---
title: Heracles in the Underworld
title_greek: Ἀποσπάσματα
author: Critias of Athens
eul_wid: bzo-ac
eul_aid: bzo
canonical: "https://eulogikon.org/works/critias-athens-heracles-underworld-bzo-ac"
period: Classical
dialect: Attic
domain: Philosophy
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Heracles in the Underworld

*Ἀποσπάσματα*

**Author:** Critias of Athens

**eul_wid:** `bzo-ac` · [HTML page](https://eulogikon.org/works/critias-athens-heracles-underworld-bzo-ac)

## Text

### book 1

〈ἡ σκηνὴ τοῦ δράματος ἐν Ἅιδου〉

### book 1.1

[ln_1][spk_αιακος]ΑΙΑΚΟΣ· Ἔα, τί χρῆμα; δέρκομαι

### book 1.2

σπουδῇ τινα δεῦρ’ ἐγκονοῦντα καὶ μάλ’ εὐτόλμῳ φρενί. εἰπεῖν δίκαιον, ὦ ξέν’, ὅστις ὢν τόπους ἐς

### book 1.3

τούσδε

### book 1.4

χρίμπτῃ καὶ καθ’ ἥντιν’ αἰτίαν.

### book 1.1

[ln_5][spk_ηρακλης]ΗΡΑΚΛΗΣ· οὐδεὶς ὄκνος πάντ’ ἐκκαλύψασθαι λόγον· ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων

### book 1.2

πατρὸς ἐξέφυν Διός· ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὰ πρὸς λέχη Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.[ln_10]ἥκω δὲ δεῦρο

### book 1.3

πρὸς βίαν, Εὐρυσθέως ἀρχαῖς ὑπείκων, ὅς μ’ ἔπεμψ’ Ἅιδου κύνα ἄγειν κελεύων ζῶντα

### book 1.4

πρὸς Μυκηνίδας πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι ἀνήνυτον τόνδ’ ᾤετ’ ἐξηυρηκέναι.

### book 1.1

[ln_15]τοιόνδ’ ἰχνεύων

### book 1.2

πρᾶγος Εὐρώπης κύκλῳ Ἀσίας

### book 1.3

τε πάσης ἐς μυχοὺς ἐλήλυθα.

### book 2.1

[spk_χορος]ΧΟΡΟΣ[ln_1]ἵνα

### book 2.2

πλημοχόας τάσδ’ εἰς

### book 2.3

χθόνιον [para]χάσμ’ εὐφήμως

### book 2.4

προχέωμεν

### book 3.1

ἀκάμας

### book 3.2

τε χρόνος

### book 3.3

περί τ’ ἀενάῳ ῥεύματι

### book 3.4

πλήρης

### book 3.5

φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι

### book 3.6

ταῖς ὠκυπλάνοις

### book 3.7

πτερύγων ῥιπαῖς[ln_5]τὸν Ἀτλάντειον

### book 3.8

τηροῦσι πόλον

### book 4

σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νὺξ αἰολόχρως ἄκριτός τ’ ἄστρων[ln_5]ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει

### book 5.1

[spk_〈πειριθ.〉]〈ΠΕΙΡΙΘ.〉 ...[ln_1]εσφηλα[ ....[ κατελ.[ ἐλθὼν .[[ln_5]Ἑλλην[ βωμω..[ θεὸς δὲ μανια[ ἔπεμψεν ἄτη[ν νεφέλην γυναικ[[ln_10]ἔσπειρεν εἰς

### book 5.2

τοὺς θ.[ θυγατρὶ μίσγοιτ’ ε[ τοίων δὲ κόμπω[ν

### book 5.3

ποινὰς θεοῖς ἔτεισεν[ μανίας

### book 5.4

τροχῶι

### book 5.5

περι[[ln_15]οἰστρη[λ]άτοισιν

### book 5.6

ωχ[ ἄπυστο[ς] ἀνθρώποι[σι ἔκρυψεν, ἀλλὰ βορε[α διεσπα[ρ]άχθη σ[υ]ν μ[ πατὴ[ρ ἁ]μαρτὼν εἰς θε[οὺς[ln_20]ἐγὼ [δ’ ἐκ]είνου π[ή]ματα[

### book 6

Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ[ln_1]αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις

### book 7.1

...[ln_1][ ca. 25 ll. ].σησ[ [ ca. 26 ll. ]πη[ [ ca. 25 ll. ]ν πόνου .........].σοι

