eul_wid: vli-aa
ἈπόσπασμαOn Julian's Persian Campaign
Magnus the Historian On Julian's Persian Campaign PDF
| 1 (t) [45] | (DE JULIANI BELLO PERSICO.) Malalas Chron.: Καὶ κατιὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς κατὰ Σαββουραρσάκου, βασιλέως Περσῶν, κατέφθασεν ἐν Ἱεραπόλει καὶ πέμψας κατεσκεύασε πλοῖα ἐν Σαμοσάτοις, πόλει τῆς Εὐφρατησίας, τὰ μὲν διὰ ξύλων, τὰ δὲ διὰ βυρσῶν, ὡς ὁ σοφώτατος Μάγνος ὁ χρονογράφος ὁ Καρρηνὸ ς , ὁ συνὼν αὐτῷ Ἰουλιανῷ βασιλεῖ, συνεγράψατο. Ἀπὸ δὲ Ἱεραπόλεως ἐξελθὼν ἦλθεν ἐν Κάρραις τῇ πόλει· κἀκεῖθεν εὗρε δύο ὁδοὺς, μίαν ἀπάγουσαν εἰς τὴν Νίσιβιν πόλιν, οὖσάν ποτε Ῥωμαίων, καὶ ἄλλην ἐπὶ τὸ Ῥωμαϊκὸν κάστρον τὸ λεγόμενον Κιρκήσιον, κείμενον εἰς τὸ μέσον τῶν δύο ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ Ἀβορρᾶ· ὅπερ ἔκτισε Διοκλητιανὸς, βασιλεὺς Ῥωμαίων. Καὶ μερίσας τὸν στρατὸν ὁ αὐτὸς βασιλεὺς πέμπει ἐπὶ τὴν Νίσιβιν ὁπλίτας ἄνδρας μυρίους ἑξακισχιλίους μετὰ δύο ἐξάρχων Σεβαστιανοῦ καὶ Προκοπίου. Καὶ κατέφθασεν ὁ αὐτὸς Ἰουλιανὸς τὸ Κιρκήσιον κάστρον· καὶ ἐάσας καὶ ἐν τῷ Κιρκησίῳ κάστρῳ, ὅσους εὗρεν ἐγκαθέτους στρατιώτας ἑξακισχιλίους, προσθεὶς αὐτοῖς καὶ ἄλλους ὁπλίτας ἄνδρας τετρακισχιλίους μετὰ ἐξάρχων δύο Ἀκκαμέου καὶ Μαύρου. Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ παρῆλθε τὸν Ἀβορρὰν ποταμὸν διὰ τῆς γεφύρας, τῶν πλοίων φθασάντων εἰς τὸν Εὐφράτην ποταμόν· ὧντινων πλοίων ὑπῆρχεν ὁ ἀριθμὸς διακοσίων πεντήκοντα. Καὶ συναθροίσας τὸν ἴδιον αὐτοῦ στρατὸν, ἔχων μεθ’ ἑαυτοῦ Ἀνατόλιον μάγιστρον καὶ Σαλούστιον ἔπαρχον πραιτωρίων καὶ τοὺς στρατηλάτας αὐτοῦ, ἀνελθὼν ἐν ὑψηλῷ βήματι δι’ ἑαυτοῦ προσεφώνησε τῷ στρατῷ, ἐπαινῶν αὐτοὺς καὶ προτρεπόμενος προθύμως καὶ σωφρόνως ἀγωνίσασθαι κατὰ Περσῶν. Καὶ εὐθέως ἐμβαίνειν εἰς τὰ πλοῖα ἐπέτρεψεν, εἰσελθὼν καὶ αὐτὸς ὁ βασιλεὺς εἰς τὸ εὐτρεπισθὲν αὐτῷ πλοῖον, καὶ προηγεῖσθαι αὐτῶν προσκουλκάτορας προσέταξεν ἄνδρας γενναίους ἐκ τοῦ ἀριθμοῦ τῶν λαγκιαρίων καὶ ματτιαρίων χιλίους πεντακοσίους, κελεύσας βαστάζεσθαι καὶ τὰ σίγνα αὐτοῦ καὶ τὸν κόμητα Λουκιανὸν, ἄνδρα πολεμικώτατον, εἶναι σὺν αὐτῷ, ὅστις καὶ πολλὰ κάστρα Περσικὰ παρὰ τὸν Εὐφράτην κείμενα καὶ ἐν μέσῳ τῶν ὑδάτων ἐν νήσοις ὄντα ἐπόρθησε καὶ τοὺς ἐν αὐτοῖς ὄντας Πέρσας ἀνεῖλε. Βίκτορα δὲ καὶ Δαγαλάιφον κατέταξεν ὄπισθεν τῶν λοιπῶν πλοίων εἶναι καὶ φυλάττειν τὰ πλήθη. Καὶ κατῆλθεν ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ παντὸς διὰ τῆς μεγάλης διώρυγος τοῦ Εὐφράτου τῆς μισγούσης τῷ Τίγρητι ποταμῷ· καὶ εἰσῆλθεν εἰς τὸν αὐτὸν Τίγρητα ποταμὸν, ὅπου μίγνυνται οἱ δύο ποταμοὶ καὶ ἀποτελοῦσι λίμνην μεγάλην. Καὶ παρέβαλεν εἰς τὰ Περσικὰ ἐν τῇ χώρᾳ τῶν λεγομένων Μαυζανιτῶν πλησίον Κτησιφῶντος πόλεως, ἔνθα ὑπῆρχε τὸ Περσικὸν βασιλεῖον· καὶ ἐπικρατὴς γενόμενος Ἰουλιανὸς ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῇ πεδιάδι τῆς αὐτῆς πόλεως Κτησιφῶντος, βουλόμενος μετὰ τῆς ἰδίας συγκλήτου καὶ ἕως Βαβυλῶνος εἰσελθεῖν καὶ παραλαβεῖν τὰ ἐκεῖσε. |
