eul_wid: ine-aa

Ἀποσπάσματα
On India

Deimachus of Plataea I On India PDF

t2-4a ΙΝΔΙΚΑ.
2 Strabo II: Πάλιν δ’ ἐκείνου τὸν Δηίμαχον ἰδιώτην ἐνδείξασθαι βουλομένου (sc. Ἐρατοσθένους) καὶ ἄπειρον τῶν τοιούτων· οἴεσθαι γὰρ τὴν Ἰνδικὴν μεταξὺ κεῖσθαι τῆς τε φθινοπωρινῆς ἰσημερίας καὶ τῶν τροπῶν τῶν χειμερινῶν, Μεγασθένει τε ἀντιλέγειν φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν· μηδέτερον γὰρ τούτων μηδαμοῦ τῆς Ἰνδικῆς συμβαίνειν· ταῦτα δὴ φάσκοντος ἀμαθῶς λέγεσθαι.
3 Athenaeus IX: Δαΐμαχος δ’ ἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς.
4.(t) E LIBRO SECUNDO.
4.(t) Harpocratio v. Ἐγγυθήκη: Εἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τοιούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον [εἶναι], ὡς Καλλίξενός τε ἐν δʹ περὶ Ἀλεξανδρείας ὑποσημαίνει καὶ Δαΐμαχος ὁ Πλα ταιεὺς ἐν βʹ Περὶ Ἰνδικῆς.
4a.(t) (E LIBRO DECIMO?).
4a.(t) Plutarch. De fluv. 4, 3: Παράκειται δ’ αὐτῷ (τῷ Γάγγῃ) ὄρος Ἀνατολὴ καλούμενον δι’ αἰτίαν τοιαύτην. τῷ Ἀναξιβίαν νύμφην Ἥλιος θεασάμενος χωρίοις προσευκαιροῦσαν, εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσε, καὶ μὴ στέ γων τοὺς ἔρωτας, ἀπεδίωξε τὴν προειρημένην βιάσασθαι βουλόμενος· ἡ δὲ περικατάληπτος γενομένη, κατέφυγεν ἐπὶ τὸ τῆς Ὀρθίας Ἀρτέμιδος τέμενος, ὅπερ ἦν ἐν ὄρει, Κορυφὴ καλουμένῳ, καὶ ἀφανὴς ἐγένετο· κατόπιν δ’ ἀκολουθήσας ὁ θεὸς, καὶ μηδαμοῦ τὴν ἀγαπωμένην εὑρὼν, διὰ λύπης ὑπερβολὴν ἐκεῖθεν ἀνέτειλεν· οἱ δὲ ἐγχώριοι τὴν ἀκρώρειαν Ἀνατολὴν μετωνόμασαν ἀπὸ τοῦ συγκυρήματος· καθὼς ἱστορεῖ Καιμάρων ἐν δε κάτῳ Ἰνδικῶν.