### book 7.2

το.[.....] ἡδὺ ν[ῦ]ν δοκεῖ

### book 7.1

[ln_5][spk_〈θησευς〉]〈ΘΗΣΕΥΣ〉 ........ ]τος, Ἡράκλεις, [σὲ] μέμψομαι ........ ]η, πιστὸν γὰρ ἄνδρα καὶ φίλον ...... πρ]οδοῦναι δυσμ[εν]ῶς εἰλημμένον. 〈ΗΡ.〉 σαυτῶι

### book 7.2

τε,] Θησεῦ, τῇ τ’ Ἀθηναίων πό[λει

### book 7.3

πρέποντ’ ἔλεξας· τοῖσι δυσ[τυ]χοῦσι γάρ[ln_10]ἀεί ποτ’ εἶ σὺ σύμμαχος· σκῆψιν [δ’ ἐμ]οί ἀεικές ἐστ’ ἔχοντα

### book 7.4

πρὸς πάτραν μολεῖν. Εὐρυσθέα γὰρ πῶς δοκεῖς ἄν, ἄσμενον εἴ μοι πύθοιτο

### book 7.5

ταῦτα

### book 7.6

συμπράξαντά σε, λέξειν ἂν ὡς ἄκραντος ἤθληται πόνος;

### book 7

[ln_15][spk_〈θης.〉]〈ΘΗΣ.〉 ἀλλ’ οὗ σὺ χρήιζεις π[.........] ἐμὴν ἔχεις εὔνοιαν, οὐκ ἔμπλ[ηκτον, ἀλλ’ ἐλ]ευθέρως ἐχθροῖσί τ’ ἐχθρὰν [καὶ φίλοισι]ν εὐμενῆ. πρόσθεν ς’ ἐμοὶ τ[............ ]ει λόγος, λέγοις δ’ ἂν [....].[ ]ους λόγους

### book 7

[ln_20][spk_〈ηρ.〉]〈ΗΡ.〉 ὦ φ[ ] [ ca. 25 ll. ]ιας [ ca. 24 ll. ὑ]πηρετῶ [ ca. 21 ll. ]. θν[η]τῶ[ν] φρένας [ ca. 19 ll. ]γνώμης ἄτερ[ln_25][ ca. 17 ll. τοῦ]τό σοι φίλον [ 12 ll. ]δικώτατ’ αἰτιᾷ θεούς [ 13 ll. ]η πᾶς [ἀ]νέρριπται κύβος [ 13 ll. ]..οντα μὴ μάταιον ᾖ [ 14 ll. ]ην ἔχω .εξα[.] δὲ χρή[ln_30][ 20 ll. ]μαθεῖν ὅτου[ [ 21 ll. ].[ ]υσι[ [ 25 ll.].[.].[[ln_32]** [ 25 ll.]γ.εν [ 24 ll. ]αλλαγήν[ln_35][ 25 ll.]ν [ 24 ll.]ρενι [ 24 ll.]ι θεῷ [ 25 ll.] νερτέρων [ 25 ll.]τες[ln_40][] ...

### book 8

...[ln_1][ ].[ [ ]σθε[ [ ]ενοσ[ —[ln_5][ ].ερασσ[ [ ]σον ῥω[ [].υς..[ [ ]νησθεισ[ []λλον ἀθλο[[ln_10][ ]αρουστα[ [ ]...[ [ ].ηκακ.[ [ ]λοπλα[ [ ]....[[ln_15][ ]..[ [ ]πειν[ [ ]..[ ...

### book 9

...[ln_1][ ]....ω[ [ ]υροιμ[ [ ]οφεω[ [ ]ενηχ[[ln_5][ ]πορωγ[ []..ντερεασ[ [ ].καιγην[ [ ].μασε[ [ ]νε[[ln_10]...

### book 10.1

{ὁ πρῶτος εἰπὼν} οὐκ ἀγυμνάστῳ φρενί ἔρριψεν, ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς

### book 10.2

τοῖσιν εὖ φρονοῦσι

### book 10.3

συμμαχεῖ τύχη

### book 11.1

τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι

### book 11.2

ποτέ ῥήτωρ δύναιτο, τὸν δ’ ἄνω

### book 11.3

τε καὶ κάτω λόγοις

### book 11.4

ταράσσων

### book 11.5

πολλάκις λυμαίνεται

### book 12

οὔκουν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς;

