶ τὸ ψήφισμα, ἔπειτα ὅτι οὐκ ἂν παρεδέξατο τὸ Φιλοκράτους γράμμα ἡ πόλις μὴ τῶν ὑποσχέσεων τούτων προειρημένων· ὅπερ γὰρ ἐπὶ τῆς ἐπιστολῆς εἴπομεν, τοῦτο κἀνταῦθα ἐποίησεν, τὸ ἰσχυρὸν τοῦ ἀντιδίκου συναγωνιστικὸν ἑαυτῷ πεποίηκεν. εἶτα πάλιν ἐνταῦθα φοβηθεὶς τὸ παρʼ Αἰσχίνου χρῶμα — ἠδύνατο γὰρ ἐκ τῶν γεγραμμένων ἐν τῷ ψηφίσματι μαρτυρίαν λαβεῖν ὅτι Φίλιππος ἦν ὁ ὑπισχνούμενος — εἴρηκεν εἰπὼν «ἀλλʼ οὐδὲν ἐκεῖνος ἐπηγγέλλετο», ἀλλʼ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. εἶτα ἐπιβεβαιῶν ὅτι Αἰσχίνου μᾶλλον ἢ Φιλοκράτους τὸ ψήφισμα, πάλιν ἐπάγει λέγων «πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας ὑμᾶς λαβὼν ὁ Φιλοκράτης ἐγγράφει τοῦτο τὸ ψήφισμα.» διορίζεται γὰρ ἐν τούτοις κατασκευὴν εἶναι τῆς τοῦ ψηφίσματος ἀπάτης τοὺς Αἰσχίνου λόγους.
μετὰ ταῦτα μετὰ τὸ σκῶψαι.
μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες ἔδει πληθυντικῶς εἰπεῖν «τὰς χεῖρας», ἵνα ᾖ ἐπὶ πάντων.
τὼ χεῖρε ἐπὶ ἑνὸς ἑκάστου τῶν Φωκέων.
ὅσων ὅσων ἔγραψε, φησίν, ὁ Φιλοκράτης περὶ τοῦ Φιλίππου.
ἐκεῖνός γε ἐπηγγέλλετο εἴποι ἄν τις ὅτι ἐναντιοῦται ἑαυτῷ λέγων «ἀλλʼ οὐδὲν ἐπηγγέλλετο». λέγομεν ὅτι αὕτη λύσις ἐστὶ τοῦ ἐναντίου, ἵνα, ὅταν λέγῃ τὸ «οὐδὲν ὑπισχνεῖτο», νοήσωμεν ὡρισμένως, ὅταν δὲ λέγῃ ὅτι «ὑπισχνεῖτο», ἵνα λάβωμεν ὅτι ἀορίστως.
ὡρμηκότας ὑμᾶς λαβὼν ἀλόγως αὐτῷ πεισθέντας καὶ προσχωρήσαντας. φρονίμως δὲ ἐπάγει τὴν αἰτίαν ἐπὶ τὸν Αἰσχίνην. οὐκ ἂν γὰρ εὗρε, φησίν, ἀπατῆσαι ὁ Φιλοκράτης, εἰ μὴ τὴν ἀπάτην Αἰσχίνης προκατεσκεύασεν.
ἐπὶ τοὺς διακωλύοντας οὐκ εἶπε φανερῶς τοὺς Φωκέας· οὐ γὰρ ἂν ἠνέσχοντο Ἀθηναῖοι· ἀλλὰ τῷ ἀορίστῳ ἔλαθε τὴν κακουργίαν ἐργασάμενος.
οὐκοῦν διὰ τὰς ὑποσχέσεις τοῦ Αἰσχίνου.
εὐφημότατʼ ἀνθρώπων τοῦτο, φασί, τεχνικῶς ἐξεῦρε· παρέδωκε γὰρ τοῖς ἐχθροῖς αὐτῶν, εὐφήμως τῷ κοινῷ ὀνόματι χρησάμενος τῶν Ἀμφικτυόνων.
εὐφημότατα ἀνθρώπων εὐφήμῳ καὶ εὐπρεπεῖ ὀνόματι τῶν Ἀμφικτυόνων τοὺς Ἀμφικτύονας ἐχειρώσατο.
ἀλλʼ οὐδὲ συγκαλέσαι ταῦτα ἀπὸ τῶν παρειμένων λοιπόν. ἔστι δὲ καὶ αὐτὸ μέρος τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους.
Πρόξενον ὁ Πρόξενος στρατηγὸς ἦν Ἀθηναίων. διέτριβε δὲ περὶ Πύλας ἐπιτηρῶν τὴν Φιλίππου πάροδον.
καίτοι καὶ ἐπιστολὰς ἔπεμψε ὁ Φίλιππος πάλιν ἕτερον καὶ τοῦτο μεταστατικόν. διωθούμενος γὰρ ἀφʼ ἑαυτοῦ τὰς αἰτίας Αἰσχίνης τὰς μὲν ἐπὶ Φιλοκράτην ἀναθήσει, τὰς δὲ τῇ πόλει. τί γὰρ ἐρεῖ; «ὑμεῖς αἴτιοι γεγόνατε τῆς Φωκέων ἁλώσεως, κληθέντες μὲν ὑπὸ Φιλίππου, ταῖς δὲ ἐπιστολαῖς μὴ ὑπακούσαντες». ἡ λύσις τοίνυν εὐθὺς καὶ συνεχὴς τὸ «οὐχ ἵνα ἐξέλθητε.»
ἕτερον μεταστατικόν.
πώμαλα ὑφʼ ἓν ἀναγνωστέον· λέγουσι δὲ Συρακοσίων εἶναι τὴν φωνὴν ἀντὶ τοῦ «οὐδαμῶς», ἔμαθον δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἀπὸ τῶν φυγάδων.
πώμαλα ὄνομα δέ ἐστιν ὑφʼ ἓν ἀναγινωσκόμενον, ὡς μέν τινές φασι, Σικελῶν κομισάντων τῶν ἐκεῖθεν φυγάδων. ἰσοδυναμεῖ δὲ τῷ «κατʼ οὐδένα τρόπον» καὶ τῷ «οὐδʼ ὅλως». καὶ ἄλλην δὲ λύσιν ἐπήγαγε τῷ αὐτῷ μεταστατικῷ «ἵνα μὴ ἀμύναιντο μηδὲ ἀντέχοιεν οἱ Φωκεῖς, ἐπὶ ταῖς παρʼ ὑμῶν ἐπανέχοντες ἐλπίσιν». ἀναγινώσκει δὲ καὶ τὰς ἐπιστολὰς τοῦ Μακεδόνος, αἷς οἷόν τε ἦν χρήσασθαι Αἰσχίνην, ἵνα τὰ ἰσχυρὰ πανταχοῦ ὑφέληται καὶ τὰς ἀπολογίας αὐτοῦ σαθρὰς ἐργάζηται.
τοὺς χρόνους οὐ τοὺς περὶ Θρᾴκην λέγει νῦν, ἐν οἷς τὰ ἐκεῖ πράγματα ἀπώλετο, ἀλλὰ τοὺς Φωκέων.
ἀλλʼ ἵνα ἄλλη λύσις μεταστατική.
καὶ νὴ Διʼ ἤδη γε τὸ τάχος δηλοῖ διὰ τῆς λέξεως· οἷον «ἤπειγεν ἡμᾶς ἐξιέναι ταῖς ἐπιστολαῖς ὁ Φίλιππος τοῖς ἔργοις ἐναντιούμενος».
καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους τρίτην ἐπήνεγκε λύσιν ἀγωνιστικωτέραν. ἀπὸ δὲ τοῦ ἐναντίου τὸ ἐπιχείρημα. εἰ Φίλιππος ἐκάλει καθαρᾷ τῇ γνώμῃ, «τί ἄλλο προσῆκεν ἢ συνειπεῖν ὅπως ἐξέλθοιτε ὑμεῖς, καὶ τὸν Πρόξενον, ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα, γράφειν εὐθέως βοηθεῖν;» ἀλλὰ μὴν οὐ συνεβούλευον ταῦτα οὐδὲ ἔγραφον. ᾔδεσαν ἄρα ἃ φρονῶν ταῦτʼ ἔγραψεν ὁ Φίλιππος.
τρίτη λύσις ἀγωνιστικωτέρα ἀπὸ τοῦ ἐναντίου.
οἱ μὲν τοίνυν Φωκεῖς τέταρτον μεταστατικόν· «ἀλλʼ οἱ Φωκεῖς αἴτιοι γεγόνασιν, εἴσω Πυλῶν δεξάμενοι Φίλιππον». προλαμβάνει δὲ τῇ δυνάμει τὴν ἀντίθεσιν τῇ λύσει. τί γάρ, φησί, πυθόμενοι Φωκεῖς τὸ ψήφισμα καὶ τὴν ἐπαγγελίαν τούτου καὶ τὰς ὑποσχέσεις ἐθάρρησαν τῷ Μακεδόνι; ἐπεὶ πρό γε τούτων τῶν λόγων «ἦσαν οἱ ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες», ἀλλὰ νομίσαντες μὴ ἀπατηθῆναι τὸν δῆμον ὑπὸ τῶν πρέσβεων ἠναγκάσθησαν πιστεῦσαι. οὐ μὴν οὐδὲ ἀπαράσκευοι πρὸς πόλεμον καὶ πολιορκίαν ἦσαν Φωκεῖς, ὡς ἂν Αἰσχίνου τὴν ἀσθένειαν αἰτιωμένου Φωκέων καὶ λέγοντος διὰ ταῦτʼ ἀναγκασθῆναι αὐτοὺς ὑποκατακλίνεσθαι. ἀνάγκη γὰρ ἦν τὸν μεθιστάντα ἐπὶ Φωκέας τὴν αἰτίαν εἰπεῖν τοὺς τρόπους διʼ οὓς ἑάλωσαν· ἢ γὰρ ὅτι ἐξηπατήθησαν ἢ ὅτι ἀμύνασθαι οὐκ ἠδυνήθησαν.
εἴσω τειχῶν δεξάμενοι τὸν Φίλιππον.
διόπερ ταῦτα πάντα ἐκ τῆς ἐργασίας τῶν λύσεων ἀντιπῖπτον πάλιν ἀνέκυψεν· «οὐκοῦν ὁ δῆμος αἴτιος τὸ Φιλοκράτους κυρώσας ψήφισμα». τούτου ἡ λύσις· «τοῦτο τοίνυν οὐδέποτʼ ἂν ὑμεῖς ὑπεμείνατε ὕστερον προσγράψαι».
ἰστέον ὅτι πολλὰ χρώματα λέγει, ἐπειδὴ πολλὰ καὶ τὰ σημεῖα· ἀλλὰ ταῦτα μὲν μερικά, ἐκεῖνο δὲ κυριώτερον καὶ πρὸς τὸ ἔγκλημα τὸ κατὰ Φωκέας τὸ τῆς ἀπάτης.
παρὰ τῆς τύχης εὐεργεσιῶν εἰ γὰρ βουληθείη, φησίν, ἡ τύχη εὐεργετῆσαι ἡμᾶς διὰ τοῦ ἀνελεῖν τὸν Φίλιππον, ἄχρηστος αὐτῆς γίνεται ἡ δωρεά, ὡς εἰ ἔλεγεν· «προδόται καὶ τῆς τύχης γεγενήμεθα».
ἵνα δὲ εἰδῆτε σαφῶς τοῦτο μὲν ᾠήθησάν τινες τῶν πρὸ ἡμῶν ἀντὶ τῆς τῶν μαρτύρων κεῖσθαι παραγωγῆς· ἡμεῖς δὲ εἰρήκαμεν ὅτι οὐχ οἷόν τε ἐν τῷ ἀπὸ γνώμης στοχασμῷ μάρτυρας παρέχεσθαι, μὴ ὡμολογημένων τῶν πραγμάτων ὑφʼ ὧν πέπρακται. ἀλλʼ εἶδος ἐλέγχων τοῦτό ἐστι καὶ ἀπόδειξις τοῦ διὰ τὸν Αἰσχίνην Φωκέας ἀπολωλέναι. λέγει γὰρ «ἵνα τοίνυν εἰδῆτε ὅτι οὐ διʼ ὑμᾶς οὐδὲ διʼ αὐτοὺς οὐδὲ διὰ Φίλιππον ἠπατηκότα Φωκεῖς ἀπολώλασι, τοὺς χρόνους ὑμῖν λογιοῦμαι»· ἐκ τῶν χρόνων γὰρ βούλεται συλλογίσασθαι τὴν ἀπόδειξιν, ἵνʼ ἡ τοῦ χρόνου βραδυτὴς καὶ τὸ δὴ λεγόμενον ἀκαρὲς σύστασιν ἐργάσηται τοῦ διὰ τὸν Αἰσχίνην ἀπολωλέναι Φωκέας· «εἰ γὰρ πρὸ τῆς εἰρήνης ἐσῴζοντο καὶ μετὰ τὴν εἰρήνην, ἐπαγγελλομένου δὲ καὶ ὑποσχομένου τὴν σωτηρίαν Αἰσχίνου, τρεῖς ἡμέραι γεγόνασιν ἐξ οὗπερ Φωκεῖς ἐπύθοντο, εἶτα συνθεμένων πρὸς Φίλιππον ἅλωσις γέγονε, πῶς οὐκ εὔδηλον διʼ Αἰσχίνην ἀπολωλέναι; μὴ γὰρ δὴ λογιζώμεθα μηδὲ τὰς πέντε ἡμέρας ἐν αἷς οἱ Φωκεῖς ἐπύθοντο· λέγει γὰρ αὐτοὺς ἐγνωκέναι μετὰ τὰς πέντε ἡμέρας, δύο δὲ ἐν τῷ μεταξὺ μόνας τῆς ἐπαγγελίας γεγενῆσθαι καὶ τῆς ἁλώσεως». πάλιν Αἰσχίνου τῷ μεταληπτικῷ δυναμένου χρήσασθαι καὶ λέγειν ὅτι «αὐτοὶ πιστεύσαντες τῷ Φιλίππῳ τοῦτον τὸν τρόπον ἐσπείσαντο», ἑτέραν ἐπάγει ἀπόδειξιν μεθʼ ὑπερβαλλούσης δεινότητος. ἐκ περιτροπῆς γὰρ τὸ αὐτὸ πάλιν εἰς τοὐναντίον λαμβάνει. τὸ γὰρ μὴ ἀπολέσθαι τὰς πόλεις ἐκ πολιορκίας, ἀλλʼ ἐκ συμβάσεως καὶ σπονδῶν, σημεῖον εἶναι λέγει τοῦ πιστεύσαντας αὐτοὺς τοῖς λόγοις Αἰσχίνου τὰς πίστεις προσδέξασθαι.
εἶδος ἐλέγχων καὶ ἀποδείξεις τοῦ διὰ τὸν Αἰσχίνη Φωκέας ἀπολωλέναι.
λογιοῦμαι ἀντὶ τοῦ «ἀπαριθμοῦμαι».
Ἐλαφηβολιῶνος Δεκεμβρίου.
Σκιροφοριῶνος Μαρτίου.
ἧκε δὲ Δερκύλλος ὁ πεμφθεὶς ἀπαιτῆσαι παρὰ Φιλίππου τὰς ὑποσχέσεις, ὃς ἤκουσεν ἐν Χαλκίδι τὰ συμβάντα Φωκεῦσι.
αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην ἀντὶ τοῦ «ἀκριβῶς».
αὐτὸ ... πέμπτην ἀντὶ τοῦ «ἀκριβῶς συμβαίνει πέμπτην εἶναι εἰς ἣν καὶ ἐσπείσαντο καὶ ἀπώλοντο».
ἀριθμοῦσιν οἱ Ἀθηναῖοι ἕως τῆς δωδεκάτης ὡς ἡμεῖς, ὡς ἔχομεν τὴν χρῆσιν ἐν τῷ κατὰ Τιμοκράτους ἐν οἷς λέγει «ἑνδεκάτῃ καὶ δωδεκάτῃ τὸν νόμον εἰσήνεγκεν ὄντων Κρονίων», εἶτα λοιπὸν οὐκέτι ὁμοίως ἡμῖν, ἀλλὰ κατὰ προσθήκην ἀριθμοῦσιν, οἷον οὕτως· «τρίτη ἐπὶ δέκα, τετάρτη ἐπὶ δέκα», ἐπὶ τὰ πλείονα προστιθέντες τὰ ἥττονα, ἕως ἁπλῶς τῆς εἰκάδος, εἶτα λοιπὸν ἀπὸ τῆς πρώτης καὶ εἰκάδος ἐξ ὑποστροφῆς, λέγοντες τὴν πρώτην καὶ εἰκάδα ὑστέραν δεκάτην καὶ τὴν δευτέραν εἰκάδα ἐνάτην καὶ τὴν τρίτην εἰκάδα ὀγδόην καὶ ὁμοίως οὕτως ἕως τριακάδος, ἐπειδήπερ, ὡς ἔγνωμεν, κατὰ σελήνην ἀριθμοῦσιν οἱ Ἀθηναῖοι καὶ ἀπὸ τῆς πρώτης καὶ εἰκάδος τὰ πλεῖστα αὐτῆς φῶτα μειούμενα φαίνεται. τὸ δὲ τρίτον ἐπὶ δέκα καὶ τὰς ἄλλας ἕως εἰκάδος Ἀττικῇ συνηθείᾳ λέγουσιν. ἃς δὲ εἴπαμεν λέγεσθαι ἐξ ὑποστροφῆς, ταύτας καὶ φθινούσας καλοῦσι μετὰ τοῦ προσθεῖναι τὴν ἡμέραν ἑκάστην ἀπὸ πρώτης ἀρξαμένης, οἷον πρώτης φθίνοντος καὶ δευτέρας καὶ ἀκολούθως ἀεὶ χρήσασθαι τῇ προσθήκῃ, ἐπειδήπερ, ὡς εἴπαμεν, φθίνειν ὥσπερ καὶ φθείρεσθαι δοκεῖ τὰ φῶτα. τὴν δὲ τριακάδα καλοῦσιν ἕνην καὶ νέαν.
ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων ἄχρι τούτων αὐτῷ προκεχώρηκεν ἡ ἀπόδειξις τοῦ κεφαλαίου τοῦ κατὰ Φωκέας καὶ τὰς οἰκείας πίστεις παρέσχετο, ἀνελὼν δηλαδὴ τὰ ὑφορμοῦντα ταῖς ἑαυτοῦ πίστεσιν, ἵνα πανταχόθεν τὸ πιθανὸν ὁ λόγος συνερανίσηται. ἐντεῦθεν δʼ ἀφίσταται τῶν τοῦ ἐγκλήματος ἀποδείξεων, χωρεῖ δʼ ἐπὶ τὰς ἀπὸ τῆς ποιότητος ἀντιθέσεις. ὡς γὰρ Αἰσχίνου μηδὲν ἔτι ἔχοντος εἰπεῖν ἰσχυρόν, ἀποστῆσαι δὲ τοὺς Ἀθηναίους σπουδάζοντος τῆς ὀργῆς καὶ πραΰνοντος τοὺς ἀκούοντας καὶ ἀξιοῦντος μὴ ὀργίζεσθαι ὑπὲρ Φωκέων — «μὴ γὰρ συμμάχους εἴχετε;» — βούλεται ὁ Δημοσθένης ἐκ τῆς ἀντιθέσεως πλείονα τὸν παροξυσμὸν ἐργάσασθαι καὶ προλαμβάνει τὴν ἀντίθεσιν καὶ τὴν λύσιν ἐργάζεται. ὁμοῦ δὲ καὶ ἐπίλογός ἐστι τὸ γινόμενον. ἴδιον δὲ τῶν ἐπιλόγων αὔξησις. αὐξάνομεν δὲ ἢ ἀπὸ ποιότητος προσώπων ἢ ἀπὸ ποιότητος πραγμάτων. ὁ μὲν οὖν Αἰσχίνης καθαιρεῖ τὴν ποιότητα, «ἀλλʼ οὐκ ἦσαν σύμμαχοι καὶ πολλὰ τὴν πόλιν ἠδίκησαν», ὁ δὲ προλαμβάνων τὰς ἀντιθέσεις συνίστησι διὰ τῶν λύσεων τὴν ποιότητα, «σύμμαχοι τῆς πόλεως οἱ Φωκεῖς καὶ εὐεργέται τοῦ δήμου», «φέρε δή μοι τὴν συμμαχίαν τὴν τῶν Φωκέων» λέγων.
ἄρδην ἀντὶ τοῦ «παντελῶς», παρὰ τὸ αἴρειν τε καὶ λαμβάνειν ἐν εἱρκτῇ.
οὐ γὰρ ἐκεῖνόν γε ἠγνόουν ἵνα μὴ λέγωσι «διὰ τί γὰρ αὐτῷ ἐπείθοντο οἱ Φωκεῖς;», δείκνυσιν ὅτι ᾔδεσαν αὐτὸν καὶ οὐκ ἂν ἐθάρρησαν αὐτῷ εἰ μὴ διὰ τούτους. οὐ γὰρ οἱ Ἀθηναῖοι, ἀλλʼ οἱ περὶ τὸν Αἰσχίνην τοῦ πάθους αἴτιοι.
ὧν δʼ ἔτυχον διὰ τούτους ἵνα μὴ δοκῇ συντρέχειν τοῖς τοῦ ἀντιδίκου λόγοις, τὸ τῆς πόλεως μέρος ἐξήτασεν. εἶτʼ, ἐπειδήπερ ἐναντίον πρὸς τὴν χρείαν αὐτῷ γέγονε τὸ ῥηθέν, «πῶς οὖν οὐκ ἐβοηθήσαμεν τοῖς συμμάχοις;», ἵνα μὴ δοκοίη κατηγορεῖν τῆς πόλεως, μεταστήσας εὐθὺς ἅμα τῇ ἐργασίᾳ τὸ ἔγκλημα εἶπε «διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα».
ἀκούετε ἕτερον μεταστατικὸν ὡς ἐν ἐπιλόγῳ· «Θηβαίοις ἑαυτοὺς οἱ Φωκεῖς ἐνέδοσαν, Θετταλοῖς ἐπίστευσαν, πρὸς Λοκροὺς ἐσπείσαντο». ἀνῄρηκε τοίνυν ἅπαντα τὰ μεταστατικὰ εἰπὼν πρὸς Φίλιππον αὐτὸν γεγενῆσθαι τὰς συνθήκας, ἵνα πανταχόθεν ἀφέλῃ ταύτην τὴν συγγνώμην Αἰσχίνου, καθαρῶς ἐπʼ αὐτὸν ἐλθόντος τοῦ ἐγκλήματος. ἐπιλογίζεται δʼ ἐν τούτοις ἅμα καὶ ἀγωνίζεται αὔξων τὰς συμφορὰς καὶ πάντας ἀφιεὶς πλὴν Αἰσχίνου τῶν ἐγκλημάτων.
τούτων, ὦ ἄνδρες Ἀθηναῖοι ἐν τούτοις ἐπιλογίζεται ἅμα καὶ ἀγωνίζεται· ἐπίλογος γὰρ αὔξει τὰς συμφοράς, ἐπαγωνίζεται δὲ πάντας ἀφιεὶς πλὴν Αἰσχίνου τῶν ἐγκλημάτων, αὔξει τε τὸ πάθος τῇ δεινώσει χρώμενος· ἡ δὲ δείνωσις ἐκ τῆς συγκρίσεως. αἱ γὰρ συγκρίσεις εἰσὶ τῶν αὐξήσεων· αὔξομεν δὲ οὐ τὰ ἀγαθὰ μόνον, ἀλλὰ καὶ τὰ ἐναντία. εἶθʼ ἵνα ὄγκον ἡ δείνωσις λάβῃ, ἐμέρισε τὸν χρόνον εἰς ἐνεστῶτα καὶ παρῳχηκότα καὶ τὰ πράγματα εἰς πηλικότητα καὶ ποιότητα, καὶ «δεινότερα» εἰπὼν καὶ «μείζονα». ἵνα δὲ μὴ ψιλὸν ποιήσηται τὸν λόγον, ὥσπερ ἐν τραγῳδίᾳ δεινολογούμενος παραμίγνυσι καὶ τὸν ἐκ τῶν πραγμάτων παρεπόμενον φόβον, ἵνα καὶ ὁ τῆς πόλεως κίνδυνος προστεθεὶς χαλεπώτερον τὸ πάθος ἐργάσηται.
τούτων ... Ἀθηναῖοι τῇ δεινώσει χρώμενος αὔξει τὸ πάθος. κινεῖ δὲ καὶ φόβον ἀπὸ τῶν πολεμίων, ἵνα πανταχόθεν ὀργὴ συλλέγηται, ἀπὸ τῆς ποιότητος, ἀπὸ τῶν χρόνων, ἀπὸ τῆς τῶν πολεμίων αὐξήσεως. εἶτα καὶ ἄλλο δεινώσεως εἶδος, ὅτι «καὶ οὔσης τῆς Ἀθηναίων πόλεως αἱ τῶν Ἑλλήνων ἀπόλλυνται πόλεις». καὶ διὰ τίνας; διὰ τοὺς Ἀθηναίων πρέσβεις, ἵνα διχόθεν τὸ τῆς ὀργῆς γένηται, καὶ ὅτι σῳζομένης τῆς πόλεως καὶ ὅτι ἣν σῴζειν ἔδει ταύτην οἱ πρέσβεις ἀπώλλυον. καὶ ἡ ἀκρίβεια δέ, ὅτι «ᾗ προεστάναι τῶν Ἑλλήνων πάτριον», ἵνα, κἂν ἠδικηκότες ὀφθῶσι Φωκεῖς, δοκῇ πάτριον τῇ πόλει τὸ σῴζειν καὶ τοὺς ἀδικοῦντας.
προεστάναι ἔμπροσθεν στῆναι, ὡς τὸ «πρός τε θεῶν», ἔμπροσθεν, ἐνώπιον τῶν θεῶν, «πρός τε θνητῶν ἀνθρώπων».
καὶ μηδὲν τοιοῦτον περιορᾶν γινόμενον τοῦτο πολλὴν ἔχει τὴν ἔμφασιν τῆς ἀτοπίας. τὴν κατὰ τῆς πόλεως γὰρ βλασφημίαν αὔξει διὰ τούτου, ὅτι δέδωκε λαβὰς Αἰσχίνης τοῖς βουλομένοις κατηγορεῖν τοῦ δήμου, ὥσπερ ἤδη παροξύνων ἐπὶ τὴν τιμωρίαν τοὺς δικάζοντας· ἓν γὰρ εἶδος τοῦ περιορᾶν τὰ τοιαῦτα, τὸ μὴ τιμωρήσασθαι τὸν αἴτιον.
ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς προοίμιον.
ὃν ... Φωκεῖς ἐμέρισε τὸ πάθος εἴς τε τὴν δείνωσιν καὶ τὴν διατύπωσιν. ἐξ αὐτοῦ δὲ τοῦ εἴδους καὶ τοῦ τρόπου τοῦ πάθους ὑπʼ ὄψιν ἄγει τῷ λόγῳ τὰς συμφοράς. βούλεται δὲ ἡ διατύπωσις τὰ καθʼ ἕκαστον περιεργάζεσθαι καί, ἵνα ὁ μερισμὸς κατάδηλος γένηται, προοιμίῳ κέχρηται γόον καὶ θρῆνον ἐμποιοῦντι τοῖς ἀκούουσι· ταλαιπώρους γὰρ ὀνομάσας τὴν τύχην ὠδύρατο.
θέαμα δεινόν, ὦ Ἀθηναῖοι διασκευή τις ἐπιλογικὴ ἐκ μέρους τὰ κατὰ Φωκέας αὔξουσα πάθη. ἀπὸ τῶν φόβων δὲ ἄρχεται, ἵνα εἰκὼν καὶ παράδειγμα γένηται τὸ γεγονὸς τοῦ μέλλοντος καὶ μὴ μόνον ὀδύρωνται Φωκέας, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων δεδίωσι.
ἐνδιάσκευος διήγησις. φησὶ γὰρ Ἑρμογένης· «ὅταν σύντομος καὶ φαιδροτέρα ἡ διήγησις ὑπάρχῃ, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν.» εἶτα· «αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει.»
διατύπωσις τὸ σχῆμα, ὅταν ὥσπερ διατυποῖ καὶ εἰς ὄψιν ἄγῃ τὰ πράγματα διὰ τῶν λόγων. διαφέρει δὲ ἡ διατύπωσις τῆς ἐκφράσεως τῷ τὴν μὲν διατύπωσιν διὰ πάθος τι λέγεσθαι, τὴν δὲ ἔκφρασιν ὥσπερ διήγημά τι εἶναι.
ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφοὺς ἀπόδειξις ἅμα καὶ πίστις τοῖς λεγομένοις γέγονε· «πόθεν γινώσκεις;» «νῦν ἐπορευόμεθα εἰς Δελφοὺς καὶ τὰ λεγόμενα ἡ ὁδὸς πιστοῦται.»
ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν ὥσπερ δυσχεραίνων ὅτι θεατὴς γέγονεν Ἑλληνικῶν συμφορῶν. ἀπὸ τοῦ γένους δὲ ἄρχεται· αἱ γὰρ αὐξήσεις ἀπὸ τῶν γενῶν καὶ ἀπὸ τῶν εἰδῶν γίγνονται.
οἰκίας κατεσκαμμένας μεταβέβηκεν ἐπὶ τὰ εἴδη· τὰ γὰρ καθʼ ἕκαστον ἐμψυχότερον τὸν λόγον ἐργάζεται καὶ χαίρει τούτῳ ἡ διατύπωσις. τῶν οἰκιῶν, φησί, κατεσκαμμένων ἀπολώλασι καὶ οἱ ἔνοικοι. ἔχει δὲ καὶ τῆς ὕβρεως τῶν πολεμίων ἔμφασιν· ἡ γὰρ κατασκαφὴ περιεργότερον εἶδος τῆς συμφορᾶς.
τείχη περιῃρημένα διὰ μὲν τῶν οἰκιῶν τὸν γόον ηὔξησε, διὰ δὲ τῶν τειχῶν τὸν φόβον.
χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ διπλοῦν τὸ πάθος· ἐνταῦθα γὰρ ὁμοῦ καὶ φόβος καὶ ἔλεος. «τίνες γὰρ οἱ ἀνῃρημένοι;» «οἱ ἄνδρες οἱ ἐπὶ τῆς ἡλικίας.» ἀπὸ δὲ τῶν ἀψύχων μεθίστησι τὸ πάθος ἐπὶ τὰ ἔμψυχα.
γύναια δὲ καὶ παιδάρια ἄχρηστα πρὸς τὸν πόλεμον. οὐκ ἀφῆκε μάρτυρα τῶν ἀπὸ τῆς χώρας οὐδένα, τὴν συμφορὰν συναύξων. ὄντος δὲ ἀσθενοῦς φύσει τοῦ γυναικείου φύλου, ἔτι καὶ τῷ ὑποκοριστικῷ ὀνόματι «γύναια» ἀσθενέστερον ἔδειξεν. οὐδὲ παῖδας ἡβῶντας εἶπεν, ἵνα κἂν παραμυθία ταῖς μητράσι γένηται, ἀλλὰ «παιδάρια».
καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς πρεσβύτης μὲν γὰρ αὐτὸς καθʼ ἑαυτὸν δεῖται τοῦ συμμαχήσοντος· νῦν δὲ καὶ ἡ οἰκτρότης συμπεσοῦσα παραμυθίαν οὐ δέδωκε. πῶς μὲν οὖν ἐν τούτοις τὸ Φωκέων πάθος εἰργάσατο καὶ ὅπως ἐμψύχως ἕκαστος τῶν ἡλικιῶν ἐπεξελήλυθεν, ἔξεστι μὲν ἐκ τῶν εἰρημένων συνιδεῖν, ἔξεστι δὲ μιμουμένους καὶ ἕτερα πλείω προσθεῖναι. ἐξελέγχει μέντοι ὁ Δημοσθένης ἐν τούτοις τοὺς τολμήσαντας εἰπεῖν, ὅτι οὐχ ἱκανός ἐστιν ἐλεεινολογήσασθαι. ἐπεὶ δὲ παροξῦναι κατὰ τοῦ τολμήσαντος ἔδει, ὁ δὲ παροξυσμὸς γένοιτʼ ἂν ἐξ ὀργῆς, μᾶλλον ἐχρῆν φόβον ἐμποιῆσαι καὶ ἔλεον, ἅπερ συνεκέρασεν, ἐξ ἀμφοτέρων τὴν οἰκείαν ἐργασίαν ἀποδιδοὺς καὶ τὴν προσήκουσαν ἑκάστῳ μέρει.
ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν μετὰ τὸν Πελοποννησιακὸν πόλεμον κατακρατήσαντες ἰσχυρῶς οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων προέθεντο ψῆφον περὶ τῶν Ἀθηναίων τοῖς ἰδίοις συμμάχοις ὥστε ἀποκρίνασθαι ἕκαστον τί βούλεται παθεῖν τοὺς Ἀθηναίους. εἶτα Εὔανθός τις Θηβαῖος ἐψηφίσατο τὴν μὲν πόλιν αὐτῶν κατασκαφῆναι, τὴν δὲ χώραν μηλόβοτον γενέσθαι, ἵνα ἐκεῖ νέμωνται τὰ πρόβατα τῶν Βοιωτῶν. οἱ δὲ Φωκεῖς ὄντες καὶ αὐτοὶ τότε ὑπὸ τοὺς Λακεδαιμονίους ἀντέλεξαν, συμβουλεύοντες μὴ ἑτερόφθαλμον τὴν Ἑλλάδα ποιῆσαι, αἰνιττόμενοι δύο ὀφθαλμοὺς εἶναι τῆς Ἑλλάδος τήν τε Ἀθηναίων πόλιν καὶ τὴν Λακεδαιμονίων. καὶ οὕτω πεισθέντες οἱ Λακεδαιμόνιοι οὐ κατέσκαψαν λοιπὸν τὴν πόλιν.
ἀλλὰ ... ἐναντίαν αὐτοὶ γὰρ περὶ ἡμῶν προκειμένης σκέψεως, τί δεῖ παθεῖν ἡμᾶς, εἰρήκασιν μὴ ἑτερόφθαλμον ποιήσασθαι τὴν Ἑλλάδα, Θηβαίων παραινούντων μηλόβοτον ποιῆσαι τὴν Ἀττικήν. ἐνταῦθα συνίστησι καὶ πότε εὐεργέτησαν, ὅτε οὐκ ἦσαν σύμμαχοι, ἵνα, εἰ καὶ μὴ νῦν ἦσαν σύμμαχοι, φανῶσιν ἄξιοι τῆς ἰσορρόπου βοηθείας· περὶ ἁλώσεως γὰρ κινδυνευούσῃ τῇ πόλει ποτὲ συνέστησαν, ἐναντιουμένων μὲν Θηβαίων, παρόντων δὲ Λακεδαιμονίων. οὐκοῦν ἔδει καὶ αὐτοὺς τῆς αὐτῆς βοηθείας παρʼ ὑμῶν τετυχηκέναι. τὸ δὲ «τὴν ἐναντίαν ποτὲ Θηβαίοις» προσθεὶς χαλεπωτέραν τὴν ὀργὴν εἰργάσατο, εἰ αὐτοὶ μὲν Θηβαίοις ὑπὲρ Ἀθηναίων διηνέχθησαν, νῦν δὲ διὰ τοὺς προδότας ἐτιμωρήθησαν. ἔστιν οὖν ἔτι καὶ ταῦτα τῶν ἐπιλόγων.
ὑμῶν ἔγωγε ἀκούω ὑμῶν ὁ λόγος ὃν Δημοσθένης ἐπλάσατο.
ὑμῶν ... ἀκούω τοῦτο εἰς πλείονα σύστασιν τοῦ λόγου εἴρηκε.
πολλὰ τοίνυν ἄν τις πληρώσας τὸν ὑπὲρ Φωκέων ἐπίλογον ἐκ τῆς δεινώσεως, ἐκ τῆς διατυπώσεως, ἐκ τῆς ποιότητος τῶν παθόντων, μεταβέβηκεν ἐνταῦθα ἐπὶ τὴν ποιότητα τοῦ πολέμου, πληρῶν καὶ διὰ τούτων τὸ θεώρημα· φοβῆσαι γὰρ αὐτῷ πρόκειται. αὔξει τοιγαροῦν τὴν δύναμιν τοῦ Μακεδόνος, δύο διὰ τούτων κατασκευάζων, ὅτι τε χρήσιμοι ἦσαν Φωκεῖς καὶ διʼ αὐτοὺς ἐσῴζετο καὶ τὸ κοινὸν τῶν Ἑλλήνων καὶ τὸ ἀκίνδυνον εἶχεν ἡ πόλις, καὶ ὅτι ηὔξηται καὶ διπλασίων γέγονε τῇ παρασκευῇ καὶ τῇ δυνάμει Φίλιππος, καὶ τρίτον ἐπὶ τούτοις προστίθησι καταδρομὴν τῶν δωροδόκων, ὡς ἐν ἐπιλόγῳ τῷ κοινῷ τύπῳ χρησάμενος. εἶτʼ ἐπὶ τούτοις ἀναγινώσκει τὴν ἀράν, φοβῶν διὰ τούτων τοὺς ἀκούοντας καὶ συμβουλεύων φυλάττεσθαι τὴν ἐπιορκίαν καὶ ἅμα καθαιρῶν καὶ τὴν Αἰσχίνου ποιότητα.
τηλικούτων οὐσῶν αὐτῷ τῶν διαφορῶν πολὺ γὰρ ὑμῶν κἀκείνου τὸ μέσον καὶ μεγάλη τις πρὸς αὐτὸν ἡμῖν διαφορά.
τῆς ἐλευθερωτάτης πόλεως οἳ κύριοί εἰσι τοῦ πράττειν ὃ βούλονται, οὐχ ὥσπερ ἐκεῖνοι δεσπότῃ διακονούμενοι.
λέγε τὴν ἀρὰν δείκνυσιν ὅτι οὐδενὸς τῶν Ἀλκμαιωνιδῶν καταψηφιοῦνται, ἀλλʼ ἀνδρὸς φαύλου καὶ τῶν τυχόντων ἑνός, διʼ ὃν τὸν γραμματεύοντα ἀναγινώσκειν τὴν ἀρὰν ποιεῖ. διʼ ὧν δέ φησι μηδὲν λανθάνειν τῶν πραττομένων τοὺς θεούς, φόβον ἐφίστησιν αὐτοῖς τὸν παρὰ τῶν κρειττόνων, μάλιστα δὲ Ἀθηναίοις.
