eul_wid: bzo-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Critias of Athens

The Testimonies is a modern compilation of twenty-three fragmentary passages concerning the Athenian figure Critias, a late 5th-century BCE philosopher and politician infamous as a leading member of the oligarchic Thirty Tyrants. It is not a single surviving work from antiquity but an editorial assemblage of excerpts and reports about his life and ideas, preserved indirectly by later authors such as Plato, Xenophon, and Sextus Empiricus. The collection aims to reconstruct Critias’s philosophical thought, which engaged with major intellectual debates of his era. The passages cover several themes, most notably the origins of religion, where Critias is famously reported to have argued that gods were invented by a shrewd lawgiver to instill fear and enforce social order. Other fragments present materialist views on psychology, identifying psychē with blood and defining sensations as physical processes. The testimonia place Critias within the broader Sophistic movement and pre-Socratic debates concerning atheism, societal norms, and the nature of perception. The work’s structure of twenty-three passages is an editorial creation, organising disparate ancient references into a coherent sequence for study. None of Critias’s own writings survive directly; all knowledge of his philosophy is mediated through these later quotations and discussions, which were systematically collected by modern editors.

Φιλόστρατος ὁ Ἀθηναῖος Κριτίας δὲ ὁ σοφιστής, εἰ μὲν κατέλυσε τῶν Ἀθηναίων τὸν δῆμον, οὔπω κακός — καταλυθείη γὰρ ἂν καὶ ὑφʼ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι —, ἀλλʼ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθήιρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δʼ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφηιρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίαι τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίαι ὄνομα. καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνηι ὁμιλίας παρεφθορέναι αὐτόν· τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν· ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δʼ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν, οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίαι φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῶι Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ὧι πλεῖστα δὴ συνεφιλοσόφησε σοφωτάτωι τε καὶ δικαιοτάτωι τῶν ἐφʼ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δʼ ὁμοιωθῆναι, παρʼ οἷς ἀγερωχία καὶ ἄκρατος, καὶ τὰ τυραννικὰ ἐν οἴνωι σπουδάζεται. ἀλλʼ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλʼ ἐγοργίαζον ἐν Θετταλίαι μικραὶ καὶ μείζους πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δʼ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρʼ αὐτοῖς ἐποιεῖτο. ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δʼ αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δʼ Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένωι ταῦτα Κ. ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί. ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἳ κατῆγον ἀπὸ Φυλῆς τὸν δῆμον. δοκεῖ δʼ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίωι τῆι τυραννίδι ἐχρήσατο· ἐμοὶ δὲ ἀποπεφάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν, ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο. διʼ ἅ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς Ἕλλησιν· εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῶι ἤθει, ἀλλοτρίαι τῆι γλώττηι δόξομεν φθέγγεσθαι, ὥσπερ οἱ αὐλοί.

τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κ. καὶ πολυγνώμων σεμνολογῆσαί τε ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλʼ ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλως — τὸ γὰρ ἀπειρόκαλον ἐν τῶι ἀττικίζειν βάρβαρον —, ἀλλʼ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ χωρίον χωρίωι προσβαλεῖν Κριτίου ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δʼ ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ ζεφύρου ἡ αὔρα.

Λαέρτιος Διογένης Πλάτων Ἀρίστωνος καὶ Περικτιόνης — ἢ Ποτώνης —, ἥτις τὸ γένος ἀνέφερεν εἰς Σόλωνα, Ἀθηναῖος. τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, οὗ Κριτίας οὗ Κάλλαισχρος. οὗ Κριτίας ὁ τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδης καὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν, ἐμὸν δὲ ἀνεψιόν. ἥ τε γὰρ πατρώια ὑμῖν οἰκία ἡ Κριτίου τοῦ Δρωπίδου καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπʼ ἄλλων πολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν. ἐπεδήμησε γὰρ τῆι Ἀττικῆι Κριτίου ἐρῶν.

