ΠΡΟΣ ΙΠΠΟΘΕΡΣΗΝ, ΥΠΕΡ ΘΕΡΑΠΑΙΝΗΣ
... ἐξέφυγεν, τὸν δὲ ἀδελφὸν αὐτοῦ Πολέμαρχον ἀπέκτειναν καὶ τὴν οὐσίαν ἀφείλοντο. Καὶ ἕως μὲν ἐν Πειραιεῖ ὤικει ἠξίου κατελθὼν ἀποφέρεσθαι· νυνὶ δὲ ἐπειδὴ ἥκει, οὐδὲ τὴν τιμὴν ἀποδοὺς τοῖς ἐωνημένοις τὰ ἑαυτοῦ δύναται κομίζεσθαι. Νικόστρατος γὰρ δικάζεται μετὰ Ξενοκλέους τοῦ πωλήσαντος ...
... συλληφθ … ἀξίαν δὲ ἑβδομήκοντα ταλάντων … ντο ἣν οὗτοι οὔτʼ ἀφανίσαι οὔτʼ ἀποδόσθαι πολλῶν ἡμερῶν ἐδύναντο. Ἐπειδὴ τοίνυν μεθʼ ὑμῶν φεύγων Λυσίας ὤιχετο καὶ μετὰ τοῦ ὑμετέρου πλήθους κατῆλθεν, κελευουσῶν τῶν συνθηκῶν τὰ μὲν πεπραμένα τοὺς ἐωνημένους ἔχειν, τὰ δὲ ἄπρατα τοὺς κατελθόντας κομίζεσθαι, οὗτος, οὔτε γῆν οὔτʼ οἰκίαν κεκτημένος, ἃ καὶ αἱ συνθῆκαι τοῖς κατελθοῦσιν ἀπεδίδοσαν ἐὰν δὲ ἂν δὲ ἀποδῶσι … το … ερα.
... Μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, τὸ ἥμισυ τῆς τιμῆς ἠξίου παρὰ Λυσίου λαβεῖν, λέγων τὰς ἑαυτοῦ συμφορὰς, ὥσπερ τούτου θησαυρὸν ἐπὶ τῶν τριάκοντα εὑρηκότος, ἀλλʼ οὐκ ἀπολωλεκότος τὰ ὄντα· διαγανακτοῦντος δʼ αὐτοῦ καὶ χαλεπῶς φέροντος πρὸς ...
... δεινὸν γὰρ ἂν εἴη, ὦ ἄνδρες δικασταί, εἰ κατήλθε τε μὲν ὡς ἀδικούμενοι, τῶν δὲ ὄντων ἀποστερεῖσθε ὡς ἀδικοῦντες· καίτοι δικαίως ἂν ὀργίζοισθε τοῖς ἐωνημένοις τὰ ὑμέτερα ἐν ταῖς τοιαύταις συμφοραῖς· πρῶτον μὲν γὰρ οἱ τριάκοντα οὐδὲν ἂν ἐπώλουν εἰ οἱ ὠνησόμενοι μὴ ἦσαν ἐ … τ … γκαν ἐ … υ
. .. συνθηκ … τοὺς νόμους … ἀκηκόατε η … ας δικαιότερον … ντας λέγειν … ς βελτίους· … τοὺς ἀντιδίκους … εισ … ὑμῖν περὶ τούτων ἐπιτρέπομεν ἀκούσαντας τὰ Λυσίαι καὶ Ἱπποθέρσηι πεπραγμένα ὁποτέραν βούλεσθε κρίσιν πράγματος ψηφίσασθαι περὶ τούτων ὁπότερος βελτίων ὢν περὶ τὴν ὑμετέραν πόλιν τυγχάνει· δέομαι δʼ ὑμῶν ἀκοῦσαι ἵνα καὶ οὗτος ὑμῖν δόξας χρηστὸς εἶναι προθυμῆται ἐπὶ τοῦ λοιποῦ καὶ ὁ Ἱπποθέρσης ἀκούσας τὰ προσήκοντʼ αὐτῶι βελτίων τὸ λοιπὸν ἦι. Ὅτι μὲν … α Λυσί … ὑμῖν … επ … ντε … ν· ἕως μὲν γὰρ ὑμεῖς ηὐδαιμονεῖτε, πλουσιώτατος ἦν τῶν μετοίκων· ἐπειδὴ δὲ συμφορὰ ἐγένετο, ἐπέμενε· οὐδʼ ἄρʼ ἐλάχιστον μέρος τῶν ὑμετέρων δυστυχιῶν … υσεν, ἀνόμως ὑπὸ τῶν τριάκοντα καὶ ἀδελφοῦ καὶ χρημάτων πολλῶν ἀπεστερημένος. Ἐπεὶ δὲ φεύγων ὤιχετο, ἐπικούρους τριακοσίους ἔπεμψεν εἰς τὴν καθόδον καὶ παρέσχετο χρήματά τε δραχμάς ...