| 1 (50) [90] | Ὁ δὲ βασιλεὺς Σαββουραρσάκιος ὑπονοήσας ὅτι διὰ τῆς Νισίβεως ἤρχετο ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανὸς, ὥρμησε κατ’ αὐτοῦ μετὰ τοῦ πλήθους αὐτοῦ παντός. Ἀπαγγελθέντος δὲ αὐτῷ ὅτι ὄπισθεν αὐτοῦ ἐστιν ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανὸς παραλαβὼν τὰ Περσικὰ μέρη, καὶ ὅτι ἔμπροσθεν αὐτῷ ἀπαντῶσιν οἱ στρατηγοὶ τῶν Ῥωμαίων καὶ πλήθη πολλὰ, καὶ γνοὺς ὅτι ἐμεσάσθη, φεύγει εἰς τὴν Περσαρμενίαν, δόλῳ πέμψας δύο συγκλητικοὺς αὐτοῦ καὶ αὐτοὺς κατὰ ἰδίαν βούλησιν ῥινοτομήσας πρὸς Ἰουλιανὸν τὸν βασιλέα Ῥωμαίων, ἵνα πλανήσωσιν αὐτὸν, πρὸς τὸ μὴ καταδιωχθέντα αὐτὸν φθασθῆναι. Οἱ δὲ ῥινοτομηθέντες Πέρσες ἦλθον πρὸς τὸν βασιλέα Ῥωμαίων προδοῦναι, φασὶν, θέλοντες τὸν βασιλέα Περσῶν, ὡς τιμωρησάμενον αὐτούς. Ἀπατηθεὶς δὲ παρ’ αὐτῶν ἐπομνυμένων ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς ἠκολούθησεν αὐτοῖς μετὰ τοῦ ἰδίου στρατεύματος· καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν ἔρημον καὶ ἄνυδρον ἐπὶ μίλια ρνʹ, πλανήσαντες αὐτοὺς, τῇ εἰκάδι πέμπτῃ τοῦ Δαισίου τοῦ καὶ Ἰουνίου μηνός. Καὶ εὑρὼν (εὗρον?) ἐκεῖ τείχη παλαιὰ πεπτωκότα πόλεως λεγομένης Βουβίων, καὶ ἄλλο δὲ χωρίον, ἑστώτων μὲν τῶν οἰκημάτων, ἔρημον δὲ ἦν, ὅπερ ἐλέγετο Ἀσία· ἔνθα ἐλθὼν ὁ βασιλεὺς Ἰουλιανὸς καὶ ὁ πᾶς στρατὸς τῶν Ῥωμαίων ἐκεῖ ἐσκήνωσεν. Ἐν αὐτοῖς δὲ τοῖς τόποις γενόμενοι ἐλίποντο τροφῶν, καὶ οὐδὲ τοῖς ἀλόγοις ὑπῆρχε βοτάνη· ἦν γὰρ ἐρημία· καὶ γνοὺς ὁ πᾶς στρατὸς Ῥωμαίων ὅτι ἀπατηθεὶς ὁ βασιλεὺς ἐπλάνησεν αὐτοὺς καὶ εἰς ἐρήμους ἤγαγε τόπους, εἰς πολλὴν ἀταξίαν ἐτράπησαν. Τῇ δὲ ἑξῆς ἡμέρᾳ μηνὶ Ἰουνίου κϛʹ, ἀγαγὼν τοὺς πλανήσαντας αὐτὸν Πέρσας ἐξήτασεν αὐτούς· καὶ ὡμολόγησαν λέγοντες ὅτι «ὑπὲρ πατρίδος καὶ τοῦ βασιλέως ἡμῶν, ἵνα σωθῇ, ἐδώκαμεν ἡμᾶς ἑαυτοὺς εἰς θάνατον, καὶ ἐπλανήσαμεν ὑμᾶς· ἰδοὺ οἱ δοῦλοί σου ἀπεθάνομεν.» Καὶ ἀπεδέξατο αὐτοὺς μὴ φονεύσας αὐτοὺς, ἀλλὰ δοὺς λόγον αὐτοῖς, ἵνα ἐκβάλωσι τὸν στρατὸν ἐκ τῆς ἐρήμου χώρας. Καὶ περὶ ὥραν δευτέραν τῆς αὐτῆς ἡμέρας ὁ βασιλεὺς Ἰουλιανὸς παριὼν τὸ στράτευμα καὶ δυσωπῶν αὐτοὺς μὴ ἀτάκτως φέρεσθαι ἐτρώθη ἀδήλως· καὶ εἰσελθὼν εἰς τὸν ἴδιον παπυλεῶνα διὰ τῆς νυκτὸς τελευτᾷ, ὡς ὁ προγεγραμμένος Μάγνος ἐξέθετο. |