eul_wid: tss-aa

Χρονικὸν ἢ Μέγα
Chronicle or Greater, Additions by Macarius Melissenus

Pseudo-Sphrantzes Chronicle or Greater, Additions by Macarius Melissenus PDF

272 (20) [45] ἀλλ’ οὖν καὶ οὕτως ἐνδέδωκε πρὸς αὐτὸν ὅσα ἐν τοῖς ποσὶ τοῖς πρὸς δυσμὰς ἡλίου εἰσὶ τοῦ ὑπερμεγέθους ὄρους τοῦ Ταϋγέτου ἄχρι καὶ τοῦ Πύλου τοῦ λεγομένου Ὑϊτύλου. Ἐκ δὲ τοῦ ἔξω ζυγὸν τὸ κάστρον Ζαρνάδας καὶ Γαστίτζα, τὸ ἀδιάσεστον Μελέ, Διράχιον, Πολιανούς, Γαρδίκια καὶ τὰ περὶ αὐτά, ἔτι δὲ χορηγήσας καὶ τὴν πᾶσαν ἐπιτροπικὴν καὶ διοίκησιν τοῦ μεγάλου πρωτοστράτορος Νικηφόρου τοῦ Μελισσηνοῦ τοῦ καὶ Μελισσουργοῦ ἐπονομαζομένου. Ὁ δὲ μέγας οὗτος πρωτοστράτωρ Νικηφόρος ἐκ τῆς φυλῆς ἦν καταγόμενος τοῦ κατὰ πάντα ἀρίστου Σαλλουστίου καίσαρος τοῦ ἐγγόνου πατρικίου Εὐγενίου Βέσπου τοῦ Λουτατίου, ἑνὸς τῶν δύο τε καὶ δέκα μεγιστάνων τῶν ἐπῳκικότων ἐκ Ῥώμης ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων διὰ προσταγῆς καὶ κλήσεως τοῦ ἐν εὐσεβεῖ τῇ λήξει Κωνσταντίνου τοῦ Μεγάλου τοῦ τὴν μεγαλόπολιν ταύτην κτίσαντος καὶ τὴν βασιλείαν ἐνταῦθα διαβιβάσαντος. Ὁ δὲ πατρίκιος Εὐγένιος ἐκεῖνος κατὰ Σαρδιανοῦ Εὐναπίου χρονογραφίαν καὶ ὡς τὰ ἔπη τοῦτον φάσκουσι, ἅτινα καὶ ἐγὼ πολλάκις ἀνέγνωκα, εἰς Ἄνδροκλον τοῦ Κόδρου τοῦ Μελάνθου τοῦ Νηλέως ἀνέφερνε τὸ γένος. Εἰς δὲ τὸν ῥηθέντα Νικηφόρον καὶ μεγαπρωτοστράτορα γενεαλογούμενος, ἐκ τοῦ ῥηθέντος Σαλλουστίου οὗτος κατάγεται. Σαλλουστίου δὲ υἱὸς ἦν Ῥουφῖνος ὁ μάγιστρος, τοῦ δὲ Νικηφόρος ὁ καῖσαρ, τοῦ δὲ Προκόπιος καὶ Κῦρος ὁ σοφώτατος· Προκοπίου δὲ Ὀλύβριος καὶ Πελάγιος ὁ πατρίκιος, οὗ πόνημα λέγουσιν εἶναι καὶ τὰ καλούμενα Ὁρμηρόκεντρα· Ὀλυβρίου δὲ Σεκοῦνδος ὁ ὕπατος καὶ Τζίτας ὁ κόμης Ἀρμενίας· Σεκούνδου δὲ Ῥουφῖνους καὶ Ναρσῆς ὁ κουβικουλάριος, Ῥουφίνου δὲ Ἰωάννης ὁ ὕπατος, τοῦ δὲ Πρῖσκος ὁ στρατηγὸς Εὐρώπης καὶ Γερμανὸς ὁ πατρίκιος, Πρίσκου δὲ Βόνοσσος καὶ Θεόδωρος· Βονόσσου δὲ Θεοδόσιος καὶ Ἀνδρόνικος, Θεοδοσίου δὲ Μιχαὴλ ὁ μάγιστρος, Μιχαὴλ δὲ Θεοφύλακτος καὶ Θεόδοτος. Καὶ ὁ μὲν Θεοφύλακτος γεννᾷ Μιχαὴλ τὸν Ῥαγκαβέλ, ὁ δὲ Θεόδοτος Μιχαὴλ τὸν Κασιδέρην. Καὶ ὁ μὲν Ῥαγκαβὲλ τῆς βασιλείας ὑπὸ Λέοντος τοῦ Ἀρμενίου ἐξωσθεὶς καὶ ἐν τῇ νήσῳ Πρώτῃ ἐξορισθείς, μοναχὸς γενόμενος τὸν βίον κατέλιπε, τοὺς δὲ υἱοὺς αὐτοῦ τῶν παιδογόνων μορίων στερήσαντες, καὶ οὕτως τὰ τοῦ Ῥαγκαβὲλ πέρας ἔλαβον· Ὁ δὲ πατρίκιος Κασιδέρης υἱοὺς εἶχε δύο· Δημήτριον τὸν μάγιστρον καὶ Θεόδοτον.
