ΠΕΡΙ ΜΙΛΗΤΟΥ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὁ δὲ Μίλητος, ἀφʼ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος ἦν. Οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου ... Καὶ Ἀριστόκριτος φησὶν ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα. Τὸν δὲ Κλέοχον ἀνελέσθαι, καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον. Τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος, ἀναχωρῆσαι εἰς τὴν Σάμον· ἀφʼ οὗ καὶ τόπος ἐστὶ Μίλητος· καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν, ἔκτισε πόλιν, Μίλητον ἀφʼ ἑαυτοῦ καλέσας.
Παρθένιος ὁ Νικαεύς : Περὶ Βυβλίδος. Ἱστορεῖ Ἀριστόκριτος περὶ Μιλήτου καὶ Ἀπολλώνιος ὁ Ῥόδιος Καύνου κτίσει. —Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας, πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε· Αὐτὰρ ὅγε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδὶ, ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος· βῆ δὲ πέρην Δίας, φεύγων ὀφιώδεα Κύπρον καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά· ἔνθʼ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. Αὐτὴ δὲ γνωτὴ, ὀλολυγόνος οἶτον ἔχουσα, Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον. Οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν, ἐρασθεῖσαν τοῦ Καύνου, λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακὸν προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηῒς, πόλιν τε κτίσαι τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα, ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν, ἐνθεῖναι τὸν τράχηλον. Λέγεται δὲ καὶ παρʼ ἡμῖν οὕτως· Ἡ δʼ ὅτι δὴ ὀλλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτʼ ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν· καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμένη, δειρὴν ἐνεθήκατο· ταὶ δʼ ἐπʼ ἐκείνῃ βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. Φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.
Παρθένιος ὁ Νικαεύς : Περὶ Ἀπριάτης. Ἱστορεῖ Εὐφορίων Θρᾳκί. —Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην· ὡς δʼ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. Πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχήσας εἷλεν. Ὡς δὲ ἐκείνη πολὺ μᾶλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανε δὲ ἀγχιβαθὴς οὖσα. Καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει. Τινὲς μέν τοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι. Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν. Ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος ἐπαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθὸν συνίσταται αὐτῷ· ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει· ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν, ὅστις τε ἦν καὶ ὁπόθεν· ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυρόμενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε· τοῦτο ἔτι νῦν ἡρῷον Τραμβήλου καλεῖται.
ΤΑ ΠΡΟΣ ΗΡΑΚΛΕΟΔΩΡΟΝ ΑΝΤΙΔΟΞΟΥΜΕΝΑ.
Κλήμης ὁ Ἀλεξανδρεύς : Ἀριστόκριτος δʼ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· «Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. Μὴ βλάπτετε προσόδους ἐμὰς, ἵνα μὴ ἐμοὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι.» Συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν.
Ἀριστοφάνους Σχόλια : Ἔστι δὲ παροιμία, ἀφʼ Ἑστίας ἄρχου. Μῦθον δὲ συνέθηκεν Ἀριστόκριτος οὕτως ἔχοντα· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχὴν, τὸν Δία δεξάμενον τὴν βασιλείαν ἐπιτρέπειν Ἑστίᾳ λαβεῖν ὅ τι βούλοιτο. Τὴν δὲ πρῶτον μὲν παρθενίαν αἰτῆσαι, μετὰ δὲ τὴν παρθενίαν ἀπαρχὰς θυομένων αὑτῇ νέμεσθαι πρώτῃ παρὰ τῶν ἀνθρώπων.