eul_wid: nzc-aa

Collection of Hippocratic Words
Συναγωγὴ Ἱπποκρατικῶν Λέξεων

Erotianus the Grammarian Collection of Hippocratic Words PDF

The Collection of Hippocratic Words is a first-century CE Greek lexicon compiled by the grammarian Erotianus. Dedicated to the Roman emperor Nero, the work was designed as a practical reference for physicians and scholars, aiming to explain difficult and obscure terms found in the ancient Hippocratic medical corpus. In his preface, Erotianus states that he undertook the project to elucidate the words in Hippocrates's writings that were unclear and had largely retreated from common usage, arguing that ignorance of these terms obstructed proper understanding while their clarification would illuminate the author's intended meaning. The lexicon alphabetically lists and defines specialized medical vocabulary, anatomical terms, and archaic words from the Ionic Greek dialect employed by Hippocrates, synthesizing interpretations drawn from earlier, now-lost Hellenistic commentaries.

Only a portion of the original text survives directly. The primary manuscript preserves entries from the letters alpha through omicron, while the sections from pi to omega are lost. Fragments from these missing portions, however, have been recovered from glossaries and annotations in the margins of medieval manuscripts containing Hippocratic texts. Modern scholars regard Erotianus's compilation as a crucial window into how Hippocratic texts were studied and interpreted during the Roman period. It preserves valuable fragments of otherwise lost scholarship and remains an important tool for the historical and philological study of ancient Greek medicine.

29 (1t) ΕΡΩΤΙΑΝΟΥ ΤΩΝ ΠΑΡ ΙΠΠΟΚΡΑΤΕΙ ΛΕΞΕΩΝ ΣΥΝΑΓΩΓΗ Τὴν Ἱπποκράτους πραγματείαν, ἀρχιατρὲ Ἀνδρόμαχ ε, οὐκ ὀλίγα συμβαλλομένην πᾶσιν ἀνθρώποις ὁρῶν, ὅσοιγε λογικῆς ἀντιποιοῦνται παιδείας, καὶ τούτων ἐξαιρέτως τοῖς ἰατροῖς (οἳ δὴ τὴν ἀρχαίαν ἱστορίαν οὐκ ἀποκηρύττουσι τῆς τέχνης, φιλοτίμως δὲ καὶ σφόδρα ἐπιπόνως ἅ τε οὐκ ἴσασι μαθεῖν ἐπιθυμοῦσιν ἅ τε καὶ ἤδη μεμαθήκασι κρίνειν σπουδάζουσι, τὸ μὲν ἀδίδακτον ὡς ἐνδεὲς τὸ δὲ ἄκριτον ὡς ἄπιστον παραπέμποντες), εἰκότως ἠβουλήθην τὰς ἐμφερομένας αὐτοῦ τοῖς συγγράμμασιν ἀσαφεῖς καὶ κατὰ πολὺ τῆς κοινῆς ἀνακεχωρηκυίας ὁμιλίας ἐξηγήσασθαι λέξεις (αἳ δὴ ἀγνοούμεναι μὲν ἱκανῶς ἀφαιροῦνται τῆς διανοίας τὸ πρὸς ἐπίστασιν ἕτοιμον, ἐξαπλωθεῖσαι δὲ καὶ ἐπὶ τὸ τηλαυγέστερον ἀχθεῖσαι πολὺ παρέξονται φῶς πρὸς τὸ εὐκατάληπτον τῆς ἐν τῇ διανοίᾳ συνθέσεως), καὶ μάλιστα ἐπεὶ πολλοὶ τῶν ἐκ τοῦ ῥᾴστου πάντα γινώσκειν ἐθε λόντων ἰατρῶν οἱ μὲν οὐδόλως μετὰ χεῖρας ἔχοντες σπουδάζουσι τὴν πραγματείαν, .
30 .. τινὸς χλεύης τελωνοῦντες, ὡς ἐπετήδευσεν Ἱπποκράτης ἀσαφὴς φανῆναι καὶ διὰ τοῦτο ἀνακεχωρηκυίας εὐπορῆσαι λέξεως ἐσπούδασεν, καὶ ταῦτα ‘μακρὰν μὲν τὴν τέχνην, βραχὺν δὲ τὸν βίον‘ οἰόμενος διὰ τὸ σαφῆ ποιῆσαι τὴν ὁμιλίαν καὶ πᾶσι φανεράν. δέδοται γὰρ ἡμῖν ὑπὸ τῆς φύσεως λόγος πρὸς 〈τὸ〉 τὰς κατὰ διάνοιαν γεννηθείσας φαντασίας τοῖς πέλας ἐκτυποῦν. λελήθασι δὲ οἱ ταῦτα περὶ τοῦ ἀνδρὸς ἐπὶ τῶν μειρακίων φλυαροῦντες, ὡς οὐ μᾶλλον καθ’ Ἱπποκράτους ταῦτα ἀποφαίνονται, ὅσον τὴν αὑτῶν ἀμαθίαν εἰς ὕπαιθρον ἄγουσιν. εἰ μὲν γὰρ πρῶτος ἢ μόνος ἐπεπλάκει τὰς φωνάς, ἴσως αὐτοῦ τὸ περίεργον ἐμέμψατο ἄν τις. ἐπεὶ δὲ πάλαι αἱ συνήθειαι ταύτῃ κέχρηνται τῇ περὶ τὴν διάλεκτον φορᾷ (ἐξ ὧν οἵ τε περὶ τὴν ἀρχαίαν κωμῳδίαν καταγινόμενοι ἐμφαίνουσι· καὶ τῶν μὲν φιλοσόφων Δημόκριτο ς, τῶν δὲ ἱστορικῶν Θουκυδίδης καὶ Ἡρόδοτος καὶ σχεδὸν ὁ σύμπας τῶν ἀρχαίων χορὸς συγγραφέων), τί δήποτε τὸ πᾶσι τοῖς ἀρχαίοις εἰρημένον συμβεβηκὸς τοῦτο καθ’ Ἱπποκράτους κεκομίκασι μόνου; δειχθήσεται γὰρ ἐν τῇ κατὰ μέρος ἐξηγήσει τὸ περὶ τὴν τοιαύτην ὁμιλίαν τῶν ἀρχαίων ὁμονοοῦν, ἐπεὶ γέγονεν ἁνὴρ Ὁμηρικὸς τὴν φράσιν καὶ τὴν ὀνοματοποιΐαν εὐχερὴς περιγράψαι τε διάνοιαν ἱκανὸς καὶ τῆς κοινῆς καὶ εἰς πολλοὺς πιπτούσης λέξεως ἐκλέξασθαι τὴν κυριωτέραν, ἵνα καθάπερ τινὲς τύποι καὶ σφραγῖδες αἱ τὴν ἑρμηνείαν πεπιστευμέναι τεθῶσι λέξεις.
31 παρὰ ταύτην γέ τοι τὴν αἰτίαν πολλοὶ τῶν ἐλλογίμων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ γραμματικῶν ἐσπούδασαν ἐξηγήσασθαι τὸν ἄνδρα καὶ τὰς λέξεις ἐπὶ τὸ κοινότερον τῆς ὁμιλίας ἀγαγεῖν. Ξενόκριτος γὰρ ὁ Κῷος, γραμματικὸς ὤν, ὥς φησιν ὁ Ταραντῖνος Ἡρακλείδη ς, πρῶτος ἐπεβάλετο τὰς τοιαύτας ἐξαπλοῦν φωνάς. ὡς δὲ καὶ ὁ Κιτιεὺς Ἀπολλώνιος ἱστορεῖ, καὶ Καλλίμαχος ὁ ἀπὸ τῆς Ἡροφίλου οἰκίας. μεθ’ ὅν φασι τὸν Ταναγραῖον Βακχεῖον ἐπιβαλεῖν τῇ πραγματείᾳ καὶ διὰ τριῶν συντάξεων πληρῶσαι τὴν προθεσμίαν, πολλὰς παραθέμενον εἰς τοῦτο μαρτυρίας ποιητῶν, ᾧ δὴ τὸν ἐμπειρικὸν συγχρονήσαντα Φιλῖνον διὰ ἑξαβίβλου πραγματείας ἀντειπεῖν, καίπερ Ἐπικλέους τοῦ Κρητὸς ἐπιτεμομένου τὰς Βακχείου λέξεις διὰ .. συντάξεων, Ἀπολλωνίου τε τοῦ Ὄφεως ταὐτὸ ποιήσαντος, καὶ Διοσκορίδου τοῦ Φακᾶ πᾶσι τούτοις ἀντειπόντος δι’ ἑπτὰ βιβλίων, Ἀπολλωνίου τε τοῦ Κιτιέως ὀκτωκαίδεκα πρὸς τὰ τοῦ Ταραντίνου τρία πρὸς Βακχεῖον διαγράψαντος, καὶ Γλαυκίου τοῦ ἐμπειρικοῦ δι’ ἑνὸς πολυστίχου πάνυ καὶ κατὰ στοιχεῖον πεποιημένου ταὐτὸ ἐπιτηδεύσαντος πρός τε τούτοις Λυσιμάχου τοῦ Κῴου κʹ βιβλίων ἐκπονήσαντος πραγματείαν μετὰ τοῦ τρία μὲν γράψαι πρὸς Κυδίαν τὸν Ἡροφίλειον, τρία δὲ πρὸς Δημήτριο ν.
32 τῶν δὲ γραμματικῶν οὐκ ἔστιν ὅστις ἐλλόγιμος φανεὶς παρῆλθε τὸν ἄνδρα. καὶ γὰρ ὁ ἀναδεξάμενος αὐτὸν Εὐφορίων πᾶσαν ἐσπούδασε λέξιν ἐξηγήσασθαι διὰ βιβλίων ϛʹ, περὶ ὧν γεγράφασιν Ἀριστοκλῆς καὶ Ἀριστέας οἱ Ῥόδιοι. ἔτι δὲ Ἀρίσταρχος καὶ μετὰ πάντας Ἀντίγονος καὶ Δίδυμος οἱ Ἀλεξανδρεῖς. ὅθεν ἐπεί τινες 〈τὰ〉 τῶν ἀρχαίων οὐκ ἀποδοχῆς, ἀλλὰ μέμψεως ἀξιοῦσι, δι’ αὐτὸ τοῦτο μετὰ τοὺς ἥρωας καὶ αὐτοὶ τετολμήκαμεν περὶ τοῦ ἀνδρὸς συντάξαι. εὔλογον οὖν ἡγοῦμαι προειπεῖν τοῦτο, ὅτι πολλαὶ τῶν ἐπὶ τὰς γραφὰς ὁρμώντων γεγόνασιν ὑπολήψεις.
33 ἢ γὰρ ὅσα τινὲς εὗρον ἐσπούδασαν φιλανθρώπως ἀναγράψαι ἢ ὅσα εὑρόντες οὐκ ἔφθασαν ἐμφανῆ ποιῆσαι, ταῦτά τινες ἕτεροι δείξαντες τῆς ἀμισοῦς μεταδόσεως ἱκανὴν ἀπηνέγκαντο μαρτυρίαν. ἢ καὶ τὰ μὴ συμφερόντως ἱστορηθέντα διορθοῦν ἐσπούδασαν 〈καὶ〉 κατηγορικὴν οὐκ ὀλίγοι πεποίηνται συντάξεως ἀφορμήν. οἷς πάλιν ἀντειπόντες ἕτεροι σφόδρα που τὸ Ὁμηρικὸν ἐξεπλήρωσαν· ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. ὧν ἀντικατηγόρησάν τινες, ἐμφρόνως εἰδότες· ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερον χαλεπήνῃ. 〈ἢ〉 πολλοὶ καὶ τὰ σποράδην τισὶν εἰρημένα ἐφ’ ἓν συναγαγόντες, οὐκ ἀκάρπου γραφῆς ἐπινοίας ηὐπόρησαν καὶ τὰ ἀναποδείκτως ἱστορηθέντα μετὰ λόγου παραθέμενοι. †οἱ δὲ καὶ τὸ ἀσαφῶς λεγόμενον ἐξαπλῶσαι καὶ τοῦτο ἂν μακρῶς συντομώτερον ἀποστεῖλαι καὶ τὰ ἀμφιβόλως εἰρημένα ἑρμηνεῦσαι εὔλογον δόξαν ἀπενεικαμένους†. τῶν δὲ εἰρημένων χαρακτήρων εἰ ἕκαστος εὐλόγου τετύχηκεν ἐπαίνου, πῶς οὐ μειζόνων ἀξιοῦσθαι δικαία τυγχάνει τῆς παρούσης γραφῆς ἡ ὑπόσχεσις, διὰ πάντων τῶν εἰρημένων ἰδιωμάτων κεχωρηκυῖα; καὶ γὰρ εὑρήσεως ἕνεκα πολὺν εἰσφέρεται πόνον καὶ κριτικῶς παρατίθεται τὴν ἐν ταῖς φωναῖς ἀλήθειαν, διορθουμένη τὰ μὴ κατὰ τρόπον ἀναγεγραμμένα, στρογγυλώτερον δὲ ἀπαγγέλλουσα τὰ καινοτέρως εἰρημένα, τοῦ σαφοῦς καὶ τεταγμένου πολὺν ἔχουσα λόγον μετὰ τοῦ τὰ σποράδην πολλοῖς εἰρημένα ὑφ’ ἓν συναγαγεῖν.
34 τοιαύτης οὖν τάξεως καταβαλόμενοι πληθὺν οἱ μὲν ἕνεκα ταύτης δικαίως οὐδεμίαν ἀπηνέγκαντο δόξαν, ἐπεὶ προσκορὲς ἰδίως πᾶν τὸ πολύ, οἱ δὲ διὰ τὸ ἄγαν ἀκριβὲς ματαίως ἐξηγούμενοι, τί ἐστι γένυς καὶ τί τὸ πλατὺ καὶ τί τὸ ἀστρονομικὸν καὶ τί τὸ ἀκροκώλιον καὶ στενωπὸς καὶ τὰ ἔτι τούτων φανερώτερα ῥήματα. εἰ γὰρ μέλλοιμεν τὰς πᾶσι γινωσκομένας ἐξαπλοῦν φωνάς, ἤτοι πάσας ὀφειλήσομεν ἐξηγήσασθαι ἤ τινας. ἀλλὰ πάσας μὲν ἀδύνατον, τινὰς δὲ δίκαιον. ἢ γὰρ διὰ συνήθων ἐξαπλώσομεν αὐτὰς ῥημάτων ἢ διὰ τῶν μὴ συνήθων. ἀλλ’ αἱ μὲν ἀσυνήθεις εἰς τοῦτο ἀφυεῖς φαίνονται (δεκτὸν γὰρ τὰ ἧττον γινωσκόμενα διὰ τῶν μᾶλλον γινωσκομένων ἐξαπλοῦν), αἱ δὲ συνήθεις τῷ ἐπ’ ἴσης εἶναι φανεραὶ πρὸς τὸ δηλωτικὸν τῆς ἑρμηνείας οὐκ ἔσονται, ὥς φησιν Ἐπίκουρο ς. ἀπόλλυται γὰρ ἰδίως τῆς ἑρμηνείας τὸ φανερόν, ὅθ’ ὑπὸ λόγου καθάπερ τινὸς οἰκείου μαγγανεύηται φαρμάκου. τῶν δὲ ἄλλων Ἐπικλῆς μέν, ὁ κατὰ στοιχεῖον ποιησάμενος τὴν ἀναγραφήν, ματαίου συντομίας ἐγένετο ζηλωτής.
35 πρὸς τῷ γὰρ μὴ πάσας ἐξη γήσασθαι, ἔτι καὶ τὰ συντάγματα, ἐν οἷς αὐτῶν ἑκάστη κατεγέγραπτο, σιωπῆς ἱκανῆς αἴτιον ἐγένετο τοῖς ἀναγινώσκουσι. πάλιν γὰρ ἐδέησε καθ’ ἑκάστην γραφὴν ἐξηγεῖσθαι μὴ τὴν ἀνάγνωσιν, εἰ νοητή τίς ἐστιν, ἀλλὰ καὶ τὴν λέξιν, ᾗ κατατέτακται. Γλαυκίας τε ὁμοίως τὸ κατὰ στοιχεῖον ζηλώσας μακρότερος ἐφάνη καθ’ ἑκάστην φωνὴν παρατιθέμενος τὰς ἐν αἷς καταγεγραμμέναι τυγχάνουσιν αἱ γλῶτται συντάξεις. διόπερ ἡμεῖς καθ’ ἑκάστην γραφὴν ἐκλεξάμενοι τὰς καταγεγραμμένας λέξεις διὰ μὲν τοῦ συγγράμματος δηλώσομεν, ὁποῖαι τυγχάνουσι κείμεναι ἐν ὅσαις τε βίβλοις ἱστοροῦνται αἱ μὴ συνήθεις, διὰ δὲ τῆς ἐξαπλώσεως ἐμφανίσομεν πόσα σημαίνουσι, μιμνῃσκόμενοι καὶ τῶν ἅπαξ εἰρημένων καὶ τὰς ἀνακεχωρηκυίας διδύμοις πιστούμενοι μαρτυρίαις, τὰς δὲ οὐχ οὕτως ἀσαφεῖς εἰς τὸ 〈ἕν〉 ἀνθ’ ἑνὸς δηλούμενον ὑπάγοντες, προσεξαπλοῦντες δὲ καὶ τὰς παρὰ τοῖς ἄλλοις τέλεον παραλελειμμένας. τό τε γὰρ τέρθρον τοῦ πάθους οὐδεὶς αὐτῶν ἐξηγεῖται καὶ τὰς αἰθόλικας καὶ τὸ κερχνῶδες καὶ τὰς τερμίνθους τό τε θηριῶδες καὶ τὸ σκορδίνημα καὶ τὸν σκῖρον καὶ τὴν ἐκνυπὴν μήτραν καὶ τὸ ἐπηλυγάζεσθαι τά τε αἱμόκερχνα καὶ τὸ φολλικῶδες καὶ τὸ ἔναιμον νεῦρον καὶ τὸ ἴκταρ καὶ ἄλλας πλείους λέξεις, ὑπὲρ ὧν ἐν τοῖς κατὰ μέρος ἐροῦμεν.
36 ὅθεν καὶ ἐπεὶ τῶν ἀληθῶς κομιζομένων συνταγμάτων ἔστι 〈ἃ〉 μὲν σημειωτικά, ἃ δὲ φυσικὰ καὶ αἰτιολογικά, ἔνια δ’ εἰς τὸν περὶ τέχνης συντείνοντα λόγον, καὶ τῶν θεραπευτικῶν ἃ μὲν διαιτητικά, ἃ δὲ χειρουργούμενα καὶ πάντως μικτά, δίκαιον ἡγοῦμαι προϊστορήσας τὸν τῶν βιβλίων ἀριθμὸν τηνικαῦτα ἐπὶ τὴν τῶν λέξεων ἀνάπλωσιν ἥκειν. σημειωτικὰ μὲν οὖν ἐστι ταῦτα· Προγνωστικόν, Προρρητικὸν αʹ καὶ βʹ (ὡς οὐκ ἔστιν Ἱπποκράτου ς, ἐν ἄλλοις δείξομεν), Περὶ χυμῶν. αἰτιολογικὰ δὲ καὶ φυσικ ά· Περὶ φυσῶν, Περὶ φύσεως ἀνθρώπου, Περὶ ἱερᾶς νόσου, Περὶ φύσεως παιδίου, Περὶ τόπων καὶ ὡρῶν. θεραπευτικὰ δέ· τῶν μὲν εἰς χειρουργίαν ἀνηκόντων· Περὶ ἀγμῶν, Περὶ ἄρθρων, Περὶ ἑλκῶν, Περὶ τραυμάτων καὶ βελῶν, Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων, Κατὰ ἰητρεῖον, Μοχλικόν, Περὶ αἱμορροΐδων καὶ συρίγγων. εἰς δίαιταν· Περὶ νούσων αʹ βʹ, Περὶ πτισάνης, Περὶ τόπων τῶν κατὰ ἄνθρωπον, Γυναικείων αʹ βʹ, Περὶ τροφῆς, Περὶ ἀφόρων, Περὶ ὑδάτων. ἐπίμικτα δέ ἐστι ταῦτα· Ἀφορισμοί, Ἐπιδημίαι ζʹ. τῶν δ ’ εἰς τὸν περὶ τέχνης τεινόντων λόγο ν· Ὅρκος, Νόμος, Περὶ τέχνης, Περὶ ἀρχαίας ἰατρικῆς. Πρεσβευτικὸς γὰρ καὶ Ἐπιβώμιος φιλόπατριν μᾶλλον ἢ ἰατρὸν ἐμφαίνουσι τὸν ἄνδρα. ὥστ’ ἐπεὶ ταύτας τινὰς βεβαίως Ἱπποκράτους λέγομεν εἶναι, διδασκαλίας εὐσήμου ἕνεκεν ἀρκτέον οὖν ἂν εἴη ἀπὸ τῶν σημειωτικῶν, ἐπειδὴ πάσης αἰτιολογίας καὶ θεραπείας προηγεῖσθαι ὀφείλει σημείωσις. λοιπὸν ἀρξώμεθα ἀπὸ τοῦ Προγνωστικοῦ. ΑΡΧΗ ΤΟΥ Α ἀλυσμό ν· ἀπορίαν, ἀμηχανίαν.
