Lexicon FragmentΛεξικοῦ Ἀπόσπασμα
Lexicographic Work Anonymous I Lexicon Fragment PDF
The Lexicon Fragment is an anonymous lexicographic treatise surviving from antiquity. It consists of 155 discrete entries, representing a preserved portion of a larger, now lost, reference work compiled for the purpose of explaining Greek vocabulary. The entries engage with core philological themes, including the clarification of word meanings and usage, the investigation of word origins, and the potential notation of terms specific to dialects such as Homeric or Attic Greek. The work may also contain glosses on difficult terms from classical literary texts. It survives in its current fragmentary form, likely preserved through indirect transmission such as excerpting within a later manuscript or glossary, suggesting compilation or selection by a later scholar or copyist. While the specific influence of this anonymous fragment is unrecorded, it exemplifies the lexicographic tradition vital for preserving the Greek language and literature. Such works were foundational tools for philologists, commentators, and educators from later antiquity through the Renaissance.
| 1 | Βούλησις ἐπὶ ἀγαθοῦ. προαίρεσις δὲ ἐπὶ ἀμφοτέρων, ἀγαθοῦ τε καὶ κακοῦ. Εἰκὼν καὶ ὁμοίωμα ἐπὶ τῶν φύσει ὄντων παρὰ πᾶσιν ὅπερ εἰσίν. |
| 2 [10] | οἷον ἐπὶ ἀνθρώπου καὶ ἵππου, καὶ λέοντος, καὶ ἐπὶ τῶν ἄλλων, ὅσα εἰσὶ φύσει παρὰ πᾶσιν ἔθνεσι τὰ αὐτὰ, εἰκόνας λέγομεν καὶ ὁμοιώματα αὐτῶν τὰ παρὰ τῶν ζωγράφων γραφόμενα ἢ τῶν λιθοξόων. σύμβολον δὲ καὶ σημεῖον λέγεται ἐπὶ τῶν θέσει ὄντων ὅπερ εἰσίν, ἅπερ οὐδὲ παρὰ πᾶσιν ἔθνεσιν εἰσὶ τὰ αὐτά. οἷον σύμβολον καὶ σημεῖον εἰρήνης ἢ πολέμου τὸ τοιῶσδε μὲν παρὰ Ῥωμαίοις ἀνατεῖναι τὸ δόρυ καὶ σαλπίσαι, τοιῶσδε δὲ παρὰ Πέρσαις, ἢ ἄλλο τι ποιῆσαι ἔθιμον. Μορφὴ ἐπὶ ἐμψύχων, σχῆμα δὲ ἐπὶ ἀψύχων. |
| 4 | Ὑγιεινὸν σῶμα τὸ μὴ ῥᾳδίως τρεπόμενον πρὸς νόσον, ὑγιὲς δὲ τὸ ἤδη μὴ νοσοῦν. Μνήμη λέγεται, ὅτε κατὰ συνέχειαν μέμνηται τῶν θεωρηθέντων τις. |
| 5 | ἀνάμνησις δὲ ὅταν ἐπιλάθηται μὲν τῶν θεωρηθέντων, ὕστερον δὲ ἐπανέλθῃ εἰς τὴν προτέραν μνήμην αὖθις. Ὠχρὸς λέγεται ὁ ἕξιν ἔχων τῆς ὠχρότητος. |
| 6 | καὶ ὠχρότης ὄνομα τῇ ποιότητι. ὁ δὲ διὰ φόβον ὠχριάσας οὐ λέγεται ὠχρός, οὐδὲ ὠχρίας. ταχὺ γὰρ μεταβάλλεται. Μανθάνει τις, ἃ οὐκ οἶδε· γνωρίζει δέ, ἃ εἰδὼς πρότερον ἐπελάθετο. |
| 8 | Σοφοκλῆς τὸ σύαγρος ἐπὶ κυνὸς τάσσει ἀπὸ τοῦ σῦς ἀγρεύειν. παρ’ Ἡροδότῳ δὲ ὄνομα κύριον τὸ Σύαγρος. ἕτεροι δ’ ἐπὶ συὸς ἀγρίου τάττουσιν αὐτό. Τὸ μὲν λαγὸς κοινὸν ὂν εὕρηται παρὰ Σοφοκλεῖ, γλαῦκες, ἰκτῖνοι καὶ λαγοί. |
| 9 [5] | ὥσπερ δὲ ναόν καὶ λαόν λεγόντων τῶν κοινῶν οἱ Ἀττικοὶ νεών καὶ λεών φασίν, οὕτω καὶ τὸν λαγόν λαγών φασὶν καὶ Εὔπολις βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἰλίποδες. τὸ δὲ λαγωὸς Ἰωνικόν ἐστιν. Πάντες οἱ ἀρχαῖοι ἀντὶ τοῦ ο στοιχείου τῶ ου ἐχρῶντο, ἀντὶ δὲ τοῦ ε τῷ ει. |
| 10 | καὶ δῆλον κἀκ τοῦ ει τοῦ ἐν Δελφοῖς ἀντὶ τοῦ ε λαμβανομένου. Κόνδυ ποτήριον Ἀσιατικόν. |
| 11 [5] | Στρουθίον ποτήριον Περσικόν. Κώθων ποτήριον Λακωνικόν. ὅθεν κωθωνισμὸς ἡ πολυποσία, καὶ κωθωνίζῃ ἀντὶ τοῦ μεθύεις. Ἀντιγονὶς καὶ αὐτὸ εἶδος ποτηρίου, ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου τὴν ἐπωνυμίαν εἰληφός. Κοτύλη δὲ τὸ λεπτὸν ποτήριον. κοτύλη λέγεται καὶ ἰσχίου κοιλότης. καὶ παραγώγως κοτυληδόνες, αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις. Τὸ πίομαι ἄνευ τοῦ υ λεκτέον, ἐκτείνοντας τὸ ι. |
| 12 [5] | εὕρηται δὲ καὶ τὸ πιοῦμαι παρ’ Ἀριστοφάνει, πικρότατον οἶνον τήμερον πιῇ, καὶ παρὰ Συνεσίῳ, ταχὺ τὸ κώνειον πιεῖται. ἐνίοτε δὲ καὶ συστέλλεται τὸ ι, ὡς παρ’ Ὁμήρῳ, τῆ, πίε οἶνον. Γρῖφος ὁ ανιγματώδης καὶ ἀσαφὴς λόγος. |
| 14 [5] | Τὰ ῥηματικὰ σύνθετα καὶ εἰς ψ λήγοντα ἐκ τοῦ διὰ δύο μμ παρακειμένου γινόμενα βαρύνονται, λέλειμμαι. αἰγίλιψ, τέτριμμαι, οἰκότριψ, κέκλεμμαι, βοόκλεψ, βέβλεμμαι, κατῶβλεψ. ἐντεῦθεν καὶ τὴν χέρνιβα τινὲς χερνίβα φασίν, Ἀττικοὶ δὲ χερνίβιον. Τῆς ἐγχέλυος τὰς ἑνικὰς πτώσεις διὰ τοῦ υ προφέροντες Ἀττικοί, τὰς πληθυντικὰς οὐκέτ’ ἀκολούθως ἐπάγουσιν. |
| 15 [15] | Ἀριστοφάνης οὖν ἐν Ἀχαρνεῦσι φησί, σκέψασθε παῖδες τὴν κρατίστην ἔγχελυν, καὶ πάλιν, λεῖος ὥσπερ ἔγχελυς. τὰς μέντοι πληθυντικὰς οὐχ οὕτως, ἀλλὰ διὰ τοῦ ε. φησὶ γὰρ ἐν Ἱππεῦσιν, ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι, πέπονθας. καὶ αὖθις, οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσι. καὶ ἐν Νεφέλαις τὰς εἰκοὺς φησὶ τῶν ἐγχέλεων. ὁ δὲ ποιητὴς ὅτε ἐβουλήθη δηλοῦν, ὡς διὰ βάθους ἐκαίετο ὁ ποταμός, τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες φησὶν διὰ τοῦ ἐκ τοῦ ἰλύς ἰλύος. Ἑφθὸν λέγεται τὸ δι’ ὑγροῦ ἑψόμενον. |
| 16 | ὀπτὸν δὲ τὸ διὰ τῶν ἀνθράκων. Ξενία ἡ φιλοφροσύνη, καὶ ξενισμός· ὡς καὶ Λιβάνιος, ἥσθη, φησί, Φιλόστρατος ἐπὶ τῷ ξενισμῷ. |
| 18 [5] | Κρεῖττον λέγειν κίχλην ἢ κίχλαν. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἕτερον λ προσλαμβάνει πρὸ τοῦ λ, καὶ οὐχ ἕτερον σύμφωνον, οἷον Σκύλλα, Κίλλα, κόλλα, βδέλλα, ἅμιλλα. τὰ δὲ εἰς λη οὐχ ὁμοίως ἔχουσι. οἷον ὀμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, τρίγλη, κίχλη. Ὄψον κυρίως πᾶν τὸ διὰ πυρὸς εἰς ἐδωδὴν κατασκευαζόμενον. |
| 20 | Πολύπους, πολύποδος, ἡ αἰτιατικὴ τὸν πολύπουν, ὡς Ἀλκίνουν· Ἀριστοτέλης δὲ πολύποδα φησίν. ὅ γε μὴν Ἀριστοφάνης καὶ πολύπους πολύπου κλίνει. Τὸ βρέχειν λέγεται καὶ ἐπὶ τοῦ πίνειν, οἷον βεβρεγμένος ἥκω, ὥς φησιν Εὔβουλος. |
| 22 | Ὅτι οὐκ ἐπὶ θηρίων λέγει Ὅμηρος δαῖτα, ἀλλ’ ἐπὶ μόνων ἀνθρώπων. Ἀναξαγόρας ἐν τοῖς φυσικοῖς αὐτοῦ ὀρνίθων γάλα τὸ ἐν τοῖς ὠοῖς λευκὸν εἶναί φησιν. |
| 24 | Τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς λέγεται ἀντὶ τοῦ ἀθυμεῖν. ὡς καὶ Θουκυδίδης φησί, νικώμενοι ἀναπίπτουσιν. Τὸ πάσασθαι οἱ παλαιότεροι ἐπὶ τοῦ ἀπογεύσασθαι ἐλάμβανον, οἱ δὲ νεώτεροι ἐπὶ τοῦ κορεσθῆναι. |