βούλεται λεληθότως δόγματα ἀνῦσαι ἐνταῦθα Πλατωνικά, ὅτι περὶ ὧν δυνάμεθα πρᾶξαι καὶ ἐν ἡμῖν, τοῦτο οὐ δεῖ ἀφέντας ἡμᾶς τὸ πράττειν σχολάζειν ταῖς εὐχαῖς, ἐν οἷς δʼ οὐ δυνάμεθα, δεῖ εὔχεσθαι, οἷον εὐτυχεῖν ὑγιαίνειν.
ὑπερφυὲς σημείωσαι, ἐπὶ κακῷ.
εἰς τοίνυν τοῦτο ἀναιδείας καὶ τόλμης ἀρχὴ ἑτέρας ἀποδείξεως πρὸς τὰ προτεινόμενα παρὰ τοῦ ἀντιδίκου.
ἰστέον ὅτι πληρώσας τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐπὶ τὰς ἀντιθέσεις αὐτοῦ τοῦ Αἰσχίνου μετέρχεται. πρῶτον γὰρ ἔδειξε τὰ σημεῖα τὰ αὑτοῦ οἷς κατηγορεῖ· εἶτα καὶ τὰ ἀντιλεγόμενα ὑπὸ τοῦ ἀντιδίκου θέλει λῦσαι. οὐ γὰρ δεῖ μόνον τὰ ἴδια συνιστάναι, ἀλλὰ καὶ ἐκβάλλειν τὰ παρὰ τῶν ἀντιδίκων. χωρεῖ οὖν ἐπὶ τὰς ἀντιθέσεις αὐτοῦ τοῦ Αἰσχίνου ὁμοῦ τρεῖς οὔσας, οἷον περὶ Λακεδαιμονίων καὶ Φωκέων καὶ Ἡγησίππου, καὶ τὰς μὲν Λακεδαιμονίων καὶ Ἡγησίππου μεταστατικὰς οὔσας, τὴν δὲ Φωκέων ἀντεγκληματικήν.
εἰς ... τόλμης ἐντεῦθεν τῶν ἐπιλόγων τῶν μερικῶν πεπαυμένων εἰσάγει τὰς ἀντιθέσεις πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ ἔστιν ἡ μὲν μεταστατική, ὅταν ἄγῃ ἐπὶ Λακεδαιμονίους καὶ Ἡγήσιππον τὰς αἰτίας, ἡ δὲ ἀντεγκληματική· μέμφεται γὰρ τοῖς Φωκεῦσιν ἀξίως παθεῖν. τὴν δὲ τοιαύτην τίθησιν ὑπερβαλλούσῃ καὶ ἀρρήτῳ τέχνῃ. κατεδέχετο γὰρ ὁ Αἰσχίνης διὰ τούτου τὸ ἔγκλημα· ὁ γὰρ ἀξίους ἀποφαίνων ὡς πεπόνθασι τοὺς Φωκέας ἐν τῇ τοῦ μίσους ὁμολογίᾳ τὴν ἐπιβουλὴν ἐλέγχει. ὁ δὲ ῥήτωρ Ἡγήσιππος οὐκ ἐδόκει τὰ Φωκέων φρονεῖν· ὃς παροξύνας τὸν Φίλιππον αἴτιος ἐγένετο τοῦ ἀπολέσθαι αὐτούς. πολλὰς δὲ ὁμοῦ καὶ διαφόρους τεθεικὼς ἀντιθέσεις μίαν κατὰ πασῶν λύσιν τέως τὴν ἀπὸ τοῦ χρόνου προσήγαγεν. εἶτα πρὸς τῷ ἀντεγκληματικῷ τό τε ἔθος καὶ τὸ συμφέρον ἀντέθηκεν. δοκεῖ δὲ μηδὲν θαυμαστὸν εἶναι καὶ ἐπίλογον ἐν μέσῳ λόγου τυγχάνειν· μέθοδος γὰρ τοῖς παλαιοῖς καὶ μάλιστά γε τῷ ῥήτορι, πληρώσαντι μὴ μόνον ἔγκλημα, ἀλλὰ καὶ κεφάλαιον, ἐπιλογίζεσθαι καὶ οὐκ ἐπιλογίζεσθαι μόνον, ἀλλὰ καὶ προοιμιάζεσθαι περὶ τῶν δευτέρων, ὡς πολλὰ μὲν ἔχειν προοίμια τὸν λόγον, πολλοὺς δὲ καὶ ἐπιλόγους καθʼ ἕκαστον μέρος τῶν κεφαλαίων· καὶ οἱ ἐπίλογοι δὲ οἱ μὲν τελευταῖοι πάσης ἂν εἶεν τῆς ὑποθέσεως, οἱ δὲ κατὰ μέρος ἑκάστου τῶν κεφαλαίων. πληρώσας τοίνυν ἐνταῦθα τὰς ἀποδείξεις τοῦ διὰ τὸν Αἰσχίνην ἀπολωλέναι Φωκέας, ἀναγκαίως μετὰ τὴν προδοσίαν καὶ τὴν ἅλωσιν ηὔξησε τὰ συμβεβηκότα· ὅταν δὲ τὴν αὔξησιν εἴπω, τοὺς ἐπιλόγους λέγω. κατασκευάσαντος οὖν ἐνταῦθα τοῦ Αἰσχίνου ὅτι «ἄξιοι ἦσαν ἀπολέσθαι Φωκεῖς», ἀκολούθως πρὸς τὴν τοσαύτην ἐναντιότητα ἀπαντήσας ὁ ῥήτωρ εἶπεν· «εἰς τοῦτο τοίνυν ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω»· ἀναιδὴς γὰρ ὁ τολμῶν ἐπὶ τῶν αὐτῶν τἀναντία λέγειν αὐτὸς ἑαυτῷ, πάλαι ὑποσχόμενος πείσειν τὸν Φίλιππον σώσειν Φωκέας· καὶ μετὰ τὴν ἐπάνοδον εἰπὼν ὅτι σωθήσονται, νῦν φησιν ἀξίους αὐτοὺς εἶναι τῆς ἁλώσεως.
πρῶτον μὲν Λακεδαιμονίων ἀφίκοντο Λακεδαιμόνιοι πλείστας ἐλπίδας ἔχοντες ἀποδοθήσεσθαι τῇ ἑαυτῶν μητροπόλει, Δωριεῦσι λέγω, τὸ ἱερόν· τούτων γὰρ ἦν τὸ ἀρχαῖον. ἀλλὰ καὶ τούτους ἐξηπάτησε Φίλιππος. γνόντες δὲ αὐτὸν ἐν παρασκευῇ τῆς ἁλώσεως, εἰκότως ἐξέκλιναν. Ἡγησίππου δὲ μέμνηται, διότι Φιλίππῳ πρεσβευομένῳ περὶ τῆς εἰρήνης ὁ πρῶτος εἰπὼν καὶ διακωλύσας Ἡγήσιππος ἦν. Φωκέων δὲ κατηγορεῖ, διότι, καθʼ ὃν χρόνον ἔνσπονδοι τοῖς Ἀθηναίοις ἦσαν, ἀπέστειλαν Πρόξενον αὐτοῖς βοηθήσοντα οἱ Ἀθηναῖοι· οἱ δὲ οὐ προσεδέξαντο, κατάληψιν τῶν πόλεων ὑποπτεύσαντες. ἐντεῦθεν πονηροὺς Φωκέας ἐκάλεσεν, ἀσεβεῖς δέ, ὅτι μετὰ τὸ τὸν Πρόξενον μὴ προσδέξασθαι, μελλόντων Ἀθηναίων ἐπιτελεῖν τὰ μυστήρια κατὰ τὸ σύνηθες, τὰς μυστηριώδεις σπονδὰς οὐκ ἐδέξαντο οὐδὲ ταύτας Φωκεῖς. ὅθεν αὐτοὺς καὶ ἀσεβεῖς ὠνόμασεν.
ἀλλὰ πάντα ταῦθʼ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον πόρρωθεν ἤδη προαναιρεῖ τὸ χρῶμα· οὐ γὰρ ἦν εἰκὸς τὸν διδάξαντα καὶ πείσαντα τοῦτον ὑπὸ τοῦ διδασκομένου καὶ πεπεισμένου ἐξαπατᾶσθαι.
Βοιωτίαν οἰκίζειν οὐ λέγει τὴν πᾶσαν, ἀλλʼ ἃς κατέσκαψαν οἱ Θηβαῖοι μὴ βουλομένας αὐτοῖς ὑπακούειν, φημὶ δὴ Θεσπιὰς καὶ Πλαταιάς. κατέσκαψαν δὲ αὐτὰς ἰσχύσαντες μετὰ τὰ ἐν Λεύκτροις.
Φωκέων, ὡς πονηροί σημείωσαι, ἐναλλαγὴ πτώσεως.
πέντε γὰρ γεγόνασιν ἡμέραι τὰ ὀνόματα τῶν πραγμάτων ἡμέρας ἐκάλεσεν.
ὑποποιήσωνται ἀντὶ τοῦ φίλους ποιήσωνται τοὺς Λακεδαιμονίους διʼ ὑμῶν.
μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας κατηγορεῖ γὰρ Φωκέων ὡς ἠπατημένων. Φωκεῖς πονηροί, Φωκεῖς ἀσεβεῖς· εἶτα δὲ καὶ ἐξηπατήθησαν ὑπὸ Φιλίππου.
ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν τὸ ἀντιστατικόν ἐστι κεφάλαιον τῆς ἀντιστάσεως. ἔστι δὲ καὶ ἐνθύμημα ἀντιστατικόν. διαφέρει δὲ ὅτι ἐν μὲν τῇ ἀντιστάσει ἐξ αὐτοῦ τοῦ ἀδικήματός ἐστι τὸ εὐεργέτημα, ἐν δὲ τῷ ἐνθυμήματι ἄλλο τὸ ἀδίκημα καὶ ἕτερον τὸ εὐεργέτημα.
ἂν ... Πυλῶν ἀντιστατικὴ τὸ συμφέρον ἐπεισάγουσα ἀφʼ ὧν ἠδίκησε. συνέζευκται δέ πως τῇ ἀντεγκληματικῇ, ὡς ἔχουσα πρὸς αὐτὴν καὶ συγγένειαν· ἐν οἷς γὰρ λέγει ὅτι «καλῶς καὶ ἀξίως ἀπολώλασιν οἱ Φωκεῖς» ἐπάγει ὅτι «καὶ ἄλλα ἔχομεν ἀντὶ τῶν ἀπολωλότων χωρία σῳζόμενα». Πρῶτον ἦν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὡς ἐν ἀρχῇ ἐξέθετο, ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισεν. οὐκοῦν τὸ «ἔπεισε» ἀναφαίνεται τριμερές· ἓν μὲν ὅτι ἔπεισε τὴν πόλιν μὴ βοηθεῖν Φωκεῦσιν, εἰπὼν σωθήσεσθαι Φωκέας παρὰ Φιλίππου· δεύτερον ἔπεισε καὶ περὶ Θηβαίων ὅτι ἀπολοῦνται Θηβαῖοι· τρίτον ἔπεισεν, ἡνίκα ἐποιεῖτο τὴν εἰρήνην, Φωκέας μὲν ἐξαλεῖψαι τοῦ ψηφίσματος, πιστεῦσαι δὲ ἐπαγγελλομένῳ αὐτῷ πείσειν τὸν Φίλιππον. οὐκοῦν πρὸς τοῦτό ἐστιν ἡ παροῦσα ἀντίθεσις. «πῶς ἔπεισας τὴν πόλιν ἄνευ Φωκέων τὴν εἰρήνην ποιήσασθαι;» ὃ δὲ βούλεται εἰπεῖν τοιοῦτόν ἐστι, κρυπτόμενον μὲν ὑπὸ τοῦ ῥήτορος διὰ τὸ χρήσιμον, δεικνύμενον δὲ διὰ τῆς ἐργασίας· «εἰ μὴ τὴν εἰρήνην ἐποιησάμεθα, ὥσπερ ἠξίου Φίλιππος, ἄνευ Φωκέων, οὐδὲν ἂν ἐκώλυσεν ἐπὶ Θρᾴκης ὄντα λαβεῖν τὴν Χερρόνησον, καὶ διὰ τοῦτο ἀνάγκη γέγονεν οὕτω ποιήσασθαι τὴν εἰρήνην, ὡς ἐβούλετο Φίλιππος, διότι ἐδεδοίκειμεν ὑπὲρ Χερρονήσου». ἐπειδὴ δὲ ἡ ἀντίθεσις μία ἐστὶν ἐκ τῶν ἀντιθετικῶν — ἀντιστατικὴ γάρ ἐστι —, ζητοῦμεν ὅθεν πέπτωκεν. οὐκοῦν τὸ μὲν ἔγκλημά ἐστιν ὅτι «προδέδωκας τοὺς Φωκέας»· αἱ δὲ ἀποδείξεις τούτου ποικίλαι καὶ πολλὰ τεκμήρια. ἓν τοίνυν ἐστὶ τῶν τεκμηρίων τῆς προδοσίας ὅτι «βουλευομένης τῆς πόλεως, ὅπως χρὴ ποιήσασθαι τὴν εἰρήνην, παρελθὼν Αἰσχίνης ἀνέπεισεν ἄνευ Φωκέων ποιήσασθαι». ὁ μὲν οὖν Δημοσθένης τοῦτο προτείνεται ὡς τεκμήριον, ὁ δὲ Αἰσχίνης ἐπὶ τὴν χρείαν μεθιστὰς τῷ συμφέροντι κέχρηται· λέγει γὰρ ὡς «οὐκ ἐνῆν ἄλλως πεῖσαι Φίλιππον δέξασθαι τοὺς παρὰ τῆς πόλεως ὅρκους, μὴ τῶν Φωκέων ἐξῃρημένων· εἰ δὲ μὴ βεβουλήμεθα ἐξελεῖν τοὺς Φωκέας, πολεμῶν ἂν ὁ Φίλιππος τῇ πόλει τὴν Χερρόνησον ἔλαβεν. κηδόμενος ταύτην τῇ πόλει σῴζεσθαι παρῄνεσα τῷ δήμῳ πλὴν Φωκέων ποιήσασθαι τὴν εἰρήνην.» ἐπεὶ τοίνυν τεκμήριον ἦν τῆς προδοσίας τὸ πεῖσαι τὴν πόλιν ἐξελεῖν τῶν ὅρκων Φωκέας, ἀναγκαίως ἀπαντῶν πρὸς τοῦτο Αἰσχίνης τὴν αἰτίαν λέγει, διʼ ἣν κατηναγκάσθη τοῦτο ποιῆσαι. ἔστιν οὖν ἡ αἰτία ἀντιστατική. ἦν μὲν οὖν δυσχερὴς ἡ λύσις τῆς ἀντιθέσεως τῷ ῥήτορι· δοκεῖ γὰρ ὡς ἀληθῶς ἔχεσθαι τῆς ἀληθείας ὅτι «δεδοικότες περὶ τῆς Χερρονήσου τότε τὴν εἰρήνην ἐδέξαντο». ἵνα τοίνυν μὴ συνδραμὼν ταῖς ἀληθείαις ὁ δικαστὴς ἀποδέξηται τοὺς Αἰσχίνου λόγους, προλαβὼν ὁ Δημοσθένης συγχεῖ καὶ ταράττει τὸν λόγον, ἀσάφειαν ἐντεῦθεν ταῖς ἀπολογίαις κατασκευάζων· λέγει γὰρ συγκρουστικῶς, ὡς ἂν Αἰσχίνου λέγοντος, πανούργως τὴν πόλιν τὰς συνθήκας πεποιῆσθαι, ὠνουμένην τὴν σωτηρίαν τῆς Χερρονήσου τῇ τῶν Φωκέων ἁλώσει, ἵνα τῷ αἰσχρῷ τὸ ἰσχυρὸν ἐκλύσῃ.
καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος πολέμιος τοίνυν Αἰσχίνης καὶ πρεσβεύων ἐστὶ καὶ φθεγγόμενος.
εἶτα καὶ νῦν ἐν μείζονι τοῦτο εἶπε διὰ τὴν ἀντίθεσιν τὴν λέγουσαν ὅτι «ἔχετε τὴν Χερρόνησον ἀντὶ Φωκέων»· καὶ πρῶτον μὲν ἔλυσε λέγων ὅτι «οὐκ ἀντὶ Φωκέων ἔχομεν Χερρόνησον· εἴχομεν γὰρ αὐτὴν καὶ ἤδη σῳζομένων», εἶτα καὶ ὅτι «νῦν οὐδὲ τὴν Χερρόνησον ἔχομεν ἀσφαλῶς· κινδυνεύσει γὰρ καὶ αὐτὴ ἀπολέσθαι ἀπολομένων Φωκέων».
τότε ὅτε, φησίν, ἐσῴζοντο οἱ Φωκεῖς.
εἰς αὐτὴν τὴν Χερρόνησον.
πρὶν τούτων τι τῆς πόλεως καὶ μάλιστα μὲν καὶ σῳζομένων Φωκέων εἴχομεν ἀσφαλῶς τὴν Χερρόνησον. εἶτα οὐδὲ ἔχειν αὐτὴν νῦν ἀπολομένων Φωκέων ῥᾳδίως δυνήσεσθε.
τούτων τῶν Φωκικῶν πόλεων.
τίς οὖν ἡ ταύτης περιουσία τί οὖν χρησιμεύει ὑμῖν τὸ σῴζεσθαι τὴν Χερρόνησον, ὁπότε ἀφῃρέθησαν οἱ φόβοι ἐξ αὐτῆς τῷ Φιλίππῳ βουλομένῳ αὐτὴν ἀδικῆσαι;
ἔτι τοίνυν καὶ τοιοῦτόν τι μέλλειν αὐτὸν ἀκούω λέγειν ἀντίθεσις μεταληπτικὴ ἀπὸ προσώπου. διαφέρει δὲ παραγραφῆς ἐν τῷ δοκεῖν ἑκατέρας ἐκβάλλειν τὰς κρίσεις, καθὸ ἡ μὲν παραγραφὴ παντελῶς ἐκβάλλει τὴν κρίσιν, ὅτι «οὐ δεῖ περὶ τῶν αὐτῶν ἀγωνίζεσθαι», ἡ δὲ μεταληπτικὴ οὐ πάντως ἐκβάλλει τὴν κρίσιν, ἀλλὰ μεταλαμβάνει, ὅτι «ἄλλως ἔδει αὐτὴν γενέσθαι», ὥσπερ καὶ ἐνταῦθα ἐκ προσώπου Δημοσθένους μεταλαμβάνει καὶ λέγει ὅτι «οὐ σύ μου ὀφείλεις κατηγορεῖν, ἀλλʼ οἱ Φωκεῖς οἱ πεπονθότες».
ἔτι ... λέγειν ἄλλη μεταληπτικὴ ἀντίθεσις τὸ πρόσωπον λαμβάνουσα κατὰ παραγραφήν· οὐ γὰρ εἶπε «περιττὸς εἶ σύ», ἀλλὰ «τί σὺ καὶ μὴ Φωκεῖς;». χρησίμως καὶ διὰ πολλὰς αἰτίας ταύτῃ τῇ ἀντιθέσει κέχρηται, πρῶτον μὲν ἵνα τοὺς Αἰσχίνου μάρτυρας διαβάλλῃ, ἔπειτα ἵνα τοῖς λόγοις Αἰσχίνου βεβαιωθῇ τὸ ἔγκλημα· ἰδὼν γὰρ οὐ μικρὰν ῥοπὴν γεγενημένην τῷ ἀντιδίκῳ ἐκ τοῦ παρέχεσθαι μάρτυρας Φωκέας ἀρνουμένους διὰ τὸν Αἰσχίνην ἀπολωλέναι, ἠναγκάσθη ὥσπερ ἐκ διορθώσεως ταύτῃ χρήσασθαι τῇ ἀντιθέσει πρὸς ἀναίρεσιν τῶν ἰσχυρῶν τῶν ἐκείνου. ἔστι δὲ μεταληπτική. μεθώδευται δὲ οὐχ ὡς παραγραφομένου Αἰσχίνου, ἀλλʼ ὡς μετὰ τοῦ Δημοσθένους ἀπαιτοῦντος καὶ τοὺς Φωκέας, ἵνα καὶ αὐτὸς τῇ οἰκείᾳ φωνῇ κατήγορον φαίνηται παραδεχόμενος τὸν ῥήτορα. κατὰ δὲ τὴν λύσιν ἄξιον θαυμάσαι τὸν ῥήτορα τῆς μεθόδου, ὅπως, μὴ δοκῶν πρὸς τοὺς Αἰσχίνου μάρτυρας διαλέγεσθαι, λεληθότως ἐκβάλλει τοὺς μάρτυρας οὓς Αἰσχίνης παρέχεται· ἐπειδὴ γὰρ Αἰσχίνης παρέσχετο μάρτυρας Φωκέων, οἵ φασι μηδενὸς τῶν κακῶν αἴτιον γεγενῆσθαι αὐτοῖς τὸν Αἰσχίνην, ἀναγκαίως ὁ Δημοσθένης τὸ μεταληπτικὸν πρὸς τὴν οἰκείαν χρεῖαν ἐξεῦρεν, ἵνα τοὺς ἐκείνου μάρτυρας ἐκβάλλειν δοκῇ καί, εἰ κινοῖτο λόγος παρʼ Αἰσχίνου, μεταληπτικῶς φαίνοιτο καὶ τοῦτον λύων.
οὐ γὰρ ἔγωγʼ ἂν ἔδωκα ἀντιπίπτοντος λύσις· «καὶ διὰ τί σὺ μὴ δέδωκας;» «ἤρκει μοι καὶ μόνα βοῶντα τὰ πράγματα». καὶ ἄλλην δὲ ἀδοξίαν διωθεῖται· τοῦ γὰρ Αἰσχίνου λέγοντος «ἐμισθώσαντό τινας τῶν Ὀλυνθίων ὥστε μου καταμαρτυρεῖν» ἀπὸ τῶν Φωκέων ἐκβάλλει τὴν ὑπόνοιαν.
τὰς Ἀθήνησιν εὐθύνας τῶν λόγων ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ «περὶ τῶν Ἀθήνησιν».
τὰς ... λόγων ὥστε μὴ εἶναι ἑκάστῳ τὸν λόγον, εἴ τις Ἀθήνησιν εὐθύνας δίδωσιν. οἱ δὲ ἐνήλλαξαν ὡς ἐν σχήματι τὰς πτώσεις, γενικὴν ἀντὶ αἰτιατικῆς εἰληφότες καὶ «εὐθυνῶν» εἰπόντες.
παρῃρημένοι ἀντὶ τοῦ ἀφῃρημένοι.
μὴ δὴ ταῦτα ἡ δὲ σύνταξις πρὸς τὸ ἄνω, ὅτι «διὰ τί Δημοσθένης μου κατηγορεῖ, Φωκέων δὲ οὐδὲ εἷς;»
εἰ δὲ μὴ πάρεισι ἐν τοῖς ἄνω ἔλεγεν ὅτι «πάρεισιν ἐν ταῖς Ἀθήναις», ἀλλʼ οὐ διὰ τοῦτο ὥστε συνηγορῆσαι μὲν τῷ Δημοσθένει καὶ καταμαρτυρῆσαι τοῦ Αἰσχίνου.
καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης ἐνταῦθα ἀκολουθία σῴζεται πρὸς τὴν λύσιν τῆς ἀντιστατικῆς ἀντιθέσεως· τῆς γὰρ λύσεως ἐλεγχούσης μετὰ τὴν εἰρήνην γεγενῆσθαι τὴν ἅλωσιν, ἀκολούθως ἐζήτησεν Αἰσχίνης «εἰ τοίνυν ἔγωγε τοὺς Φωκέας προδέδωκα, ὡς σὺ φῄς, τίνος ἕνεκεν οὐκ ἐλθόντες αὐτοὶ κατηγοροῦσιν;» ἡ μέντοι ἀντίθεσις Αἰσχίνου τοῦτο ἐβούλετο λέγειν, ὅτι «χρησιμώτερον ἡ Χερρόνησος Φωκέων τῇ πόλει». οὐκοῦν πρὸς τοῦτο ἀπαντῶν ὁ Δημοσθένης δείκνυσι τοὐναντίον, ὅτι χρησιμώτεροι Φωκεῖς ἦσαν μᾶλλον τῇ πόλει. εἶτα ἐπειδήπερ ἀντέπιπτεν ὅτι «ἀσθενεῖς ἦσαν Φωκεῖς», ἐκ τῆς θέσεως καὶ τοῦ τόπου καὶ τῶν τότε συμβεβηκότων πολέμων αὔξει τὴν δύναμιν. λέγει δὲ ἄντικρυς «τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τε ἀπὸ Θηβαίων ἄδεια ὑπῆρχεν ὑμῖν καὶ τὸ μηδέποτε ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον;» οὕτω χρησιμώτεροι Φωκεῖς ἦσαν σῳζόμενοι Χερρονήσου τῇ πόλει. μὴ γὰρ ἔχων ἐκ τῆς δυνάμεως τῆς Φωκέων συστῆσαι τὴν ὠφέλειαν μηδὲ μὴν ἐκ τῆς προαιρέσεως, ἐκ τῆς φύσεως τῶν τόπων καὶ τῶν συμβεβηκότων τὴν ὠφέλειαν ηὔξησε· καὶ πρὸς σύστασιν τούτου τοῦ μέρους, ὅτι μεγάλα ὠφέλουν τὴν πόλιν σῳζόμενοι, παρέχεται δύο ψηφίσματα, τό τε Διοφάντου, καθʼ ὃ ἔδοξεν αὐτοῖς θύειν τοῖς θεοῖς εἴρξασι Φιλίππου τὴν ἐπὶ τὰς Πύλας ὁδὸν τὸ πρότερον, καὶ τὸ Καλλισθένους, καθʼ ὃ μετὰ τὴν ἅλωσιν ἐσκευαγώγουν ἐκ τῆς χώρας.
καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν λογισμῷ λοιπὸν τοῦ συμφέροντος φοβεῖ τοὺς Ἀθηναίους, αὔξων τὰ Φωκέων καὶ δεικνὺς τὴν ἀπὸ τῆς ἐκείνων σωτηρίας ἀσφάλειαν, ἧς ἀπολομένης συναπολεῖται καὶ τὰ φρουρούμενα. ὅρα γὰρ ὅτι καὶ ἀπὸ γῆς καὶ ἀπὸ θαλάττης μαρτυρεῖ τὴν Ἀττικὴν ὑπʼ ἐκείνων πεφρουρῆσθαι τῇ θέσει.
ὅτι τῷ Φωκέων πολέμῳ ἵνα σημαίνῃ τὸν κατὰ γῆν καὶ κατὰ θάλατταν πόλεμον.
καὶ ματαία μὲν ἡ προτέρα βοήθεια ἧς μέμνηται ἐν τοῖς Φιλιππικοῖς «καὶ τὰ τελευταῖα πρώην εἰς Πύλας».
ἰδίας ἀντὶ τοῦ ἰδιωτικάς· ὅτι οὐ δημόσια χρήματα ἀνάλωσαν τότε, ἀλλὰ καὶ εἰσφορὰς ἐποιήσαντο ἐκ τῶν ἰδίων οὐσιῶν.
τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους οὗτος ὁ Διόφαντος, τῶν συμμάχων περισωθέντων καὶ ἀπελαθέντος ἐκ τῆς Φωκίδος Φιλίππου, ἔγραψε χαριστηρίους θυσίας θύειν τοῖς θεοῖς· τὸ δὲ τοῦ Καλλισθένους ἐκ τῶν ἐναντίων, ἑαλωκότων Φωκέων καὶ φόβου κατασχόντος πολλούς, κελεύει σκευαγωγεῖν ἐκ τῶν ἀγρῶν καὶ μηδένα ἔξω μένειν ὡς τῶν πολεμίων ἐπιόντων, διὸ καὶ τὰ Ἡράκλεια εἴσω τῆς πόλεως τελεῖν, ἃ δέον ἦν ἔξω τείχους ἄγειν.
Ἡράκλεια πόλις ἐν τῷ Πόντῳ.
ψήφισμα Διοφάντου· οἷον τὸ θῦσαι τοῖς θεοῖς ὑπὲρ τοῦ διῶξαι Φίλιππον.
ψήφισμα Καλλισθένους· οἷον τὸ σκευαγωγεῖν ἐκ τῶν ἀγρῶν διʼ ἅπερ ἐποίησε Φίλιππος εἰς τοὺς Φωκέας.
θαυμάσια ἐπὶ καλοῦ τέθεικε τὴν λέξιν.
πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις πάλιν ἀπὸ θαλάττης καὶ ἀπὸ γῆς ὁ φόβος. Πορθμὸς μὲν γὰρ τῆς Εὐβοίας· αὕτη δὲ νῆσος· τὰ δὲ Μέγαρα ἐν ἠπείρῳ.
οἶδα τοίνυν ὅτι τοὺς μὲν ὑπὲρ τῶν κατηγορημένων ἔστι μὲν καὶ αὕτη ἡ ἀντίθεσις πρός τι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἔχεται δὲ τῆς προτέρας ἔτι. σχεδὸν γὰρ καὶ αὕτη τοῦ αὐτοῦ γένους ἐστὶν ἀντιστατική. οὐκοῦν ἔχει τὴν ἀναφορὰν πρὸς ἐκεῖνο τὸ ἀπʼ ἀρχῆς, ὅτι «αὐτὸς ἔπεισας τὴν εἰρήνην ποιήσασθαι», ἵνα φαίνηται ἀποκρινόμενος Αἰσχίνης ὅτι «ἔπεισα βελτίονα τῶν πολέμων τὴν εἰρήνην ἡγούμενος». ἀνύει δὲ κατὰ ταύτην τὴν ἀντίθεσιν πολλὰ καὶ οὐ μικρά, πρῶτον μὲν ὅτι τὸ ἑαυτῷ πεπραγμένον μετατίθησιν ἐπὶ τὸν ἀντίδικον· δοκεῖ γὰρ συμβεβουλευκέναι καὶ αὐτὸς περὶ τοῦ δεῖν γενέσθαι τὴν εἰρήνην. οὐκοῦν, ἵνα φαίνηται αὐτὸς Αἰσχίνης ἀναδεχόμενος τὸ κατὰ τὴν εἰρήνην, οὕτως εἰσῆξε τῇ ἀντιθέσει χρώμενος. διόπερ ἄξιον ἄγασθαι τῆς δεινότητος, ὅτι ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἐγκλημάτων ἀπολογεῖσθαι, ταῦτα ἤδη πεποίηκεν ἐγκλήματα τῆς ἀπολογίας Αἰσχίνου. «εἰ γὰρ ὁ ἀντίδικος ἐγκώμια τῆς εἰρήνης ἐρεῖ, τίς ἂν ἔτι τοῦ τὴν εἰρήνην πείσαντος γενέσθαι κατηγορήσειε;» καὶ ἡ ἀπόκρισις δὲ ἀκόλουθος τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους· ναί, φησίν· οὐδὲν γὰρ ἄτοπον συμβουλεύειν εἰρήνην ἄγειν, ἐπειδὴ πολλῶν ἀγαθῶν τοῖς ἀνθρώποις ἡ εἰρήνη αἰτία καθίσταται. οὐκ ἀνατρέπει δὲ τὴν ἀντίθεσιν, ὅπερ οἰκεῖον τοῦ ἀντιλέγοντος, ἀλλὰ καὶ καταδέχεται. τί γάρ; φησὶν ὅτι «δῶρα λαμβάνοντες οὗτοι τὸ καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν», ἵνα ἡ μὲν εἰρήνη μὴ κατηγορῆται, τὰ δὲ ἐν τῇ εἰρήνῃ πραχθέντα· ταῦτα γὰρ ποιεῖ τὰ ἐγκλήματα. καὶ πόθεν δῆλον ὅτι τὸ ἔγκλημα τὸ περὶ τῆς εἰρήνης Δημοσθένης δέδοικεν; ἐν τῷ περὶ στεφάνου δεδήλωκε λόγῳ· τὴν γὰρ πρώτην ἀντίθεσιν καὶ τὸ πρῶτον ἔγκλημα, τὸ τὴν εἰρήνην γενέσθαι, ἔθηκεν ἀρνούμενος αὐτὸς μὴ πεποιηκέναι· «οὐκοῦν οὐδὲ τῆς ἐξ ἀρχῆς εἰρήνης ἡγεμὼν οὐδʼ αἴτιος ἐγὼ φαίνομαι», καλῶς προσθεὶς τὸ «ἐξ ἀρχῆς»· ἐπειδὴ γὰρ ψήφισμα παρέσχετο Δημοσθένους Αἰσχίνης διαρρήδην περὶ τῆς εἰρήνης λέγοντος, διὰ τοῦτο τὰ δεύτερα σιωπήσας ἐπὶ τὴν ἀρχὴν ἵεται, ἀναφέρων ἐπὶ τὸν Ἀριστόδημον καὶ Νεοπτόλεμον αὐτήν.
τί τις εἶναι τοῦτο φῇ φανερῶς ἐνταῦθα προκαλεῖται τὸ κεφάλαιον τὸ λεγόμενον χρῶμα, εἰ καὶ διέσπαρται ἐν τῷ λόγῳ.
χρήματα ὑμῖν περίεστι ἐκ παραθέσεως λύει τὴν ἀντίθεσιν, πλείονα τὸν Φίλιππον λέγων κτησάμενον ἀπὸ τῆς εἰρήνης.
διʼ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι ἢ γὰρ ἑαυτοῖς περιποιοῦσι συμμαχοῦντες τὰ ἀγαθὰ ἢ τοῖς κρείττοσι ἑαυτῶν καὶ δυνατωτέροις, οἷς καὶ συνάπτονται διὰ τὴν χρείαν.
ἡ μὲν ἡμετέρα λέγει δὲ τὴν εἰρήνην.
ὅλως, ὦ ἄνδρες Ἀθηναῖοι ἵνα μὴ τὸ σόφισμα αὐτῷ κατάφωρον γένηται καὶ φανῇ δεδοικὼς τοὺς περὶ τῆς εἰρήνης λόγους, ἀνέδραμεν ἐπὶ τὸν πόλεμον, τὸ ζητούμενον τῷ ζητουμένῳ συσκιάζων. ἐν γὰρ τῷ πλήθει τῶν πραγμάτων οὐκ ἄν τις ῥᾳδίως φωράσειεν, ὑπὲρ οὗ καὶ δέδοικεν. ἀμέλει γοῦν πολλὰ προτείνας εἰς αὐτὸ τὸ ἰσχυρότερον κατέληξεν εἰπὼν «εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων.» ἐπειδὴ δὲ δοκεῖ γεγραφέναι ψήφισμα περὶ τῆς εἰρήνης ἀπολογούμενος ὑπὲρ τούτου, ποτὲ μὲν μεταστατικῶς ἐπὶ τοὺς περὶ Νεοπτόλεμον καὶ Ἀριστόδημον τὴν αἰτίαν φέρει, ποτὲ δὲ συμπεριλαμβάνει τὴν πόλιν, ποτὲ δὲ τὴν ἐκ τῆς ἀνάγκης χρείαν προβάλλεται εἰπὼν «ἤγαγον ἄρα τοὺς ποιησομένους πάλιν ἐπὶ τὴν πρεσβείαν». κἀνταῦθα μεθιστάς, ἐπειδήπερ αὐτὸς φαίνεται καὶ τοὺς παρὰ Φιλίππου πρέσβεις ἥκοντας τῇ βουλῇ προσάγων καὶ ὅλως τοῦτο τὸ μέρος διοικησάμενος, ὑπὲρ οὗ λαμπρῶς ἐν τῷ περὶ τοῦ στεφάνου ἀπολελόγηται, μεταβέβηκεν ἐπὶ τὸ χρῶμα. διὰ τί δὲ κἀνταῦθα οὐχ ὁμοίως ἀπολογεῖται ὑπὲρ τῆς εἰρήνης ὥσπερ ἐν τῷ περὶ τοῦ στεφάνου; ὅτι ἐνταῦθα μὲν αὐτὸς ἔχων πρωτολογίαν καὶ δυνάμενος ὡς ἐβούλετο τὰ συμφέροντα διοικήσασθαι πρὸς τὴν χρείαν μεθώδευσεν, ἐν δὲ τῷ περὶ στεφάνου κατηγορούμενος καὶ τῆς αἰτίας λαμπρῶς ἐπʼ αὐτὸν φερομένης ἠνάγκασται διὰ τῆς εἰρήνης διαρρήδην ποιήσασθαι τὴν ἀπολογίαν.
ἦν ἡμῖν πόλεμος κύκλος· «ἦν ἡμῖν πόλεμος· πρὸς Φίλιππον ἦν.»
διηγηματικῶς ἐνταῦθα.
τοῖς τὰ δίκαια γράφουσιν εἰς ἑαυτὸν αἰνίττεται.
τῷ μισθοῦ τῷ Φιλοκράτει.
τοὺς δʼ ἐπὶ τοῦ πολέμου τρίτον κεφάλαιον τῆς προκατασκευῆς.
ἐκδεξάμενοι οἱονεὶ διαδεξάμενοι τοὺς περὶ Ἀριστόδημον εἰς τὸ φενακίσαι ὑμᾶς.
ἣν δέδοικα κύκλος· «δέδοικα μὲν ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα.»
πολλῷ λείπει «κακῷ».
οὐ γὰρ Αἰσχίνης κύκλος· «οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ.»
ἔξω τοῦ ἀδόξως γεγενῆσθαι ὅτι οὐκ ἐχωρίζετο τῇ ἀδοξίᾳ, ἀλλʼ ἐνυπῆρχον τοῖς πράγμασιν.
ἀνήκεστον λύσις τοῦ χρώματος τοῦ πρὸς τὰς ἐπαγγελίας.
ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πολλῶν ὄντων, ὡς ἔφαμεν, τεκμηρίων κατὰ τὴν ὑπόθεσιν, οὐδενὶ τούτων οὕτως ὥστε ταῖς ἐπαγγελίαις καὶ ταῖς ὑποσχέσεσι διισχυρίζεσθαι. ἀναγκαίως οὖν ἐνταῦθα λοιπὸν αὐτό τε τὸ τεκμήριον προτείνει καὶ τὴν ἀντίθεσιν τὴν πρὸς αὐτὸ θεὶς λύειν πειρᾶται. οὐ μὴν τέθεικεν οὕτως ἐκ τοῦ προφανοῦς ὡς ἐν ἀντιθέσεως εἴδει, ἀλλὰ τὴν λύσιν εἰσάγων τὸ χρῶμα ἐνέφηνεν. ὡς γὰρ Αἰσχίνου δυναμένου λέγειν, ὅτι διʼ ἀβελτερίαν ἢ διʼ εὐήθειαν ἢ διʼ ἄγνοιαν τοῦ Φιλίππου τρόπου ταῦτα εἴρηκεν, οὕτω καὶ αὐτὸς συντρέχων φησὶν «ἐὰν ταῦθʼ οὗτος ὑπʼ ἀβελτερίας φανῇ πεπραγμένα». οὐ γὰρ ἁπλῶς παραδέχεται τὸν παρʼ Αἰσχίνου λόγον, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων μόνην ἐπίδειξιν ἐπιζητεῖ· τί γάρ φησιν; «εἰ ταῦθʼ ὑπὸ ἀβελτερίας ἢ διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν τούτῳ πέπρακται», ἀντὶ τῶν λόγων τὰς πράξεις ἐπιζητῶν, ἐξ ὧν αἱ ἀποδείξεις εἰσὶν ἰσχυραί. καὶ πάλιν ὀλίγον προελθὼν εἰς τὴν αὐτὴν λύσιν ἐπάγει «ἀλλʼ ὑμεῖς ἄφετε Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν λελυμασμένος φανῇ.»
ἐγὼ δέ, ὦ ἄνδρες ἰστέον ὅτι ἐκλείπει ἡ πιθανὴ ἀπολογία.
ὥστε εἰ ταῦθʼ ὑπὸ ἀβελτερίας ἐπὶ τὸ χρῶμα τὸ κυριώτερον ἔρχεται λοιπόν, ὅ ἐστι πρὸς τὰ σημεῖα τοῦ Αἰσχίνου, ἅ ἐστιν ἐν οἷς ἀπήγγειλε, πρὸ δὲ τῆς θέσεως διαβάλλει, ὡς ἔθος, σαθρότερα οὕτω ποιῶν.
ἂν δʼ ἀποτυγχάνῃ σημείωσαι, περὶ τοῦ μὴ ἔχειν ἄδειαν τὸν κριτὴν λέγειν «ἔλαθέ με» ἐν οἷς ψηφίζεται.
οὐ γὰρ ἂν ἐξαρκέσειεν τοῖς ἀπολωλόσι συμμάχοις οἷον «λέγε Φωκεῦσι τὴν ἄγνοιαν καὶ στῆσον τὰς συμφοράς, ὁμολόγει τὴν ἀβελτερίαν».
ἂν μέντοι διὰ πονηρίαν ἕως ὧδε ἐπλήρωσε τὸν πρῶτον στοχασμὸν καὶ ἄρχεται ἐντεῦθεν τοῦ δευτέρου· δείξας γὰρ ἐν τῷ πρώτῳ, ὅτι ἀπώλεσε Φωκέας, καὶ ἐλθὼν ἕως τοῦ χρώματος, ἐμπεσόντος ἄλλου ζητήματος ὅτι «διὰ δῶρα ταῦτα ἐποίησας».
ἀργύριον λαβὼν καὶ δῶρα ὁρᾷς ὅπως ἀπὸ τοῦ χρώματος δεύτερον ἀναφαίνεται ζήτημα τὸ περὶ τῆς δωροδοκίας; ὁ μὲν γὰρ ἐρεῖ ὡς ἠπάτηται, ἡμεῖς δὲ ἀποδείκνυμεν ὅτι ἑκὼν εἴρηκεν, ἀπατῆσαι διὰ τὴν μισθαρνίαν ἑλόμενος.
ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν ὁ νοῦς οὕτως· «σκοπεῖτε μεθʼ ἡμῶν, ὡς δίκαιος ἔσται ὁ ἔλεγχος». ἐὰν δὲ ᾖ «μεθʼ ὑμῶν», μένει ὡς ἔχει τὸ ῥητόν, ἵνα ᾖ «ὁ ἔλεγχος δίκαιος ἔσται μεθʼ ὑμῶν· καὶ ὑμεῖς γὰρ δίκαιοι». ἐντεῦθεν δὲ προσπλέκει καὶ τὸν δεύτερον στοχασμόν· «ἐὰν δῶρα μὲν λαβὼν φανῇ, φανήσεται οὐδαμῶς ἐξηπατημένος, ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων.» ἐπειδὴ γὰρ οὐκ ἔχει μάρτυρας οὐδʼ αὐτὸς παρασχέσθαι τῆς δωροδοκίας, ἀξιοῖ διὰ τῶν πεπραγμένων ἐλέγχειν ὅτι ἐξηπατήθη. ἐντεῦθεν δὲ ἐπὶ τὰς ἀποδείξεις χωρεῖ λοιπὸν καὶ τὰς λύσεις τοῦ μηδαμῶς Αἰσχίνην ἐξηπατῆσθαι. λέγομεν δὲ πολλάκις ὅτι πᾶν χρῶμα ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως λύεται. «εἰ ἐξηπατήθη, ἀναγκαῖον ἦν αὐτὸν μισεῖν τὸν ἐξηπατηκότα· ἀλλὰ μὴν οὐ μισεῖ τὸν Φίλιππον, οὐκ ἄρα ἐξηπατήθη.» διαιρεῖ δὲ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εἰς αἰτίας διττάς. «εἴρηκας, Αἰσχίνη, ἢ αὐτὸς πιστεύσας τῷ Φιλίππου τρόπῳ, ὅτι Φωκέας σώσει, ἢ διαρρήδην ἀκούσας τοῦ Φιλίππου λέγοντος. εἰ μὲν οὖν ἐκεῖνος ἐξηπάτησε, δίκαιος ὑπὸ σοῦ μισεῖσθαι· εἰ δὲ αὐτὸς ἐξηπατήθης πιστεύσας τῷ Φιλίππου τρόπῳ, καὶ κατὰ τοῦτο εἶ πολεμεῖν δίκαιος· οὐ γὰρ ἐφάνη τοιοῦτος οἷον καὶ ἤλπισας. οὐκοῦν διʼ ἀμφότερα ταῦτα δίκαιος ἦσθα μισεῖν. ἀλλʼ οὐδεὶς ἀκήκοε λόγῳ μισοῦντά σε Φίλιππον, οὐδὲ μὴν διὰ τῶν ἔργων τοῦτο ἐπέδειξας· τοὐναντίον δὲ καὶ ὑπὲρ ἐκείνου λέγεις. πῶς οὖν ἐξηπατήθης, οὐχὶ δὲ χρήματα λαβὼν τούτους προήκω τοὺς λόγους;»
Ἄξιον δὲ ζητῆσαι περὶ ὧν Ἑρμογένης ἐτεχνολόγησε περὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους· «ἐὰν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν λύεται, ἐὰν δὲ ἐν πάθεσι, συγγνωμονικῶς, ἐὰν δὲ ἐν ἔργοις, θετικῶς.» εὑρήσομεν δὲ ἀπὸ τῶν ἐν λόγοις ὄντων οὐχ ὑγιὲς τὸ θεώρημα. ῥητὸν μὲν γάρ ἐστι τοῦ Αἰσχίνου ὅτι «σωθήσονται οἱ Φωκεῖς». τοῦτο γὰρ ἦν ὃ ὑπέσχετο. λύσις δὲ ἡ κατὰ διάνοιαν «εἰ ἦν, οὕτως ἂν εἶπε· σωθήσονται Φωκεῖς. πῶς; ἐξελθούσης τῆς πόλεως καὶ ψηφιζομένης τι χρηστὸν ὑπὲρ Φωκέων.» αἱ γὰρ λύσεις τοῦ ῥητοῦ κατὰ προσθήκην τοῦ ἐμπίπτοντος γίνονται, οἷον ὡς ἐπʼ ἐκείνου· «ξένον μὴ ἀναβαίνειν ἐπὶ τὸ τεῖχος», τοῦτό ἐστι τὸ ῥητόν· ἡ δὲ λύσις ὀλίγον τι προσθεῖσα τῷ ῥητῷ ποιεῖ τὴν διάνοιαν· «ξένον μὴ ἀναβαίνειν» λέγει τὸν κατασκοπήσοντα, τὸν ἐπὶ βλάβῃ τῆς πόλεως περιαθροῦντα καὶ περιεργαζόμενον, οὐ μὴν τὸν ἐπὶ σωτηρίᾳ ἀναβαίνοντα λέγει. ὁρᾷς ὅτι τῷ ῥητῷ ὡς λείποντι προσθείς τι λύειν τὸ ῥητὸν δοκεῖ; ἐπὶ στοχαστικοῦ πάλιν ζητήματος ἐκείνου· «θαρσεῖτε, ὦ δεσμῶται, οὐκ εἰς μακρὰν λυθήσεσθε»· τοῦτό ἐστι τὸ ῥητὸν καὶ δοκεῖ τὸ θεώρημα σῴζεσθαι· προσθήκῃ γὰρ βραχέος τινὸς δοκεῖ λύεσθαι τὸ ῥητόν. ἐνταῦθα δὲ ἐπὶ τοῦ κατʼ Αἰσχίνου λόγου σῳζόμενον οὐχ εὑρίσκομεν τὸ θεώρημα, ἀλλʼ ἔστιν ἐνταῦθα τὸ χρῶμα μεταστατικὸν ὁμοῦ καὶ συγγνωμονικόν· «ἐξαπατηθεὶς γὰρ ὑπὸ Φιλίππου λέγει ταῦτα εἰρηκέναι». οὐκοῦν εἰ μὲν ἐπὶ τὸν Φίλιππον μεθίστησι, μεταστατικόν· εἰ δὲ συγγνώμης τυχεῖν ἀξιοῖ ὡς ἐξηπατημένος, συγγνωμονικὸν γίνεται. δεῖ τοίνυν μὴ ἀνεξετάστως παραδέχεσθαι τὰ ἐν ταῖς τέχναις ὥσπερ νενομοθετημένα, ἀλλʼ ἐπὶ πολλὰς καὶ διαφόρους ὑποθέσεις ἄγειν, κἂν εὕρῃς ἐφαρμόττον τὸ θεώρημα, τότε θαρρεῖν καὶ χρῆσθαι· ἐὰν δὲ ὀλίγοις μὲν ἐφαρμόττῃ, μὴ πᾶσι δέ, δῆλον ὅτι φαινήσεται οὐκ ἔχον ὑγιῶς. καὶ γὰρ οὐδʼ ἐπὶ τοῦ πλάσματος τούτου σῴζεται τὸ θεώρημα· «πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά. ἐν συμποσίῳ ὤμοσεν ὁ πλούσιος τυραννήσειν· ἀντώμοσεν ὁ πένης τυραννοκτονήσειν. εὕρηται νεκρὸς ἀσκύλευτος ὁ πένης ἀναχωρῶν ἀπὸ δείπνου καὶ κρίνεται φόνου ὁ πλούσιος.» ποῖον γάρ ἐστι τὸ πρῶτον ἀπʼ ἀρχῆς ἄχρι τέλους; «ὤμοσε τυραννήσειν ὁ πλούσιος.» οὐκοῦν τοῦτο ἐν ῥητῷ κεῖται. ἡ λύσις ἐνταῦθα οὐκ ἐκ διανοίας, ἀλλὰ συγγνωμονικὴ γίνεται· περὶ γὰρ μέθην εἰρηκέναι φησί. πῶς οὖν λέξομεν ἀληθῆ νομοθετεῖν τὸν τεχνικόν; ἵνα δὲ μὴ ἀπερίσκεπτον τοῦτο ὑποληφθῇ, λέγω ὅτι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅσα ἐν λόγοις ἐστί, τὰ μὲν οὕτως εἴρηται καὶ ἔστιν ὡς μηδεμιᾶς δεῖσθαι προσθήκης, τὰ δὲ οὕτως εἴρηται ὥστε ἐπὶ δύο ὁδοὺς φέρεσθαι τὴν ἐξήγησιν. οἷς μὲν οὖν οἷόν τέ ἐστι προσθεῖναι ὡς ἐλλεῖπον, διανοίᾳ λύεται· ἃ δὲ ἀπηρτισμένην ἔχει τὴν διάνοιαν, ταῦτα ἢ μεταστατικῶς ἢ συγγνωμονικῶς λυθήσεται. τῶν δὲ συγγνωμονικῶν ἐστι καὶ ὁ ἔρως καὶ ἡ ἄγνοια καὶ ἡ μέθη καὶ εὐήθεια καὶ ἀβελτερία καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου· ἡ γὰρ συγγνώμη ἀπὸ τῶν παθῶν χαρακτηρίζεται τῆς ψυχῆς. ἐπειδὴ δὲ πολλάκις ἀναμεμιγμέναι εὑρίσκονται αἱ ἀντιθέσεις ἐν τῷ αὐτῷ ζητήματι καὶ συγγνωμονικὴ καὶ μεταστατική, ἀπὸ τῆς πρώτης δεῖ χαρακτηρίζειν ἀεὶ τὸ ζήτημα. ἐὰν μὲν γὰρ ἡ συγγνωμονικὴ πρώτη, συγγνωμονικὸν ποιεῖ τὸ ζήτημα· ἐὰν δὲ ἡ μεταστατική, μεταστατικόν· ἐπεί γε εἰς τύχην ὁ Δημοσθένης μεταφέρων ἐν τῷ περὶ τοῦ στεφάνου τὸ πταῖσμα μεταστατικῶς ἀπολογεῖται, καὶ οὐ δύναται ὑπεύθυνον γενέσθαι ἡ τύχη, ὥς φησιν ὁ Ἑρμογένης. ἐνταῦθα δὲ τὴν ἄγνοιαν ὡς λύσιν λαβὼν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους — «ἠγνόησα» γάρ φησι «τὸν Φιλίππου τρόπον» — συγγνωμονικῶς λύει· «εἰ μὲν ὄντως ἠγνόησας ἢ ἐξηπατήθης, συγγνώμης ἀξιωθήσῃ». ἐπεὶ καὶ τὴν ὀργὴν ἐν τῷ κατὰ Μειδίου πάθος οὖσαν τῶν περὶ τὴν ψυχὴν συγγνωμονικῶς ἔλυσεν· «εἰ μὲν διʼ ὀργὴν ταῦτα πεποίηκε Μειδίας» καὶ ἑξῆς.
Ἐπανέλθωμεν δὲ ἐπὶ τὸ προκείμενον. οὐκοῦν ἡ λύσις τοῦ χρώματος εἰσάγει τὴν βούλησιν· καὶ τίνα τρόπον; «ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα» καὶ πάλιν ἐφεξῆς, διότι «οὐ παρακρουσθεὶς οὐδὲ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτα εἶπε καὶ προὔδωκεν ἐκεῖνος». ἐλέγομεν δὲ ἀρχόμενοι τοῦ λόγου ὅτι ἤρξατο μὲν καὶ τῆς βουλήσεως ἐν τῷ κεφαλαίῳ τῷ περὶ τῆς δυνάμεως· τὴν δὲ πλείονα ἐργασίαν ἐποίησεν ἐν τῷ δευτέρῳ στοχασμῷ· ἡ γὰρ βούλησις γέγονε μεταξὺ τῶν δύο στοχασμῶν, λύουσα μὲν τὸ χρῶμα, εἰσάγουσα δὲ τὸν δεύτερον στοχασμόν. εἰσάγει δὲ αὐτὸν ἀπὸ τῆς αἰτίας εἰπὼν ὅτι «μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον προὔδωκεν ἐκείνῳ». ἡ γὰρ αἰτία ἐνταῦθα ζητεῖται, «διὰ τί ἂν ἐβουλήθη ὁ Αἰσχίνης τὸν δῆμον ἐξαπατῆσαι;» τὸ δὲ μέγιστον τῶν ἐν βουλήσει ἔστιν ἡ αἰτία· δεῖ γὰρ πανταχοῦ βούλησιν ἐξετάζοντα τὴν αἰτίαν ζητεῖν· ὡς ἂν ἐξέλῃς τὴν αἰτίαν τῆς βουλήσεως, ἄχρηστον καὶ ἀνωφελῆ ποιήσεις τὴν βούλησιν. «διʼ ἣν αἰτίαν ἠβουλήθη προδοῦναι; διʼ ἣν αἰτίαν ἠβουλήθη τυραννῆσαι; διʼ ἣν ἠβουλήθη ἐξαπατῆσαι;» «ἵνα ἀργύριον λάβῃς», φησίν. εἶτʼ ἐπειδὴ ἀντέπιπτεν ἐκ τῆς ἐργασίας, «οὐ γέγονε καιρὸς ὥστε μνησθῆναι Φιλίππου», εὐκαίρως ἔλυσεν εἰπὼν «καὶ μὴν ἧκον παρʼ ὑμῶν ἔναγχος Ἀμφικτύονα ψηφίσασθαι». ὅτε τοσοῦτον ἀπέσχες εἰπεῖν ὥστε καὶ συναγωνίσασθαι προείλου.
Ἄχρι μὲν τούτου ἔστι τὰ τῆς βουλήσεως, κοινά τε ὄντα τῆς λύσεως τοῦ χρώματος καὶ εἰσακτικὰ τοῦ περὶ τῶν δώρων ζητήματος, ἐπισημήνασθαι δὲ ἄξιον ὃ περὶ τῶν ἐμπιπτόντων εἰώθασιν αἱ τέχναι λέγειν. λέγουσι γὰρ ὅτι τὸ χρῶμα ποιεῖ τὸ δεύτερον ζήτημα. αὐτὸ γὰρ τὸ χρῶμα οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἰσαγόμενον ζήτημα. ἐνταῦθα δὲ εὑρίσκεται ἄλλο μὲν τὸ χρῶμα, ἄλλο δὲ τὸ ἀγωνιζόμενον ζήτημα. χρῶμα μὲν γάρ ἐστιν, ὅτι «ἐξαπατηθεὶς ὑπὸ Φιλίππου ταῦτα εἴρηκα», ἡ δὲ λύσις, ὅτι «οὐκ ἐξαπατηθεὶς ὑπὸ Φιλίππου ταῦτα εἴρηκας. εἰ γὰρ ἐξηπατήθης, καὶ ἐμίσησας ἂν Φίλιππον. ἀλλὰ μὴν οὐκ ἐμίσησας, οὐκ ἄρα ἐξηπατήθης· δῶρα δὲ λαβὼν εἴρηκας.» καὶ αὕτη εὑρίσκεται ἡ αἰτία διʼ ἣν ἐξηπάτησεν. ἡ αἰτία οὖν γέγονεν ἐνταῦθα ὁ δεύτερος στοχασμός, «εἰ δῶρα εἴληφα, παράσχου μάρτυρας, ὦ Δημόσθενες». καὶ γίγνεται ἐμπῖπτον ἐνταῦθα ζήτημα. εἰ δὲ μὴ συντρέχει ταῖς νῦν τέχναις ὁ τοῦ ῥήτορος λόγος, οὐ τὰς τέχνας δεῖ κυριωτέρας ἡγεῖσθαι τῶν Δημοσθένους λόγων· τοὺς γὰρ ἀρχετύπους νομοθέτας ὑπολαμβάνειν δεῖ, οὐ τοὺς παρʼ αὐτῶν μικρὰ λαμβάνοντας. δεῖ οὖν ἐπὶ τὸν ῥήτορα καταφεύγειν. καὶ γὰρ ἐν τῷ τοῦ ἀσώτου προβλήματι καθολικῶς Ἑρμογένης ἡμῖν ἀποφαίνεται μὴ οἷόν τε εἶναι ἁπλοῦν στοχασμὸν ἄνευ πραγμάτων, ἄντικρυς Ἰσοκράτους ἡμῖν ἐν τῷ πρὸς Εὔθυνον τἀναντία νενομοτεθηκότος.
δυοῖν θάτερον οἱ εἰρημένοι λόγοι, φησί, παρὰ σοῦ ἐν ταῖς ἐπαγγελίαις διʼ ἕτερον τῶν δύο πάντως ἐλέχθησαν· ἢ γὰρ φανερῶς εἰπόντος τοῦ Φιλίππου «σώσω Φωκέας καὶ ἀπολῶ Θηβαίους» ἀκούσας καὶ πιστεύσας ἀπήγγειλας, ἢ πρᾶον αὐτὸν ἐν τοῖς ἄλλοις καὶ φιλάνθρωπον ἰδὼν ἤλπισας καὶ ταῦτα ποιήσειν αὐτὸν καὶ θαρσήσας ὑπέσχου. οὐκοῦν ἐξ ἀμφοτέρων ἀποτυχὼν μισεῖν ὀφείλεις τὸν Φίλιππον, ὅτι οὔτε τοὺς λόγους οὓς εἶπεν ἐβεβαίωσεν οὔτε τὰς ἐλπίδας ἃς ἔσχες ἐπλήρωσεν. ἀλλὰ μὴν φαίνῃ καὶ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων, καὶ οὐ δύνασαι εἰπεῖν ὡς ἠπάτησαι.
ἡ σύνταξις. ἔστι δὲ τὸ νόημα παραγραφικὸν τοῦ δευτέρου στοχασμοῦ. ἐκ γὰρ τῶν παραλελειμμένων αὐτῷ παραγράφεται, ἐξ ὧν ἔδει αὐτὸν ποιῆσαι καὶ οὐκ ἐποίησεν.
εἰσαγγελίᾳ εἰσαγγελία ἐστὶ τὸ παρέχειν εὐθύνας ὡς ὑπὲρ καταλύσεως τοῦ δήμου.
ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου ἵνα μὴ εἴπῃ τις «ἀλλὰ καιρὸς οὐκ ἦν τοῦ κατηγορεῖν».
ἰδίᾳ ἀσφαλῶς εἶπεν «ἰδίᾳ». ἠδίκηνται γὰρ κοινῇ πάντες οἱ Ἀθηναῖοι νῦν παρʼ αὐτοῦ, οὐ μέντοι ἰδίᾳ, ἀλλὰ γενικῶς.
ἐμοὶ μὲν χρήσασθε τῶν ἰσούντων διαλύει τὴν ἁρμονίαν. τὸ γὰρ ἠθικὸν οὐκ ἐθέλει τὴν τῆς λέξεως εὐρυθμίαν ἐνδύεσθαι.
τρὶς ἀντὶ τοῦ πολλάκις. ἔστι γὰρ ἀρχαϊσμός, ὡς παρὰ τῷ ποιητῇ «τρὶς μάκαρες Δαναοί».
καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν πρὸς τῷ μὴ σῶσαι Φωκέας καὶ Θεσπιάς, ὡς ὑπέσχετο, καὶ ἄλλα ἠδίκησεν. προσεξηνδραπόδισε γὰρ τὸν Ὀρχομενὸν καὶ τὴν Κορώνειαν, ὅπερ πάλιν συνέφερε Θηβαίοις, ἐπειδὴ αὗται ἦσαν αὐτῶν ἀφεστηκυῖαι.
προσεξηνδραπόδισται οὐ γὰρ μόνον φάσκει μὴ γεγενῆσθαι ἃ ὑπέσχετο, ἀλλὰ καὶ προσθήκας ἐπεισάγει κακῶν, ἐπὶ μὲν Θηβαίων εἰπὼν τὸ «μείζους ἢ προσῆκε πεποίηκεν», ἐπὶ δὲ Θεσπιέων Ὀρχομενὸν καὶ Κορώνειαν ὅτι προσαπώλεσεν.
ἐνδεικνύμενος τοῖς πρέσβεσι ὅλην ἀπογυμνῶν τὴν προαίρεσιν ἐκ τῶν λόγων.
αὐτὸς οἶμαι ἐν ἤθει τοῦτο ἀναγνωστέον.
ἔτι τοίνυν εἰ μὲν μηδένα μηδὲν ἔχοντα Μενάνδρου· ἐντεῦθεν ἄρχεται τῆς τῶν μαρτύρων συστάσεως τῆς περὶ τῶν δώρων. Ἀσκληπιοῦ· ἐπὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν χωρεῖ τοῦ δευτέρου ζητήματος.
εἰσβάλλει εἰς τὴν τῶν ἐλέγχων ἀπαίτησιν. βούλεται δὲ εἰπεῖν ὅτι, εἰ μὴ ἦν τὰ πράγματα καταμαρτυροῦντα αὐτοῦ, «βασάνους καὶ τὰ τοιαῦτα.»
ἔτι ... ἔχοντα ἐπὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν χωρεῖ τοῦ δευτέρου ζητήματος. ὡς δὲ Αἰσχίνου τοὺς μάρτυρας ἀπαιτήσαντος, οὕτως ἀπήντησεν «εἰ μηδὲν μηδένα εἴχομεν δεῖξαι», τῶν οἰκετῶν ἔδει βασανίσαι τινάς. τῆς τῶν μαρτύρων συστάσεως ἐντεῦθεν ἄρχεται, τῆς περὶ τῶν δώρων λέγω. καὶ ζητοῦμεν τί δήποτε ἐνταῦθα μέλλων μεταβαίνειν ἀπὸ στοχασμοῦ ἐφʼ ἕτερον στοχασμὸν οὔτε ἐπελογίσατο οὔτε προοιμίῳ κατεχρήσατο ἀρχόμενος δευτέρου ζητήματος, ἀλλὰ συνῆψεν οὕτως ὥστε δυσδιάκριτον δοκεῖν εἶναι τὴν εἴσοδον, καίτοι εἰωθὼς τοῦτο ποιεῖν. καὶ φαμὲν ὅτι, ἔνθα μὲν διῄρηται τὰ πράγματα ἀπὸ τῶν πραγμάτων, ἐκεῖ καὶ ἐπιλογίζεται καὶ προοιμιάζεται, ἔνθα δὲ συμπλοκή τίς ἐστι καὶ οὐκ ἔστιν ἁπλῆ ὑπόθεσις, ἐκεῖ συμπλέκει καὶ τὰ κεφάλαια καὶ τὰ πράγματα. ὃ δὴ καὶ δείκνυσι μὴ ἁπλοῦν εἶναι στοχασμὸν τὸν παρόντα λόγον, ὥς τινες ᾠήθησαν. ἐπεὶ γὰρ ὁ ἐμπίπτων πρὸς ἀπόδειξιν τοῦ προτέρου λαμβάνεται, διὰ τοῦτο οὐχ ἡγήσατο καιρὸν εἶναι διελεῖν τὴν ἀπόδειξιν, τοὐναντίον δὲ καὶ συνάψαι καὶ πυκνῶσαι τῷ δευτέρῳ τὰ πρότερα. ἡ γὰρ ἐπαγωγὴ τοῦ ἐμπίπτοντος ἀπόδειξις γέγονε τοῦ ἑκόντα αὐτὸν ἐξαπατῆσαι. γίνεται δὲ ἐμπῖπτον, διότι καὶ τελείαν ἐργασίαν ἐπεδείξατο ἀπὸ τοῦ χρώματος ἀναφύεσθαι, ἀλλʼ οὐ πάντως αὐτὸ τὸ χρῶμα γίνεται δευτέρου ζήτημα. ἔθος δὲ τῷ Δημοσθένει καὶ πρὸ τῶν ἀντιθέσεων τιθέναι λύσιν καὶ μετὰ τὰς ἀντιθέσεις. ὅρα γὰρ πῶς ἄντικρυς λύσις ἐστὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως. ὡς γὰρ Αἰσχίνου τοὺς μάρτυρας ἀπαιτοῦντος ἀπήντηκεν «εἰ μὲν μηδένα μηδὲν ἔχοντα εἴχομεν δεῖξαι τῶν πρέσβεων» εἰληφότα, τινὰς τῶν οἰκετῶν ἔδει βασανίζειν. οὐ γὰρ ἐξῆν ἐλεύθερον βασανίζεσθαι τότε, ἀλλʼ ἢ δούλους τῆς πόλεως ἢ οἰκέτας ἰδιωτῶν. εἰ δὲ δείκνυται Φιλοκράτης εἰληφώς, τούτου δὲ φίλος Αἰσχίνης, εἴληφεν ἄρα καὶ μετὰ Φιλοκράτους Αἰσχίνης. ἐπειδὴ γὰρ καὶ αὐτὸ τοῦτο στοχαστικὸν ἐγίνετο ζήτημα, «εἰληφότος Φιλοκράτους καὶ Αἰσχίνης εἴληφεν», ἐνδιατρίβει τῷ μέρει τούτῳ, συνιστὰς ἐκ τῆς πάνυ φιλίας καὶ τῆς πολλῆς οἰκειότητος εἰληφέναι καὶ τὸν Αἰσχίνην· καὶ διὰ τοῦτο καὶ ἀπὸ τῶν ἐναντίων ἐξετάζει. οὐ μόνον γὰρ ἀπὸ τῆς οἰκειότητος, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐξὸν διαμαρτυράμενον τῆς τοιαύτης ὑποψίας αὐτὸν ἀπολύσασθαι, οὐκ ἐποίησε τοῦτο παρελθὼν καίτοι καλοῦντος αὐτὸν τοῦ ῥήτορος. λέγει γοῦν «οὐ τοίνυν παρῆλθεν Αἰσχίνης οὐδʼ ἔδειξεν αὑτὸν», ἵνʼ ἀπʼ ἀρχῆς ἄχρι τέλους γένηται τὰ ἀπὸ τῶν πεπραγμένων καὶ ἀπὸ τῶν παρειμένων, ὅτι σύνεστιν ἀεὶ τῷ Φιλοκράτει. καὶ τοῦτο μὲν ἀπὸ τῶν πεπραγμένων· ἀπὸ δὲ τῶν παρειμένων, ὅτι καλούμενος οὐχ ὑπήκουεν. εἶτʼ ἐπειδήπερ καὶ τοῦτο κοινὸν ἦν — οὐδὲ γὰρ ἄλλος οὐδεὶς κατεμαρτύρησε Φιλοκράτους —, τοῖς μὲν ἄλλοις συγγνώμην ἔχει, Αἰσχίνην δὲ οὐκ ἀφίησι τοῦ ἐγκλήματος, λέγων «καὶ τῶν μὲν ἄλλων ἑκάστῳ ἔστι τις πρόφασις ... τούτῳ δὲ οὐδὲν τούτων». ἐν τούτῳ τῷ μέρει καὶ ἐμφανῶς ἐμνημόνευσε Φρύνωνος, ἀμφότερα διὰ τοῦ αὐτοῦ θεωρήματος διοικούμενος, καὶ τὸ μὴ προσκροῦσαί τισι τῶν πρέσβεων καὶ τὸ ἐπαγαγέσθαι. ἐὰν μὲν γὰρ προσκρούσῃ, παροξυνεῖ καὶ προάξεται εἰς λοιδορίαν καὶ διὰ τούτου συστήσει μὴ κεκοινωνηκέναι τῆς δωροδοκίας αὐτοῖς· ἐὰν δὲ ἐπαγάγηται, ἕξει καταμαρτυροῦντας Αἰσχίνου, ὅπερ καὶ βούλεται, καὶ τοῦτο διὰ παντὸς διοικεῖται τοῦ δευτέρου στοχασμοῦ. ἐπιμένει δὲ τῷ κατὰ Φιλοκράτους λόγῳ βουλόμενος κατὰ πλείονα εἴδη τῶν ἐπιχειρημάτων καὶ τὴν σύστασιν ἐργάσασθαι τῆς δωροδοκίας.
τὸ χρυσίον ἅπερ εἴληφεν ἐκ Μακεδονίας ἀπὸ τοῦ Φιλίππου ἀντικατήλλασεν εἰς Ἀττικὰ νομισμάτια, ἵνα ἔχοι ταῦτα ἀναλίσκειν εἰς αὐτὰς τὰς Ἀθήνας.
πρὸς δʼ ἐκεῖνον ἐλθὼν προσχωρήσας δὲ τῷ Φιλοκράτει καὶ μετʼ αὐτοῦ γεγονώς.
εἰσαγγελίας εἰσαγγελία ἐστὶ τὸ παρέχειν εὐθύνας ὡς ὑπὲρ καταλύσεως τοῦ δήμου.
μηδὲ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους δελεάζει πρὸς τὸ μαρτυρῆσαι τοὺς πρέσβεις ἁπλούστερον ὁ ῥήτωρ εἰπών. οὐδὲν γὰρ μέγα καὶ ἄτοπον λέγειν ὡς «οὐκ ἀρέσκει μοι».
ἀφίημʼ ἔγωγε, ἔφην ὅρα τοῦ ἀξιώματος τὸ μέγεθος, εἴ γε αὐτὸς ἀντὶ τῆς πόλεως ἀποφαίνεται.
ὁ μὲν οὐχ ὑπεύθυνος ἀντὶ τοῦ ἐγὼ ὁ Δημοσθένης.
ὁ δʼ οὐχὶ παρῆν εἷς πρέσβεων, τοὔνομα Ἰατροκλῆς, οὐ παρῆν.
τὸ δὲ κηδεστὴς ἦν ἐκεῖ πολλὴ καὶ δριμύτης καὶ σωφροσύνη. διʼ ὧν μὲν γὰρ ἀπολογεῖται καθάπτεται, τῷ δὲ κρύπτειν τὴν αἰσχύνην καρτερεῖ, γαμβρὸν αὐτοῦ εὐφήμως ἀποκαλῶν τὸν Φίλιππον διὰ τὸν υἱόν.
τῷ Φρύνωνι λέγει. οὗτος γὰρ κηδεστὴν ἐποιήσατο ἑαυτῷ τὸν Φίλιππον, ἐκδοὺς ἑαυτοῦ υἱὸν τῷ Φιλίππῳ.
οὐδʼ ἀφιέντων ἀφίεται ὅτι «κἂν ὑμεῖς αὐτὸν ἐάσητε τῆς τιμωρίας, αὐτὸς οὐκ ἀφίσταται τῆς Φιλίππου φιλίας».
οὐδʼ ... ἀφίεται οὕτως οὐ βούλεται κατὰ Φιλίππου λέγειν, ὥστε ζημίαν ἡγεῖται τὸ μὴ συνηγορεῖν αὐτῷ. «κἂν γὰρ ὑμεῖς ἀφῆτε αὐτόν, ἀνεύθυνος εἶ, φάσκοντες, μὴ πολιτεύου, ἀπαλλάττου, οὐκ ἀφίσταται ὑμῶν.»
καίτοι τίς ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐνταῦθα πάλιν.
ταῦτʼ οὐχὶ βοᾷ καὶ λέγει μικροῦ καὶ φωνὴν τοῖς πράγμασι περιέθηκεν, ἔμψυχον ποιῶν τὸν λόγον.
καὶ τὸ «συνεχῶς» δὲ τὸ πλῆθος τῶν ἀποδείξεων ἐμφαίνει.
καὶ τίς μου καταμαρτυρεῖ, φησί, δῶρα λαβεῖν ἐν βαρύτητι κεῖται οὕτως. τῆς ἀποδείξεως δὲ τῆς διὰ τῶν πραγμάτων ἐλεγχούσης εἰληφότα, ἐν ἤθει τὴν ἀντίθεσιν εἰσήγαγε. καὶ τούτων οὕτω δεικνυμένων, φησί, τολμᾷ λέγειν «καὶ τίς μου καταμαρτυρεῖ δῶρα λαβεῖν;» ἡ λύσις δὲ κατὰ ἀντεξέτασιν τῶν προσώπων καὶ τῶν πραγμάτων· «τίνα τούτων ἀξιοπιστότερα;» δῆλον ὅτι τὰ πράγματα.
ἐλέγχου ἀπαίτησις.
τοῦτο γάρ ἐστι τὸ λαμπρὸν ἢ ὅτι τοῦτο ὡς μέγα καὶ λαμπρὸν Αἰσχίνης προτείνει, ἢ ὅτι τὸ φανερῶς σε πλέον ἐλέγχον τοῦτό ἐστιν.
πρὸς δὲ τοῖς πράγμασιν σημείωσαι, κλητικὴ περίοδος.
μέρος πνεύματος, ὡς ἀποστροφὴν ἐργαζόμενον καὶ καταφοράν.
ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι δύο βήματα ἦν, τοῦ κατηγόρου καὶ τοῦ ἀπολογουμένου, καὶ τοῦ ἑνὸς λέγοντος ἐκαθέζετο ὁ ἕτερος, ἕως οὗ εἴπῃ. τὸ δὲ «ἀπόκριναι» εἰπὼν οὐκ ἀπέδωκεν, ἀλλʼ εὐθὺς πρὸς ἄλλο ἐτράπη. λέγομεν ὅτι πρὸς τὸ ἀνώτερον κῶλον ἀπέδωκεν οἷον· «τίς ἡ πρόνοια αὕτη ἡ ὑπὲρ τοῦ Φιλοκράτους;»
ἀπόκριναι ... μοι ἢ πρὸς τὸ ἀνωτέρω ἔχει τὴν ἀναφορὰν τοῦτο, ἢ ὅτι «τῶν ἄλλων πρέσβεων ἐχόντων πρόφασιν σὺ οὐδεμίαν ἔχεις τοῦ μὴ ὑπακοῦσαι· ἐπεὶ ἀπόκριναι, διὰ τί οὐχ ὑπήκουσας καλούμενος;» τὸ δὲ «ἀναστάς», ἐπειδὴ εἰς τὸ ἕτερον βῆμα ὁ κρινόμενος ἐκαθέζετο, ἕως ἂν πληρώσῃ τὸν λόγον ἐπὶ τοῦ ἑτέρου βήματος ὁ κατήγορος, ἢ πρὸς τὸ «νῦν ἀπόκριναι» εἰρημένον. «ἀπόκριναι» ὅτι οὐ τὰ πράγματα τῶν μαρτύρων ἐστὶ πιστότερα.
ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα διὰ Τίμαρχον λέγει, διότι κατηγόρησεν αὐτοῦ, γέροντος ἀνδρός, ὡς ἡταιρηκότος.
ὃς ... δράματα παράδοξος γὰρ ὁ κατὰ Τιμάρχου ἀγών· ἐπειδὴ σχεδὸν γεγηρακότος αὐτοῦ λοιπὸν περὶ τῆς ἑταιρήσεως κατηγόρησεν, ἐάσας τὴν νέαν ἡλικίαν τὴν ὕποπτον. ἄνω δʼ εἰπὼν «τίνος ἕνεκα καλούμενος, ὅτε Ὑπερίδης τὴν εἰσαγγελίαν ἐποιεῖτο, οὐχ ὑπήκουσας;», ἐπειδήπερ ἀντέπιπτεν «οὐ γὰρ ἐσκέμμην οὐδʼ ἑτοίμως ἔχω λέγειν», τὴν αἰτίαν ἐξεῖλεν εἰπὼν «ὃς γὰρ ἀγῶνας καινούς, ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις». τὸ δὲ «ὥσπερ δράματα» διὰ τὸ εἶναι ὑποκριτὴν εἶπεν, οἱονεὶ πλάσματα· εἰσάγονται γὰρ κἀκεῖ ὥσπερ ἐπὶ τῆς σκηνῆς καινὰ δράματα. τὸ δὲ «καὶ τούτους ἀμαρτύρους» ἔμφασιν ἔχει τοῦ μηδεμίαν ἀπόδειξιν ἀκριβῆ παρασχόμενον Τίμαρχον καταδικάσασθαι, χρήσιμον δὲ καὶ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· οὐδὲ γὰρ αὐτὸς παρέχεται μάρτυρας, ἵνα τὸ ὅμοιον τῷ ὁμοίῳ παραβληθὲν τὴν ἴσην ἀξίαν παρὰ τοῖς ἀκούουσι λάβῃ.