Ἠλεῖον ξένον ὄντα ἑαυτῶι ἔπεισεν αὐτὸν δύο τάλαντα παρασχεῖν ἀτελῆ. Καὶ ἀντὶ τούτων οὐδεμίαν χάριν οὐδὲ δωρεὰν παρʼ ὑμῶν κεκόμισται· καὶ φεύγων μὲν τοιοῦτος ἦν, κατελθὼν δὲ οὐδένα πώποτε Ἀθηναίων ἐλύπησεν οὔτε περὶ τῶν αὐτοῦ ἀναμιμνήσκων εὐεργεσιῶν οὔτε περὶ τῶν ἀλλοτρίων ὀνειδίζων ἁμαρτημάτων. Νῦν δʼ ἀνάγκη περὶ αὐτοῦ λέγειν· ὑπὸ τοιούτου γὰρ φεύγει τὴν δίκην ὃς ἐπὶ μὲν τῶν τετρακοσίων φεύγων ὤιχετο, ἐκ Δεκελείας δὲ ὁρμώμενος μετὰ τῶν πολεμίων ἐπὶ τὴν πατρίδα ἐστράτευσεν· οἱ δὲ τῆς πόλεως ἐχθροὶ κατήγαγον αὐτὸν καὶ πολίτην ὑμέτερον ἐποίησαν, ὥστʼ οἶμαι πᾶσι δῆλον εἶναι ὅτι μεῖον νυνὶ φρονεῖ τῶν τειχῶν ὠικοδομημένων ἢ τῶν τότε καθηιρημένων, οὐδʼ ὁμοίας ἐλπίδας ἔχει ἐπὶ ταῖς ὑμετέραις εὐτυχίαις καὶ συμφοραῖς· εἶτα, τίμιος ὢν πολίτης, οὐδὲ πώποτε αὐτῶι μεταμελῆσαν, οὐδὲ διὰ τὴν ἡλικίαν βελτίων γεγενημένος, συκοφαντεῖ τοὺς πολλοὺς μεθʼ ἃ ὑμᾶς εἰργάσατο.
Λυσίαν δὲ χάριν παρὰ τοῦ δήμου ἀπολαμβάνειν, εὐεργεσίαν τὴν μεγίστην πεποηκότα· δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, ἀποψηφίσασθαι Λυσίου, μεμνημένους καὶ τούτου καὶ τῶν ἄλλων τῶν εἰρημένων. Εἰ δὲ μή, τίς ἔσται τούτου ἀνθρώπων δυστυχέστερος, εἰ τὰ μὲν αὐτοὶ βίαι λήψονται, τὰ δʼ ὑμεῖς δώσετε, ἢ τίς τούτων εὐδαιμονέστερος, εἰ μὴ μόνον περὶ τῶν τότε πραχθέντων συγγνώμην αὐτοῖς ἕξετε, ἀλλὰ καὶ νυνὶ περὶ ὧν ἂν εἰς ὑμᾶς εἰσίωσιν ὅσα ἂν κελεύωσιν ψηφιεῖσθε
ΠΡΟΣ ΘΕΟΜΝΗΣΤΟΝ
[Φαί]νεται [δι]ὰ το[υ] .........του Θεόμνηστος [πρὸς?] ὑμᾶς [σχ]εδὸν παν....ναι· οὕτω γὰρ διέ[θηκε]ν ὥστε μὴ μό[νον ἐπ]ιτρόπους εἶναι κε [... ἀ]λλὰ [κα]ὶ τὴν οὐσίαν [....... ὄν]τι δʼ ἑταίρωι [Θεο]μν[ήσ]τωι τριάκον[τ]α μνᾶς ἔδωκα, δίκην δέον ἐκτεῖσα[ι Θ]εοζοτίδηι πρὶν δῦναι τὸν ἥλιον, εἰ δὲ μή, ὑπερήμερον εἶναι· δοὺς δέ, ὥσπερ εἰκό[ς], ἄν[ε]υ μαρτύρων, ἀποστ[ε]ρού[μ]ενος ἀναγκάζομαι δικάζεσθαι. Θεόμνηστος δὲ πρὸ τοῦ μὲν ἦν μοι φίλος καὶ ἑταῖρος· νυνὶ δὲ πεισθεὶς ὑπὸ τῶν ἐμῶν ἐχθρῶν, ταῦτά τε πράττει καὶ ἄλλο ὁτιοῦν ἂν εἰς ἐμὲ [ἐ]τόλμησεν· πρὶν δ[ὲ ταύτη]ν ἡ[μῖ]ν τὴν δ[ιαφορ]ὰν γενέσθ[α]ι, οὔτε ἠ[νώχλη]σα οὔτε ἀπήιτησα [τὸ ἀργ]ύριον οὐδὲ .