274 (3) [15] Καὶ ὁ μὲν τὴν ἐκκλησίαν Κυρίου ἴθυνεν, ὥσπερ οἱ περὶ αὐτοῦ ἱστορήσαντες γράφουσι, ὁ δὲ Δημήτριος γεννᾷ Θεόδοτον· ὁ δὲ Νικήταν τὸν καὶ Ὀρυφᾶν καλούμενον, ὁ δὲ Ῥωμανὸν τὸν πατρίκιον, ὁ δὲ Ἰωάννην τὸν δομέστικον τὸν καλούμενον Κουρκούαν, Θεοφάνην τὸν πατρίκιον καὶ Θεόφιλον, τὸν πάππον Ἰωάννου τοῦ Τζιμισκῆ. Ἰωάννου δὲ τοῦ δομεστίκου γίνεται Ῥωμανός, τοῦ δὲ Ἰωάννης καὶ Χριστοφόρος καὶ Ἀνδρόνικος· Χριστοφόρου δὲ Ῥωμανὸς καὶ Θεόφιλος, Ῥωμανοῦ δὲ Νικηφόρος, τοῦ δὲ Θεόληπτος καὶ Λέων ὁ μάγιστρος· Λέοντος δὲ Θεοδόσιος καὶ Νικηφόρος, Νικηφόρου δὲ Θεόδωρος, τοῦ δὲ Λεωσθένης, τοῦ δὲ ὁ Νικηφόρος καῖσαρ τοῦ δὲ ἐκ Μαρίας Κομνενῆς τῆς Ἰωάννου, Ἰωάννης ὁ Κομνηνός, τοῦ δὲ Ἀλέξιος καὶ Νικηφόρος· Ἀλεξίου δὲ ἐκ τῆς Εὐδοκίας Ἀλεξίου τοῦ Μιχαὴλ Ἀσπιέτη Μιχαὴλ, τοῦ δὲ Θεοφύλακτος καὶ Ἀλέξιος, Θεοφυλάκτου δὲ Θεοδόσιος, τοῦ δὲ Μιχαὴλ καὶ ὁ καῖσαρ Ἀλέξιος, ὁ ἐκ τῶν Ἰταλῶν τε καὶ Φράγκων ἐλευθερώσας ταύτην τὴν μεγαλόπολιν. Καίσαρος δὲ Ἀλεξίου γίνεται Γρηγόριος ὁ δεσπότης, ὁ τὴν κρίσιν τὴν μεγάλην ποιήσας περὶ τῆς περιουσίας τοῦ ῥηθέντος Μιχαὴλ τοῦ πατραδέλφου αὐτοῦ, μετὰ τοῦ ἐν εὐσεβεῖ τῇ λήξει κυροῦ Ἀνδρονίκου τοῦ κὺρ Μιχαὴλ, ἐπὶ τῷ ʹϛωα–ῳ ἔτει. Τοῦ δὲ Γρηγορίου γίνεται Μιχαὴλ καὶ Νικηφόρος καὶ Θεόφιλος καὶ τοῦ Νικηφόρου γίνεται Λέων, τοῦ δὲ ὁ πατριάρχης κὺρ Γρηγόριος. Τοῦ δὲ Μιχαὴλ γίνεται Νικηφόρος, τοῦ δὲ Ἀνδρόνικος, τοῦ δὲ Θεοδόσιος, τοῦ δὲ Λέων. Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ Δραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γίνεται Νικόλαος. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως ἦν· τὸν εἰρημένον Νικόλαον τοῦ μεγάλου πρωτοστράτορος Νικηφόρου ἀνεδέξατο ἐκ τοῦ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Ἐν δὲ τῷ παρελθόντι ἐάρι μέλλων ἐξ ἀνθρώπων γενέσθαι ὁ μέγας οὗτος πρωτοστράτωρ καὶ ὁ υἱὸς αὐτοῦ Νικόλαος τριητὴς νήπιος ὢν καὶ πληροφορίαν καὶ διάθεσιν μεγάλην ἔχων πρὸς τὸν δεσπότην κὺρ Θεόδωρον, διαθήκην ποιήσας, εἴασε τὸν δεσπότην κὺρ Θεόδωρον ἐπίτροπον καὶ κυβερνήτην τοῦ πνευματικοῦ υἱοῦ Νικολάου καὶ πάντων τῶν αὐτοῦ χωρῶν τε καὶ κτημάτων. Καὶ ἐὰν ὁ υἱὸς καὶ κληρονόμος Νικόλαος ἐμφὺς ἀποθάνῃ, πάσης τῆς αὐτοῦ δεσποτείας καὶ ἐπικρατείας τόποι καὶ χῶραι οἱ ἐκτὸς καὶ ἐντὸς τῆς Πελοποννήσου ἔσονται τῷ δεσπότῃ κὺρ Θεοδώρῳ. Ἦσαν γὰρ ἐκτὸς πᾶσα ἡ Χερσόνησος τοῦ Ἑλλησπόντου, μεγάλη Αἶνος ἕως τε καὶ Περιθεωρίου· τὰ δὲ ἐντὸς τῆς Πελοποννήσου ἐν μὲν τῷ Μεσσηνιακῷ κόλπῳ, ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός, Ἀνδροῦσα, λέγω καὶ Καλαμάτα, Μαντινία, Ἰαννίτζα, Πήδημα, Μάνη, Νησίν, Σπιτάλιν, Γρεμπενὶ καὶ Καράντζα καὶ Ἀετός, Λωΐ, Νεόκαστρον, Ἀρχάγγελος, Σαυλάουρος, Ἰωάννινα, Ἰθώμη, Λιγούδιστα, Φιλατρία, Πύλος καὶ τὰ ἐν τοῖς ποσὶ τοῦ ὄρους καὶ κορυφῆς, τοῦ τῆς Νίκης τοῦ Δήμου λεγομένου, ἄχρι τοῦ πεδίου Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βελλίρας καὶ Βοστίτζα καὶ τὰ περὶ αὐτήν, ἃ καὶ σταλεὶς ἐγὼ ταῦτα παρέλαβον, τὰ ὅσα ἐκ τῶν ἔξωθεν ὀλίγα πάνυ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν μὴ εὑρισκόμενα. Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατηγοπούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι’ αἰτίαν τοιαύτην. Τοῦ γὰρ ῥηθέντος καίσαρος Ἀλεξίου καὶ Μιχαὴλ 〈τὸν〉 γεννήτορα ὁ βασιλεὺς κὺρ Ἰωάννης ὁ Δούκας στρατηγὸν Παφλαγονίας ἐπροχειρίσατο ἔφηβον ὄντα ἔτι καὶ πάνυ μείρακα. Αὐτὸς δὲ ἔργα ἀρεϊκὰ ἐπιδείξας καὶ κατὰ τῶν ἐναντίων τρόπαια στήσας, δι’ ἣν αἰτίαν Στρατηγόπουλον ἐπεκάλεσαν καὶ δι’ αὐτοῦ τοὺς υἱοὺς τούτου ἐπωνόμαζον. Διήρχετο δὲ τὴν εἰρημένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ Φραγκόπουλος καιρῷ τινι προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, εἶτα τῷ ἀδελφῷ δεσπότῃ κὺρ Κωνσταντίνῳ ἐδωρήσατο ταύτην τακτικῶς Α.
