---
title: Fragments on Boeotian History
title_greek: Ἀποσπάσματα περὶ τῆς Βοιωτικῆς Ἱστορίας
author: Ctesiphon Historicus
eul_wid: clm-aa
eul_aid: clm
canonical: "https://eulogikon.org/works/ctesiphon-boeotian-history-clm-aa"
period: Classical
dialect: Attic (frg)
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Boeotian History

*Ἀποσπάσματα περὶ τῆς Βοιωτικῆς Ἱστορίας*

**Author:** Ctesiphon Historicus

**eul_wid:** `clm-aa` · [HTML page](https://eulogikon.org/works/ctesiphon-boeotian-history-clm-aa)

## Text

## ΒΟΙΩΤΙΑΚΑ. E LIBRO TERTIO.

### 1

Plutarchus Par. min. c. 12: Ἐπαμινώνδα ς , ὁ τῶν Θηβαίων στρατηγὸς, ἔχων πρὸς Λακεδαιμονίους πόλεμον, καὶ ἀρχαιρεσιῶν ἀγομένων, ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν.

### 1

Λακεδαιμόνιοι, μαθόντες τὴν ἀπουσίαν, ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δ’ ἀγανακτήσας καὶ ἐπιλαθόμενος τοῦ πατρὸς, συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας, στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.

## ΠΕΡΣΙΚΑ. E LIBRO PRIMO.

### 2

Plutarch. De fluv. 23, 1: Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπ’ Ἀράξου τοῦ Πύλου· οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλα τούμενος δὲ ὑπ’ Ἐριννύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον· ὃς ἀπ’ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν αʹ Περσικῶν.

### t3a-3b

ΠΕΡΙ ΔΕΝΔΡΩΝ.

### 3a

Idem ib. c. 18, 11: Φύεται δ’ ἐν αὐτῷ (sc. ἐν τῷ Κοκκυγίῳ ὄρει) δένδρον, Παλίουρος καλούμενον· ἐφ’ ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζῴων, ὡς ὑπ’ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς Κτησιφῶν ἐν αʹ Περὶ δένδρων.

### 3b

Idem ib. 23, 5: Γεννᾶται δ’ ἐν αὐτῷ (ἐν Ἀράξῃ) δένδρον, ῥοιᾷ παραπλήσιον, καρπὸν δ’ ἄφθονον τρέφει μήλων, τὴν γεῦσιν ἔχοντα σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγʹ Περὶ δένδρων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: clm-aa`.