37 (1t) ὡς καὶ Ὅμηρος ἐν τῇ εʹ τῆς Ἰλιάδος ἐπὶ τῆς Ἀφροδίτης τετρωμένης φησίν· ὣς ἔφαθ’, ἡ δ’ ἀλύους’ ἀπεβήσετο, ἀντὶ τοῦ ἀποροῦσα καὶ ῥιπταζομένη. Βακχεῖος μέντοι ἐν τῷ αʹ τῶν Λέξεών φησι· ‘τό ἀλύειν ἀδυνατεῖν, πλανᾶσθαι, ἄχθεσθαι‘. οὐκ ὀρθῶς· οὐ γὰρ εἴ τις ἄχθεται, πλανᾶται ἢ ἀδυνατεῖ πάντως καὶ ἀλύει. οἱ γοῦν ἀλύοντες ἄχθονται μὲν ἐν τῷ ὀδυνᾶσθαι, οὐκ ἀλύουσι δὲ οἱ πλανώμενοι. ἀλλ’ ὡς εἰκὸς ἐπλάνησεν αὐτὸν Ἡρόφιλος συνώνυμον θεὶς τὸ ἀλύειν τῷ πλανᾶσθαι. κεῖται ἐν τετάρτῳ Ἐπιδημιῶν καὶ ἐν αʹ Γυναικείων καὶ ἐν Ἀφορισμοῖς. ἀπεδείξαμε ν· ἐποιήσαμεν. ἄλλη κοιλί η· ἀντὶ τοῦ ἡ λοιπή. πολλαχοῦ γὰρ αὐτὸς τὸ ἄλλο ἐπὶ τοῦ λοιποῦ τίθησιν, ὡς κἀν τῷ Περὶ ἄρθρων. ἀτρεκέω ς· Βακχεῖος μὲν ἐν τῷ αʹ φησὶν ἀληθῶς, αὐτάρκως, ἀκριβῶς, Φιλῖνος δὲ μόνον ἀκριβῶς, Ἐπικλῆς δὲ σαφῶς, εἰλικρινῶς. ὁ μέντοι Ἱπποκράτης οὐ καθ’ ἑνὸς σημαινομένου φαίνεται τάττων τὴν λέξιν, ἀλλὰ πλεονάκις μὲν ἐπὶ τοῦ ἀκριβῶς, σπανιάκις δὲ ἐπὶ τοῦ ἀληθῶς λέγων· “οὐ δύναται ὅλῃσιν ἡμέρῃσι τουτέων οὐδὲν ἀριθμεῖσθαι ἀτρεκέως”, ἀντὶ τοῦ ἀκριβῶς.
38 ὁμοίως κἀν τῷ Περὶ ἄρθρων, ὅταν λέγῃ· “κληῒς δὲ 〈κατεαγεῖσα〉, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν· ἢν δὲ παραμηκέως, δυσιητοτέρη”. νῦν γὰρ τὴν ῥαφανηδὸν διαφυὴν καὶ οἷον καυληδὸν τῇ σχιδακηδὸν ἀντιτάξας, τὸ ἀτρεκὲς ἐπὶ τοῦ διὰ τάχους καὶ πρὸς ἀκρίβειαν διῃρημένου ὀστέου τίθησιν, ὡς κἀν τῷ Περὶ ἀρχαίας ἰητρικῆς φησι· ‘χαλεπὸν δὲ μὴ τοιαύτης ἀκριβείης ἐούσης περὶ τὴν τέχνην, τυγχάνειν τοῦ ἀτρεκεστάτου. πολλὰ δ’ εἴδεα κατ’ ἰητρικήν ἐστιν ἐς τοιαύτην ἀκριβείην‘. ὁμοίως κἀνταῦθα τῷ ἀληθεῖ ἀντιδιαστέλλων. μαρτυρεῖ δὲ καὶ Ὅμηρος λέγων· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν. καὶ πάλιν· ἐγώ 〈τοι〉 πάντα μάλ’ ἀτρεκέως ἀγορεύσω. καὶ Εὐριπίδης ἐν Κρησί φησιν· ἥκω ζαθέους ναοὺς προλιπών, οὓς αὐθιγενὴς στεγανοὺς παρέχει Χαλύβῳ πελέκει τμηθεῖσα δοκοὺς καὶ ταυροδέτῳ κόλλῃ ζευχθεῖς’ ἀτρεκεῖς ἁρμούς.
39 οὐκ εἶπεν ἀληθεῖς ἁρμοὺς, ἀλλ’ ἀκριβεῖς. ἐν δὲ τῷ Περὶ τόπων τῶν κατὰ ἄνθρωπον καὶ ἐν Γυναικείων αʹ ἀντὶ τοῦ ἀληθῶς χρῆται τῇ λέξει. ἀλλοφάσσοντε ς· ἀπορρύμενοι καὶ τεθορυβημένοι, ὥς φησι Βακχεῖο ς. Ξενόκριτος δὲ ὁ Κῷός φησι παρὰ τοῖς Ἴωσι λέγεσθαι τὸ ἀλλοφάσσειν ἐπὶ τοῦ τῆς διανοίας παραφόρου, πιθανῶς ἱστορῶν παρὰ τὸ ἄλλο φάσκειν καὶ ἄλλο φρονεῖν. ἀραι ά· Βακχεῖος μὲν ἤκουσε τὰ λεπτά. τινὲς δὲ τὰ πυκνὰ καὶ στενά, ὡς παρ’ Ὁμήρ ῳ· ἀραιὴ δ’ εἴσοδός ἐστι. καί· λάψαντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ. ἀγνοοῦσι δὲ οἱ ταῦτα λέγοντες, ὅτι ἡ λέξις οὐχ ἓν δηλοῖ παρὰ τῷ ἀνδρί, ἀλλ’ ἐνθάδε μὲν καὶ ἐν αʹ Ἐπιδημιῶν ἀραιὸν λέγει τὸ ἐκ διαστήματος καὶ μὴ ἐπιταχῦνον.
40 καὶ ἐνθάδε μὲν ἄλγημα σημαίνει, ἐκεῖ δὲ πνεῦμα. ἐν δὲ τῷ Περὶ ἄρθρων φησὶν “ἀραιὰ ὀστᾶ” τὰ διεστῶτα ἀλλήλων. ἐν δὲ αʹ Γυναικείων κἀν τῷ Περὶ ἀρχαίης ἰητρικῆς φησι ‘σώματα ἀραιὰ καὶ †εὔμενα‘. ἅλι ς· ἀρκούντως. ἀπολελαμμένο ι· Βακχεῖος μὲν ἐν βʹ οἱ πλήρεις ὄντες, ὁ δ’ Ἐπικλῆς τροφῆς γέμοντες ἢ καθῃρημένοι ἢ ἀπειλημμένοι. φαίνεται δὲ ἡ λέξις οὐχ ἓν δηλοῦσα, ἀλλ’ ἐνθάδε μὲν καὶ ἐν αʹ Γυναικείων, ὅταν εἴπῃ· ‘ἀπολελαμμέναι κοιλίαι‘, ἐν ἴσῳ τῷ ἀπειλημμέναι καὶ ἐστεγνωμέναι. ἐν δὲ τῷ Περὶ ἄρθρων, ὅταν ἐπὶ τοῦ σπονδύλου τάττων εἴπῃ τὸ “ἀπολελαμμένον”, ἀντὶ τοῦ ἀπειλημμένον καὶ ἐσφηνωμένον. ἀχλυῶδε ς· ἀχλὺς λέγεται ποιά τις ἀμαύρωσις καὶ σκοτία περὶ τοὺς ὀφθαλμούς, ὡς καὶ Ὅμηρος ἐν τῇ εʹ τῆς Ἰλιάδος φησίν· ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν. ἀσήμως ῥᾳστωνήσαντ α· ἀντὶ τοῦ χωρὶς φανερᾶς ἐπικουρίας εἰς τὸ βέλτιον ἀποκλίναντα. ἀσκαρίδε ς· λεπτὰ ἑλμίνθια, ὡς ἐπίπαν ἐν τοῖς τῶν ἀδηφάγων παιδίων διαχωρήμασιν εὑρισκόμενα.
41 οἱ γὰρ ἐλλογιμώτατοι τῶν συγγραφέων εἶδος αὐτὰ σκωλήκων ἱστοροῦσι τῶν ἐπὶ τοῖς σαπροῖς ὕδασιν εὑρισκομένων. ἀπαρτ ί· ἀντὶ τοῦ ἀπηρτισμένως καὶ παντελείως καὶ ὁλοκλήρως· αὐασμό ν· ξηρασμόν. καὶ αὖον λέγεται τὸ ξηρόν, ὡς Ὅμηρο ς· ξύλον [τ’] αὖον ὅσον τ’ ὀργυιήν. αἴρετα ι· ἐπαίρεται. ἀκτ ῆ· βοτάνης ὄνομα. ἀέκουσι ν· οὐ βούλονται. ἀνθεῖ ν· ἀκμάζειν. ἀρκτοῦρο ς· ὅν τινες ἀρκτοφύλακα προσαγορεύουσιν. οὖροι γὰρ οἱ φύλακες καλοῦνται. ἔστι δὲ οὗτος λαμπρὸς ἀστὴρ ἐν τῇ ζώνῃ τοῦ βοώτου κείμενος. ἀρχαίη φύσι ς· ἡ πρὸ τοῦ νοσεῖν καὶ κατὰ φύσιν οὖσα. ἁμαρτωλίη ν· τὴν τῶν ἁμαρτημάτων εἴδησιν. ἀλύκ η· ἀπορία μετὰ χάσμης. ἀφθώδε α· ἄφθα λέγεται ἐξανθημάτων εἶδος, περὶ τὰ τῶν παιδίων στόματα μάλιστα γινομένη.
42 ἄναυδο ς· ἄφωνος. αὐδὴ γὰρ ἡ φωνή. ὡς Ὅμηρός φησιν· αὐδήεντα δ’ ἔθηκε θεὰ γλαυκῶπις Ἀθήνη. ἀνεκά ς· ἀντὶ τοῦ ἀνωτάτω. σύγκειται γὰρ ἐκ τοῦ ἄνω καὶ τοῦ ἑκάς. ὡς καὶ Ἀριστοφάνης ἐν Δαιδάλῳ φησίν· ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν ἐλᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου. αἱμόκερχν α· τὰ μετὰ τοῦ δίαιμα εἶναι καὶ κατάξηρα. κέρχνον γὰρ ἔλεγον οἱ Ἀττικοὶ τὸ ξηρόν. ἀκολαστότατο ν· ἀναιδέστατον. ἀνάπλοο ν· τὸ κοῦφον καὶ ἔχον εὐρυχωρίαν τινά. ἀπόξε α· τὰ ἀπόξυρα καὶ ἀποκεκομμένα λέγεται τὰ ἐκ πλάτους εἰς στενὸν ἠγμένα. ἀκμὴ πάθου ς· ἡ τῶν τὸ μέγεθος δηλούντων σημείων παρουσία.
43 ἀπαυδῆσα ι· οἷον ἄφωνον γενέσθαι. ἀμφιδέξιο ς· Βακχεῖός φησιν ἀμφοτεροδέξιος, ὡς ἀμφήκης ὁ ἀμφοτέρωθεν ἠκονημένος. σαφὲς δ’ αὐτὸ ποιεῖ Εὐριπίδης ἐν Ἱππολύτῳ λέγων· “ἀμφιδέξιον σίδηρον”, ἀντὶ τοῦ ἑκατέρωθεν τέμνοντα. ὁ δὲ Ἱπποκράτης οὐκ ἐπὶ τοῦ ἀμφήκους, ἀλλ’ ἐπὶ τοῦ εὐχρήστου τίθεται κατὰ ἀμφότερα τὰ μέρη. διδάσκει δὲ καὶ ὁ ποιητή ς, τὸ μὴ καθ’ ἓν μόνον μέρος εὔχρηστον περιδέξιον λέγων· ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. ὁμοίως καὶ ὁ Ἱππῶνάξ φησιν· ἀμφιδέξιος γάρ εἰμι καὶ οὐχ ἁμαρτάνω κόπτων. μέμνηται καὶ Ἡρόδοτος τῆς λέξεως. δεῖ οὖν ἀκούειν τοῦ Ἱπποκράτους λέγοντος, ὅτι γυνὴ κατ’ ἀμφότερα τὰ μέρη τοῦ σώματος οὐκ ἔστιν εὔχρηστος. οὐ γὰρ εὔχρηστος ἐν τῷ ἐνεργεῖν ἐστι, καθάπερ πολλοὶ τῶν ἀνδρῶν. ὁ δὲ Γλαυκίας φησίν, ὅτι τὸ ἀμφιδέξιον οὕτω χρὴ ἀκούειν, ὡς εἰς τὰ δεξιὰ μέρη τῆς ὑστέρας οὐ γίνεται γυναικεῖον σῶμα διὰ τὸ τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς. πλὴν οὐκ ὀρθῶς ἀπεφήνατο. πῶς γὰρ ἦν δίδυμα ἢ τρίδυμα γεννᾶν τὴν γυναῖκα; ἀμόργη ς· ὡς ἐπίπαν ἡ ὑποστάθμη τοῦ ἐλαίου.
44 εἴρηται δὲ οὕτω καὶ ὁ ὀρός. ἀμαλδύνετα ι· ἀφανίζεται καὶ ἀμαυροῦται, ὡς ἐν βʹ Γυναικείων φησίν· ‘ὄμματ’ ἀμαλδύνεται‘. ἁρμ ῷ· ἡσυχῇ, μικρῷ. ὡς καὶ Φερεκράτης ἐν Μεταλλεῦσιν. ἀρυσθέντ ι· ἀντληθέντι. ἀπαυρίσκετα ι· ἀπολαύεται. ἀσκαρίζε ι· ἀντὶ τοῦ σκαρίζει. ὡς ἀσταφίς καὶ σταφίς, ἄσταχυς καὶ στάχυς. ἀτεράμνοι ς· δυσμεταβλήτοις. ἀναλδέε ς· ἀναυξεῖς. ἀναλκέ ς· ἔνιοι μὲν τὸ ἄνανδρον καὶ ἀδύνατον. βέλτιον δέ ἐστιν ἀκούειν τὸ ἀβοήθητον. ἀλκὴ γὰρ παρ’ αὐτῷ λέγεται ἡ βοήθεια. ἀρ ή· ἡ βλάβη. ἀργ ά· ἀγύμναστα ἢ λευκά.
45 ἀή ρ· τετραχῶς λέγεται· ὅ τε κοινῶς φαινόμενος καὶ λεγόμενος. ἥ τε ὁμίχλη, καθ’ ὃ λέγεται παρ’ Ὁμήρ ῳ· ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ’ ἦν· οὐδὲ σελήνη οὐρανόθεν προὔφαινεν. καὶ τὸ ἐν ἡμῖν δὲ πνεῦμα. καὶ ἡ δι’ ἕδρας δυσώδης πνοή. ἀναΐσσοντα ς· ἀνορμῶντας· ἀΐσσειν γὰρ τὸ ὁρμᾶν λέγεται. ἀλαζόνε ς· εἴρηται παρὰ τὸ ἀπὸ ἄλης ζῆν. ἄλη δὲ ἡ πλάνη. καὶ ἀλήτην τὸν πλανήτην. λέγονται δ’ οὕτω καὶ οἱ ψεῦσται. Ἀνταῖον θεό ν· τὸν βλάβης ὑπονοούμενον αἴτιον ἔσεσθαι ἀνθρώποις. ἀνταῖον δ’ ἐκάλουν οἱ παλαιοὶ τὸν †σώφρονα, ὡς καὶ Σοφοκλῆς ἐν Κλυταιμήστρᾳ λέγων· τὸν δὲ Ἀνταῖον περιδινέοντα οὐχ ὁρᾶτε καὶ δεῖμα προσπνέοντ’ ἀπ’ Ἀνταίας θεοῦ.
46 ἀλάστορε ς· Βακχεῖος μὲν ἐν πρώτῳ φονεῖς φησιν †ἐκ τῆς ἐν Εὐριπίδου Μελανίππης λέγοντος ἴσως†· †ἀλάστορας οὐκ ἐτόλμησε κτανεῖν. ἔνιοι δὲ τοὺς ἀνόσιόν τι καὶ μιαρὸν εἰργασμένους, κἂν μὴ ὦσι φονεῖς, οἷον ἄληστά τινα καθ’ ὁδοὺς διαπραττόμενοι παρὰ τὸ ἀλιτεῖν καλοῦνται, ὅπερ ἐστὶν ἁμαρτεῖν. αἰόνησι ς· κατάντλησις. Βακχεῖος δέ φησι πρόσκλυσις. αἰθόλικε ς· αἱ περὶ τὴν ἐπιφάνειαν τοῦ σώματος γινόμεναι φλύκταιναι, εἴτε ὑπὸ πυρὸς ἢ ἄλλης αἰτίας, ἀπὸ τοῦ αἴθειν ὠνομασμέναι. ἄλλοι δὲ αἰθόλικας εἶπον τὰ στρογγυλούμενα κατὰ τὴν ἐπιφάνειαν φύματα. ταῦτα δὲ ὑπὸ θερμοῦ μὲν γίνεται, ὑπὸ ψυχροῦ δὲ ἀποκρούεται. τοῦτο δὲ Ἱπποκράτης οὐ βούλεται λέγειν. τὸ γὰρ θερμὸν οὐ γίνεται στρογγύλον, ἂν μὴ ἄγαν ἐκζέσαν ᾖ· κἂν τοιοῦτον ᾖ, οὐ γίνεται στρογγύλον, ἀλλὰ μᾶλλον σκληρύνει. ἔνιοι δὲ εἶπον τὰς κατὰ τὴν ἐπιφάνειαν ἐκζέσεις, αἳ δὴ ὡς ἐπίπαν στρογγυλοῦνται.
47 Γλαυκίας μέντοι γε ἀγνοήσας οὐκ ὀλίγα γέγραφεν, λέγων αἰθόλικας εἶναι τὰ ἐν ταῖς θερμολουσίαις ἐπανιστάμενα ἐρυθήματα. ἄλητο ν· ἄλευρον. ἀλέξασθα ι· βοηθῆσαι. ὅθεν καὶ τὸ ἀλεξιφάρμακον. ἄρδε ι· βρέχει. ἀνακῶ ς· ἐπιμελῶς καὶ πεφυλαγμένως. ἔστι δὲ ἡ λέξις Δωρική. ἀρροί η· ἀρρωστία. ἀπεσυριγγώθ η· ἀπεφυσήθη, καθάπερ αἱ πνευματούμεναι σύριγγες. ἄργεμο ν· πάθος τι περὶ τοὺς ὀφθαλμοὺς λευκωματῶδες, ὃ δὴ ἐκ τῆς παρεπομένης λευκότητος ὠνομάσθη. ἀψυχέει ν· λειποθυμεῖν. ἀορτέω ν· Βακχεῖος μὲν ἐν τῇ τρίτῃ φησὶν ἀρτηριῶν κοινῶς, Ἐπικλῆς δὲ καὶ Λύκος ὁ Νεαπολίτης τὰ ἐν τῷ πνεύμονι καὶ τῇ τραχείᾳ ἀρτηρίᾳ βρόγχιά φησιν οὕτω καλεῖσθαι. βέλτιον δέ ἐστιν ἀρτηρίας ἀκούειν, ὡς Βακχεῖος εἶπεν, οἷον ἀεροτηρίας τινὰς οὔσας κατ’ ἐθνικὴν στοιχείων ἐναλλαγὴν οὕτως ὠνομάσθαι φησίν.
48 ἄρθρ α· ἰδίως τὰς συμβολὰς τῶν ὀστῶν ἄρθρα καλεῖ, δι’ ὧν φησιν· ‘αἱ δὲ χεῖρες ἄρθρα ἔχουσι πολλά. ὁκόσα γὰρ ὀστέοισι ξυμβάλλουσι, πάντα ἄρθρα ποιέουσι‘. ποτὲ δ’ ἑκάτερον μέρος ὀστέου τὸ μέλλον συμβάλλεσθαι, ὅταν λέγῃ· ‘ἐν τοῖσιν ἰσχίοισιν ἄρθρα δύο εἰσὶν αἱ κοτύλαι καλεόμεναι‘. ἀπτίστω ν· ἀλεπίστων. πτίσσειν γὰρ λέγεται τὸ λεπίζειν καὶ κόπτειν. ἄραδο ν· ταραχώδη κίνησιν καὶ σάλον. ἀσκητέο ν· ἀθλητέον. τοὺς γὰρ ἀθλητὰς ἀσκητὰς οἱ Ἀττικοὶ καλοῦσι. ἀκέσια ς· τὰς ἰάσεις. καὶ ἀκεστὰ τὰ ἰάσιμα. καὶ οἱ Ἀττικοὶ τὰς ῥαφίδας ἀκεστρίας καλοῦσι, παρὰ τὸ ἀκεῖσθαι καὶ ὑγιῆ ποιεῖν τὰ ἱμάτια. ἀδιαρροί η· ἡ τῶν διαρρεόντων παντελὴς ἐποχή. ἀγαθῶ ς· συμφερόντως. ἀθέλγητα ι· Βακχεῖός φησι θηλάζηται ἢ ἐπισπᾶται, Ἐπικλῆς δὲ ἐκπιέζηται καὶ ἐκθλίβηται, ὡς καὶ Νίκανδρος ἐξηγεῖται. ἀναλελάφθα ι· ἀνειλῆφθαι.
49 ἅλι ς· Βακχεῖος ἐν βʹ ἀρκούντως, ἱκανῶς. ὡς καὶ Ὅμηρος λέγων· ἀφνειὸς βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι. ἀνοκώχησι ς· Βακχεῖος ἐν αʹ φησὶ σύμπτωσις. Γλαυκίας δὲ ἀναπίεσις καὶ ἀνοχή, οὐ κατὰ τρόπον, ὡς οἶμαι, ἱστάμενος. τὰς γάρ τοι ναῦς, ὁπόταν ἐπὶ μετεώρου σαλεύωνται, ἀνοκωχεῖσθαι λέγομεν, ὅπερ ἐστὶν ἄνω χωρεῖν. ὁ μέντοι Ἐπικλῆς φησιν ἀνοκωχεῖν τὸ συμπεπτωκέναι, συναμαρτάνων τῷ Βακχεί ῳ. σαφῶς δὲ ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ἄρθρων φησὶν οὕτως λέγων· ‘ἐντιθέναι δὲ εἰς τὴν μασχάλην καθαρὸν ἔριον ἑλίσσοντα καὶ ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ᾖ στήριγμα ἐν τῇ ἐπιδέσει, ἀνοκωχῇ δὲ τὸ ἄρθρον‘, τουτέστιν ἀνέχηται καὶ ἀνακρατῆται. αἰώ ν· ὁ νωτιαῖος μυελός. φησὶ γάρ· ‘ἐσφακελίσθη τὸν αἰῶνα‘. κἀν τῷ Περὶ βελῶν καὶ τραυμάτων φησί· ‘τὸν αἰῶνα νοσήσας τις ἑβδομαῖος ἀπέθανεν‘. καὶ Πίνδαρος ἐν Ὑπορχήμασι λέγων· ἐνέπισε κεκραμένα ἐν αἵματι, πολλὰ δ’ ἔμβαλ’ ἕλκεα νωμῶν τραχὺ ῥόπαλον, τέλος δὲ ἀείρας †πρὸς στιβαρὰς σπάραξε πλευράς, αἰὼν δὲ δι’ ὀστέων ἐραίσθη.