πρὸς διαμεμετρημένην τὴν ἡμέραν τινὲς γὰρ τῶν ἀγώνων διὰ τὸ μέγεθος λαμβάνουσιν ὅρον τὴν ἡμέραν καὶ ὕδωρ τὸ ἐξαρκοῦν. «αἱρεῖς δὲ διώκων», κατηγορῶν.
αἱρεῖς ἀντὶ τοῦ νικᾷς. ὀξυτόνως ἀναγνωστέον.
πολλῶν τοίνυν καὶ δεινῶν ὄντων ἄλλο ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐκ τῶν πεπραγμένων, καὶ ἄλλη ἀπόδειξις τῆς δωροδοκίας.
ἁμαρτάνει δέ τι περὶ τοῦτο τὸ μέρος γενόμενος, οὐκ ἐπιστήσας τῷ καιρῷ καθʼ ὃν ἡ πρεσβεία γέγονε. γίνεται γὰρ αὕτη τρίτη πρεσβεία πρὸς Φίλιππον ὄντα ἐν Φωκεῦσιν ἤδη. συνίστησί τε διὰ τούτου τόν τε ἔλεγχον τῆς δωροδοκίας καὶ τὸ παρειμένον αὐτό. διʼ ἣν γὰρ αἰτίαν οὐκ ἐφώρασε τοὺς Αἰσχίνου λόγους μετὰ τὴν ἔξοδον, συνίστησιν ἐκ τοῦ τὸν Αἰσχίνην καταμεῖναι δεῦρο.
δοκεῖν ἀντὶ τοῦ φαίνεσθαι.
αὖθις ὅτι τὸ «αὖθις» οὐκ ἐπὶ δύο λέγεται μόνον, ἀλλὰ καὶ πολλάκις· σημαίνει γὰρ τὸ «πάλιν».
καλαῖς καὶ μεγάλαις κατʼ εἰρωνίαν.
ἐξωμοσάμην εὐθέως τί διαφέρει ἐξωμοσία καὶ ὑπωμοσία; ἐξωμοσία μὲν γάρ ἐστιν ἡ παντελὴς ἄρνησις μεθʼ ὅρκου, ὑπωμοσία δὲ ἡ ἔνορκος ἀναβολή, ὅταν ὀμνύῃ τις ὅτι «νῦν μὲν οὐ δύναμαι τόδε ποιῆσαι, ὕστερον δὲ αὐτὸ ποιήσω», διωμοσία δὲ ἡ γινομένη ἐν τοῖς δικαστηρίοις, ὅταν ὀμνύῃ καὶ ὁ κατήγορος καὶ ὁ φεύγων· αὕτη δὲ καὶ ἀντωμοσία λέγεται.
ἐξωμοσάμην εὐθέως Ἀσκληπιοῦ· τὸ «εὐθέως» σοφώτατα πρόσκειται· ἐπειδὴ γὰρ καὶ Αἰσχίνης ἐξωμόσατο καὶ ἰσάζει, τὸ μὲν αὑτοῦ δείκνυσιν εὐλόγως γινόμενον, τὸν δὲ Αἰσχίνην μετὰ τὸ στέρξαι κακούργως ἀρνησάμενον.
δηλοῖ δὲ ἅμα καὶ τὴν εὔνοιαν· ὡς γὰρ φιλόπολίν με ἠναγκάσατε ἐξιέναι.
μὴ σύγκλητος ἐκκλησία γένηται ὅτι τρεῖς ἐκκλησίαι τοῦ μηνὸς γίνονται ὡρισμέναι· ἡ δὲ σύγκλητος οὐχ ὡρισμένη.
σύγκλητος ἐκκλησία ἡ γινομένη διά τι ἐξαίφνης κατεπεῖγον.
μὴ ... γένηται σύγκλητος δὲ ἐκκλησία ἐκλήθη, ἐπειδὴ ἐν μὲν τοῖς νομίμοις καὶ συνήθεσιν ἀφʼ ἑαυτοῦ ὁ δῆμος συνέτρεχεν· ὅταν δὲ ἐξ ἀνάγκης τινὸς σύλλογος γένηται, συγκαλοῦσί τινες περιιόντες.
καὶ τὰ πράγματα ἐκφύγοι τὸν Φίλιππον οἷον τὸ κατασκάψαι Φωκέας. ὅρα δὲ πῶς ἡμᾶς ἐδίδαξεν ἐνταῦθα ὅτι καὶ τῆς τρίτης πρεσβείας πεμφθείσης παρὰ τῶν Ἀθηναίων ἔτι ἐσῴζοντο οἱ Φωκεῖς.
οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ οἱ μὲν περὶ τῆς Μακεδονίας ἔλαβον, οἱ δὲ περὶ τῆς Φωκίδος. εἶτα ἐπειδὴ εἰκὸς ἦν τινας ἐννοεῖν ὅτι «ἀλλʼ ἔξωθεν ἐπεισάξει», λύων φησίν «οὔθʼ ἡ σιτοπομπία δυνατή».
ᾕρει ἀντὶ τοῦ «ἐλάμβανε καὶ ἐχειροῦτο», ἔστι δὲ ὡς ἐκ τοῦ «αἱρῶ» ῥήματος περισπωμένου.
τί λέγεις πλάσις χαριέντως τοῦ προσώπου ἀντιλέγοντος.
ἀποστροφὴ πρὸς αὐτὸν ὡς ἀπὸ τῶν Ἀθηναίων.
ἔδει δὲ μένειν τοῦτο ὡς ἀπὸ τοῦ Δημοσθένους. τὸ δὲ «πῶς οὖν» κατʼ ἐρώτησιν.
ἔδει ... μένειν τοῦ ῥήτορος, «τί οὖν; ὅτι χρεία ἦν παραμεῖναι.»
καὶ τέλος εἶχε τὸ μίσθωμα ὡς μεσεγγυήσαντος Αἰσχίνου καὶ ὁμολογήσαντος ἃ ἔπαθον Φωκεῖς.
ὑμῖν ἐκκλησιάζουσι δηλονότι σκοπούντων αὐτῶν ἢ περὶ τοῦ νεωρίου ἢ περὶ ἄλλου τινός. παρατήρησαι δὲ ἐκ τούτου ὅτι, ὡς ἤδη ἔγνωμεν, οὐ μόνον ἐν Πυκνὶ ἐκκλησίαζον, ἀλλὰ πολλάκις ἐν Πειραιεῖ καὶ ἐν ἄλλοις τόποις. καὶ λοιπὸν ὅπου συνήγοντο, ἐκκλησία ἐκαλεῖτο, οὐχ ὅτι οἱ τόποι ἐκκλησίαι ἐκαλοῦντο, ἀλλὰ μόνον ὅτε συνήγετο ὁ δῆμος, παρὰ τὸ αὐτὸν ἐκεῖσε ἐκκλησιάσαι. ἡ δὲ Πνὺξ ἐκαλεῖτο διὰ τὸ ἀεὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐκεῖ τὸν δῆμον ἐκκλησιάζειν.
ἐπειδὴ ταῦτʼ ἦν καὶ τοιαύτη ταραχὴ ἡ πιθανὴ ἀπολογία.
ἐπειδὴ ... ταραχὴ συνῆψεν ἐντεῦθεν τὴν λεγομένην πιθανὴν ἀπολογίαν· «καὶ μὴν εἰ συνῄδειν ἐμαυτῷ δεδωροδοκηκότι, οὐκ ἂν οὕτω προφανῶς ἀπῄειν, ὥστε κατάφωρον ἐμαυτὸν καταστῆσαι». ἡ λύσις «ἀλλʼ οὕτως ἔκφρων ἦς καὶ ὅλως πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι, ὥστε ταῦτα πάντα ἀνελὼν καὶ παριδὼν ᾤχου.» ἀνελὼν δὲ ταῦτα, ποῖα; τὸ ἀρρωστῆσαι, τὸ φοβεῖσθαι Θηβαίους καὶ τἄλλα. ἄξιον δὲ ἰδεῖν, ποῖόν ἐστι τὸ χρῶμα τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους. ἐξωμόσατο Αἰσχίνης, ἕτερος ἐχειροτονήθη, αὐτὸς πορεύεται μετὰ τὴν πρεσβείαν. τί τοίνυν ἐρεῖ πρὸς ταῦτα; ὅτι «οὖν ἐξαλήλιπτο ἡ χειροτονία· καὶ ἄτοπον ἦν χειροτονηθέντα, ἐπειδὴ ῥᾷον ἔσχε, μὴ βαδίζειν παρὰ τὸν Φίλιππον». ὁ ῥήτωρ· «ἔστʼ ἂν ἕτερος ἀντιχειροτονηθῇ, ἔδει σε βαδίζειν, οὐ τότε ὅτε Φωκέας ἀπολωλότας ἐπύθου».
ᾕρητο ἀντὶ τοῦ ᾑρέθη καὶ ἐχειροτονήθη ἀντʼ αὐτοῦ ὁ ἀδελφὸς αὐτοῦ. χρῶμα δὲ λύει ἐνταῦθα. ἔμελλε γὰρ λέγειν ὁ Αἰσχίνης ὅτι «ῥᾷον ἐσχηκὼς ὕστερον, διὰ τοῦτο ἐπρέσβευσα χειροτονηθεὶς ἐξ ἀρχῆς ἐν τῇ τρίτῃ πρεσβείᾳ». λύει οὖν τοῦτο ὁ ῥήτωρ λέγων ὅτι «ἦν ἄλλος ἀντʼ αὐτοῦ χειροτονηθείς, ὁ ἀδελφὸς αὐτοῦ.»
ἀπηγγελκότα, ὡς ὅπερ ἔλεγεν ἐν τῇ ἀρχῇ, ὅτι οὕτως αὐτὸν ἐμίσουν οἱ Θηβαῖοι, ὅτι καὶ χρήματα κατʼ αὐτοῦ ἐπεκήρυξαν.
ἐπειδὴ Θηβαῖοι ἰστέον ὅτι ἐνταῦθα ἐνέπεσεν ἡ πιθανὴ ἀπολογία. ἔμελλε γὰρ λέγειν ὁ Αἰσχίνης ὅτι «καίτοι εἰ συνῄδειν ἐμαυτῷ τὴν προδοσίαν, οὐκ ἂν ἐβάδιζον τότε πρὸς Φίλιππον, ἵνα μὴ γένωμαι κατάδηλος». λύει οὖν ὁ ῥήτωρ λέγων ὅτι «ἡ δωροδοκία σὲ οὐκ ἀφῆκεν ἰδεῖν τὸ δέον, ἀλλʼ ἔκφρονα κατέστησε τοῦ γινώσκειν ὅ τι ποιεῖς».
ἡ πιθανὴ ἀπολογία.
ἀλλʼ οὕτως ἔκφρων ἦν ἡ ἀντίθεσις· «καὶ μήν, εἰ συνῄδειν ἐμαυτῷ δεδωροδοκηκότι, οὐκ ἂν οὕτω προφανῶς ἀπῄειν, ὥστε κατάφωρον ἐμαυτὸν καταστῆσαι». ἡ λύσις· «ἀλλʼ οὕτως ἔκφρων ἦν».
πάντα ταῦτα τὸ προφασίζεσθαι ἀρρωστεῖν καὶ τὰ ἐφεξῆς.
ὥστε μήτε τοὺς θεωροὺς ἔθος ἦν κατὰ τὰ πάτρια πέμπειν τῷ Ἀπόλλωνι ἐν τῷ ἀγῶνι τῶν Πυθίων τοὺς θεωροὺς καὶ τοὺς θεσμοθέτας, ἵνα μεῖζον ᾖ τὸ ἀξίωμα τῆς θυσίας.
ἃ Θηβαῖοι καὶ Φίλιππος ἔθυον Θηβαίους προσθεὶς τῷ Φιλίππῳ δεδήλωκε διὰ τῶν ἐχθρῶν, ὅτι δεινὰ καὶ ὁ Φίλιππος κατὰ τῆς πόλεως ηὔχετο. ὅρα δὲ ὅπως ὃ μὲν ἦν ἀνεύθυνον, τὸ ἑστιᾶσθαι καὶ σπένδειν, τοὺς πρέσβεις ἔπεισε μαρτυρῆσαι, τὸ δὲ ἐστεφανῶσθαι κατὰ τῆς πατρίδος ὁ ῥήτωρ ἐκ τοῦ ἀκολούθου καὶ μὴ εἰπόντων τῶν πρέσβεων κατεσκεύασεν.
καὶ φιλοτησίας προὔπινεν ἅπερ φιλεῖ γίγνεσθαι ἐν τοῖς συμποσίοις, τὸ δεξιοῦσθαι ἀλλήλους τοῖς ποτηρίοις. πολλάκις φασὶν αὐτὰ τὰ ποτήρια χαρίζεσθαι τὸν βασιλέα οἷς προπίνει χρυσᾶ ὄντα. τοῦτο γὰρ ἦν τὸ προπίνειν. ταῦτα πάλιν ὡς ἐγκλήματα καὶ σημεῖα προδοσίας πεποίηται.
ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔτεινον.
τῆς ἐξωμοσίας τὸ μεθʼ ὅρκου πρᾶξίν τινα ἐξαρνήσασθαι διὰ νόσον τινὰ ἢ ἑτέραν πρόφασιν.
τὸ ψήφισμα ὅπερ τις ἐψηφίσατο τῶν πολιτῶν, ὅτε ἐξωμόσατο ὁ Αἰσχίνης ἀρρωστεῖν.
τοὺς μάρτυρας οἷον τοὺς συμπρεσβευτὰς τοῦ Αἰσχίνου τὴν τρίτην πρεσβείαν.
τίνας οὖν εὐχὰς ἐπιλογίζεται πληρώσας τὸ δεύτερον ζήτημα· σύνηθες γὰρ αὐτῷ μετὰ τὰς ἀποδείξεις τὰς ἰσχυροτάτας ἐπιλογίζεσθαι.
συμμάχοις φησὶ τῶν Φωκέων, ἵνα αἰνίξηται εἰς Ἀθηναίους.
οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον ἐνταῦθα ἐπιλογίζεται λοιπὸν καὶ συναγωγὴν ποιεῖται τῶν ἐγκλημάτων, πληρώσας τὸ δεύτερον ζήτημα. σύνηθες γὰρ αὐτῷ τοῦτο ποιεῖν, μετὰ τὰς ἀποδείξεις ἐπιλογίζεσθαι. ἔστι δὲ τοῦ δευτέρου ζητήματος τὰ κεφάλαια ταῦτα. τῶν μὲν γὰρ παρειμένων ἓν πρῶτον· «οὐδεπώποτʼ ἐμνήσθης τοῦ Φιλίππου κακῶς, ἐπειδήπερ σαυτὸν περιπεπτωκότα δεινοῖς ἑώρας· μετὰ τὴν ἐπαγγελίαν οὐκ ἐμνησικάκησας». ἀπὸ δὲ τῶν πεπραγμένων, ὅτι «Πύθωνος ἀφικομένου καί τινων ἑτέρων πρέσβεων, εἶτα ἀξιούντων Φίλιππον Ἀμφικτύονα ψηφίσασθαι, πάντων ἀντιλεγόντων μόνος συνεῖπε». τὸ χρῶμα συνῆπται τούτῳ οὗπερ οὐκ ἐμνήσθημεν πρότερον, νυνὶ δὲ προσθήσομεν ὅτι πόλεμον εὐλαβηθεὶς συνεῖπον τοῖς πρέσβεσι. καὶ θαυμάσαι δεῖ τὸν ῥήτορα τῆς δεινότητος, ὅτι οὐχ ὡς χρῶμα εἰσήγαγεν, ἀλλὰ συγκρουστικῶς παροξύναι μᾶλλον ἢ συστῆσαι τὴν ἀπολογίαν αὐτοῦ προαιρούμενος. τρίτον ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι «Φιλοκράτης δωροδόκος εἶναι ὁμολογεῖ, οὗτος δὲ Φιλοκράτει συνῆν». τέταρτον, ὅτι «εἰσαγγείλαντος Ὑπερίδου Φιλοκράτην, καλοῦντός μου διαρρήδην τοὺς βουλομένους διαμαρτύρασθαι ὅτι μὴ κεκοινωνήκασιν, οὐ παρῆλθεν Αἰσχίνης».
κοινωνεῖν τοῦτο εἶπε προλαβὼν ὅτι «οὐκ ἔπεμψαν ἐν τοῖς Πυθίοις οὔτε τοὺς θεωροὺς οὔτε τοὺς θεσμοθέτας».
ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην εἰ γάρ, φησι, καὶ ὁ Φίλιππος ἡμᾶς ἠδίκει, ἀλλʼ οὖν γε εἶχέ τινα συγγνώμην, καθʼ ὃ πολέμιος ἦν.
τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις ἀντίθεσις τῶν ἐπιλόγων· κεχώρισται δὲ τῶν ἀγωνιζομένων. ἀντιθέσεις γὰρ ἐλέγομεν κυρίως τὰ πρὸς αὐτὰ τὰ κρινόμενα ἐξεταζόμενα, ἐπιλογικὰς δὲ ἀντιθέσεις τὰς ἀπὸ ποιοτήτων ἐπιλογικῶν πιστουμένας. ἔστιν οὖν ἀπὸ τοῦ συμφέροντος ἡ ἀντίθεσις.
ἀντίθεσις ἐπιλογική. χρησίμως δὲ ταύτην ἔπλασεν ὁ ῥήτωρ, ἵνα δείξῃ Φίλιππον μέγαν διὰ τοῦ λέγειν ὅτι «μέλλομεν αὐτὸν κινῆσαι πρὸς ὀργήν, ἐὰν τὸν φίλον αὐτοῦ τιμωρησώμεθα», ἵνα διὰ τούτου κινήσῃ τοὺς δικαστὰς πρὸς τὸ αἱρεῖσθαι μᾶλλον τιμωρήσασθαι τὸν Αἰσχίνην.
τάχα ... τις ἀπὸ τοῦ συμφέροντός ἐστιν ἡ ἀντίθεσις, ζητούντων εἰ λυσιτελήσει καταψηφίσασθαι. ἀλλʼ ἐπειδήπερ οἱ ἐπίλογοι ἐκ τῶν τελικῶν κεφαλαίων λαμβάνονται, διὰ τοῦτο πολλάκις ἐκ τούτων ἐπιλογικαί τινες ἐμπίπτουσιν ἀντιθέσεις ἐν στοχασμῷ καὶ ἐν ὅρῳ, ἤδη δέ που καὶ ἐν ἑτέραις στάσεσιν. ἡ δὲ ἐπίσκεψις λοιπὸν περὶ τῆς τιμωρίας. ἀμέλει γοῦν οὐχ ὡς παρʼ Αἰσχίνου ταύτην εἰσήγαγεν, ἀλλʼ ὡς παρὰ τῶν συνηγόρων, εἰπὼν «τάχα τοίνυν καὶ τοιοῦτος ἥξει λόγος παρὰ τούτων», δηλονότι τῶν συνεστηκότων καὶ συνηγορούντων Αἰσχίνῃ. ἡ λύσις δέ ἐστι κατὰ ἀντιπαράστασιν. προτέραν δὲ τὴν λύσιν τῆς ἀντιθέσεως ἐξειργάσατο ἔκ τε τῶν Αἰσχίνου λόγων καὶ παραδειγμάτων, τοῦτο μὲν τῶν κατὰ βασιλέα καὶ Τιμαγόραν μνησθείς, τοῦτο δὲ τῶν κατὰ Θηβαίους καὶ τοὺς πρέσβεις. οἰκεῖα δὲ ἄμφω τὰ παραδείγματα. τὸ μὲν γὰρ πρότερον διαβάλλει τὸν Αἰσχίνην ὅμοιον ἀποφαίνων Τιμαγόρᾳ τοῦτον, τὸ δὲ ἔπαινον περιέχει τοῦ ῥήτορος διʼ εἰκόνος τῆς κατὰ Φίλωνα. ἃ γὰρ εἶπέ τις περὶ τοῦ Φίλωνος, ταῦθʼ ὁ Δημοσθένης λέγων ἑαυτὸν ἀποσεμνύνειν βούλεται. ἐν σχήματι γὰρ τὸν μὲν ἀντίδικον διαβάλλει, ἑαυτὸν δὲ συνίστησι. πιστοῦται δὲ καὶ τὸ προκείμενον ὅτι «εὐεργετήσειεν ἂν τὴν πόλιν τῶν Ἀθηναίων Φίλιππος μὴ ὄντων τῶν δωροδόκων». ἵνα δὲ ἐκ τῆς λύσεως ἀκολούθως ἐπὶ τὴν ἑξῆς ἀντίθεσιν ἔλθῃ, πάλιν κατὰ καιρὸν ἐμνημόνευσε τῶν τε οἰκείων εἰσηγήσεων, ἃς ἐποιήσατο βουλευομένης τῆς πόλεως περὶ τοῦ ποίαν χρὴ ποιήσασθαι τὴν εἰρήνην, καὶ τῶν Αἰσχίνου λόγων οὓς εἶπε τότʼ ἐναντιούμενος. πάλιν γὰρ ἀνέδραμεν ἐπὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, δεικνὺς ποῖα λέγων καὶ οἷα πολιτευόμενος Αἰσχίνης οἵων αἴτιος γέγονε τῇ πατρίδι. ποῦ τοίνυν πεποίηκε; «καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν τὴν Φιλοκράτους γνώμην ἑλέσθαι ἔπεισεν», ὁμοῦ μὲν ἀπὸ Φιλοκράτους μεταφέρων ἐπὶ τοῦτον τὸ ἔγκλημα, ὁμοῦ δὲ καὶ ὑπομιμνήσκων ὅτι οὐκ ἐσιώπησεν, ὁμοῦ δὲ καὶ διδοὺς χώραν τῇ ἑξῆς ἀντιθέσει. εἰπὼν γὰρ ἐν τούτοις ποῖα ἔπεισεν Αἰσχίνης τὸν δῆμον ψηφίσασθαι βουλευόμενον περὶ τοῦ πῶς χρὴ ποιήσασθαι τὴν εἰρήνην κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων, λέγων οἵους μὲν εἶπε Φίλων λόγους ὑπὲρ τῆς Θηβαίων πόλεως, οἵους δὲ Αἰσχίνης ὑπὲρ τῶν Ἀθηναίων, ἀναγκαίως ἐπὶ τὴν ἀντίθεσιν ἦλθεν· ἐν ᾗ φησι μὴ εἶναι δυνατὸν οὕτω ποιήσασθαι τὴν εἰρήνην, ὡς Δημοσθένης ἠξίου, καὶ διὰ τοῦ ἀντιδίκου τὴν μαρτυρίαν τῶν βελτίστων αὐτὸς κομίζεται. εἰ γὰρ ὁ μὲν ἠξίου βελτίστην γενέσθαι τὴν εἰρήνην καὶ μαρτυρῶν Αἰσχίνης φαίνεται, Αἰσχίνης δʼ ἠναντιοῦτο, ἔπαινον μὲν ἑαυτοῦ διὰ τῆς μαρτυρίας καθίστησιν ἰσχυρόν, Αἰσχίνῃ δʼ οὐ τὸν τυχόντα περιάπτει ψόγον. ἔστιν οὖν τρία μέρη τῆς ἀντιθέσεως· τὸ μὲν γὰρ αὐτῆς ἔχει ἔπαινον τοῦ ῥήτορος, τὸ δὲ ὁμολογίαν ὅτι «Αἰσχίνης ἠξίου τὴν εἰρήνην γίνεσθαι», τρίτον δὲ ὅτι «οἱ στρατηγοὶ κακῶς ἐχρῶντο τῷ πολέμῳ». ἡ λύσις δὲ αὐτῆς ἀπὸ τῆς δωροδοκίας γίνεται· ὅθεν καὶ δευτέρα μετὰ τὸν δεύτερον στοχασμὸν τέτακται.
παρὰ τούτων τῶν συνεστηκότων καὶ τῶν συναγορευόντων Αἰσχίνῃ.
ἐγὼ δʼ, εἰ τοῦτʼ ἔστιν ἀληθές ἡ λύσις κατὰ ἀντιπαράστασιν.
εἰ γὰρ ὁ τῆς εἰρήνης σημείωσαι, τὸ τρίτον εἶδος τῆς λύσεως τὸ βίαιόν ἐστιν, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δυνώμεθα τὸν λόγον, ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται.
ἡ λύσις ἐκ περιτροπῆς.
ἀναλώσας τοῖς περὶ Ἀριστόδημον.
ἀντεῖπεν ὡς ἐμοῦ ψευδομένου ἐφʼ οἷς τότε εἶπον.
ἀσυνθετώτατον ἀπὸ τοῦ τὰ συντεθειμένα εὐτάκτως κεῖσθαι.
ὁ μὲν ἦλθεν, ὁ δʼ ἀπῆλθεν τινὲς οὕτω· «ἦλθέ τις διαλεχθῆναι αὐτῷ, ὁ δὲ ἀπῆλθεν οὐκ ἀναμείνας ἀκοῦσαι».
εἰπόντας τοὺς περὶ τὸν Αἰσχίνην.
ἐποίησεν ἂν ὁ Φίλιππος. «τῷ βασιλεῖ» δὲ λέγει τῷ Ἀρταξέρξῃ, πρὸς ὃν ἀνῆλθεν ὁ Τιμαγόρας καὶ ὁ Λέων πρεσβευταί, ὡς ἔγνωμεν.
οὐδὲ γὰρ ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ «καὶ διὰ τί μὴ καὶ ἐπὶ τῶν Θηβαίων τὸ ὅμοιον ἐποίησε καὶ εἵλετο μᾶλλον τοὺς πρεσβευτὰς αὐτῶν θεραπεῦσαι ἤπερ τὴν πᾶσαν πόλιν;»
ὡς ἔφασαν πολλὰ οὐκ ἀνέχεται περὶ προδοσίας καὶ δωροδοκίας διαλαβὼν οἰκείῳ χρῆσθαι προσώπῳ, ἀλλʼ ὡς παρʼ ἑτέρων ἀκούσας λέγει.
οἱ τῶν Θηβαίων πρέσβεις βαρέως ἀναγνωστέον· οἱ τὸν Μῆδον ὑποδεξάμενοι. καὶ ὤφθη θέαμα καινότερον, Θηβαῖοι μὲν ἀττικίζοντες, Ἀθηναῖοι δὲ τὰ Θηβαίων νοήσαντες.
Φίλων ὄνομα κύριον.
οὐχ ὑπὲρ Θηβαίων, ἀλλʼ ὑπὲρ ὑμῶν ὁ μὲν εἰπὼν Θηβαῖος, ὁ δὲ λόγος Ἀθηναίων. ταῦτα γάρ ἐστιν ἃ συνεῖπεν Αἰσχίνης οὑτοσί. ἐνήλλαξε τὴν τάξιν, τὸ πρῶτον δεύτερον εἰπών, ἵνʼ ὅλον τῷ ἀντιδίκῳ λογίσηται.
φίλοι καὶ ξένοι ἐκ παραλλήλου τὸ αὐτό.
Κορσιαί ὀξυτόνως ὡς Θεσπιαί.
ἀντιθῶμεν δὴ ταῦτά ἐστιν ἃ λέγει ὁ Αἰσχίνης κακοήθη ἀντίθετα εἶναι ἐν τῷ ἰδίῳ λόγῳ.
ἐν ᾗ καὶ ταῦτα καὶ πολλὰ τὸ μὴ μετέχειν τοὺς Ἕλληνας τοὺς ἄλλους τῆς εἰρήνης. τὸ δὲ «πολλὰ ἔτι» τὸ μέχρι τῶν ἐκγόνων εἶναι τὴν εἰρήνην.
ξύλα, πυρούς ταῦτα Φιλοκράτην ᾔδεσαν ἔχοντα ἅπαντες. προκατασκευάσας δὲ τὴν συνηγορίαν ἐβιάσατο δεῖξαι ὡς καὶ τούτων ἐστὶ κοινωνός.
τριάκοντα μνᾶς τὸ ἥμισυ ἐχαρίσατο τῷ Φιλοκράτει.
οὐ τοίνυν θαυμάσαιμʼ ἂν ἀντίθεσις μεταστατική.
οὐ ... ἂν ὅτι τρία μέρη εἰσὶ ταύτης τῆς ἀντιθέσεως· τὸ μὲν γὰρ αὐτῆς ἔχει ἔπαινον τοῦ ῥήτορος, τὸ δὲ ὁμολογίαν ὅτι «Αἰσχίνης ἠξίου τὴν εἰρήνην γίνεσθαι», τρίτον ὅτι «οἱ στρατηγοὶ κακῶς ἐχρῶντο τῷ πολέμῳ». ἡ δὲ λύσις αὐτῆς ἀπὸ τῆς δωροδοκίας γίνεται, ὅθεν καὶ δευτέρα μετὰ τὸν δεύτερον στοχασμὸν τέτακται.
ὡς οὐκ ἦν καλὴν οὐδʼ οἵαν ἠξίουν ἐγὼ μεταστατικὴ ἀντίθεσις ἐπὶ τοὺς στρατηγοὺς μεταφέρουσα τὴν αἰτίαν. ποιεῖ δὲ αὐτὸν ὁμολογοῦντα ὡς ἡ εἰρήνη κακή, ἵνα λύσωμεν ὅτι διὰ τὴν αὐτοῦ δωροδοκίαν ἐγένετο κακή, οὐ διὰ τοὺς στρατηγοὺς οὓς αἰτιᾶται.
πότερον ἐξ ἑτέρας τινὸς ᾤχετο οἷον νενικηκυίας, ἢ ταύτης, οἷον τῆς ἡττημένης.
ἔτι τοίνυν κἀκεῖνο σκέψασθε δεύτερον ἐπιχείρημα εἰς τὸ αὐτὸ κατὰ ἀντιπαράστασιν· «ἡττώμεθα τῷ πολέμῳ ὡς σὺ φῄς, Αἰσχίνη, οὐκοῦν ἐκ τῶν παραδειγμάτων ἐξετάσωμεν ταὐτὸ τοῦτο πάλιν».
ἔτι ... σκέψασθε δεύτερον ἐπιχείρημα εἰς τὸ αὐτό. πειρᾶται δὲ ἀποδεικνύναι διὰ τῶν δευτέρων ὅτι οὔτε τὸ ἡττᾶσθαι οὔτε τὸ νικᾶν αἴτιον γέγονε τοῦ τὸν Φίλιππον ποιῆσαι κακῶς, ἀλλʼ ἡ πρόφασις τῶν πρέσβεων. λέγει γὰρ ὅτι «εἰ καὶ συνέβαινεν ἡμᾶς ἡττᾶσθαι τῷ πολέμῳ, ὡς καὶ Θηβαίους ὑπὸ Φωκέων, οὐδὲν ἂν ἐκώλυσεν αὐξηθῆναι τὰ πράγματα τῆς πόλεως, μὴ αὐξηθέντος Φιλίππου». ἡττῶντο γὰρ οἱ Θηβαῖοι τῷ πολέμῳ τῶν Φωκέων· προσθέμενος δὲ τοῖς Θηβαίοις τοῖς ἡττημένοις ὁ Φίλιππος διὰ τοὺς λόγους τῶν πρέσβεων, ἐπικυδέστερα τὰ πράγματα τῶν Θηβαίων πεποίηται.
ἀπειλήφεσαν αὐτῶν πολιορκουμένους τινὰς καὶ ἀπειλημμένους ἐν τῷ χωρίῳ ἑαυτῶν διέσωσαν οἱ Φωκεῖς καὶ ἐρρύσαντο. τὸ Ἡδύλειον δὲ τόπος ἢ ὄρος ἐν Βοιωτίᾳ.
ἐπὶ τῷ Ἡδυλείῳ ὄρος ἐν Βοιωτίᾳ ἔχον τετταράκοντα πέντε στάδια. καλεῖται δὲ τριχῶς· τὸ μὲν σύνεγγυς τῶν Παραποταμίων Ἡδύλειον, τὸ δὲ κατὰ μέσον Ἀκόντιον, τὸ δὲ ὑπὲρ τὸν Ὀρχομενὸν κείμενον Ὁρμίσιον.
ὄρος Φωκίδος.
ὄρος ἐν Βοιωτίᾳ.
κακῶν Ἰλιὰς ἀπὸ τῶν ἐν Τροίᾳ κακῶν ἡ παροιμία.
ἡ παροιμία ἐπὶ τῶν τὰ δεινότατα πασχόντων ἀπὸ τῶν ἐν Ἰλίῳ συμφορῶν. φησὶ δὲ ὁ Γενέθλιος ὅτι ἐνήλλακται ἡ πτῶσις· ἔδει γὰρ εἰπεῖν «Ἰλιάδος κακά».
ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἡ αὐτή ἐστιν ἀντίθεσις τῇ προκειμένῃ. τοῦ γὰρ γενέσθαι τὴν εἰρήνην κακὴν καὶ οἱ στρατηγοὶ αἴτιοι καὶ οἱ σύμμαχοι Φωκεῖς ἀπειρηκότες τῷ πολέμῳ. προῆκται δὲ μετʼ εἰρωνείας, ὡς εἰ ἔλεγεν «ἀλλʼ ὅμως φανερῶς οὕτως ἡττηθέντων Θηβαίων τολμᾷ λέγειν Αἰσχίνης ὅτι ἀπειρήκασι Φωκεῖς τῷ πολέμῳ». καὶ οὕτως ἡ ἀντίθεσις διὰ τὴν τῆς τάξεως εὐκαιρίαν ἑαυτὴν λύει.
διασυρτικῶς ἐπενήνεκται ἡ ἀντίθεσις.
ὅτι γὰρ ταῦτα οὕτω πέπρακται ἔστι μὲν οὖν τὸ προκείμενον ἐπιδεῖξαι, ὅτι ἐκ τοῦ ψηφίσματος Φιλοκράτους καὶ τῆς συνηγορίας Αἰσχίνου τοῦτον τὸν τρόπον Φωκεῖς ἀπολώλασι καὶ ὅτι ἐπὶ τούτοις καὶ Αἰσχίνης κεκόμισται χρήματα· τὸ δὲ ἐπαγόμενον παρʼ Αἰσχίνου ἀντέγκλημα κρύπτεται μὲν ἐπὶ τοῦ παρόντος, λύεται δὲ εὐθὺς ἐφεξῆς «ἐπειδὴ γὰρ ἡ μὲν εἰρήνη». διὰ τοῦτο ἄρχεται μὲν λύειν, ὡς ἔφαμεν, τὸ ἀντέγκλημα, τὸ δʼ αὐτὸ καὶ πρὸς ἀπόδειξιν λαμβάνει τῆς Αἰσχίνου δωροδοκίας. βούλεται γὰρ μὴ μόνον ἀπολογήσασθαι ὑπὲρ τῆς Θρᾴκης, ἀλλὰ καὶ ἀντεγκαλέσαι περὶ τῆς αὐτῆς Αἰσχίνῃ ὡς ἑκοντὶ προεμένῳ καὶ αὐτὴν καὶ τὸν Κερσοβλέπτην. περιφεύγων δὲ τὸ ὄνομα τοῦ Κερσοβλέπτου καὶ τὴν περὶ αὐτοῦ μνήμην τὴν Θρᾴκην ἀντʼ ἐκείνου προβάλλεται, τῷ μείζονι τὸ ἔλαττον συμπεριλαμβάνων, μείζω καὶ πλείω ἐγκαλῶν ἢ ἐγκαλεῖται. φανερωτέραν δʼ ἐποίησε καὶ ἐναργεστέραν τὴν χρῆσιν τοῦ θεωρήματος εἰπὼν ἐφεξῆς «ἠξίουν ὑμᾶς ἐγώ».
