ΣΙΜΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ
Πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς
δοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις·
νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων,
ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.
ΤΟΥ ΑΥΤΟΥ
Δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος
Ἀμφιτρυωνιάδᾳ κείμεθʼ ἀνὰ πρόπυλον
τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ
ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων
βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβος
Ἠμαθία· τοίῳ κραίνεται ἁγεμόνι.
ΣΙΜΙΟΥ ΘΗΒΑΙΟΥ
Τόν σε χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου,
τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,
πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς
βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,
τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος, ἀλλʼ ὁ περισσὸς
αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.
ΤΟΥ ΑΥΤΟΥ
Ἠρέμʼ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ,
ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους,
καὶ πέταλον πάντῃ θάλλοι ῥόδου ἥ τε φιλορρὼξ
ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη,
εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς
ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.
ΣΙΜΙΟΥ
Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης·
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,
οὗτος ἔχει πλεῖστον καὶ φθόνον οὐ φέρεται.
ΣΙΜΙΟΥ
Τάνδε κατʼ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ
πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις,
ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη,
τερπνὰ διʼ ἀγλώσσου φθεγγομένα στόματος.
ΣΙΜΙΟΥ
Οὐκέτʼ ἀνʼ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ,
ἠχήεσσαν ἱεῖς γῆρυν ἀπὸ στομάτων,
θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης·
ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.
ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ ΣΙΜΙΟΥ
Ὕστατα δὴ τάδʼ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ
δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
«Αὖθι μένοις παρὰ πατρί, τέκοις δʼ ἐπὶ λῴονι μοίρᾳ
ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.»
ΣΙΜΙΟΥ Ο ΠΕΛΕΚΥΣ
Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ
ὤπασʼ Ἐπειὸς πέλεκυν, τῷ ποκα πύργων θεοτεύκτων κατέρειψεν αἶπος,
τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν
Δαρδανιδᾶν χρυσοβαφεῖς τʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας,
οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,
ἀλλʼ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·
νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον
σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·
τρὶς μάκαρ, ὃν σὺ θυμῷ
ἵλαος ἀμφιδερχθῇς·
ὅδʼ ὄλβος
ἀεὶ πνεῖ.
ΣΙΜΙΟΥ ΠΤΕΡΥΓΕΣ ΕΡΩΤΟΣ
Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτʼ Ἀκμονίδαν τʼ ἄλλυδις ἑδράσαντα·
μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.
τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκʼ ἔκραινʼ Ἀνάγκα,
πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς
ἑρπετά, πάνθʼ, ὅσʼ ἕρπει
διʼ αἴθρας.
Χάους δέ,
οὔτι γε Κύπριδος παῖς
ὠκυπέτας οὐδʼ Ἄρεος καλεῦμαι·
οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ·
εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε·
τῶν δʼ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.
ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ
Κωτίλας
ματέρος
τῆ τόδʼ ἄτριον νέον
Δωρίας ἀηδόνος·
πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς
λίγειά μιν κάμʼ ἶφι ματρὸς ὠδίς·
τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκειξε κᾶρυξ
φῦλʼ ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,
ἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξειν
ἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν,
θοῶς δʼ ὕπερθεν ὠκυλέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
ἴχνει θενὼν … ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,
θοαῖς ἴσʼ αἰόλαις νεβροῖς κῶλʼ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι·
ταὶ δʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζόν,
πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθήνας·
βλαχαὶ δʼ οἰῶν πολυβότων ἀνʼ ὀρέων νομὸν ἔβαν τανυσφύρων τʼ ἐς ἄντρα Νυμφᾶν·
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσʼ εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·
κᾆτʼ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅ γʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκος·
ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι ποσὶν δονέων ἅμα πολύπλοκα μεθίει μέτρα μολπᾶς.