50 ἄχ η· λύπας. ἀσήμοις τόποι ς· κατὰ ἀντίφρασιν πολυσήμοις, ὡς καὶ ἀγαλάκτοις πολυγαλάκτοις καὶ ἀξύλῳ ὕλῃ. πολυσήμους δὲ λέγει τόπους ἐπί τε φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων. αὐτίκ α· Βακχεῖος ἐν αʹ φησὶν ἤδη, Ἐπικλῆς δ’ εὐθέως. ἔστι δέ που καὶ ἀντὶ τοῦ μετὰ ταῦτα λεγομένη ἡ λέξις. ἀποκεκάρπωκε ν· ἀποβεβλάστηκεν, ἀπογεγέννηκεν. ἀποσυριγγώσασα τὴν χολή ν· οἷον ἀποφυσήσασα. ἄχνη ὀθονίο υ· τὸ παρ’ ἡμῖν λεγόμενον ξύσμα, ἐξ οὗ γίνεται ὁ καλούμενος μοτός [ξυσμός]. ἄγχιστ α· ἔστι μὲν ἔγγιστα. αὐτὸς δὲ ἀντὶ τοῦ μάλιστα τίθησι τὴν λέξιν. ἀναγαλλί ς· βοτάνης ὄνομα. ἄρμ η· πᾶσα σύνοδος τραυμάτων.
51 εἴρηται δὲ παρὰ τὸ ἡρμόσθαι. αἰάζει ν· θρηνεῖν. ἄλθεσθα ι· ὑγιάζεσθαι. ἀγκυρομήλ η· τὸ ἄγκιστρο ν. ἀψόρροο ν· τὸ εἰς τοὐπίσω ῥέον. ἀναχελύσσετα ι· ἀναπνεῖ. ἀνδρεῖος οἶνο ς· ἢ ὁ εὔτονος ἢ ὁ ἀπὸ Ἄνδρου τῆς νήσου, ὡς Λέσβιος ὁ ἀπὸ Λέσβου. [οὕτω καὶ Ἄνδριος ὁ ἀπὸ Ἄνδρου.] ἀπορέγε ι· ἀποτείνει. ἀλλόκοτο ν· ἐξηλλαγμένον. ἀκάματο ς· ἀκοπίατος. ἀναψύχει ν· γυμνοῦν. ἀποτανύσα ς· ἐκτείνας. ἀνάθλασι ς· ἔκθλιψις. ἀπολύσια ς· ἢ τὰς τῶν ἐπιδέσμων ἀνέσεις ἢ τὰς τῶν ἄρθρων ἀπολύσεις. ἀσηρό ν· ἄσης ποιητικόν. ἀρκέε ι· βοηθεῖ.
52 ἀποργέστερο ν· ἀπηνέστερον. ἀπαιωρέετα ι· ἀποκρέμαται. ἀτρεμέοντ α· ἠρεμοῦντα. ἀποπαλήσε ι· σαλεύσει καὶ σφοδρᾷ κινήσει. ἀποκαυλισθ ῇ· οἷον καυληδὸν κλασθῇ. ἀναγνῶσα ι· μεταπεῖσαι, μεταδιδάξαι. ἀνάγκ η· Βακχεῖος ἐν τρίτῳ ἀντὶ τῆς βίας φησὶ κεῖσθαι τὴν λέξιν. ἀμφισφάλλουσα ι· περισφάλλουσαι. ἄμβη ν· Στράτων μὲν ὁ Ἐρασιστράτειός φησι τὴν ἄμβην μοχλὸν σφαιροειδῆ εἶναι. Φιλῖνος δὲ ξυστροειδῆ ὑπεροχήν. Ἀσκλατίων δὲ γωνίαν. Ζήνων δ’ ὁ Ἡροφίλειος ὑπεροχὴν τῶν θυρῶν μανδάλῳ ὁμοίαν. Ἀπολλώνιος δ’ ὁ πρεσβύτερος ὑπεροχὴν στρογγύλην σφαίρᾳ ὁμοίαν. Μενεσθεὺς δὲ ὁ Στρατονικεὺς τὴν ἔρεισιν. Ἐρασίστρατος ὑπεροχὴν ἐξ ἐπαγωγῆς ἀπὸ τοῦ ὑποκάτω μέρους καὶ περιφεροῦς. Διοκλῆς δ’ ἐν τῷ Κατ’ ἰητρεῖον ὑπόκοιλόν τινα χώραν. Ἀπολλώνιος δ’ ὁ Μεμφίτης ἐν τῷ Περὶ ἄρθρων ὑπεροχὴν παρὰ τὸ λοιπὸν ξύλον.
53 Ἀπολλώνιος δ’ ὁ Θὴρ ἐξοχήν. ὁ δὲ Κιτιεὺς Ἀπολλώνιος ἐν τῷ Περὶ ἄρθρων σιγματοειδῆ ἐκκοπήν. Περιγένης δὲ ὁ ὀργανικὸς ἐν τρίτῳ Μηχανικῶν μοχλῷ ὅμοιόν φησι τὸ σχῆμα ἔχειν τὴν ἄμβην, οὗ τὸ μὲν πλάτος δακτύλου ἑνός ἐστι, τὸ δὲ μῆκος ἡμίσους. ἡμεῖς δὲ τούτους πάντας παραιτησάμενοι Βακχείῳ συγκατατιθέμεθα, ὃς ἐν τῷ τρίτῳ φησὶν ἄμβην καλεῖσθαι τὴν ὀφρυώδη ἐπανάστασιν. καὶ γὰρ οἱ Ῥόδιοι ἄμβωνας καλοῦσι τὰς ὀφρυώδεις τῶν ὀρῶν ἀναβάσεις. μέμνηται τῆς λέξεως καὶ Αἰσχύλος καὶ Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς Ἀττικαῖς λέξεσι. Ἐπιθέρσης δ’ ἐν βʹ τῶν Λέξεων ἄμβωνά φησι χεῖλος εἶναι σκεύους καὶ τῆς ἀσπίδος τὸ πρὸς αὐτῇ τῇ ἴτυι. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν Αὐτολύκῳ φησίν· ἐπὶ καινοτέρας ἰδέας ἀσεβῶν βίον, ὦ μοχθηρός, ἔτριβες. πῶς ὦ πολλῶν 〈ἤδη〉 λοπάδων τοὺς ἄμβωνας περιλείξας; τουτέστι τὰ περὶ τοὺς ἄμβωνας χείλη. λέγεται δὲ οἷον ἀνάβη τις οὖσα. ἀγωνιστικό ν· ὀχλικόν.
54 καὶ γὰρ ὁ ἀγὼν ἀπὸ τῆς ὀχλήσεως. ἀνακλισμο ῦ· ἀνακλιντηρίου. ἀπολιπόντ α· διεστῶτα. ἀγάλλετα ι· Βακχεῖος ἐν δευτέρῳ φησὶ τέρπεται, οὐκ ὀρθῶς. ἔστι γὰρ γαυριᾷ, ὡς καὶ Ὅμηρο ς· μηδ’ ἐπαγαλλόμενος πολέμῳ. ἀμφώδοντ α· τὰ ἄνωθεν καὶ κάτωθεν ὀδόντας ἔχοντα. ἄκρη ν· ἄκρως ἔχουσαν. ἀπὸ συρμαϊσμο ῦ· συρμαΐα λέγεται ἡ ἐπιμήκης ῥαφάνη, ἥν τινες μεθ’ ἅλμης ἐσθίοντες καθαίρονται. καὶ καλεῖται συρμαϊσμὸς ὁ τοιοῦτος τῆς καθάρσεως τρόπος. ἀπόπτωσι ν· τὴν τῶν ἐπιδέσμων ἄνεσιν. ἀντικονταίνουσ ι· πρὸς τὸ ἐναντίον βιάζονται. ἀπόπατο ι· αἱ ἀφοδεύσεις. ἀέτωμ α· ἡ στεφάνη τοῦ δώματος. ἀπὸ τόκου νοσημάτω ν· ἀπὸ γεννήσεώς φησι. ἀλθέξεσ ι· θεραπείαις. ἄνουδο ν· βαθμὸν καὶ οἷον οὐδόν, ἣν καὶ φλιὰν καλοῦμεν. ἀπομυλλήν ῃ· τοῦτο γίνεται, ὅταν διαστροφὴ καὶ οἷον σπάσμα περὶ τὴν γένυν μετὰ παρέσεως σχῇ, μάλιστα δ’ ἐκ πληγῆς.
55 ἀνήκεστο ν· ἀθεράπευτον, ἀνυπομόνητον. ἀρβύλα ι· ὑποδήματος εἶδος. ἁνδάνε ι· ἀρέσκει. ἀριθμού ς· τὰ ὀνόματα οὕτω καλεῖ. ἄκεσι ν· ἰάμασιν. ἀνάκεστο ν· ἀνίατον. ἀκρόπλο α· τὰ ἐξ ἐπιπολῆς ἐμπλέοντα. ἀφραίνοντο ς· ἀφρονοῦντος. ἀεικέ ς· αἰσχρόν, καταγέλαστον. ἀναΐσσε ι· ἀνορμᾷ. ἀείρει ν· προσφέρειν. ἀρτίω ς· ἀπηρτισμένως. ἀχιλληΐδε ς· κριθῶν εἶδος, ὧν μέμνηται καὶ Ἀριστοφάνης καὶ Σοφοκλῆ ς. ἀθέρ α· τὰ ἄνω τῆς κριθῆς λεπτότατα. ἀλυκτέε ι· οὐκ ἠρεμεῖ. ἄναλτον ἄλφιτο ν· τὸ μικρὸν καὶ ἀναυξές.
56 ἄρτον ἐγκρυφία ν· παρ’ Ἀττικοῖς οὕτως ὀνομάζεται ὁ συντιθέμενος ἔκ τε φοινίκων λιπαρῶν καὶ ἀλεύρου καὶ ὕδατος. εἰκὸς δὲ λέγειν τὸν ἐν θερμοσποδιᾷ ἐγκρυβέντα ὀπτηθῆναι, ὃν 〈Ῥωμαῖοι〉 τοῦρταν καλοῦσι. ἀνδράπα ξ· βοτάνης ὄνομα. ἀνάσσυτο ς· ἀνόρμητος. ἄναυδο ς· ἄφωνος. αὐδὴ γὰρ ἡ φωνή. ἄρδαλο ν· ῥύπον ἢ μολυσμόν. καὶ γὰρ τὸ μολῦναι ἢ ῥυπᾶναι ἀρδαλῶσαι λέγεται καὶ ἄρδαλος ἄνθρωπος ὁ μὴ καθαρῶς ζῶν. μέμνηται τῆς λέξεως καὶ Φερεκράτης ἐν Θαλάττῃ καὶ Φιλήμων ἐν Πανηγύρει. ἀναίνοντα ι· ἀπαρνοῦνται. ἀγρησθῶσιν αἱ μῆτρα ι· τουτέστιν ἄγρας χρῄζουσιν, ἀντὶ τοῦ συλλήψεως ἀπὸ τῆς ἐμμήνου καθάρσεως. οὕτω δὲ ἀκουστέον καὶ τὸ ὀδαξησθῶσι.
57 πεποίηται δὲ ἀπὸ τῶν ἀγρευομένων ζῴων. ἄλφιτα προκώνι α· τὰ γινόμενα ἐκ τῶν ἀφρύκτων κριθῶν οὕτως Ἀττικοὶ καλοῦσι. ἀμφίδιο ν· τὸ πέριξ τοῦ τῆς μήτρας τραχήλου. αἰολᾶτα ι· πλανᾶται. ἄγνο υ· λύγου. ἔστι δὲ ὄνομα φυτοῦ. ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖς λέγων· ἄγνου τε βρύα λευκὰ καὶ ἐμπρίοντ’ ὀνόγυρον. ἀγλαΐζητα ι· καλλωπίζηται. καὶ ἀγλαὸν τὸ καλόν. ἀρικύμω ν· μεγαλοκύμων. ἀχώ ρ· ἐξανθήματος εἶδος, καθ’ ὃ συμβαίνει κολλώδη ὑγρασίαν καὶ οἷον πιτυρώδεις λεπίδας ἐπιφέρεσθαι. μάλιστα δὲ περὶ τὴν κεφαλὴν εἴωθε γίνεσθαι. ΑΡΧΗ ΤΟΥ Β βιούμενο ν· βιοῦντα. βαιό ν· τὸ ὀλίγον. βοθρίοι ς· τοῖς ἐν τοῖς ὀφθαλμοῖς κοίλοις ἕλκεσι νῦν λέγει.
58 βόλβιτ α· τὰ μικρὰ βόλβια. βρύχιο ν· τὸ οἱονεὶ βύθιον καὶ κατὰ βάθους κείμενον. βηχίο υ· βοτάνης εἶδος, ὃ βηκίαν καὶ βήκιον καλοῦμεν. βρυγμό ς· ἰδίωμα ποιοῦ ψόφου. βλιχῶδε ς· οἱ δὲ γλισχρῶδες. Ἐπικλῆς μέν φησι τὸ λελιπασμένον μετὰ γλοιώδους ὑγρασίας ἀκαθάρτου, Εὐφορίων δὲ τὸ ἐκπεπιεσμένον καὶ κατάξηρον. Βακχεῖος δὲ καὶ Λυσίμαχος διὰ τοῦ π γράφουσι πλιχῶδες, σημᾶναι θέλοντες τὸ ἐξεπτυγμένον. βλακεύει ν· ὀλιγωρεῖν. ἀλλά γε τὸ ἐπὶ πλεῖστον διατρίβειν οὕτως εἴρηται. ἔστι γὰρ εἶδος ἰχθύος λεγομένου βλακός, ὃς ἐν τῷ συνουσιάζειν δυσαπολύτως ἔχει. οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται δὲ κατ’ εὐθεῖαν πτῶσιν βλάξ. βλακεύειν δέ ἐστι τὸ μετὰ νωθρείας καὶ ὀλιγωρίας τι πράττειν, ὡς καὶ Πλάτων ἐν δʹ Πολιτείας φησί· ‘βλακικὸν δὲ ἡμῖν τὸ πάθοσ‘, ἀντὶ τοῦ νωθρὸν καὶ ὀλίγωρον. βομβυλιο ῦ· ἔστι μὲν τὸ βομβυλιὸν εἶδος μελίσσης.
59 σημαίνει δὲ καὶ τὸν αὐλητήν, παρὰ τὸ τοῖς αὐλοῖς βομβεῖν. ἔστι δὲ καὶ βικίου εἶδος στενοστόμου. βρύξαι τοὺς ὀδόντα ς· ἤγουν βιαίως ἐνερεῖσαι, ὡς ἦχόν τινα γενέσθαι τῶν κάτω πρὸς τοὺς ἄνω κρουόντων. βύζη ν· ἀθρόως βδελύξει ν· στυγήσειν, μισήσειν. βάκχαρι ς· εἶδος βοτάνης καὶ μύρου, οὗ καὶ Ἀριστοφάνης μέμνηται. βδελλάζετα ι· ἀμέλγεται. εἴρηται δὲ παρὰ τὰς βδέλλας. βολβό ν· βοτάνης ὄνομα. βατίδε ς· ἰχθύων ὄνομα. βρίσ ῃ· βαρύνῃ. ΑΡΧΗ ΤΟΥ Γ γαργαρεώ ν· τὸ κύριον ὄνομα.
60 (1t) τὸ ὑπὸ τὴν ὑπερῴαν νῦν λέγει. ἡ γὰρ σταφυλὴ καὶ ἡ κιονὶς καὶ ἡ ἱμὰς πάθη εἰσὶ τοῦ γαργαρεῶνος. γαργαρεὼν δὲ ὠνομάσθη παρὰ τὸν γινόμενον γαργαλισμὸν τῇ τραχείᾳ ἐξ αὐτοῦ ἀρτηρίᾳ. γονίμη ἡμέρ α· ἀντὶ τοῦ περιττή. ἐπειδὴ αἱ περιτταὶ ἡμέραι ὡς ἐπίπαν κρίσιμοι τυγχάνουσι καὶ γεννητικαί τινος ὠφελίμου. ὅθεν καὶ γόνιμον μῆνα τὸν περιττὸν καλοῦσιν. γονοειδέ ς· τὸ ὅμοιον γόνῳ, τουτέστι σπέρματι. αὐτὸς γὰρ ἐν τῷ Περὶ τόπων τῶν κατ’ ἄνθρωπόν φησι· ‘γονοειδὲς οὖν οὖρον τὸ λευκὸν καὶ παχύ‘. ἐὰν δὲ τονοειδὲς γράφῃ, τὸ πνεῦμα τὸ μετὰ πόνου καί τινος συντονίας ἀναπνεόμενον λέγει. γον ή· ὁτὲ μὲν τὸ σπέρμα δηλοῖ, ὁτὲ δὲ τὴν μήτραν. κεῖται ἐν πολλοῖς παρ’ Ἱπποκράτε ι. γλῶσσα λιγνυώδη ς· μέλαινα καὶ τεφρώδης. ὠνόμασται δὲ παρὰ τὴν λιγνύν, ἥτις ἐστὶ καπνώδης αἰθάλη. γίνεται δὲ τοιαύτη διὰ τὴν ὑπερβάλλουσαν φλόγωσιν. φησὶ γάρ· ‘πελιὴ δὲ γεγονυῖα, ἤγουν λιγνυώδησ‘. γλισχρόχρο α· τὰ μετά τινος κολλώδους ἐπαφῆς παρατετηρημένα τὴν χροιὰν ἐπὶ τὸ χαλεπώτερον. γῆν μεταμείβει ν.
61 ἤγουν πορεύεσθαι. ἀμείβειν γὰρ τὸ ἀλλάσσειν καὶ μεταπορεύεσθαι. γυῖο ν· Βακχεῖος ἐν αʹ σῶμά φησιν ἢ μέλος, οὐκ ὀρθῶς φήσας. κατὰ γὰρ τῶν μελῶν ἰδίως τέτακται, ὡς καὶ Ὅμηρο ς· γυῖα δ’ ἔθηκεν ἐλαφρά. γαργαλισμό ν· γάργαλος καὶ γαργάλη λέγεται ἐρεθισμός, ἀπὸ τῶν πασχητιωσῶν γυναικῶν εἰλημμένης τῆς λέξεως. ὡς καὶ Ἀριστοφάνης Γηρυτάδῃ καὶ Δίφιλος ἐν Δαναΐσι. γογγυλίδι α· τὰ μικρὰ καταπότια. εἴρηται δὲ ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος. γάλακτι τέγγει ν· ἀντὶ τοῦ λιπαρῶς ἐμβρέχειν. ΑΡΧΗ ΤΟΥ Δ δυσάνιο ς· δυσθύμως καὶ δυσκόλως τὰς ἀνίας φέρουσα. διόπ ῳ· τῷ τῆς νηὸς ἐπιμελητῇ, παρὰ τὸ διοπτεύειν. Ἀττικὴ δὲ ἡ λέξις, κειμένη καὶ παρὰ Ἀριστοφάνει ἐν Ἀττικαῖς λέξεσι καὶ παρὰ Αἰσχύλῳ ἐν Σισύφῳ καὶ Εὐριπίδῃ ἐν Ἱππολύτῳ.
62 δορπηστο ῦ· τοῦ τῆς ἑσπέρας καιροῦ, παρὰ τὸ δόρυ παύειν. ὃ γὰρ ἡμεῖς ἄριστον καλοῦμεν, οἱ παλαιοὶ δεῖπνον ὀνομάζουσι, μεθ’ ὃ δεῖ πονεῖν. δίκραι α· τὰ διῃρημένα εἰς δύο καὶ οἷον δίχηλα καὶ δικόρυφα. κεῖται κἀν τῷ Περὶ τόπων. διαρθροῦ ν· διατυποῦν. διαδέσμου ς· διαφύσεις. διεβλήθησα ν· παρελογίσθησαν, ὡς καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ φησί· τί δὲ ἢν λυθείς με διαβάλῃς, παθεῖν σε δεῖ; μέμνηται τῆς λέξεως καὶ ἐν Πολυΐδῳ καὶ ἐν Ὀρέστῃ. δίκαιο ν· ἐνθάδε μὲν εὔλογον, ἐν δὲ τῷ Περὶ ἄρθρων τὸ ὅμοιον, ὅταν φῇ· ‘ἐπειδὴ δίκαιον ἔχουσιν οἱ ἄνθρωποι τό τε ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγματι χρῆσθαι ὑγιεῖ πρὸς τὸ μὴ ὑγιέσ‘.
63 ἐπὶ δὲ τοῦ ἴσου καὶ τοῦ συμφέροντος, ὅταν λέγῃ· ‘παρὰ πολὺ κράτιστος ἐμβολῆς ὤμου· δικαιότατον μὲν μοχλεύειν, ἢν μοῦνον ἐσώτερον τῆς κεφαλῆς ᾖ τοῦ βραχίονος δικαιόταται δὲ αἱ ἀντιρροπαί, ἀσφαλέες 〈δὲ τῷ〉 ὀστέῳ‘. ἐπὶ δὲ μόνου τοῦ συμφέροντος ἐν τῷ Περὶ ἀγμῶν φησιν· “ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων καὶ κατηγμάτων ὡς ἰθύτατα τὰς κατατάσιας ποιεῖσθαι. αὕτη γὰρ ἡ δικαιοτάτη φύσις”. 〈καί〉· “ὥσπερ νόμος δίκαιος”. ἐν δὲ τῷ Περὶ ἄρθρων ἐπὶ τοῦ ἰσχυροῦ φησιν· ‘τί γὰρ δικαίη μόχλευσις οὐκ ἂν κινήσειεν‘; ἀντὶ τοῦ ἰσχυρά. μόνον γὰρ τὸ δίκαιον καὶ εὔλογόν ἐστι καὶ ἁπλοῦν καὶ ἰσχυρὸν καὶ συμφέρον. διαφραδέ ς· σαφές. διαρόγχα ς· τὰς τῶν ἐπιδέσμων διαπνοὰς καὶ τὰ μεταξὺ τούτων διαστήματα. εἴρηται δὲ παρὰ τὴν ῥέγχην, ἥτις ἐστὶν εἶδος ἀναπνοῆς. δῖνο ς· σκότωσις, ὡς φέρεσθαι δοκεῖν τὰ ὁρώμενα. ἔστι δὲ καὶ εἶδος ὀρχήσεως.