ὅτι ... πέπρακται τοῦτο πλείστην ἀκολουθίαν ἔχει πρὸς τὴν ἀντίθεσιν. ἐπειδὴ γὰρ βουλευομένης τῆς πόλεως περὶ τοῦ ὁποίαν δεῖ γενέσθαι τὴν εἰρήνην καὶ ἐπὶ τίσιν, ὁ Δημοσθένης ἐγκαλεῖ τῷ Αἰσχίνῃ ὡς παρελθόντι καὶ πείσαντι ἄνευ Φωκέων ποιήσασθαι· καὶ πάλιν Αἰσχίνης ἐγκαλεῖ Δημοσθένει ὡς πείσαντι ἄνευ Κερσοβλέπτου ποιήσασθαι. ἀποδείξας οὖν ἐν ταῖς προκειμέναις λύσεσιν, ὅτι οὐ διὰ τὸ ἡττᾶσθαι τὴν πόλιν ἠνάγκασε τοιαύτην ποιήσασθαι τὴν εἰρήνην Αἰσχίνης, ἀπολογεῖται πάλιν ἐντεῦθεν, ὡς οὐ διʼ αὐτὸν ἀπώλετο Κερσοβλέπτης γράψαντα μὴ ἀναμένειν τοὺς παρʼ ἐκείνου συνέδρους, ἀλλὰ διʼ Αἰσχίνην βραδύναντα καὶ μὴ σπεύσαντα εἰς τοὺς τόπους, ἔνθα ἐπύθετο εἶναι τὸν Φίλιππον, ὡς καὶ Δημοσθένης ἐγεγράφει, ὡς εἶναι τὴν ἀντίθεσιν ἀντεγκληματικήν· «οὐ μόνον ἔπεισεν ἡμᾶς Αἰσχίνης τὴν εἰρήνην ἄνευ Φωκέων ποιήσασθαι, ἀλλὰ καὶ σὺ ἔπεισας ἡμᾶς, ὦ Δημόσθενες, ἄνευ Κερσοβλέπτου ποιήσασθαι». ἀντεγκαλοῦσιν οὖν ἀλλήλοις περὶ ὧν ἔπεισαν, ὁ μὲν Δημοσθένης Αἰσχίνῃ ὅτι ἄνευ Φωκέων, ὁ δὲ Αἰσχίνης πάλιν τῷ ῥήτορι ὅτι ἄνευ τοῦ Κερσοβλέπτου. διὰ τοῦτο συστήσας ὁ Δημοσθένης ὅτι οὐ καλῶς ἄνευ Φωκέων, συνίστησιν ἐντεῦθεν ὅτι καλῶς ἄνευ Κερσοβλέπτου ἐπὶ τοῦ τότε παρόντος καιροῦ· ῥᾴδιον γὰρ ἦν σῶσαι τὸν Κερσοβλέπτην πλεύσαντας ἐπὶ τὴν Θρᾴκην τοὺς πρέσβεις. ἔθος δὲ τῷ Δημοσθένει τὰ χαλεπώτατα καὶ ἃ δέδοικε προλύσαντι μετὰ ταῦτα ἐπάγειν πολλάκις αὐτὰ τὰ λυποῦντα, τουτέστι τὰς παρὰ τῶν ἀντιδίκων προτάσεις. προϊούσης οὖν τῆς ἐργασίας τοῦτο ἐπήγαγε· «ἐνθένδε τοίνυν αὐτοὺς ἐξήγαγον» ὡς σπεύδων σῶσαι τὸν Κερσοβλέπτην, τούτων δὲ βραδυνόντων καὶ μὴ θελόντων, ἵνα προδῶσιν αὐτόν. καὶ πάλιν ἑξῆς «καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν». ἐνταῦθα γάρ ἐστιν ἐνδεικνυμένου ποιήσασθαι ταχεῖαν τὴν εἰρήνην ἐπὶ τῷ σῴζεσθαι Κερσοβλέπτην. καὶ ἡ μαρτυρία δὲ τοῦ Εὐκλείδου αὐτὸ τοῦτο συνίστησι. διὰ γὰρ τὴν βραδύτητα τῶν πρέσβεων ἔφη πρὸς Εὐκλείδην ὁ Φίλιππος ἀγνοῆσαι τὸν καιρὸν τῆς εἰρήνης, καὶ διὰ τοῦτο χειρώσασθαι τὸν Κερσοβλέπτην. ὥστε τοῦτο τὸ μέρος λύσιν περιέχει τῶν κατὰ Δημοσθένους ἐγκλημάτων καὶ ἀντέγκλημα κατʼ Αἰσχίνου ὡς ἑκόντος προεμένου τὸν Κερσοβλέπτην. περιφεύγων δὲ τοὔνομα τοῦ Κερσοβλέπτου καὶ τὴν περὶ αὐτοῦ μνήμην τὴν Θρᾴκην ἀντʼ ἐκείνου προβάλλεται, τῷ μείζονι τὸ ἔλαττον συμπεριλαμβάνων καὶ πλείω καὶ μείζω ἐγκαλῶν ἢ ἐγκαλεῖται. φανερωτέραν δὲ ἐποίησε καὶ ἐναργεστέραν τὴν χρῆσιν τοῦ θεωρήματος εἰπὼν ἐφεξῆς «ἠξίουν ὑμᾶς ἐγώ, καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφʼ Ἑλλησπόντου». ἡ γὰρ ταχύτης καὶ ἡ σπουδὴ ἔμφασιν ἔχει τῆς Δημοσθένους κηδεμονίας καὶ τοῦ σπεύδειν αὐτὸν σῶσαι τὸν Κερσοβλέπτην, ἵνα παρὰ τὸν μέλλοντα καὶ τὸν βραδύνοντα ἡ προδοσία γένηται.
καὶ ἐκ τῶν ἐπιλοίπων τῶν Θρᾳκῶν λέγει. οὕτως οἶδεν οὐκ ἐγκλήματα προηγούμενα, ἀλλʼ ὡς ὑπόλοιπα τῶν ἀποδείξεων.
ἀπήρκεσαν ἀντὶ τοῦ «ἀπέπλευσαν», ἀπὸ τοῦ ἀπᾶραι.
τὰ θαυμάσια κατʼ εἰρωνείαν.
ἐφʼ Ἑλλησπόντου Ἀττική ἐστιν ἡ φράσις, τὸ λέγειν «ἐπὶ Βυζαντίου, ἐφʼ Ἑλλησπόντου».
καὶ μὴ προέσθαι μηδʼ ἐᾶσαι κατασχεῖν Φίλιππον δείκνυσιν ὅτι οὐ παρὰ τὸ μὴ ἀναμεῖναι τοὺς Κερσοβλέπτου συνέδρους ἀπόλωλεν ὁ Κερσοβλέπτης, ἀλλὰ διὰ τὴν τούτου βραδύτητα· ὥστε ἡ προδοσία ἐνταῦθα πέφηνεν. εἶτα ἐπειδήπερ ἀντέπιπτεν «ἀλλʼ ἄδηλον εἰ μήπω ταῦτα κατειλήφει Φίλιππος», ἐμέρισε τὴν λύσιν δίχα εἰπὼν «ἀλλʼ εἰ καὶ προειλήφει, ἀλλʼ οὐ πάντα, καὶ αὐτὰ δὲ πάντα ἃ προειλήφει πάντως ἂν ἀπέδωκε παρόντων ἡμῶν καὶ τῶν λοιπῶν ἐφείσατο ἄν. ἢ εἰ μὴ ταῦτα πεποιήκει, οὐκ ἂν ὡρκίζομεν αὐτὸν καὶ πάντες ἂν ἐφυλαξάμεθα ταῦτα, εἰδότες ἐξαπατηθῆναι περὶ Φωκέων.» καὶ κατασκευάζει διὰ τῶν ἑξῆς ὅτι καὶ ῥᾴδιον ἦν ἀνακομίσασθαι Κερσοβλέπτην Φωκέων σῳζομένων.
δυεῖν ἀποδεικτικὸν τὸ προκείμενον, ἑνὸς μὲν ὅτι οὐ παρʼ αὐτὸν ἀπόλωλε Κερσοβλέπτης, ἑτέρου δὲ τοῦ διὰ τὸν Αἰσχίνην καὶ τοὺς ἄλλους πρέσβεις ἑκόντας ἐπιβουλεύσαντας ἀπολωλέναι τὸν Κερσοβλέπτην.
ἐν τῷ μεταξὺ χρόνῳ τῆς εἰρήνης καὶ τῶν ὅρκων.
ἀνατείνασθαι ἀπειλῆσαι.
ἐκκλησία ἐκ τῶν τριῶν ἐκκλησιῶν λέγει τῶν ὡρισμένων, ὡς ἤδη ἐκείνων προαναλωθεισῶν τῶν τριῶν.
διὰ τὸ προκατακεχρῆσθαι δεδαπανῆσθαι.
τὸν δὲ στρατηγὸν Πρόξενον ἵνα μὴ προφασίζωνται φόβον ἢ κίνδυνον.
σύνεσμεν τῷ Προξένῳ ἵνα μὴ εἴπῃ «σὺ μὲν ἔγραψας λαβεῖν παρὰ Προξένου ἡμᾶς τριήρη, οὐκ ἠδυνήθημεν δὲ εὑρεῖν αὐτόν», διὰ τοῦτο ἐπάγει «ἐπορεύοντο κύκλῳ», καμπάς τινας καὶ οὐκ ὀρθὴν ποιούμενοι.
τρεῖς καὶ εἴκοσιν ἡμέρας λύσιν περιέχει τοῦ ἀντιπίπτοντος. ἐπειδὴ γὰρ ἠδύνατο Αἰσχίνης ἀνθυποφέρειν «ἀλλʼ οὐκ ἦν ῥᾴδιον ἐν ἐλαχίστῳ χρόνῳ ὡς τὸν Φίλιππον ἐλθεῖν», λύει διττῶς ὅτι «μάλιστα μὲν ἔδει πλεῖν, εἰ δὲ ἄρα μὴ ἐβούλεσθε, ἱκανὸς ἦν ὁ χρόνος ὥστε κατὰ γῆν ὑμᾶς πορευθέντας συμμῖξαι Φιλίππῳ».
Πέλλῃ ἰστέον ὅτι Πέλλη ἐκλήθη διὰ τὸ ἀπὸ βοὸς εὑρῆσθαι τὴν προσηγορίαν πελλῆς τὸ χρῶμα, ὅ ἐστι τεφρῶδες κατὰ τὴν Μακεδόνων φωνήν, ἢ παρὰ τοὺς πέλλας τοὺς λίθους κατὰ τὴν Μακεδόνων φωνήν.
ἐν δὲ τούτῳ Δορίσκον ἔδειξε διʼ ἣν αἰτίαν ἀπώλετο Κερσοβλέπτης καὶ Θρᾴκη. καὶ τὰ μὲν τῶν ἐγκλημάτων ἐπὶ Φίλιππον μετήνεγκε, τὰ δὲ εἰς τοὺς πρέσβεις.
τὰ ἐπὶ τειχῶν ἐν Θρᾴκῃ χωρία καὶ φρούρια. σκόπει δὲ ὅτι ἄνω μὲν «ἐπορεύοντο» εἶπεν, ἑαυτὸν τοῦ ἐγκλήματος ὑπεξαιρῶν, ὕστερον δὲ καὶ ἑαυτὸν συγκατέμιξεν, ὃ ἦν διὰ τὴν ἀνάγκην ἀνεύθυνον.
πολλὰ λέγοντος ἐμοῦ καὶ θρυλοῦντος ἀεί ἵνα μὴ πρὸς ἀφοσίωσιν ἅπαξ εἰρηκέναι δοκῇ, προσέθηκε τὸ «ἀεί», κοινῇ τε καὶ φανερῶς λέγοντος ὡς ἐνδεχομένου καὶ σωθῆναι τὸν Κερσοβλέπτην. αἱ δὲ ποικίλαι δημηγορίαι καὶ συμβουλαὶ καὶ πλάσεις καὶ πρὸς τοὺς πρέσβεις ἀπέχθειαι ἔνδειξιν περιέχουσι τῆς τε εὐνοίας τοῦ ῥήτορος καὶ τῆς ἐπιβουλῆς ἐκείνων.
θρυλοῦντος ἠρέμα αὐτοῖς λέγοντος.
ἀνοσιωτάτους ἀνθρώπους ἡ λέξις αὕτη δηλοῖ τὸν φιλόπολιν· πῶς γὰρ οὐκ ἀσεβέστατοι προδιδόντες τὴν γῆν, ἐν ᾗ πρῶτον εἶδον τὸν ἥλιον.
ὁ δὲ τούτοις ἀντιλέγων φανερῶς τοῦτο εἶπεν ἵνα μὴ γένηται παντελῶς κοινόν, ἀλλʼ ἴδιον. τοῦτο μὲν οὖν καὶ πάλαι προδιῳκήσατο ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει εἰπὼν μέγιστον εἶναι τοῦτο τὸ σημεῖον τῆς δωροδοκίας Αἰσχίνου, τὸ ἐξὸν αὐτῷ καταμαρτυρήσαντα Φιλοκράτους ἀπηλλάχθαι τῆς ὑποψίας μήτε παρελθεῖν μήτε εἰπεῖν ἐναντίον Φιλοκράτει μηδέν. ἐνταῦθα δὲ ὁμοίως τῷ αὐτῷ κατακέχρηται καὶ ἐπὶ τῶν ἄλλων πρέσβεων, ἐνάγων αὐτοὺς καὶ προτρεπόμενος ἐπὶ τὴν μαρτυρίαν τὴν κατʼ Αἰσχίνου.
οἵτινες δʼ οἱ τούτων μετεσχηκότες πολλή γε ἡ δεινότης. ἐγκαλούμενος γὰρ τοσοῦτον ἀπέχει καθʼ ἑαυτοῦ δοῦναι λαβήν, ὥστε καὶ περὶ τῶν αὐτῶν ἐγκαλῶν φαίνεται.
ἀλλὰ νὴ Δία ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους «ἐν τῷ χρόνῳ» ἐν ᾧ ἐκάθηντο ἐν Πέλλῃ τὸν Φίλιππον ἀναμένοντες. δεινῶσαι δὲ ἐβουλήθη διὰ τῶν ἑξῆς τὸ ἀδίκημα καὶ σύστασιν δοῦναι τῷ δωροδοκήματι, ὅπου γε ἐπανιόντες τοὺς ὅρκους ἔλαβον καὶ οὐκ ἐπʼ αὐτῆς τῆς Μακεδονίας οὐδʼ ἐν μέσῳ τῶν στρατοπέδων οὐδʼ ἐν ἱερῷ, ἀλλʼ ἐν πανδοκείῳ καὶ κρύβδην κατὰ τὴν ἐπάνοδον. καὶ δῆλον ὅτι διατεθῆναι ὀργιλώτερον βούλεται τοὺς δικάζοντας, ὅμως δʼ οὐδὲν ἧττον καὶ τὸ καθʼ ἑαυτὸν ἀπολύσασθαι. ἵνα δὲ μὴ εἴπωσιν ὅτι «οὐκ ἐνῆν ἱερόν», ἀντεξήτασε τοὺς τόπους· ὅτι καὶ ἱεροῦ παρακειμένου ἐν πανδοκείῳ οἱ ὅρκοι ἐγίνοντο ἐν βεβήλῳ τόπῳ καὶ φαύλῳ, καὶ ταῦτα ἱεροῦ πλησίον ὄντος Διοσκουρίου, καὶ διὰ τοῦτο καὶ μάρτυρας τοὺς θεασαμένους τὸν τόπον ἐπικαλεῖται. παρενέβαλε δὲ τὰ κατὰ τοὺς ὅρκους οὐκ ἀκολούθως, ἀλλʼ ἵνα σημείου σημεῖον καὶ τοῦτο γένηται. ἡ μὲν γὰρ βραδύτης σημεῖόν ἐστι τῆς δωροδοκίας καὶ τοῦ ἑκόντως παραδοῦναι τὴν Θρᾴκην, ἡ δὲ κατὰ τοὺς ὅρκους μνήμη δείξασα μήτε ἐν καιρῷ γεγενῆσθαι μήτε ἐν τόπῳ προσήκοντι πιστοῦται τὸ σημεῖον τῆς δωροδοκίας.
ὅτε δεῦρο ἤδη τὸ στράτευμα βούλεται μὲν εἰς Φωκέας εἰπεῖν, ἐπειδὴ ἄνω κατεσκεύασεν ὡς τεῖχος καὶ ἀσφάλεια τῶν Ἀθηναίων ἦσαν οἱ Φωκεῖς σῳζόμενοι· διὰ δὲ τοῦ ἀπολέσθαι ἐκείνους ἀνεῴγει αὐτῷ καὶ ἐπὶ τὴν Ἀττικὴν ὁδός.
εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου ἣν ἀνέγνωκεν ἐν τῷ περὶ τοῦ στεφάνου ὅπου εἶπεν ὅτι «ἐγὼ ταῦτα πεποίηκα ἀκόντων Ἀθηναίων»· τὸ δέ γε ψήφισμα τοῦ Φιλοκράτους ὃ ἔγραψεν ἑκατέρους ἔχειν ἃ ἔχουσι· τὸ δὲ τοῦ δήμου, ἔνθα διωρθώσαντο ἕκαστον ἔχειν τὰ ἑαυτοῦ.
καὶ μὴν ὅτι τὸν Φίλιππον ἐπιμένει ταῖς ἀποδείξεσι — τὸ γὰρ ἔγκλημα χαλεπόν — πανταχοῦ διὰ πάντων συνιστὰς ὅτι οὐ διʼ αὐτὸν ἀπώλετο Κερσοβλέπτης.
λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν ἀκούσασα ἡ πόλις ἀπολωλέναι τὸν Κερσοβλέπτην ἀπέστειλεν ὕστερον Εὐκλείδην αἰτιασόμενον Φίλιππον διὰ τὰ ἐν Θρᾴκῃ γενόμενα. ὁ δὲ ἀπεκρίνατο μηδὲν ἡμαρτηκέναι· ὀψὲ γάρ ποτε συντυχεῖν τοῖς πρέσβεσι καὶ πρὸ τῶν ὅρκων λαβεῖν αὐτά. σκόπει δὲ καὶ τὰς λέξεις καὶ ἐπιτήρει πῶς μὲν ἐπὶ τοῖς ἀνευθύνοις τὸ «ἀπῄραμεν» λέγει, πῶς δὲ ἐπὶ τοῖς μεμπτοῖς «ἦλθον εἰς Ὠρεὸν οὗτοι», πόρρω ἑαυτὸν ποιῶν, καὶ τὸ «οὐκ ἀνέμειναν τὸν κήρυκα», καὶ τὰ τοιαῦτα ἐπιτήρει.
ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς ἀπολογησάμενος ὑπὲρ ἑαυτοῦ καὶ συστήσας ὅτι οὐ διʼ αὐτὸν ἀπώλετο Κερσοβλέπτης, ἐντεῦθεν ἄρχεται τῶν ἀποδείξεων τῶν κατʼ Αἰσχίνου, συνιστὰς διʼ αὐτὸν ἀπολωλέναι τὴν Θρᾴκην.
ἀρχὴ τῶν ἀποδείξεων τῶν κατʼ Αἰσχίνου, συνιστῶσα διʼ αὐτὸν ἀπολωλέναι τὴν Θρᾴκην.
ἔστιν οὖν ὅπως ἂν ἐνθύμημα ἐπὶ τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ ἀπόδειξις ἐναργὴς ὥσπερ ἐν συλλογισμῷ τοῦ διὰ τὸν Αἰσχίνην ἀπολωλέναι τὸν Κερσοβλέπτην.
σκέψασθε τί πράττων ἕκαστος εὐκαίρως βούλεται τὰς φιλοτιμίας ἑαυτοῦ ἐξειπεῖν ἢ τὴν ἀγρυπνίαν καὶ τὴν σπουδὴν αὐτοῦ δηλοῖ· οἷον «ποῦ πλανᾶται πολίτης ἐμός; ποῦ δυστυχεῖ τις αὐτόχθων αἰχμάλωτος;» προσένειμε δὲ τοὺς αἰχμαλώτους τούτῳ τῷ μέρει, ἵνα ἀναίρεσιν ἐργάσηται τῆς ὑπονοίας· «τίς γὰρ ἂν εἵλετο παρὰ τῶν πολεμίων λαβεῖν, τὴν οὐσίαν ὑπὲρ τῶν αἰχμαλώτων καὶ τῆς πόλεως προέμενος»; ἀλλὰ καὶ ἡ εἰσαγωγὴ τῆς μνήμης τῶν ξενίων δεινότητος ἀνάπλεως. οὐ γὰρ ὡς ἄπιστον κατασκευάζων εἰσήγαγεν, ἀλλʼ ὡς ὁμολογουμένῳ κατεχρήσατο· «ξένια αὐτοῖς ἐδίδου Φίλιππος», ὥς φησιν. ἐμέρισε δὲ τοὺς ἐλέγχους τῆς δωροδοκίας κἀν τούτῳ τῷ μέρει, ἵνα τὰ καθʼ ἑαυτὸν ἀποτρέψηται. ἐπειδὴ γὰρ ἀναγκαῖον ἦν τὸν ἑκόντα προδεδωκότα Κερσοβλέπτην ἐπὶ χρήμασιν αὐτὸν προδεδωκέναι, ἀναγκαίως ἐνταῦθα ἐζήτησε «τίς ἐστιν ὃς χρήματα εἴληφεν;». ὁ γὰρ μὴ ξένια ἑλόμενος παρὰ Φιλίππου λαβεῖν, ἀλλὰ μισήσας καὶ ἀποστραφεὶς καὶ τοῖς ἄλλοις ἀπειπὼν μὴ λαβεῖν, δῆλός ἐστι μὴ προδούς. τί γὰρ ἂν ἐβουλήθη προδοῦναι μέλλων κερδαίνειν μηδέν; ὁ δέ γε λαβὼν κρύβδην παρὰ Φιλίππου τὰς δωρεὰς δῆλός ἐστι προέμενος αὐτῷ τὴν Θρᾴκην. τοῦτο δὲ πεποίηκεν Αἰσχίνης. διʼ Αἰσχίνην ἄρα καὶ Κερσοβλέπτης ἀπώλετο.
διεκωδώνιζεν ἅπαντας ἐδοκίμαζεν, ἐπείραζεν, ἀπὸ μεταφορᾶς τοῦ κώδωνος οὗ περιάγουσι νύκτωρ οἱ φύλακες, ἀποπειρώμενοι εἰ ἐγρηγόρασιν οἱ περὶ τὰς πύλας φυλάττοντες.
εὕρηται τὸ «διακωδωνίσαι» πρὸς τὸ πειράζειν τοὺς φύλακας διὰ κώδωνος, εἰ καθεύδουσιν.
ὡς δʼ ἀπετύγχανεν ἐνταῦθα τὴν ἑαυτοῦ βούλησιν κατασκευάζει ὡς ἐπὶ τοῦ Κερσοβλέπτου· «τίνα εἰκὸς ἦν μᾶλλον αὐτὸν προδοῦναι, τὸν ἑλόμενον μηδὲ ξένια λαβεῖν καὶ τὸν τὴν οὐσίαν προέμενον ὑπὲρ τῶν αἰχμαλώτων ἢ τὸν λάθρα παρὰ Φιλίππου ξένια προσιέμενον;»
εὐήθως λήψεσθαι οὐ λέγει «μωρῶς», ἀλλʼ «ἀκακούργως».
εὐήθως λήψεσθαι ἁπλούστερον λαβεῖν ὡς οὐ δηλοῦντα δωροδοκίαν.
διεκρούσατο τὸ «διεκρούσατο» ἀντὶ τοῦ «ὑπερέθετο».
φέρε δὴ καὶ ὅσους αὐτὸς ἐλυσάμην δυοῖν ἐστιν ἐν τούτῳ σύστασις, τοῦ τε αὐτὸν μὴ δωροδόκον γεγενῆσθαι καὶ τοῦ μόνον τῶν πρέσβεων εἶναι φιλόπολιν. ἐπειδὴ δὲ τὸ ἔγκλημα εἰς ἅπαντας διήκει — ἅπαντες γὰρ ἐδόκουν διατετριφέναι κατὰ τὴν Μακεδονίαν —, τῇ διαφορᾷ τὸ ἐξισάζον λύει· «οὗτοι μὲν τηνάλλως διῆγον, ἐγὼ δὲ ὑπὲρ τῆς πόλεως καὶ τῶν αἰχμαλώτων τὴν διατριβὴν ἀνήλισκον».
ἀπιστοῦντες ὡς ἐμοὶ δοκεῖ μεγάλην ἀποφαίνει τὴν δαπάνην, ὡς καὶ τοὺς αἰχμαλώτους ἀδύνατον νομίσαι προῖκα τὴν ἄφεσιν γενέσθαι. τὸ δὲ «ἐδανείζοντο» δοκεῖ μὲν ὑβριστικὸν εἶναι, αὐξῆσαι δὲ τὴν δαπάνην βουλόμενος εἶπεν ὅτι «καὶ τὸν τόκον ἀφῆκα καὶ τὸ κεφάλαιον».
οἷς αὐτὸς ἔχρησα τἀργύριον ἐπειδὴ ἐκακίζετο ὁ τόκος, ὑπέμνησε μὲν ἐξ ἀρχῆς, χρηστῷ δὲ ὀνόματι τῷ «ἔχρησα» ἐκφεύγει τὸ ἄτοπον.
τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου αἰνίττεται ὅτι πάντας ἀφῆκεν, εἰ μὴ προλαβὼν ὑπέσχετο αὐτοὺς λύσασθαι καὶ δώσειν εἰς δύναμιν.
ἀφῆκα «ἀφῆκα» γὰρ λέγει τὰ δοθέντα παρὰ Φιλίππου αὐτῷ εἰς λόγον ξενίων, τὸ δὲ «δέδωκα δωρεάν», ἅπερ ἐχαρίσατο τοῖς αἰχμαλώτοις.
καὶ δωρεὰν ἔδωκα τοῖς ἀτυχήσασι συλλογίζεται τὸ κεφάλαιον μετὰ τῶν τόκων, ἵνα φαίνηται αὐτῷ τὸ τῆς φιλοτιμίας διπλάσιον.
δεινὸν οὖν ψεύσασθαι ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ «ἀλλʼ ἠδύνω καὶ ἐν τῇ δευτέρᾳ πρεσβείᾳ ἐξομόσασθαι, ὥστε μὴ ἀπελθεῖν μετὰ τῶν πρέσβεων, ἀλλʼ ἰδίᾳ»· ἐπάγει οὖν «ἀλλʼ οὐκ ἦν μοι ἀσφαλὲς τὸ ἰδίᾳ ἀπελθεῖν καὶ πλανᾶσθαι ἐκεῖσε μὴ ἔχοντι τὸ ἀσφαλὲς τὸ ἀπὸ τῶν πρέσβεων».
δεινὸν ... ψεύσασθαι «ἐμοὶ μὲν δεινὸν ἐπὶ ὀλίγων ψεύσασθαι», Αἰσχίνης δὲ παρούσης ὅλης τῆς πόλεως ἐψεύσατο. εἰ δεινὸν πρὸς ὀλίγους ψεύσασθαι καὶ ταῦτα δυστυχοῦντας, δεινότερον πρὸς ὅλον δῆμον, καὶ ταῦτα τὸν Ἀθηναίων.
ἰδίᾳ δʼ ἐξομοσάμενον οὐκ ἔστιν ἀργόν, ἀλλʼ ἔχει τὴν ἀναφορὰν πρὸς τὴν Αἰσχίνου πρεσβείαν, μᾶλλον δὲ πορείαν καὶ πλάνην παρὰ τὸν Φίλιππον.
ἐξώλης τί ἐστιν «ἐξώλης» καὶ «προώλης»; ἐξώλης λέγεται ὁ ἀπολούμενος ἐκτὸς τῆς πατρίδος, προώλης ὁ πρὸ τῆς εἱμαρμένης τελευτῶν.
παρʼ ἄλληλα ἀντὶ τοῦ «παρατιθέμενα ἀλλήλοις καὶ συγκρινόμενα».
εἶθʼ ὁ γενναῖος οὑτοσὶ τῇ ὑπερβολῇ τῶν ἐγκλημάτων τὸ κατὰ Θρᾴκην ἔγκλημα λύει· ὅταν γὰρ παρὰ τὴν ἀξίαν καὶ τὴν ὑπόνοιαν μείζονά τις ἐγκαλῇ τῷ ἔλαττον ἡμαρτηκότι, τὸ τηνικαῦτα διὰ τὴν ὑπερβολὴν ἀπιστεῖν εἰώθασιν οἱ ἀκούοντες.
καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ καὶ τοῦτο ἀπίθανον ἀπὸ τοῦ μεγέθους τῶν ἐγκλημάτων. τίς γὰρ ἂν πιστεύσειεν ὅλον Ἀθηναίων δῆμον προδοθῆναι ὑφʼ ἑνὸς ἀνδρὸς τῷ Μακεδόνι;
ὅτι ταῦτʼ ἐπέπληττον τοῦτο ἡ λύσις· τὸν γὰρ ἐπιπλήττοντα τοῖς δωροδόκοις τούτων ἔδει τἀναντία ποιεῖν. καὶ ἄλλη δὲ λύσις, «δεδιὼς μὴ συμπαραπόλωμαι»· τίς γὰρ ἂν προδοίη τούτους μεθʼ ὧν συναπολεῖται;
Δερκύλος δʼ αὐτὸν ἵνα μὴ δοκῇ ὡς ἐχθρὸς λέγειν, ἄλλῳ περιτίθησι· καὶ ὁ καιρὸς δὲ τῆς νυκτὸς τὴν ὑποψίαν ἐργάζεται. οὐκέτι δὲ περὶ τῆς Θρᾴκης ταῦτα λέγει, ἵνα μὴ ὥσπερ ἴδιον γένηται τὸ ἔγκλημα, ἀλλὰ τῆς ὅλης δωροδοκίας. ἐπειδὴ γὰρ ἐνεκάλεσε τῷ Δημοσθένει προδεδωκέναι τὸν Κερσοβλέπτην, διὰ τοῦτο ἐφύλαξε τὰς ἀποδείξεις τῆς δωροδοκίας κἀν τούτῳ τῷ μέρει.
καὶ ταῦτα ὅτι ἀληθῆ λέγω πῶς κατηγορῶν μαρτυρεῖν ἐπαγγέλλεται; ἢ δῆλον ὡς ἐν ἄλλοις καὶ οὐκ ἐν οἷς ἐγγράφει; ἔστι δὲ τὸ ἐγγράφως καταμαρτυρεῖν μᾶλλον ἐπικίνδυνον. ἐπεὶ οὖν ἄτοπον ἦν τὸν αὐτὸν κατηγορεῖν καὶ μαρτυρεῖν, ἔδωκεν ἡμῖν μεθόδους προσθεὶς καὶ εἰπὼν «συγγραψάμενος». ὁ γὰρ κατὰ συγγραφὴν μαρτυρῶν ἑαυτὸν ὑπεύθυνον κατηγορίᾳ καθίστησιν. ἔπειθʼ ὅτι εὐθύνας ἀπαιτῶν οὐδὲν παράδοξον, εἰ βούλεται μαρτυρεῖν συγγραψάμενος. ἔπειτα καὶ διʼ ἄλλο τι χρήσιμον τοῦτο πεποίηκεν, ἵνα καὶ τοὺς ἄλλους προτρέψηται ταὐτὸν ποιῆσαι, ἑαυτὸν παράδειγμα τοῖς ἄλλοις παρασχὼν καὶ προοδοποιῶν ἐκείνοις τὴν μαρτυρίαν, οὐ περὶ ὧν νῦν προέτεινε. κατηγορεῖ μὲν γὰρ προδοσίας Φωκέων καὶ δωροδοκίας ἐνταῦθα, ὅτι νύκτα καὶ ἡμέραν ἔμεινε παρὰ Φιλίππῳ Αἰσχίνης. πολλὴ δὲ διαφορὰ μαρτυρίας καὶ μάρτυρος· ὁ μὲν γὰρ μάρτυς αὐτοπροσώπως εἰσιὼν ἐμαρτύρει καὶ οὐκ ἦν ὑπόδικος, ὁ μέντοι γε μαρτυρίαν συγγραψάμενος ἐδίδου ἑαυτὸν ὑπεύθυνον τῷ καταμαρτυρηθέντι καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον.
ἢ μαρτυρεῖν ἢ ἐξομνύναι ἀναγκάσω προϊδὼν τὴν τῶν πρέσβεων ἀπέχθειαν χρησίμως ἐπὶ τὴν μαρτυρίαν αὐτοὺς καλεῖ· ἢ γὰρ μαρτυρήσαντες παρέξουσιν ὃ βούλεται ἢ ἐναντιούμενοι δείξουσιν ὡς οὐ ταὐτὰ ἐκείνῳ ἐπρέσβευσαν. τοῦτο δέ ἐστιν ὃ μάλιστα συστῆσαι βούλεται.
οἵοις μὲν τοίνυν κακοῖς ὡς σχετλιάζων λέγει διὰ τὸ τοὺς πρέσβεις ἐξομόσασθαι μὴ εἰδέναι.
οἵοις ... κακοῖς κληθέντες οἱ πρέσβεις οὐκ ἠθέλησαν μαρτυρεῖν. διὸ σχετλιάζων ταῦτα λέγει. κινηθείσης δὲ ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀντιθέσεως, καθʼ ἃ ἔδοξεν Αἰσχίνης πεπεικέναι τὸν δῆμον ἄνευ Φωκέων ποιήσασθαι τὴν εἰρήνην, ἀντετέθη ἑτέρα ἀντίθεσις ἀντεγκληματική· «καὶ μὴν σὺ δεινότερα ἔπεισας, ὦ Δημόσθενες, καταναγκάσας τὴν πόλιν ποιήσασθαι θᾶττον τὰς συνθήκας πρὶν ἀφικέσθαι τοὺς παρὰ Κερσοβλέπτου συνέδρους, καὶ τοῦτον τὸν τρόπον αὐτὸς ἀπολώλεκας Κερσοβλέπτην». διὰ τοῦτο τοίνυν ἠναγκάσθη ὁ Δημοσθένης μὴ μόνον τὸ κατὰ Φωκέων συστῆσαι προδοσίαν γεγονός, ἀλλὰ καὶ ἀπολογήσασθαι ὑπὲρ ἑαυτοῦ ὡς μὴ ἀπολωλεκότος τὸν Κερσοβλέπτην καὶ ἀντεγκαλέσαι Αἰσχίνῃ ἐκ τῆς αὐτῆς ἀκολουθίας περί τε τοῦ Κερσοβλέπτου καὶ αὐτῆς τῆς Θρᾴκης, πανταχοῦ συνιστὰς ἐπὶ δώροις αὐτὸν καὶ τὰς εἰσηγήσεις καὶ τὰς βραδύτητας πεποιηκέναι τῶν χρόνων· ὡς μὴ ζήτημα τοῦτο εἶναι, ἀλλʼ ἀπόδειξιν καὶ σύστασιν τῆς δωροδοκίας, ὅτι οὐδεπώποτε οὔτʼ εἶπεν Αἰσχίνης οὔτε εἰσηγήσατο ἄνευ τοῦ λαβεῖν χρήματα καὶ ἐπὶ δώροις τὰς εἰσηγήσεις ποιεῖσθαι.
συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα ἀνακεφαλαίωσις μερική.
συλλογίσασθαι ... κατηγορημένα ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων πολλῶν ὄντων ἵνα μὴ ἐπιλάθωνται. αὐτὸς δὲ ἐπισημαίνεται καὶ διὰ τῶν ἐπιλόγων ταῦτα. ηὔξησε δὲ ἵνα μᾶλλον τοὺς ἀκούοντας εἰς ὀργὴν ἐκκαλέσηται. αὐτίκα γοῦν οὐκ ἀποδείξεις, ἀλλὰ αὐξήσεις πεποίηται — αἱ δὲ αὐξήσεις πάθους εἰσὶ κινητικαί —, ἡγησάμενος συναρπάζειν ἐκ τούτων τοὺς ἀκούοντας καὶ προαγαγεῖν εἰς ὀργήν.
συλλογίσασθαι ... κατηγορημένα συλλογίζεται λοιπὸν καὶ ἀνακεφαλαιοῦται τὰ προειρημένα πάλιν, ἵνα δείξῃ τοῦτο τὸ μέρος ὂν τῶν προειρημένων, οὐκ αὐτὸ καθʼ αὑτὸ ὑπάρχον ζήτημα· ὁ γὰρ κοινὸς ἐπίλογος τὴν τῶν πραγμάτων κοινωνίαν συνίστησιν.
οὐ γὰρ μόνον Φωκέας ἐντεῦθέν τινες συγκατασκευαζόμενον ἀπεφήναντο εἶναι τὸν λόγον οὐκ ὀρθῶς. οὐ γὰρ ἐξ ἀρχῆς οὐδʼ ἐν τοῖς ἀγῶσι τοῦτο ποιήσας φαίνεται, ἀλλʼ ὕστερον ὡς ἐν ἐπιλόγοις αὔξων τὴν δωροδοκίαν.
οὐ ... Φωκέας ὅτι οὐκ ἔστι συγκατασκευαζόμενος στοχασμός, ἀλλʼ ἐμπίπτει· τινὲς γὰρ ᾠήθησαν εἶναι συγκατασκευαζόμενον διὰ τὸ ὥσπερ δύο ἐγκλήματα εἶναι, τὰ περὶ Θρᾴκην καὶ τὰ κατὰ Φωκέας. ἡμεῖς δὲ λέγομεν ὅτι οὐκ ἀπὸ ἑνὸς ῥήματος δεῖ χαρακτηρίζειν πᾶσαν στάσιν, ἀλλʼ ἐκ τῶν πλειόνων. εἰ γὰρ ἦν συγκατασκευαζόμενος, διὰ τί μὴ ἔταξε τὰ κατὰ Θρᾴκην μήτε ἐν τῇ διηγήσει μήτε ἐν τοῖς ἀγῶσι; λέγομεν ὅτι εἰς σημεῖον μόνον τῆς προδοσίας λέγει τὰ κατὰ Θρᾴκην, ὥσπερ καὶ ἄλλων σημείων ἐμνήσθη.
καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων μετὰ τὴν ἀπώλειαν τῆς Θρᾴκης καὶ τῶν Φωκέων ἐψηφίσαντο ἀναγκάζοντες αὐτὸν ἀφεῖναι τὸν Κερσοβλέπτην καὶ τῆς Ἀμφικτυονίας ἀποστῆναι. διὸ λέγει «καίτοι τούτων οὐδενὸς ἄν». οὐ γὰρ ἂν ἔφθη χειρωσάμενος τὸν Κερσοβλέπτην ὁ Φίλιππος, εἰ πλεῖν ἤθελεν Αἰσχίνης· ἐσῴζοντο γὰρ ἂν Φωκεῖς καὶ οὐ κατεφρόνει τῆς πόλεως ὁ Φίλιππος.
νῦν δʼ ἃ μὲν ἦν περίοδος.
ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα ἔστι μὲν ἀντιληπτικὴ ἡ ἀντίθεσις. ἔγνωμεν δὲ ἐξ ὧν ἠκούσαμεν ἐν ταῖς τέχναις ὅτι, ὅταν τις κρίνηται ἐφʼ οἷς αὐτὸς εἴρηκεν ἢ πεποίηκεν ἢ κέκτηται, τὸ τηνικαῦτα εἰς τὸ τοιοῦτο χωρεῖ κεφάλαιον· ἐπὶ γὰρ τὴν ἀντίληψιν καταφεύγειν βούλεται. τὸ δὲ συνεκτικώτατον τῆς ἀπολογίας Αἰσχίνου τοῦτό ἐστι τὸ κεφάλαιον.
ἡ δὲ λύσις κατὰ συνδρομὴν ὅτι πάντως λόγων δεῖ παρέχειν εὐθύνας. ἔστι δὲ τῶν σημείων τοῦ προτέρου ζητήματος τὸ ἀντιληπτικόν. εἰσῆκται δὲ βαρέως· τὸ γὰρ «ἀγανακτήσει» σημαίνει τὸ τυραννικόν, οὐκ ἀνεχόμενον ἔτι τὰς εὐθύνας διδόναι.
ἀντίθεσις ἀντιληπτικὴ ἥντινα λύει ὁ ῥήτωρ μεταληπτικῶς· τοῦ γὰρ Αἰσχίνου λέγοντος ὅτι «ἐξῆν μοι συμβουλεύειν ἅπερ ἐνόμιζον εἶναι συμφέροντα», λύει ὁ ῥήτωρ· «ἀλλʼ ἐξῆν σοι — φησί — λέγειν ἐν ἄλλοις, ἀλλʼ οὐκ ἐν οἷς ἔβλαπτες τὴν πόλιν δῶρα δεξάμενος».
