eul_wid: hgw-bg
Μεγάλα ἨθικάGreat Ethics
Aristotle Great Ethics PDF
| 1.1 | Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἄν εἴη σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος ὡς μὲν οὖν συντόμως εἰπτεῖν, δόξειεν 〈ἂν〉 οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δʼ οἷον σπουδαῖον· τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν· |
| 1.2 | ἐπεὲ δʼ ὑπὲρ τούτορν διώρισται, πειραθῶμςν ποσαχῶς λέγ??αι. ἔστι γὰρ τῶν ἀμκθῶν τὰ μὲν τέμια, τὰ δʼ ἐπαινι??ά, τὰ δὲ δ??νάμες. τὸ δὲ τίμιον λέγα ?? τοοιῦτον, τὸ θεῖον, τὸ βέλτι??ν, οἷον ψυχή, νοῦς, τὸ ἀρχ??τ??ρον, ἡ ἀρχή, τὰ τοιωῦτα· τίμια γὰρ ἐφʼ οἷς ἡ τιμή, τοῖς δὲ τοιούτοις πᾶσιν τιμὴ ἀκολουθεῖ οὐκοᾶν καὶ ἡ ἀρευ άμιεν, ὅταν γε δὴ ἀπʼ αὐτῆς σπ??υδαῖός τις γένητεα· ἤδή γὰρ οὗτος εἰς τ τῆς ὡρετῆς σχῆμα ἥκει. |
| 1.3 | μετὰ τοίνυν τοῦτο ἔχει τὰ ἀγαθὰ ἄλλην διαίρεσια. ἕστι γὰρ τῶν ἀγαθῶν τὰ κὲν ἐν ψυχῇ, οἷον αἱ ἀρεταί, νὰ δὲ ἐν τῷ σώματι, οἷον ὑμίεια κάλλος, τὰ δʼ ἐκώς, πλοῦτος ἀρχὴ τιμὴ εἴ τι ἄλλο τῶν τοιούτων τούτων δὲ τὰ ἐν ψθχ βέλτιστα. |
| 1.4 | μετὰ τοίνυν τοῦτο ὁρῶμεν ὅτι οὐθενὶ ἄλλῳ ἢ ψυχῇ ζῶμεν· ἐν ψνχῇ δέ ἐστιν ἀρετή· τὸ αὐτό γέ τοί φαμεν τή τε ψυχὴν πειεῖν καὶ τὴν τῆς ψαχῆς ἀρετήν. ἀλλ’ ἡ μὲν ἀριτὴ ἐν ἑκώστῳ τοῦτο ποιεῖ 〈εὖ〉 οὗ ἐστιν ἀρετή, ἡ δὲ ψυχὴ παὲ τἆλλα μέν, ψμνχῇ δὲ ξῶμεν· λιὰ τὴν τῆς ψυχῆς ἀρετὴν ἄρα εὖ ζήσ??μεν. |
| 1.5 | πρῶτον μὲν οὖν λεκτέον ὑπὲρ τῆς ψυχῆς ἐν ἐγγίνετκι, οὐ τί ἐσπτιν ἡ ψυχὴ (ὑπὲρ μὲν γὰρ τούτου ἄλλος λόγος), ἀλλʼ ὡς τύπῳ. διελέσθαι. ἔστιν δʼ ἡ ψυχή, ὡς φαμέν, εἰς δύρ μέρη διῃρημένη, εἴς τε τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. ἐν μὲν δὴ τῷ λόγον ἔχοντι ἐγγίνεται φρόνησις ἀγχίνοια σοφία εὐμάθεια μνήμη καὶ τὰ τοιοῦτα, ἐν δὲ τῷ ἀλόγῳ αὗται αἱ ἀρεταὶ λεγόμεναι, σωφροσύνη δικαιοσύνη ἀνδρεία ὅσαι ἄλλαατοῦἤθους δοκοῦσιν ἐππαινεταὶ εἶναι. |
| 1.6 | ἔτε σὐ μόνον τοῖς τοιούτοις τὴν ἀρετήν ἀφορίσειεν ὤν τις, ἀλλὰ καὶ λύπῃ καὶ ἡδονῇ διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα· ὅλως τε οὐκ ἔστιν λαβεῖν ἀρετὴν καὶ κακίαν ἄνευ λύπης καὶ ἡδονῆς. |
| 1.7 | μετὰ τοίνυν τοῦτο δεῖ βουλομένους εἰπεῖν τὸ τέ ἐστιν ἡ ὠριτή, εἰδῆσαι τίνα ἐστὶν τὰ ἐν τῇ ψυχῇ γικόμενα. ἔστιν δ᾿ ἃ γίκεται ταῦτα, πάθη δυνάμεις ἕξεις· ὥστε δῆλον ὅτε τούτων ἄν τι εἴη ἀρετή. |