64 καὶ ὁ σκοτόδινος δὲ ταὐτὸν σημαίνει καὶ ἡ σκοτοδινία. διατρίβει ν· ἐγχρονίζειν. διεβίβασκο ν· διεβίβαζον. διαμπερέ ς· διαμπάξ. δακρυῶδες ἕλκο ς· τὸ δίυγρον καὶ ἰχωρορροοῦν. δυσθεσίη ν· δυσαρέστησιν ἢ δυσαποκατάστασιν. δίκλειδο ς· δίκλειδες ἰδίως λέγονται θύραι αἱ δίχα τετμημέναι, ὡς δύνασθαι μέρους τινὸς κεκλεισμένου τὸ λοιπὸν ἀνεῷχθαι. διαφανέσ ι· διαπύροις. †διαίρησαι· διελθεῖν. δῆθε ν· δήπουθεν. διακναισθέ ν· διαφθαρέν. δοχμο ί· πλάγιοι. οἶνον αὐτίτη ν· τὸν ἀπαράχυτον. ὡς καὶ Πολύζηλος ἐν Δημοτυνδάρεῴ φησιν· †ἀμαθῶς γὰρ αὐτίτης πᾶσί τε θεοξενίης ἐγίνετο.
65 διαπτερώσιε ς· διακαθάρσεις ὤτων. χρώμεθα γὰρ πτεροῖς ἐνίοτε διακαθᾶραι ὦτα βουληθέντες, ὡς καὶ οἱ αὐληταὶ τοὺς αὐλούς. δειμώδεο ς· φοβεροῦ. καὶ δεῖμα ὁ φόβος. Ἀττικὴ δὲ ἡ λέξις. δαῦκο ς· ἔνιοι τὴν δάφνην ἐνόμισαν, οὐκ ὀρθῶς. ἔστι γὰρ βοτάνης εἶδος. διειπετὴς ὁ γόνο ς· ἀντὶ τοῦ διαυγὴς καὶ καθαρός, ὡς καὶ Εὐριπίδης ἐν Φοίνικι λέγων· †δμῶσιν δ’ ἐμοῖσιν εἶπον ὡς ταυτηρίαις πυρίδες καὶ διειπετῆ κτεῖναι†. δελφύ ϊ· τῇ μήτρᾳ. δέτιδ α· τὴν λαμπάδα, παρὰ τὸ δεσμεύεσθαι. δρακόντιο ν· βοτάνης εἶδος. οὕτω δὲ καλεῖται καὶ ὁ τοῦ ἄρου καυλὸς παρὰ τὴν πρὸς τὸ ζῷον ὁμοιότητα. διαρκεῦντε ς· βοηθοῦντες. ΑΡΧΗ ΤΟΥ Ε ἐπανερέσθα ι· ἐπερωτῆσαι.
66 (1t) εὐπετέστερο ν· ῥᾳότερον. εὐηθέστατο ι· οἱ μὴ κακοήθεις. εἰρύετα ι· ἕλκεται. ὡς καὶ Ὅμηρο ς· νεκρόν γ’ αὖ ἐρύοντα. ἐκχλοιούμεν α· Βακχεῖος ἐν βʹ ἔνωχρα, οὐ νοήσας. πεποίηται γὰρ ἀπὸ τῆς χλόης, ἥτις ἐστὶ περιαγωγὴ φυτώδης. ἔρειψι ς· πτῶσις. καὶ ἐρείπειν τὸ καταπεσεῖν. οὕτω κεῖται καὶ τὸ ἐξήρειπεν. εἶρο ς· οἱ μὲν σχηματισμὸν τῆς περὶ τὸν σπλῆνα σκιρώδους ὀγκώσεως εἶναί φασιν, οἱ δὲ τὴν περὶ ὅλον τὸ σῶμα κάκωσιν. οὐ καλῶς ἀμφότεροι. ἔστι γὰρ ὁ εἶρος πυρετοῦ εἶδος. ἕρπε ι· ἠρέμα βαδίζει. καὶ ἑρπετὰ τὰ εἰς τὴν ἔραν βαδίζοντα, ἤγουν τὴν γῆν. ἕλκεα περιμάδαρ α· τὰ ἀνώμαλα καὶ ἄτροφα. ἔπαφρ α· τὰ διάλευκα καὶ οἷον ἀφρώδη.
67 ἔκρου ν· τὸ πονηρόν. ἢ τὴν ἔκκρισιν. ἐνυδρέοντα ι· καθυγραίνονται. ἐκθύματ α· ἐκζέματα, ὥς φησι Βακχεῖο ς. καὶ ἐκθύσεις αἱ ἐξανθήσεις. ἐπαναιώρημα ἐπινέφελο ν· τὸ ἐφιστάμενον τοῖς οὔροις καὶ τοῖς διαχωρήμασι καὶ οἷον ἐπικρεμάμενον, ποικίλῳ χρώματι κεχρημένον. νεφέλας γὰρ ἰδίως καλεῖ τὰς τοιαύτας ἐφιστάσεις. ἐλάπαξε ν· ἐμάλαξεν. ἐξέρυθρον οἱ μὲν ἐξεδέξαντο τὸ λίαν ἐρυθρόν, οἱ δὲ τὸ ἔξω γινόμενον ἐρύθημα. ἐξ ὧν καὶ Φιλωνίδης ὁ Σικελός. ἔμυξε ν· ἐστέναξεν. μέμνηται τῆς λέξεως καὶ Μένανδρος ἐν Ἀσπίδι. ἐλατήρι α· κοινῶς τὰ τὴν κάτω κοιλίαν καθαίροντα φάρμακα. ἐπίδυε ν· ἐπεδιέρρει καὶ διεπήδα. ἐτιταίνετ ο· ἐνεπήγνυτο. ἐκθήλυνσι ς· ἔκτηξις καὶ ἰσχνότης.
68 Νίκανδρος δὲ ἀντὶ τῆς ἐκμαλθάξεως αὐτὴν τέθεικεν. ἐπίθημα ἔχει ν· ἀντὶ τοῦ πῶμα ἔχειν. ἰδίως γὰρ οἱ Ἀττικοὶ ἐπίθημα τὸ πῶμα καλοῦσι. ἐκλαπήσετα ι· ἀντὶ τοῦ ἐκγλυφθήσεται καὶ ἐκγεννηθήσεται, ὡς καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ φησί· †φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι. ἅπαξ εἴρηται καὶ παρ’ ἡμῶν ἐξήγηται μόνον. ἐναυλιζόμενο ν· ἐμμένον. εὐπετίη ν· εὐχέρειαν. ἐξαυαίνετα ι· ξηραίνεται. ἐκπεπταμέν α· ἐξεπτυγμένα καὶ ἐξηπλωμένα. ἕρματ α· στηρίγματα. εὐσταλέω ς· περιεσταλμένως. ἕδρ ῃ· Βακχεῖος ἐν τρίτῃ ἐπιμονῇ. Ἐπικλῆς δὲ ἐγκαθισμῷ χρονίῳ καὶ ἐπιμόνῳ.
69 ἑκάτεροι δὲ ὡς οἶμαι ἁμαρτάνουσιν. οὐ γὰρ ἓν δηλοῖ ἡ λέξις, ἀλλ’ ἐνθάδε μὲν τὴν καθέδραν σημαίνει. ἔνθεν γὰρ καὶ δίεδρα λέγεται τὰ ἐφ’ οἷς καθήμεθα. ἐν γοῦν τῷ Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων αὐτὸς ἐξηγεῖται λέγων· ‘διακοπὴ δὲ καὶ ἕδρη ταὐτόν ἐστιν. φλᾷ δὲ οὐ μάλα‘. καὶ πολλάκις. ὁμοίως κἀν τῷ Μοχλικῷ φησι· “καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ἐς ἕδρην πτέρνῃ ἢ θέναρι”, τουτέστιν εἰς τὸν οἰκεῖον τόπον. ἐξήρειπε ν· ἐξέπεσεν. ἐξαρύετα ι· Βακχεῖος ἐν γʹ ἐκθλίβεται, ἐξαντλεῖται, ἐκπιέζεται. ἐξάστι ς· αἱ ἐμφερόμεναι τοῖς ἐπιδέσμοις κατὰ τὰς ἕλικας κρόκαι ἐξάστεις παρ’ αὐτῷ καλοῦνται. ἐκθήλυνσι ς· ἔκτηξις καὶ ἰσχνασία. ἐσματτευόμενο ν· Βακχεῖος ἐν βʹ ἐμβάλλον ἢ ζητοῦν ἢ ἐμπῖπτον. μᾶλλον δὲ ἐνερεῖδον ἂν εἴη. ἔστι δὲ ἡ λέξις Ἀττικὴ καὶ διὰ τῶν δύο τ γραφομένη τε καὶ ἐκφωνουμένη. ἕδο ς· θρόνος ἢ δίφρος, ὡς Βακχεῖος ἐν αʹ.
70 εἴρηται δὲ παρὰ τὸ ἐπ’ αὐτῷ ἕζεσθαι. μαρτυρεῖ δὲ Ἱπποκράτης ἐν τῷ Περὶ ἄρθρων λέγων· ‘πάνυ μὲν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσαλικόν‘, ἀντὶ τοῦ περὶ δίφρον Θεσσαλικόν. πᾶς γὰρ δίφρος ἀνακλισμὸν ἔχων Θεσσαλικὸς παρὰ τοῖς παλαιοῖς λέγεται. ἐδικραιώθ η· εἰς δύο διῃρέθη. ἐνεκρίκωσε ν· ἐνέδησεν. ἐνεφλεβοτόμησ ε· Βακχεῖος ἐν τρίτῃ φησίν, ὅτι διεῖλεν εἰς πλείους τόπους τὰς φλέβας καὶ οἷον ἐμέρισεν. ἐξαμελγόμενα ι· ἐκθηλαζόμεναι. ἕλκος †μυκονοειδέ ς· οἱ μὲν τὸ κάθυγρον καὶ μυξῶδες, ἐπεὶ τοιοῦτοι οἱ μυκτῆρες. ἐπίδοξο ι· προσδόκιμοι. ἐκπεπλιγμένο ν· ἐξεπτυγμένον. ἐγγωνίῳ πήχε ι· ἐγγώνιος πῆχυς λέγεται, ὅταν καμφθεὶς γωνιοποιηθῇ κατὰ τὸν ἀγκῶνα.
71 εὐθυωρία ν· εὐθύτητα. εἱσάσθ ω· ἀντὶ τοῦ καθισάτω. εὐθετισάμενο ς· καταστείλας. ἐθανατώθ η· ἐνεκρώθη. ἐτιταίνετ ο· ἀντὶ τοῦ ἔτεινεν, ὡς καὶ Ὅμηρο ς· ἐτιταίνετο καμπύλα τόξα. ἐπεσοφίσαντ ο· περιειργάσαντο. ἐκλαυνοῦ ν· ἐξαπατᾶν καὶ μετεωρίζειν. εὐαλθέ α· εὐθεράπευτα. καὶ ἄλθεξις ἡ ἴασις καὶ ἡ θεραπεία. ἐπίσταντα ι· δύνανται, ὡς καὶ Ὅμηρο ς· ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν. ἐπιεικῶ ς· ἱκανῶς. καὶ ἐπιεικῆ τὸν ἱκανὸν οἱ Ἀττικοὶ λέγουσιν. ἐγκύρσα ι· ἐγκυράσαι. ἐπουλωθεί η· κατουλωθείη. εἰθυλόρδ η· εἰς ἰθὺ σκολιά. ἐπιτροχώτερο ν· εὐφορώτερον. ἐλύτροισι ν· ἔλυτρα λέγονται τὰ περιεκτικὰ τῶν σωμάτων, οἷον σκεπάσματα.
72 ἐσμασάμενο ς· ἐμβαλών. ἐπιστορέσα ι· ἐπιστρῶσαι. ἐκπαλήσαντο ς· ἐκπαλοῦς γενομένου. ἐγχρίμπτουσ ι· πελάζουσι. ἐπικαρσίη ν· πλαγίαν. ἔμπηρο ι· πηρὸν λέγει Βακχεῖος τὸν χωλόν. δυνατὸν δὲ ἀκούειν πάντα τὸν περὶ τὰς φυσικὰς ἐνεργείας ἐμποδιζόμενον. ἐσκεδασμέν η· σκορπισθεῖσα. εὐφρόνα ς· τὰς νύκτας. ἐκλέψα ς· ἀπολεπίσας. ἐμυλώθ η· ἀντὶ τοῦ ἐτυλώθη. μύλον γὰρ καλοῦσιν οἱ ἰατροὶ τὸν ἐν τῇ ὑστέρᾳ γινόμενον σκῖρον. εὐλῶ ν· τῶν σκωλήκων. ἔλαιον ὑό ς· τὸ ὕειον στέαρ. ἐκτόμο υ· Διοκλῆς φησιν οὕτω καλεῖσθαι τὸν μέλανα ἐλλέβορον. ἐκθέωσι ν· ἐκτρέχωσι.
73 ἐγχρίμπτει ν· ἐμπηδᾶν. ἐκθύε ι· ἐξορμᾷ. ἐπηλυγάζονται τὰ ἐπιμήνι α· ἀντὶ τοῦ ἐμποδίζονται. ἠλύγη γὰρ παρ’ Ἀττικοῖς ἡ σκιὰ λέγεται. καὶ Θουκυδίδης ἐν ϛʹ φησί· ‘τῷ κοινῷ φόβῳ τὸ σφέτερον ἐπηλυγάζονται‘. ἐσαφάσῃς τῷ δακτύλ ῳ· ἀντὶ τοῦ ἐφάψῃ. εἴρηται δὲ παρὰ τὸ ἐπαφᾶσθαι. ἐκπατίω ς· ἐκτρόπως. καὶ .... ὁδοῦ ἀγνοοῦντες. ἔνιοι δὲ γράφουσιν ἐκπάγλως. ἐχῖνον καινό ν· χύτραν καινήν. ἔστιν ἐχῖνος χύτρας εἶδος μεγαλοστόμου καὶ μεγάλης. μέμνηται τῆς λέξεως καὶ Εὔπολις καὶ Μένανδρος ἐν Ἐπιτρέπουσι καὶ Φιλήμων ἐν Μυρμιδόσι. ἐναγίζει ν· τοῖς κατοιχομένοις ἢ τοῖς καταχθονίοις θύειν.
74 ἐρυμάτω ν· στηριγμάτων. εἶργε ν· ἐκώλυεν. ἐξίτηλο ς· ἀσθενής. ΑΡΧΗ ΤΟΥ Ζ ζών η· ὁ τόπος, εἰς ὃν ζωννύμεθα. ἔνιοι δὲ τὴν ὀσφὺν ἐνόμισαν. ΑΡΧΗ ΤΟΥ Η ἥπατος ζύμωσι ς· οἰδηματώδης ὄγκος. ἠπιαλώδεες πυρετο ί· οἱ μετὰ φρίκης καὶ ῥίγους γινόμενοι. ἤρκεσε ν· ἐβοήθησεν. ἡδύσμασ ι· τοῖς χλωροῖς καὶ ξηροῖς ἀρτύμασι. Ἀττικὴ δὲ ἡ λέξις, ὡς καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσι καὶ Εὔπολις ἐν Εἱλώταις καὶ Μένανδρος ἐν Δαρδάνῳ. ἔνθεν καὶ στέαρ ἡδὺ λέγει ἐν βʹ Γυναικείων τὸ ἠρτυμένον. ἡμίτομο ς· ἐπιδέσμου ὄνομα. ἥρμοστα ι· ἕδρασται, ἐστήρικται.
75 ἡ μεταφορὰ ἀπὸ τῶν ἑρμασμάτων τῶν τὸν ἱστὸν τῆς νεὼς διακρατούντων, οὐ φορτίου τάξιν ἐπεχόντων, ἀλλὰ τὸ στηρίζειν μόνον. ἕρμα οὖν καὶ ἕρμασμα καὶ ἕρμασις τὸ αὐτὸ δηλοῖ. ἠγκίστρευτα ι· ἀγκιστροειδῶς συμπέφυκεν. ἠγκυροβόλησ ε· κατήντησεν. ἡ μεταφορὰ ἀπὸ τῶν καθορμιζομένων πλοίων εἴρηται. ἡμιμοίριο ν· τὸ ἥμισυ τῆς δραγμῆς. ἠρύγγ η , πόλιο ν· βοτανῶν ὀνόματα. ἠνάγκαζε ν· ἐβιάζετο. ἠδελφισμέν α· ὡμοιωμένα. Ἡρακλείης νόσο υ· τῆς ἐπιληψίας, διὰ τὸ ἰσχυρὸν τοῦ νοσήματος καὶ δυσκαταμάχητον, ὡς μαρτυρεῖ καὶ Ἀριστοτέλης ἐν τοῖς Κωμικοῖς. ἔνιοι δέ φασι τὴν μανίαν εἰρῆσθαι, ἐπειδὴ τούτῳ τῷ πάθει μόνῳ ὁ ἥρως ἑάλω. ἡμιεκτέο ν· τὸ ἥμισυ τοῦ ἑκτέως.
76 ἑκτεὺς δὲ λέγεται Ἀττικὸν μέτρον ἔχον χοίνικας ὀκτώ, ὥς φησι Μένανδρος ἐν Βοιωτίᾳ· οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν. καὶ Ἀριστοφάνη ς· ἑκτεὺς δέ 〈γ’〉 ἐστὶν ἑξαχοίνικον μέτρον. ΑΡΧΗ ΤΟΥ Θ θωρῆξα ι· οἰνοποτῆσαι. ἐπεὶ καὶ ἡ οἰνοποσία θώρηξις ὑπ’ αὐτοῦ λέγεται καὶ μέχρι νῦν τοὺς μὴ ἐπὶ πλέον οἰνωμένους ἀκροθώρηκας καλοῦμεν. θαμιν ά· πυκνά. κεῖται καὶ ἐν τῷ Περὶ αἱμορροΐδων. θερμωλ ή· ὁ πυρετός. μήποτε καὶ πᾶσα θερμασία ὑπ’ αὐτοῦ θερμωλὴ λέγεται; θαλάμα ι· αἱ καταδύσεις. θράσσε ι· Βακχεῖός φησι κινεῖ, νύττει, Ἡρακλείδης ὁ Ταραντῖνος ἐρεθίζει.
77 ἔστι δὲ ὀχλεῖ, ὡς καὶ Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει φησί· γυναῖκα δ’ ἐξελόντες, ἣ θράσσει γένυν τε ὡς τοῦ μὲν ἕωλον γραφίοις ἐνημμένοις. θύσσει ν· μαίνεσθαι, ὡς καὶ Ἀριστοφάνης ὁ γραμματικός. τινὲς δέ φασι τὸ κατὰ ψυχήν ἐξίστασθαι. θυημάτω ν· ἀρωμάτων. θύνω ν· ὁρμῶν, ὡς καὶ Ὅμηρο ς· θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικώς. θεωρού ς· θεωροὶ λέγονται οἱ εἰς θεοὺς πεμπόμενοι χρησμῶν ἐπισκέψεως χάριν. ΑΡΧΗ ΤΟΥ Ι ἰητρείη ν· θεραπείαν. ἴσχει ν· συλλαμβάνειν. ἰδίει ν. ἱδροῦν. ἰπνο ῦ· καμίνου, οἱ δὲ φούρνου.
78 καὶ γὰρ ὁ φοῦρνος ἰπνὸς λέγεται, ὡς καὶ Ἀριστοφάνης ἐν Σφηξίν· εἰς τὸν ἰπνὸν ἐχ’ ἡμῖν πλησίον τοὐπιστάτου. ἱμείρομα ι· ἐπιθυμῶ. ἵμερος γὰρ ἡ ἐπιθυμία, ὡς Ὅμηρο ς· ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. ἰκέλ η· ὁμοία. ἰκμαλέ α· τὰ δίυγρα καὶ ἱκανὴν ἔχοντα ἰκμάδα. ἰχθύημ α· ῥίνημα ἢ πρίσμα. ἱππάκ η· ἵππιος τυρός. ἶνε ς· οἱ μὲν τὰ νεῦρα, οἱ δὲ τὰς συνθετικὰς τούτων κτηδόνας. ἰνηθμό ς· κάθαρσις κοιλίας. ἰνήσετα ι· καθαρθήσεται. καὶ ἴνησις ἡ κάθαρσις. ἰθαγενέ ς· αὐθιγενές. ἰσάτι ς· βοτάνης ὄνομα. ἰσοκνήμου †δι’ ἔδρυος· τοῦ ἴσου καὶ ὁμαλοῦ.
79 ἵδρυτ ο· ἐνεκάθητο. Ἐπικλῆς δὲ κατέστη εὐσταθῶς. ἔστι δὲ μᾶλλον ἐνεκάθητο, ὡς καὶ Ὅμηρο ς· πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτί. ἰξύ ϊ· ὀσφύϊ. ἰξαλ ῆ· τελείας αἰγὸς δέρμα, ἣν μηλωτὴν καλοῦσι. ἰδνώθ η· συνεκάμφθη, ὡς καὶ Ὅμηρο ς· πλῆξεν. ὁ δ’ ἰδνώθη. ἴκτα ρ· ἐγγὺς παρὰ τοῖς Ἀττικοῖς, ὡς καὶ Αἰσχύλος ἐν Εὐμενίσι φησί· χαίρετε Ἀττικὸς λεώς, ἴκταρ ἥμενοι Διός. μέμνηται ὁ αὐτὸς τῆς λέξεως καὶ ἐν Ἠδωνοῖς. οἱ δὲ περὶ Ἰσχόμαχον καὶ Κυδίαν τὸν Μυλασέα ἔγραψαν ἴκμαρ. αἴτιον δὲ τούτου ἡ τῆς λέξεως ἄγνοια. ΑΡΧΗ ΤΟΥ Κ καμπύλο ν· τὸ μὴ ὀρθόν, ἀλλὰ σκολιῶς συγκεκαμμένον.