| 26 | Τὰ συκάμινα Ἀλεξανδρεῖς καὶ Πελοποννήσιοι μόρα ὀνομάζουσιν. Μαλάχη κοινόν. |
| 27 | μολόχη Ἀττικόν. Τραγήματα λέγονται τὰ εὐτελῆ βρώσιμα, οἷον ἐρέβινθοι, κύαμοι, ἰσχάδες, φάσηλοι, μῆλα, μύρτα, φηγοί, καὶ ὅσα τοιαῦτα. |
| 29 | Ἀκρόδρυα καταχρηστικῶς λέγονται καὶ τὰ μῆλα καὶ τὰ Κυδώνια. Ὅπερ Ἀττικοὶ θριδακίνην καλοῦσιν, Ἐπίχαρμος θρίδακα φησίν, ἀπὸ τῆς θρίδαξ εὐθείας. |
| 31 | Παρατετήρηται τῷ Ἀπολλοδώρῳ, ὅτι οὐδὲν ὄνομα οὐδέτερον παρὰ τοῖς Ἕλλησιν εἰς ι λήγει, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι Ἀσιατικά. Ἰστέον ὅτι κώνειον καὶ ἀκόνιτον τὸ αὐτὸ φασίν. |
| 33 [5] | Τὸ ὀψωνεῖν καὶ ὠψωνήκει συζυγίας πρώτης τῶν περισπωμένων ἐστί. τὸ δὲ ὀπτᾷν δευτέρας. καὶ πόδα βόειον οὐδεὶς ὀπτᾷ Δίφιλος φησὶν ὁ Ἀθηναῖος. ὀψονόμος μέντοι λέγεται ὁ κοινῶς δομέστικος τῆς τραπέζης. ὀψωνητικὴ δὲ ἡ τούτου τέχνη. Ὃν καλοῦσι Ῥωμαῖοι προγεύστην, τοῦτον Ἕλληνες προτένθην ὠνόμαζον. |
| 35 | Ὀνόματα ἰχθύων θρίσσαι, τριχίδες, φαλαῖναι, ὀρφοί, ἀθερίναι, βατίδες, ἀφύαι, αἱ ἐγγραυλίδες. Ἰστέον ὅτι τὸ ξυρεῖν καὶ τὸ ξύρεσθαι καὶ τὸ ξυρᾶσθαι ἐν χρήσει εἰσὶ παρὰ τοῖς ῥήτορσιν, Ἀριστείδῃ τε καὶ Λουκιανῷ, καὶ τοῖς ἄλλοις. |
| 37 | Πατρὶς μέν, καὶ οὐχὶ μητρίς, μητρόπολις δέ, καὶ οὐχὶ πατρόπολις. Νόνναι παρὰ Ῥωμαίοις αἱ μετὰ τὰς καλάνδας ἡμέραι τοῦ μηνός. |
| 38 | δοκοῦσι δὲ παρ’ αὐτὰς γίνεσθαι αἱ ἀνόνναι, ὡς ἂν εἴποι τις αἱ ἀνὰ τὰς νόννας εἰδόμεναι. Οἱ Ἀττικοὶ οὐδετέρως τὸ τάριχος προφέρουσιν, ὡς καὶ Χιονίδης φησίν, ἆρ’ ἂν φάγοιτε καὶ ταρίχους, ὦ θεοί. |
| 39 [10] | καὶ Μένανδρος ὁμοίως φησίν, ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἂν οὕτω τύχῃ. ὁ δὲ Ἀριστοφάνης ἀρσενικῶς προφέρει, οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονί πλύνων ἅπασιν, ὅσα σύνοιδ’ αὑτῷ κακά. ἀλλὰ καὶ Ἡρόδοτος ἐν θʹ ἀρσενικῶς προφέρει, οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον. Ἡ Δημήτηρ πόλεως ἐστὶ καταρκτική, οἱονεὶ ἡ γῆ. |
| 40 [5] | ὅθεν καὶ πυργοφόρον αὐτὴν γράφουσι. λέγεται δὲ καὶ Κυβέλη ἀπὸ τοῦ κυβικοῦ σχήματος κατὰ γεωμετρίαν ἡ γῆ, διὰ τὸ βάσιμον καὶ στάσιμον, εἰ καὶ σφαιρικὴν οἱ στοϊκοὶ ταύτην ὁρίζονται. Οἱ Ἀττικοὶ βραχύνουσι τοῦ καρὶς τὴν λήγουσαν. |
| 41 | ἕτεροι δὲ ἐκτείνοντες τὴν παραλήγουσαν, ἐκτείνουσι καὶ τὴν λήγουσαν. ὁμοίως τὸ ψηφίς, κρηπίς, τευθίς. Τρύφων ὁ Ἀλεξανδρεὺς ἄρτων γένη ἐκτίθεται διάφορα, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, ἐγκρυφίαν καὶ κλιβανίτην, ὃν κριβανίτην φασὶν Ἀττικοὶ διὰ τοῦ ρ. |
| 43 | Κατ’ ἀντιστοιχίαν λέγεται ἡ φιάλη. πιάλη γάρ τις ἦν, ἡ τὸ πιεῖν ἅλις παρέχουσα. Ὁ χρόνος ἐνιαυτός. |
| 44 | ὀνομάζεται παρὰ τὸ ἐν ἑαυτῷ κινεῖσθαι αὐτόν. κύκλος γὰρ οἱονεί τις ἐστίν ἐφ’ ἑαυτὸν εἰλούμενος. Κυρίως ἀγωνία καὶ ἀγὼν ὁ τόπος λέγεται, ἐν ᾧ ἠγωνίζοντο οἱ ἀθληταὶ τῶν Ἑλλήνων, διὰ τὸ κυκλοτερές, παρὰ τὸ μὴ ἔχειν γωνίαν. |
| 45 [5] | εἰς τύπον δὲ τούτου καὶ στέφανοι κυκλοτερεῖς τοῖς νικῶσιν ἐπετίθεντο. Ἔλαχεν ἀντὶ τοῦ ἔτυχε συντάσσεται γενικῇ, ὡς τὸ ἔλαχε τιμῆς. |
| 46 [5] | ἔλαχε δὲ ἀντὶ τοῦ ἐκληρώσατο αἰτιατικῇ. ὡς Ἀριστείδης, τῆς Ἀθηνᾶς τῆς εἰληχυίας τὴν πόλιν τῶν Ἀθηναίων. ἔλαχε δὲ ἀντὶ τοῦ ἐκληρώθη δοτικῇ. ὡς τὸ ἔλαχον τῷ βασιλεῖ. Πωλεῖ ἀντὶ τοῦ πιπράσκει, συζυγίας πρώτης τῶν περισπωμένων. |
| 47 [5] | ἐμπολᾷ δὲ τὸ αὐτὸ συζυγίας δευτέρας τῶν περισπωμένων. καὶ ἡ Ἑλένη, φησὶν Εὐριπίδης, Ἄργος βαρβάροις ἀπημπόλα. Ἔτι δοκῶ, τὸ νομίζω, καὶ καραδοκῶ, τὸ ἐλπίζω, συζυγίας πρώτης τῶν περισπωμένων, προσδοκῶ δὲ δευτέρας. |
| 48 | ὁμοίως καὶ δειπνῶ πρώτης, ἀριστῶ δὲ δευτέρας. Ὀρνιθευτὴς λέγεται ὁ τὰς ὄρνις θηρεύων. |
| 49 | ὀρνιθοσκόπος δὲ ὁ μάντις. Λῆμα ἡ ἀνδρία καὶ ἡ φρόνησις. |
| 50 | λῆμμα δὲ τὸ κέρδος. Ἄλλο κιθάρισις καὶ ἄλλο κιθάρα, ἀφ’ ὧν κιθαριστὴς καὶ κιθαρῳδός. |
| 52 | Λαμβάνει τις τόδε μηδενὸς διδόντος, δέχεται δὲ παρά του. ὅθεν καὶ δεξιά. Ἕνεκα ἀντὶ τοῦ χάριν. |
| 53 | οὕνεκα ἀντὶ τοῦ διότι. Θεατὴς ἀγώνων καὶ θεάτρων· θεωρὸς δὲ ὁ εἰς θεῶν ἑορτὰς πεμπόμενος. |
| 54 | ὅθεν καὶ θεωρικὰ χρήματα τὰ τοῖς τοιούτοις διδόμενα μισθός. Τὸ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος τάττεται, ὡς ἐπὶ τὸ πλεῖστον. |
| 55 | τὸ δὲ νῦν ἐπὶ τῶν τριῶν χρόνων. Σικελὸς ὁ Σικελίας οἰκήτηρ. |
| 56 | Σικελιώτης δὲ ὁ ἐξ ἀλλοδαπῆς εἰς Σικελίαν ἄποικος ἐλθών. Πατρῷα καὶ μητρῷα λέγονται τὰ ἐκ πατέρων καὶ μητέρων ἀποθανόντων καταλειπόμενα τοῖς τέκνοις. |
| 57 | πάτρια δὲ τὰ τῆς πατρίδος ἔθη. Μόχθηρος καὶ πόνηρος ὁ διὰ σώματος μοχθῶν καὶ πονῶν. |
| 58 | μοχθηρὸς δὲ ὁ τὰ ἤθη φαῦλος. καὶ πονηρὸς ὁμοίως. Αὐχὴν μὲν τὸ ὄπισθεν τοῦ τραχήλου. |
| 59 | δέρη δὲ τὸ ἔμπροσθεν, ἔνθα ὁ λάρυγξ. Γεννᾷ ὁ ἀνὴρ κυρίως. |
| 60 | τίκτει δὲ ἡ γυνή. Γελοῖος ὁ γελωτοποιός. |
| 61 | γέλοιον ὁ γέλως. εὐτράπελον δὲ τὸ ἀστεῖον, ἤγουν τὸ μετὰ σεμνότητος χάριεν. Ἄγγελος μὲν πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. |
| 62 | ἐξάγγελος δὲ ὁ τὰ ἔσωθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης διάγγελον εἶπεν. αὐτάγγελος δὲ ὁ αὐτὸς δι’ ἑαυτοῦ ἑαυτῷ κομίζων τὰς ἀγγελίας. Ἄγροικος ὁ ἐν ἀγροῖς διατρίβων, ἀγροῖκος δὲ ὁ ἀπαίδευτος. |
| 64 [5] | Τὰ εἰς ας ἀρσενικὰ δισύλλαβα βαρύτονα ἔχοντα τὸ αὐτὸ σύμφωνον ἐπὶ τῆς πρώτης καὶ δευτέρας συλλαβῆς διὰ τοῦ ντ κλίνονται, οἷον γίγαντος, Μίμαντος. ὁμοίως καὶ τὸ Κάλχαντος, Φόρβαντος. ἃ διὰ τὴν ἐπαλληλίαν τῶν βʹ δασέων ἔτρεψαν τὸ ἓν δασὺ τὸ μὲν εἰς τὸ κ, τὸ δὲ εἰς τὸ β, ὃ μέσον ψιλοῦ καὶ δασέος ἐστίν. Τὰ εἰς α λήγοντα θηλυκὰ δισύλλαβα ἔχοντα πρὸ αὑτῶν ἓν τῶν διπλῶν ἢ βʹ σς, βραχυκαταληκτοῦσιν. |
| 65 [5] | οἷον δόξα, μάζα, πίσσα, δίψα. Πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν, ὥσπερ τὸ στάδιον καὶ, τὴν περικεφαλαίαν, ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ, αὐλῶπιν λέγονται δὲ τινὲς καὶ ἱεροὶ αὐλῶνες Ἀθήνῃσιν. |