276 (14) [45] Alii codices praebent: ... ὃν καὶ Μελισσουργὸν ἐπωνόμαζον διὰ τὴν αὐτοῦ εἰς πάντα δεξιότητα ἐκ τῆς φυλῆς ἦν καταγόμενος τοῦ παλαιοῦ ἐκείνου Νικηφόρου καίσαρος τοῦ Μελισσηνοῦ. Ὁ δὲ Νικηφόρος οὗτος ἐκ γόνων ὑπῆρχε τοῦ πατρικίου Εὐγενίου. Διατὶ μὲν ὁ βασιλεὺς Μιχαὴλ ὁ τὴν προσηγορίαν καὶ Ῥαγκαβὲλ καὶ ὁ πατρίκιος Μιχαὴλ ὁ Μελισσηνὸς ὑπῆρχον κασιγνήτων δύο ἀποτοκεύματα καὶ ἀπόγονοι τοῦ ῥηθέντος καίσαρος· καὶ ὁ μὲν τῆς βασιλείας ἐξωσθεὶς καὶ ἐν τῇ νήσῳ Πρώτῃ ἐξορισθεὶς, μοναχὸς γενόμενος τὸν βίον κατέλιπε· τὸν δὲ υἱὸν αὐτοῦ Θεοφύλακτον τῶν παιδογόνων μορίων στερήσαντες, καὶ οὕτω τὰ τοῦ Ῥαγκαβὲλ πέρας ἔλαβον. Ὁ δὲ πατρίκιος Μιχαὴλ ἔσχε υἱοὺς δύο Δημήτριον καὶ Θεόδοτον· καὶ ὁ μὲν πατριάρχης γενόμενος τὴν Ἐκκλησίαν Κυρίου ἰθύνας, ὥσπερ οἱ περὶ αὐτοῦ ἱστορήσαντες γράφουσι, ὁ δὲ Δημήτριος γεννᾷ Νικηφόρον, ὁ δὲ Νικηφόρος γεννᾷ Θεόδοτον, ὁ δὲ Θεόδοτος γεννᾷ τὸν πατρίκιον Νικήταν τὸν Ὀρυφᾶν. Ὁ δὲ Νικήτας γεννᾷ Θεοφάνην τὸν πατρίκιον καὶ πρωτοβεστιάριον καὶ Νάσαρ, ὁ δὲ Θεοφάνης Χριστοφόρον, ὁ δὲ Χριστόφος τὸν μάγιστρον Λέοντα καὶ Θεόληπτον. Ὁ δὲ μάγιστρος Λέων γεννᾷ Θεοδόσιον, ὁ δὲ Θεοδόσιος Θεοφύλακτον, ὁ δὲ Θεοφύλακτος Θεόδωρον, ὁ δὲ Θεόδωρος Νικηφόρον τὸν καίσαρα τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τοῦ ἄνακτος Ἀλεξίου του Κομνηνοῦ. Ὁ δὲ καῖσαρ Νικηφόρος γεννᾷ Ἰωάννην τὸν Κομνηνόν, ὁ δὲ Κομνηνὸς Ἰωάννης γεννᾷ Ἀλέξιον, ὁ δὲ Ἀλέξιος γεννᾷ Θεοδόσιον, ὁ δὲ Θεοδόσιος γεννᾶ Ἀλέξιον τὸν καίσαρα καὶ Μιχαήλ, οὓς Στρατηγοπούλους ἐπωνόμαζον. Ὁ δὲ καῖσαρ Ἀλέξιος γεννᾷ Γρηγόριον, ὁ δὲ Γρηγόριος Θεόφιλον καὶ Μιχαὴλ, ὁ δὲ Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νικηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως ἦν. Τὸν εἰρημένον Νικόλαον ἀνεδέξατο διὰ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Ἐν δὲ τῷ παρελθόντι ἔαρι μέλλων θανεῖν ὁ μέγας οὗτος πρωτοστράτωρ καὶ ὁ υἱὸς αὐτοῦ Νικόλαος τριετὴς ὤν, διαθήκην ποιήσας, εἴασε τὸν δεσπότην κὺρ Θεόδωρον ἐπίτροπον καὶ κυβερνήτην τοῦ πνευματικοῦ υἱοῦ Νικολάου καὶ πάντων τῶν αὑτοῦ κτημάτων. Καὶ ἐὰν ὁ υἱὸς καὶ κληρονόμος εὐθὺς ἀποθάνῃ, πάσης τῆς αὐτοῦ δεσποτείας καὶ ἐξουσίας τόποι καὶ χῶραι ἐκτὸς καὶ ἐντὸς τῆς Πελοποννήσου ἔσονται τῷ δεσπότῃ κὺρ Θεοδώρῳ. Ἦσαν γὰρ ἐκτός· μεγάλη Αἶνος, Περιθεώριον καὶ Ξάνθη καὶ τὰ περὶ αὐτὴν καὶ πᾶσα ἡ Χερσόνησος τοῦ Ἑλλησπόντου.