80 (1t) εἴρηται ἀπὸ τῶν κεκαμπυλωμένων ξύλων. καρδαμύσσει ν· καὶ σκαρδαμύσσειν γράφεται. ἔστι δὲ τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν καὶ εἰς ἐπίμυσιν ἄγειν. ἰδίως οἱ Ἀττικοὶ λέγουσι. εἴρηται δὲ ἀπὸ τοῦ καρδάμου, ὃ ἄν τις προσενέγκηται, συνεχῶς τὰ βλέφαρα ἐπιμύει. κόσμο υ· τάξεως. Ἀττικὴ δὲ ἡ λέξις. καὶ γὰρ κοσμίους λέγομεν τοὺς εὐτάκτους καὶ κοσμητὰς τοὺς τῆς ἐφήβων εὐταξίας προνοοῦντας. καρδιώσσει ν· καρδίαν ἐκάλουν οἱ παλαιοὶ καὶ τὸ τῆς γαστρὸς στόμα, ὃν καὶ στόμαχον κοινῶς καλοῦμεν. καρδιώττειν οὖν καὶ καρδιαλγεῖν λέγεται τὸ μετὰ ναυτίας καὶ ὀδύνης ἀνιᾶσθαι τὸν στόμαχον. καὶ καρδιωγμὸς ἐντεῦθεν ἀντὶ τοῦ ὁ τοῦ στομάχου δηγμός. ἔστι δὲ καὶ ἕτερος καρδιωγμὸς ὁ τῆς καρδίας κυρίως τοῦ σπλάγχνου δηγμός, τουτέστιν ἀθρόως καὶ σφοδρῶς [καὶ] παλμὸς ἐν αὐτῷ γινόμενος. κωματώδεε ς· οἱ μετὰ κώματος καταφερόμενοι. κῶμα γὰρ ὁ ὕπνος καὶ οἷον κοίμημα.
81 οἱ οὖν μετά τινος νωθρείας ἐν καταφορᾷ ὄντες κωματώδεις καλοῦνται. κλαγγώδ η· Δημήτριος μὲν ὁ Ἐπικούρειος κλαγγώδη ὄμματα ἐνόμισε τὰ εὐκίνητα, δεινῶς ἁμαρτάνων. οὐ γὰρ κατὰ τῶν ὀμμάτων εἴρηται κλαγγή, ποιά τις οὖσα ἐκφώνησις, ὁποίαν μάλιστα ἐργάζεται ἔμετος ἀσώδης. ἔστι δὲ ἡ ἀρχομένη ἀπὸ βαρείας καὶ λήγουσα εἰς ὀξὺ ὥσπερ ἀπαυδῶντός τινος. Βακχεῖος δέ φησι κλαγγώδη εἶναι φωνὴν τὴν συνεχῆ καὶ ἀδιάλειπτον. ὁ δὲ Κιτιεὺς Ἀπολλώνιος τὴν μετ’ ἐγκοπῆς καὶ ἀνωμαλίας, ἔτι δὲ ἀσαφείας, ὁποία μάλιστα συμβαίνει τοῖς μεθύουσι. καρῶδε ς· καρηβαρικὸν ἢ καρωτικόν. κερχνώδε α· οἱ δὲ καρυκώδεα γράφουσι καὶ κερκώδεα. ἔστι δὲ τὰ τραχείας ἐπαναστάσεις ἔχοντα. καὶ παρὰ τοῖς Ἀττικοῖς κερχνώδη ἀγγεῖα λέγεται τὰ τραχείας ἀνωμαλίας ἔχοντα, ὡς καὶ Σοφοκλῆς περὶ τῆς ἀποταυρουμένης φησὶν Ἰοῦς· τραχὺς †ᾧ χελώνης κέρχνος ἐξανίσταται. κορδίνημ α· γράφεται καὶ σκορδίνημα.
82 καρηβαρίαν δὲ σημαίνει παρὰ τὸ τὸ κάρα δινεῖσθαι, ὡς καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι. κόλλικε ς· ἀρτίσκων εἶδος ὡς πλακούντων, ὧν καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι μέμνηται λέγων· ὦ χαῖρε, κολλικοφάγε. τινὲς δὲ τὰ ἴτρια ἐνόμισαν. καρφαλέο ν· κατάξηρον. κενέβρει α· τὰ νεκριμαῖα κρέα οὕτω καλοῦνται, ὡς καὶ Ἀριστοφάνη ς· οὐκ ἔσθω κενέβρειον· ὅταν θύῃς τι, κάλει με. καὶ ἡ ἀγορὰ δέ, ὅπου πωλεῖται τὰ τοιαῦτα, κενέβρειον λέγεται. καρυκοειδέ α· καρύκη εἶδός ἐστιν ὑποτρίμματος ἐκ πλειόνων ἀρτυμάτων συντιθέμενον. καρυκεύειν δὲ τὸ ταράττειν. ἣν καρύκην φασὶν αἱματώδη τὴν χροιὰν ἔχουσαν. ἔνιοι δὲ τὴν παρ’ ἡμῖν καλουμένην αἱματείαν καρύκην ὠνόμασαν, οὐκ ὀρθῶς.
83 ὅτι δὲ τρίμματός ἐστιν εἶδος ἐξ ἀρτυμάτων, μαρτυρεῖ καὶ Φιλοκράτης ὁ Σάμιος καὶ ἄλλοι. κοιλίης ταραχὴ ἠλεκτρώδη ς· ἀντὶ τοῦ λαμπρὰ καὶ στίλβουσα. εἴρηται δὲ παρὰ τὸ ἤλεκτρον ἠλεκτρώδης ἡ τοιαύτη ἔκκρισις. κέδματ α· κέδματα λέγονται αἱ χρόνιαι περὶ τὰ ἄρθρα διαθέσεις. κυκεώ ν· πόμα μετ’ ἀλφίτου τεταραγμένον. καὶ κυκᾶν τὸ ταράττειν. κοτυληδόνα ς· ταύτας οὐ μόνον Ἱπποκράτη ς, ἀλλὰ καὶ Διοκλῆς ἱστορεῖ παρ’ ἑκάτερον μέρος τοῦ τῆς μήτρας .... εἶναι κοιλότητάς τινας καμαροειδεῖς, ἐν αἷς φησι τὴν ἀνατροφὴν τοῦ ἐμβρύου γίνεσθαι. ὅτι δὲ ψεῦδος παραδεδώκασιν, ἀλλαχόσε δείξομεν. κλαυθμώδεες ἀναπνοα ί· ἀντὶ τοῦ συνεχεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν κλαιόντων παιδίων. κύσσαρο ν· τὸν κυσόν. καταμηνίων λύσι ν· ἀντὶ τοῦ ἐπέλευσιν. κοιλίη πυρετώδης· ἡ θερμοτάτη.
84 κατεφρόνε ε· κατενόει. φρονεῖν γὰρ ἔλεγον οἱ παλαιοὶ τὸ νοεῖν, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ φάσκει· φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ μικρὸν κακόν. μέμνηται καὶ Σοφοκλῆς ἐν †Ἀχαιάδι καὶ ἐν Ἀμφιαράῳ. κανονία ι· Ἐπικλῆς φησι μακροὶ καὶ εὐμεγέθεις. εἰσὶ δὲ μᾶλλον οἱ ὄρθιοι καὶ λεπτοί. †κατέρυ θ..· κατὰ φύσιν, κατὰ μέγεθος. κωφο ῖ· λύει, παύει τὰς ὀδύνας. κωφωθ ῇ· βλαβῇ, παρεμποδισθῇ. κίθαρο ς· παρὰ Δωριεῦσιν οὕτως ὁ θώρηξ καλεῖται. κυβίτ ῳ· Βακχεῖός φησι κυβοειδεῖ ὀσταρίῳ, τῇ πτέρνῃ. οἱ δὲ πλείους τῷ ἀγκῶνι. κατακρούει ν· κατασχίζειν. κνιπότητ α· ξηροφθαλμίαν. καμμάρ ῳ· αὕτη ἡ λέξις τῶν ἅπαξ εἰρημένων ἐστὶ περιέχουσα οὕτως· ‘τὰς πυρώσιας μὲν τοῖσι ποτοῖσι καὶ ῥοφήμασιν, ὡς τὸν πυρετὸν ψυκτηρίῳ φαρμάκῳ 〈ἐκλύειν ἢ καμμάρῳ ἢ ἄλλῳ τοιούτῳ· καὶ ἐπὴν μὴ λύσῃς τῷ ψυκτηρίῳ φαρμάκῳ,〉 θερμαντηρίῳ χρῶ‘.
85 Ζεῦξις μὲν οὖν ἐν τῷ βʹ τῶν Ἐξηγητικῶν (τούτου δὲ τὸ βιβλίον) φάρμακόν τί φησιν οὕτως καλούμενον ψυκτικόν. Διοσκουρίδης δὲ ἐν τῷ εʹ τῶν Ὑλικῶν φησι τὸ ἀκόνιτον εἰρῆσθαι ὑπό τινων κάμμαρον ὡς θηλυφόνον. Λύκος δὲ ὁ Νεαπολίτης ἐν τῷ βʹ τοῦδε τοῦ συγγράμματος Ἐξηγητικῷ διὰ τοῦ ἑνὸς μ φησὶ γράφεσθαι τὴν λέξιν, ὡς εἶναι καμάρῳ, ὅ ἐστιν ἀλειπτηρίῳ, πυριατηρίῳ, ἐσχηματισμένου τοῦ λεξειδίου ἀπὸ τῆς κατὰ τὸ πλεῖστον καμαρωτοῦ σκευασίας. ὑποτίθεται οὖν ὁ Ἱπποκράτης λέγων· ‘ἐὰν μή, τὰ ψύχοντα προσάγειν‘. ἐφ’ ἱδρῶσι δὲ παραλαμβάνει .... Στράττιν ἐν †Κυνηγοῖς λέγοντα· ... Διόδωρος ὁ γραμματικὸς τὸ κάμορον καὶ Ζήνων ὁ Ἡροφίλειος κάμμορον ἢ κάμαρόν φησι καλεῖν τὸ κώνειον τοὺς ἐν Ἰταλίᾳ Δωριέας, οἷον κακόμορόν τι ὄν.
86 ἄμεινον δὲ οἶμαι ἀναγεγραφέναι τοὺς περὶ τὸν Ζεῦξι ν, εἶτα καὶ Ζήνων α. εἰκὸς γὰρ τὸ κάμμορον φάρμακόν τι ψυκτικὸν εἶναι ἢ τάχα τὸ κώνειον. καὶ γὰρ τοῦτο τῶν ψυχόντων ἐστὶ καταπλασμάτων. ὁ γὰρ Λύκος τέλεον πεπλάνηται, τοῦ Ἱπποκράτους ὡς εἶδος τῶν ψυχόντων τὸ κάμμορον εἰπόντος. προσθεὶς γὰρ καὶ τὰς κοιλίας καὶ τὰ ῥοφήματα ἐπήνεγκεν, ὡς τὸν πυρετὸν ψυκτηρίῳ φαρμάκῳ ἐκλύειν ἢ καμμόρῳ ἢ ἄλλῳ τοιούτῳ, ὡς τοῦ καμμόρου ἐν τοῖς ψυκτικοῖς ὄντος. ὁ γὰρ σύνδεσμος οὐκ ἄνευ διαζευκτικοῦ κεῖται. προσθεὶς γὰρ τὸ ψυκτηρίῳ ἢ καμμόρῳ, πέρας οὐ παύεται, ἀλλ’ ἐπιφέρει· ‘καὶ ἐπὴν μὴ λύσῃς τῷ ψυκτηρίῳ φαρμάκῳ, θερμαντηρίῳ χρῶ‘. ἔδει γάρ, εἰ τὸ κάμμορον ἔλεγεν, ἐπενεγκεῖν· οἷον καμμόρῳ. τίνα δὲ λόγον ἔχει ἐπὶ πυρετῶν ἀλειπτηρίας παραλαβεῖν, αὐτὸ τῆς Λύκου φρενὸς ἔργον εἰπεῖν. καλῶ ς· ἀντὶ τοῦ εὐπρεπῶς. κενεώ ν· τὸ ἀπὸ τῶν πλευρῶν μέρος ἕως τῶν λαγόνων. κάπετο ς· ὄρυγμα, τάφος. ἐπὶ μέντοι τοῦ ὀργάνου τὸ ὄρυγμα δηλοῖ. κοιλί η· πᾶσα ἡ ὑπὸ τὸ διάφραγμα εὐρυχωρία, καὶ ἡ τοῦ θώρακος δὲ ἐνίοτε. καὶ ἡ γαστὴρ αὐτή. καὶ ἡ τῶν ἑλκῶν κοιλότης. κράδη ς· οἱ μὲν τὰ τῆς συκῆς φύλλα, οἱ δὲ τοὺς κλάδους. κατατάσια ς· τὰς καταθέσεις.
87 †κεάξαι· δῆσαι. κυκλέοντ α· περιειλοῦντα καὶ περιερχόμενον. κατατανύσει ς· κατατείνεις. κατηπορήθ η· ἠδυνατώθη. κρεμ ᾷ· κρεμάσει. κομψευόμενο ς· πανουργευόμενος, ἐπεὶ καὶ οἱ Ἀττικοὶ τὴν πανουργίαν κομψίαν καλοῦσι καὶ τὸ στρεβλὸν κομψόν, ὡς καὶ Εὐριπίδη ς. κατατεῖνα ι· οὐκ ἐπὶ τῆς τάσεως ὁ Ἱπποκράτης τίθησιν, ἀλλ’ ἐπὶ τῆς καταθέσεως· ἐξ ὧν φησι· ‘τὸν δὲ ἄνθρωπον πυρίην γε ἢν ἐνδέχηται πολλῷ θερμῷ λοῦσαι. κἄπειτα πρηνῆ κατατεταμένον‘, τουτέστι κατακεκλιμένον. μικρὸν δὲ ὑποβάς φησιν· “ἔπειτα αἱ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν, ἁρμόζουσαι τὸ μῆκος τῷ ὑποτεταμένῳ”, τουτέστι τῷ ὑποκειμένῳ. καὶ ἐν τῷ Περὶ ἀγμῶν, ὅταν λέγῃ· “γνώῃ δ’ ἄν τις τὴν ἑαυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα”. καὶ νῦν τὸ κατατείνας ἀντὶ τοῦ σχηματίσας τέθεικε καὶ τοῦ καταθεὶς ὑπτίαν αὐτήν. τάσιν γὰρ ἐπιτηδείας χειρὸς οὐκ ἂν εὐχερῶς δύναται ποιῆσαι. καταναισιμοῦτα ι· καταναλίσκεται.
88 καταναγκάζετα ι· ἐκβιάζεται. κιγκλισμὸς ἀκρωμίη ς· ἀντὶ τοῦ κίνησις τοῦ ἀκρωμίου. κίγκλος δέ ἐστιν ὀρνέου εἶδος πολυκινήτου καὶ πολυταράχου. κραίνουσ ι· κυριεύουσι, βασιλεύουσι. κυφοῦται ῥάχι ς· κυρτοῦται. κλέπτεται ἡ ῥαφ ή· ἀντὶ τοῦ παραλογίζεται, ὡς καὶ ἐν εʹ Ἐπιδημιῶν φησιν· ‘ἔκλεψαν δέ μου τὴν γνώμην αἱ ῥαφαὶ τοῦ βέλεος ἐν ἑαυταῖς τὸ σίνος ἔχουσαι‘. καμπυλεύεσθα ι· κάμπτεσθαι. κατάπηρο ι· καταβεβλαμμένοι. πηροὶ γὰρ λέγονται οἱ ἐπισινεῖς. κόκκαλο ς· ὁ στρόβιλος. κεκρυφάλ ῳ· κροκυφάντῳ. ἔστι δὲ τοῦτο κεφαλοδέσμου εἶδος, ὡς καὶ Ὅμηρο ς· ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην. κεκρᾶκτα ι· φωνητικοὶ καὶ κραύγασοι.
89 Κάσιον οἶνο ν· ἴσως τὸν Συριακὸν λέγει, καλούμενον ἀπὸ Κασίου ὄρους. καταιγίζωσ ι· τρέπωσι. καταιγίζειν γὰρ τὸ τρέπειν λέγεται. μήποτε δὲ μᾶλλον ἐπὶ τοῦ ὁρμήσωσι τακτέον τὴν λέξιν, παρὰ τὸν αἰγίοχον; κηριῶ ν· κηρίαι λέγονται αἱ πλατεῖαι ἕλμινθες. κατηπέδανο ν· κατησθενηκός, ὡς καὶ Ὅμηρο ς· ἠπεδανὸς δέ 〈νύ〉 τοι θεράπων, βραδέες δέ τοι ἵπποι. κυρκανᾶτα ι· ταράττεται. κραμβίο ν· Σικελοὶ τὸ κώνειον οὕτω καλοῦσι. κώφωσις ὀφθαλμῶ ν· νῦν τὴν κώφωσιν ἀντὶ τοῦ παρεμποδισμοῦ τέταχεν. κυρίως γὰρ ἐπὶ τῆς ἀκοῆς τέταχε. κνήστρο υ· κνηστῆρος. Νίκανδρός φησι· σιλφίου, ἣν κνηστῆρι κατατρίψαιεν ὀδόντας. κυρβασίη ν· τὴν λεγομένην τιάραν. Ἑκαταῖος δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι. κρησέρη ς· κρησέραν λέγει ῥάκος χονδρὸν καὶ ἀραιόν, δι’ οὗ διηθοῦσί τινα ὡς δι’ ἠθμοῦ.
90 μέμνηται καὶ Ἀριστοφάνης ἐν Ἀττικαῖς λέξεσι. κακήθε α· τὰ κακοήθη. κλισίη ν· τὴν κλίνην, παρὰ τὸ ἐν αὐτῇ κατακλίνεσθαι. κυρηβίω ν· τῶν ἀχύρων καὶ πιτύρων. Ἀττικὴ δ’ ἡ λέξις. κεάσε ι· σχίσει. καρκινοῦσθα ι· σκληρύνεσθαι. κρημνο ί· τὰ χείλη τοῦ γυναικείου αἰδοίου. κόνυζ α· λάχανον ὅμοιον σελίνῳ, φυόμενον ἐγγὺς θαλάσσης. κεδρίνῳ ἐλαί ῳ· τῇ κεδρίᾳ. κάτοπτρο ν· ἡ μηλωτίς. κρήγυο ν· ἀληθές. οἱ δὲ ἀγαθόν, ὡς καὶ Ὅμηρο ς· μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας. ΑΡΧΗ ΤΟΥ Λ λέγω ν· διακρίνων, καταριθμούμενος, ὡς καὶ Ὅμηρο ς· αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων. καὶ πάλιν· ἐν δ’ ἡμέας πρώτους λέγε κήτεσι.
91 λιμῶδές τι ἔχει αὐτό ν· ἀντὶ τοῦ μεγάλη τροφῆς ἀπορία. λαπάσσουσα ι· μαλάττουσαι, κενοῦσαι. εἰκὸς δὲ ἀπὸ τοῦ λαπάθου εἰρῆσθαι τὴν λέξιν, ὅπερ ἐστὶ τῆς κοιλίας μαλακτικόν. λαπάρη ν· τὴν πλευράν. Λιβύ ῃ , Δήλ ῳ , Σκυθί ῃ· νῦν Ἱπποκράτης ἠθέλησε τὰ τρία κλίματα τῆς οἰκουμένης δηλῶσαι. Λιβύην μὲν ἄντικρυς εἰπών, τὴν δὲ Ἀσίαν διὰ τῆς Δήλου, τὴν Εὐρώπην δὲ διὰ τῆς Σκυθίας. λύγγο ς· λυγμός. λαπῶδε ς. Βακχεῖος ἐν βʹ φησὶ τὸ λαμπρὸν καὶ καθαρόν, διὰ τοῦ μ γράφων τὴν πρώτην συλλαβήν, ἵν’ ᾖ λαμπῶδες, οὐ δεόντως ἱστάμενος. λάπη γὰρ λέγεται τὸ ἐφιστάμενον τῆς δεδολωμένης οἴνης ἐν τῷ ὄξει, ἔτι δὲ κολυμβάσιν ἐλαίαις οἷόν τι λίπος κολλῶδες. ἔνθεν οὖν λαπώδη ῥητέον τὰ ἔχοντά τινα ἐφιστάμενα ὅμοια λάπῃ. λαιλαπώδη ς· λαίλαψ λέγεται ὄμβρος μετὰ σφοδροῦ ἀνέμου γινόμενος.
92 λοπο ί· λεπίσματα παρὰ τὸ λέπεσθαι εἰρημένα. λείω ς· τελείως. λαπαρ ά· ἁπαλά. λοχείη κάθαρσι ς· ἡ μετὰ τὸν τόκον γινομένη. λειμακωδέστερο ι· λειμακώδεις λέγονται οἱ λιμνώδεις καὶ κατάφυτοι καὶ ὁμαλοὶ τόποι. λιβρ ῷ· σκοτεινῷ καὶ μέλανι. λείβοντα ι· σπένδονται. λάπτε ι· Βακχεῖος γράφει λάζεται. ἔστι δὲ λαμβάνει. λέμμ α· ἡ ἐπιδερματὶς καλουμένη. λοπ ῷ· φλοιῷ, λεπίσματι. λελυγισμέν α· συνεστραμμένα. Ἐπικλῆς δὲ ἐπιπεπλεγμένα. ἔστι δὲ μᾶλλον, ὥς φησι Βακχεῖο ς, συγκεκαμμένα. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῶν λύγων, ἅπερ ἐστὶν εὔκαμπτα φυτά. λωτοῦ ἰχθυήματ α· ἀντὶ τοῦ ῥινίσματα ἢ πρίσματα.
93 λορδότατο ν· τὸ ἀποσεσιμωμένον καὶ ἐναντίον τῷ κυρτῷ λορδὸν καλεῖται, ὃ δὴ καὶ κυφὸν καλεῖ. λάσιο ν· ὀθόνιον, ὡς Θεόπομπος ἐν Ὀδυσσεῖ. καὶ Ἀρτεμίδωρος ὁ γραμματικὸς ἐν ταῖς Λέξεσί φησι λινοῦν ὕφος δασὺ εἶναι. λεσχηνευομένο υ· ὁμιλοῦντος. λύματ α· καθάρματα. λεβηρίδο ς· ὑμενώδους ἀποσύρματος, ὅπερ ἐστὶ τὸ τῶν ὄφεων λεγόμενον γῆρας, ὡς καὶ Ἀριστοφάνης ἐν Ἀμφιαράῳ καὶ Στράττις ἐν Φοινίσσαις. Πολέμαρχος δὲ ὁ γραμματικὸς εὐηθέστερόν φησι δυσαγωνίστου καὶ λιμοποιοῦ ζῴου μικροῦ ὄνομα εἶναι τὴν λεβηρίδα μικρῷ λαγωῷ ὁμοίου, ὃ Ῥωμαῖοι μὲν κουνίκλουν καλοῦσι, Μασσαλιῶται δὲ λεβηρίδα. λαπηρό ν· ὑγρόν.