### book 13

ἔφεξιν

### book 14

θρᾶξαι

### book 16.1

οἳ γῆν ἔχους’ Εὐβοΐδα

### book 16.2

πρόσχωρον πόλιν

### book 17.1

[spk_〈ραδ.?〉]〈ΡΑΔ.?〉 ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου

### book 17.2

φροντίς, ἀλλὰ χρημάτων

### book 17.3

πολλῶν κεκλῆσθαι βούλεται

### book 17.4

πατὴρ δόμοις·[ln_5]ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ

### book 17.5

φρενῶν λέγοντι

### book 17.6

πείθειν

### book 17.7

τοὺς πέλας τόλμῃ κακῇ· οἱ δ’ αἰσχρὰ κέρδη

### book 17.8

πρόσθε

### book 17.9

τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων

### book 17.10

πλάνη. ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς

### book 17.11

χρῄζω

### book 17.12

τυχεῖν,[ln_10]δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν

### book 18

οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστισ〉 ἐξαιρήσεται

### book 19.1

[ln_1][spk_σις]ΣΙΣ. ἦν

### book 19.2

χρόνος ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης, ὅτ’ οὐδὲν ἆθλον οὔτε

### book 19.3

τοῖς ἐσθλοῖσιν ἦν οὔτ’ αὖ κόλασμα

### book 19.4

τοῖς κακοῖς ἐγίγνετο.[ln_5]κἄπειτά μοι δοκοῦσιν ἅνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ 〈––〉 τήν θ’ ὕβριν δούλην ἔχῃ· ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι. ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι[ln_10]ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ, λάθρᾳ δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ 〈–〉 πυκνός

### book 19.5

τις καὶ σοφὸς γνώμην ἀνήρ 〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη

### book 19.6

τι δεῖμα

### book 19.7

τοῖς κακοῖσι, κἂν λάθρᾳ[ln_15]πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ νόῳ τ’ ἀκούων καὶ βλέπων, φρονῶν

### book 19.8

τε καί προσέχων

### book 19.9

τε ταῦτα καὶ φύσιν θείαν

### book 19.10

φορῶν,

### book 19.1

[ln_20]ὃς πᾶν {μὲν} τὸ λεχθὲν ἐν βροτοῖς ἀκού〈σ〉εται, 〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. ἐὰν δὲ σὺν

### book 19.2

σιγῇ τι βουλεύῃς κακόν, τοῦτ’ οὐχὶ λήσει

### book 19.3

τοὺς θεούς· τὸ γὰρ

### book 19.4

φρονοῦν 〈–〉 ἔνεστι. τούσδε

### book 19.5

τοὺς λόγους λέγων[ln_25]διδαγμάτων ἥδιστον εἰσηγήσατο

### book 19.6

ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ. 〈ν〉αίει〈ν〉 δ’ ἔφασκε

### book 19.7

τοὺς θεοὺς ἐνταῦθ’ ἵνα μάλιστ’ ἂ〈ν〉 ἐξέπληξεν ἀνθρώπους ἄγων, ὅθεν

### book 19.8

περ ἔγνω

### book 19.9

τοὺς φόβους ὄντας βροτοῖς[ln_30]καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ, ἐκ τῆς ὕπερθε

### book 19.10

περιφορᾶς, ἵν’ ἀστραπάς κατεῖδον οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας,

### book 19.1

Χρόνου καλὸν

### book 19.2

ποίκιλμα, τέκτονος

### book 19.3

σοφοῦ,[ln_35]ὅθεν

### book 19.4

τε λαμπρὸς ἀστέρος

### book 19.5

στείχει μύδρος ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους πέριξ ἔστησεν ἀνθρώποις φόβους, δι’ οὓς καλῶς

### book 19.6

τε τῷ λόγῳ κατῴκισεν τὸν δαίμον’ οὗτος ἐν

### book 19.7

πρέποντι

### book 19.8

χωρίῳ,[ln_40]τὴν ἀνομίαν

### book 19.9

τε τοῖς νόμοις κατέσβεσεν ** οὕτω δὲ πρῶτον οἴομαι

### book 19.10

πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος

### book 21

[ln_1]φεῦ· οὐδὲν δίκαιόν ἐστιν ἐν τῷ νῦν γένει

### book 22?

ὁ χρόνος ἁπάσης ἐστὶν ὀργῆς φάρμακον

### book 23.1

ὅστις δὲ τοῖς φίλοισι πάντα

### book 23.2

πρὸς χάριν

### book 23.3

πράσσων ὁμιλεῖ, τὴν

### book 23.4

παραυτίχ’ ἡδονήν ἔχθραν καθίστης’ εἰς τὸν ὕστερον

### book 23.5

χρόνον

### book 24.1

δεινὸν δ’ ὅταν

### book 24.2

τις μὴ φρονῶν δοκῇ φρονεῖν

### book 25.1

σοφῆς δὲ πενίας

### book 25.2

σκαιότητα

### book 25.3

πλουσίαν κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bzo-ac`.