278 (24) [5] Τὰ δὲ ἐντὸς Πελοποννήσου ἐν τῷ Μελισσηνιακῷ κόλπῳ, ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός· Ἀνδροῦσα λέγω καὶ Καλαμάτα, Μαντίνια, Ἰανίτζα, Πήδημα καὶ Μάνη καὶ Νησὶ καὶ Σπιτάλιν καὶ Γρέμπενι καὶ Καράντζα καὶ Ἀετὸς καὶ Ἐλωῒ καὶ Νεόκαστρον καὶ ἰθώμη ἡ νῦν λεγομένη Μεσσήνη καὶ Ἀρχάγγελος καὶ Σαβλάουρος καὶ Ἰωάννινα καὶ Λιγουδίστα καὶ Φιλατρία καὶ Πύλος καὶ τὰ περὶ αὐτῶν καὶ τὰ ἐν τοῖς ποσὶ τοῦ ὄρους κορυφῆς τοῦ τῆς Νίκης τοῦ Σίμου λεγομένου ἄχρι τῆς πεδιάδος Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βελίρας καὶ σταλεὶς ἐγὼ παρέλαβον αὐτά, τὰ ὅσα μὴ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν εὑρισκόμενα ὀλίγα πάνυ. Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατηγοπούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι’ αἰτίαν τοιαύτην· τὸν γὰρ Ἀλέξιον καίσαρα τὸν Μελισσηνόν, Στρατηγόπουλον ἐπωνόμαζον καὶ ἔκτοτε τὸ ἐπίκλην τοῦτο εἴς τινας τοῦ γένους τούτου ἐπεκράτησε. Διῆρχε δὲ τὴν εἰρημένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ Φραγκόπουλος καιρῷ τινι, προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, εἶτα τῷ ἀδελφῷ κὺρ Κωνσταντίνῳ ἐδωρήσατο. καὶ πολλὰ ἐπυνθάνετο περὶ τῆς πίστεως τοῦ Χριστοῦ, ἃ καταλεπτῶς διηγησόμεθα, πῶς ὁ πατριάρχης ἐν συνόψει τὴν τῆς πίστεως ὁμολογίαν ἐν κεφαλαίοις αὐτῷ διεσάφησεν· ἤγουν, τὸ ἐπίγραμμα ἔχει οὕτως· Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ Γενναδίου τοῦ Σχολαρίου καὶ πατριάρχου Κωνσταντινουπόλεως νέας Ῥώμης ὁμιλία ῥηθεῖσα περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τῶν Χριστιανῶν.
448 [15] Ἐρωτηθεὶς γὰρ παρὰ τοῦ εἰρημένου ἀμηρᾶ τοῦ καὶ σουλτάνου τάδε· Ὁ ἀμηρᾶς· Τί πιστεύετε ὑμεῖς οἱ Χριστιανοί; ἀπεκρίθη ὁ πατριάρχης καὶ εἶπεν αὐτῷ τάδε· κφ. αʹ. Πιστεύομεν, ὅτι ἐστὶ Θεὸς δημιουργὸς πάντων ὅσων εἰσὶν ἀπὸ τοῦ μὴ εἶναι· ὅτι οὔτε σῶμά ἐστιν, οὔτε σῶμα ἔχει, ἀλλὰ ζῆν νοερῶς. Καί ἐστι νοῦς ἄριστος καὶ τελειότατος καὶ σοφώτατος ἀσύνθετος, ἄναρχος, ἀτελεύτητος· ἔστιν ἐν τῷ κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, οὐκ ἔστιν ἐν οὐδενὶ τόπῳ καί ἐστιν ἐν παντὶ τόπῳ. Ταῦτά εἰσιν ἰδιώματα τοῦ Θεοῦ, δι’ ὧν χωρίζεται ἀπὸ τῶν κτισμάτων αὐτοῦ. Καὶ ἄλλα τούτοις εἰσὶν ὅμοια. —Πάντα ὅσα κεφάλαια μετεγλωτίσθησαν εἰς τὴν τουρκοαραβόγλωσσαν ὑπὸ τοῦ Ἀχμὰτ καδδὴ Βεῤῥοίας τοῦ πατρὸς Μαχουμοὺτ τζελεπῆ τοῦ ἀναγραφέως καὶ οὕτως ἕπεται τὰ κεφάλαια κατὰ τάξιν· Κφ. βʹ. Κείμενον· Ἔστι σοφὸς καὶ ἀγαθὸς καὶ ἀληθινὸς καὶ αὐτοαλήθεια. Ὅσα προτερήματα ἔχουσι τὰ ποιήματα αὐτοῦ μεμερισμένως, ἔχει αὐτὸς μόνος ὑψηλότερον τρόπον· καὶ ταύτας τὰς τελειότητας ἔχουσι καὶ τὰ κτίσματα αὐτοῦ, διότι αὐτὸς δίδωσι ταύτας καὶ τοῖς κτίσμασιν αὐτοῦ· ἀγαθά εἰσι, διότι σοφός, σοφά· διότι ἀληθής, ἀληθῆ καί τ’ ἄλλα ὁμοίως, πλὴν ὅτι ὁ μὲν θεὸς κυρίως ἔχει αὐτά, τὰ δὲ κτίσματα κατὰ μετοχὴν ἔχουσιν.