| 1.8 | ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πάντων. τοῦτο γάρ ἐστι τῆς ἕξεως, τὸ εὖ ἢ κακῶς πρὸς ταῦτα ἔχειν, τὸ δ᾿ εὖ ἔχειν πρὸς ταῦτ᾿ ἐστὶν τὸ μήτε πρὸς τὴν ὑπερβολἦν ἔχειν μήτε πρὸς τὴν ἔνδειαν· |
| 1.9 | μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια. ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα ὑπερβολή. |
| 1.10 | — ἔτι δ᾿ ἄν τις τοῦτο ἐναργέστερον καὶ ἐντεῦθεν ἴδοι. πᾶσα γὰρ φύσις γεννητική ἐστιν οὐσίας τοιαύτης οἵα ἐστίν, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα· ἀμφότερα γὰρ γεννητικά. γεννητικὰ δὲ ἐκ τῶν ἀρχῶν, οἷον τὸ δένδρον ἐκ τοῦ σπέρματος· αὕτη γάρ τις ἀρχή. τὸ δὲ μετὰ τὰς ἀρχὰς οὕτως ἔχει· ὡς γὰρ ἂν ἔχωσιν αἱ ἀρχαί, οὕτως καὶ τὰ ἐκ τῶν ἀρχῶν ἔχει. ἐναργέστερον δ᾿ ἔστι κατιδεῖν τοῦτο ἐν τοῖς κατὰ γεωμετρίαν. |
| 1.11 | οὕτω τοίνυν καὶ ὁμοίως τούτοις καὶ ἐπε᾿ ἀνθρώπου. ἐπειδὴ γὰρ γεννητικόν ἐστιν ἄνθρωπος οὐσίας, ἔκ τινων ἀρχῶν καὶ τῶν πράξεων ὧν πράττει ἄνθρωπος γεννητικὸν ἔστίν. τί γὰρ ἂν ἄλλο; οὔτε γὰρ ἀψύχων οὐθὲν λέγομεν πράττειν οὔτε τῶν ἐμψύχων τῶν ἄλλων ἔξω ἀνθρώπων. δῆλον οὖν ὅτι ὁ ἄνθρωπος τῶν πράξεών ἐστι γεννητικός. |
| 1.12 | ἐπεὶ οὖν φαίνεται ἐφʼ ἡμῖν ὂν τὸ σπουδαῖον εἶναι, ἀναγκαῖον τὸ μετὰ ταῦτα εἰπεῖν ὑπὲρ ἑκουσίου, τί ἐστι τὸ ἑκούσιον· τοῦτο γάρ ἐστι τὸ κυριώτατον πρὸς τὴν ἀρετήν, τὸ ἑκούσιον. ἔκούσιον δὲ ἁπλῶς μὲν οὕτως ῥηθῆναί ἐστιν ὃ πράττομεν μὴ ἀναγκαζόμενοι· ἀλλʼ ἴσως σαφέστερον λεκτέον ἐστὶν ὑπὲρ αὐτοῦ. |
| 1.13 | — ἀλλὰ πάλιν ἄλλος λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγκρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον ἐστίν. |
| 1.14 | πρότερον τοίνυν ἂν εἴη λεκτέον ὑπὲρ βίας καὶ ὑπὲρ ἀνάγκης. ἡ μὲν γὰρ βία ἐστὶν καὶ ἐν τοῖς ἀψύχοις. ἑκάστοις γάρ ἐστι τῶν ἀψύχων οἰκεῖος τόπος ἀποδεδομένος, μὲν πυρὶ ὁ ἄνω, τῇ δὲ γῇ ὁ κάτω· ἔστι μέντοι γε βιάσασθαι καὶ τὸν λίθον ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω. |
| 1.15 | τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττομεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖκα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη. |