| 66 | ἔστι δὲ καὶ αὐλὸς ὄργανον μελῳδίας. ὁμοίως καὶ αὐλή. Τέσσαρα εἴδη τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, ἐπιθυμία, ἡδονή, φόβος, καὶ λύπη. |
| 67 [5] | ἐπὶ μὲν οὖν προσδοκωμένου ἀγαθοῦ λέγεται ἐπιθυμία, ἐπὶ παρόντος δὲ ἡδονή. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ προςδοκωμένου κακοῦ φόβος λέγεται, ἐπὶ δὲ παρόντος λύπη. ἀγαθὸν δὲ καὶ κακὸν νοητέον ἐνταῦθα τά τε κατὰ ἀλήθειαν καὶ τὰ κατὰ δόξαν. Τῆς λύπης δὲ ἔτι εἰσὶν εἴδη τέσσαρα, ἄχος, ἄχθος, φθόνος, καὶ οἶκτος. |
| 68 [10] | ὧν τὸ μὲν ἄχος ἐστὶ λύπη ἀφωνίαν ἐμποιοῦσα, ὡς καὶ Ὅμηρος φησί, Πηλείωνι δ’ ἄχος γένετο. διὰ γὰρ τὴν ἐξαίφνης ἔφοδον τῶν ἀκουσθέντων ἢ θεαθέντων εἰς βάθος χωρεῖ τὸ λογιστικόν. τὸ δὲ ἄχθος ἐστὶ λύπη βαροῦσα καὶ διοχλοῦσα τὸν νοῦν ἐπ’ ἀβουλήτοις συμπτώμασιν. ὁ δὲ φθόνος λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. ὁ δὲ οἶκτος λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς. Τοῦ φόβου πάλιν εἴδη ἕξ, ὄκνος, αἰδώς, αἰσχύνη, κατάπληξις, ἔκπληξις, ἀγωνία. |
| 69 [5] | καὶ ὄκνος μέν ἐστι φόβος μελλούσης ἐνεργείας, αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου. αἰσχύνη δὲ φόβος ἐπ’ αἰσχρῷ πεπραγμένῳ. κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας. ἔκπληξις δὲ φόβος ἐκ δεινῆς ἀκοῆς καὶ μεγάλης, ἀφαιρούσης τὴν αἴσθησιν. ἀγωνία δὲ φόβος ἀποτυχίας. φοβούμενοι γὰρ ἀποτυχεῖν ἀγωνιῶμεν. Ἰστέον ὅτι τὸ Ἀθηνᾶ περισπᾶται, διότι κρᾶσιν ἔπαθε τῶν δύο αα. |
| 70 [10] | ἔστι μὲν γὰρ ἡ πρωτότυπος αὐτῆς εὐθεία Ἀθήνη, ἐξ ἧς κατὰ συστολὴν Ἀθάνα γέγονεν, ᾧ καὶ Σοφοκλῆς χρῆται καὶ Εὐριπίδης καὶ ἕτεροι πολλοί. ἐπεὶ δὲ πολλὰ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ αια προφέρονται, ὡς ἁμαξαία, ἡ ἅμαξα, καὶ σεληναία, ἡ σελήνη, οὕτω κατὰ παραγωγὴν Ἀθηναία ἐλέχθη ἡ Ἀθήνη. ἐξελόντες δ’ ἔτι οἱ ὕστερον ἐκ τοῦ Ἀθηναία τὸ ι Ἀθηνάα εἶπον, ὥςπερ καὶ τὴν ἐλαίαν ἐλάαν Ἀττικῶς. τοῦτο μὲν οὖν ἄχρηστον εἴασαν. κρᾶσιν δὲ ποιησάμενοι τῶν δύο αα, Ἀθηνᾶν καλοῦσι περισπωμένως. Τὰ διὰ τοῦ ιζω ῥήματα βραχὺ τὸ ι ἔχει, οἷον βαδίζω, δογματίζω. |
| 72 | Τὰ εἰς α λήγοντα θηλυκά, ὅσα γίνονται ἀπὸ ἐνεστῶτος καὶ μέλλοντος, βραχυκαταληκτοῦσιν, οἷον κνίσσα, δόξα. Ἰστέον ὅτι παλλαὶ λέξεις ἀλλοιούμεναι ἐναλλάσσουσι καὶ τόνους καὶ πνεύματα. |
| 73 [5] | μεταπίπτουσι γὰρ εἰς ἑτέρους κανόνας, οἷον ἥλιος δασύνεται, ἀπὸ τοῦ ἕλη, ἡ θέρμη. ἠέλιος δὲ γενόμενον ψιλοῦται, διότι τὸ α, ε, η, ι, ο, πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται. ὁμοίως καὶ τὸ ἅλλομαι τὸ πηδῶ δασυνόμενον ποιεῖ μέσον ἀόριστον πρῶτον τὸ ἥλατο, ὅπερ συγκοπτόμενον εἰς τὸ ἆλτο ψιλοῦται. τὸ γὰρ α λῆγον εἰς λ, ἐπιφερομένου ἑνὸς τῶν τῆς τρίτης συζυγίας τῶν βαρυτόνων συμφώνου ψιλοῦται, οἷον ἀλδαίνω, τὸ αὔξω, ἀλθαίνω, τὸ θεραπεύω, καὶ ἆλτο ἀντὶ τοῦ ἐπήδησε. ὁμοίως καὶ τὸ ἕρμα συγκοπτόμενον ἀπὸ τοῦ ἐρείδω, καὶ τὸ ἅρμα γινόμενον ἀπὸ τοῦ αἴρω τὸ ἐπαίρω δασύνονται. τὸ ρ γὰρ ὅτε πρὸ αὐτοῦ μὲν ἔχει βραχὺ ἤγουν α, ε, ο, μεθ’ ἑαυτὸ δὲ μ ἢ π, δασύνει τὸ βραχύ, οἷον ἕρμα, ἅρμα, ὅρμος, ἕρπω, ἅρπαξ, ὅρπηξ. Πολλὰ ῥήματα ἀπὸ μελλόντων εἰς ἐνεστῶτας παράγονται κατὰ ἀναδρομήν, καὶ τρέπουσι τὸ ς τοῦ μέλλοντος εἰς χ ἢ εἰς κ, οἷον σμῶ, σμήσω, σμήχω, τὸ καθαίρω· ὄλω, ὀλέσω, ὀλέκω· ὅθεν ὀλέκοντο δὲ λαοί· δείδω, δείσω, δείκω, τὸ φοβοῦμαι· ὅθεν ὁ δέδοικα μέσος παρακείμενος· καὶ εἴδω, εἴσω, εἴκω, τὸ ὁμοιῶ, καὶ ἔω τὸ ὑπάρχω, ἔσω, ἔσκω ποιητικῶς, τὸ ὑπάρχω. |
| 75 | Ἠλύσιον πεδίον παρ’ Ἕλλησιν ὁ παράδεισος ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ λύω, ἤγουν τὸ μὴ ἔχον λύσιν καὶ φθορὰν πεδίον. Ὥσπερ τὸ μένω πλεονάσαντος καὶ ἑτέρου συμφώνου ἔτρεψε τὸ ε εἰς ι, καὶ ἐγένετο μίμνω, οὕτω καὶ τὸ γένω ἐγένετο γίγνω, καὶ ῥέπω ῥίπτω, καὶ πέτω πίπτω. |
| 77 | Ἀπὸ τοῦ πρωῒ γίνεται πρωΐτερον ἐν χρήσει· καὶ ἀπὸ τῆς πρωΐας πρωϊαίτερον ἐν χρήσει καὶ αὐτό. ἀπὸ δὲ τοῦ ὀψὲ ὀψίτερον σπανίως. ἀπὸ δὲ τῆς ὀψίας γίνεται ὀψιαίτερον ἐν χρήσει. Ἑταῖρος ὁ φίλος καὶ ἑταῖρα ἡ πόρνη φασί. |
| 78 [5] | καὶ ἀμφότερα παράγονται ἀπὸ τοῦ ἐθάς, ὁ συνήθης, ἐθάρος καὶ ἑταῖρος. ἀλλ’ ἐπειδὴ ἐπὶ μὲν τῶν ἀνδρῶν ἁρμόζει τὸ συνήθεις εἶναι καὶ φίλους τοῖς πολλοῖς, ἐπὶ δὲ τῶν γυναικῶν ἁρμόζει τὸ θαλαμεύεσθαι, καὶ μὴ συνήθεις εἶναι τοῖς πολλοῖς, διὰ τοῦτο ἐπὶ μὲν τῶν ἀνδρῶν ἐπαινεῖται, ἐπὶ δὲ τῶν γυναικῶν κακίζεται. Τὸ ἀλείφω τιθέασι πολλάκις ἀντὶ τοῦ διεγείρω πλὴν οὐχ ὡς τοῦτο σημαινούσης τῆς λέξεως, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τοῖς παλαιοῖς κατὰ τοὺς γυμνικοὺς ἀγῶνας ἐλαίῳ ἀλείφεσθαι πρότερον, κἀντεῦθεν τὸ ἀλείφεσθαι σύμβολον ἐγίνετο τοῦ μέλλοντος ἀγῶνος. |
| 79 | διὰ τοῦτο ἀντὶ τοῦ διεγείρω παρειλήφασι τὸ ἀλείφω. Ὥσπερ ἀπὸ τοῦ ἔστιν ἀντὶ τοῦ ὑπάρχει καὶ τοῦ ὅτε γίνεται ἔσθ’ ὅτε ἀντὶ τοῦ ποτέ, οὕτως ἀπὸ τοῦ ἔνι ἀντὶ τοῦ ὑπάρχει, καὶ τοῦ ὅτε γίνεται ἐνϊότε ἀντὶ τοῦ ποτέ. |
| 80 [5] | ὁμοίως καὶ ἀπὸ τοῦ ἔνι οἳ καὶ τινὲς τὸ ἔνιοι καί τινες. Προϊέμενοι ἀντὶ τοῦ προδιδόντες. |
| 81 | προσιέμενοι ἀντὶ τοῦ προσδεχόμενοι. προέμενοι ἀντὶ τοῦ προδόντες. προσέμενοι ἀντὶ τοῦ προσδεξάμενοι. Τὸ εἴ συντάσσεται παρεληλυθότι, ἐνεστῶτι, καὶ μέλλοντι ἐν τοῖς ὁριστικοῖς. |
| 82 | συντάσσεται δὲ καὶ εὐκτικοῖς χρόνοις. Τὸ εἶναι καὶ τὸ εἶτα ἔστιν ὅτε ὡς παρέλκον τίθεται κατὰ τοὺς Ἀττικούς. |
| 84 | Μέγα ἁπλοῦν. μεῖζον συγκριτικόν. μέγιστον ὑπερθετικόν. Προκινδυνεύω τοῦ φίλου. |
| 85 | προκινδυνεύω τὰς μάχας παρ’ Ἀριστείδῃ, ἀντὶ τοῦ ἀγωνίζομαι. καὶ προκινδυνεύω πρὸς τοὺς ἐχθροὺς παρὰ τῷ αὐτῷ. Διαφέρει τὸν πόλεμον ἀντὶ τοῦ ἀνύει. |
| 86 | διαφέρει μοι τόδε τὸ πρᾶγμαι ἀντὶ τοῦ ἀνήκει μοι. καὶ διαφέρει ὁ δεῖνα τοῦ δεῖνος ἀντὶ τοῦ διαφοράν τινα καὶ διαχωρισμὸν ἔχει. Ἀποδοῦναι τὰ κεχρεωστημένα. |