450 [45] Ἑρμηνεία· Κφ. γʹ Κείμενον· Πιστεύομεν, ὅτι εἰσὶν ἐν τῷ Θεῷ ἄλλα τρία ἰδιώματα, ἅτινά εἰσιν ὥσπερ ἀρχαὶ καὶ πηγαὶ πάντων τῶν ἄλλων ἰδιωμάτων αὐτοῦ· καὶ διὰ τούτων τῶν τριῶν ἰδιωμάτων ζῇ ὁ Θεὸς ἀϊδίως ἐν ἑαυτῷ καὶ πρὸ τοῦ δημιουργηθῆναι ὑπ’ αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς ὑποστάσεις, ἤγουν τρία πρόσωπα· καὶ διότι αὐτὰ τὰ ἰδιώματα οὐ μερίζουσι τὴν μίαν καὶ ἁπλουστάτην οὐσίαν τοῦ Θεοῦ, διὰ τοῦτό ἐστι Θεὸς καὶ μετὰ τῶν ἰδιωμάτων τούτων εἷς Θεὸς καὶ οὐκ εἰσὶ τρεῖς θεοί, καθώς τινες τολμῶντες λέγουσιν. Ἑρμηνεία· Κφ. δʹ. Κείμενον· Πιστεύομεν, ὅτι ἐκ τῆς φύσεως τοῦ Θεοῦ ἀνατέλουσι λόγος καὶ πνεῦμα ὥσπερ ἀπὸ τοῦ πυρὸς φῶς καὶ θέρμη. Καὶ καθάπερ τὸ πῦρ καὶ εἰ μή ἐστί τι τὸ φωτιζόμενον καὶ θερμαινόμενον ὑπ’ αὐτοῦ, ἀλλ’ ὁμῶς αὐτὸ τὸ πῦρ ἀεὶ ἔχει φῶς καὶ θέρμην καὶ ἐκπέμπει φῶς καὶ θέρμην ἡμῖν, οὕτω καὶ πρὸ τοῦ δημιουργηθῆναι τὸν κόσμον ἦσαν ὁ λόγος καὶ τὸ πνεῦμα, ἐνέργειαι τοῦ Θεοῦ φυσικαί, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστιν, ὡς προείρηται, καὶ ταῦτα τὰ τρία, νοῦς, λόγος καὶ πνεῦμα εἷς θεός ἐστιν, ὥσπερ ἐν τῇ μιᾷ ψυχῇ τοῦ ἀνθρώπου ἐστι νοῦς καὶ λόγος νοητὸς καὶ θέλησις νοητή, καὶ ὅμως ταῦτα τὰ τρία εἰσὶ μία ψυχὴ κατὰ τὴν οὐσίαν. Πάλιν τὸν λόγον τοῦ Θεοῦ ὀνομάζομεν σοφίαν τοῦ Θεοῦ καὶ δύναμιν καὶ υἱὸν αὐτοῦ, διότι ἐστὶ γέννημα τῆς φύσεως αὐτοῦ, ὥσπερ τὸ γέννημα τῆς φύσεως τοῦ ἀνθρώπου, 〈καλοῦμεν υἱὸν τοῦ ἀνθρώπου〉 καὶ ὥσπερ τὸ νοήμα τοῦ αὐτοῦ ἐστι γέννημα τῆς ψυχῆς αὐτοῦ. Καὶ πάλιν ὀνομάζομεν τὴν θέλησιν τοῦ Θεοῦ πνεῦμα τοῦ Θεοῦ καὶ ἀγάπην. Αὐτὸν δὲ τὸν νοῦν καλοῦμεν πατέρα, διότι αὐτός ἐστιν ἀγέννητος καὶ ἀναίτιος, αἴτιος δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. Ὅτι οὖν ὁ Θεὸς οὐ νοεῖ μόνον τὰ κτίσματα αὐτοῦ, ἀλλὰ μᾶλλον νοεῖ καὶ γινώσκει ἑαυτόν, καὶ διὰ τοῦτο ἔχει λόγον καὶ σοφίαν, δι’ ἧς νοεῖ ἑαυτὸν ἱδίως· ὁμοίως οὐ θέλει καὶ ἀγαπᾷ μόνον τὰ ποιήματα ἑαυτοῦ ὁ Θεός, ἀλλὰ θέλει καὶ ἀγαπᾷ ἑαυτὸν πολλῷ μᾶλλον. Διὰ τοῦτο ἀϊδίως προέρχονται ἐκ τοῦ Θεοῦ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ καὶ ἀϊδίως εἰσὶν ἐν αὐτῷ. Καὶ ταῦτα τὰ ἰδιώματα μετὰ τοῦ Θεοῦ εἷς ἐστι Θεός. Ἑρμηνεία· Κφ. εʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Θεὸς διὰ τοῦ λόγου τῆς σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ ἐδημιούργησε τὸν κόσμον· καὶ διὰ τοῦ πνεύματος, τῆς ἀγαθῆς θελήσεως καὶ ἀγάπης αὐτοῦ προνεῖται καὶ κυβερνᾷ καὶ κινεῖ πᾶσαν φύσιν αὐτοῦ ἐν τῷ κόσμῳ πρὸς τὸ ἀγαθὸν κατὰ τὴν τάξιν ἐκείνης φύσεως. Καὶ διὰ τοῦτο πιστεύομεν, ὅτι, ὅτε ἠθέλησεν ὁ Θεός, διὰ μόνην τὴν ἐλεημοσύνην αὐτοῦ ἐπέστρεψε τοὺς ἀνθρώπους ἀπὸ τῆς πλάνης τῶν δαιμόνων καὶ τῆς εἰδωλολατρείας, διότι πλὴν τοῦ ὀλίγου τόπου τῶν Ἰουδαίων, ἐν ᾧ προσεκυνεῖτο καὶ ἐπιστεύετο