| 1.16 | ἐπεὶ δὲ τὸ ἑκούστον ἐν οὐδεμιᾷ ὁρμῇ ἐστίν, λοιπὸν ἂν εἴη τὸ ἐκ διανοίας γιγνόμενον. τὸ γὰρ ἀκούσιόν ἐστι τό τε κατʼ ἀνάγκην καὶ κατὰ βίαν γιγνόμενον, καὶ τρίτον ὃ μὴ μετὰ διανοίας γίγνεται. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν γιγνομένων. ὅταν γάρ τις πατάξῃ τινὰ ἢ ἀποκτείνῃ ἢ τι τῶν τοιούτων ποιήσῃ μηδὲν προδιανοηθείς, ἄκοντά φαμεν ποιῆσαι, ὡς τοῦ ἑκουσίου ὄντος ἐν τῷ διανοηθῆναι. |
| 1.17 | ἔτι δὲ λοιπόν ἐστιν ἐπισκέψασθαι τὴν προαίρεσιν, πότερόν ἐστιν ὄρεξις, ἢ οὔ. ὄρεξις μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐγγίγνεται, προαίρεσις δὲ οὔ· ἡ γὰρ προαίρεσις μετὰ λόγου, λόγος δὲ ἐν οὐδενὶ τῶν ἄλλων ζῴων ἐστίν. ὄρεξις μὲν δὴ οὐκ ἂν εἔη· |
| 1.18 | — ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθησις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ ἄλλα. |
| 1.19 | — ἀρετῆς δέ γʼ ἐστὶ τέλος τὸ καλόν. τούτου ἄρʼ ἐστὶ[ν ἡ ἀρετὴ] στοχαστικὴ μᾶλλον ἢ ἐξ ὧν ἔσται. ἔτι δὲ καὶ ταῦτα ταύτης. ὅλως δὲ δὴ φαίνεται ἄτοπον· ἴσως γὰρ ἂν ἐν γραφικῇ εἴη τις ἀγαθὸς μιμητής, ὅμως δὲ οὐκ ἂν ἐπαινεθείη, ἂν μὴ τὸν σκοπὸν θῇ τὰ βέλτιστα μιμεῖσθαι. τῆς ἀρετῆς ἄρα παντελῶς τοῦτʼ ἐστίν, τὸ καλὸν προθέσθαι. διὰ τί οὗν, ἄν τις εἴποι, πρότερον μὲν ἐλέγομεν τὴν ἐνέργειαν κρεῖττον εἶναι ἢ τὴν ἕξιν τὴν αὐτήν, νῦν δὲ οὐκ ἐξ οὗ ἡ ἐνέργεια, τοῦτο τῇ ἀρετῇ ἀποδίδομεν ὡς κάλλιον, ἀλλʼ ἐν οὐκ ἔστιν ἐνέργεια; ναί, ἀλλὰ καὶ νῦν φαμεν τοῦτο ὁμοίως, τὴν ἐνέργειαν τῆς ἕξεως βέλτιον εἶναι. οἱ γὰρ ἄλλοι ἄνθρωποι τὸν σπουδαῖον θεωροῦντες κρίνουσιν ἐκ τοῦ πράττειν, διὰ τὸ μὴ δυνατὸν εἶναι δηλῶσαι τὴν ἑκάστου προαίρεσιν ἣν ἔχει, ἐπεὶ εἰ ἦν εἰδέναι τὴν ἑκάστου γνώμην, ὡς ἔχει πρὸς τὸ καλόν, καὶ ἄνευ τοῦ πράττειν σπουδαῖος ἂν ἐδόκει εἶναι. |
| 1.20 | ✶✶ ἐπεὶ οὖν ἐστιν ἡ ἀνδρεία περὶ θάρρη καὶ φόβους, σκεπτέον ἂν εἴη περὶ ποίους φόβους καὶ θάρρη. ἦρʼ οὖν εἰ μέν τις φοβεῖται μὴ ἀποβάλλῃ τὴν οὐσίαν, οὗτος δειλός, εἰ δέ τις θαρρεῖ περὶ ταῦτα, ἀνδρεῖος; ἢ οὔ; ὁμοίως δʼ εἴ τις φοβεῖται νόσον ἢ θαρρεῖ, οὔτε δειλὸν φατέον εἶναι τὸν φοβούμενον οὔτʼ ἀνδρεῖον τὸν μὴ φοβούμενον. οὐκ ἄρα ἐν τοῖς τοιούτοις φόβοις καὶ θάρρεσίν ἐστιν ἡ ἀνδρεία. |
| 1.21 | ἡ μὲν οὖν ἀνδρεία καὶ ὁ ἀνδρεῖος τοιοῦτος· σωφροσύνη δʼ ἐστὶν μεσότης ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ τὰς ἡδονάς. ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅποσα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτίστου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας τὸ μιέσον· κατʼ ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθʼ ὑπερβολὴν καὶ κατʼ ἔνδειαν. ὥστε εἴπερ τὸ μέσον βέλτιστον, ἡ σωφροσύνη μεσότης τις ἂν εἴη ἀκολασίας καὶ ἀναισθησίας. |