| 87 | ἀποδόσθαι δὲ ἀντὶ τοῦ πωλῆσαι. Ὅσα γίνονται ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ἐπὶ τοῦ τρίτου τῶν πληθυντικῶν προπερισπῶνται, ὡς τὸ ἀφιᾶσιν. |
| 88 | ὅσα δὲ ἀπὸ τοῦ εἶμι, τὸ πορεύομαι, ἐπὶ τοῦ τρίτου τῶν πληθυντικῶν προπαροξύνονται, ὡς τὸ ἀπίασι. Ἀφαιροῦμαί σου τὰ χρήματα. |
| 89 | ἀφαιροῦμαί σε τῶν χρημάτων. καὶ ἀφαιροῦμαί σε τὰ χρήματα. Πιστεύω σοι τὰ πράγματα, καὶ πιστεύω σοι εἰς ἃ λέγεις. |
| 91 [5] | Θαυμάζω, τὸ δι’ ἐπαίνου καὶ θαύματος ἄγω, συντάσσεται αἰτιατικῇ. θαυμάζω δὲ ἐπὶ κατηγορίας καὶ μέμψεως γενικῇ, ὡς παρ’ Ἀριστείδῃ, θαυμάζω τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει. Διαγράφω τὸ σκιαγραφὴν διαγράφω καὶ τὸ ἐκβάλλω, ὡς τὸ διαγράφουσι τὸν Ἰούδαν τοῦ κύκλου τῶν μαθητῶν. |
| 93 [5] | Πυθέσθαι ἀντὶ τοῦ ἐρωτῆσαι συντάσσεται γενικῆ. πυθέσθαι δὲ ἀντὶ τοῦ ἀκοῦσαι αἰτιατικῇ, ὡς παρὰ Λιβανίῳ· δέδοικα γὰρ μὴ διατριβῆς ἐν τῷ λόγῳ γινομένης τὸ πρᾶγμα ἡ γυνὴ πυθομένη τὴν γλῶτταν ἡμῖν ἐκείνην ἐπιστήσῃ. Παρῆλθεν ἀντὶ τοῦ παρέδραμε καὶ ἐξῆλθε. |
| 94 | καὶ παρῆλθεν ἀντὶ τοῦ εἰς μέσον ἦλθεν, ὡς τό, παρελθών εἰς τὸ δικαστήριον ἔλεξε τοιάδε. Διαιροῦμαι παθητικὸν ἀντὶ ἐνεργητικῆς σημασίας παρ’ Ἀριστείδῃ, οἷον, ἐγὼ δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος. |
| 96 | Μηδίζειν καὶ Ἀττικίζειν σημαίνει μὲν τὸ κατὰ Μήδους καὶ Ἀττικοὺς λέγειν. τουτέστι κατὰ τὴν ἐκείνων διάλεκτον. σημαίνει δὲ καὶ τὸ τὰ ἐκείνων φρονεῖν. Καθαιρῶ τὸ καταβάλλω. |
| 97 | καθαίρω δὲ τὸ ἀποπλύνω. Τὸ πλὴν ἀντὶ τοῦ χωρὶς ὡς ἐπὶ τὸ πλεῖστον πρὸς γενικῇ συντάσσεται. |
| 98 [5] | ὡς τό, οὐκ ἔστιν ἅγιος πλὴν σοῦ, κύριε. ἐπακολουθεῖ δὲ καὶ παρὰ τοῖς ῥήτορσι ταῖς συνεζευγμέναις πτώσεσι κατὰ σύνταξιν, ὡς τό, οὐκ ἦλθεν ἕτερος πλὴν ὁ δεῖνα. καὶ οὐκ ἐνέτυχον ἑτέρῳ, πλὴν τῷ δεῖνι. καὶ οὐχ εὗρον ἕτερον, πλὴν τὸν δεῖνα. Ἐτίμησαν οἱ Ἀθηναῖοι τὸν δεῖνα ἀντὶ τοῦ ἔντιμον ἐποίησαν. |
| 99 | ἐτίμησαν δὲ τῷ δεῖνι θανάτου ἀντὶ τοῦ ἄξιον ἔκριναν θανάτου. Ῥᾴδιον ἁπλοῦν· ῥᾷον συγκριτικόν· ῥᾷστον ὑπερθετικόν. |
| 100 [5] | Τὰ δὲ συγκριτικὰ πολλαχῶς προφέρονται, οἷον κρείττων ὁ δεῖνα τοῦ δεῖνος. κρείττων ὁ δεῖνα ἢ ὁ δεῖνα. κρείττων ὁ δεῖνα ἢ κατὰ τὸν δεῖνα. καὶ κρείττων ὁ δεῖνα παρὰ τὸν δεῖνα. καὶ κρείττων ὁ δεῖνα ἢ ὥστε παθεῖν τόδε. Πρεσβεύομαι πρὸς τὸν Πέρσην τὸ πρέσβεις πέμπω. |
| 101 [5] | καὶ διαπρεσβεύομαι. πρεσβεύω δὲ τὸ πρέσβις πέμπομαι. πρεσβεύω λέγεται καὶ τὸ τιμῶ. ὡς παρ’ Ἀριστείδῃ, βουλομένων τῶν θεῶν πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν. καὶ παρὰ Συνεσίῳ, τὸν θεόν, ὃν φιλοσοφία πρεσβεύει. Θρᾷκες τὸ θρα μακρόν. |
| 102 | Θρήϊκες γὰρ ἦν τραπέντος τοῦ η εἰς α, καὶ μείναντος καὶ τοῦ ι προςγεγραμμένου. Καθήκοντα τὰ ἁρμόζοντα τ *** καὶ ἀκόλουθα. |
| 103 | οἷον παρὰ τὰ καθήκοντα λέγεις. καθήκοντα καὶ τὰ κατερχόμενα, οἷον καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν. Βουλὴ λέγεται τὸ βούλευμα καὶ ἡ σκέψις. |
| 104 | βουλὴ καὶ τὸ ἄθροισμα τῶν βουλευτῶν. ἀπὸ τούτου καὶ ὁ τόπος, ἐν ᾧ κάθηνται οἱ βουλευταί. Νομίζω τὸ ὑπολαμβάνω. |
| 105 | νομίζω τὸ νόμιμον κρίνω. νομίζω καὶ τὸ νόμισμα ποιῶ, ὡς τό, ἀργύρῳ νομίζουσιν Ἕλληνες. Πολεμῶ κοινόν, πολεμίζω ποιητικόν. |
| 107 [5] | Τὸ δυοῖν ἐπεὶ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν ἐστί, δύο πτώσεις ἐν ταυτῷ δεῖ διαιρεῖν, ἢ ἀπὸ τῆς συντάξεως τῶν ῥημάτων, ἢ ἀπὸ τῆς ἐπαγομένης πτώσεως. ἀπὸ μὲν τῆς συντάξεως τῶν ῥημάτων οὕτως, οἷον, δυοῖν χρήσομαι, ὅπερ ἔστι δοτική, καὶ δυοῖν μαθήσομαι, ὅπερ ἔστι γενική. ἀπὸ δὲ τῆς ἐπαγομένης πτώσεως, οἷον, δυοῖν πράγμασι καὶ δυοῖν πραγμάτων. Παύω σε τοῦ ἔργου. |
| 108 | καὶ παύω ἀντὶ τοῦ παύομαι, ὅπερ οὐ μεταβαίνει εἰς πρόσωπον. Λόγος σημαίνει δώδεκα. |
| 109 [15] | λόγος, ὁ ἐνδιάθετος λογισμός, καθ’ ὃν λογικοὶ ἐσμέν, λόγος, ὁ προφορικός. λόγος, ἡ φροντίς, ὥς, οὐ ποιοῦμαι αὐτοῦ λόγον. λόγος, ὁ λογαριασμός, ὥς, ὁ ἡγεμὼν πρὸς τοὺς ἑαυτοῦ ἐπιτρόπους ἔχει λόγον. λόγος, ἡ ἀπολογία, ὥς, ἔδωκα περὶ τούτου λόγον. λόγος, ὁ καθόλου, ὁ περιέχων ἐν ἑαυτῷ πᾶσαν λέξιν, καθὸ σημαινόμενον πᾶν μέρος λόγου, ἤτοι ὄνομα, ῥῆμα, μετοχή, καὶ τὰ ἑξῆς. λόγος, ὁ ὅρος. ὡς λέγομεν, ἀπόδος τὸν τοῦ ζώου λόγον. λόγος, τὸ ἐγκώμιον, ὡς, ἐποίησε τὶς λόγον εἰς τὸν βασιλέα. λόγος, καὶ ἡ ἀναλογία, ὡς, ὃν λόγον ἔχει τὰ δύο πρὸς τὰ τέσσαρα, τὸν αὐτὸν ἔχει καὶ τὰ τέσσαρα πρὸς τὰ ὀκτώ. λόγος, ἡ ἀντιλογία, ὡς τό, δίχα τινὸς λόγου καὶ προφάσεως. λόγος, καὶ ἡ αἰτία, ὡς τό, κατὰ τίνα λόγον ὕβρισας τὸν δεῖνα; λόγος ἰδίως καὶ κατ’ ἐξαίρετον ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ. Εἰσὶ ῥήματα παθητικὴν ἔχοντα τὴν προφοράν, ἐνεργητικὴν δὲ τὴν σημασίαν. |
| 109bis [5] | ὡς τὸ δεδίττομαι ἀντὶ τοῦ ἐκφοβῶ σε. καὶ ἔρχομαι καὶ πορεύομαι καὶ ὅσα ἑξῆς. εἰσὶ δὲ ῥήματα ἐνεργητικὴν ἔχοντα τὴν προφοράν, παθητικὴν δὲ τὴν σημασίαν, ὡς τὸ πονῶ, πάσχω, μοχθῶ καὶ ἕτερα. Ἰστέον ὅτι τὸ λαμβάνομαι κεῖται καὶ ἐπὶ καταγνώσεως γενικῇ συντασσόμενον, ὥσπερ τὸ ἐπιλαμβάνομαι, ὡς Ἀριστείδης φησὶν ἐν τῷ Παναθηναϊκῷ, οἷον, ὅταν δ’ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης. |
| 111 [5] | Τὸ ἂν ὅτε ἔνι παραπληρωματικὸς σύνδεσμος, συντάσσεται μετὰ εὐκτικοῦ, οἷον ποιήσαιμι ἄν, καὶ μετὰ παρεληλυθότος ὁριστικοῦ, ἐποίησα ἄν, καὶ μετὰ ἀπαρεμφάτου, οἷον παρ’ Ἀριστείδῃ, πάντας ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω τῆσδε λαβεῖν ἀριστοκρατίας εἰκόνα. Προϊστάμενος λαοῦ ὁ ἔμπροσθεν ἱστάμενος. |
| 112 [5] | καὶ προϊστάμενος ἀντὶ τοῦ εἰς προστασίαν ἄγων τινὰ ἕτερόν τις. ὡς παρ’ Ἀριστείδῃ, οἷον, ὁ δῆμος εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ. Φυλάττω ἐνεργητικῶς τὸ διατηρῶ. |
| 113 | φυλάττομαι δὲ παθητικῶς τὸ ἐκφεύγω, οἷον, φυλάττομαι τοὺς κακοὺς ἀνθρώπους. Σκοπῶ καὶ σκοποῦμαι τὸ αὐτό, ἀντὶ τοῦ βλέπω καὶ διανοοῦμαι ἀμφότερα. |
| 115 | Γινόμενον τὸ εἰς γένεσιν ἧκον. γινόμενον καὶ τὸ προσῆκον. Πλημμελὴς λόγος, καὶ πλημμελὲς πρᾶγμα, τὸ ἔξω τοῦ καθήκοντος μέλους καὶ ῥυθμοῦ. |