[....... π]ολὺς ἐξ ο.........ν δὲ ἑώρων .[........ ἐπι]τροπὴν οὐσ[ίας αὐτῶι κα]τεσκευασμέ[νην ....].ντο με ἐκλ[.......]ν τηι τῆς ἀπ[.........]τε ὅτε ἔδωκʼ [αὐτῶι ἄνευ μ]αρτύρων· δοὺς [δὲ καὶ τὴν] ἀπαίτησιν [........]ς ἐναντίον ε[... ποιο]ύμενος, ἡγη[σάμην περ]ιεργὸν εἶνα[ι ........] μόνον α[..........]τερων ...
τὴν ἀνάγκην … σεως οὐδʼ αὐτὸς ἀν … τει· ἀνάγκη δʼ αὐτῶι, εἰ μὴ παρʼ ἐμοῦ τὸ ἀργύριον ἔχει, δυοῖν θάτερον ἢ παρʼ ἑτέρου φάσκειν εἰληφέναι ἢ αὐτὸν τὸ πᾶν ἐκτετεικέναι τῶι Θεοζοτίδηι· εἰ μὲν τοίνυν παρʼ ἑτέρου φήσει εἰληφέναι καπ...
... παρʼ ἐμοῦ ἐ … σεν τοῦ συνειδότος … τὴν ἀπορίαν ὀκνεῖν δεηθῆναι, παρὰ δὲ τῶν μηνυσόντων τοῖς ἐχθροῖς ἀξιοῦν δανείζεσθαι· καίτοι πῶς εἰκὸς τὰ μὲν ἐμὰ ἑτέροις συνεκδίδοσθαι, αὐτῶι δὲ παρʼ ἑτέρων δανείζεσθαι; Ὡς δʼ οὐχ οὗτος ἠξίωσεν αὑτῶι μ … οντος παρʼ ἑτέρου δανείζεσθαι, μέγα ὑμῖν τεκμήριον ἐρῶ· ὅτε γὰρ ἐχορήγει ἀνδράσι εἰς Διονύσια πα … χιλίας δραχμὰς … μισθὸν διέλυσε. νοι … περὶ τ … ου … α … μου ὀκνεῖν δεηθῆναι, τότε δὲ περὶ τοῦ βοὸς π … πʼ ἐμοὶ οἰκείωι ὄντι … αι; Πρὸς μὲν οὖν τὸ παρʼ ἑτέρου φάσκειν εἰληφέναι, ταῦτα λέγω· ἐὰν δὲ … οντος ἀργυρίου … ὑμᾶς τὸν Θεόμνηστον ἐντεῦθεν χρὴ ἐξετάζειν πῶς εἰκός ἐστιν η … ς ἀργυρίου περιιδεῖν ἑαυτὸν εἰς τὸν ἔσχατον κίνδυνον ἐλθόντα καὶ τοσαύτην δύναμιν ἐπιδεῖξαι τοῖς ἐχθροῖς; καὶ τίς ἂν οὕτω σφόδρα ἐπέτρεπε τῆι τύχηι, εἰ καί τι ἐξαίφνης ἔπαθεν, περὶ τὸ σῶμα ἅμα καὶ τὸν βίον ἀναγκασθῆναι παθεῖν εἰς τοῦτο προήκοντα ὥστε, εἰ ἔδυ ὁ ἥλιος, ὑπερημέρου ὄντος; καὶ τίς οὕτως ἀνόητος ὅστις αὑτὸν παρασκευάζει ὑπὸ τοῖς ἐχθροῖς γενέσθαι; ἢ τίς οὕτως ἄφρων ὅστις … ει ὀλίγου δεῖν α … ναι; ἢ τίς ὑ ...