εἷς θεὸς ἐκ τοῦ νόμου τοῦ Μωύσεως, ἡ δ’ ἄλλη πᾶσα ἡ οἰκουμένη ἐσεβάζετο τὰ κτίσματα τοῦ Θεοῦ καὶ πολλοὺς θεοὺς μὴ ὄντας ἀντὶ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ προσεκύνουν· καὶ ἐπολιτεύοντο κατὰ τὰς ἰδίας ἕκαστος ἐπιθυμίας, οὐ κατά τινα τοῦ Θεοῦ νόμον. Ἑρμηνεία· Κφ. ϛʹ. Κείμενον· Τότε ἐποίησεν ὁ Θεὸς τὴν τοιαύτην ἀνάπλασιν τῶν ἀνθρώπων διὰ τοῦ λόγου καὶ διὰ τοῦ ἁγίου πνεύματος αὑτοῦ· καὶ διὰ τοῦτο ὁ λόγος τοῦ Θεοῦ ἐνεδύθη τὴν ἀνθρωπείαν φύσιν, ἵνα ὡς μὲν ἄνθρωπος ὁμιλήσῃ ἀνθρώποις, ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ Θεοῦ σοφία διδάξῃ τοὺς ἀνθρώπους πιστεύειν εἰς τὸν ἕνα καὶ ἀληθῆ Θεὸν καὶ πολιτεύεσθαι κατὰ τὸν νόμον, ὃν αὐτὸς ἔδωκε· καὶ πάλιν ὡς μὲν ἄνθρωπος ἵνα δῷ τὴν πολιτείαν αὐτοῦ παράδειγμα τῆς διδασκαλίας αὑτοῦ. Πρῶτος γὰρ αὐτὸς ἐτήρησε τὸν νόμον, ὃν ἔδωκε τοῖς ἀνθρώποις. Ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ δύναμις δυνηθῆ κατορθῶσαι τὸ παγκόσμιον ἀγαθόν, ὅπερ ἐβούλετο, διότι ἦν ἀδύνατον δι’ ἑνὸς ἀνθρώπου δυνάμει ἐπιστρέψαι τὴν οἰκουμένην πρὸς τὸν Θεόν. Καὶ οὕτως διὰ μὲν τοῦ λόγου αὐτοῦ ἔσπειρε τὴν ἀλήθειαν ὁ παντοδύναμος καὶ ἀόρατος Θεὸς ἐν Ἱερουσαλήμ, διὰ δὲ τοῦ πνεύματος αὐτοῦ ἐφώτισε καὶ ἐνίσχυσε τοὺς ἀποστόλους αὑτοῦ, ἵνα σπείρωσιν αὐτοὶ τὴν ἀλήθειαν καὶ εἰς πάντα τὸν κόσμον καὶ ἵνα καταφρονήσωσι τὸν κόσμον διὰ τὴν ἀγάπην τοῦ πέμψαντος αὐτὸν Θεοῦ καὶ διὰ τὴν ἀγάπην τῆς σωτηρίας τοῦ κόσμου κατὰ τὸ παράδειγμα τοῦ Ἰησοῦ, ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον.
452 [45] Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, καθὼς ἐδίδαξεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ διότι ἐστὶν ἀληθής, πιστεύομεν, ὅτι ἐστὶ καὶ αὐτὸ ἀληθές. Καὶ οἱ μαθηταὶ αὐτοῦ οὕτως ἐδίδαξαν ἡμᾶς πλατύτερον καὶ οὕτω νοοῦμεν καὶ ἀπὸ τῆς δυνάμεως τῆς σοφίας. Ἑρμηνεία· Κφ. ζʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ καὶ ὁ ἄνθρωπος, ὃν ἐνεδύθη ὁ λόγος τοῦ Θεοῦ, ἔστιν ὁ Χριστός. καὶ ἡ μὲν ζωὴ τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ ἦν ζωὴ ἀνθρώπου ὑπεραγίου, ἡ δὲ δύναμις τῆς σοφίας καὶ τῶν ἔργων αὐτοῦ ἦν Θεοῦ δύναμις. Ἑρμηνεία· Κφ. ηʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τοῦ ἐνὸς ἀνθρώπου γίνεται εἷς ἄνθρωπος, οὕτως ὁ λόγος τοῦ Θεοῦ ἀφ’ ἑνὸς μέρους καὶ ἀπ’ ἀλλ’ μέρους ἡ ψυχὴ καὶ τὸ σῶμα εἰσὶ πάντοτε δύο φύσεις μεμερισμέναι τελείως ἐν ἑνὶ ἀνθρώπῳ. Οὕτως καὶ ἡ ἀνθρωπότης καὶ ἡ θεότης εἰσὶν ἐν τῷ ἑνὶ Χριστῷ μεμερισμέναι τῇ φύσει τελείως, καθ’ ὑπόστασιν μόνον καὶ προσωπικῶς ἡνωμέναι. Καὶ οὔτε ὁ λόγος τοῦ Θεοῦ μετεβλήθη εἰς τὴν σάρκα ἢ τὴν ψυχὴν τοῦ Χριστοῦ, οὔτε ἡ σὰρξ τοῦ Χριστοῦ ἢ ἡ ψυχὴ αὐτοῦ μετετράπη εἰς λόγον Θεοῦ, ἀλλὰ ἦν καὶ ἔστιν ἐν τῷ Χριστῷ μετὰ τὴν ὑπερθαύμαστον αὐτοῦ οἰκονομίαν