| 116 | παράγεται δὲ ἀπὸ τοῦ πλήν, ἀντὶ τοῦ χωρίς, καὶ τοῦ μέλος. Τίθεμαι καὶ προστίθεμαι τῷ πλούτῳ, ὡς παρ’ Ἀριστείδῃ· καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ, μὴ δὲ θαυμάζειν. |
| 117 [10] | ἀνατίθεμαι τὸ ἀναβαστάζω, ὡς παρὰ Συνεσίῳ, οἷον, ἡ κάμηλος καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία. ἀνατίθεμαι καὶ τὸ ἀνατρέπω παρὰ Λουκιανῷ, οἷον, εἰ μὴ μεταμέλει σοι. καὶ ἀνατίθεσθαι αὖθις τὰ εἰρημένα. κατ’ ἐνέργειαν δὲ προφερόμενα ἐναλλάσσουσι τὰς σημασίας, οἷον, προστίθημι ἐπὶ τῷδε τόδε, καὶ ἀνατίθημι τῷ θεῷ τήνδε τὴν προσαγωγήν. ἐξ οὗ καὶ ἀνάθημα. Προφέρω λόγους ἀντὶ τοῦ ἔμπροσθεν καὶ εἰς μέσον φέρω. |
| 118 [5] | προφέρω δὲ τῶν πολλῶν, ἀντὶ τοῦ κρείττων εἰμί, ὥσπερ καὶ ὑπερφέρω. Κομίζω τὸ φέρω, ἐξ οὗ καὶ κομιδὴ ἄχρηστον παρ’ Ἀριστείδῃ ἡ εἰσφορά, κομίζομαι δὲ τὰ κεχρεωστημένα, ἀντὶ τοῦ λαμβάνω, ὅπερ παθητικὴν μὲν ἔχει τὴν προφοράν, ἐνεργητικὴν δὲ τὴν σημασίαν. |
| 119 | κομίζω καὶ τὸ ἐπιμελοῦμαι, ὡς ἐν Ὀδυσσείᾳ φησὶν ὁ Τηλέμαχος πρὸς τὴν Πηνελόπην, τὰ σαυτῆς ἔργα κόμιζε. ἀφ’ οὗ γίνεται τὸ κομιδή, ἡ ἐπιμέλεια. Τὸ καίω καὶ κλαίω κοινόν. |
| 120 [5] | Τὸ κάω δὲ καὶ κλάω Ἀττικόν, ἅπερ ἐπὶ τοῦ μέλλοντος λαμβάνουσι τὸ υ, κατὰ Ἀττικὴν συνήθειαν. οἱ γὰρ Ἀττικοὶ ἐπὶ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ὡς ἐπὶ τὸ πλεῖστον προστιθέασι τῷ μέλλοντι τὸ υ, οἷον κλάω, κλαύσω, κάω, καύσω, πλέω, πλεύσω, θέω, θεύσω, καὶ θευσοῦμαι. Γράφω τὸ ἐπιστέλλω, καὶ συντάσσεται δοτικῇ. |
| 121 [10] | γράφω καὶ τὸ γράμματα συντίθημι, καὶ τὸ ζωγραφῶ, καὶ συντάσσεται αἰτιατικῇ. γράφομαι δὲ παθητικῶς κατ’ ἐνεργητικὴν σημασίαν, ἀντὶ τοῦ κατηγορῶ, συντάσσεται καὶ αἰτιατικῇ. ὡς τὸ ἐγράψατο τὸν Σωκράτην Ἀριστοφάνης. καὶ γράφομαι παρ’ Ἀριστείδῃ παθητικῶς ἀντὶ τοῦ ζωγραφῶ, οἷον, ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινάκων τῶν ὑπὲρ κορυφῆς μεθ’ ὑπερβολῆς δεικνύουσι τὰ γράμματα, ὡς μέγιστα καὶ κάλλιστα γραφόμενοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτω τόδε καὶ τόδε. Εἴργω τὸ κωλύω ψιλοῦται, ἀφ’ οὗ ἀπείργω. |
| 122 | εἵργω δὲ ἐπὶ εἱρκτῆς δασύνεται, ὅπερ ἐπὶ τοῦ ἐνεστῶτος οὐκ ἐν χρήσει. γίνεται δὲ ἐξ αὐτοῦ καθεῖρξε καὶ κάθειρξις. Πράττω τὸ ἐνεργῶ. |
| 123 | πράττω δὲ καὶ τὸ ἀπαιτῶ. ὁμοίως ἐπὶ τῆς αὐτῆς σημασίας καὶ τὸ εἰσπράττω, καὶ τὸ πράττομαι, καὶ τὸ εἰσπράττομαι. Γραφὴ καθημένων ἐν τῷ δικαστηρίῳ ἀναδύο ψήφους λευκὴν καὶ μέλαιναν μετεώρου οὔσης ἔτι τῆς δίκης. |
| 124 [5] | οἱ γοῦν καταδικάζοντες τὸν κατηγορούμενον ἔβαλον ἐν τῷ δικαστικῷ καδίσκῳ τὴν μέλαιναν ψῆφον κρυφίως, οἱ δὲ ἀθωοῦντες ἔβαλον τὴν λευκήν. εἶτα ἐκένουν ἐν τῇ τραπέζᾳ, καὶ εἰ εὑρίσκοντο πλείους αἱ λευκαί, ἀπήρχετο ὁ κατηγορηθεὶς ἀθῶος. εἰ δὲ τοὐναντίον, ἐκολάζετο. Ἄγω τὸ φέρω, καὶ ἄγω τὸ συντρίβω, ὡς παρὰ Λουκιανῷ· σκληρότερον κατενεγκόντος ὑπ’ ἀπειρίας τὸν ἐκκοπέα, κατεάγη ἡ πλάξ. |
| 126 | Ὑπερβάλλω ἐνεργητικῶς καὶ παθητικῶς αἰτιατικῇ, ὡς παρὰ Λουκιανῷ, μὴ αὐτὸν ὑπερβάλωμαι κατὰ τὴν τέχνην. ἐνεργητικῶς δέ, ὥς, φρονήσει τοὺς πάντας ὑπερέβαλε Θεμιστοκλῆς. Τὸ οὐκέτι ἀναιρετικόν ἐστι τοῦ μέλλοντος. |
| 127 | οὐκέτι ποιήσω. τὸ δὲ οὔπω παρεληλυθότος. Ἀπέχεσθαι παθητικῶς τὸ ἀφίστασθαι. |
| 128 | ἀπέχω δὲ ἐνεργητικῶς τὸ ἀπολαμβάνω, ὡς τό, ἀπέχεις τὸν μισθόν σου. Τὸ δοκῶ ἀεὶ ἀπαρεμφάτῳ συντάσσεται, ὡς καὶ παρὰ Λουκιανῷ, τὰ δ’ ἡμέτερα μικρά τε ἔδοξεν εἶναι. |
| 130 | Ἐφυλαξάμην ἀντὶ τοῦ ἐξέφυγον. Ἀπεπέμπετο γράφεται ἐνεργητικῶς καὶ παθητικῶς. |
| 131 | καὶ τὸ διελύσατο. Φάσις ἐστὶν ὄνομα δίκης. |
| 132 [5] | εἴ τις τὸν ὑπορύττοντα δημόσιον μέταλλον ἢ δημόσιον οἶκον ἢ κακῶς ἐπιτετροπευκότα εἰσῆγεν εἰς δικαστήριον, ὁ τοιοῦτος φαίνειν ἐλέγετο τὸν ἁλόντα, καὶ ἡ δίκη ἐντεῦθεν ὀνομαζομένη φάσις παρωνομάζετο. Εἰ δέ τις κατὰ νόμους ἠτίμωτο παραπεπρεσβευκὼς τῷ δημοσίῳ τὸ ὄφλημα εἰς δικαστήριον ἤγετο, ἐνδείξει ὑπέκειτο, καὶ ὄνομα τῇ κατηγορίᾳ ἔνδειξις. |
| 134 [25] | Εἰ δὲ λειτουργεῖν τινὲς ταχθέντες, ἢ τριηραρχεῖν, ἢ οἰκοδομεῖν, τὸν καιρὸν ὑπερετίθεντο τῆς λειτουργίας, οἱ ἀντικρινόμενοι τούτοις διαδικασίαν κρίνειν κατ’ αὐτῶν ἐνομίζοντο. Ἰστέον ὅτι ἡ διάφορος σημασία τῶν ῥημάτων διαφόρους πολλάκις ποιεῖ τὰς συζυγίας, οἷον πολεμῆσαι μὲν τὸ μάχεσθαι, πολεμῶσαι δὲ καὶ ἐκπολεμῶσαι τὸ εἰς μάχην ἑτέρους κινῆσαι κατ’ ἀλλήλων· καὶ δηλῶσαι μὲν τὸ φανερὸν ποιῆσαι, δηλῆσαι δὲ καὶ δηλήσασθαι τὸ βλάψαι, ἀφ’ οὗ δηλητήριον φάρμακον τὸ βλαπτικόν· καὶ νοῆσαι μὲν ἀντὶ τοῦ εἰς νοῦν λαβεῖν, νοῶσαι δὲ ποιητικὸν ἀντὶ τοῦ ἐμβαλεῖν τινὶ νοῦν· καὶ στατῆσαι μὲν τὸ ζυγοστατῆσαι, σταθμώσασθαι δὲ παρ’ Ἡροδότῳ τὸ στοχάσασθαι· καὶ κηλῆσαι μὲν τὸ θέλξαι, κηλῶσαι δὲ τὸ ἀμβλῶσαι ἐπὶ τῶν ἐμβρύων ἐξ οὗ καὶ κηλωστὰ τὰ πορνεῖα παρὰ Λυκόφρονι· καὶ βοῆσαι μὲν τὸ τρανῶς φωνῆσαι, βρῶσαι δὲ τὸ εἰς βοῦν μεταποιῆσαι· καὶ ζηλῶσαι μὲν τὸ μακαρίσαι, ἀφ’ οὗ ζηλωτός, ζηλῆσαι δὲ τὸ ζηλοτυπῆσαι, ἀφ’ οὗ ζηλήμων ἐν Ὀδυσσείᾳ· καὶ κυκλῶσαι μὲν τινὰ ἀντὶ τοῦ κύκλῳ αὐτοῦ στῆναι, κυκλῆσαι δὲ τὸ κατὰ κύκλον στρέψαι· καὶ ἀναπολῆσαι ἐπὶ λογισμοῦ, ὡς τό, ἀνεκύκλει τις τὰ εἰρημένα· καὶ κυρόω μὲν κυρῶ τὸ βεβαιῶ, κυρέω δὲ κυρῶ τὸ ἐπιτυγχάνω ποιητικόν· καὶ δεσμέω δεσμῶ τὸ ἐμπεδῶ, δεσμόω δὲ δεσμῶ τὸ εἰς εἱρκτὴν βάλλω, ἀφ’ οὗ δεσμωτήριον ἡ εἱρκτή· καὶ ῥέω ῥῶ ῥήσω, ἀφ’ οὗ ῥῆμα, ῥῶ δὲ ῥώσω, ἀφ’ οὗ ῥῶσις, ἡ ὑγεία· καὶ σκηνῶ μὲν σκηνώσω, ἀφ’ οὗ καὶ σκήνωμα, σκηνῶ δὲ σκηνήσω, ἐξ οὗ σκηνήτης ὁ πρόσκαιρον ἔχων καὶ αὐτοσχέδιον οἴκημα. |
| 136 [5] | Οἱ Ἀττικοὶ τὸ δέον καὶ ἐξὸν ἀντὶ γενικῆς λαμβάνουσι μετοχῆς, οἷον δέον ἀντὶ τοῦ δέοντος ὄντος, καὶ ἐξόν ἀντὶ τοῦ δυνατοῦ ὄντος. Μνημονεύω τὸ διὰ μνήμην ἔχω τινά, ἀπομνημονεύω δὲ τὸ προφέρω τὰ ἐν τῇ μνήμῃ, ὡς παρὰ Πλάτωνι, οἷον, οἴει με, ἃ Λυσίας ἐν πολλῷ χρόνῳ κατὰ σχολὴν συνέθηκε, ταῦτα ἀπομνημονεύσειν ἀξίως ἐκείνου; καὶ ἀπομνημονεύω τὸ ἔξω βάλλω τῆς μνήμης τινά. |