ΚΑΤΑ ΘΕΟΖΟΤΙΔΟΥ
... τούτωι τῶι νόμωι … τους, μάλιστα δε … υτης, μισ … τοὺς νόθους τε καὶ τοὺς ποιητοὺς οὔτε νομίμως οὔτε δικαίως. Ἐμοὶ γὰρ δοκεῖ τῶν ὀρφανῶν πολὺ μᾶλλον τοὺς νόθους χρῆναι τρέφειν τὴν πόλιν ἢ τοὺς γνησίους· τοὺς μὲν γὰρ γνησίους κληρονόμους τῆς οὐσίας καταλείπουσιν οἱ πατέρες· τοὺς δὲ νόθους ...
... πατρώιων … τῆς μισθοφορίας … ο … ἐκεῖνος κατέλιπεν αὐτοῖς· ὃ δὲ πάντων δεινότατον, εἰ τὸ κάλλιστον τῶν ἐν τοῖς νόμοις κήρυγμα Θεοζοτίδης διαβαλεῖ καὶ ψεῦδος καταστήσει· Διονυσίοις γὰρ, ὅταν ὁ κῆρυξ ἀναγορεύηι τοὺς ὀρφανοὺς πατρόθεν ὑπειπὼν ὅτι τῶνδε τῶν νεανίσκων οἱ πατέρες ἀπέθανον ἐν τῶι πολέμωι μαχόμενοι ὑπὲρ τῆς πατρίδος ἄνδρες ὄντες ἀγαθοὶ καὶ τούτους ἡ πόλις ἔτρεφε μέχρι ἥβης, ἐνταῦθα πότερα χωρὶς περὶ τῶν ποιητῶν καὶ τῶν νόθων ἀνερεῖ λέγων ὅτι τούσδε διὰ Θεοζοτίδην οὐκ ἔτρεφεν, ἤ, πάντας ἀναγορεύων ὁμοίως τοὺς ὀρφανούς, τῶν ποιητῶν καὶ τῶν νόθων καταψεύσεται, περὶ τῆς τροφῆς ὑποσιωπῶν; Ταῦτα οὐχ ὕβρις καὶ μεγάλη διαβολὴ ἔσται τῆς πόλεως; Ἐπειδὴ δὲ Κλεομένης … ὦ ἄνδρες δικασταί, … τὴν ἀκρόπολιν κατέλαβε ...
... οὗτος εἰ πρες … περὶ φυλακῆς … σαν περὶ πολέμου Θεοζοτίδης οὑτοσὶ τὴν γνώμην ἀγορεύει, τοὺς μὲν ἱππέας ἀντὶ δραχμῆς τέσσαρας ὀβολοὺς μισθοφορεῖν, τοὺς δʼ ἱπποτοξότας ὀκτὼ ὀβολοὺς ἀντὶ δυοῖν ὀβολοῖν, καὶ ταύτην τὴν γνώμην εἰσφέρων υακυμ. ἐνίκησεν ἐν τῶι δήμωι. Διʼ οὗ καὶ μ … γνώμην.
... ἅπασαν τοὺς ἱππέας, ἢ ὑπὲρ τοῦ παρόντος καὶ τοῦ μέλλοντος συντέμνειν τὴν μισθοφορίαν. Ἐγὼ δὲ τὸ πορίζειν οὐκ ἀποστερεῖν ὤιμην εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ προφυλάττειν ὅπως πλείω τῶν ὄντων ἢ μηδὲν ἐλάττω τῶν ὑπαρχόντων ἔσται· τοιοῦτον δὲ τοῦτον οὐκ ὀκνεῖν χρὴ κωλύειν, ἀλλὰ ...
ΠΡΟΣ ΑΙΣΧΙΝΗΝ ΤΟΝ ΣΩΚΡΑΤΙΚΟΝ ΧΡΕΩΣ.
Οὐκ ἄν ποτʼ ᾠήθην, ὦ ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δʼ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. Οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὑτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. « κατασκευάζομαι δʼ» ἔφη «τέχνην μυρεψικήν. ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέʼ ὀβολοὺς τῆς μνᾶς τόκους.» πεισθεὶς δʼ ὑπʼ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον Αἰσχίνην Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν.
Ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους. οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρʼ ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλῄσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπʼ αὐτοῦ δεινὰ πάσχουσιν ὥστʼ ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δʼ ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φορὰς ... οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται, ὥστε οἴεσθαι τοὺς παριόντας ἐπʼ ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δʼ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται, ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν· πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν, ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς ὑοὺς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν. οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο, τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι ὅσῳ ἐλάττους ἦσαν ἢ τῆς χειρὸς τοὺς δακτύλους. Καί μοι ἀνάβητε τούτων μάρτυρες. ΜΑΡΤΥΡΕΣ
Ὁ μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος.
ΠΡΟΣ ΑΡΧΕΒΙΑΔΗΝ
Ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον· «ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρημα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλʼ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες περὶ ὧν οὐκ ἴσμεν βουλευσώμεθα περὶ ὧν σὺ λέγεις, ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σαυτοῦ ζητεῖς κομίσασθαι». ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτʼ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι, οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε.
οἶμαι τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχεβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφεσβήτει.
ΚΑΤΑ ΤΕΙΣΙΔΟΣ
Ἄρχιππος γὰρ οὑτοσί, ὦ Ἀθηναῖοι, ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τεῖσις ὁ φεύγων τὴν δίκην· ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. Ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου—πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς—ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τεῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δὲ ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν καθίστατο, ὥστʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων, ἰδὼν δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν παριόντα —γείτονες γὰρ ἀλλήλοις τυγχάνουσιν ὄντες—τὸ μὲν πρῶτον συνδειπνεῖν ἐκέλευεν, ἐπειδὴ δʼ οὐκ ἠθέλησεν, ἐδεήθη ἥκειν αὐτὸν ἐπὶ κῶμον, λέγων ὅτι μεθʼ αὑτοῦ καὶ τῶν οἰκείων πιέτω. δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν, οἱ δʼ ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τεῖσις ἐντείνας πολλὰς πληγὰς εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐδὲν εἶπεν, ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτὸν πῶς εἰσέλθοι· ὁ δὲ κελεύσαντος Τείσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν ἐκόμισαν αὐτὸν εἰς τὸ δεῖγμα ἐν κλίνῃ, καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων, πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι, ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.
Ἐπιτήδειός μοί ἐστιν Ἄρχιππος οὑτοσί, ὦ δικασταί.
ΠΡΟΣ ΤΟΥΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΑΙΔΑΣ
Οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί· ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς ὑοῖς δοκιμασθεῖσι τὰ χρήματα ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπʼ αὐτῶν ἀδίκως.
ΥΠΕΡ ΦΕΡΕΝΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΑΝΔΡΟΚΛΕΙΔΟΥ ΚΛΗΡΟΥ
Ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπειδὴ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν, οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι· ἀλλʼ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὑτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθʼ ὅσον οἷός τʼ εἰμὶ ἐγώ, τῶν ὑπʼ Ἀνδροκλείδου δεδομένων στερηθῆναι.
Εἰ μὲν γὰρ ἀγροὺς κατέλιπεν Ἀνδροκλείδης ἢ ἄλλην φανερὰν οὐσίαν, ἐξῆν ἂν εἰπεῖν τῷ βουλομένῳ, ὅτι οὗτος μὲν ψεύδεται, αὑτῷ δὲ δέδοται. περὶ δὲ ἀργυρίου καὶ χρυσίου καὶ ἀφανοῦς οὐσίας δῆλον ὅτι, ὅστις ἔχων αὐτὰ φαίνεται, τούτῳ δέδωκεν.
ΠΡΟΣ ΚΙΝΗΣΙΑΝ ΥΠΕΡ ΦΑΝΙΟΥ ΠΑΡΑΝΟΜΩΝ
Θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. Οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δʼ ἀκούετε καθʼ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις, οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλʼ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ἡμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο, ὥσπερ εἰκὸς τοὺς τοιούτους· τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν, ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι, παράδειγμα τοῖς ἄλλοις, ἵνʼ ἴδωσιν ὅτι τοῖς λίαν ὑβριστικῶς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλʼ αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασιν ἐστί, τὸ δʼ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθʼ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν.