ΑΓΡΟΙΚΟΣ
ἐπιτριτῶσαι
ΑΝΤΙΔΟ...
κροταλίζειν
ΑΥΛΗΤΗΣ
ὕδατός τε λακκαίου. Β. παρʼ ἐμοῦ τουτί γέ σοι
νόμιζʼ ὑπάρχειν. . . . . . . . . . . . . .
ἴσως τὸ λακκαῖόν γʼ ὕδωρ ἀπόλωλεν.
ΒΟΤΡΥΛΙΩΝ
οὐκ ἄν γʼ ἐμοὶ τουτὶ γένηται κεράμινον.
συνήλικα
ΓΛΑΥΚΟΣ
δεκατῶναι
ΕΥΑΝΔΡΙΑ
καὶ τὰς παλαίστρας σοι μὰ τὴν γῆν μὴ σύ γε
δῷς, ἀλλʼ ἀπόδος. Β. καὶ δὴ φέρουσʼ ἐξέρχομαι.
ΙΩ
ΚΑΛΥΨΩ
παραγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.
ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε.
ΚΙΡΚΗ
τοὺς μὲν ὀρειονόμους ὑμῶν ποιήσει δέλφακας ἠλιβάτους,
τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους,
λέοντας.
δεινὸν μὲν γὰρ ἔχονθʼ ὑὸς
ῥύγχος, ὦ φίλε Κινησία.
ΛΥΡΟΠΟΙΟΣ
ἐγὼ δὲ βαρβίτους, τριχόρδους, πηκτίδας,
κιθάρας, λύρας, σκινδαψὸν ἐξηρτυόμαν.
πῶς ἔχεις; ὡς ἰσχνὸς εἶ.
Β. ἀπόλλυμαι. τρέφω γὰρ ἐν ἀγρῷ χωρίον.
ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια.
ξανθοῖς τε μύροις χρῶτα λιπαίνων,
χλανίδας θʼ ἕλκων, βλαύτας σύρων,
βολβοὺς τρώγων, τυροὺς κάπτων,
ᾠὰ κολάπτων, κήρυκας ἔχων,
Χῖον πίνων, καὶ πρὸς τούτοις
ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν
Ἐφεσήια γράμματα καλά.
ΜΑΓΕΙΡΟΙ
τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
ἰχθύδιʼ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια;
συσσίτιον μέλλεις νοσηλεύειν; ὅσον
ἀκροκώλιʼ ἕψειν . . . ῥύγχη, πόδας.
ΜΟΝΟΤΡΟΠΟΣ
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
ἀναρπάσας Μάτων, ἐγὼ δʼ ἀπόλλυμαι.
ΝΕΟΤΤΙΣ
ἐὰν δέ τις μέτρια λέγουσα . . .
τοῖς δεομένοις τινῶν ὑπουργῇ πρὸς χάριν,
ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα
προσηγορεύθη· καὶ σὺ νῦν οὐχ ὡς λέγεις
πόρνης, ἑταίρας δʼ εἰς ἔρωτα τυγχάνεις
ἐληλυθώς· ἆρʼ ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε,
οὗ γένος τίς ἂν δύναιτο παρανομώτερον φράσαι;
τίς γὰρ ἢ δράκαινʼ ἄμικτος, ἢ Χίμαιρα πύρπνοος,
ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
Σφίγξ, ὕδρα, λέαινʼ, ἔχιδνα, πτηνά θʼ Ἁρπυιῶν γένη,
εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους;
οὐκ ἔνεσθʼ, αὗται δʼ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
ἔστι δὲ σκοπεῖν ἀπʼ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους.
εἷς μόνος δʼ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετʼ ἐκ τῆς οἰκίας.
οἱ Σινώπῃ δʼ αὖ συνόντες οὐχ ὕδρᾳ σύνεισι νῦν;
γραῦς μὲν αὕτη, παραπέφυκε δʼ ἡ Γνάθαινα πλησίον·
ὥστʼ ἀπαλλαγεῖσιν αὐτῆς ἔστι διπλάσιον κακόν.
ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
οὐ δύʼ ἀποπνίξασʼ ἑταίρους τὸν τρίτον θηρεύεται
ἔτι λαβεῖν; ἀλλʼ ἐξέπεσε πορθμὶς ἐλατίνῳ πλάτῃ.
ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ,
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκʼ αὐτῷ σκάφει;
ἡ Θεανὼ δʼ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
αἳ λαλοῦσʼ ἁπλῶς μὲν οὐδέν, ἀλλʼ ἐν αἰνιγμοῖς τισιν,
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
εἶτα τετράπους μοι γένοιτο, φησί, τήνπρος ἢ θρόνος·
εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους.
εἶθʼ ὁ μὲν γνοὺς ταῦτʼ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους,
οὐδʼ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δʼ ἄκων μόνος.
οἱ δʼ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι,
καὶ φέρονθʼ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δʼ οὐδὲ ἕν
ἐσθʼ ἑταίρας ὅσα περ ἔστι θηρίʼ ἐξωλέστερον.
ΝΗΡΕΥΣ
καί τοι πολύ γʼ ἔσθʼ ἥδιον· οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρὶς ὕδατος, οἴνου δʼ ἓν μόνον.
ΟΡΝΙΘΟΚΟΜΟΙ
καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς
ΠΛΟΥΣΙΟΙ
διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,
μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει;
Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δʼ ἔμαθεν οὐδεπώποτε.
ΥΑΚΙΝΘΟΣ ΠΟΡΝΟΒΟΣΚΟΣ
ἡ μουσικὴ δʼ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν
ἀεί τι καινὸν κατʼ ἐνιαυτὸν θηρίον
τίκτει.
ἐγὼ δʼ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω. . . . . . . . . . .
σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
ΧΑΡΙΤΕΣ
οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές·
ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει
ἔλαττον, ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
ΧΡΥΣΟΧΟΟΣ
ἤδη σχεδόν τι πάντα σοι, πλὴν Κτησίου·
δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δʼ οὐκ ἐπίσταται μόνος.
ΩΡΑΙ
μᾶλλον μᾶλλον
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
ἔπειθʼ ὁ μὲν λέμμʼ ἐστίν, ὁ δʼ ἕτερον δάκνει.
ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσʼ ὑπʼ ἀπιστίας τὰς οἰκίας.
καὶ πῶς γυνή,
ὥσπερ θάλαττα, νῆσον ἀμφιέννυται;
τὰ δὲ σφύρʼ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
φέρʼ αὔτʼ ἀνύσας. Β. ἀλλʼ ἔστι πενθηρὸν πάνυ.
τὴν Ἑκτόρειον, τὴν ἐφίμερον κόμην
ἡμεῖς δέ γʼ ἐκτενίζομεν Τελέσιππον οἰκόσιτον.
καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν
ἀντίκρισις
ἐβοστρύχιζον
φιλοδεσποτεύομαι
ψηλαφίζει