| 1.22 | ἔχόμενον δʼ ἂν εἴη τούτου λέγειν ὑπὲρ πραότητος, [καὶ] τί ἐστι καὶ ἐν τίσιν. ἔστιν [μὲν] οὖν ἡ πραότης ἀνὰ μέσον ὀργιλότητος καὶ ἀοργησίας. καὶ ὅλως δὲ δοκοῦσιν αἱ ἀρεταὶ μεσότητές τινες εἶναι. ὅτι δʼ εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴπτοι· εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δʼ ἀρετή ἐστιν ἡ βελτίσπτη ἕξις, [βέλτιστον δʼ ἐπτὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη τὸ μέσον. |
| 1.23 | ἐλευθεριότης δέ ἐστιν μεσότης ἀσωτίας καὶ ἀνελευθερίας. ἔστιν δὲ περὶ χρήματα τὰ τοιαῦτα πάθη· ὁ τε γὰρ ἄσωτός ἐστιν ὁ ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ πλείω ὧν δεῖ καὶ ὅτε μὴ δεῖ, ὅ τʼ ἀνελεύθερος ἐναντίως τούτῳ ὁ μὴ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ. |
| 1.24 | — ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους. πάντες δʼ οὗτοι ὑπὸ τὴν ἀνελευθεριότητα πίπτουσιν. τὸ μὲν γὰρ κακὸν πολυειδές, τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ νόσος πολυειδές. ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές. πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί. — πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρασκευάσασθαι χρήματα; ἢ οὔ; οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδεμιᾶς. οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων· οὔτε δὴ τῆς ἐλευθεριότητος, ἀλλʼ ἤδη χρηματιστικῆς. |
| 1.25 | ἡ δὲ μεγαλοψυχία μεσότης μέν ἐστιν χαυνότητος καὶ μικροψυχίας, ἔστι δὲ περὶ τιμὴν καὶ ἀτιμίαν, καὶ περὶ τιμὴν οὐ τὴν παρὰ τῶν πολλῶν ἀλλὰ τὴν παρὰ τῶν σπουδαίων, καὶ μᾶλλον δὲ δὴ περὶ ταύτην. οἱ γὰρ σπουδαῖοι εἰδότες καὶ κρίνοντες ὀρθῶς τιμήσουσιν· βουλήσεται οὖν μᾶλλον ὑπὸ τῶν συνειδότων αὑτῷ ὅτι ἄξιός ἐστι τιμῆς τιμᾶσθαι. οὐδὲ γὰρ περὶ πᾶσαν τιμὴν ἔσται, ἀλλὰ περὶ τὴν βελτίστην, καὶ τὸ τίμιον ἀγαθὸν καὶ ἀρχῆς τάξιν ἔχον. |
| 1.26 | μεγαλοπρέπεια δʼ ἐστὶν μεσότης σαλακωνείας καὶ μικροπρεπείας. ἔστιν δʼ ἡ μεγαλοπρέπεια περὶ δαπάνας ἂς τῷ πρέποντι γίνεσθαι προσήκει. ὅστις μὲν οὖν δανανᾷ οὗ μὴ δεῖ, σαλάκων, οἷον εἴ τις ἑστιᾷ ἐρανιστὰς ὡς ἂν γάμους τις ἑστιῶν, ὁ τοιοῦτος σαλάκων (ὁ γὰρ σαλάκων τοιοῦτός ἐστιν, ὁ ἐν ᾧ μὴ δεῖ καιρῷ ἐνδεικνύμενος τὴν ἑαυτοῦ εὐπορίαν)· |