Πλάτων Κριτίαν δέ που πάντες οἱ τῆιδʼ ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. ἄκουε δὴ ὦ Σώκρατες λόγου μάλα μὲν ἀτόπου παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτʼ ἔφη· ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῆι ποιήσει· πρὸς δὲ Κριτίαν που τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδʼ, εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα ... ἐγὼ φράσω παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός· ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πηι μάλιστα δεκέτης. ὁ δὲ Κ. ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο δὲ καὶ φιλοσόφων συνουσιῶν, καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις· ἐτυράννευσε δὲ καὶ αὐτὸς εἷς τῶν λ γεγονώς.

Ξενοφῶν ὁ Ἀθηναῖος ἀλλʼ ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην. Κριτίας μὲν γὰρ τῶν ἐν τῆι ὀλιγαρχίαι πάντων κλεπτίστατός τε καὶ βιαιότατος καὶ φονικώτατος ἐγένετο, Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῆι δημοκρατίαι πάντων ἀκρατέστατός τε καὶ ὑβριστότατος καὶ βιαιότατος. ἐγὼ δʼ, εἰ μέν τι κακὸν ἐκείνω τὴν πόλιν ἐποιησάτην, οὐκ ἀπολογήσομαι· τὴν δὲ πρὸς Σωκράτη συνουσίαν αὐτοῖν ὡς ἐγένετο διηγήσομαι. ἐγενέσθην μὲν γὰρ δὴ τὼ ἄνδρε τούτω φύσει φιλοτιμοτάτω πάντων Ἀθηναίων, βουλομένω τε πάντα διʼ ἑαυτῶν πράττεσθαι καὶ πάντων ὀνομαστοτάτω γενέσθαι ... δήλω δʼ ἐγενέσθην ἐξ ὧν ἐπραξάτην· ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγιγνομένων ἡγησάσθην εἶναι, εὐθὺς ἀποπηδήσαντε Σωκράτους ἐπραττέτην τὰ πολιτικά, ὧνπερ ἕνεκα Σωκράτους ὠρεχθήτην. ... καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ἕως μὲν Σωκράτει συνήστην, ἐδυνάσθην ἐκείνωι χρωμένω συμμάχωι τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν· ἐκείνου δʼ ἀπαλλαγέντε, Κριτίας μὲν φυγὼν εἰς Θετταλίαν ἐκεῖ συνῆν ἀνθρώποις ἀνομίαι μᾶλλον ἢ δικαιοσύνηι χρωμένοις. ... ἀλλʼ εἰ καὶ μηδὲν αὐτὸς πονηρὸν ποιῶν ἐκείνους φαῦλα πράττοντας ὁρῶν ἐπήινει, δικαίως ἂν ἐπιτιμῶιτο. Κριτίαν μὲν τοίνυν αἰσθανόμενος ἐρῶντα Εὐθυδήμου καὶ πειρῶντα χρῆσθαι, καθάπερ οἱ πρὸς τἀφροδίσια τῶν σωμάτων ἀπολαύοντες, ἀπέτρεπε φάσκων ἀνελεύθερόν τε εἶναι καὶ οὐ πρέπον ἀνδρὶ καλῶι κἀγαθῶι τὸν ἐρώμενον, ὧι βούλεται πολλοῦ ἄξιος φαίνεσθαι, προσαιτεῖν ὥσπερ τοὺς πτωχοὺς ἱκετεύοντα καὶ δεόμενον προσδοῦναι, καὶ ταῦτα μηδενὸς ἀγαθοῦ. τοῦ δὲ Κριτίου τοῖς τοιούτοις οὐχ ὑπακούοντος οὐδὲ ἀποτρεπομένου, λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν ὅτι ὑικὸν αὐτῶι δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμωι προσκνῆσθαι ὥσπερ τὰ ὕδια τοῖς λίθοις. ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σωκράτη ὁ Κριτίας, ὥστε καὶ ὅτε τῶν τριάκοντα ὢν νομοθέτης μετὰ Χαρικλέους ἐγένετο, ἀπεμνημόνευσεν αὐτῶι καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν.

Ἀνδοκίδης φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν ... Κριτίας ἀνεψιὸς καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί. ἐσώθη δέ γε ὁ πατήρ, ὁ κηδεστής, ἀνεψιοὶ τρεῖς, τῶν ἄλλων συγγενῶν ἑπτὰ μέλλοντες ἀποθανεῖσθαι ἀδίκως, οἳ νῦν ὁρῶσι τοῦ ἡλίου τὸ φῶς διʼ ἐμέ.