| 138 | Ἀγωνία ὁ ἀγών, καὶ ὁ φόβος, καὶ ἡ λύπη, ἀφ’ οὖ καὶ ἀγωνιᾷν ἀντὶ τοῦ λυπεῖσθαι καὶ φοβεῖσθαι. Φεύγω τὸ ἀποδιδράσκω καὶ ἀφίσταμαι πρὸς αἰτιατικὴν συντάσσεται, ὡς παρὰ Λιβανίῳ, φεύγω τὰς ἀρχάς. |
| 139 [5] | φεύγω δὲ τὸ κατηγοροῦμαι πρὸς γενικήν, ὡς τὸ φεύγω φόνου· καὶ διώκω τὸ ἀποπέμπω πρὸς αἰτιατικήν, διώκω δὲ τὸ κατηγορῶ τὸ μὲν πρόσωπον πρὸς αἰτιατικήν, τὸ δὲ πρᾶγμα πρὸς γενικήν, ὡς τὸ διώκω σε φόνου. Οἱ Ἀττικοὶ τοὺς ἄνω τοῦ γένους ἡμῶν, πατέρας φημὶ καὶ προπάτορας, τίμια καὶ τιμίους ἐκάλουν· τοὺς δὲ κάτω τοῦ γένους, υἱοὺς δηλαδὴ καὶ ἐκγόνους, φίλτατα καὶ φιλτάτους· τοὺς δὲ ἐκ πλαγίου, ἀδελφοὺς δηλαδὴ καὶ ἐξαδέλφους, ἐπιτηδείους ἐκάλουν. |
| 141 | Μοναυλίαν ἄγει τις ἀντὶ τοῦ μόνος αὐλίζεται ἐν τοῖς ἑαυτοῦ· ξυναυλία δὲ λέγεται ἡ συνάθροισις δύο καὶ πλειόνων. λέγεται δὲ ξυναυλία καὶ ὅταν δύο αὐληταὶ τὸ αὐτὸ ᾄδωσιν. Ἀτιμάζω τὸ περιφρονῶ παρὰ Λιβανίῳ, μὴ ἀτίμαζε τὸν γάμον. |
| 142 | ἀτιμόω δὲ ἀτιμῶ τὸ ὑβρίζω. Καλῶ τὸ ὀνομάζω, ὡς παρὰ Πλάτωνι, καλῶ δὲ ἐγὼ αὐτοῦ τὸ κεφάλαιον κολακείαν. |
| 143 [5] | καλῶ καὶ τὸ ἐπικαλοῦμαι, ὡς παρ’ Ἀριστείδῃ, καλῶ δὲ ἐπὶ τούτῳ τῷ τολμήματι τὸν Ἑρμῆν λόγιον, καὶ Ἀπόλλωνα μουσαγέτην. Τὸ ἐμὸν κτητικὴ ἀντωνυμία ἐστί. |
| 144 [10] | γίνεται δὲ ἀπὸ τῆς γενικῆς τῶν ἑνικῶν τῆς πρωτοτύπου ἀντωνυμίας, οἷον, ἡ εὐθεῖα ἐγώ, ἡ γενικὴ ἐμοῦ, ἀφ’ οὗ τὸ ἐμόν, οἷον, ἐμὸν πρᾶγμα ἔστι τόδε, τουτέστιν ἐμοῦ. τὸ δὲ ἡμέτερον ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν τῆς πρωτοτύπου ἀντωνυμίας, ὡς λέγομεν τὰ ἡμέτερα αὐτῶν πράγματα, τουτέστιν ἡμῶν. διὰ τοῦτο φασί τινες, ὅτι ἐπὶ πλήθους λαμβάνεται τὸ ἡμέτερον. εὑρίσκεται δ’ οὖν καὶ ἐφ’ ἑνὸς προσώπου παρὰ τοῖς ῥήτορσι. Ἀσκῶ τὸ μανθάνω, ὡς τὸ ἀσκῶ σοφίαν. |
| 145 | ἀσκῶ καὶ τὸ παιδεύω ἕτερον. Τὸ πρίν συντάσσεται μετὰ παρεληλυθότος καὶ μετὰ ἀπαρεμφάτου. |
| 146 [5] | προστιθεμένου δὲ καὶ τοῦ ἄν συντάσσεται καὶ μετὰ ὑποτακτικοῦ. παραδείγματα τούτων, οἷον, πρὶν ἐποίουν καὶ ἐποίησα τόδε, καὶ πρὶν γενέσθαι τόδε, καὶ πρὶν ἂν ποιήσωμεν τόδε. Τὸ μεθ’ ἡμέραν λαμβάνεται ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τῆς ἡμέρας. |
| 147 [5] | δοκεῖ δὲ οὐχ οὕτως διὰ τὴν μετὰ πρόθεσιν ὑστεροχρονίαν δηλοῦσαν. ἐκαινοτομήθη δὲ ὑπὸ τοῦ χρόνου. οἱ γὰρ παλαιοὶ ῥήτορες νύκτωρ καὶ μεθ’ ἡμέραν ἐτίθουν. ὅπερ ἐδήλου, ὡς ἂν εἴποι τις μετὰ τὴν νύκτα τὴν ἡμέραν. οἱ δὲ μεταγενέστεροι τὸ παρηλλαγμένον ἀεὶ ζητοῦντες τῆς φράσεως, καταλιμπάνοντες τὸ νύκτωρ, μόνον τιθέασι τὸ μεθ’ ἡμέραν. Τὸ ἐγώ καὶ τὸ σύ πρωτότυποι ἀντωνυμίαι εἰσί. |
| 148 [10] | τούτων αἱ γενικαὶ ἐμοῦ καὶ σοῦ. ἐξ ὧν παράγονται τὸ ἐμόν καὶ τὸ σόν κτητικαὶ ἀντωνυμίαι. τὸ δὲ ἐμαυτοῦ καὶ σαυτοῦ σύνθετοι ἀντωνυμίαι εἰσί, καὶ χωρὶς ἄρθρων προφέρονται, καὶ εὐθείας οὐκ ἔχουσι. λέγομεν γοῦν ὅτι ἔβλαψα ἐγὼ ἐμαυτόν, καὶ σύ σαυτόν, κἀκεῖνος ἑαυτόν. οὐ λέγομεν δὲ ὅτι ἔβλαψα ἐγὼ σαυτόν, ἢ σὺ ἑαυτόν. ἐπὶ δὲ τῶν πληθυντικῶν, ἐπειδὴ οὐ λέγομεν ἐμαυτούς καὶ σαυτούς, λαμβάνομεν ἀντὶ τούτων τὸ τρίτον πρόσωπον, οἷον, ἐβλάψαμεν ἡμεῖς ἑαυτούς, καὶ ἐβλάψατε ὑμεῖς ἑαυτούς, κἀκεῖνοι ἔβλαψαν ἑαυτούς. Ἕρμαιον λέγεται τὸ εὕρημα. |
| 149 [5] | παράγεται δὲ ἀπὸ τοῦ Ἑρμῆς ἑρμαῖον καὶ ἕρμαιον. οἱ γὰρ παλαιοὶ τὸν Ἑρμῆν ὡς ἔφορον τῶν ὁδῶν παρὰ τὰς ὁδοὺς ἔγραφον, ὥστε καὶ εἴ τι εὕρισκόν τινες ἐν ταῖς ὁδοῖς, τὰς αἰτίας τῷ Ἑρμῇ ἀνετίθουν. καὶ ἀπὸ τοῦ Ἑρμοῦ παρωνόμαζον ἑρμαῖον καὶ ἕρμαιον. Τὸ ἐκλελῆσθαι συντάσσεται καὶ γενικῇ καὶ αἰτιατικῇ· γενικῇ μέν, ὡς παρὰ Λιβανίῳ, οἷον, ὥσπερ ἐκλαθομένη τῶν μεγίστων αὑτὴν εἰς ἀνάμνησιν κονδυλίζει· αἰτιατικῇ δέ, ὡς παρὰ Λουκιανῷ, ἔοικάς μοι ὦ φίλε ἐκλελῆσθαι τὴν ὁδόν. |
| 151 | Τὸ μέμνημαι συντάσσεται καὶ γενικῇ καὶ αἰτιατικῇ· αἰτιατικῇ μέν, ὡς παρ’ Ἀριστείδῃ, οἷον, τὸν προβληθέντα λόγον μέμνημαι· γενικῇ δὲ παρὰ πᾶσι. Φέρω τὸ ἄγω, καὶ φέρω τὸ ὑπομένω. |
| 153 | Γράφεται ἡ αὔξη καὶ ἡ αὔξησις. Τὸ ἐνοχλῶ καὶ διενοχλῶ αἰτιατικῇ συντάσσεται παρ’ Ἀριστείδῃ· οἱ ποιηταὶ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι. |
| 155 [5] | Τὸ ἴσμεν ἀντὶ τοῦ γινώσκομεν γίνεται ἀπὸ τοῦ ἴσημι τὸ γινώσκω. οὗ τὰ πληθυντικά μόνα εἰσὶν ἐν χρήσει. τὰ ἑνικὰ δὲ καὶ τὰ δυϊκὰ οὐκ εἰσὶν ἐν χρήσει. λαμβάνονται δὲ ἀντὶ τούτων τὸ οἶδα, οἶδας, μέχρι τῶν πληθυντικῶν. καὶ λέγεται ἀντιχρονισμός. γίνεται δὲ τὸ οἶδα ἀπὸ τοῦ εἴδω τὸ γινώσκω, ὅπερ οὐδ’ αὐτό ἐστιν ἐν χρήσει. Βάκχος ἐπίθετον τοῦ Διονύσου, ἀφ’ οὗ τὸ βακχεύειν ἀντὶ τοῦ μεθύειν καὶ μαίνεσθαι. |
| 157 [5] | Ἐν Δωδώνῃ χαλκοῦς λέβης ἔκειτο ἐφ’ ὑψηλοῦ κίονος. ἐφ’ ἑτέρου δὲ κίονος πλησίον ἵστατο νεανίας τις ὅμοιος χαλκῆν μάστιγα φέρων. πνεύματος δὲ σφοδροῦ ἐπιόντος φασὶν ἐμπίπτειν τὴν χαλκῆν μάστιγα ἐν τῷ χαλκῷ σκεύει, καὶ πολὺν τὸν ἦχον ἐξακούεσθαι. ὅθεν παροιμία ἐπὶ τῶν πολυλόγων τὸ πλέον τοῦ ἐν Δωδώνῃ χαλκείου λέγειν. Ἀνάστασις λέγεται καὶ ἡ ἀνέγερσις καὶ ἡ ἀναστάτωσις, ὡς παρὰ Δημοσθένει, ὡς τό, οἱ Ὀλύνθιοι ὑπὲρ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος πολεμοῦσι. |
| 159 | Πανοῦργος λέγεται ὁ εἰς πᾶν ἔργον ἐπιβάλλων, ἤγουν ὁ φρόνιμος. νῦν δὲ παρὰ τοῖς νεωτέροις ἐπὶ τοῦ δολίου τίθεται ἡ λέξις. Φράζω ἐνεργητικῶς τὸ λέγω. |
| 160 | φράζομαι δὲ παθητικῶς τὸ νοῶ, ὡς παρ’ Ὁμήρῳ, φράζεο Τυδείδη καὶ χάζεο τυτθὸν ὀπίσσω. Προῆλθεν ἀντὶ τοῦ ἐγεννήθη, ὡς τό, προῆλθεν ἐξ ἁγνῆς παρθένου. |
| 161 [5] | καὶ παρ’ Ἀφθονίῳ, ὁ μῦθος ποιητῶν μὲν προῆλθε. προῆλθε καὶ ἀντὶ τοῦ προέλαβε. προῆλθε καὶ ἀντὶ τοῦ ἐξῆλθεν, ὡς παρὰ τῇ θείᾳ γραφῇ, ὅσοι κατηχούμενοι προέλθετε. καὶ παρὰ Λιβανίῳ, προσκαθημένη ταῖς θύραις ἡ γυνὴ ἐπολιόρκησεν ἄν με, προελθεῖν οὐκ ἐῶσα. Μῦθος καὶ αἶνος ὁ λόγος. |
| 162 | ἀφ’ ὧν προμύθιον καὶ παραίνεσις. Ἀκμὴ λέγεται τὸ μεσαίτατον, ὡς τό, θέρους ἦν ἀκμή. |
| 163 | ἀκμὴ καὶ ἡ ὀξύτης τοῦ ξίφους. Ἀναβάλλομαι σημαίνει τρία. |