| 1.27 | νέμεσις δέ ἐστιν μεσότης φθονερίας καὶ ἐπιχαιρεκακίας· ἀμφότεραι γὰρ αὗται ψεκταὶ εἰσίν, ὁ δὲ νεμεσητνκὸς ἐπαινετός. ἔστι δʼ ἡ νέμεσις περὶ ἀγαθά, ἃ τυγχάνει ὑπάρχοντα ἀναξίῳ ὄντι, λυπή τις. νεμεσητικὸς οὖν ὁ ἐπὶ τοῖς τοιούτοις λυπητικός. καὶ ὁ αὐτός γε πάλιν οὗτος λυπήσεται, ἄν τινα ἴδῃ κακῶς πράττοντα ἀνάξιον ὄντα. ἡ μὲν οὖν νέμεσις καὶ ὁ νεμεσητικὸς ἴσως τοιοῦτος, ὁ ὀέ γε φθονερὸς ἐναντίος τούτῳ. ἁπλῶς γάρ, ἄν τε ἄξιός τις ἄν τε μὴ τοῦ εὖ πράττειν, λυπήσεται. ὁμοίως τούτῳ ὁ ἐπιχαιρέκακος ἡσθήσεται κακῶς πράττοντι καὶ τῷ ἀξίῳ καὶ τῷ ἀναξίῳ. ὁ δέ γε νεμεσητικὸς οὔ [τοιοῦτος], ἀλλὰ μέσος τίς ἐστι τούτων. |
| 1.28 | σεμνότης δέ ἐστιν αὐθαδείας ἀνὰ μέσον τε καὶ ἀρεσκείας, ἔστιν δὲ περὶ τὰς ἐντεύξεις. ὅ τε γὰρ αὐθάδης τοιοῦτός ἐσπιν οἷος μωηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι (ἀλλὰ τοὔ??ομα ἔοικεν ἀπὸ τοῦ τρόπου κεῖσθαι· ὁ γὰρ αὐθάδης αὐτοάδης τις ἐστίν, ἀπὸ τοῦ αὐτὰς αὑτῷ ἀρέσκειν)· |
| 1.29 | αἰδὼς δʼ ἐστὶ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους. ὁ μὲν γὰρ ἀναίσχυντός ἐστιν ὁ ἐν παντὶ καὶ πρὸς πάντας λέγων καὶ πράττων ἃ ἔτυχεν, ὁ δὲ καταπεπληγμένος ὁ ἐναντίος τούτῳ, ὁ πάντα καὶ [πρὸς] πάντας εὐλαβούμενος καὶ πρᾶξαι καὶ εἰπεῖν (ἄπρακτος γὰρ ὁ τοιοῦτος, ὁ πάντα καταπληττόμενος)· |
| 1.30 | εὐτραπελία δʼ ἐστὶ μεσότης βωμολοχίας καὶ ἀγροικίας, ἔστιν δὲ περὶ [τὰ] σκώμματα. ὅ τε γὰρ βωμολόχος ἐστὶν ὁ πάντα καὶ πᾶν οἰόμενος δεῖν σκώπτειν, ὅ τε ἄγροικος ὁ μήτε σκώπτειν βουλόμενος δεῖν μήτε σκωφθῆναι, ἀλλʼ ὀργιζόμενος· |
| 1.31 | φιλία δʼ ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους· ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν. οὐδέτερος οὖν ὀρθῶς ἐπαινετὸς ἐστίν, ὁ δὲ φίλος ἀνὰ μέσον τούτων· |
| 1.32 | ὁ μὲν οὖν φίλος τοιοῦτος· ἀλήθεια δέ ἐστιν μεταξὺ εἰρωνείας καὶ ἀλαζονείας. ἔστι δὴ περὶ λόγους, οὐ πάντας δέ. ὁμὲν γὰρ ἀλαζών ἐστιν ὁ πλείω τῶν ὑπαρχόντων αὑτῳ προσποιούμενος εἶναι, ἢ εἰδέναι ἃ μὴ οἶδεν, ὁ δʼ εἴρων ἐναντίος τούτῳ καὶ ἐλάττω τῶν ὑπαρχόντων προσποιούμενος αὑτῷ εἶναι, καὶ ἃ οἶδεν μὴ φάσκων, ἀλλʼ ἐπικρυπτόμενος τὸ εἰδέναι. |