ἀγανακτήσει ... μάλα ἀντιληπτικὴ ἡ ἀντίθεσις. «ἐξῆν γὰρ λέγειν», φησί, «καὶ τὸ ἀπαγγέλλειν ἀνεύθυνον.» λύει δὲ κατὰ συνδρομὴν ὅτι πάντως λόγων δεῖ παρέχειν εὐθύνας. ἔστι δὲ τῶν σημείων τοῦ προτέρου ζητήματος. τὸ δὲ ἀντιληπτικὸν εἰσῆκται βαρέως. τὸ γὰρ «ἀγανακτήσει» σημαίνει τὸν τύραννον, μὴ ἀνεχόμενον εὐθύνας διδόναι. καλῶς δὲ ἐφʼ ἅπασι τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους τέθειται, ἵνα μηδαμόθεν ἔχῃ πρὸς τὴν ἀπολογίαν ἐπικουρίαν. ἑάλωκεν εἰσηγούμενος ταὐτὰ τῷ Φιλοκράτει, κωλύσας τοὺς Ἕλληνας κοινωνῆσαι τοῦ συνεδρίου, πείσας τὴν πόλιν ἄνευ Φωκέων ποιήσασθαι τὴν εἰρήνην, μὴ συγχωρήσας περὶ τῶν δικαίων μηδένα ποιῆσαι λόγον, περὶ τῆς Ἀμφιπόλεως, λέγω, καὶ περὶ Θρᾴκης, ἐξηπάτησεν ἀπελθὼν ἐκ τῆς πρεσβείας πρὸς τὸν δῆμον, εἶπε σωθήσεσθαι Φωκέας καὶ ἀπολώλασιν, ἀπολεῖσθαι Θηβαίους καὶ σῴζονται. πῶς οὖν δυνήσεται καταφεύγειν ἐπὶ τὸ ἐξεῖναι λέγειν;
καὶ τοῦθʼ ὅταν ᾖ κήρυξι καὶ πρεσβείας πρόγραμμά ἐστι τὸ προτιθέμενον τῆς ἐκκλησίας ὥστε βουλεύσασθαι ἢ περὶ τοῦ πέμψαι πρέσβεις ἢ πρέσβεων ἡκόντων μαθεῖν ὅ τι λέγουσι.
τῇ τῶν πολλῶν ἀδυναμίᾳ τῇ τῶν πενήτων διοικήσει· δεῖ γὰρ ἐνδοῦναι αὐτοῖς ἵνα τὰ οἴκοι διοικήσωνται.
οὐ χρόνους κύκλος· «οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ».
ἔστι τοίνυν τις πρόχειρος λόγος ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος.
ἔστι ... λόγος ἀντίθεσις ἐπιλογικὴ καὶ ἀκόλουθος τῇ προτέρᾳ. ἡ μὲν γὰρ ἀρχὴν ἔχθρας λέγει γίνεσθαι, ἡ δὲ νῦν ὅτι οὐκ ἐῶσιν εὖ ποιεῖν τὸν Φίλιππον.
πεπληρωμένων τῶν κεφαλαίων καὶ τῶν ἀγώνων ἤδη καὶ τῶν ἀποδείξεων μετελήλυθεν ἐπὶ τὴν ἀντίθεσιν ταύτην ἐπιλόγου χρείαν πληροῦσαν· ἔχει δὲ ἀκολουθίαν πλείστην καὶ συγγένειαν πρὸς τὴν προειρημένην ἤδη ἐπιλογικὴν ἑτέραν ἀντίθεσιν.
ἐν ἐκείνῃ μὲν γὰρ ἐλέγετο ὅτι «ἀρχὴ γενήσεται τῆς πρὸς Φίλιππον ἔχθρας», ἐνταῦθα δὲ ἀκολούθως ὅτι «οὐδὲ εὐεργετήσει» καὶ ὅτι «οὐκ εὖ ποιήσει τοῦ λοιποῦ τὸν δῆμον, εἰ καταψηφιούμεθα τῶν πρέσβεων». ἡ δὲ λύσις ἐξ ἀτέχνων πίστεων. παρέχεται γὰρ διαφόρους ἐπιστολὰς ἐν αἷς πλεῖστα πολλάκις ὑποσχόμενος Φίλιππος οὐδέν τι τὴν πόλιν εὖ ποιήσας φαίνεται.
τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι ἐν αἷς εὖ ποιεῖν ἐπαγγειλάμενος οὐδὲν ἤγαγεν εἰς πέρας.
ὅτι τὸ ψυχρὸν τοῦτο ὄνομα ἢ τὸ ἀλαζονείας γέμον· ψυχροὺς γὰρ τοὺς ἀλαζόνας λέγουσιν. ἐν οἷς ἄνω καὶ κάτω βοᾷ εὐεργετῆσαι τοὺς Ἀθηναίους, «παρελήλυθεν ἄχρι κόρου ἀπατῶν· ἐκορέσθημεν τῆς ἀπάτης». ἤ, ὥς τινες, ψυχρὸν τὸ εὐτελές, καὶ παροιμιῶδες ὅτι ἄχρι κόρου.
οὕτω τοίνυν αἰσχρὰ παρέκβασις, προοίμιον καὶ εἰσβολὴ τῆς παρεκβάσεως.
οὕτω ... αἰσχρὰ προοίμιον καὶ εἰσβολὴ τῆς παρεκβάσεως. ἀπὸ δὲ τοῦ οἰκείου ἤθους ἀρξάμενος πειρᾶται τὴν οἰκείαν σῴζειν ὑπόληψιν, φιλοσόφου μᾶλλον πρᾶγμα ἢ ῥήτορος ἀπεργασάμενος· τοῦ μὲν γὰρ ῥήτορος συμφέρον ἐστὶ τὸ πρὸς τὰ ἐμπίπτοντα ζητεῖν, τοῦ δὲ φιλοσόφου φροντίζειν τῆς εἰς ἅπαντα τὸν βίον ὑπολήψεώς τε καὶ δόξης. εἴληφεν οὖν τὴν πρόφασιν ἀπὸ τῶν Αἰσχίνου λόγων. Δημοσθενικῆς γὰρ τοῦτο μεθόδου, τὸ μὴ ἀπὸ τοῦ οἰκείου προσώπου εἰσάγειν ἢ ψόγου ἀναίρεσιν ἢ οἰκείων ἐπαίνων σύστασιν, ἀλλὰ κατά τινα ἀνάγκην καὶ χρείαν. ὡς οὖν Αἰσχίνου βλασφήμους περὶ αὐτοῦ πεποιημένου λόγους, οὕτως ἀναγκάζεται τὴν ἀπολογίαν ποιεῖσθαι. εἶτʼ εὐαφόρμως μέτεισιν ἀπὸ τοῦ οἰκείου ἤθους ἐπὶ τὴν ἀντεξέτασιν τοῦ ἤθους Αἰσχίνου. καὶ γίνεται τὸ ἴδιον τῆς παρεκβάσεως κατὰ τὴν ἀντεξέτασιν, ὡς εἶναι παρόμοιον τῷ ἐν τῷ περὶ τοῦ στεφάνου μέρει. ἐκεῖ μὲν γὰρ βίον ὅλον ὅλῳ ἀντεξήτασε βίῳ, ἐνταῦθα δὲ τὴν ἀπὸ τῆς πρεσβείας ὑπάρχουσαν ὑπόληψιν ἑκατέροις, τίς μὲν παρὰ τοῖς ἀνθρώποις Δημοσθένης εἶναι δοκεῖ, τίς δʼ Αἰσχίνης ὑπείληπται, καὶ ὅτι Δημοσθένης καὶ σώφρων τὸν βίον καὶ ὅτι ἀκόλουθον ἦθος παρέχεται τῇ πολιτείᾳ καὶ ὅτι οὐ φιλαπεχθήμων, οὐ περὶ φίλους ἀβέλτερος, οὐ περὶ ἅλας καὶ τράπεζαν ἀσεβής. ὁ δὲ περὶ τὴν πόλιν ἄδικος, ὅτι ἀκόλαστος, ὅτι οὐ σώφρων. οὐ γὰρ οἷόν τε τὸν περὶ ταῦτα ἀκόλαστον δικαιοπραγίαν τιμᾶν.
ἐγὼ δὲ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις ἀπὸ παραδειγμάτων ἡ λύσις.
εἰσιτητήριʼ ἔθυσε προηγεῖται γὰρ εἰσιούσης τῆς βουλῆς ὁ τὰς θυσίας ποιούμενος.
συμπεπρεσβευκὼς τέτταρα ἔτη τῷ μήκει τοῦ χρόνου τὴν ἀπολογίαν ἐπέτεινεν· οὐ γὰρ ᾐσχύνθη τεττάρων ἐτῶν συνήθειαν.
ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος διηγηματικὸν χωρίον.
ἐπειδὴ ... Φίλιππος ὑπέμνησε πάθους καὶ συμφορᾶς τοὺς ἀκούοντας. ἀλγοῦσι γὰρ ἐπὶ τοῖς Ὀλυνθίοις ὡς μόνοις ἂν κωλύσασι Φίλιππον ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα.
Ὀλύμπια ἐποίει ἐκ τῆς πανηγύρεως τὸ πάθος τῶν ἀκουόντων ἔτι μᾶλλον ηὔξησεν. αἱ γὰρ εὐπραγίαι τῶν πολεμίων λυποῦσι τοὺς ἡττωμένους. ὁ μὲν οὖν πανήγυριν ἤγαγεν ἐπὶ νίκῃ καὶ συμφορᾷ τῶν Ἑλλήνων, ἡ δὲ πόλις πληγεῖσα τοῖς συμβεβηκόσιν ἔστενε τὰς συμφοράς. τὰ Ὀλύμπια δὲ πρῶτος Ἀρχέλαος ἐν Δίῳ τῆς Μακεδονίας κατέδειξεν. ἤγετο δʼ ἐπʼ ἐννέα, ὥς φασιν, ἡμέρας ἰσαρίθμους ταῖς Μούσαις. συνέζευξε δὲ τὰ κατὰ τὴν Ὄλυνθον, ἵνα δοκῇ πανηγυρίζειν ἐπὶ τῇ ἁλώσει τῶν Ἑλλήνων καὶ συνεορτάζειν καὶ ὁ Αἰσχίνης, οἷον «ἐγὼ μὲν ἐθρήνουν, Φίλιππος δὲ ἐτέλει μετὰ Αἰσχίνου πανήγυριν».
εἰς δὲ τὴν θυσίαν ταύτην ἐκ δευτέρων ηὔξησε τὰ συμβεβηκότα· καὶ γὰρ τοῖς θεοῖς ἔθυε καὶ πανήγυρις συνεκροτεῖτο. τεχνίτας δέ, τοὺς ὑποκριτὰς οὕτω καλεῖ κωμικούς τε καὶ τραγικούς. τὴν δὲ τοῦ ἤθους ἔμφασιν ἣν περιτίθησι τῷ Σατύρῳ ἔδειξε διὰ τῆς διανοίας τοῦ λόγου. τὸ γὰρ σιγᾶν καὶ μὴ φθέγγεσθαι σημεῖον τοῦ στένειν καὶ ἀνιᾶσθαι τοῖς συμβεβηκόσι γίγνεται.
τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται ἀντὶ τοῦ «αἰτεῖ».
τί ... ἐπαγγέλλεται τὸ μὲν ἐπαγγέλλεσθαι αἰτεῖν σημαίνει. ὅτι δὲ ἔθος τῷ Φιλίππῳ διαφθείρειν ἐν συμποσίῳ συνίστησι, καὶ τὴν ἐγκράτειαν ἐπαινεῖ τοῦ σιωπῶντος. μικροψυχίαν δὲ ὠνόμασε τὴν περὶ τὰ χρήματα φειδώ. ἡ δὲ πλάσις σύμπασα τὸ ἦθος ἐμφανίζει καὶ ὅπως χρημάτων κρείττων ὁ Σάτυρος καὶ ταῦτα τεχνίτης ὢν καὶ συνήθειαν ἔχων τοῦ λαμβάνειν. καὶ ἡ πολλὴ δὲ παράκλησις καὶ ὁ μετὰ τοῦ δέους λόγος καὶ τὸ μὴ ἐπιδραμεῖν εὐθὺς ταῖς αἰτήσεσι μέγεθος ἐμφανίζει τῆς αἰτήσεως, εὔνοιαν δὲ τοῦ αἰτοῦντος.
δέδοικε δὲ μὴ διαμάρτῃ διʼ ὧν εὐλαβεῖσθαι προσποιεῖται πλέον εἰς τὸ δοῦναι παροξύνει τὸν Φίλιππον.
καί τι καὶ νεανιευσαμένου τοιοῦτον τὸ ἀλαζονικὸν αὐτοῦ καὶ αὔθαδες διαβάλλει. ἐμφαίνει δὲ βαθέως ὅτι «καὶ Φωκέας εἰ ἐξῄτησε Φίλιππον Αἰσχίνης, οὐκ ἂν ἀπέτυχεν».
ξένος καὶ φίλος ξένος ἐστὶν ὁ φίλος ὤν τινος ἀπʼ ἄλλης πόλεως, φίλος δὲ ἀπὸ τῆς αὐτῆς πόλεως.
αἰχμάλωτοι γεγόνασιν οὐδὲν ἁμαρτήσασαι τῆς ἀλλοτρίας μετεσχήκασι τύχης.
βούλομαι δέ σε ἀκοῦσαι καὶ μαθεῖν ἵνα μὴ ἄλλο τι ὑποπτεύσῃ ὁ Φίλιππος, διδάσκει αὐτὸν τὴν αἰτίαν τοῦ μὴ ἀνάξιον παθεῖν. «ὥραν γάμου ἔχουσαι», μὴ διὰ τὴν ἀπορίαν τῶν ἀναγκαίων πορνεύσωσι.
τοσοῦτον κρότον τὸ ἴδιον τῆς εὐημερίας τῆς ἐν τῇ κωμῳδίᾳ προσέθηκεν ὁ ῥήτωρ.
ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι τὰς ἀνθρωπίνας ἠλέησε τύχας καὶ πέπονθέ τι ἀνθρώπινον.
καίτοι τῶν ἀποκτεινάντων ὅσον εὔκαιρος αἴτησις ἰσχύει δεδήλωκε διʼ ὧν ἐπελάθετο τῆς πρὸς τὸν ἀδελφὸν εὐνοίας ὁ Φίλιππος.
ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου εἰρωνείᾳ διέσυρε τὴν δόξαν. διὰ δὲ τοῦ «κληθέντες γὰρ οὗτοι» δηλοῖ ὅτι αὐτὸς οὐ κέκληται· «ᾔδει γὰρ ὅτι οὐ πεισθήσομαι». διὰ δὲ τοῦ «οὐκ ἐπορεύθην» μεῖζον αἰνίττεται, ὡς καὶ κληθεὶς οὐκ ἀπελήλυθε. δηλοῖ δὲ ὅτι ὁ τοῦ τυράννου παῖς οὐκ ἠγνόησε διακρῖναι τοὺς εὔνους καὶ δύσνους τῇ πόλει· καλεῖ γὰρ Αἰσχίνην καὶ Φιλοκράτην καὶ Φρύνωνα. οὕτως ᾔδει τοὺς ὁμοίους συγκροτεῖν εἰς συμπόσιον.
κληθέντες περὶ συμποσίου.
τὸν υἱὸν τοῦ Φαιδίμου ἀπὸ τοῦ πατρὸς χαρακτηρίζει τὸν παῖδα. ὑπέμνησε καὶ τῶν συμβεβηκότων τῇ πόλει δεινῶν καὶ ὅτι ἐδείπνουν παρὰ παιδὶ τοῦ πατρὸς τὴν δημοκρατίαν λυμηναμένου τότε. εἰκὸς γὰρ ἦν τὸν τεθραμμένον ἐν ὕβρει τοιαῦτα συγκροτεῖν συμπόσια γεγυμνωμένα τοῦ σώφρονος. καὶ τὸ «ᾤχοντο» πλείστην ἐμφαίνει τὴν ἡδονήν· μόνον οὐκ ἦσαν ὑπόπτεροι φθάσαντες τῇ παρουσίᾳ τὴν κλῆσιν.
ἐγὼ δὲ οὐκ ἐπορεύθην ἔμφασιν μὲν ἔχει τοῦ αὐτὸν κληθέντα μὴ ἀπελθεῖν, ἔχει δὲ καὶ μεσότητα τοῦ μὴ κληθῆναι. τὸ γὰρ «κληθέντες οὗτοι» οὐχ ὅτι διὰ καταφρόνησιν οὐκ ἐκλήθη αὐτὸς δείκνυσιν, ἀλλʼ ὅτι ἐγινώσκετο μισῶν τοὺς τριάκοντα καὶ τοὺς τῶν λυπησάντων παῖδας τὴν πόλιν.
ἐπειδὴ δὲ ἧκον εἰς τὸ πίνειν παυσάμενοι τοῦ ἐσθίειν ἔπινον μόνον καὶ εἰκότως ἐμεθύσκοντο καὶ ἐπαρῴνουν. τὸ δὲ μετὰ δεῖπνον ἥκειν εἰς φιλοποτίαν ἱκανὸν εἰς κατηγορίαν ἀνδρὸς πρεσβευτοῦ καὶ ῥήτορος. τὴν δοκοῦσαν δὲ σωφροσύνην ἐξελέγχει δεικνὺς ἀκρατῆ περὶ μέθην.
εἰσάγει τινὰ Ὀλυνθίαν γυναῖκα ἵνα ἡ εἴσοδος τῆς γυναικὸς καιρὸν τὸν πρέποντα λάβῃ, πίνουσιν αὐτοῖς καὶ μεθύουσιν εἰσάγει. δείκνυσι δὲ συγγένειαν τῶν συμποσίων, ὅτι ὁ μὲν Φίλιππος μετʼ Ὄλυνθον ἤγαγε συμπόσιον, ὁ δὲ ξενόφρων συνεκρότει συμπόσιον ἐπὶ τοῖς λαφύροις καὶ τοῖς αἰχμαλώτοις τῶν Ὀλυνθίων. «ἐλευθέραν δὲ καὶ σώφρονα» εἰπὼν τὸ οἰκεῖον ἦθος καὶ ἣν εἶχεν ὑπόληψιν περὶ Ὀλυνθίων ἐπισημαίνεται. «ἐλευθέραν δὲ καὶ σώφρονα»· καὶ μετὰ τὴν ἅλωσιν οὐ διέφθειρεν ἡ τύχη τὸν τρόπον, οὐκ ἤμειψεν ἡ δουλεία τὴν γνώμην. ἵνα δὲ παροξύνῃ τοὺς ἀκούοντας, τῆς αἰχμαλώτου γυναικὸς ἐμνημόνευσεν· ἵνα δὲ ἀφέληται τὴν Αἰσχίνου δόξαν, τὴν ἀκολασίαν καὶ ἀκρασίαν διεκωμῴδησεν· ἵνα δὲ πιθανότητα ὁ λόγος λάβῃ, ὡς ἐν ποιήσεως εἴδει συνέπλασε τὸ διήγημα, ἐνάργειαν τῷ λόγῳ διδούς.
οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἔδει τινὰ εἶναι καὶ τὸν ἐξαγγέλλοντα, ἵνα καὶ ὁ λόγος τὴν πίστιν λάβῃ καὶ ὁ ἐξαγγέλλων μαρτυρίαν ἔχῃ τῆς ἀκολασίας μὴ κοινωνεῖν. τὸ δὲ «ἠνάγκαζον» βεβαιοῦντός ἐστι τῆς γυναικὸς τὴν σωφροσύνην· καὶ τὸ «ἡσυχῇ» προσθεὶς πιθανότητα εἰργάσατο. οὐ γὰρ ἦν ἀπεικὸς ἀναγκαζομένην, εἶθʼ ὁρῶσαν ἡσυχῇ κοινωνεῖν τραπέζης μηδὲν οἰομένην ἀδικήσεσθαι.
ὡς διηγεῖτο Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ αὐτῇ γὰρ τῇ ἡμέρᾳ οὐδὲ συντυχεῖν μοι δεδύνηται διὰ τὸ μέχρι τῆς ἑσπέρας κατεσχηκέναι τὸ συμπόσιον. τὸ δὲ «ἐμοὶ» ἔμφασιν ἔχει τῆς ὀρθῆς αὐτοῦ προαιρέσεως. οὐ γὰρ ἂν αὐτῷ διηγεῖτο, εἰ μὴ ᾔδει ὅτι ἀγανακτῆσαι ἔμελλεν.
ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο οὐκ ἀθρόως ἐξήγγειλε τὴν ἀκολασίαν. οὐδὲ γὰρ πιθανὸν οὐδὲ ῥητορικὸν ἦν εὐθὺς ἀπιθάνως ἐπιβαλεῖν τῷ πράγματι καὶ τῆς ἀκμῆς γενέσθαι τὸν ἔλεγχον, ἵνα ἡ ἀνάγκη τὴν φύσιν ἐξελέγχῃ καὶ τὴν προαίρεσιν. οὐ γὰρ ἦν ἀπεικὸς παρὰ τῷ τυράννῳ εἰς ὕβριν γυναῖκα αἰχμάλωτον γενέσθαι.
καί τι καὶ ᾄδειν ἐκέλευον μίμησις ἀκριβὴς τῶν ἀκρατῶς ἐχόντων. προσποιοῦνται γὰρ εἶναι καὶ μουσικοί. τῆς αὐτῆς δὲ ἀσελγείας καὶ τὸ «ᾄδειν κελεύειν» καὶ τὸ «κατακλίνεσθαι».
ἀδημονούσης δὲ τῆς ἀνθρώπου ἔδει εἰπεῖν «βοώσης καὶ ἐπικαλουμένης τοὺς βοηθήσοντας», οὐκ «ἀδημονούσης», ἀλλὰ τῆς φύσεως τὴν ἀσθένειαν διὰ τῆς λέξεως ἐνέφηνεν. οὕτως οἶδεν οἰκείοις χρῆσθαι ὀνόμασι, σημαίνουσι τῶν ὑποκειμένων πραγμάτων τὰς φύσεις.
καὶ οὔτε ἐθελούσης οὔτʼ ἐπισταμένης ἵνα τὸ «μὴ θέλειν» τῆς γνώμης ἔργον γένηται, τὸ δὲ «μὴ ἐπισταμένης» τῆς ἀγωγῆς καὶ τοῦ βίου· οὐ γὰρ ἦκτο διὰ τοιούτων.
ὕβριν τὸ πρᾶγμα ἔφασαν ὅταν μὲν δέῃ διαβάλλειν εἰς δωροδοκίαν, Φιλοκράτης συνάπτεται· ὅτε δὲ εἰς ἀκολασίαν καὶ ἀκρασίαν, τότε Φρύνων διὰ τὴν περὶ τὸν υἱὸν πρᾶξιν. οὐ γὰρ ἦν ἀπεικὸς τὸν προδόντα τὴν ὥραν τοῦ παιδός, τοῦτον εἰς γυναῖκα ἀλλοτρίαν ὑβρίζειν.
καὶ οὐκ ἀνεκτὸν εἶναι τῶν θεοῖς ἐχθρῶν ἐνταῦθα λαμπρῶς ἣν ἔχουσι δυσμένειαν πρὸς τὴν δημοκρατίαν ἐξήλεγξεν. ταῦτα γάρ, φησι, τῆς πικρίας ἣν ἔχουσι πρὸς τὸν δῆμον ἔστι τεκμήρια· τὸ δὲ «τρυφᾶν» οἷον ἐν ἐξουσίᾳ εἶναι τοῦ πράττειν ὅ τι βούλεται.
καὶ κάλει παῖδα καὶ ἱμᾶντά τις φερέτω μιμεῖται ὥσπερ ἐν δράματι ἦθος ἐξεστηκότων ἀνδρῶν μέθῃ καὶ ἔρωτι πεπληγότων.
κάλει βέλτιον παροξύνειν, ἵνα ᾖ προστακτικόν.
ῥυτῆρα οἷον μάστιγα· κυρίως δὲ λέγεται ῥυτὴρ ὁ χαλινὸς ἀπὸ τοῦ ῥύεσθαι καὶ ἕλκεσθαι παρὰ τῶν ἡνιόχων· «αὐέρυσαν μὲν πρῶτα».
πεπωκότων ἰστέον ὅτι ἐν τούτῳ τῷ χωρίῳ ἀνέστησαν οἱ δικασταὶ καὶ εἴασαν τὸν ῥήτορα λέγοντα, τοῦ Εὐβούλου συμπράττοντος τῷ Αἰσχίνῃ, μισοῦντος δὲ τὸν ῥήτορα, εἰπόντος αὐτοῖς «τοιούτων αἰσχρῶν ἀνέχεσθε λέγοντος ῥήτορος;»
εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης καλῶς εἰσήγαγε τὰ ὑπὲρ ἐκείνης ῥηθέντα, ἵνα ὁ ἀκροατὴς οἴηται περιαλγοῦσαν αὐτὴν ἐπικαλεῖσθαι τὴν τῶν Ἀθηναίων πόλιν. τό «τι» γὰρ «εἰπεῖν» ἔμφασιν ἔχει ὅτι ἐπὶ τὴν πόλιν ἀνέδραμε ταῖς ἐλπίσιν, ὑπογογγύσασα καὶ «ταῦτα» φάσκουσα «παρὰ τῶν Ἀθηναίων ὑπομένω; ἆρα μὴ ἐν Σκύθαις εἰμί; οὗτοι τῆς φιλανθρωποτάτης πόλεως πρέσβεις;» καὶ τὸ «ἐδάκρυσε» δὲ ὅτι, ἐξ ὧν ἤλπισεν ἐλεεῖσθαι, παρὰ τούτων ὑβρίζετο.
περιρρήξας τὸν χιτωνίσκον καὶ τὸ ἄγριον καὶ τὸ αἰσχρὸν σημαίνει τῆς γνώμης. ἐγύμνου γὰρ τὸ σῶμα, διότι πρὸς ἡδονὴν ᾔδει γιγνόμενον τοῖς θεωμένοις.
ξαίνει κατὰ τοῦ νώτου πολλάς τὸ ἄμετρον τῶν πληγῶν τὴν πρὸς τὴν πόλιν βεβαιοῖ δυσμένειαν.
ἔξω δʼ αὐτῆς οὖσα ὑπὸ τοῦ κακοῦ ἐμαρτύρησε τῆς γυναικὸς τὴν σωφροσύνην. οὐ γὰρ ἂν κατέφυγεν ἐπὶ τὸν συνηδόμενον ταῖς ἀσελγείαις. οἶδε γὰρ πάντως αὐτὸν ἐπὶ τοῖς γιγνομένοις ἀηδιζόμενον· ὅθεν αὐτὸν ὑπέθετο καὶ διηγούμενον αὐτῷ τῇ ὑστεραίᾳ τὰ γιγνόμενα. οὐ κατὰ προαίρεσιν δὲ ἀνατρέπει τὴν τράπεζαν. τοῦτο δὲ ὡς πρὸς τὸ ὑπʼ Αἰσχίνου εἰρημένον κατὰ τοῦ ῥήτορος «ποῦ δʼ ἅλες; ποῦ τράπεζαι; ἰδοῦ γὰρ αὐτὸς ἃ αἰτιᾶται πεποίηκε».
καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος καλῶς ὠνόμασεν ἐπὶ τοιούτοις ἔργοις «κάθαρμα» τὸν Αἰσχίνην. αὐτὸ γάρ ἐστι κάθαρμα τὸ καθαιρόμενον καὶ ὃ ἂν ἀποσείσαιτό τις. ἵνα δὲ μὴ μικρὸν ἡγήσωνται οἱ ἀκούοντες τὸ γιγνόμενον, ηὔξησεν αὐτὸ τῇ μαρτυρίᾳ τῶν Θετταλῶν καὶ τῶν Ἀρκάδων, γένεσιν Ἑλληνικοῖς καὶ ἀντικειμένοις τῇ πόλει. λυπεῖ δὲ τοὺς ἀκούοντας, ὅταν τὰ παρʼ αὐτοῖς συμβαίνοντα ἡδονὴν καὶ γέλωτα κατασκευάζῃ τοῖς ἐναντίοις· ἐχθροὶ γὰρ καὶ Ἀρκάδες καὶ Θετταλοί.
ἐν τοῖς μυρίοις τὸ συνέδριον τῶν Ἀρκάδων μυρίων ὑπῆρχεν ἀνδρῶν.
καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγειλεν οὐκ ἐκ τῆς Δημοσθένους μόνης κατηγορίας φαίνεται δεινὸν τὸ γεγονός, ἀλλὰ καὶ ἐκ τῆς Διοφάντου καταβοήσεως· ὅτι μέντοι γε τοῦ βίου ἕνεκα τοῦ Αἰσχίνου καὶ τῆς ὑπολήψεως ἐρρέθη σύμπαντα, δῆλον ἐκ τῶν ἐπαγομένων. τί γάρ φησιν; «καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα» καὶ ἑξῆς. οὕτως ἄρα ἐφαίνετο ὁ Δημοσθένης ἀνιώμενος ἐπὶ τῇ ὑπολήψει καὶ τῇ δόξῃ, ἧς ἐτύγχανε παρὰ τὴν ἀξίαν, Αἰσχίνου. ἀνιῶσι γὰρ τὸ φρόνημα τῶν ἐλευθέρων οἱ παρʼ ἀξίαν εὖ πράττοντες· καὶ ἐπιμαρτυρεῖ τῷ θεωρήματι καὶ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ τοῖς βαρβάροις ἀξιῶν φθονεῖν παρὰ τὴν ἀξίαν πολλῶν κυρίοις καθεστηκόσι.
καὶ παῖδα ὄντα ἐν θιάσοις ἀναμίξας τὴν ἡλικίαν τὴν διαβολὴν ὑπέφηνε. δοκεῖ δὲ ταῦτα εἶναι μυστήρια δημοτελῆ καὶ κοινὰ καὶ οὐ πάνυ σεμνά.
καὶ δυεῖν καὶ τριῶν δραχμῶν ἐνίοτε γὰρ λαμβάνοντες οἱ γραμματεῖς ἀργυρίδιον ἑτέρως πρὸς τὸ χρήσιμον ἀνεγίνωσκον τοὺς νόμους καὶ τὰ ψηφίσματα.
ἐν χορηγίοις ἀλλοτρίοις πρὸς ἑαυτὸν ἀντιδιαστέλλει τοῦτο, ὅτι αὐτὸς μὲν ἐκ τῶν ἰδίων ἐχορήγησεν, Αἰσχίνης δὲ ἐν ἀλλοτρίοις, ἐν τῷ μισθοῦσθαι τραγῳδῶν.
ἐγγυτάτω μανίας καὶ ψιλῷ λόγῳ ἔσφαλται· δωροδοκίαν ὀνειδίζει τῷ φιλοπόλιδι.
ἀκούω γὰρ αὐτὸν ἕως ὧδε ἐπλήρωσε τὸ περὶ κατηγορίας Αἰσχίνου. ἐντεῦθεν δὲ βούλεται καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσασθαι εἰς ἃ αὐτοῦ κατηγόρησεν Αἰσχίνης. καλῶς δὲ ἐποίησεν ὅτι ἐν τοῖς ἐπιλόγοις ἔταξε ταῦτα καὶ οὐκ ἐν τοῖς ἀγῶσιν· ἦ γὰρ ἂν ἐδόκει ἑαυτοῦ κατηγορεῖν.
πάντων ὧν κατηγορῶ τῇ ὑπερβολῇ διὰ τοῦ «πάντων» εἰπεῖν ἐμφαίνει τὸ ἄτοπον καὶ ὅτι ψεύδεται.
ἐμοῦ μέντοι τίς κατηγορεῖ οὐ γὰρ εἰ Δημοσθένης μετέσχεν, ἤμειψεν ἡ φύσις τὰ πράγματα.
ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα συντρέχει πρῶτον τῇ ἀντιπαραστάσει χρώμενος. θαρρεῖ γὰρ αὐτοῦ τῇ ποιότητι.
οὐκοῦν ὡς οὐ κεκοινώνηκα τούτοις ἐντεῦθεν ἡ ἔνστασις.
ὅτʼ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν βουλόμενον γὰρ ἐπὶ τὴν τρίτην αὐτὸν ἐξελθεῖν πρεσβείαν, ἣν ὡς νοσῶν παρῃτήσατο, οὐκ εἴων ἐξελθεῖν, ἀλλʼ ἐκώλυε μὲν ἡ πόλις, κατηγόρουν δʼ ἐγώ. καὶ ἔστι μὲν ὡς δυσχεραίνοντος τὰ ῥήματα, ἴσως δὲ καὶ διὰ τὴν τέχνην καὶ τὴν ὑπόκρισιν.
ἃ κἂν ἐχθὲς ἐωνημένος οὐ προμελετήσας οὐδὲ πεπαιδευμένος, ἀλλὰ ἐχθὲς ἐκ βαρβάρων ἥκων.
ἢ μετειληφὼς τὸ μέρος μετʼ ἐμοῦ λαβών, ἵνα τέως ὁμολογήσῃ εἰληφέναι ὁ Αἰσχίνης.
λογισταῖς λογισταὶ ἐκαλοῦντο οἱ εἰσάγοντες ἐν τῷ δήμῳ τοὺς ὑπευθύνους πρὸς τὸ δοῦναι εὐθύνας. ἀρχὴ γὰρ ἦν καὶ αὕτη ἡ τῶν λογιστῶν.
ἔχων μάρτυρας πολλοὺς τοὺς ἀκούοντας, οἷον ἐπὶ μαρτύρων λέγων πολλῶν.
καὶ τὸ πρᾶγμα ἦν ὑπεργέλοιον ἐγὼ μὲν οὐκ ἔφευγον τὰς εὐθύνας, αὐτὸς δὲ ἐκώλυεν.
ὅτι ἐμοῦ βουλομένου δοῦναι εὐθύνας ἐκεῖνος οὐ συνεχώρει.
ἔτι τοίνυν κἀκεῖνα σκοπεῖτε καθʼ ὑπόθεσιν τὸ σχῆμα.
ἔτι ... σκοπεῖτε πληρώσας οἰκείαν γνώμην ἀπὸ τῆς ποιότητος τῶν δικαζόντων ἐπιλογίζεται καὶ ἧς ἔχουσι προαιρέσεως ἐπὶ τοῦ παρόντος καὶ τίνα δόξαν περὶ αὐτῶν ἕξουσιν οἱ Ἕλληνες, εἰ κακῶς κρίνοιεν τὸν παρόντα ἀγῶνα. ἔχοντος δὲ ὑπόληψιν κατὰ τὴν πόλιν Αἰσχίνου οὐ φαύλην οὐδὲ ἄδοξον, ἐξ ἧς ἡμέρας τὸν Τίμαρχον ἔκρινε, ταύτην τὴν δόξαν ἀποθέσθαι Δημοσθένης βουλόμενος καὶ δεῖξαι τὸν βίον οὐ συμφωνοῦντα τῇ δόξῃ, ὑπέθετο δύο συμπόσια, ὅμοιον ὁμοίῳ παρατιθείς. τόπος μὲν γὰρ ὁ αὐτὸς τῷ συμποσίῳ ὑπόκειται ἡ Μακεδονία, τὰ δὲ πρόσωπα ὅμοια. ὑποκριτὴς γὰρ τραγῳδίας Αἰσχίνης, ὑποκριτὴς δὲ καὶ ὁ Σάτυρος. φιλοποσία ἐν ἀμφοτέροις καὶ κρίσις τῆς περὶ τὰ ἀφροδίσια ἀκρασίας καὶ μέθης. οὐκοῦν ὁ μὲν Σάτυρος παρθένους ὥραν ἐχούσας γάμου αἰτεῖ διὰ σωφροσύνην, οὐχ ἡττημένος τῆς ὥρας, ἀλλὰ σῴζων ταῖς κόραις τὰς ὥρας. ὁ δὲ ῥήτωρ ὁ Ἀθηναῖος γυναῖκα συνοικοῦσαν ἀνδρὶ λαβὼν ἡττᾶτο τῆς ὄψεως καὶ μεθύων διεθερμαίνετο. καὶ ἐπειδὴ τὸ λεγόμενον ὕποπτον ἦν, δέδωκε τῷ δράματι τόπον τὴν τοῦ τυράννου ξενίαν τοῦ τῶν τριάκοντα. ἔδει γὰρ παρὰ ἀνδρὶ ἀσώτῳ συγκροτηθῆναι συμπόσιον. καὶ ἵνα ὁ λόγος τὴν πειθὼ προσλάβῃ, πότος μετὰ τὸ δεῖπνον συνίσταται· καὶ ὁ μὲν τὰς θυγατέρας τοῦ λυπήσαντος τὸν Φίλιππον σῴζειν αἱρεῖται — τῶν γὰρ ἀπεκτονότων τὸν ἀδελφὸν τὸν Φιλίππου Ἀλέξανδρον εἷς ἦν Ἀπολλοφάνης —, ὁ δὲ τῶν συμμάχων τῶν τοῖς Ἀθηναίοις Ὀλυνθίων γυναῖκα καὶ αἰχμάλωτον ὕβρισε, καὶ ἣν ἔδει ἐλεεῖν, ταύτην ᾐκίζετο.
εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας φανερῶς μὲν εὐεργέτην Φιλίππου τὸν Αἰσχίνην εἴρηκε, βαρὺ τὸ πρᾶγμα ποιῶν, ἑαυτὸν δὲ τῆς πόλεως οὐκέτι διὰ τὸ φορτικόν, καίτοι τοῦ νοήματος τὸ ἴσον ἀπαιτοῦντος.
μηδʼ εἰ φαῦλον ἐγώ πρὸς τὸ «καλὸν καὶ μέγα» «φαῦλον» ἐπήγαγεν, ὃ δηλοῖ καὶ τὸ κακὸν καὶ τὸ εὐτελές.
συνεπισπάσησθέ με συνελκύσητε, συγκατενέγκητε.
νῦν δὲ ἀναπεπτωκότες ἦτε οἷον ὕπτιοι καὶ νυστάζοντες, ἀλλʼ οὐκ ὀρθοὶ καὶ νήφοντες.
ἐκλελύσθαι οἷον ὥσπερ ὑπὸ τρυφῆς χαῦνοι γενόμενοι. κατὰ κοινοῦ γὰρ τὸ «δέδοικα». τὸ δὲ «παντάπασιν γάρ, ὦ Ἀθηναῖοι, ἐκλελύσθαι» ἐπεξηγεῖται, τί ἐστιν «ἀναπεπτωκότες».
νῦν λέγειν ἐξάγομαι μανίας γὰρ ἐνέπλησάν με οἱ δυσσεβεῖς οὗτοι ὥστε καὶ ἃ κρύπτειν ἔκρινον ἀναγκασθῆναι βοᾶν.
καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν ἵνα μὴ ἀντιπίπτῃ «τί οὖν, εἰ τὴν φιλίαν ἔλυσας αὐτὸς κακὸς περὶ αὐτὸν φανείς;» φησίν· «ἀφʼ οὗ πρὸς Φίλιππον ἀφῖκται καὶ τὰ Φιλίππου φρονεῖ, κἂν ἡ τύχη με συνάψῃ αὐτῷ καὶ ἀναγκασθῇ που συντυχεῖν, κατὰ περίστασιν ἀμύνεται θᾶττον ἀποπηδῶν».
ἐκτρέπεται ἵνα μὴ διαβληθῇ πρὸς Φίλιππον.
μετὰ δʼ Αἰσχίνου περιέρχεται ἵνα μή τις ὑπολάβῃ· «ὅτι ἄγριός ἐστι καὶ σκαιὸς τὸν τρόπον, διὰ τοῦτό σε ἀποφεύγει», ἐπάγει ὅτι «μετʼ Αἰσχίνου περιέρχεται πᾶσαν τὴν πόλιν».
ἀλιτηρίοις ἐκλήθησαν ἀλιτήριοι ἐξ ἀρχῆς οἱ κλέπται καὶ ἄδικοι ἀπὸ τοιαύτης αἰτίας, ἀπὸ τοῦ λιμὸν γεγενῆσθαι παρὰ τοῖς Ἀθηναίοις καὶ ἁρπάζειν τινὰς τὰ ἄλευρα.
ἕν, οἶμαι, σῶμα ἔχων καὶ ψυχὴν μίαν σημείωσαι, ποῦ εἰσιν οἱ λέγοντες δύο ψυχὰς τὸν ἄνθρωπον ἔχειν;
τούς γε οὐδένα βουλομένους εἶναι τοιοῦτον ἢ διὰ τὸ φθονεῖν τοῖς οὖσιν ἀγαθοῖς ἢ διὰ τὸ μὴ βούλεσθαι εἶναί τινα κακὸν ἐν τῇ πόλει.
τίς ἔσται λόγος ὥς τινος Ἕλληνος ἐρωτῶντος, ἄλλου δὲ ἀποκρινομένου.
Ἀθήνηθεν ἐπρέσβευσάν τινες σκόπει τὴν μέθοδον, ὅτι πλειόνων ὄντων πρέσβεων τοὺς μὲν ἄλλους ἀφῆκε, τοὺς δὲ τρεῖς τοὺς ἐπισημοτάτους ἐπὶ κακίᾳ ὠνόμασεν, ἑαυτὸν μόνον ὡς εὔνουν ἀντιτιθείς.
πρὶν εἰς ἄνδρας ἐγγράψαι τὴν ὑποψίαν αἰσχρὰν ποιεῖ ἡ ἡλικία.
ἐμβεβροντῆσθαι σημείωσαι, τοῦ θεολόγου ὅμοιον.
εἰ μήτε λαβεῖν σημείωσαι, κύκλος.
οὐκέτι ἀπὸ τοῦ ἄλλου προσώπου τῆς πλάσεως, ἀλλʼ ὡς ἀπʼ αὐτοῦ τοῦ ῥήτορος.
τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης ἀμύνεται τὸν Φρύνωνα τῆς καταμαρτυρήσεως καὶ καιρὸν ἔχει τὸ πικρὸν τοῦ λόγου μετὰ τὴν γεγενημένην κατὰ Δημοσθένους ὕβριν. ἐφʼ οἷς γὰρ παρελθόντες ἀντὶ τοῦ καταμαρτυρεῖν Αἰσχίνου αὐτὸν ὕβρισαν, ἐπὶ τούτοις παροξυνθεὶς ἐλέγχει τὸν βίον. εἶτα συνίστησιν ὅτι οὐδὲ σώφρων Αἰσχίνης. προδέδωκε, φησί, τὴν ὥραν τοῦ παιδὸς Φιλίππῳ Φρύνων. ποῦ τοίνυν ὁ σωφρονιστὴς Αἰσχίνης; καίτοι γε ἐπὶ παιδὶ μειρακίῳ δίκαιος ἦν κατηγορεῖν προδοθέντι τυράννῳ, ὃς ἀνδρὸς πρεσβύτου κατηγόρησεν, ἐκπεφευγότος ἤδη τῷ μήκει τῆς ἡλικίας τὸ ἔγκλημα.
εἰ δέ τις ὢν ἐφʼ ἡλικίας ἀπολογεῖται δαιμονίως ὑπὲρ Τιμάρχου ἔλαττον αὐτῷ κακὸν μαρτυρήσας καὶ διὰ τούτου τοῦ μείζονος καὶ χαλεπωτέρου μᾶλλον ἀπαλλάξας ἐγκλήματος. ἰταμώτερον γὰρ αὐτὸν εἰπὼν κεχρῆσθαι τῷ μετὰ ταῦτα βίῳ συνέδραμε τῷ θράσει καὶ ἀπήλλαξεν αὐτὸν ἑκατέρωθεν τῆς αἰσχύνης τόν τε ἰταμὸν βίον εἰπὼν καὶ τὴν ἐκ τῆς εὐπρεπείας δόξαν· ἐντεῦθεν γὰρ κἀκείνῳ φῦναι τὴν γένεσιν τῆς διαβολῆς, οὐκ ἐκ τῶν ἔργων οὐδʼ ἐκ τῶν βεβιωμένων. κανόνα δὲ ἡμῖν δίδωσιν ὁ ῥήτωρ, ὅτι ἐν ταῖς ὑπὲρ τῶν φαυλοτάτων ἀπολογίαις ἀφεῖναι δεῖ τι μικρὸν καὶ δέξασθαι διʼ οὗ τὸ μεῖζον ἀπωσόμεθα· καὶ γὰρ πιθανὸς ἔσται ὁ λόγος οὐ τὸ πᾶν ἐκβαλλόντων ἡμῶν, ἀλλʼ ἀντὶ τῆς πορνείας δεχομένων τὴν ἰταμότητα.
φέρε δὴ περὶ τῆς ἑστιάσεως ἐντεῦθεν λαμπρῶς εἰσῄει εἰς τὴν ὑπὲρ ἑαυτοῦ γενομένην ἀπολογίαν. ἔστι δὲ τὸ μὲν ἔγκλημα κατὰ τοῦ ῥήτορος ὅτι δωροδόκος· αἱ δὲ ἀποδείξεις διτταί, μία μὲν ὅτι αὐτὸς ἔγραψε τὸ ψήφισμα περὶ ἑστιάσεως τῆς ἐν πρυτανείῳ περὶ τῶν πρέσβεων, οὕτως ἐκοινώνει τῆς πρεσβείας καὶ τῶν πραττομένων, ἑτέρα δὲ ὅτι αὐτὸς εἱστίασε τοὺς παρὰ Φιλίππου πρέσβεις καὶ θέαν τὸν ἀρχιτέκτονα αὐτοῖς νεῖμαι προσέταξεν καὶ φοινικίδας ὑπεστόρεσε καὶ ὀρικοῖς ζεύγεσιν ἐξέπεμψε μέχρις Εὐρίπου καὶ τῆς Χαλκίδος. περὶ μὲν οὖν τῆς ἑστιάσεως τῶν συμπρεσβευτῶν ἔστιν οὕτως εἰπεῖν τὴν διάνοιαν Αἰσχίνου· «εἰ μὲν ἐδωροδόκησαν, δῆλον ὅτι καὶ Δημοσθένης ὁ ἐπαινέτης· εἰ δὲ μὴ αὐτός, οὐδὲ ἐκεῖνοι», περὶ δὲ τῶν κατὰ Φίλιππον ὅτι «εἰ Φίλιππος ἐδίδου τοῖς θεραπεύουσιν αὐτόν, καὶ τοῖς ἐκείνου πρέσβεσιν ἔδει δοῦναι». πρὸς μὲν οὖν τὸ πρῶτον μέρος τῆς ἀντιθέσεως χρῶμα ἀπέδωκε λύων ἀπὸ τοῦ χρόνου εἰπών· «πρὸ τοῦ φανεροὺς αὐτοὺς γενέσθαι προδότας γέγραπται αὐτῷ τὸ ψήφισμα», πρὸς δὲ τὸ δεύτερον ὅτι «ἐξένισα τοὺς Φιλίππου πρέσβεις», κατὰ συνδρομὴν ἀπήντηκεν ἀντιστατικῷ χρησάμενος, «ὑπὲρ ὑμῶν ἐξένισα ἐνδεικνύμενος ὅτι καὶ ἐν ἅπασι πλεονεκτοῦμεν καὶ ἐν ταῖς παρʼ αὐτοῖς νομιζομέναις εὐδαιμονίαις τοὺς Μακεδόνας», καταγελῶν εἰ ἐν τοῖς συμποσίοις ὁρίζονται τὴν εὐδαιμονίαν. οὔτε δὲ τῶν ὀρικῶν ζευγῶν οὔτε τῶν ἐν τῷ θεάτρῳ στρωμάτων οὔτε ἄλλου οὐδενὸς ἐπεμνήσθη φοβηθεὶς ὀχυρωτέραν διὰ τούτων ἀπεργάσασθαι τὴν ἀντίθεσιν, ἔδοξε δὲ λύειν σύμπαντα ταῦτα συλλαβὼν τῷ τῆς λαμπρότητος καὶ τῷ τῆς ψευδομανίας ὀνόματι. ἐφʼ οἷς γὰρ εἶδεν αὐτοὺς σεμνυνομένους καὶ μεγαλαυχουμένους, ταῦτα ἀπέφηνε πάντα μικρὰ διὰ τῆς οἰκείας μεγαλοπρεπείας καὶ ὧν παρέσχετο.
ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης ἐκβολὴ τῶν συνηγόρων ὡς ἐν τοῖς ἐπιλόγοις. ἐν δὲ ταῖς λέξεσιν ἐκακούργησεν εἰπὼν ὡς καὶ τῶν ἀδελφῶν αἰσχυνομένων αὐτῷ βοηθῆσαι διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων. ἐπειδὴ δὲ στρατηγὸς εἷς τῶν ἀδελφῶν Αἰσχίνου γέγονε καὶ λαμπρός ἐστι κατὰ τὴν πόλιν, τῆς στρατηγίας ἀφέμενος καὶ τὸν ἔμπροσθεν διασύρας βίον, τὴν εὐδοξίαν ἣν ἔχουσιν ἀνῄρηκε τῇ τῶν ὀνειδῶν τῶν ἀπὸ τοῦ γένους καὶ τῆς ἄλλης αἰσχύνης παραθέσει. εἶτα συνάπτει τὸν μὴ στρατηγήσαντα τῷ στρατηγήσαντι, ἵνα τὴν κοινὴν ποιότητα τῶν τριῶν λάβῃ. ἐπειδὴ γὰρ εἰώθασιν οἱ δικάζοντες πολλάκις καὶ διὰ τὸ εὐπατρίδας εἶναι καὶ διὰ τὸ γένος καταχαρίζεσθαι τοῖς κρινομένοις τὰς ψήφους, ἐξεφαύλισε τὴν παλαιὰν τύχην ἐξετάσας τὴν ὅλην οἰκίαν Αἰσχίνου. ἔδωκε δὲ ἡμῖν θεώρημα τὸ τὰ μέγιστα πᾶσι νομιζόμενα ὡς μικρὰ καὶ φαῦλα διαβάλλειν. ἐπειδὴ γὰρ ὁ Φιλοχάρης ζωγράφος ἦν κατὰ Ζεῦξιν ἢ Ἀπελλῆν γε ἢ Εὐφράνορα ἤ τινα τῶν ἐνδοξοτάτων, καθελεῖν βουλόμενος αὐτοῦ τὴν τέχνην ἀλαβαστροθηκῶν καὶ τυμπάνων γραφέα καθεστηκέναι φησίν, ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον καταβάλλων τὸ ἐπιτήδευμα καὶ διασύρων τῇ ταπεινότητι.
ἴσως ... Φιλοχάρης πεπλήρωται αὐτῷ τὰ τῆς παρεκβάσεως. τὰ δὲ τῶν ἐπιλόγων τῶν ἐν τῷ ἀγῶνι ἐντεῦθεν ἄρχεται. ἴδιον δὲ τῶν ἐπιλόγων καὶ τοῦτο τὸ τοὺς συνηγόρους ἐκβάλλειν. κοινωνεῖ δὲ ὁ ἐπίλογος τῇ παρεκβάσει τῷ προκεῖσθαι τῷ ῥήτορι ἐν ἀμφοτέροις ἢ διαβολὴν ἐργάσασθαι ἢ σύστασιν ἤθους καὶ βίου τῶν προκειμένων, διαφέρει δὲ τῷ τὴν μὲν παρέκβασιν τοῦ μὴ νῦν κρινομένου βίου τὴν ἐξέτασιν ἔχειν, ἀλλὰ τῶν ἐν τῷ ἄλλῳ χρόνῳ βεβιωμένων, τὸν δὲ ἐπίλογον αὐτῶν τῶν κρινομένων αὔξησιν περιέχειν τῶν συντεινόντων πρὸς αὐτὰ τὰ κρινόμενα. ἓν οὖν καὶ τοῦτο τῶν ἐπιλόγων ἐστί, τὸ τοὺς συνηγόρους ἐκβάλλειν, ὃ ποιεῖ νῦν.
ἐκβολὴ συνηγόρων.
σὲ ὅτι τὸ «σὲ» μὲν οὐ πρὸς τὸν Ἀφόβητον ἀπήντησεν, ἀλλὰ πρὸς τὸν Φιλοχάρην· «ὑπογραμματέας» δὲ τὸν Ἀφόβητον καὶ τὸν Αἰσχίνην.
ἴσμεν σὲ τὰς ἀλαβαστροθήκας μυροθήκας, τὰς θήκας τῶν ἀλαβάστρων, αἵ εἰσι λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα.
ἀλάβαστρα λέγεται οἱ βίκοι οἱ δεχόμενοι τὰ μύρα· ἐκλήθησαν δὲ οὕτω παρὰ τὸ μὴ ἔχειν λαβάς. θήκη δὲ τὸ γλωσσόκομον τὸ δεχόμενον αὐτοὺς τοὺς βίκους. τούτων οὖν αὐτὸν λέγει γενέσθαι γραφέα.
ἴσμεν ... ἀλαβαστροθήκας τῶν ληκυθίων τῶν μὴ ἐχόντων λαβάς, ἀλλὰ λείων, τὰς κίστας καὶ θήκας. ἐζωγράφουν δὲ αὐτὰς ἵνα τοὺς ἀγοράζοντας δελεάζωσιν. ἔοικε δὲ οὐδὲ σεμνὸν αὐτὸν φάσκειν ζωγράφον, ἀλλʼ εὐτελέστατον· ἦσαν γὰρ καὶ θαυμαστότεροι ζωγράφοι.
τούτους δὲ ὑπογραμματέας Ἀφόβητον λέγει καὶ τὸν Αἰσχίνην. εἶτα ἐπειδήπερ εἶδεν ἀντιπεσοῦσαν αὐτῷ τὴν τῶν ἀκουόντων ποιότητα — πλανῆται γὰρ καὶ χειροτέχναι σύμπαντες ἢ οἱ πλείους — ἀνῄρηκεν εἰπών «καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλʼ οὐδὲ στρατηγίας ἄξια». καὶ ἵνα μὴ τοῦ ἀξιώματος αἰδώς τις τοῖς ἀκούουσι γένηται, κατέστησεν αὑτὸν εἰς τὸ δεῖν μᾶλλον χάριν ὁμολογεῖν ἐπὶ τῷ ἀξιώματι, ὅμοιόν τι ποιῶν τοῖς ἐν τῷ κατὰ Μειδίου. καὶ γὰρ ἵνα μὴ δυσωπήσῃ κἀκεῖ τοῖς ἀξιώμασιν ὁ Μειδίας, εἰς τὸ δεῖν χάριν αὐτὸν ὁμολογεῖν ἐπὶ τῷ ἀξιώματι τῇ πόλει παρέστησε. προστίθησι δὲ ὅτι καὶ ἄξιος τιμωρίας ὁ παρʼ ἀξίαν τυχὼν ἀξιώματος, καταισχύνων καὶ τὸ ἀξίωμα καὶ τὸν τηλικούτων ἠξιωκότα δῆμον.
εἰ μὲν γὰρ εἰ μή, φησιν, ἀδικεῖ ἡμᾶς, κἀγώ, φησι, σῴζειν αὐτὸν λέγω.
ἃ γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες ἐπειδὴ πρὸς ἀπόδειξιν τὸ κατὰ Τιμάρχου λαμβάνει τῆς δωροδοκίας, εἰκότως ἀπολογεῖται ὑπὲρ τοῦ ἀνδρὸς καὶ προδιοικεῖται αὐτῷ τῆς ἀτιμίας ἄφεσιν· «εἰ γὰρ ποιεῖ ταῦτα ἀεὶ καὶ κατὰ μέρος πείθει τὴν πόλιν, ἔστιν ὅτε καιροῦ γενομένου καὶ τὸν ἅπαντα δῆμον ῥᾳδίως πείσει ψηφίσασθαι τὴν ἐπιτιμίαν αὐτῷ». συμπλέκει δὲ τὸ κατὰ Τιμάρχου χρησιμώτερον διὰ δεινότητα· ἐπειδὴ γὰρ Αἰσχίνης ἀμάρτυρον ἐκεῖ τὸν ἀγῶνα παρασχόμενος ἔδοξεν αἱρεῖν τὸν ἐναντίον, βουλόμενος τῶν ὁμοίων τυχεῖν καὶ αὐτὸς ἐπὶ τοῦ παρόντος ἀγῶνος τῶν ὁμοίων παραδειγμάτων ἐμνήσθη καὶ τὰ συνεκτικώτατα τοῦ λόγου τῆς κατὰ Τιμάρχου κατηγορίας λαβὼν τοῖς αὐτοῖς καὶ κατʼ Αἰσχίνου κέχρηται· οἷς εἰ μὲν ἀκολουθήσουσιν οἱ δικάζοντες, ὀρθῶς νενίκηκεν Αἰσχίνης· εἰ δὲ μὴ πεισθεῖεν, οὐκ ἀκολούθως. εἰ γὰρ ὁ Αἰσχίνης διὰ τούτων νενίκηκεν, ὁ δὲ Δημοσθένης τοῖς αὐτοῖς χρώμενος οὐ νικήσει, οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν οἱ δικασταὶ δικάζοντες ὀφθήσονται· ὥστε καὶ τὴν κατηγορίαν Τιμάρχου διαβεβλῆσθαι καὶ τὴν κατηγορίαν Δημοσθένους μηδαμῶς ἡττῆσθαι.
πῶς; τί; πῆ γὰρ ἐξιόντος αὐτοῦ ἀπὸ τοῦ δικαστηρίου ἐρωτῶσιν οἱ φίλοι «πῶς, ὦ Δημόσθενες, ἔχει τὸ πρᾶγμα; τί γέγονεν;» εἶτα ἀποκρίνεται αὐτοῖς «ᾠχόμην», αὐτοὺς ἀπατήσας τῷ λόγῳ. ἢ ὅλον ἀπʼ αὐτοῦ τοῦ ῥήτορος «πῶς ὑμῖν ἔδοξα;» εἶτα καὶ ἐκεῖνοι «τί κατώρθωκας», καὶ ἐπάγει τὰ ἑξῆς.
μὴ σύ γε ἰστέον ὅτι τῷ μὲν κατηγόρῳ ἔξεστι κατηγορεῖν ὃ βούλεται, τῷ δὲ ἀπολογουμένῳ μόνον τῶν κατηγορηθέντων ποιεῖσθαι τὴν λύσιν.
ὡς εἴπερ ἐστὶν ἀληθὴς ἡ φήμη οὐ διστάζων εἶπεν, ἀλλʼ ἔστιν «ἐπείπερ» ὡς καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους «εἴπερ ἦν Ἕλλην ὁ παθών».
ὅστις δʼ ὁμιλῶν γνώμη Εὐριπίδου ἐκ Φοίνικος.
παρῴδησε τὸ ἰαμβεῖον ἐκ τοῦ ὁμοίου. εἰ γὰρ ὁ φαύλοις συνὼν φαῦλος, οὐκοῦν καὶ ὁ δωροδόκοις συνὼν δωροδόκος.
ὀρθῶς καὶ προσηκόντως κατὰ παρῳδίαν.
ἐξαίρετόν ἐστιν ὥσπερ γέρας ἵνα μὴ ἔχῃ λέγειν «ἀλλʼ οὐκ οἶδα· οὐ γὰρ ὑπεκρινάμην τὸ δρᾶμα»· λέγει δὲ ὁ τὰς θεατρικὰς ἱστορίας συγγράψας διὰ τοῦτο τοῖς τριταγωνισταῖς τὰς ὑποκρίσεις τῶν δυναστευόντων παρέχεσθαι, ἐπειδὴ ἧττόν ἐστι παθητικὰ καὶ ὑπέρογκα.
ὁ Κρέων Αἰσχίνης ὁ τὸν Κρέοντα ὑποκρινόμενος Αἰσχίνης.
πεποίηται τῷ ποιητῇ ἵνα ἀποσπάσῃ ἀπʼ αὐτοῦ τὴν φιλοτιμίαν. οὐ γὰρ ἦν αὐτὸς ὁ ποιήσας.
ἐρρῶσθαι ἀντὶ τοῦ οἰμώζειν· τῶν διφορουμένων γὰρ ἡ λέξις, καὶ ἐπὶ κακοῦ λέγεται.
στείχουσαν ὁμοῦ τὸ δὲ «στείχουσαν ὁμοῦ» ἀντὶ τοῦ ἐγγύς.
καὶ τοὺς βουλομένους εἰπεῖν ἑαυτὸν δηλοῖ ἀνεπαχθῶς.
ταύτης ἔπι τελοῦσα τινὲς ἐνόμισαν μίαν λέξιν εἶναι. οὐκ ἔστι δέ, ἀλλὰ τὸ «ἔπι» συναπτέον πρὸς τὸ «ταύτης» καὶ τὸ «τελοῦσα» καθʼ ἑαυτό, ἵνα ᾖ «ἐπὶ ταύτης τελοῦσα». ἤδη δὲ ἔγνωμεν ὅτι ἐπῳδὸς ἦν ἡ μήτηρ αὐτοῦ κατὰ τὸν τοῦ Δημοσθένους λόγον καὶ καθαίρουσα τοὺς μέλλοντας μυεῖσθαι.
ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω μέμνηται τῶν προγόνων Αἰσχίνου· ὅσῳ γὰρ ἂν ἐκ φαύλων καὶ ταπεινῶν ἐπιδείξῃ γενόμενον, τοσούτῳ μᾶλλον ἀφαιρεθήσεται καὶ τὴν τῆς ὑπολήψεως αἰδῶ καὶ ἄχρι τῆς ἀσελγείας. δύο δὲ μέρη τῶν ἐπιλόγων εἰργάσατο, ἓν μὲν τὸ κατὰ τὸ γένος, ἕτερον δὲ τὸ κατὰ τοὺς λόγους οἷς Αἰσχίνης ἐχρήσατο κατὰ Τιμάρχου. ἐντεῦθεν τρίτον ἐστὶ μέρος λοιπὸν ὃ πρὸς τοὺς ἀκούοντάς ἐστιν, ἐκφοβοῦντος ἤδη καὶ ταράττοντος ἐφʼ οἷς ἅπασαι αἱ πόλεις μετὰ προδοτῶν εἰσι, φόβον ἐργάσασθαι τοῖς ἀκούουσι βουλόμενος ὡς οὐ μικρᾶς φροντίδος δεῖ τοῖς παροῦσι διὰ τὰς ὑπερβαλλούσας δωροδοκίας· ἐν ᾧ μέρει καὶ τὰ κατὰ τὸν Ζελείτην ἐξήτασε καὶ ὅσα οἱ πατέρες κατὰ τῶν προδοτῶν πολλάκις ἐψηφίσαντο. προστίθησι δὲ καὶ ὅσα ἐπὶ τῆς παρούσης ἡλικίας ἐψήφισται κατὰ προδοτῶν· ἐν ᾧ πάλιν μέρει ὁ Τιμαγόρας καὶ ὁ Λέων καὶ οἱ πρεσβεύσαντες πρὸς τὸν βασιλέα τῶν Περσῶν τῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου γενομένης ἐξεταζόμενοι φαίνονται.
ἥρω οὕτως ἐκαλεῖτο ἥρως ἰατρός τις παρὰ τοῖς Ἀθηναίοις. ἐκλήθη δὲ ἥρως διὰ τὸ μέγεθος τοῦ σώματος, τὸ δὲ κύριον ὄνομα αὐτοῦ Ἀριστόμαχος.
ἐν τῇ θόλῳ ἡ θόλος τόπος ἐστὶν ἔνθα ἐσιτοδοτοῦντο ἀπὸ τοῦ δημοσίου γραμματεῖς οἱ χειροτονηθέντες ἐκ τῆς πόλεως. ἐκλήθη δὲ θόλος διὰ τὸ θολοειδὲς καὶ στρογγύλον εἶναι τὸ σχῆμα.
ἐν ... θόλῳ ὁ τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις.
κατέδυσε ἐνέμεινε τῇ τροπῇ τοῦ πλοίου.
εἶτʼ οὐ σὺ σοφιστής; καὶ πονηρός γε προστίθησιν ἀπὸ τῆς οἰκείας κρίσεως ἐπʼ ἀμφοτέρων τὴν ῥοπὴν τοῦ κακοῦ, ἵνα τῆς γνώμης ᾖ καὶ μὴ τῆς τύχης τὸ κατηγόρημα.
φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ἐλεγεῖα. Ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου ἱμερτῆς χαλεπὸν αἶσχος ἀπωσάμενοι.
ἀμφισβητούντων δὲ Μεγαρέων καὶ Ἀθηναίων περὶ Σαλαμῖνος ὁ Σόλων ἐκ τῶν Ὁμηρικῶν ἐπῶν τὴν ἀπόδειξιν ἐποιήσατο, στίχον παρενθεὶς πεπλασμένον, Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας καὶ προσέθηκε τόνδε τὸν στίχον, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. τοῦτον πλάσας τὸν στίχον ἐνίκησεν ἐν τῇ δίκῃ τοὺς Μεγαρέας· ἔδειξε γὰρ ὅτι Ἀθηναίων ἦν ἡ Σαλαμὶς ἐκ παλαιοῦ.
καὶ πιλίδιον λαβὼν ἐπὶ τὴν κεφαλὴν οἱ μέν φασιν ὅτι ἐν ταῖς πομπαῖς ἐλοιδοροῦντο ἀλλήλοις προσωπεῖα φοροῦντες, ὑποκάτω δὲ τὰ πιλίδια ἐφόρουν, ὥστε μὴ βλάπτεσθαι καὶ τρίβεσθαι τὴν κεφαλήν, ἢ ὅτι τὸν Οἰνόμαον ὑποκρινόμενος καὶ καταπεσὼν ἐπλήγη καὶ ἐτραυματίσθη καὶ ἐδέδετο τὴν κεφαλήν. «οὐ φεύξῃ οὖν τὸ μὴ δοῦναι δίκην, κἂν πιλίδιον φορῇς.»
ὑπακούσαντά τινα τὸν Τίμαρχον λέγει.
καὶ τοιαῦτα ὑποκοριζόμενοι ὑποκορίζεσθαί ἐστι κυρίως τὸ τοῖς παισὶ πρὸς ψυχαγωγίαν καὶ ἀπάτην λέγειν τινὰ ὀνόματα, οἷον ὡς Διόνυσός ἐστιν, ὡς βασιλεὺς καὶ τὰ τοιαῦτα· καταχρηστικῶς δὲ τὸ εὐφήμοις ὀνόμασι κλέπτειν τὴν ἀτοπίαν.
τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμα κοινὸν γὰρ ἀξίωμα ἡ ἐλευθερία τῶν Ἑλλήνων.
τὴν ... ἀξίωμα οὐ τῆς Ἑλλάδος φησὶ τὴν ἡγεμονίαν — οὐ γὰρ εἶχον ταύτην οἱ Θετταλοί —, ἀλλʼ ἢ τῆς Ἀμφικτυονίας ἢ τῶν οἰκείων πόλεων τὴν ἀρχήν. ἔοικε δὲ τὸ ἀξίωμα λέγειν ἢ τῆς αὐτῶν ἀρχῆς ἢ τῆς διοικήσεως τῆς Πυλαίας ἢ ἁπλῶς τῆς ἐλευθερίας.
τὰς ἐν Ἤλιδι σφαγὰς ἐστασίαζον πρὸς ἀλλήλους οἱ μὲν τὰ Φιλίππου φρονοῦντες, οἱ δὲ τἀναντία βουλόμενοι, εἶτα ἀπέσφαξαν ἀλλήλους τῶν φιλιππιζόντων ἐπικρατησάντων.
καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε ἀνέῳξε, φησί, τὰς Πύλας ὁ Φιλοκράτης τῇ νόσῳ Αἰσχίνου αὐτὸν καὶ μὴ βουλόμενον εἰσενήνοχεν· οὐ γὰρ ἀφʼ ἑαυτοῦ εἰσῆλθεν, ἀλλʼ οὐ βουλόμενον εἰσήγαγε.
καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν ὄνομα ἴδιον τῶν ἀρχόντων. εἰσὶ δὲ οὗτοι Τελευτίας, Ἀγησιλάου ἀδελφός, μετʼ αὐτὸν Ἀγησίπολις, τρίτος Πολυβιάδης· πρὸς οὓς τὰς διαλύσεις οἱ Ὀλύνθιοι ἐπεποίηντο.
ἀλλʼ ἀπέβλεπον ὥσπερ ἐκθειάζοντες αὐτούς.
ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ὡς ἀπὸ τῶν περιστατικῶν ἡ αὔξησις γέγονεν.
ὧν εἷς ἦν Ἐπικράτης πολλῶν ὄντων τῶν κεκολασμένων τοῦ Ἐπικράτους ἐμνημόνευσεν, ἵνα φανῶσι μηδὲ τῶν εὐεργετῶν φειδόμενοι.
καὶ ἠλέγχθησάν τινες τοῦτο πάλιν ἐκ τοῦ προτέρου ψηφίσματος εἴληπται· ἀλλʼ οἱ μὲν ἐπὶ τῆς βουλῆς μόνης ἐψεύσαντο, οὗτοι δὲ καὶ ἐπὶ τοῦ δήμου.
οὗτοι δέ γε ὡς παρʼ Αἰσχίνου τοῦτο λαμβάνει.
«οὐδʼ ἐπιστέλλοντες» φησὶ «τἀληθῆ» ἀπὸ κοινοῦ τὸ «ἠλέγχθησαν».
ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρα ἐπιχειρεῖ ἀπὸ τοῦ ἐναντίου φάσκων ἄτοπον εἶναι τοὺς μὲν εὐεργέτας καὶ τῶν εὐεργετῶν τοὺς παῖδας ἐκπεπτωκέναι διʼ ἁμαρτήματα μικρὰ καὶ φαῦλα, τὸν Ἀτρομήτου δὲ μὴ ἐκπεσεῖν· ἐν ᾧ καὶ τὸν ἔλεον ἐκβάλλει.
καὶ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν Πρόξενον λέγει τὸν στρατηγόν· ἐκεῖθεν γὰρ ἦν.
παιδία ὁμώνυμα εἰκὸς γὰρ ἦν τὸν Πρόξενον τῷ Ἁρμοδίου ὀνόματι χρῆσθαι ἐπί τινος υἱοῦ.
ἐφʼ οἷς ἑτέρα τέθνηκεν ἱέρεια ἐφʼ οἷς φαρμάκοις καὶ ἄλλη ἱέρεια τέθνηκεν. λέγει δὲ τὴν Νῖνον λεγομένην. κατηγόρησε δὲ ταύτης Μενεκλῆς ὡς φίλτρα ποιούσης τοῖς νέοις.
ἐφʼ ... ἱέρεια ἐξ ἀρχῆς γέλωτα εἶναι καὶ ὕβριν κατὰ τῶν ὄντως μυστηρίων τὰ τελούμενα ταῦτα νομίζοντες τὴν ἱέρειαν ἀπέκτειναν· μετὰ τοῦτο τοῦ θεοῦ χρήσαντος ἐᾶσαι γενέσθαι τὴν Αἰσχίνου μητέρα μυεῖν ἐπέτρεψαν.
ὅτι τοῦτον εἶδεν ἀδικοῦντα ἐπειδὴ διὰ σωφροσύνην ἔδοξε τοῦ Τιμάρχου κατηγορῆσαι, ὑποβάλλει ἄλλην αἰτίαν καὶ ἀναιρεῖ τὴν καλήν.
εἰ γὰρ παρὰ τῶν εἰς αὐτοὺς ἐξαμαρτανόντων πορνεύοντες ἑαυτούς. ἅπτεται δὲ τῆς ὑπολήψεως καθαιρῶν αὐτήν.
νὴ Δίʼ. οἱ νέοι γὰρ ἡμῖν διʼ ἐκεῖνον ἀνθυποφορὰ ἐπιλογικὴ ἐκ τῆς Αἰσχίνου ποιότητος ἀπὸ τῆς ἐργασίας ἀνακύψασα.
νὴ ... ἐκεῖνον ἀνθυποφορὰν ἔθηκεν ἐπιλογικὴν ἐκ τῆς Αἰσχίνου ποιότητος, ἀπὸ τῆς ἐργασίας ἀνακύψασαν· «ἀλλὰ χρήσιμός ἐστι τῇ πόλει σωφρονίζων διὰ τοῦ βίου τοὺς παῖδας». ἔστι δʼ ὅτε ἐξεπίτηδες αὐτὸς ἑαυτῷ κινεῖ τὰς τοιαύτας ἐναντιώσεις ἵνα πλείονας ἐπιχειρημάτων εὐπορίας εὑρίσκῃ. ἐπαινεῖ μὲν οὖν τὴν ἀγωγὴν τῶν παίδων διὰ τῆς λύσεως, διαβάλλει δὲ τὸν Αἰσχίνην ὅτι ἀδοξίαν ἰσχυρὰν περιῆψε τῇ πόλει. καὶ τίνος ἕνεκα κατηγόρησε Τιμάρχου, συνίστησιν ὅτι «εὔνους» φησὶν «ἦν ὑμῖν καὶ πολέμιος τῷ Φιλίππῳ». τὴν δὲ βούλησιν Αἰσχίνου διʼ ἣν κατηγόρησε Τιμάρχου, διαπορήσεως σχήματι μᾶλλον ἔπλεξεν εἰπών «οὐκ οἶδα ὅπως ἔχομεν». ὁ γὰρ ἀκροατὴς παρʼ ἑαυτῷ βασανίζων τὸν λόγον μείζονα κατʼ αὐτοῦ λαμβάνει τὴν ὑπόνοιαν ὧν ὁ ῥήτωρ ἐπέπληξεν ἢ φανερῶς ὠνείδισε.
πόσον γὰρ ἐδημηγόρει χρόνον Τίμαρχος ὅτε καὶ νέος ἦν, καὶ χώραν εἶχεν ἡ γραφὴ πλέον. «ἦν» δὲ «ἐν τῇ πόλει» εἶπεν, ἵνα μὴ λέγῃ ὅτι ἀπόντος ἐλάνθανεν.
ἀπόλωλε καὶ ὕβρισται τὸ δεύτερον προστεθὲν τὸ μάτην καὶ ἀδίκως ἀπολωλέναι δηλοῖ.
κηδεσταῖν κηδεστὰς ἐνταῦθα καλεῖ τοὺς ἀδελφοὺς τῆς γυναικὸς αὐτοῦ.
ὃς ἑαυτὸν ἐμίσθωσεν εἰς Αἴγυπτον Χαβρίᾳ Αἰγύπτιόν τινά φασιν οὕτω καλεῖσθαι. ἐμίσθωσε δὲ ἐπʼ αἰσχρότητι.
καὶ τοῦ καταράτου Κυρηβίωνος τὸ μὲν ὄνομα Ἐπικράτης, τὸ δὲ Κυρηβίωνος Ἀττικῶς. λέγει δὲ τὸ κάθαρμα καὶ εὐτελές. κυρήβια γὰρ τὰ ἀποκαθάρματα τοῦ σίτου λέγουσι.
ἐν ταῖς πομπαῖς ἄνευ τοῦ προσώπου τὸ ἀναίσχυντον αὐτοῦ βουλόμενος δεῖξαι τοῦτο εἶπεν. οἱ γὰρ ἐν ταῖς ἑορταῖς τότε βουλόμενοι σκώπτειν τινὰς ἐφόρουν προσωπεῖα, ἵνα μὴ αἰσχύνωνται. ἰστέον ὅτι οἱ νεώτεροι λέγουσιν αὐτὸ «προσωπεῖον», ἐν δὲ τοῖς ἀρχαιοτέροις βιβλίοις εὑρίσκεται τὸ «πρόσωπον».
σημείωσαι, «ἄνευ τοῦ προσωπείου κωμάζει».
ἀλλὰ δῆτα ἄνω ποταμῶν ἐναλλὰξ καὶ ἀτάκτως ἡ παροιμία ἔχει· οἷον Αἰσχίνης κατηγορεῖ πορνείας ὅλην τὴν ἑστίαν πορνῶν ἔχων μεστήν.
ἀλλὰ ... ποταμῶν ἡ παροιμία λέγεται ἐπὶ τῶν ἐναντίων. φησὶν οὖν ὅτι ἐναντία ταῦτα ἐγίνετο· πορνείας κατηγορεῖ ὁ Αἰσχίνης πᾶσαν αὐτὸς τὴν ἑστίαν ἔχων πορνῶν.
ἐρρύησαν τὸ «ἐρρύησαν» περὶ ποταμοῦ λέγων ἐνέμεινε τῇ τροπῇ.
τοῦτʼ ἐπετήρουν ὥσπερ τι θεῖον ἐπετήρουν διὰ τὸ μὴ ἀπολέσαι τὸ κέρδος.
νῦν δὲ δὴ περιερχόμεθʼ ἡμεῖς ὡς τῆς ἐσχάτης συμφορᾶς ἀποδημεῖ τις τὰς Ἀθήνας ἐῶν, ἵνα συμβουλῆς ἀκούσῃ τινὸς ὁ τοῖς ἄλλοις ἀεὶ γενόμενος σύμβουλος.
ζῇ ἢ τέθνηκεν σημείωσαι, λέξις ἐκ παρονομασίας, τρίτου εἴδους τῆς κατὰ λέξιν δριμύτητος.
ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ μὲν ἀπολόμενον ἔστι καὶ εὑρεθῆναι, τὸ δὲ τεθνηκὸς οὐκέτι ἔσται.