| 164 [5] | τὸ ἀνακρούομαι καὶ προοιμιάζομαι. ὡς τό, οἱ τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον· καὶ τὸ ἐνδύομαι, ὡς παρὰ τῇ θείᾳ γραφῇ, ὁ ἀναβαλλόμενος φῶς, ὡς ἱμάτιον. καὶ τὸ εἰς ἀναβολὰς τίθημι τὸ πρᾶγμα, ὡς τό, ἀναβάλλομαι τὴν ὑπόσχεσιν. Ἐπειδὴ οἱ μαχόμενοι διὰ τῶν χειρῶν ἐκπληροῦσι τὴν ὁρμὴν τοῦ θυμοῦ, διὰ τοῦτο λέγομεν τοὺς κατ’ ἀλλήλων ὁρμήσαντας εἰς χεῖρας ἦλθον. |
| 165 [5] | ἀπὸ τούτου λέγομεν καὶ ἐκεχειρίαν τὴν ἄδειαν, ὅπερ γίνεται ἀπὸ τοῦ ἑκὰς καὶ μακρὰν εἶναι χειρῶν, τουτέστι μακρὰν τῆς μάχης. λέγομεν καὶ εὐχερὲς πρᾶγμα τὸ εὔκολον εἰς τὸ ἐμβαλεῖν τινὰ χεῖρας αὐτῷ. λέγεται καὶ εὐχερὴς ἄνθρωπος, ὁ εὔκολος εἰς τὸ ἀπατᾶσθαι. Ἔσπεισεν ἀντὶ τοῦ δι’ ὑγρῶν ἔθυσεν. |
| 166 | ἐσπείσατο δὲ ἀντὶ τοῦ ἐφιλιώθη. Ἀναιρῶ τὸ φονεύω συντάσσεται αἰτιατικῇ. |
| 167 [5] | καὶ ἀναιρῶ τὸ μαντεύω, ὡς παρὰ Πλάτωνι, τότε δεῖ ποιεῖν, ἐὰν καὶ ἡ Πυθοῖ συναναιρῇ. ἀναιροῦμαι δὲ παθητικῶς ἀντὶ τοῦ φονεύομαι καὶ ἀντὶ τοῦ ἀναλαμβάνω, ὡς τό, ἀναιροῦνται οἱ Μεγαρεῖς τὰ βρέφη τῶν Ἀθηναίων. Ἀνεῖλεν ἀντὶ τοῦ ἐφόνευσε, καὶ ἀνεῖλεν ἀντὶ τοῦ ἔχρησεν, ὡς τό, ἀνεῖλεν ὁ Πύθιος, ἀνδροφόνοις οὐ χρῶ. |
| 169 | Χρῶ λέγεται τὸ μαντεύω ἐνεργητικῶς. χρῶμαι δὲ τὸ εἰς χρείαν ἔχω, καὶ χρᾷ ὁ θεός, μαντεύεται δὲ ὁ ἄνθρωπος. Ἐπαγγέλλομαι τὸ ὑπίσχομαι. |
| 170 | ἀπαγγέλλω δὲ τὸ διηγοῦμαι. Μετῆλθεν ἀντὶ τοῦ ἐκόλασεν, ὡς τό, μετέρχεται ὁ παιδαγωγὸς τῶν παίδων τὰ ἁμαρτήματα. |
| 171 [5] | μετῆλθε καὶ ἀντὶ τοῦ μετέπεσεν, ὥς, τὸ ῥόδον λευκὸν ὂν τὴν ἀρχὴν εἰς ὃ νῦν ὁρᾶται μετῆλθε λέγεται καὶ μετελθεῖν ἀντὶ τοῦ διαχειρίσασθαι καὶ κολάσαι. Πορεύομαι ἐγὼ καὶ πορεύω ἕτερον, ὡς παρὰ Λιβανίῳ, μεγάλη τοῖς θεοῖς ἡ χάρις, οἳ σε ἐπόρευσαν πρὸς τὸν βάρβαρον, καὶ πάλιν ἀπέσωσαν. |
| 173 | Ἐξετάζω τὸ ἐρευνῶ. καὶ ἐξετάζομαι τὸ συναριθμοῦμαι, ὡς τὸ ἐξετάζομαι τοῖς στρατιώταις, καὶ ἐξετάζομαι τοῖς ἀρχιερεῦσι. Παραβολὴ παραδείγματος διαφέρει, ὅτι ἡ μὲν παραβολὴ λαμβάνεται παρὰ τῶν ἀεὶ γινομένων πραγμάτων, τὸ δὲ παράδειγμα ἐπὶ τῶν ἅπαξ πραχθέντων. |
| 175 [5] | Ὑπέχω σημαίνει βʹ, τὸ δίδωμι ὡς τό, νόμοις ὑπεχέτω τὴν κόλασιν, παρ’ Ἀφθονίῳ, ὁ μηκέτ’ εἶναι τοὺς νόμους ποιῶν. ὑπέχω καὶ τὸ ὑποβάλλω καὶ ὑποκάτω τίθημι, ὡς τό, ὑπέχει τὰ νῶτα ἡ θάλασσα τῇ νηΐ. Ἐφ’ ὧν τὸ ῥῆμα ἢ ἀφ’ ἑνὸς τῶν διπλῶν ἄρχεται ἢ δύο συμφώνων, ὧν τὸ ς ἡγεῖται, οὐκ ἔσθ’ ὅπως ἂν γένοιτο ἀναδιπλασιασμὸς διὰ συμφώνου, διά τε τὸ κακόφωνον καὶ τὸ τῆς προφορᾶς δυσχερές. |
| 177 [60] | Τῶν ῥημάτων τὰ μὲν προφέρονται ἐνεργητικῶς, ἔχουσι δὲ παθητικὴν τὴν σημασίαν, οἷον πονῶ, κάμνω, καὶ ἕτερα· τὰ δὲ προφέρονται παθητικῶς, ἔχουσι δὲ ἐνεργητικὴν τὴν σημασίαν, οἷον ἔρχομαι, δεδίττομαί σε, καὶ ἕτερα· τὰ δὲ προφέρονται ἐνεργητικῶς καὶ παθητικῶς, ἔχουσι δὲ ἐνεργητικὴν τὴν σημασίαν, οἷον ἀποπέμπω καὶ ἀποπέμπομαί σε, ἀνακαλῶ καὶ ἀνακαλοῦμαί σε, ἀπαριθμῶ καὶ ἀπαριθμοῦμαι, αἰκίζω καὶ αἰκίζομαί σε, ἀσκῶ τὸ μανθάνω καὶ ἀσκοῦμαι τὸ αὐτό, αἰτῶ καὶ αἰτοῦμαι καὶ ἐξαιτοῦμαι, ἀφαιρῶ καὶ ἀφαιροῦμαί σε, σοῦ τάδε, διακονῶ καὶ διακονοῦμαί σοι, διέταξε καὶ διετάξατο, διορθῶ καὶ διορθοῦμαι, διαιρῶ καὶ διαιροῦμαι τόδε, διέλυσε καὶ διελύσατο, δαπανῶ καὶ δαπανῶμαι, ὡς παρὰ Δημοσθένει, ὅσα εἰς ἅπαντα τὸν προτοῦ πόλεμον δεδαπάνησθε· ἐξωθῶ καὶ ἐξωθοῦμαί σε, καὶ ἀπωθοῦμαι καὶ διωθοῦμαι ὁμοίως· ἐφύτευσα καὶ ἐφυτευσάμην τὸ φυτόν, ὡς παρὰ Λιβανίῳ, ὥσπερ αὐτὸς ὢν Ὅμηρος ὁ φυτευσάμενος, εἶτα ὁρῶν κείμενον θρῆνον εἰς τὸ ἔρνος ᾄδει· ἐρῶ καὶ ἔραμαί σου, ἐπανατείνω τὰς χεῖρας εἰς εὐχὴν καὶ ἐπανατείνομαι τῷ δεῖνι τὴν ῥάβδον, θύω καὶ θύομαι τῷ θεῷ, θαυμάσω καὶ θαυμάσομαι, καταστρέφω, καὶ καταστρέφομαι τὰς πόλεις, καταδουλῶ καὶ καταδουλοῦμαί σε, κρύπτω καὶ κρύπτομαί σε, καὶ μετὰ τῆς ἀπό προθέσεως· κατέστησε καὶ κατεστήσατο, λοιδορῶ καὶ λοιδοροῦμαί σοι, σέ, καὶ μετὰ τῆς διά· μαρτυρῶ ἐγώ, καὶ μαρτύρομαί σε, ἀντὶ τοῦ μάρτυρα προβάλλομαί σε· μερίζω καὶ μερίζομαι ἐμαυτῶ τόδε. ἐπισφραγίζω καὶ ἐπισφραγίζομαι τὰ πράγματα, πράττω καὶ πράττομαι τὸ ἀπαιτῶ, προτρέπω καὶ προτρέπομαί σοι, πορίζω καὶ πορίζομαί σοι τάδε, καὶ μετὰ τῆς ἔκ προθέσεως ὁμοίως· παύω τοῦ ἔργου καὶ παύομαι ὁμοίως· πονῶ καὶ πονοῦμαι περὶ τόδε, καὶ μετὰ τῆς διά προθέσεως· παραστήσει καὶ παραστήσεται τὴν Ὄλυνθον Φίλιππος, παρέχω καὶ παρέχομαί σοι τόδε, συγχωρήσομεν καὶ συγχωρησόμεθα παρ’ Ἀριστείδῃ, εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν ῥητορικήν, τί μᾶλλόν γε αἰσχρὸν εἶναι συγχωρησόμεθα· παραχωρήσει καὶ παραχωρήσεται παρ’ αὐτῷ, τί δὲ ἡ συγγενής σοι νομοθετικὴ οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ παρεχώρησε πάλαι· θαυμάσω καὶ θαυμάσομαι, θρύψω καὶ θρύψομαι, ἀκούσω καὶ ἀκούσομαι, παρέξω καὶ παρασχήσομαι, ὡς παρ’ Ἀριστείδῃ, ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας παρασχήσομαι μαρτυρίαν· ἀποβάλλω καὶ ἀποβάλλομαι, ἁρμόζω καὶ ἁρμόζομαι, ὡς παρὰ Φίλωνι, ἁρμοζόμενοι καὶ ἑνοῦντες αὐτῶ τῇ ψυχῇ· ἐκμετρῶ καὶ ἐκμετροῦμαι παρὰ τῷ αὐτῷ, τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωσῆς κατασκευάζει, πήχεσιν ἑκατὸν τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμετρούμενος· περιβλέπω καὶ περιβλέπομαι, σπῶ καὶ σπῶμαι παρὰ Φίλωνι, περιβλέπομαι τἀν κύκλῳ, καθαρᾶς καὶ ἀμιγοῦς κακῶν ζωῆς σπᾶσαι γλιχόμενος· ῥᾳθυμῶ καὶ ῥᾳθυμοῦμαι παρὰ Λιβανίῳ, ἔμενες, Ἄπολλον, φρουρὸς τῆς Δάφνης καὶ ῥᾳθυμούμενος· τρέπω καὶ τρέπομαι τοὺς πολεμίους, ὑπηρετῶ καὶ ὑπηρετοῦμαί σοι, ὑποτέμνω καὶ ὑποτέμνομαι, ὡς παρὰ τῷ Μεταφραστῇ, ἡ φθάσασα λύπη τὴν μέλλουσαν ἡδονὴν ὑποτέμνεται· προΐστημι καὶ προΐσταμαί σε ἐμοῦ, ὡς παρ’ Ἀριστείδῃ, ὅ τε δῆμος εἴτινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ· βιάζω καὶ βιάζομαι. |