| 1.33 | περὶ δὲ δικαιοσύνης λοιπὸν ἂν εἴη εἰπεῖν, τί ἐστι καὶ ἐν τίσιν καὶ περὶ ποῖα. πρῶτον μὲν οὖν εἰ λάβοιμεν τί ἐστι τὸ δίκαιον, ἔστιν δὴ διττὸν τὸ δίκαιον, ὧν τὸ μέν ἐστι κατὰ νόμον. |
| 1.34 | ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται, καὶ τίνες εἰσὶν καὶ ἐν τίσιν καὶ περὶ ποῖα, καὶ περὶ ἑκάστης αὐτῶν, ὅτι εἰ πράττοιμεν κατὰ τὸν ὀρθὸν λόγον τὸ βέλτιστον, τὸ μὲν οὕτως εἰπεῖν, τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις εἴπτοι ὅτι ὑγίεια ἄριστʼ ἂν μένοιτο, εἴ τις τὰ ὑγιεινὰ προσφέροιτο. τὸ δὴ τοιοῦτον ἀσαῳές· ἀλλʼ ἐρεῖ μοι, τὰ ποῖα διασάφησόν ἔστιν ὑγιεινά. |
| 2.1 | μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. ἔστιν δὲ ἡ ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον. ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παραχωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής. οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν. |
| 2.2 | ἡ δὲ εὐγνωμοσύνη καὶ ὁ εὐγνώμων ἐστὶν περὶ ταὐτὰ περὶ ἃ καὶ ἡ ἐπιείκεια, περὶ τὰ δίκαια [καὶ] τὰ ἐλλελειμμένα ὑπὸ τοῦ νομοθέτου τῷ μῆ ἀκριβῶς διωρίσθαι, κριτικὸς ὢν τῶν ἐλλελειμμένων ὑπὸ τοῦ νομοθέτου, καὶ γιγνώσκων ὅτι ὑπὸ μὲν τοῦ νομοθέτου ἐλλέλειπται, ἔστι μέντοι δίκαια, ὁ τοιοῦτος εὐγνώμων. ἔστι μὲν οὖν οὐκ ἄνευ ἐπιεικείας ἡ εὐγνωμοσύνη· τὸ μὲν γὰρ κρῖναι τοῦ εὐγνώμονος, τὸ δὲ δὴ πράττειν [καὶ] κατὰ τὴν κρίσιν τοῦ ἐπιεικοῦς. |
| 2.3 | ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα), ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως. ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἢ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφορωτάτωον. |
| 2.4 | ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατείας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι· |
| 2.5 | ἔστιν δὲ ἡ θηριότης ὑπερβάλλουσά τις κακία. ὅταν γάρ τινα παντελῶς ἔδωμεν φαῦλον, οὐδʼ ἄνθρωπὸν φαμεν εἶναι ἀλλὰ θηρίον, ὡς οὖσαν τινὰ κακίαν θηριότητα. |
| 2.6 | ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται. |
| 2.7 | μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπονπροστιθέασιν· |
| 2.8 | ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν τίσι καὶ περὶ τί. |
| 2.9 | περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν. |
| 2.10 | ὑπὲρ δὲ τοῦ κατὰ τὰς ἀρετὰς ὀρθῶς πράττειν εἴρηται μέν, οὐχ ἱκανῶς δέ. ἔφαμεν γὰρ τὸ κατὰ τὸν ὀρθὸν λόγον πράτττειν· ἀλλʼ ἴσως ἄν τις αὐτὸ τοῦτο ἀγνοῶν ἐρωτήσειεν, τὸ κατὰ τὸν ὀρθὸν λόγον τί ποτʼ ἐστί, καὶ ποῦ ἐστιν ὁ ὀρθὸς λόγος; ἔστιν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν, |
| 2.11 | ἐφʼ ἄπασι δὲ τ??πς ὑπὸρ φιλίας ἀναυχαῖόν ἔσαιν εἰπεν, τί ἐστν παὶ ὅν πίσι κνὶ π??ρὶ vέ· ἐ??ὴ γὰρ ?? ??ρὰ πάντα τὸν βίον oαρρατεάνονσων ?? ἐν παν ?? καὶ οὖσαν ἀγκθόν, ?? ἂν εἔ πρὸς τὴν εὐδαμουίαν. |
| 2.12 | τῶν δὲ φιλιῶν ἁπασῶν τῶν εἰρημένων τούτων μάλιστά πως ἐγγίνεται τὸ φιλεῖν ἐν τῇ συγγενιῇ, καὶ ταῦτα ἐν τῇ πατρὶ πρὸς υἱόν. καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δʼ υἱὸς χάριν ὀφείλει τῆς εὐεργεσίας; |
| 2.13 | ἐπεὶ δʼ ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; ἔστιν δὲ φίλαυτος ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές. ὁ μὲν οὖν φαῦλος φίλαντος ἐστίν (αὐτὸς αὑτοῦ γὰρ ἕνεκεν πάντα πράττει)· ἀλλʼ οὐχ ὁ σπουδαῖος. διὰ τοῦτο γάρ ἐστι σπουδαῖος, ὅτι ἄλλου ἕνεκεν τοῦτο πράττει· διὸ οὐκ ἔστιν φίλαυτος. |
| 2.14 | — πότερον δέ ποπε ὁ σπουδαῖος φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; ἔστι μὲν οὖν αὐτὸς αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δʼ ὡς οὔ ἐπειδὴ γάρ φαμεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει. |
| 2.15 | ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο. λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί· “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;” ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μόνος γε διάξει. |
| 2.16 | πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; οὔτε δὴ πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί]. πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν. ἐφʼ ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων. |
| 2.17 | μετὰ δὲ ταῦτα σκεπτέον ἂν εἴη πῶς δεῖ φίλῳ χρῆσθαι. ἔστι δʼ οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ ακέψις, ἀλλʼ ἐν μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι. οὐκ ἐγκαλοῦοι δὲ ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν ἔγκλημα τοιοὕτον οἷον ἀξιοῦσιν ἐν ἐνίαες, ὥσπιρ ἐγὼ σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν ἔγκλημα· |