ἐκείνην ὁ μὲν τοῦ Θεοῦ λόγος, λόγος, ἡ δὲ ἀνθρωπότης, ἀνθρωπότης. Καὶ ὅτι οὐ προσέλαβεν ἡ ἀνθρωπότης τοῦ Χριστοῦ τὴν θεότητα, ἀλλ’ ἡ θεότης τοῦ λόγου τοῦ Θεοῦ προσέλαβε τὴν ἀνθρωπείαν φύσιν ἐν αὐτῷ 〈τῷ〉 προσληφθῆναι σύστασιν. Πᾶν ὅπερ ἐστὶ ἐν τῷ Θεῷ καὶ ἐκ τοῦ Θεοῦ φυσικῶς Θεός ἐστι, διότι οὐκ ἔστιν ἐν τῷ Θεῷ συμβεβηκός. Καὶ διὰ τοῦτο, τὸν νοητὸν λόγον τοῦ Θεοῦ, Θεὸν ὀνομάζομεν καὶ πιστεύομεν. Καὶ διότι οὗτος ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ, διὰ τοῦτο τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, ἄνθρωπον μὲν διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, Θεὸν δὲ διὰ τὸν ἐν αὐτῷ λογὸν τοῦ Θεοῦ. Ἑρμηνεία· Κφ. θʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῷ Θεῷ καὶ πατρί, διότι ὁ λόγος τοῦ Θεοῦ ἐστιν ἄπειρος ὥσπερ ὁ Θεός ἐστιν ἄπειρος ὁ γεννῶν αὐτόν, ἤγουν νοῶν· καὶ ἄπειρον δύναμιν ἔχει· πλὴν ἐν τῷ Θεῷ κατὰ ἄλλον τρόπον ἦν καὶ ἐν τῷ Χριστῷ κατὰ ἄλλον καὶ ἐν τῷ κόσμῳ κατὰ ἄλλον. Ἑρμηνεία· Κφ. ιʹ. Κείμενον· Πιστεύομεν, ὅταν ὁ Θεὸς κοινωνῇ τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς χάριτος κτίσματί τινι, οὐδαμῶς ζημιοῦται, ἀλλὰ μᾶλλον μεγαλύνεται, διότι ἐκ τῆς ἀρετῆς τῶν κτισμάτων τὸ ὕψος τοῦ Θεοῦ φανεροῦται. Καὶ ὅσον μᾶλλον βελτιοῦται τὸ κτίσμα τῇ πλείονι κοινωνίᾳ τῆς ἀγαθότητος αὐτοῦ, τοσοῦτον πλέον ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη δείκνυται. Διὰ τοῦτο ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη εἰς τοὺς ἀνθρώπους πλέον ἐμεγαλύνθη ἐκ τοῦ ἐλθεῖν αὐτὸν 〈τὸν λόγον〉 τοῦ Θεοῦ καὶ Θεὸν μετὰ πάσης αὑτοῦ δυνάμεως εἰς τὸν Ἰησοῦν ἢ ὅτι ἔπεμπεν εἰς τοὺς προφήτας μίαν χάριν αὑτοῦ ἢ δύο, εἰς ἄλλον μὲν προφήτην ἐλάττονα, εἰς ἄλλον δὲ μείζονα. Ἑρμηνεία· Κφ. ιαʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἐσταυρώθη καὶ ἀπέθανεν οἰκείῳ θελήματι διὰ πολλὰς καὶ μεγάλας ὠφελείας δεομένας πολλῶν λόγων, καὶ πάντα κατὰ τὸ ἀνθρώπινον· ὁ γὰρ λόγος τοῦ Θεοῦ οὔτε σταυροῦται, οὔτε ἀποθνήσκει, οὔτε ἀνίσταται, ἀλλὰ μᾶλλον ἀνέστησεν αὐτοὺς τοὺς νεκρούς, ὥσπερ ἀνέστησε καὶ τὴν σάρκα, ἣν ἐφόρεσε. Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἀναστὰς ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ πάλιν μέλλει ἔρχεσθαι μετὰ δόξης, ἵνα κρίνῃ τὸν κόσμον. Ἑρμηνεία· Κφ. ιβʹ. Κείμενον· Πιστεύομεν, ὅτι αἱ ψυχαὶ τῶν ἀνθρώπων εἰσὶν ἀθάνατοι, ὅτι τὰ σώματα τῶν ἁγίων ἀναστήσονται ἄφθαρτα, φωτεινά, ἐλαφρά, μήτε τροφῆς χρήζονται, μήτε πόσεως, μήτε ἐνδυμάτων, μήτε ἄλλης τινὸς σωματικῆς ἡδονῆς καὶ ὅτι αἱ ψυχαὶ καὶ τὰ σώματα τῶν καλῶς πιστευόντων καὶ καλῶς πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν.
452 (50) Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς ἐστι ἐν τῷ οὐρανῷ, ἡ δὲ κόλασις τῶν πονηρῶν ἐν τῇ γῇ.