| 178 [5] | Φθήσονται ἀντὶ τοῦ φθάσουσι παρ’ Ἀριστείδῃ, οὗ τὸ θέμα φθῶ ἄχρηστον. λαμβάνεται δὲ ἀντὶ τοῦ τοιούτου θέματος τὸ φθάνω, ὅπερ μέλλοντα οὐκ ἔχει. λαμβάνεται δὲ ὁμοίως ἀπὸ τοῦ θίγω τὸ θιγγάνω, καὶ ἀντὶ τοῦ μήθω τὸ μανθάνω, καὶ ἀντὶ τοῦ ἐρεύγω τὸ ἐρυγγάνω. Κατάγεσθαι καὶ καταίρειν ἐπὶ νηός, ὅταν ἀπὸ πελάγους εἰς λιμένα ἔρχηται. |
| 179 [15] | ἀνάγεσθαι δὲ καὶ ἀπαίρειν, ὅταν ἀπὸ λιμένος πρὸς πέλαγος. παράδειγμα τοῦ καταίρειν παρ’ Ἀριστείδῃ, πολλὰ γὰρ ἂν πελάγη περάσαις, καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις· τοῦ δὲ ἀπαίρειν παράδειγμα παρὰ τῷ αὐτῷ, οἱ κυβερνῆται καὶ πρὶν ἀπαίρειν κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων. τὸ δὲ κατάγεσθαι καὶ ἀνάγεσθαι διπλῆν ἔχουσι τὴν σημασίαν, μίαν μέν, ἣν εἴπομεν, δευτέραν δέ, τὸ μὲν κατάγεσθαι ἀντὶ τοῦ ξενίζεσθαι παρά τινος, τὸ δὲ ἀνάγεσθαι ἀντὶ τοῦ ἀναστρέφεσθαι. ἀπὸ τούτων γίνονται ὀνόματα καταγωγὴ ἡ ξενία καὶ ὁ κατάπλους, ἀναγωγὴ δὲ ὁ ἀνάπλους καὶ ἡ ἀναστροφή. Φιλοτιμεῖται ἀντὶ τοῦ ἐπιδείκνυταί τις κατὰ τὸν λόγον. |
| 180 [5] | φιλοτιμεῖται καὶ ἀντὶ τοῦ παρέχει, ὡς παρ’ Ἀφθοίνῳ, ὁ γάμος φιλοτιμεῖται τὰ γένη μετὰ σωφροσύνης. ἀπὸ τούτων καὶ ὄνομα φιλοτιμία ἡ ἐπίδειξις καὶ ἡ παροχή. Εἰσί τινα ῥήματα, ὧν τὸ θέμα ἔχει εἰς ω τὴν λήγουσαν τὸ καταρχάς, ἔπειτα πρὸ τοῦ ω προστιθεμένου τοῦ ν παράγονται ἕτερα ῥήματα διὰ τοῦ υω, ἔτι δὲ καὶ ἡ τετάρτη συζυγία τῶν εἰς μι, οἷον ζεύγω, ζευγνύω, ζεύγνυμι, ὄρω, τὸ διεγείρω, ὀρνύω, ὄρνυμι, σβέω, σβεννύω, σβέννυμι, ἕω, τὸ ἐνδύομαι, ἑννύω, ἕννυμι, καὶ ἀμφιέννυμι, ἄχω, ἀχνύω, ἄχνυμι, ῥῶ, ῥωννύω, ῥώννυμι, πήγω, πηγνύω, πήγνυμι. |
| 181 [10] | ὁμοίως καὶ τὸ ῥήγνυσθαι, διόμνυσθαι, φράγνυσθαι, ζώννυσθαι, ὀμόργνυσθαι, δαίνυσθαι, πτάρνυσθαι, καὶ ὅσα τοιαῦτα. Χρῄζω τὸ χρείαν ἔχω συντάσσεται γενικῇ, χρῄζω δὲ τὸ δανείζω δοτικῇ, ὡς παρὰ Πλάτωνι, χρῇσον μοι τὴν χλαμύδα σοῦ, χρῄζω δὲ τὸ θέλω αἰτιατικῇ· ὡς παρὰ Σοφοκλεῖ, οἶσθ’ ἃ χρῄζεις. |
| 183 | Δόρασιν, ἡ εὐθεῖα τὸ δόρας. ἄχρηστος δὲ ἡ τοιαύτη εὐθεῖα. λαμβάνεται δὲ ἀντὶ τούτου τὸ δόρυ. Τὸ κλῦθι γίνεται κατὰ μεταπλασμὸν ἀπὸ τοῦ κλύε. |
| 184 [25] | ἔστι δὲ μεταπλασμὸς μετασχηματισμὸς λήξεως ὀνόματος ἢ ῥήματος ἢ ἐπιῤῥήματος εἰς ὁμοιομερὲς τελικόν, ὀνόματος μέν, ὡς τὸ λέων ἀλκὶ πεποιθώς. ἐνταῦθα γὰρ τὸ ἀλκῇ κατὰ τοὺς κοινοὺς η γραφόμενον μεταπέπλασται κατὰ τοὺς ποιητὰς εἰς τὸ ι, ὅπερ ἐστὶ καὶ αὐτὸ τελικὸν τῆς δοτικῆς. ὁμοίως καὶ ἐπὶ τοῦ ἐρυσάρματες ἵπποι. καὶ τὸ κλαδὶ παρ’ Αἰλιανῷ ἐν τῷ περὶ ζώων. ῥήματος δὲ ὡς ἐπὶ τοῦ κλῦθι, καὶ ἴθι, καὶ ἄνωχθι. καὶ φάθι. κἀνταῦθα γὰρ μεταπέπλασται τὸ ε εἰς τὸ θι, τελικὸν ὂν καὶ αὐτὸ τῶν προστακτικῶν, ὡς τὸ τύπηθι. ταυτὸν δὲ κἀπὶ τῶν εὐκτικῶν γίνεται ῥημάτων. τὸ γὰρ δοίην καὶ γνοίην καὶ εἰδείην καὶ ὅσα τοιαῦτα ἀπὸ τῶν εἰς μι τελικῶν μετεπλάσθησαν. τελικὰ γὰρ ἀμφότερα τῶν εὐκτικῶν, ὡς τὸ τύποιμι καὶ τυφθείην. ἐπιῤῥήματος δέ, ὡς ἐπὶ τοῦ δίχα καὶ τρίχα καὶ τέτραχα. μεταπλασμὸς γὰρ κἀν τούτοις γέγονε τοῦ η εἰς τὸ α. διχῆ γὰρ ἦν, καὶ τριχῆ, καὶ τετραχῆ. ὅτι δὲ καὶ τὸ α τελικόν ἐστι τῶν ἐπιῤῥημάτων, δῆλον ἐκ τοῦ μάλα καὶ σφόδρα καὶ κάρτα καὶ ἅμα καὶ εἶτα. τὸ δὲ τάχα. ποτὲ μὲν λαμβάνεται ἐπὶ δισταγμοῦ, ποτὲ δὲ ἀντὶ τοῦ ταχέως. καὶ γίνεται ἀπὸ τοῦ ταχέα τάχα κατὰ συγκοπήν. ὥσπερ δὴ καὶ τὸ σάφα καὶ ὦκα καὶ λίγα, ἀπὸ τοῦ σαφέα καὶ ὠκέα καὶ λιγέα. Πρόγονος ὁ τοῦ πατρὸς ἢ τῆς μητρὸς πατήρ, ἢ πάππος. |
| 185 | προγονὸς δὲ ὁ υἱὸς τῆς συζυγείσης τῷ δεῖνι, ὃν ἔσχε μετὰ ἑτέρου προτέρου ἀνδρός. Πατρῶος κλῆρος ὁ ἀπὸ τοῦ πατρός. |
| 186 [10] | πατρωὸς δὲ τοῦ δεῖνος, ἤγουν ᾧ συνεζύγη ἡ μήτηρ τοῦ δεῖνος, ἀποθανόντος τοῦ ἰδίου πατρός, ὃν τρόπον λέγομεν καὶ μητρυιὰν τοῦ δεῖνος, καὶ νόμος μὲν ὁ τὸ δίκαιον διδούς, νομὸς δὲ ὁ τῆς νομῆς τόπος. καὶ Τύρος πόλις, τυρὸς δὲ ὁ ἀπὸ γάλακτος. καὶ πλείων μὲν ὁ χρόνος κατὰ περιοχήν, πλειὼν δέ, οὗ συγκριτικὸν ὁ περισσότερος. καὶ Ἄργος τόπος, ἀργὸς δὲ ὁ ῥάθυμος. καὶ ὁλκὸς μὲν τοῦ ὄφεως τὰ ἴχνη, ὁλκὴ δὲ τὸ βάρος τοῦ σταθμωμένου. κάλαμος, δι’ οὗ γράφομεν, καλάμη δὲ ἡ τοῦ σίτου. θάλαμος ὁ ἐνδότερος οἶκος, θαλάμη δὲ ἡ ὀπή, ἣ καὶ ἡ τῶν ἰχθύων κατοικία. Καταγαγεῖν λέγεται καὶ τὸ καταβαλεῖν ἄνωθεν κάτω. |
| 187 | καταγαγεῖν καὶ τὸ ἀνακαλέσασθαί τινα ἐπὶ ἐξορίας, ὡς παρ’ Ἀφθονίῳ, Ἀθηναῖον γὰρ ἐληλαμένον κατήγαγον τὸν Ἀμύνταν. Ἐλπίζω ποιήσειν τόδε ἐμὲ ἀμετάβατον. |
| 188 [5] | καὶ ἐλπίζω τινὰ ἀντὶ τοῦ εἰς ἐλπίδας ἄγω. ὡς ἐν Ὀδυσσείᾳ, πάντας μέν ῥ’ ἔλπει καὶ ὑπόσχεται ἀνδρὶ ἑκάστῳ ἡ Πηνελόπη. καὶ παρὰ τῷ Μεταφραστῇ, ὁ Ἰωάννης τόδε καὶ τόδε ποιεῖ ἀπελπίζων τοῖς γονεῦσι τὴν ἐπάνοδον, ἀντὶ τοῦ ἀπελπισμὸν διδούς. Ἀφήγησις ἡ διήγησις καὶ ἔκθεσις πράγματος, τὸ ὡς ἔτυχε διεξέρχεσθαι καὶ διηγεῖσθαι τὰ πράγματα. |
| 189 [5] | διήγησις ἡ παραίνεσις. περιήγησις δὲ ἡ λεπτομερὴς τοῦ πράγματος ἀφήγησις. Σοφίζω τὸν δεῖνα ἀντὶ τοῦ σοφίαν διδάσκω. |
| 190 | σοφίζομαι δὲ ἀντὶ τοῦ ἀπατῶ. Τὸ τὰ προσήκοντα πρὸς ἀνθρώπους ποιεῖν λέγεται δίκαιον· ὅσιον δὲ τὸ τὰ προσήκοντα πρὸς τὸν θεόν. |
| 192 | Προσηγορία λέγεται ἡ ὀνομασία. προσαγορία δὲ ὁ χαιρετισμός. Ἆθλον τὸ α μακρόν. |
| 193 | ἀπὸ γὰρ τοῦ ἄεθλον γέγονεν. Οἱ Αἰγύπτιοι τὸν ἐνιαυτὸν ἀπὸ τῆς τοῦ Νείλου ποταμοῦ ἀναβάσεως τεκμαίρονται. |
| 194 [5] | διὰ τοῦτό φασιν ὀνομασθῆναι καὶ καθ’ Ἕλληνας οὕτω. τὸ γὰρ Νεῖλος ἀναλυόμενον εἰς ἀριθμούς, τῶν τοῦ ἐνιαυτοῦ τξε ἡμερῶν ἀποτελεῖ τὴν ποσότητα. Ὁ Μίνως, τοῦ Μίνω, τῷ Μίνῳ, τὸν Μίνων. |
| 196 [5] | Ἐλέγχω ἀντὶ τοῦ παρίστημι, ὡς τὸ ἐλέγχω σὲ δύσνουν ὄντα τῇ πόλει. ἐλέγχω καὶ τὸ φαυλίζω παρ’ Ἀριστείδῃ, εἶτα Πλάτων ἐλέγχειν μὲν βούλεται ῥητορικήν, κατηγορεῖ δὲ καὶ τῶν τυράννων, τὰ ἄμικτα μιγνύς. ἐλέγχω καὶ τὸ ἐρωτῶ παρὰ Ξενοφῶντι· οἱ δὲ τοὺς αἰχμαλώτους διαλαβόντες ἤλεγχον, εἴτινα εἰδεῖεν ὁδὸν ἄλλην ἢ τὴν φανεράν. Παραιτοῦμαι τὸ ἀπαγορεύω. |
| 197 | παραιτοῦμαι καὶ τὸ συγγνώμην αἰτῶ, ὡς παρ’ Ἀριστείδῃ· παραιτεῖσθαι μὲν οὐκ οἶδ’ ὅτι δεῖ περὶ τῶν αὐτῶν πολλάκις. Διακοῦσαι τὸ διόλου. |
| 198 | ἡ διά γὰρ ἀντὶ τοῦ διόλου κεῖται. |