καὶ συνεροῦσί τινες τούτοις ἐπʼ ἄλλον συνήγορον μετέβη τὸν Εὔβουλον, ὃν εἰς ὑποψίαν κατέστησε φιλιππισμοῦ καὶ κοινωνίας τῆς πρὸς τὸν Αἰσχίνην.
καὶ ... τούτοις μετέβη ἐπʼ ἄλλον συνήγορον, οὐ φαῦλόν τινα καὶ ἀδόκιμον οὐδὲ τῶν κατὰ τὴν πόλιν ἀριθμουμένων ἐν πολλοῖς, ἀλλʼ ἀποφερόμενον τὰ πρῶτα καὶ δοκοῦντα ὑπὲρ τοὺς πολλοὺς εἶναι, Εὔβουλον τὸν διὰ χειρὸς ἔχοντα τὴν πολιτείαν. τοῦτον γὰρ δέδοικε καὶ τὴν παρὰ τούτου ῥοπὴν καὶ προσθήκην· λέγουσι γάρ τινες καὶ διʼ αὐτοῦ τὸν Αἰσχίνην σωθῆναι. εἰς ὑποψίαν οὖν κατέστησεν Εὔβουλον φιλιππισμοῦ καὶ κοινωνίας τῆς πρὸς τὸν Αἰσχίνην. καὶ ὅσῳ γε μάλιστα κατὰ τὴν πόλιν ἰσχύειν δοκεῖ, τοσούτῳ μᾶλλον ἐκφοβεῖ τὸν δῆμον, τῇ περιουσίᾳ τῆς δυναστείας εἰς περιουσίαν κακοποιίας δεικνὺς αὐτὸν ἐπιχρώμενον. ἐπειδὴ δὲ τῶν ἐπισημοτάτων καὶ δυναστευόντων ἦν κατὰ τὴν πόλιν ὁ Εὔβουλος, πλείστης ἐδεήθη τῆς ἀντιρρήσεως καὶ τῶν πρὸς αὐτὸν ἀγώνων. ἀντέθηκεν οὖν καὶ χρησμοὺς θεῶν καὶ μαντείας, δεικνὺς ἐκ λογισμῶν διὰ πάντων μηδὲν τοῖς τοιούτοις καθʼ ἑαυτῶν ἐνδιδόναι, ἔτι δὲ καὶ ἀπὸ τῶν πολιτευμάτων αὐτῶν ἐπεχείρησε διαβάλλειν τὸν Εὔβουλον.
φοβεῖ κατὰ κοινοῦ τὸ «φοβεῖ με». εἰς Εὔβουλον δὲ ἀποτείνεται, ὡς ἐπάγει.
Ἡγησίλεῳ μὲν κρινομένῳ οὗτος εἰς Εὔβοιαν ἐπεστρατήγησεν ὅτε τῷ Πλουτάρχῳ τὴν βοήθειαν ἔπεμψαν Ἀθηναῖοι, ὡς εἶπεν ἐν Φιλιππικοῖς. ἐκρίθη δὲ ὡς συνεξαπατήσας τῷ Πλουτάρχῳ τὸν δῆμον. βούλεται οὖν δεῖξαι ὅτι οὐ φιλανθρωπίας ἕνεκα συναγωνίζεται τῷ Αἰσχίνῃ, ἀλλὰ διὰ τὸ φιλιππίζειν, ὅπου γε τοῦ οἰκείου τοῦ Ἡγησίλεω οὐκ ἐφρόντισε.
τῷ Νικηράτου θείῳ ἄλλο παράδειγμα δεικνῦον ὡς οὐ διʼ ἔλεον συμβάλλεται ὁ καὶ τοῦ θείου καταφρονήσας τότε.
καλούμενος ἵνα μὴ εἴπῃ «οὐ γὰρ ἐδέετό μου»· ὅτι καὶ ἐβόα καλῶν, ἀλλʼ ἀνόνητος ἦν ἡ βοή.
συγκατηγόρει μετʼ ἐκείνου σου οὗτος οὖν ὁ τοῖς συγγενέσι μὴ βοηθήσας, τῷ δὲ κατηγόρῳ συμπράττων, δόξειεν ἂν διὰ τὸν Φίλιππον πεποιῆσθαι τὴν βοήθειαν.
δεδειξάμενος ἀντὶ τοῦ «εἰς δέος καταστήσας», ὡς ἀπὸ θέματος τοῦ «δεδείξω».
τί γὰρ δή ποτε Μοιροκλέα μὲν ἐν τοῖς ἄνω παραδείγμασιν ὅτι οὐ φιλάνθρωπος ἔδειξε — πῶς γὰρ ὁ τοῖς ἐπιτηδείοις μὴ βοηθῶν; —, νῦν δὲ ὅτι καὶ τοὺς ὀλίγα ἡμαρτηκότας φαίνεται κρίνων, ἵνα μή τις λέγῃ «ἀήθης γάρ ἐστι τοῦ κατηγορεῖν καὶ διὰ τοῦτο φείδεται τοῦ Αἰσχίνου».
ξένοι καὶ φίλοι προσαγορεύεσθαι τοῦτο εἴρηκεν, ἐπειδήπερ ἄχρι ὀνόματος οἶδε τὴν φιλίαν οὖσαν τὴν παρὰ τῶν ἐχθρῶν.
ἐν τοῖς τριακοσίοις σύστημα ἦν τὸ τῶν τριακοσίων οἱ τὰ κοινὰ διοικοῦντες, ὥσπερ ἐν Ἀρκάσιν οἱ μύριοι.
καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ ἵνα μὴ δόξῃ ὁ Εὔβουλος ὡς εὐεργέτης καὶ πλούσιος μὴ λέγεσθαι εἶναι προδότης, εἰκάζει αὐτῷ τὸν Πτοιόδωρον. ὅρα τὸν Πτοιόδωρον, φησί, καὶ φυλάττου τὸν Εὔβουλον.
σῳζέσθω εἰς τὸν Εὔβουλον πάλιν αἰνίττεται. μὴ πρὸς χάριν, φησί, τοῦ Εὐβούλου σῳζέσθω ὁ Αἰσχίνης μηδʼ ἀπολλύσθω.
ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί πάνυ θαυμασίως ἐπεχείρησεν, οὐ πάντῃ τοὺς ἰσχυροὺς ἀτιμάζων καὶ ἐκβάλλων — ὠφελεῖ γὰρ καὶ τοῦτο τὰς πόλεις —, ἀλλὰ ἀπὸ τοῦ τόπου καὶ τοῦ τρόπου διαβάλλων.
Καλλίστρατος ὁ Καλλίστρατος τῶν πάνυ δεινῶν ἦν ῥητόρων, ὃς καὶ ἐφυγαδεύθη διὰ τὴν δεινότητα· οὗ καὶ ἀκούσας ὁ ῥήτωρ ἐπεθύμησε καὶ μετελθεῖν τὴν τέχνην.
Ἀριστοφῶν πολλάκις καὶ περὶ Ἀριστοφῶντος εἴπομεν ὅτι οὗτός ἐστιν ὁ τὰς ἑβδομήκοντα γραφὰς διαφυγών.
τὰς μαντείας ἰστέον ὅτι ἡ μὲν Πυθία ἔφησεν ἀμφιβόλως ὡς δεῖ φυλάττεσθαι τοὺς ἡγεμόνας, ὅπερ δυνατὸν ἁρμόσαι καὶ κατὰ τῶν δημαγωγῶν καὶ κατὰ τῶν καὶ κατὰ τῶν ῥητόρων.
οὗτοι γὰρ ἡγοῦνται πολύπτωτον.
ὅπως ἂν μὴ χαίρωσιν οἱ ἐχθροὶ ὁρᾷς ὅτι οἱ μὲν ἔξωθεν οἱ δὲ ἔνδοθεν ἐπιβουλεύουσιν.
ἔξωθεν οἱ ἐπιβουλεύοντες τοῦτο δοκεῖ μὲν εἶναι καθʼ ἑαυτό· ἔχεται δὲ τῶν ἄνω, ἔνθα φησὶ συνέχειν δεῖν τὴν πόλιν, ὅπως ἐν μιᾷ γένηται γνώμῃ.
τῷ παρὰ τῶν πωλούντων σημείωσαι, ἐπαναφορά.
προεστηκότας τινὲς λέγουσι περὶ τοῦ Αἰσχίνου. βέλτιον δὲ λαβεῖν αὐτὸ περὶ Εὐβούλου.
ταῦτα τοίνυν ἐφʼ ὑμῖν ἐστι φρονίμως πάνυ μετὰ τὴν αὔξησιν τῆς τῶν προδοτῶν κακίας καὶ τῆς δυναστείας μείζονα καὶ ἰσχυρότερα δείκνυσι τὰ δικαστήρια, ἵνα μὴ φοβῶνται αὐτούς, ἀλλὰ κολάζωσιν.
ὃς γὰρ ἑαυτὸν τάξας ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων ἐν τῇ καταστάσει πάντων, μηδὲν παραλείπων, ὡς εὐσύνοπτον γενέσθαι τὴν ὑπόθεσιν. εἰ δέ τι καὶ παραβέβληται τοιοῦτον ἐκβολῆς ἐλέου ἕνεκα, ὥσπερ τὰ κατὰ Ἀτρεστίδαν καὶ τὰ γύναια καὶ τὰ παιδάρια ἢ ἄλλο τι τῶν αὐξήσεως ἐχομένων, οὐδὲν θαυμαστόν· σύνηθες γὰρ τῷ ῥήτορι κατὰ τοὺς καιροὺς τοὺς ἐμπίπτοντας χρῆσθαι τοῖς τοιούτοις τόποις.
ὃς ... τάξας ἀνακεφαλαίωσις τῶν προειρημένων ἁπάντων, ὡς εἶναι καὶ τοῦτο ἄλλο μέρος τῶν ἐπιλόγων· ἀναλαμβάνει γὰρ ἅπαντα τὰ κεφαλαιωδῶς εἰρημένα κατὰ τὴν ὑπόθεσιν, μηδὲν παραλιπών, ὡς εὐσύνοπτον γενέσθαι τὴν ὑπόθεσιν πάλιν τοῖς δικάζουσι διὰ βραχέων. ἐπειδὴ γὰρ πολλὰ τὰ εἰρημένα καὶ πολυμερὴς ὁ λόγος καὶ πλοκὴν ἔχει ποικίλην, πολλὰ δὲ τὰ ἐμβεβλημένα, πολλαὶ δὲ καὶ αἱ αὐξήσεις, ἐξ ὧν ἡ ἐν τοῖς πράγμασι πολλάκις συμβαίνει ἀσάφεια, διὰ τοῦτο κατηναγκάσθη πάλιν διὰ βραχέων αὐτῶν τῶν ἀναγκαιοτάτων ἐπιμνησθῆναι. ἄρχεται δὲ οὕτως· «ὁ γὰρ ἑαυτὸν τάξας»· τοῦτο γὰρ ὅμοιόν ἐστιν ἐκείνῃ τῇ ἐπιβολῇ τῆς καταστάσεως· «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον.»
ἀνακεφαλαίωσιν ποιεῖται τῶν προειρημένων ἐν τῇ καταστάσει πάντων.
συσκευάζεσθαι ἀντὶ τοῦ ἐπιβουλεύεσθαι.
τίς ὁ τοὺς μακροὺς καὶ καλοὺς λόγους δημηγορῶν ἀποσκώψας αὐτὸν καὶ εἰς μῆκος λόγων, ἐνεφαίνισε δὲ «καὶ τὸ Μιλτιάδου καὶ τὸ Θεμιστοκλέους ψήφισμα ἀναγνοὺς» ὅτι μισοφίλιππος ἦν Αἰσχίνης τὸ πρότερον. εἰ γὰρ ἠξίου τὴν πόλιν μιμεῖσθαι τὸν Μιλτιάδου δρόμον καὶ τὰ Θεμιστοκλέους στρατηγήματα καὶ τῶν ψηφισμάτων τὴν τάξιν ὧν ἔγραφον ἐκεῖνοι προτρεπόμενοι τὴν πόλιν ἐπὶ τοὺς βαρβάρους, εὔδηλος ἦν τοῦτον διακείμενος τὸν τρόπον. ἐπαινεῖ δὲ οὐχ ἵνα μαρτυρήσῃ τὴν ἀρετήν, ἀλλʼ ἵνα διὰ τῆς μαρτυρίας ταύτης φανερώτερον ἕλῃ αὐτόν. τὸν γὰρ ἐναντία τούτων πολιτευόμενον τίς οὐκ ἂν μισήσειεν ὡς δωροδόκον; ἀλλὰ καὶ τὸν ὅρκον τῶν ἐφήβων ἐν τῷ τῆς Ἀγραύλου Αἰσχίνην ἀναγινώσκειν φησὶν ἧς Πάνδαρος καὶ Ἕρση ἀδελφαί. ἱέρεια δὲ γέγονεν ἡ Ἄγραυλος Ἀθηνᾶς, ὥς φησι Φιλόχορος, καὶ ἔδει μέλλοντας τοὺς ἐφήβους λαμβάνειν τὰ ὅπλα ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ ἀναλαμβάνειν καὶ ὀμνύειν, ἦ μὴν συναγωνίζεσθαι προθύμως ὑπὲρ ἄλλων.
καὶ τὸ Μιλτιάδου καὶ Θεμιστοκλέους ἐπιόντων τῶν Μήδων ἐξ ἀρχῆς μὲν ὁ Μιλτιάδης δραμεῖν εὐθὺς ἐπὶ τὸν Μαραθῶνα ἐψηφίσατο καὶ μὴ ἀναμένειν ἕως συλλεγῶσιν οἱ συμμαχήσοντες. διὸ καὶ νενίκηκε μόνος. ὁ δὲ Θεμιστοκλῆς κατὰ γῆν ἄπορα βλέπων τὰ πράγματα συνεβούλευσε μὲν ἀφεῖναι τὴν πόλιν, εἰς Σαλαμῖνα δὲ μετοικισθῆναι. ὁ γοῦν Αἰσχίνης παροξύνων κατὰ τοῦ Μακεδόνος αὐτοὺς ἐκεῖνα προὔφερε.
οἱ δύο ἔγραψαν, ἀλλʼ ἑκάτερος αὐτῶν προτρεπόμενος τοὺς Ἀθηναίους πρὸς ἀρετὴν καὶ ἐλευθερίαν. ὁ μὲν γὰρ Μιλτιάδης, ὅτε ἐπῆλθον οἱ Πέρσαι, ἔγραψεν ὥστε εὐθὺς ἀπαντῆσαι τοῖς πολεμίοις, Θεμιστοκλῆς δὲ καταλιπεῖν ἐρήμην τὴν πόλιν καὶ εἰς τὰς τριήρεις μεταβιβασθῆναι, ὅτε τὰ ἐν Σαλαμῖνι καὶ ἐπʼ Ἀρτεμισίῳ.
καὶ τὸν ἐν τῷ τῆς Ἀγραύλου ἔστι μὲν μία τῶν Κέκροπος θυγατέρων ἡ Ἄγραυλος. ἐν δὲ τῷ τεμένει αὐτῆς οἱ ἐξιόντες εἰς τοὺς ἐφήβους ἐκ παίδων μετὰ πανοπλιῶν ὤμνυον ὑπερμαχεῖν ἄχρι θανάτου τῆς θρεψαμένης.
Ἄγραυλος καὶ Ἕρση καὶ Πάνδροσος θυγατέρες Κέκροπος, ὥς φησιν ὁ Φιλόχορος. λέγουσι δὲ ὅτι πολέμου συμβάντος παρʼ Ἀθηναίοις, ὅτε ὁ Εὔμολπος ἐστράτευσε κατὰ Ἐρεχθέως, καὶ μηκυνομένου τούτου ἔχρησεν ὁ Ἀπόλλων ἀπαλλαγήσεσθαι, ἐάν τις ἀνέλῃ ἑαυτὸν ὑπὲρ τῆς πόλεως. ἡ τοίνυν Ἄγραυλος ἑκοῦσα αὑτὴν ἐξέδωκεν εἰς θάνατον· ἔρριψε γὰρ ἑαυτὴν ἐκ τοῦ τείχους. εἶτα ἀπαλλαγέντος τοῦ πολέμου ἱερὸν ὑπὲρ τούτου ἐστήσαντο αὐτῇ παρὰ τὰ προπύλαια τῆς πόλεως· καὶ ἐκεῖσε ὤμνυον οἱ ἔφηβοι μέλλοντες ἐξιέναι εἰς πόλεμον.
τὴν ἐρυθρὰν θάλατταν ὡσανεὶ ἔλεγε «πανταχοῦ τῆς οἰκουμένης».
οὐχ ὁ μὲν γράφων τὸ ψήφισμα ἐμερίζοντο, φησί, τὴν κατὰ Φιλίππου προσβολὴν Αἰσχίνης καὶ Εὔβουλος, ὁ μὲν ψηφίσματα γράφων, ὁ δὲ πρεσβεύων εἰς Πελοπόννησον, ἵνα τῇ κοινωνίᾳ καὶ αὐτὸς μεταβεβλημένος εὑρίσκηται.
καὶ ἐγείρεται ἡ τῶν Ἀθηναίων πόλις ἡ πολλὰ καθεύδουσα.
συντυχεῖν γὰρ ἀπιὼν Ἀτρεστίδᾳ χρησιμωτάτη γέγονεν αὐτῷ ἡ μνήμη τῶν κατὰ Ἀτρεστίδαν οὐ μόνον διὰ τὴν τοῦ ἐλέου ἐκβολήν, ἀλλʼ ἵνα καὶ φαίνηται διὰ τούτου Αἰσχίνης συνομολογῶν τάς τε δωροδοκίας καὶ τὰς Φιλίππου δόσεις καὶ ὅτι οἷός τέ ἐστι καὶ εἷς διαφθορεὺς καὶ ὅλας ὁμοῦ προδοῦναι πόλεις, ἵνα φαίνηται Αἰσχίνης διὰ τῶν οἰκείων ἁλισκόμενος λόγων. τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις ἀκόλουθα. εἰ γὰρ Ἀτρεστίδας ἦγεν αἰχμάλωτα καὶ διʼ Ἀτρεστίδαν ὠδύρετο τὴν Ἑλλάδα, ὠδύρετο ἄν τις καὶ διὰ τὸν Αἰσχίνην Φωκέας· οὐχ ἥττονες γὰρ Ἀτρεστίδου τὴν δωροδοκίαν Αἰσχίνης καὶ Φιλοκράτης.
οὗτος Ἀτρεστίδας προδότης ἦν Ἀρκάς.
γύναια καὶ παιδάρια ὡς τριάκοντα βαδίζειν ὡς στοχαζόμενος εἶπεν ἀορίστως τὸν ἀριθμόν, ἵνα ὑπολάβωσι καὶ γυναῖκας τριάκοντα καὶ παιδάρια τριάκοντα.
τίς ἄνθρωπός ἐστι καὶ τίς ὄχλος ἆρα μὴ τύραννος; ἆρα μὴ στρατηγὸς τοῦ Φιλίππου λόχον καθίζει τινά;
ἀκούειν γὰρ ἔφη τῶν φίλων δίδωσιν αὐτῷ τότε καὶ φίλους ὅτε καὶ αὐτὸς ἦν εὔνους. «ἐπιστροφὴν» δὲ ἢ τιμωρίαν κατὰ τῶν προδοτῶν ἢ μεταβολὴν τοῦ τρόπου ἀπὸ ῥαθυμίας εἰς σπουδήν.
μήτε τρόπαια λέγειν ὅρα πῶς οὐκ εἶπε μάχας ἢ κινδύνους, ἀλλὰ τρόπαια, τὸ ἡδὺ καὶ σεμνὸν καὶ ἔνδοξον αἰδεῖσθαι οὐκ ἐῶν.
μήτε βοηθεῖν οὐδενί τὸ καθόλου καὶ τὸ ἄτοπον, μηδʼ ἂν οἰκεῖος ᾖ μηδʼ ἂν παῖς ἐμὸς μηδʼ ἂν εὖ πεποιηκὼς ἐμὲ πρότερον μηδʼ ἂν οἱ θεοὶ προστάττωσι καὶ Ἀθηνᾶ συγχωρῇ.
εἶναί τε τὸν Φίλιππον αὐτόν, Ἡράκλεις σημεῖον τοῦ θαύματος τὸ «Ἡράκλεις». «Ἑλληνικώτατον» δὲ καθαρώτατον, εἰλικρινέστατον· ὅπερ γὰρ οἱ βάρβαροι ἀρνοῦνται, τοῦτο δεδώρηται ὁ τρόπος αὐτῷ.
δεινότατον λέγειν καὶ τοῦτο γὰρ Ἑλληνικόν, τὸ δύνασθαι λέγειν, ὡς εἶναι καὶ τῷ τρόπῳ καὶ τῇ γλώττῃ τὸν Φίλιππον Ἕλληνα.
ἔστιν οὖν ὅπως ἂν ταῦτʼ ἐκεῖνα συναγωγὴ τῆς πίστεως. οὐκ ἠδύνατο, φησίν, ὁ ἐκεῖνα προειρηκὼς ταῦτα εἰπεῖν ὄντα ἐναντία, εἰ μὴ προδιέφθαρτο. ὅρα δὲ αὐτὸν καὶ τὸ ἦθος Αἰσχίνου μιμησάμενον ἐν οἷς ὑπέμνησεν Αἰσχίνου δημηγορίαν εἰπών.
ἤγαγε δεῦρʼ ἐφʼ ὕβρει βαρέως εἰς ὄψιν τῶν Ἀθηναίων αἱ γυναῖκες ὑβρίζονται.
ἀλλʼ ὑπὲρ αὑτοῦ κλαιήσει ἐντεῦθεν ἡ τοῦ ἐλέου ἐκβολή.
ἀλλʼ ... κλαιήσει ἵνα μὴ εἴπῃ ὅτι «οὐ πέφυκα δακρύειν καὶ διὰ τοῦτο οὐκ ἐδάκρυσα;» ἐπάγει ὅτι «ὑπὲρ αὑτοῦ μὲν κλαιήσει, ἐκείνους δὲ οὐκ ἠλέησε».
καὶ πτωχοὶ περιέρχονται ἐπλήρωσαν θρήνων τὴν οἰκουμένην πλανώμενοι. ἐπειδὴ δὲ ἔστι πλανᾶσθαι καθʼ ἱστορίαν ἢ ἐμπορίαν, ἵνα τὴν συμφορὰν ἐμφήνῃ τὸ «πτωχοὶ» προσέθηκεν.
καὶ προδότου πατρὸς προέταξε τοῦ χρηστοῦ ὀνόματος, λέγω τοῦ «πατρός», τὸ αἰσχρὸν τὸ τοῦ «προδότου».
ὡς ἐπέβη Μακεδονίας τὰς Ἀθήνας καταλιπών.
τίς γάρ ἐστιν Ἑλλήνων ἢ βαρβάρων τιμᾷ τὰς Ἀθήνας καὶ βάρβαρος καὶ δίδωσί μοι τὴν ψῆφον οὐχ ὡς Ἕλληνα φιλῶν, ἀλλʼ εἰ καὶ δυσμενὴς τῆς ἀληθείας ἡττώμενος. οὐκοῦν ἔστω καὶ τῶν φύσει πολεμίων Αἰσχίνης. πολεμιώτερος γάρ.
τίς ... βαρβάρων τρία ἐστὶ τὰ ποιοῦντα μὴ λέγεσθαι τῆς Ἀττικῆς τὰ ἀνδραγαθήματα· ἢ γὰρ ἀνόητος ὢν οὐκ οἶδεν ἢ ἀνήκοος ἔμεινεν ἔξω τῆς οἰκουμένης οἰκῶν ἢ ἐχθρὸς ὑπάρχει τῆς πόλεως καὶ μισῶν κρύπτειν πειρᾶται, δέον ἓν τῶν τριῶν ὑποστῆναι τὸν Αἰσχίνην μὴ συντιθέμενον τῇ δόξῃ τῆς πόλεως.
οἱ Μαραθῶνι καὶ Σαλαμῖνι τὸ «Μαραθῶνι» ὅπου μόνως ἐνίκησαν οἱ Ἀθηναῖοι.
εἶθʼ οὓς μηδὲ τῶν ἐχθρῶν τὰ κοινὰ τὰ ἐν Σαλαμῖνι ἴδια πεποίηκεν οὗτος, ἀποστερῶν τῶν ἐπαίνων δηλονότι. καλῶς δὲ τὸ «ἀποστερῶν», ἐπειδὴ καὶ κτῆμα αὐτῶν ἔφησε τὴν δόξαν εἶναι. τοιοῦτον γάρ ἐστι καὶ τὸ «στερηθείη» ἑξῆς· στερίσκεται γάρ τις ὧν ἔχει, ἀποστερεῖται δὲ τὰ ἀλλότρια. ἐνεβράδυνε δὲ τοῖς προγόνοις παροξύνων πλέον τοὺς δικαστὰς τοὺς αἰδουμένους αὐτούς.
οἱ δὲ ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινοι σημείωσαι, περὶ ἐγκωμίων τεθνεώτων.
καὶ χάριν ὑμῖν ἔχειν ᾔδει γὰρ ὅτι μείζονος ἢ καθʼ αὑτὸν ἔτυχεν· ὁ γὰρ τυχὼν τιμῆς ἧς ἄξιός ἐστιν οὐκ ἔχει χάριν τῷ δόντι, ἀλλʼ ὁ τὰ παρʼ ἀξίαν λαβών.
καὶ μέτριον παρεῖχεν ἑαυτόν οὐκ ὢν δηλονότι, ἀλλʼ ὑποκρινόμενος.
τὰς ὀφρῦς ἀνέσπακεν ἵνα μὴ αὐτομάτως ἐκ φύσεως γένηται, αὐτὸς ἀνασπᾷ, φησί, πρὸς τοὺς καιροὺς σχηματιζόμενος.
κἂν «ὁ γεγραμματευκὼς Αἰσχίνης» οὐχ «ὁ νῦν γραμματεύς», ἀλλʼ «ὁ ποτὲ γενόμενος» ἐὰν τολμήσῃ τις εἰπεῖν ὅλως· κατέχονται γὰρ πάντες τῷ δέει.
θοἰμάτιον τὸν τρίβωνα φησί.
τὴν θόλον ὁ τόπος, ἔνθα ἐδείπνουν οἱ πρυτάνεις.
βούλομαι τοίνυν ὑμῖν ἐπελθεῖν ἀνακεφαλαίωσις ἐκ τῶν τῆς δωροδοκίας κακῶν ὧν κατεπολιτεύσατο Φίλιππος.
οὐ γὰρ τοῖς ὅπλοις εἷλεν ὑμᾶς, ἀλλʼ ἐκ τῆς πολιτείας νενίκηκε. μόνον γὰρ οὐκ ἐδημηγόρει παρʼ ὑμῖν, τοῖς προδόταις λέγων ἃ βούλεται.
διαφορουμένης αὐτοῦ τῆς χώρας πορθουμένης, λεηλατουμένης· οἷον «ὁ τοὺς λῃστὰς μὴ φέρων τοὺς Φωκέας ἀνήρπασε».
τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐν λόγοις γὰρ μόνον ἦν, οὐκ ἐν ἔργοις ἡ φιλανθρωπία.
ἡμεῖς οἱ πρέσβεις χωρίζει νῦν τὸν Αἰσχίνην. χρηστὸν γὰρ ὄνομα ἡ πρεσβεία.
ἐμισθώσατο μὲν τοῦτον εὐθέως τὸ εὔκολον αὐτοῦ καὶ εὔωνον δείκνυσι τὸ «εὐθέως».
συνεξαιρήσειν καλῶς προσέθηκε τὸ «σύν», ἀντὶ τοῦ «σὺν αὐτοῖς πορθεῖν».
οὔτε Ἕλληνος οὔτε βαρβάρου οὐκοῦν καὶ νῦν ἠδύνατο καὶ μόνη ῥύσασθαι αὐτοὺς ἡ πολιτεία ἡ μηδὲ τότε παρʼ ἄλλων δεηθεῖσα συμμαχίας.
πῶς; οὕτως τὸ μὲν «πῶς» ὡς ἔτι ζητοῦντος, τὸ δὲ «οὕτως» ὡς λοιπὸν εὑρόντος Ἀθηναίων τινὰς καὶ τοῦ Φιλίππου ἀποροῦντος καὶ μονονοὺ δυσχεραίνοντος· «ἆρα παρʼ Ἀθηναίοις εὑρήσομεν ἄνδρα οὑτωσὶ μοχθηρότατον; ἆρα δυνατὸν ὀφθῆναί τινα παρʼ ἐκείνοις ῥᾳδίως ψευσόμενον; φοβοῦμαι τὴν τῆς Ἀττικῆς φύσιν. χρηστοὺς ἐπίσταται τρέφειν οἰκήτορας.»
ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτὸν τί θέλετε, φησίν, αὐτὸν ὁμολογήσειν τοῖς λόγοις ἃ κατορθώσει τοῖς ἔργοις;
μηδʼ ἐναντίον ἔλθῃ ψήφισμα ἤρκει μοι πρὸς τὴν νίκην τὸ ψήφισμα δίκην στρατιᾶς. ἐφοβεῖτο γὰρ τὸ δόγμα τῶν Ἀθηναίων ὁ Φίλιππος.
ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἐπόθουν, φησί, πόλεις Ἑλληνίδας ἰδεῖν οἰκιζομένας ἃς ἀνδραποδισθείσας ἀκήκοα.
καὶ περιαιρεθῆναι τὴν ὕβριν ἵνα μὴ κατὰ φθόνον δοκῇ λέγειν τὸ «περιαιρεθῆναι» ἤτοι ἐκπεσεῖν τοῦ φρονήματος καὶ τοῦ ἀξιώματος, προσέθηκε «τὴν ὕβριν», ἵνα δικαίως δοκῇ λέγειν.
Θηβαῖοι δὲ ἦσαν οἱ κατασκάπτοντες διπλοῦν εἰργάσατο πάθος ἐχθροὺς δεδειχὼς τοὺς αὐτόχειρας.
οἱ διοικισθέντες οἱ διαιρεθέντες, ὥστε μὴ ὁμοῦ οἰκεῖν.
ὑπʼ Αἰσχίνου τῷ λόγῳ εἴθε καὶ Φωκέας εἶδον διοικισθέντας τῷ λόγῳ. νῦν δὲ οὓς τοῖς ῥήμασιν ἔσωσας διέφθειρας ἐν τοῖς πράγμασιν.
περὶ Δρυμοῦ πόλις μεταξὺ τῆς Βοιωτίας καὶ τῆς Ἀττικῆς.
τὰ πάτρια τὰ πάτρια ἔθη λέγει οἷς ἐκέχρηντο οἱ πατέρες.
Ἀμφικτύονες Ἀμφικτύονας τοὺς Φωκέας λέγει.
ἡ πόλις δὲ ἡ πόλις τῶν Ἀθηναίων. εἰ γὰρ καὶ οἱ Φωκεῖς εἶχον ταύτην, ἀλλʼ οὖν. γε κατὰ τιμὴν παρεχώρουν τοῖς Ἀθηναίοις ὡς μείζοσιν.
αἴνιγμα αἰνίγματα γάρ ἐστι τὰ διὰ τῶν ἐναντίων δηλούμενα.
ἔστιν ὅντινʼ ὑμεῖς, ὦ δικασταί ἀρχὴ τοῦ κατὰ τὴν δωροδοκίαν ἐπιλόγου.
ἔστιν ... δικασταί τὰ μέρη τοῦ προτέρου στοχασμοῦ ἐργασάμενος μνημονεύει οὐδὲν ἧττον καὶ τοῦ δευτέρου τοῦ περὶ τῆς δωροδοκίας. καὶ ἄρχεται λοιπὸν ἐντεῦθεν τοῦ κατὰ τὴν δωροδοκίαν ἐπιλόγου φάσκων ὅτι «οὐκ ἂν ὁ Φίλιππος ἔδωκεν· οὐδὲ γὰρ ἂν ὑμεῖς εἰκόνα δοίητε οὐδὲ σιτηρέσιον οὐδὲ τῶν ἁπάντων οὐδὲν εἰ μὴ ὑπὲρ ὑμῶν πολιτεύσαιτο».
ἀλλὰ Ξενοκλείδην τουτονὶ οὗτος ποιητὴς ὢν Ἀθηναῖος διέτριβεν ἐν τῇ Μακεδονίᾳ· ὃς ὑπεδέξατο πολίτην ὄντα καὶ ἀτιμαζόμενον τὸν Ἡγήσιππον. εἶτα μαθὼν ὁ Φίλιππος ἀπείρηκεν αὐτῷ εἶναι ἐν Μακεδονίᾳ.
εἶπε τοίνυν μοί τις πάλιν ἡ ἀντίθεσις αὕτη μεταστατικὴ ἐπὶ τοὺς στρατηγούς.
τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου ἵνα μὴ δόξῃ ἐσκεμμένα λέγειν. βούλεται δὲ πρὸς τῷ τέλει τοῦ λόγου στρατηγοὺς ἀντιτάξαι τῷ Αἰσχίνῃ ὡς ὑβριζομένους ὑπʼ αὐτοῦ.
ἐγὼ δʼ ὅτι πάντα τρόπον κρινόμενος Χάρης ἐπειδὴ μεμερισμένοι ἦσαν οἱ στρατηγοὶ καὶ οἱ ῥήτορες καὶ ἀλλήλοις συνειστήκεισαν οἱ μὲν Εὐβούλῳ, οἱ δὲ τῷ ῥήτορι — ὧν Φωκίων ἦν τῶν ἐναντιουμένων Δημοσθένει —, εἰκότως ἐπάγεται καὶ αὐτὸς ἐνταῦθα τὴν εὔνοιαν τὴν τοῦ Χάρητος ὥσπερ κἀν τῷ κατὰ Μειδίου πεποίηκε συγκρούων τοὺς ἄλλους ἱππάρχους Μειδίᾳ. κἀνταῦθα τὸ αὐτὸ τοῦτο θεώρημα φαίνεται ἡμῖν ἐπιδειξάμενος. ποῖον τοῦτο; συγκρούειν βούλεται Χάρητα τῷ Αἰσχίνῃ, ὁμοῦ μὲν εὔνοιαν ἑαυτῷ κατασκευάζων, ὁμοῦ δὲ πρὸς ἐκεῖνον ἀπέχθειαν, ἵνα, ὥσπερ ὁ Φωκίων τέτακται μετὰ τῶν ἀντιδικούντων τῷ ῥήτορι, οὕτω φαίνηται καὶ Χάρης αὐτῷ συντεταγμένος. ἐνδιατρίβει οὖν ἀπολογούμενος ὑπὲρ τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἡ ἀντίθεσις εἶχεν Αἰσχίνου ἐν τοῖς προειρημένοις, «ἀλλʼ οὐχ οἷόν τε ἦν ποιήσασθαι τὴν εἰρήνην οἵαν ἠξίου Δημοσθένης, κακῶς τῶν στρατηγῶν κεχρημένων τῷ πολέμῳ», φαίνεται ἀπαλλάττων τὸν στρατηγὸν τῆς τοιαύτης βλασφημίας, καταλιπὼν τὴν στρατηγίαν τῶν στρατηγῶν τῷ βλασφημοῦντι Αἰσχίνῃ, ἵνʼ Αἰσχίνης φαίνηται τῶν φίλων κατηγορῶν.
καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη ἐπʼ ἄλλο τι μεταβαίνει μέρος τῶν λυπούντων λύσων· ἔστι γὰρ εὐφωνότατος Αἰσχίνης, ὡς αὐτὸς μαρτυρεῖ πολλάκις ὁ Δημοσθένης. ἐπειδὴ οὖν πολλάκις συμβαίνει τοὺς ἀκούοντας καταγοητεύεσθαι τῇ ποιᾷ φωνῇ καὶ ὑποκρίσει, διὰ τοῦτο εἰκότως καὶ τοῦτο ὡς ἕν τι τῶν λυπούντων θεραπεῦσαι βούλεται. μέγα γὰρ εὐφωνία καὶ ὑπόκρισις ἐν ἀγῶνι καὶ λόγῳ καὶ μάλιστα πρὸς ἰδιώτας κριτὰς ὅταν γίγνηται. ἐπειδὴ τοίνυν αὐτὸς ἐλαττοῦται τούτῳ τῷ μέρει, ἀντιτίθησι τῇ εὐφωνίᾳ τὴν ἑαυτοῦ γνώμην καὶ προαίρεσιν, βουλόμενος θηρεῦσαι τοὺς ἀκούοντας ἐκ τῆς περὶ αὐτοῦ σχέσεως καὶ εὐνοίας ἣν πολλάκις ἐπεδείξατο ἐν τοῖς κοινοῖς. ὅταν γὰρ μὴ ἔχωμεν ὅμοια ὁμοίοις ἀντιτιθέναι, τὸ τηνικαῦτα οὐδὲν κωλύει καὶ ἕτερα πλεονεκτήματα καταλέγειν· καὶ διὰ τούτου καιρὸν ἔσχε καὶ τῶν ἑαυτοῦ πολιτευμάτων ὑπομνῆσαι καὶ λύσεων αἰχμαλώτων καὶ πολλῶν εὐεργετημάτων, ἵνα διὰ τούτων εἰς εὔνοιαν τοὺς ἀκούοντας ἐκκαλέσηται.
τὰ Θυέστου ἀντὶ τοῦ τὸν Θυέστην τὸ δρᾶμα.
ἐπὶ τῆς σκηνῆς «σκηνῆς» ... «κοινοῖς» καθʼ ὁμοιότητα λέξεως· δριμύτητος εἶδός ἐστιν.
οὗτος δʼ ἐκείνου μὲν προὐκυλινδεῖτο ὡς ἀνδράποδον δραπετεῦσαν. διὰ δὲ τῶν ἐναντίων μῖσος κατασκευάζει Αἰσχίνῃ. ἐπειδὴ δὲ ῥήτορες ἄμφω, ἐβουλήθη τὸ ἐξισάζον διαφορᾷ λῦσαι, δεικνὺς ὅτι οὐ τῆς ἴσης τιμῆς οὐδὲ τῆς ἀξίας ἀμφότεροι, εἴπερ ὁ μὲν ὑπὲρ τῆς πατρίδος, ὁ δὲ ὑπὲρ Φιλίππου πεπολίτευται.
ἐπιεικῶς μετρίως.
ὅτι δʼ οὐ μόνον κατὰ τὰ ἄλλα ἐκβάσεις εἰπών, τί μὲν ἀποβήσεται αὐτοῖς ὀρθῶς δικάσασι καὶ τί μή, κατέκλεισεν ἐν τούτοις λοιπὸν τὴν ὑπόθεσιν.