94 λείριο ν· βοτάνης εἶδος, ἣν κρίνον ὀνομάζομεν. Νίγρος ἐν τῷ Περὶ ὕλης φησὶ καὶ τὸν νάρκισσον παρ’ ἐνίοις λείριον καλεῖσθαι. ΑΡΧΗ ΤΟΥ Μ μαρμαρυγα ί· λαμπηδόνες πυκναὶ καὶ οἷον ἀστραπαὶ πυκναί, αἰφνίδιοι, πυρώδεις, ὡς καὶ Ὅμηρο ς· μαρμαρυγὰς θηεῖτο ποδῶν. †Μηριοχάν η· ὄνομα γυναικός. μειοῦσι ν· ἐλαττοῦσι. μυττωτό ν· οἱ μὲν Ἀττικοὶ ὑπότριμμά τι μετὰ σκορόδου γινόμενον λέγουσι. Εὔπολις δ’ ἐν Λάκωσι τὸ ἄμυλον λέγων φησί· τὰ σκευάρι’ ἐποίησε μυττωτόν πολύν. ἔνιοι δὲ πλακοῦντα διὰ λαχάνου συντεθέντα. οἱ δὲ τὸν λεγόμενον ζῦθον. ἡμεῖς μέντοι γε συγκατατιθέμεθα τοῖς λέγουσιν μυττωτὸν εἶναι τὸ διὰ σκορόδου τρίμμα. εἴρηται δὲ παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν, ὡς εἶναι μυσσωτόν. μεγαλόσπλαγχνο ν· τὸν διὰ φλεγμονὴν ἐν ἐπάρσει τὰ σπλάγχνα ἔχοντα.
95 Μοδοσαέω ς· ὄνομα τόπου. μεθίησι ν· Ἐπικλῆς μέν φησιν ἐμπίπτει. ἔστι δὲ μᾶλλον ἀφίησι. μεμιασμένο ν· λοιμῶδες γεγονός. μᾶσσο ν· Βακχεῖος μέν φησιν ἔλασσον, Ἡρακλείδης δ’ ὁ Ταραντῖνος πλεῖον. μεῖο ν· ἔλαττον. μᾶζ α· φύραμα ἐξ ἀλφίτου γινόμενον, πινόμενον ποτὲ μὲν μετ’ ὀξυμέλιτος, ποτὲ δὲ μετ’ ὀξυκράτου ἢ ὑδρομέλιτος ἢ μεθ’ ὕδατος. ἔστι δὲ τρόφιμον. μανδραγόρου ῥίζα ν· περιφραστικῶς τὸν μανδραγόραν. ματεῖσθα ι· ζητεῖσθαι. καὶ μάτος ἡ ζήτησις λέγεται. μωμητέο ν· μεμπτέον. καὶ μῶμος ἡ μέμψις. μεμινυθήκασ ι· κατισχνάνθησαν. μεμαθήκασ ι· εἰώθασι. καὶ γὰρ ἡ μάθησις ἔθους ἐστὶν ἄσκησις. μεσσεγγ ύ· ἐν μέσῳ. μετεξέτερο ι· Βακχεῖος ἐν τρίτῳ φησὶν ἕτεροι.
96 ἔστι δὲ μᾶλλον ἔνιοι, ὡς καὶ Ἡρόδοτος ἐν βʹ φησὶ· “τὰς ζειὰς μετεξέτεροι καλέουσι”. μελέτ η· ἐνέργεια. μελεδώνη ς· θεραπείας. μετάρσιο ν· ὑψηλόν. μύρον Αἰγύπτιο ν· οἱ μὲν ἐδέξαντο τὸ λεγόμενον ἀπὸ σκάφης. ἔστι γὰρ θερμαντικόν. οἱ δὲ τὸ μαλαβάθρινον. οἱ δὲ τὸ μενδήσιον. καὶ γὰρ ἐν βʹ Γυναικείων τὸ αὐτό φησιν ἔλαιον Αἰγύπτιον. μώλυζ α· σκορόδου κεφαλὴ βωλοειδὴς καὶ μὴ διαλελυμένη εἰς ἄγλιθας. μαρίλη ν· οἱ φρυγανώδεις καὶ μικροὶ ἄνθρακες οὕτως ὑπό τινων καλοῦνται. μᾶλλον δὲ ἡ θερμοσποδιὰ μαρίλη λέγεται, ὡς καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσί φησιν· ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία. καὶ Ἱππῶνάξ φησι· πολλὴν μαρίλην ἀνθράκων. μαράσσε ι· ψοφεῖ.
97 μήλη ν· οὕτω καλεῖ τὴν μηλωτίδα. ἣν γὰρ ἡμεῖς μήλην καλοῦμεν, αὐτὸς ὑπάλειπτρον καλεῖ. μελεδωνέω ν· μεριμνῶν, θεραπειῶν. μελεδαίνειν γὰρ λέγεται τὸ μεριμνᾶν καὶ θεραπεύειν. †μνῶτα ι· κινεῖται ἢ κτείνεται. καὶ γὰρ οὕτως εὕρομεν γεγραμμένην τὴν λέξιν. ΑΡΧΗ ΤΟΥ Ν νείαιρα γαστή ρ· Βακχεῖός φησι τὸ κῶλον, ὅ τινες κάτω κοιλίαν προσαγορεύουσι. νεφέλα ι· τὰ ἐφιστάμενα τοῖς διαχωρήμασιν ὑπολίπαρα, ὁτὲ μὲν ὠχρά, ὁτὲ δὲ ξανθὰ ἤ πως ἄλλως κεχρωσμένα. μεταφορικῶς ἀπὸ τῶν ἐν οὐρανῷ νεφελῶν κληθεῖσαι. ναρκώδει ς· οἱ ἀπεσκληρυμμένοι καὶ ἀναισθητοῦντες. εἴρηται δὲ ἀπὸ τῆς παθητικῆς γιγνομένης νάρκης. νίωπο ν· τὸ ἐκ καρύων πικρῶν ἔλαιον, καθὼς καὶ Πετρώνιος ἐν Ὑλικοῖς καὶ Διόδοτος ἐν βʹ Μυρολογιῶν φησιν.
98 ἔνιοι μὲν οὖν νίωπον ἐπιμελέστατα ποιοῦσιν οὕτως· χοίνικας καρύων πικρῶν δʹ λαβόντες Ἀττικὰς θλῶσί τε καὶ ξηραίνουσι τὰ ἐν μέσῳ καλῶς, διαδιδόασί τε εἰς ὅλμον καὶ κόπτουσι. δύναμιν δ’ ἔχει τὸ νίωπον τήνδε. ὄνομα δὲ τὸ τῶν πικρῶν ἀμυγδάλων ἔλαιον. ναρκῶσα ι· πραῧναι καὶ οἱονεὶ εἰς ἀναισθησίαν ἀγαγεῖν τῆς ἀλγηδόνος. νυκτοειδέ ς· ἀντὶ τοῦ μέλαν. νεύρου ἐναίμο υ· ἀντὶ τοῦ τῆς φλεβός. νόμο ν· τὸν λόγο ν. ἢ τὴν νέμεσιν. ἢ τὸ ἦθος. νηδύ ν· οὕτω καλεῖ πᾶσαν κοιλότητα λέγων· ‘ὁκόσα γὰρ τῶν μελέων ἔχει σάρκα περιφερῆ, ἣν μῦν καλέουσι, πάντα νηδὺν ἔχει. πᾶν γὰρ τὸ ξύμφυτον, ἤν τε δέρματι ἤν τε σαρκὶ καλύπτηται, κοῖλόν ἐστι‘. νόμος δίκαιο ς· λόγος συμφέρων.
99 νεοχμό ν· νεώτατον. ὡς καὶ Ἀλκμὰν ἐν αʹ Μελῶν. ΑΡΧΗ ΤΟΥ Ξ ξυντεκμαίρεσθα ι· συσσημειοῦσθαι. τέκμαρ γὰρ καὶ τεκμήριον ἰδίως τὸ σημεῖον λέγεται. ξυσμ ῷ· κνησμῷ. φησὶ γὰρ οὕτως Ἱπποκράτη ς· ‘ὑποβὰς γὰρ ἐς Μῆλον ἐς θερμὰ λοετρὰ τοῦ μὲν κνησμοῦ ἐπαύσατο καὶ τῆς παχυδερμίασ‘. κεῖται ὁ ξυσμὸς καὶ ἐν Ἀφορισμοῖς. ξυνιένα ι· συνεπινοεῖν. κεῖται καὶ ἐν τῷ Περὶ πτισάνης. ξενοπρεπέ ς· ἐξηλλαγμένον. ἔστι δὲ τοῦ Περὶ ἀγμῶν. ξύντασις ὑπολάπαρο ς· ἀντὶ τοῦ ὑφάπαλος καὶ χωρὶς βίας. ΑΡΧΗ ΤΟΥ Ο ὀρφνῶδε ς· σκοτεινόν. ὄρφνη γὰρ λέγεται ἡ σκοτία. ὀγκυλωμέν η· ὀγκύλεσθαι μὲν Ἀττικοὶ λέγουσι τὸ μέγα καὶ ἐπηρμένον φρονεῖν. ὁ δ’ Ἱπποκράτης ὀγκυλωμένην λέγει κοιλίαν τὴν ταχέως εἰς ὄγκον αἰρομένην. ὀξυρεγμίη ν· τὴν τοῖς ἀπεπτοῦσι παρακολουθοῦσαν ἐποξίζουσαν ἐρυγήν.
100 ὁμαλῶ ς· ὁμοίως. ἔστι δὲ τοῦ δʹ Ἐπιδημιῶν ἡ λέξις. οὔρει αἱμαλῶδε ς· ἐν ἐνίοις ἀντιγράφοις εὕρομεν οὐρέει αἱματῶδες, ἐν δὲ τοῖς πλείστοις αἱμαλῶδες, ὃ καὶ αὐτὸ ἐν ἴσῳ κεῖται τῷ αἱματῶδες. εἴρηται γὰρ παρὰ τὸν αἱμάλωπα, ὅ ἐστι συγγραφὴ ὕφαιμος, ὡς ἐπίπαν ἐκ πληγῆς περὶ τὸν κερατοειδῆ χιτῶνα γινομένη. Οἰνιάδα ι· πόλις Αἰτωλίας, κειμένη παρὰ ταῖς Ἀχελῴου τοῦ ποταμοῦ πηγαῖς. οὐρεύ ς· ὁ ἡμίονος, ὡς καὶ Ὅμηρο ς· οὐρῆας μὲν πρῶτον ἐπῴχετο. ὄμματα ἐνδεδινημέν α· Ἐπικλῆς τὸ ἐνδεδινημένον ἐπὶ τοῦ ἐσκοτωμένου καὶ τὴν κεφαλὴν ἀλγοῦντος τάσσει, οὐ νοήσας. ὁ γὰρ Ἰπποκράτης οὐκ ἐπ’ ἀνθρώπου καθόλου τέταχε τὴν λέξιν. ἐν γὰρ ϛʹ Ἐπιδημιῶν φανερὸν ποιεῖ, ἰδίως ἐπὶ μέρους ὀφθαλμοῦ τάττων αὐτήν. πῶς οὖν καλῶς ἄν τις τὰ ἐνδεδινημένα ἀντὶ τοῦ ἐξεστραμμένα παραλάβοι; πεποίηται γὰρ παρὰ τὴν δίνησιν, ἥτις ἐστὶ κυκλοτερὴς περιστροφή. ὀργίσασθα ι· τὸ ὁρμὴν ἔχειν πρός τι. καὶ ὀργᾶν τὴν γῆν πρὸς τὴν ἐκβολὴν τοῦ καρποῦ.
101 ὀργίσασθαι οὖν εἶπε τὸ εἰς παράστασιν ἀγαγεῖν τὰ ὑγρὰ καὶ πρὸς ἔκκρισιν ἑτοιμάζειν. οἰκείη ς· δούλης, οἱ δὲ ἰδίας. κεῖται ἐν τῷ Περὶ φύσεως παιδίου ἡ λέξις. ὁμιλί η· σημαίνει τρία. ἐνθάδε μὲν τὴν τῶν ἀνθρώπων ἀναστροφήν, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ἐν δὲ τῷ Περὶ ἄρθρων ἁπλῶς τὴν παράθεσιν καὶ γειτνίασιν, ὅτε φησίν· ‘ὁμιλέει δὲ βραχίων τῇ κοτύλῃ τῆς ὠμοπλάτησ‘. τὴν δὲ τριβήν, ὅτε φησί· ‘ταύτην τὴν τέχνην οὐ μόνον λόγῳ ἀσκεῖν χρή, ἀλλὰ καὶ ὁμιλίῃ‘. ἔστι δὲ τοῦ Περὶ ὡρῶν καὶ τόπων. ὁλκάδε ς· τὰ φορτηγὰ πλοιάρια. ὀδύνας ναρκο ῖ· ἀντὶ τοῦ μειοῖ· ἐπειδὴ ἡ νάρκη θλῖψις αἰσθήσεώς ἐστιν. ὀτίδο ς· ὀρνέου εἶδός ἐστιν, ὅ τινες ὠτίδα καλοῦσιν. ὄϊος στόμαχο ς· γοῦλα προβάτου. ὄϊς γὰρ τὸ πρόβατον. κοινῶς δὲ τοῦ ἀνθρώπου. ὅριο ν· τὸν περιορισμόν.
102 ὀκχ ῇ· καὶ ὀκχεῖν δὲ εὕρομεν. ἔστι δὲ τὸ φέρειν, ὡς Βακχεῖο ς. ὄκλασι ς· ὀκλάσαι λέγεται τὸ ἐπὶ τὰς κνήμας καὶ τὰς πτέρνας κάμψαντα τὰ γόνατα καθίσαι. ὀκνέει ν· μὴ δύνασθαι. φησὶ γάρ· “οὗτοι κατοκνέουσιν ὀρθοῦσθαι”, ἀντὶ τοῦ οὐ δύνανται. ὄνο ς· ὁ ἄξων. ἴσως διὰ τὸ κυκλικὸν τῆς κινήσεως. ὀρὸν πίσση ς· τὸ ὑγρότατον τῆς πίσσης. ἐν δὲ αʹ Γυναικείων κἀν τῷ Περὶ πτισάνης τὸν τοῦ γάλακτος ὀρὸν ἀκουστέον, ὃς ἐφίσταται τοῖς ἀποτυρουμένοις. ὀκνήθ η· ηὐλαβήθη. ὀρρωδέει ν· ἀγωνιᾶν, φοβεῖσθαι. οἶνος Ἄνδριο ς· ὁ εὔτονος, ἢ ὁ ἀπὸ Ἄνδρου τῆς νήσου, ὡς Λέσβιος ὁ ἀπὸ Λέσβου. οὔλῳ ἐρί ῳ· τῷ μαλακῷ. ὀξύ ϊ· ὀσφύϊ. ὀχλώδε α· ὀχληρά. οἶδο ς· οἴδημα. ὀνεύεσθα ι· τείνειν. ὄπωπ α· εἶδον.
103 οὐλομελείη ς· ὅλης φύσεως. ὄκρι ς· τραχύτης. ἀλλ’ οὐχ, ὥς φησι Βακχεῖο ς, γωνία. ὅπλ α· Βακχεῖός φησι τὰ στύππινα σχοινία, οὐκ εὖ. ἔστι γὰρ κοινῶς τὰ ἐν τῇ νηῒ διακρατοῦντα ὀρθὸν τὸν ἱστὸν σχοινία. ὀχετού ς· τὰς ἐκχύσεις τῶν ὑδάτων, ὡς καὶ Ὅμηρο ς· ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου. οἷον ὀρόβιον πυρρό ν· τὸ 〈ὀρόβιον οἱ μὲν ...,〉 οἱ δὲ τὴν ἰσομεγέθη ὀρόβῳ ἀκροχορδόνην. οἶνον οἰνώδε α· οὐχ, ὥς τινες, τὸν ἁπαλὸν καὶ μόνην ἔμφασιν οἴνου παρέχοντα, ἀλλὰ μᾶλλον τὸν αὐστηρὸν καὶ εὔτονον. φησὶ γάρ· “γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα”. ἀντιδιαστελλόμενος δέ φησιν· “ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος”. οἴνῳ σιραί ῳ· τῷ ἑψήματι λεγομένῳ. ὀλοφλυκτίδε ς· αἱ φλύκταιναι. οἱ δὲ περινυκτίδες. οἱ δὲ δοθιῆνες. οἱ δὲ ἐξανθήματα ἰόνθοις ὅμοια. οὐλά ς· κριθάς.
104 οὐ παιδοκτιστήσε ι· οὐ παιδοποιήσει. κτίσαι γὰρ τὸ ποιῆσαι. οἰναρίδε ς· τὰ κλήματα τῶν ἀμπέλων οὕτως Ἀττικοὶ καλοῦσιν. οἴναρα δὲ τὰ τῆς ἀμπέλου φύλλα. οἰσύπη αἰγό ς· οἰσύπη κυρίως λέγεται τὸ διαχώρημα τοῦ προβάτου. καὶ γὰρ ὄϊς τὸ πρόβατον. πλὴν αὐτὸς καταχρηστικῶς οἰσύπην ἐκάλεσε καὶ τὸ τῆς αἰγὸς διαχώρημα, διὰ τοῦτο καὶ οἰσυπηρὰ ἔρια τὰ μετέχοντα τῆς οἰσύπης ἢ τοῦ οἰσύπου. ἑκατέρως γὰρ λέγεται. οἱ πικρόχολοι τὰ ἄν ω· ἀντὶ τοῦ οἱ καχέκται, διὰ τοῦτο ὀξεῖς καὶ εὐκίνητοι. οἱ γὰρ χολῶδες ἔχοντες τὸ παρακείμενον βλάπτονται ὑπὸ τῆς ἀσιτίας τὸν στόμαχον. οἰνάδο ς· τῆς βρυωνίας καλουμένης. ἔστι δὲ ἀγρίας ἀμπέλου εἶδος. οἶνος ἀνθοσμία ς· ὁ εὐώδης καὶ ἡδύς, ὡς Ἀριστοφάνης ἐν Βατράχοις καὶ ἐν Θεσμοφοριαζούσαις. ὄργι α· μυστήρια. ΑΡΧΗ ΤΟΥ Π προπετή ς· προπίπτων. καὶ αὕτη ἡ λέξις μεταφορικῶς εἴρηται· καὶ γὰρ ἐν τῷ βίῳ προπετεῖς ἀνθρώπους λέγομεν τοὺς μὴ κατέχοντας ἑαυτῶν, ἀλλ’ οἷον πρὸ καιροῦ προπίπτοντας ταῖς πράξεσι.
105 πνεῦμ α· νῦν ἡ ἀναπνοή, δι’ ὧν φησι· “πνεῦμα πυκνὸν μὲν ἐὸν πόνον σημαίνει”. περιεστικό ν· σωτήριον. πελάσε ι· ἐγγίσει. πέλας γὰρ τὸ ἐγγὺς λέγεται. προαπαυδησάντω ν· προαφωνησάντων, ἐξ οὗ δηλοῦται τὸ κεκακωμένον τῆς δυνάμεως. φησὶ γάρ· ‘προαπαυδησάντων παραφροσύναι κάκισται‘, ἀντὶ τοῦ ἐπ’ ἀσθενεῖ τῇ δυνάμει γενόμεναι φρενίτιδες κακόν. παρενεχθέντ ι· ὑπενεχθέντι εἰς παρακοπήν. παρακρουστικό ν· παρακοπτικόν. παρακρούειν γὰρ κυρίως ἔλεγον οἱ ἀρχαῖοι τὸ ἐπ’ ὀλίγον παραφρονεῖν. πεπασμό ς· κυρίως μὲν ἐπὶ τῶν ἀκροδρύων εἴρηται, ὅταν ἐξ ὠμότητος πέπειροι οἱ καρποὶ γίνωνται, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων, ὅταν οἱ χυμοὶ πεπανθῶσι. πινώδεσ ι· ῥυπαροῖς. πίνος γὰρ ὁ ῥύπος. καὶ πινηρὰ ἔρια ὅταν φῇ, τὰ οἰσυπηρὰ ἀκουστέον. ἐν ἐνίοις δὲ ὑπομνήμασιν εὕρομεν πίνον λεγόμενον τὸν σπίλον. πρωῒ τοῦ ἦρο ς· ἀντὶ τοῦ πρὸ τοῦ ἦρος [ὁρᾶν].
106 πῦ ρ· τουτέστιν ὁ πυρετός. Ἀττικὴ δὲ ἡ λέξις. πλάδο ς· ἡ οἷον ἔκχαυνος καὶ ὑπόσομφος καὶ δίυγρος τοῦ σώματος διάθεσις καὶ μὴ στερεᾷ κεχρημένη σαρκί. πρωϊαίτερο ν· πρὸ τοῦ δέοντος καιροῦ. παρελύθ η· παράλυσιν κυρίως καλεῖ τὴν περὶ τὸ δεξιὸν μέρος τοῦ σώματος μάλιστα γιγνομένην. παλιγκοτωτάτοι ς· φιλυποστρόφοις νοσήμασι. πέπλο ς· βοτάνης εἶδος, ἣν ἔνιοι πέπλιον ὀνομάζουσιν. οἱ δὲ σύμφυτον. πτερυγώδεε ς· οἱ μακροτράχηλοι καὶ ἐπὶ πολὺ πλατέα ἔχοντες τὰ στήθη καὶ ἐξέχοντα. παρέλεγ ε· παρέκοπτε. πνεῦμα μινυθῶδε ς· τὸ ἀσθενὲς καὶ ὀλίγον. πρόσ ω· ἀντὶ τοῦ ἔμπροσθεν. παρθένο ς· παρθένον νῦν τὴν θυγατέρα λέγει. πόνος καταιγίζω ν· ἀντὶ τοῦ σφοδρῶς ἐμπίπτων. εἴρηται δὲ ἀπὸ τῆς καταιγίδος, ἥτις ἐστὶ βιαία καὶ αἰφνίδιος ἀνέμου ἔμπτωσις.