Δημοσθένης ὁ Ἀθηναῖος Ἀριστοκράτης μὲν ὁ Σκελίου ... πολλὰ καὶ καλὰ διαπραξάμενος ἔργα πολεμούσης τῆς πόλεως Λακεδαιμονίοις κατασκάψας τὴν Ἠετιώνειαν, εἰς ἣν Λακεδαιμονίους ἤμελλον οἱ περὶ Κριτίαν ὑποδέχεσθαι, καθεῖλε μὲν τὸ ἐπιτείχισμα, κατήγαγε δὲ τὸν δῆμον.

Λυκοῦργος ὁ Ἀθηναῖος ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος τὸν μὲν νεκρὸν κρίνειν προδοσίας, κἂν δόξηι προδότης ὢν ἐν τῆι χώραι τεθάφθαι, τά γε ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς.

Ἀριστοτέλης καὶ Κλεοφῶν κατὰ Κριτίου τοῖς Σόλωνος ἐλεγείοις ἐχρήσατο λέγων, ὅτι πάλαι ἀσελγὴς ἡ οἰκία· οὐ γὰρ ἄν ποτε ἐποίησε Σόλων «εἰπεῖν μοι Κριτίαι πυρρότριχι πατρὸς ἀκούειν».

Ξενοφῶν ὁ Ἀθηναῖος τῶι δʼ ἐπιόντι ἔτει ... ἔδοξε τῶι δήμωι τριάκοντα ἄνδρας ἑλέσθαι οἳ τοὺς πατρίους νόμους συγγράψουσι, καθʼ οὓς πολιτεύσουσι. καὶ ἡιρέθησαν οἵδε· Πολυχάρης, Κριτίας κτλ.

τῶι μὲν οὖν πρώτωι χρόνωι ὁ Κ. τῶι Θηραμένει ὁμογνώμων τε καὶ φίλος ἦν· ἐπεὶ δὲ αὐτὸς μὲν προπετὴς ἦν ἐπὶ τὸ πολλοὺς ἀποκτείνειν, ἅτε καὶ φυγὼν ὑπὸ τοῦ δήμου, ὁ δὲ Θηραμένης ἀντέκοπτε, λέγων κτλ. ἐκ τούτου μέντοι Κ. καὶ οἱ ἄλλοι τριάκοντα ἤδη φοβούμενοι καὶ οὐχ ἥκιστα τὸν Θηραμένην, μὴ συρρυείησαν πρὸς αὐτὸν οἱ πολῖται, καταλέγουσι τρισχιλίους τοὺς μεθέξοντας δὴ τῶν πραγμάτων. οὐ μέντοι θαυμάζω γε τὸ Κριτίαν παρανενομικέναι· ὅτε γὰρ ταῦτα ἦν, οὐ παρὼν ἐτύγχανεν, ἀλλʼ ἐν Θετταλίαι μετὰ Προμηθέως δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς πενέστας ὥπλιζεν ἐπὶ τοὺς δεσπότας.

Λυσίας ὁ λογογράφος ἐπειδὴ δὲ ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῆι πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν, ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῶι ὑμετέρωι πλήθει πράττοντες· ὧν Ἐρατοσθένης καὶ Κ. ἧσαν. οὗτοι δὲ φυλάρχους τε ἐπὶ τὰς φυλὰς κατέστησαν καὶ ὅτι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη ἄρχειν παρήγγελλον καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο κύριοι ἦσαν.

Ξενοφῶν ὁ Ἀθηναῖος ἐκ δὲ τούτου οἱ τριάκοντα οὐκέτι νομίζοντες ἀσφαλῆ σφίσι τὰ πράγματα ἐβουλήθησαν Ἐλευσῖνα ἐξιδιώσασθαι, ὥστε εἶναι σφίσι καταφυγήν, εἰ δεήσειε. καὶ παραγγείλαντες τοῖς ἱππεῦσιν ἦλθον εἰς Ἐλευσῖνα Κ. τε καὶ οἱ ἄλλοι τῶν τριάκοντα. ἐκ δὲ τούτου λαβὼν ὁ Θρασύβουλος τοὺς ἀπὸ Φυλῆς περὶ χιλίους ἤδη συνειλεγμένους, ἀφικνεῖται τῆς νυκτὸς εἰς τὸν Πειραιᾶ ... οἱ δὲ ἀπὸ Φυλῆς ... συνεσπειράθησαν ἐπὶ τὴν Μουνιχίαν ... ἀπέθανον δʼ ἐνταῦθα τῶν μὲν τριάκοντα Κ. τε καὶ Ἱππόμαχος

δεῖγμα δὲ τῆς τῶν λ πολιτείας καὶ τόδε ἐστίν· Κριτίου γὰρ ἑνὸς τῶν λ ἀποθανόντος ἐπέστησαν τῶι μνήματι Ὀλιγαρχίαν δᾶιδα κατέχουσαν καὶ ὑφάπτουσαν Δημοκρατίαν, καὶ ἐπέγραψαν τάδε· μνῆμα τόδʼ ἐστʼ ἀνδρῶν ἀγαθῶν, οἳ τὸν κατάρατον δῆμον Ἀθηναίων ὀλίγον χρόνον ὕβριος ἔσχον.

Ἀριστοτέλης οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν — ἴσασι γὰρ πάντες τὰς πράξεις —, ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ· οὐ γὰρ πολλοὶ ἴσασιν.

Ἀθήναιος Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῶι ἐπιγραφομένωι Προτρεπτικῶι Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῶι Πόντωι καθʼ ἑαυτὸν ἔτι, Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου.

Ψευδοπλούταρχος ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ παλαιότατον ἀναφέροντες ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην μεταχειρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι πρεσβύτηι ἤδη ὄντι οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον.

Φιλόστρατος ὁ Ἀθηναῖος Κ. δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρʼ αὐτοῦ κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπʼ εὐγλωττίας ὁ δὲ ὑπὸ ῥώμης.

Διονύσιος ὁ Ἁλικαρνασσεύς καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας ἧι κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατʼ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς.

Ἑρμογένης ὁ Ταρσεύς Περὶ Κριτίου. ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῶι Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφατικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, διευκρινῶν, ὥστʼ εἶναι καὶ σαφὴς ἅμα τῶι μεγέθει καὶ εὐκρινής· ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἁπλῶς χρῆται τῶι τοιούτωι κόσμωι οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλʼ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δʼ ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται οἷον ἐπιεικείαι ἢ ἀφελείαι ἢ ὅσα τοιαῦτα.

Φρύνιχος ὁ Βιθυνός, Φώτιος εἰλικρινοῦς δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ στάθμας καὶ παράδειγμά φησιν ἄριστον ... Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀντισθένην.

Φιλόστρατος ὁ Ἀθηναῖος προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῶι δὲ Κριτίαι καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον.

Ἰωάννης ὁ Φιλόπονος Κριτίαν εἴτε τὸν ἕνα τῶν τριάκοντα, ὃς καὶ Σωκράτους ἠκροάσατο, ἢ καὶ ἄλλον τινὰ λέγει, οὐδὲν διαφερόμεθα. φασὶ δὲ καὶ ἄλλον Κριτίαν γεγονέναι σοφιστήν, οὗ καὶ τὰ φερόμενα συγγράμματα εἶναι, ὡς Ἀλέξανδρος λέγει· τὸν γὰρ τῶν τριάκοντα μηδὲ γεγραφέναι ἄλλο τι πλὴν Πολιτείας ἐμμέτρους.

Ἀριστοτέλης ἕτεροι δʼ αἷμα τὴν ψυχὴν εἶναι, καθάπερ Κ., τὸ αἰσθάνεσθαι ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες, τοῦτο δʼ ὑπάρχειν διὰ τὴν τοῦ αἵματος φύσιν. Κ. ὁ εἷς τῶν τριάκοντα· αἷμα γὰρ ἔλεγεν εἶναι τὴν ψυχήν. «αἷμα γάρ, φησίν, ἀνθρώποις περικάρδιόν ἐστι νόημα».