454 [35] Καὶ ἡ ἀπόλαυσις τῶν ἁγίων οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὅτε τελειωθήσονται αἱ τοιαῦται ψυχαὶ εἰς τὴν γνῶσιν καὶ τότε θεωρήσουσι τὰ μυστήρια τοῦ Θεοῦ, ἃ νῦν οὐ γινώσκουσιν εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Ἑρμηνεία· Κφ. ιγʹ. Κείμενον· Διὰ τί δὲ ἦν ἀναγκαῖον σαρκωθῆναι τὸν λόγον τοῦ Θεοῦ καὶ Θεόν; Εἰσὶν ἀναγκαῖοι καὶ πολλοὶ λόγοι· καὶ ὅταν ᾖ χρεία, ἐσμὲν ἕτοιμοι δοῦναι καὶ αὐτούς. Ἐπέκεινα δὲ ἐκείνων τῶν λόγων πληροφοροῦσιν ἡμᾶς τὴν ἀλήθειαν τῆς πίστεως ἡμῶν τὰ ἑπτὰ ταῦτα· Ἑρμήνεια· Κφ. ιδʹ. Κείμενον· Ὅτι ἐπροφήτευσαν οἱ προφῆται τῶν Ἰουδαίων, οὓς στέργομεν καὶ ἡμεῖς, τὸν Ἰησοῦν καὶ ὅσα ἐποίησε καὶ ὅσα ἐγένοντο ἐπ’ αὐτοῦ καὶ ὅσα ἐποίησαν ὕστερον οἱ μαθηταὶ αὐτοῦ τῇ δυνάμει αὐτοῦ. Ὁμοίως ἐπροφήτευσαν καὶ τὰ μαντεῖα τῶν Ἑλλήνων συγχωρήσει Θεοῦ καὶ οἱ ἀστρονόμοι τῶν Περσῶν καὶ τῶν Ἑλλήνων, καὶ ταῦτα πάντα μετὰ εὐφημείας μεγάλης τοῦ Ἰησοῦ. Καὶ ὅτι πᾶσαι αὗται αἱ προφητεῖαί εἰσιν ἀπαράγραπτοι ἔχομεν δεῖξαι· Ἑρμηνεία· Κφ. ιεʹ. Κείμενον· Ὅτι αἱ γραφαὶ πᾶσαι τῆς πίστεως ἡμῶν συμφωνοῦσιν ἐν πᾶσι, διότι εἶχον οἱ γράψαντες αὐτὰς ἕνα διδάσκαλον, τὴν χάριν τοῦ Θεοῦ, ἄλλως γὰρ ἔμελλον ἔν τισι διαφωνεῖν· Ἑρμηνεία· Κφ. ιϛʹ. Κείμενον· Ὅτι ἐδέξαντο ταύτην τὴν πίστιν, νέαν οὖσαν καὶ παράδοξον, οἱ ἄνθρωποι πανταχοῦ μετὰ σπουδῆς καὶ μετὰ κινδύνων πολλῶν, καὶ οὐ μόνον ἰδιῶται καὶ ἀμαθεῖς, ἀλλὰ καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί. Καὶ διὰ τοῦτο κατελύθη τελείως ἡ πλάνη τῶν δαιμόνων· Ἑρμηνεία· Κφ. ιζʹ. Κείμενον· Ὅτι ἡ πίστις αὔτη οὐδὲν περιέχει ἀδύνατον, οὐδὲν ἀσύμφωνον, οὐδὲν σωματικόν, ἀλλὰ πάντα πνεύματι· καὶ ἔστιν ὁδὸς φέρουσα τὰς ψυχὰς τῶν ἀνθρώπων εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ τῆς μελλούσης αἰωνίου ζωῆς· Ἑρμηνεία· Κφ. ιηʹ. Κείμενον· Ὅτι ὅσοι ἔλαβον ταύτην τὴν πίστιν καὶ ἐπολιτεύσαντο ἐναρέτως κατὰ τοῦ Ἰησοῦ νόμον, ἔλαβον μεγάλα χαρίσματα ἐκ τοῦ Θεοῦ καὶ δυνάμεις ἐποίησαν πολλὰς ἐν ὀνόματι Ἰησοῦ, ὅπερ οὐκ ἂν ἦν, εἰ ἡ πίστις αὕτη ἦν ἐναντία τῇ ἀληθείᾳ. Ἑρμηνεία· Κφ. ιθʹ. Κείμενον· Ὅτι ὅσα λέγουσί τινες κατὰ τῆς πίστεως ταύτης, δυνάμεθα λύειν εὐκόλως καὶ εὐλόγως· Ἑρμηνεία· Κφ. κʹ. Κείμενον· Ὅτι τῇ πίστει ταύτῃ ἐπολέμησαν διὰ πολλῶν τιμωρίων καὶ φόνων οἱ βασιλεῖς τότε καὶ οἱ ἔπαρχοι αὐτῶν ἐν τῇ οἰκουμένῃ τριακοσίους δέκα ὀκτὼ χρόνους πολύθεοι ὄντες καὶ εἰδωλολάτραι καὶ οὐδὲν ἴσχυσαν, ἀλλὰ ἐνίκησεν ἡ πίστις καὶ διαμένει μέχρι τοῦ νῦν· καὶ ἐλθὼν ὁ Κύριος εὑρήσῃ αὐτήν. Καὶ εἰ μὴ ἦν ἡ πίστις αὔτη ἐκ θελήματος τοῦ Θεοῦ, διελύθη ἂν τότε εὐκόλως. Αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ δόξα· ἄμην. Ἑρμηνεία· Κφ. καʹ. Κείμενον· Ταῦτα λέγομεν ἡμεῖς περὶ πίστεως ἡμῶν συντόμως. Ἑρμηνεία· Καὶ μετὰ ταῦτα πολλὰ Α.