107 πτοιώδεσ ι· τὴν πτοίαν οἱ μὲν δέχονται τὸν κίνδυνον, οἱ δὲ τὴν ταραχήν, οἱ δὲ τὸν φόβον. πόνο ι· αἱ ἐνέργειαι. περιμάδαρα ἕλκε α· ἄτροφα καὶ ἀνώμαλα. προσάρματ α· τροφαί. πόνοι σιτίων ἡγείσθωσα ν· ὁ πόνος τρία σημαίνει. ἐνθάδε μὲν τὰ γυμνάσια, ἔνθα φησίν· “ἄσκησις ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων”. ἀντὶ δὲ ὀδύνης, ὅταν φῇ· “δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον”. ἐπὶ δὲ τῆς βλάβης, ὅταν εἴπῃ· “ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον· ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον”. μὴ ἐπιστήσας δὲ Ἀσκληπιάδης τοῦ ἥρωος μὴ ἐξηγουμένου, ἐξ ὧν ἐπιφέρει· “ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον”, φησί· ‘πῶς δύναται τοῦτο εἶναι ἀληθές, τοῦ μὲν πόνου κατ’ ἐπίτασιν αἰσθήσεως γιγνομένου, τοῦ δὲ ὕπνου κατ’ ἔκλυσιν‘; πῖα ρ· τὸ λιπαρώτατον καὶ νοστιμώτατον. καὶ πιερὸν τὸ λιπαρόν. πίλοισ ι· πῖλοι καλοῦνται παρὰ Λάκωσι τὰ σκέπης καὶ σκιᾶς χάριν πεποιημένα.
108 πρόβατ α· οὕτω καλεῖ κοινῶς πάντα τὰ τετράποδα νῦν. παραμπεχόμενο ι· παρακαλυπτόμενοι. εἴρηται δὲ παρὰ τὴν ἀμπεχόνην, ἥτις ἐστὶ παρακάλυψις. παιδικὸν πάθο ς· παιδείαν νῦν τὴν παιδοτροφίαν. ὅθεν καὶ Σοφοκλῆς ἐν Πελίᾳ φησί· λευκὴν 〈γὰρ〉 αὐτὴν ὧδ’ ἐπαίδευσεν γάλα. †πέρον α· διάτροπιν†. πλάτα ς· τὰς ὠμοπλάτας. παρήκουσ ι· παρατέτανται. πιπίσκοντ α· ποτίζοντα. περόνα ς· τὰς κονδυλώδεις τῶν ὀστῶν ἐπαναστάσεις. οὕτω κεῖται νῦν, ὁτὲ δὲ ἀντὶ τῆς κερκίδος τάττει τὴν λέξιν. Διαγόρας δὲ ὁ Κύπριός φησι τὰ προαιρετικὰ νεῦρα περόνας αὐτὸν καλεῖν. πλανωδέστατ α· τὰ μὴ κατὰ τάξιν γινόμενα.
109 ὅθεν καὶ πλάνητες πυρετοὶ λέγονται οἱ μὴ κατὰ τάξιν φοιτῶντες. πλήμνα ς· τὰς χοινικίδας τοῦ τροχοῦ, δι’ ὧν ὁ ἄξων στρέφεται. περαιωθεῖσαι εἰς ἀλλήλα ς· συννεύσασαι, ὡς ἑκατέραν λαβεῖν τέλος. πελλό ν· ὑπόφαιον. ἀγνοοῦντες δέ τινες γράφουσι πελιόν. ὡς καὶ Σοφοκλῆς ἐν Ποιμέσι καὶ ἐν Ἀμφιαράῳ φησί· κυνὸς πελλῆς τε μηκάδος βοὸς ῥινέων. προμηθέεσθα ι· προβουλεύεσθαι, φροντίζειν. περκνό ν· μέλαν. προβουλεύοντε ς· προγιγνώσκοντες καὶ προφυλαττόμενοι. †πηχέδεο ν· τὸν ταῦρον. οἱ δὲ τὸ περίνεον. Βακχεῖος δὲ διάβασίν τινα. πελάσε ι· ἐγγίσει.
110 πισσηρὴν κηρωτή ν· τὴν τετραφάρμακον καλουμένην. πυκιν ή· πυκνή. πλοώδη ς· Ἐπικλῆς φησιν εὐρύχωρον χάλασμα ἔχουσα καὶ οἷον ἐμπλέουσα. περιρρηδέ ς· ἑκατέρωθεν ἐγκεκλιμένον μηνοειδῶς. ἔνιοι δὲ περιφερές. περιτενέ ς· περιτεταμένον. πρόσαρσι ν· προσφοράν. πρήγματ α· κτήματα. ποταίνι α· Βακχεῖος ἐν βʹ φησὶ τὰ πρόσφατα. πυθμενόθε ν· Βακχεῖος ἐν βʹ φησὶν ἐξ ἀρχῆς. ἔστι δὲ μᾶλλον κάτωθεν καὶ οἷον ἐκ βάθους. εἴρηται γὰρ ἀπὸ τοῦ πυθμένος. πεντάφυλλο ν· βοτάνης ὄνομα. πικερί ῳ· βουτύρῳ. ὡς καὶ Ἀριστοτέλης ἐν τοῖς Ὑπομνήμασί φησιν, ὅτι Θόας ὁ Ἰθακήσιος ἱστορεῖ παρὰ Φρυξὶ πικέριον καλεῖσθαι τὸ βούτυρον.
111 πηρῖν α· τὸν ὄσχεόν φησιν οὕτω καλεῖσθαι Ἀντίγονος ὁ γραμματικὸς παρὰ τὸ ὡς ἐν πήρᾳ 〈εἶναι. ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖσ〉 φησι· καὶ ἐξ ἐλάφοιο 〈ταμὼν〉 πηρῖνα θοραίην. παλύνω ν· ἐπιπάσσων. ὡς καὶ Ὅμηρός φησιν· ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν. πίσσα ἡδυντ ή· ἡδυντὴν πίσσαν λέγει τὴν ἠρτυμένην. πάλη ἀλφίτο υ· πάλη λέγεται τὸ λευκότατον καὶ λεπτότατον τοῦ ἀλφίτου. πολφο ί· βολβοί, ὡς Μεταγένης φησί· ῥαφανῖδος, ἀμύλου, λεκίθων, καρύων, ζωμοῦ, πολφῶν, οἴνου, κολοκύνθης. οἱ δὲ βρῶμά τι πολτῶδές φασιν εἶναι. πρόμαλον φώξα ς· πρόμαλόν ἐστιν εἶδος φυτοῦ, οὗ μέμνηται καὶ Εὔπολις ἐν Αἰξί.
112 πωρωθῆνα ι· παχυνθῆναι καὶ παγῆναι. Πύλα ς· τόπος Θεσσαλίας, ἐν ᾧ καὶ τὸ τῆς Πυλαίας Δήμητρος ἱερὸν ἵδρυται. περνά ς· πωλῶν, ὡς καὶ Ὅμηρός φησι· κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. προξένου ς· οὕτως ἐκάλουν οἱ παλαιοὶ τοὺς ἐν ἄλλαις πόλεσι μένοντας καὶ εἰς ξενίαν ἐπιδεχομένους καὶ φροντίζοντας φίλων μέν, οὐκ ὄντων δὲ πολιτῶν. ΑΡΧΗ ΤΟΥ Ρ ῥέγχο ς· ὁ ῥωχμός, ὡς κἀν τῷ Περὶ πτισάνης. ῥὶς ὀνυχογραφηθεῖσ α· ῥὶς ὑπ’ ὄνυχος ξεσθεῖσα. γράψαι γὰρ λέγεται τὸ ξέσαι, ὡς καὶ Ὅμηρός φησι· νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδός. ῥινό ς· τὸ δέρμα. ῥόμβο ς· ἐπιδέσμου ὄνομα. ῥαιβοειδέστατο ν· καμπυλώτατον.
113 ῥαιβὸν γὰρ καὶ γαῦσον τὸ στρεβλὸν λέγεται. καὐτὸς δέ πού φησι· “καμπυλώταται δὲ ἀνθρώπου πλευραί εἰσι, ῥαιβοειδέα τρόπον”. †πλασίων 〈δ’〉 ἐπὶ τοῦ κατά τι μὲν κοίλου, κατά τι δὲ καμπύλου, ὡς Κινησίας τάσσει τὴν λέξιν. ῥοώδεα ὀστέ α· τὰ χωριζόμενα ἀπ’ ἀλλήλων, μεταφορικῶς ἀπὸ τοῦ ῥεῖν εἰρημένα. ῥοικώδε α· ἅπερ καὶ γαῦσα καὶ στρεβλὰ ἐκάλεσεν. ῥίζη ἀλθαίη ς· τῆς ἀγρίας δηλονότι μαλάχης. ἣν Ῥωμαῖοι ἰβίσκον καλοῦσι. ῥοιβοειδέα τρόπο ν· ἀντὶ τοῦ ἀγκυλοειδῶς. ῥοιβὸν γὰρ τὸ τοιοῦτον σχῆμα καλεῖται. ΑΡΧΗ ΤΟΥ Σ συχνό ν· Βακχεῖος ἐν γʹ φησὶ πολύ, οὐκ ὀρθῶς.
114 (1t) ἔστι γὰρ τὸ συνεχές. σπληνὸς κα τ ’ ἴξι ν· Βακχεῖος ἐν αʹ φησὶ κατὰ συνέχειαν, ὁ δὲ Γλαυκίας κατ’ εὐθυωρίαν. ἑκάτεροι δὲ ἐλλιπῶς ἔγραψαν, ἐπειδὴ ἡ λέξις οὐ τῶν ἓν δηλουσῶν ἐστιν, ἀλλ’ ἐνθάδε μὲν τὴν συνέχειαν, ἐν δὲ τῷ Κατ’ ἰητρεῖον κἀν τῷ Περὶ καταγμάτων φησὶν ἴξιν τοῦ ἕλκεος ἢ τοῦ κατάγματος τὸ πέρας, παρὰ τὴν ἄφιξιν κληθεῖσαν, ἥτις ἐστὶ πέρας κινήσεως. ἐν δὲ τῷ βʹ καὶ δʹ τῶν Ἐπιδημιῶν τὴν ἴξιν ἀντὶ τῆς εὐθυωρίας τάττει. σιαλόχο ι· οἱ σίαλον πυκνὸν ἀθροίζοντες. σπαργ ᾷ· ἀντὶ τοῦ ὀρέγεται, ἐπιθυμεῖ. σκορδίνημ α· γράφεται καὶ κορδίνημα. οὕτω δ’ ἔλεγον οἱ ἀρχαῖοι τὸ καρηβαρεῖν, ὡς καὶ Ἀριστοφάνη ς. σή ψ· σηπεδών. σπόγγο ι· 〈οἰδήματοσ〉 εἶδος. οὕτως καλεῖ τὰς περὶ τὰ παρίσθμια γιγνομένας φλεγμονὰς μετά τινος χαυνοτάτου πυρετοῦ.
115 ἔνιοι δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ πιτυρώδη ἕλκη. οἱ δὲ τὰ ἐν αὐτῇ γινόμενα ὑπόσομφα οἰδήματα καί τινας ἔχοντα κατατρήσεις. στεγγίδ α· Ἡρακλείδης μὲν ὁ Ταραντῖνος διὰ τοῦ ρ γράψας στρεγγίδα ἐν βʹ Ἐξηγητικῷ τῆς δʹ Ἐπιδημίας χρυσᾶ φησι ταινίδια εἶναι, οἷς χρῶνταί τινες τῶν θεωρῶν, οὐ κατὰ λόγον νοήσας. οὐ γὰρ διὰ τοῦ ρ , ἀλλὰ διὰ τοῦ λ γράφεται. καὶ οὐκ ἔστι χρυσοῦν ταινίδιον, ὡς αὐτὸς οἴεται, ἀλλ’ ἡ συνήθης ξύστρα, καθὼς καὶ Μένανδρος μέμνηται καὶ οἱ λοιποὶ τῶν ἀρχαίων. σκεθρ ή· †ὁμοία. σαπρ ά· σεσηπότα, ὡς καὶ Ἱππῶναξ ἐν αʹ Ἰάμβων φησί· μαδῶντα δὴ καὶ σαπρόν. σῖτος πονηρό ς· νῦν τὸν σῖτον ἀντὶ κοπρίου τέταχεν. στενυγρῶσα ι· ἀποστεγνῶσαι καὶ πυκνῶσαι τόπον τινά, ἐν ᾧ ἡ ὑγρασία ἐστί. σκελιφρού ς· τοὺς λεπτοὺς καὶ σκελετώδεις. στόμαχος κύστεω ς· οὕτω καλεῖ τὸν τῆς κύστεως τράχηλον. καὶ τὸν τῆς μήτρας ἐν αʹ Γυναικείων στόμαχον καλεῖ. συνασκήσε ι· συναρμόσει.
116 στριφνού ς· πυκνούς. καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσί φησι· ‘στριφνοὶ γέροντες, πρίνινοι, ἀτέραμνοι, Μαραθωνομάχαι καὶ σφενδάμνινοι‘. σομφό ν· τὸ χαῦνον. πῖσα ι· ποτίσαι. σικυώνη ν· τὴν ἄγριον συκῆν. σοφίη ν· ὁτὲ μὲν τὴν τέχνην, ὁτὲ δὲ τὴν περιεργίαν. νῦν μέντοι τὴν τέχνην δηλῶν φησι· ‘σοφίην παιδεύεται‘. σκέπαρνο ς· εἶδός ἐστι δεσμοῦ ὁ σκέπαρνος, ὅταν ὁ ἐπίδεσμος πλάγιος δεθῇ. μαρτυρεῖ δὲ Ἀσκληπιάδης ἐν τῷ Ἐξηγητικῷ τοῦ Κατ’ ἰητρεῖον λέγων· ‘ἔστι γὰρ ὁ σκέπαρνος, ὅταν ὁ ἐπίδεσμος ἐπιβάλλων αὐτὸς ἑαυτῷ καὶ χιεζόμενος κλάσιν τινὰ ποιῇ καὶ γωνίαν, οἷον ὅταν ὀρθόλοξος ἐπιδεθῇ‘. συνοκωχ ή· συνοχὴ καὶ σύνοδος, καὶ οἷον σύμπτωσίς τις.
117 ὡς καὶ Ὅμηρός φησι· κυρτώ, ἐπὶ στῆθος συνοχωκότε. σίδη ς· τοῦ τῆς ῥοιᾶς λέμματος. σαυρίδιο ν· ἣν ἔνιοι καρδαμίδα καλοῦσι, καρδάμῳ ἐοικυῖαν. ἔστι δὲ θερμαντικὸν τὴν δύναμιν. σκύτ α· τὸ μεταξὺ τῶν τενόντων [καὶ] τοῦ τραχήλου, ὡς Πετρώνιος †ἐν κάρῃ φησίν· ‘†αἰγάδες ὑπέκνεον καὶ πάλαι τὰ σχήματα εὐθὺς ἰδὼν καὶ τὰ σκύτα‘. καὶ Ἀρχίλοχος λέγων· πῶς †ἀπέπρησεν τὰν σκύταν. τινὲς δέ φασι σκύτα λέγεσθαι τὸν νωτιαῖον μυελόν. οἱ δὲ τὸ ἰνίον. οἱ δὲ τὸν μεταξὺ τοῦ μετώπου καὶ τῶν ὀφρύων τόπον, ὅπερ ἐπισκύνιον καλοῦμεν. τινὲς δὲ σκύτα εἶπον τὸ τῆς κεφαλῆς δέρμα. παρ’ ὃ καὶ ἡ 〈κεφαλὴ〉 σκύτος εἴρηται. σκηρὸν καὶ σπογγῶδε ς· ἀντὶ τοῦ χαυνόσομφον. σπερχνόμενο ς· οἱ δὲ χωρὶς τοῦ ν σπερχόμενος. ἔστι δὲ ἐπειγόμενος. συριγγῶδε ς· κατατετρημένον.
118 σάφ α· σαφῶς, ὡς Εὐριπίδης ἐν Ὀρέστῃ φησί· μέν’, ὦ ταλαίπωρε, ἀτρέμα σοῖς ἐν δεμνίοις. ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι. σκίλλης τὸ νηρῶδε ς· ἀντὶ τοῦ τῆς ῥίζης τὸν χυλόν. συκῆς ἐρριμμένο υ· τῆς ἀγρίας συκῆς. σπουδ ή· κακοπάθεια, ὡς καὶ Ὅμηρο ς· σπουδῇ τ’ ἐξήλασσαν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς. σειρ ῇ· τῷ ἱμάντι. σκύτινον ὑποκεφάλαιο ν· δερμάτινον προσκεφάλαιον, ὅπερ καὶ πούλβιον. σίναιτ ο· μέμψαιτο. καὶ διαβάλοι. καὶ βλάψαι. σαπριο ῖ· σεσήποι. σεσάπριστα ι· σέσηπται, ἔφθαρται. συνθεῖ ν· συντρέχειν. στρωτῆρ α· δοκίδα. σαρκάζει ν· οἱ μὲν σαρκοῦν, οἱ δὲ περιτείνειν τὴν ἄνω γνάθον.
119 τῷ εἴδει δὲ κέχρηται ἀντὶ τοῦ γένους. ἔστι γὰρ εἶδος περιτάσεως τὸ σαρκάζειν. στερρωθεί η· ὀρθωθείη φησὶ Βακχεῖος ἐν γʹ. συμπορσύνο ι· συνδῷ. συγκλέπτεται ἡ ῥαφ ή· ἀντὶ τοῦ παραλογίζεται, ὡς καὶ ἐν εʹ Ἐπιδημιῶν φησιν· ‘ἔκλεψαν δέ μου τὴν γνώμην αἱ ῥαφαὶ τοῦ βέλεος ἐν ἑαυταῖς ἔχουσαι τὸ σίνοσ‘. σιναρό ν· σίνος ἔχον καὶ βλάβην. σινόμωρ α· πονηρά. εἴρηται δὲ παρὰ τὸ σινομεμωρῆσθαι. σκεθροτέρη ς· Βακχεῖος ἐν αʹ φησὶν ἀληθεστέρας, ἀλλ’ οὐκ ὀρθῶς. κεῖται δὲ ὁτὲ μὲν ἀντὶ τοῦ ἀληθοῦς, ὁτὲ δὲ ἀντὶ τοῦ ἀκριβοῦς λογισμοῦ τὸ σκεθρόν. ὡς καὶ Εὐριπίδης ἐν Ἀλκμαίωνί φησι· γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία σχέθῃ τις ὑμᾶς. ταῦτα γὰρ σκεθρῶς ὁρᾶν ἡμᾶς ἀνάγκη τοὺς νομίζοντας τέχνην. σχάσματ α· σπάσματα τὰ ἐκ πληγῆς περὶ τὴν γένυν γιγνόμενα καὶ οἷον στρεβλώματα.
120 σποράδες νοῦσο ι· αἱ μὴ ὅμοιαι μηδὲ συνεχῶς ἐν πολλοῖς τόποις καὶ ἀνθρώποις γιγνόμεναι. σπατίλ η· τῶν ἅπαξ εἰρημένων. κεῖται δὲ ἐπὶ διαρροίας. σησαμοειδέ ς· Διοκλῆς οὕτω φησὶ καλεῖσθαι τὸν ἐν Ἀντικύρᾳ ἐλλέβορον. ἕτεροι δὲ πόαν τινὰ ἑτέραν. σπαδώ ν· σπασμὸς σώματος. σικύου πάλη ς· τοῦ ἐκ σικύου γινομένου λεπτοῦ ἀλεύρου. σκυρωθῶσ ι· σκληρυνθῶσιν καὶ οἷον σκιρωθῶσιν. ἐπειδὴ τὸν σκῖρον σκῦρον ὀνομάζει, ὅτε φησί· ‘καὶ ἢν σκυρωθέωσι, ἄρειον τὰ δριμέα προστιθέναι. ὀδάξοντα γὰρ καὶ λεπτὰ καὶ πυρώδη ἐόντα τὸν σκύρον διαχέει. ἢν δὲ λαπαχθῇ, μαλακοῖσιν ἰήσασθαι‘. σφαδάζε ι· χαλεπαίνει, δυσφορεῖ. ἡ λέξις Ἀττική. σελαχίοισ ι· τοῖς μικροῖς ἰχθυδίοις ἢ τοῖς ὀστρακοδέρμοις, οἷον καράβοις, καρκίνοις, κήρυξι.
121 μέμνηται τῆς λέξεως καὶ Εὔπολις ἐν Αἰξὶ λέγων· ὡς δή ποτ’ αὐτῶν ἢν κάμῃ τις, εὐθέως ἐρεῖ· [πρὸς αὐτὸν] πρίω μοι σελάχι’. ἤν τ’ ἴδῃ λύκον, κεκράξεται φράσει τε πρὸς τὸν αἰπόλον. στέατι μηλεί ῳ· ἀντὶ τοῦ προβατείῳ. μῆλα γὰρ τὰ πρόβατα. σικύου λέμματο ς· λεπίσματος. σφυγμοὶ πρὸς χεῖρα ψαίροντε ς· οἱ μὴ εὔτονοι, ἀλλ’ ἐκ διαλειμμάτων ἀσθενῶς πλήττοντες. εἴρηται δὲ ἀπὸ τῶν ψαιρόντων ἀρμένων, ἃ δὴ οὐχ ὁμαλῶς ὑπὸ τῶν ἀνέμων φυσώμενα ὁτὲ μὲν χαλαροῦνται, ὁτὲ δὲ πληροῦνται. σπερχνό ν· συνεχές. σκόρδιο ν· βοτάνης ὄνομα. στέαρ ὄϊο ς· τὸ τοῦ προβάτου. σκαφίδ α· τὴν ποιμενικὴν σκάφην οὕτω καλοῦσιν Ἀττικοί.
122 σκυτίνη ν· πεπιλημένην καὶ πεπυκνωμένην. συναρθμοῦτα ι· συναρμόζεται καὶ συνενοῦται. ἀρθμὸς γὰρ λέγεται ἡ εὔνοια καὶ ἡ φιλία, ὡς καὶ Καλλίμαχός φησιν· ἀρθμὸν δ’ ἀμφοτέροις καὶ φιλίαν ἔταμον. σμηκτρίδα γῆ ν· τὴν κιμωλίαν. σκορόδου φύσιγγ α· τὸ ἔξωθεν λέμμα. σκυλάκια σιαλώδε α· κύνεια κρέα λιπαρά. συνέβησ ε· συνεβίβασεν. ΑΡΧΗ ΤΟΥ Τ τολμᾶ ν · ὑπομένει ν. ὅθεν καὶ τολμηροὺς τοὺς πάντα ὑπομένοντας λέγομεν. τρύζει ν· οἱ δὲ στρύζειν. ἔστι δὲ τὸ μετὰ ἀσήμου ψόφου διαχωρεῖν. εἴρηται δὲ ἀπὸ τῆς τρυγόνος, ὅτι ἀσήμως καὶ γογγυστικῶς φθέγγεται, ὡς καὶ Ὅμηρός φησιν· ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος, ἀντὶ τοῦ ἀσήμως καὶ γογγυστικῶς λαλῆτε.
