---
title: "Fragments on the Miser's Dinner Party"
title_greek: Ἀποσπάσματα
author: Archedicus the Comic Poet
eul_wid: hrg-ab
eul_aid: hrg
canonical: "https://eulogikon.org/works/archedicus-misers-dinner-party-hrg-ab"
lang: grc
period: Hellenistic
dialect: Attic
domain: Poetry
genre: "Comedy, Drama"
content_hash: "sha256:f3a72cc4d547a5e95cacc3ca19e387940d2fa82eebbb7d1ca7ff4e1b99865560"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on the Miser's Dinner Party

*Ἀποσπάσματα*

**Author:** Archedicus the Comic Poet

**eul_wid:** `hrg-ab` · [HTML page](https://eulogikon.org/works/archedicus-misers-dinner-party-hrg-ab)

## Text

ΔΙΑΜΑΡΤΑΝΩΝ.

  

`1`

Νικοστράτην τίνʼ ἤγαγον πρώην σφόδρα  

γρυπήν, Σκοτοδείνην ἐπικαλουμένην, ὅτι  

δεῖνόν ποτʼ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.  

**Β.**

δεῖνον καὶ δεινόν, ὦ θεοί.  

ΘΗΣΑΥΡΟΣ.

  

`1`

Πρῶτον ὠμῶν κειμένων  

τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι·  

«δίδου κατὰ χειρός.» «τοὔψον οἰχήσει λαβών.»  

τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας  

ἔρρανʼ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.  

ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων  

τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μοι,  

ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμʼ, ἔχοντα τούς  

χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,  

εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος·  

ἐλαδίου κοτύλης τε παραναλωμένης  

σέσωκά μοι τρίκλινα πεντήκοντʼ ἴσως.  

`2`

Δραχμῶν τριῶν γλαυκίσκον . . . .  

γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια  

δραχμῶν πάλιν πέντʼ. ὢ ταλαιπώρου βίου.  

δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον,  

κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν  

ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν,  

πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρʼ, ἀπηγξάμην.  

οὐδεὶς δεδιηκόνηκεν ἐπιπονώτερον.  

ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,  

ἅμα δʼ εἴ τι χρηστὸν ἀγοράσαιμʼ ἀπωλλύμην,  

«κατέδοντʼ ἐκεῖνοι τοῦτο» πρὸς ἐμαυτὸν λέγων,  

διαπυτιοῦσʼ οἶνον δὲ τοιοῦτον χαμαί.  

οἴμοι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hrg-ab`.