123 ὁ μέντοι Βακχεῖος ἐν βʹ φησὶ τρύζειν εἶναι τὸ μετά τινος στροφώδους περιωδυνίας καὶ προθυμίας διαχωρεῖν. τροφιωδέω ν· σποδιωδῶν. τροφιὰ γὰρ ἡ σποδιὰ λέγεται. τὸ θηριῶδε ς· οἱ μὲν ἔφασαν αὐτὸν ἐπὶ τῶν κακοήθων ἑλκῶν τεταχέναι τὴν λέξιν, ἅπερ θηριώματα λέγεται, ἃ δὴ ὡς ἐπίπαν ἐν φθινοπώρῳ αὔξεται διὰ τὴν τοῦ ἀέρος ἀνωμαλίαν. οἱ δὲ ἐπὶ τῶν μικρῶν ἑλμίνθων ἐνόμισαν. τότε γὰρ καὶ αὗται γεννῶνται. ἔνιοι δὲ τὴν φθίσιν ἐνόμισαν. τόνο ι· τὰ περιτεταμένα σώματα ταῖς σαρξίν, οἷον φλέβας, νεῦρα καὶ τὰ ὅμοια, τόνους ὀνομάζει ἀπὸ τοῦ περιτετάσθαι, ἐνίοτε δὲ τὰ νεῦρα μόνον. ἔνιοι δὲ τοὺς ὑμένας ἔφασαν. τίτανο ς· ἡ κονία. τυφώδεε ς· τυφώδεις λέγονται πυρετοὶ οἱ μετὰ νωθρείας γιγνόμενοι καὶ μετ’ ἐπιτάσεως ἐξιστάμενοι. τριταιοφυεῖ ς· ὁ μὲν Ἱπποκράτης Ἴων τριταιοφυεῖς φησι λέγεσθαι τοὺς τριταίους εὐφωνίας χάριν.
124 Φιλωνίδης δὲ ὁ Σικελὸς τοὺς ἐν συνεχείᾳ παρανομίαν ἐμφαίνοντας. τὸ δὲ παρανομίαν ἐπισημαίνειν, ἐν εἰλικρινείᾳ γενομένης τῆς διαλείψεως, ἴδιον ἦν τριταίου. τοὺς 〈δὲ〉 εὐλόγως μὲν παρανομίαν ἐπισημαίνοντας, μὴ ἔχοντας δὲ εἰλικρινὲς τὸ μεταξὺ διάλειμμα οὕτως ὠνόμασεν, ἐπειδὴ πολλὴν ὁμοιότητα πρὸς τὸν τριταῖον ἔχουσιν. εἰσὶ δὲ οἱ λεγόμενοι μικροὶ ἡμιτριταῖοι. τεῦχο ς· τὸ ἀγγεῖον ἀκουστέον τὸ περιέχον τὰς σάρκας καὶ τὰ νεῦρα. δέρμα δὲ τὸ κάλυμμα τοῦ τεύχους ὀνομαστέον. τέγξι ς· διάβρεξις. τὰ φήρε α· οἱ μὲν συνεσταλμένως ἀναγινώσκοντες ῥίζαν φασὶν εἶναι πυκνωτικήν, οἱ δὲ ἐξέτειναν τὸ ἔσχατον α , ἵν’ ᾖ ὄνομα Αἰολικὸν τοῦ τὰ φηρία. ἰδίως δὲ τὰ φήρεα λέγει ἀντὶ τοῦ φάρεα, ἅπερ εἰσὶν ἱμάτια. τετάρσωτα ι· πεπλάτυται, ἐκτέταται. τράμι ν· τὸν ὄρρον, ὅνπερ καὶ ὑποταύριον καλοῦμεν. ὡς καὶ Ἱππῶνάξ φησιν· ἐκτίλλοι τις αὐτοῦ τὴν τράμιν ὑποργάσαι.
125 μέμνηται καὶ Ἀρχίλοχο ς. Λυσίμαχος δὲ τὸν σφιγκτῆρα. τεθραμμένο ν· πεπηγότα. θρέψαι γὰρ Ἀττικοὶ τὸ πῆξαι ἔλεγον. καὶ τρόφαλιν τὸν πεπηγότα τυρόν. τάχ α· ταχέως. τύρβ η· ταραχή. τιμωρέουσ α· βοηθοῦσα. ὡς καὶ Εὐριπίδης ἐν Οἰνεῖ φησιν. ἐγὼ δὲ πατρὸς αἷμ’ ἐτιμωρησάμην σὺν τοῖς ἐφηβήσασι [καὶ] τῶν ὀλωλότων. τυχασάμενο ν· στοχασάμενον. τηλοτέρ ω· μακροτέρω. τύρσι ς· Βακχεῖος ἐν αʹ φησὶ σκηνὴ ἢ πύργος ἢ προμαχών. τρυχίων ἐρινέω ν· ἐρινέων ῥακῶν. ταλαιπωρίῃσι ν· ἐνεργείαις. τέκμαρσι ς· σημείωσις.
126 τέτραμο ς· ὁ τρόμος. †τάφι ς· ἡ σταφίς. τρυλισμό ς· ὀνοματοπεποίηται ἡ λέξις ἀπό τινος ποιοῦ ψόφου. τὸ χρῶμα ἀφυῶδες καὶ τὸ πρόσωπον μετάρσιο ν· ἀφυῶδες μὲν χρῶμα λέγεται τὸ λευκοπέλιον ἀπὸ τῆς ἀφύης τοῦ ἰχθυδίου ὠνομασμένον. μετάρσιον δὲ κυρίως μὲν τὸ ὑψηλὸν λέγεται, καταχρηστικῶς δὲ καὶ τὸ ἐπηρμένον εἰς ὄγκον ὠνόμασεν. τοὺς ὀδόντας ἐρήρειστα ι· ἀντὶ τοῦ ἐνηρεικότας καὶ ἐσφιγμένους τοὺς ὀδόντας ἔχειν. τὸ τέρθρον τοῦ πάθεο ς· ἀντὶ τοῦ τὸ τέλος. τέρθρον γὰρ ἔλεγον οἱ παλαιοὶ τὸ ἔσχατον καὶ ἐπὶ τέλει, ὡς καὶ Εὐριπίδης ἐν Εὐρυσθεῖ ποιεῖ τὸν Ἡρακλέα λέγοντα οὕτως· πέμψεις δ’ ἐς Ἅιδου ζῶντα καὶ οὐ τεθνηκότα καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι. καὶ Ἀπολλόδωρος ὁ τοὺς Ὕμνους γράψας φησί· τίς τοιῇδ’ ὥρῃ ἦλθεν ἐπὶ τέρθρον θυράων; ἀντὶ τοῦ ἐπὶ τέλει τῶν θυρῶν.
127 καὶ 〈οἱ〉 περὶ ναῦν ἔμπειροι τερθρίους κάλους ὀνομάζουσι τοὺς ἐπὶ τέλει τοῦ ἱστοῦ. τὰ λέγνα τῆς ὑστέρη ς· ἀντὶ τοῦ τὰ πέριξ. λέγνα γὰρ ἐκάλουν οἱ ἀρχαῖοι τὰς τῶν ἱματίων ὤας, ὡς καὶ Καλλίμαχός φησι λέγων· †τὸν τῶν κανόνων ἐσιπερὶξ λεγνότων χιτῶνα. ἐντεῦθεν δηλῶν, ὡς τὸ λέγνον τὴν ᾤαν σημαίνει καὶ οἷον τὸ πέρας. τὰ ἐπιμήνια ἐπηλυγάζοντα ι· ἀντὶ τοῦ ἐπέχονται καὶ ἐμποδίζονται. ἠλύγη γὰρ παρ’ Ἀττικοῖς ἡ σκιὰ λέγεται, ὡς καὶ Θουκυδίδης ἐν ϛʹ φησίν· ‘ἵνα τῷ κοινῷ φόβῳ τὸ σφέτερον ἐπηλυγάζωνται‘, ἀντὶ τοῦ συσκιάζωνται. τάμισο ν· τὴν πιτύαν, ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖς. τριχιάσητα ι· τριχίασις λέγεται ἡ περὶ τοὺς μαστοὺς ἀπόστασις. τὰ διαφανέα σιδήρι α· τὰ διάπυρα καυτήρια. ΑΡΧΗ ΤΟΥ Υ ὑποφάσια ς· τὰς ὑποφαινομένας ὀφθαλμῶν κινήσεις.
128 (1t) ὕσματ α· ἀντὶ τοῦ ὕματα, ὅ ἐστι βρέγματα. ὕειν γὰρ τὸ βρέχειν. τέτακται δὲ ἡ λέξις ἀπὸ τοῦ ὑετοῦ. ὑπόβρυχ α· τὰ κατὰ βάθος κείμενα καὶ οἷον ὑποβύθια. εἴρηται δὲ ἀπὸ τῶν καταδυομένων πλοίων. ὑδατόχροα οὖρ α· τὰ ὕδατος ἔχοντα χροιάν. ὑδαταινούσῃσι ν· ὑδρωπιώσαις. ὑπερινωμένο ς· ὑπερκαθαιρόμενος. ἴνησις γὰρ ἡ κάθαρσις λέγεται. ὑδεροῦ ν· τὸν ὕδερον. Ἐπικλῆς δέ φησι τὸ ὑδρηλὸν χωρίον εἰρῆσθαι, οὐ νοήσας, ὅτι ἐπὶ τοῦ ὑδρωποῦ τάσσει τὴν λέξιν. ὑγιηρὸς γόνο ς· ἀντὶ τοῦ ὑγιηρὸν σπέρμα. ὑπερτέρ η· ὑπερβάλλουσα καὶ ὑπεράγουσα. ὕποφρο ν· κρυφαῖον, ὥς φησιν ὁ Ταραντῖνο ς. μαρτυρεῖ γὰρ ὁ Σοφοκλῆς ἐν Ἠριγόνῃ λέγων· νῦν δ’ εἰρὴ ὕποφρος ἐξ αὐτῶν ἕως ἀπώλεσέν τε καὶ αὐτὸς ἐξαπώλετο. μέμνηται ὁ αὐτὸς καὶ ἐν Ἰφιγενείᾳ.
129 καὶ Ἱπποκράτης δὲ σαφὲς ποιεῖ λέγων· ‘οὐθὲν ὅτι καὶ ὕποφρον καὶ ἔχον περὶ αὐτὸ θαλάμασ‘. εἰ οὖν αἱ καταδύσεις θαλάμαι λέγονται, εἰκότως πᾶν τὸ σκεπόμενον κρυφαῖόν ἐστι καὶ ὕποφρον. ὑπόξηρ α· τὰ ἐκ πλάτους εἰς μύουρον ἠγμένα. ὑπονησαμέν η· ὑποσωρεύσασα, ὑπελθοῦσα. ὑποκρίνετα ι· ἀφίσταται καὶ διανίσταται. ὑπένερθε ν· ἀντὶ τοῦ κάτωθεν. ὕπομβρον ὀστέο ν· ὑπόνομον καὶ κάθυγρον γεγονός. ὑπηλάτ ῳ· τῷ τὴν κάτω κοιλίαν καθαίροντι. παρὰ τὸ ὑπελαύνειν εἰρημένον. ὑποκρινέσθ ω· ἀποκρινέσθω. ὑποτεῖνα ι· ὑποθεῖναι. καὶ ὑποτεταμένον τὸ ὑποκείμενον ξύλον, τὸ οἷον βάθρον, ὡς καὶ Φρύνιχος ἐν Κρόνῳ φησί· κείνη μεμνήσθω με ξύλον ὑποτεταμένον.
130 ὑπενέγκασθα ι· ὑποβιβάσαι. ὑποτοπέεσθα ι· ὑπονοεῖν. ὑπαείροντα ς· μετακινοῦντας. ὑποφθάλμιο ν· τὸ κύλον τοῦ ὀφθαλμοῦ. ὑπίλλε ι· ὑποστρέφει. ὡς καὶ Εὐριπίδης ἐν Οἰδίποδί φησιν· οὐρὰν ὑπίλλει ὑπὸ λεοντόπουν βάσιν. ΑΡΧΗ ΤΟΥ Φ φῦσα ν· νῦν μὲν 〈καὶ〉 ἐν Ἀφορισμοῖς καὶ ἐν αʹ καὶ δʹ Ἐπιδημιῶν τὴν δι’ ἕδρας δυσώδη πνοὴν λέγει. ἐν δὲ τῷ Περὶ φυσῶν καὶ ἐν τῷ Περὶ ἀρχαίης ἰητρικῆς τὰ ἐν ἡμῖν πνεύματα. ἐν δὲ τῷ Περὶ χυμῶν τὸ ἐμφύσημα λέγει. φακῶν ἐρέγματ α· ἀντὶ τοῦ διαιρήματα.
131 καὶ γὰρ ἐρεγμὸς κυρίως λέγεται ὁ δίχα διῃρημένος κύαμος. φλεδονώδε α· φλεδονώδεα οὖν ἐκάλεσε τὰ μετὰ φλυαρίας καὶ πνευματώδους ταραχῆς ἐκκρινόμενα. ἄλλοι δέ φασι μὴ δεῖν γράφειν φλεδονώδεα, ἀλλὰ φλεβονώδεα, ὡς εἶναι τὰ μετ’ ἀλγήματος οἰδήματα. οἱ δὲ τὰ μετὰ σφυγμοῦ, οἱονεὶ φλεβονώδη εἶναι, τοῦ Ἱπποκράτους μηδόλως ὀνομάσαντος ἄλγημα. ἔστιν οὖν τὰ ἐν κινήσει καί τινι ταραχῇ ὄντα. φλέβας γὰρ οἱ ἀρχαῖοι καὶ τὰς ἀρτηρίας ἐκάλουν. φησὶ γὰρ αὐτός· ‘τὰ οὖν γινόμενα ῥίγεα μεθ’ ἡμέρην καὶ κατὰ νύκτα ἐπιπαροξυνόμενα ἀγρυπνίην ποιέει, καὶ τὰς φλέβας δονέει καὶ ταράσσει, καὶ πυκνότερον καὶ σφοδρότερον τὸ κίνημα ποιέει‘. φλέβας δὲ οὐ τὰς συνήθως λεγομένας, ἀλλὰ τὰς ἀρτηρίας ὠνόμασε. καὶ ὁ Δημόκριτος δὲ φλεβοπαλίην καλεῖ τὴν τῶν ἀρτηριῶν κίνησιν. φλαῦρο ς· πανταχοῦ τὸ φλαῦρον ἐπὶ τοῦ κακοῦ τάσσει. φωναὶ κατείλλουσα ι· ἀντὶ τοῦ κατεχόμεναι.
132 εἴλλειν γὰρ τὸ συνέχειν καὶ συγκλείειν οἱ Ἀττικοὶ λέγουσιν. ὁ δὲ Βακχεῖος οὐ καλῶς ἐξηγήσατο τὴν λέξιν, παρεγκεκλιμένας φήσας. ὁ δὲ Φακᾶς Διοσκουρίδης κατείλλειν φησὶν εἶναι τὸ καθείργειν καὶ κατακλείειν, ὡς δηλοῦσθαι τὸ βραχὺ τῆς φωνῆς καὶ μόλις ἀκουόμενον. φολλικώδε α· τὰ ἐφηλώδη καὶ λεπρώδη. οἱ γὰρ παλαιοὶ φόλλικας ἐκάλουν τὰς ψωρώδεις τραχύτητας. φλεγμονὴ ὑπολάπαρο ς· ἡ χωρὶς συντάσεως γινομένη. φοξο ί· οἱ ὀξυκέφαλοι καὶ προμέτωποι. φλυδᾶ ν· διαχεῖσθαι καὶ διαπηδᾶν καὶ διαπίπτειν. φαρμάκῳ ἰσχυτηρί ῳ· ἀντὶ τοῦ ἰσχαίμῳ. φρένα ς· ἐκάλουν οἱ ἀρχαῖοι τὸ διάφραγμα. φιλε ῖ· εἴωθεν. φολίδα χαλκο ῦ· τὴν λεπίδα.
133 φαλακροῖσ ι· περιφερέσι. φαρμάκοισι πλατυοφθάλμοι ς· οὕτω φησὶ καλεῖσθαι Ἐπικλῆς τὸ στίμι καὶ Νίγρο ς. φλια ί· τὰ ἑκατέρωθεν τοῦ βάθρου ὄρθια ξύλα, ἐν οἷς οἱ ἄξονες περιέχονται. φορίνη ς· πυρίνης. φησὶν οὕτως Ἀριστοφάνης ὁ γραμματικός. φλαύρως ξυναλθέετα ι· κακῶς ὑγιάζεται. φῷδε ς· ἔστι μὴν ἡ λέξις Δωρική, καλοῦσι δὲ φῷδας τὰ ἐκ τοῦ πυρὸς γινόμενα, μαλίστα δὲ ὅταν ἐκ ψύχους ἐν τῷ ποδὶ καθίσωσι, στρογγύλα ἐπιφλογίσματα. ἐσχημάτισται δὲ ἡ λέξις ἀπὸ τοῦ φωτὸς καὶ ἐρεύθους, ὡς Διοκλῆς ὁ Καρύστιός φησιν· ‘ὁτὲ δὲ καὶ ἐξανθήματα φοινικᾶ οἷον φῷδες περὶ τὸν θώρακά που γινόμενα‘. καὶ Ἱππῶναξ δέ φησι· πρὸς τὴν μαρίλην τοὺς πόδας θερμαίνων 〈φῷδας τ’ ἔχων〉 οὐ παύεται.
134 καὶ Ἀριστοφάνης ἐν Κωκάλῳ φησί· †παρέσο, κατέτριβεν ἱμάτια κἄπειτά πως φῷδας τοσαύτας εἶχε τὸν χειμῶν’ ὅλον. ἔνιοι δὲ τὰς φλυκτίδας ἐξεδέξαντο. φθοΐσκους καὶ φθοῖ ς· ἔστι δὲ ποπάνων ἢ πλακούντων εἶδος, οὕτω καλουμένων παρ’ Ἀττικοῖς, ᾧ χρῶνται εἰς τὰς θυσίας. ἔστι δὲ τῷ σχήματι ὅμοιον καρδάμῃ. φαρκιδῶδε ς· ῥυτιδῶδες. φαρκὶς γὰρ λέγεται ἡ ῥυτίς. ψώρας ἐλαίη ς· τῆς μὴ πεπείρου, ἀλλὰ δι’ ὠμότητα τραχείας. ΑΡΧΗ ΤΟΥ Χ χλοώδε ι· χλωρῷ καὶ ἰκτερώδει.
135 (1t) πεποίηται ἡ λέξις ἀπὸ τῆς χλόης. χάριτε ς· αἱ χαραί, ὡς καὶ Σοφοκλῆς ἐν ἐλεγείᾳ μέμνηται. καὶ Ἀπολλόδωρος ἐν βʹ Περὶ θεῶν φησι κληθῆναι [δὲ] αὐτὰς ἀπὸ μὲν τῆς χαρᾶς Χάριτας .... καὶ γὰρ πολλάκις οἱ ποιηταὶ τὴν χάριν χαρὰν καλοῦσιν. ἔνιοι δὲ χάριτας εἶπον τὰς πιθανότητας, λέγοντες, ὅτι ἄχρι νῦν οἱ Ἀττικοὶ τὸ ἀπειθεῖν ἀχαριστεῖν λέγουσι. χλοό ς· χλωριάσεως. χεδροπ ά· τὰ ὄσπρια οὕτω καλοῦσιν οἱ Ἀττικοί. ἔνιοι δὲ διὰ τοῦ κ γράφουσι κεδροπά. Ἀριστοφάνης ὁ γραμματικὸς διὰ τοῦ χ γράφων φησὶν χεδροπὰ τὰ παρ’ ἄλλοις ὄσπρια. εἴρηται γὰρ παρὰ τὸ τῇ χειρὶ αὐτὰ δρέπεσθαι, ὡς καὶ Νίκανδρος ἐν Γεωρ γικοῖς φησι· χειροδρόποι δ’ ἵνα φῶτες ἄνευ δρεπάνοιο λέγονται.
136 χαλκίο ν· χαλκοῦν ἀγγεῖον ἢ ἄρμενον. χαραδρωθῶσι ν· ἀντὶ τοῦ τελματωθῶσιν. χαράδραι γὰρ λέγονται οἱ τελματώδεις τόποι. χοληγό ν· χολῆς ἀγωγόν. χρηστῶ ς· καλῶς. χώλωμ α· χάλασμά φησιν Ἀπολλόδωρο ς. χαμαιζήλο υ· ταπεινῆς, ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖς φησι· φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης. χλαίνα ς· τὰ †καινὰ ἱμάτια. χῖα ι· Ἐπικλῆς φησι †ψυχαί, οὐκ ὀρθῶς. χῖαι γὰρ εἰσὶν ὑποδήματος γυναικείου εἶδος, καθά φησιν Ἐρατοσθένης καὶ Καλλίστρατος ἐν ϛʹ Συμμίκτων.
137 χελίσκο ν· τρύβλιον. χειρωνάκτα ι· χειροτέχναι. χηραμύδ α· τὴν κοίλην κόγχην, ἣν μύακα καλοῦμεν. παρὰ τὸν χηραμὸν δ’ εἴρηται, ὅσπερ ἐστὶ κοῖλος τόπος. ὡς καὶ Νίκανδρος ἐν Θηριακοῖς φησι· τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνάς. χυτλάζητα ι· ἀλείφηται. χύτλα γὰρ λέγονται τὰ μετὰ πολλοῦ ὕδατος καὶ ἐλαίου ἀλείμματα. ΑΡΧΗ ΤΟΥ Ψ ψαυόμενο ν· ἁπτόμενον. ψάγδ ᾳ· μύρου εἶδος, οὗ μέμνηται καὶ Εὔπολις ἐν Μαρικᾷ.
138 ΑΡΧΗ ΤΟΥ Ω ὤϊξ α· ἀνέῳξα, ἔτεμον. ὡς καὶ Ὅμηρός φησι· πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός. καὶ πάλιν· ὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο. †ὡρέοντ α· χρονίζοντα. ὧρος γὰρ ὁ χρόνος καὶ ὡρογράφοι οἱ περὶ χρόνου γράψαντες. ὠτίδος καὶ ὀτίδο ς· ἑκατέρως γὰρ γράφεται. ἔστι δὲ ὀρνέου εἶδος, ὃ πλεῖστον μάλιστα ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ εὑρίσκεται.