eul_wid: fve-aa

Ἀποσπάσματα
Persian Court Customs

Heraclides of Pontus II Persian Court Customs PDF

t1-7 ΠΕΡΣΙΚΑ. ΠΑΡΑΣΚΕΥΑΣΤΙΚΑ.
t1-8 (1t) E LIBRO PRIMO. Athenaeus XII: Φυλάσσουσί τε αὐτὸν (sc. regem Persarum) καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος Ἡρακλείδης ἐν πρώτῃ Περσικῶν. Αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται, ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι, λύχνων καιομένων. Χρῆται δὲ αὐταῖς καὶ πολλάκις ὁ βασιλεὺς διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. Ἦσαν δὲ οὗτοι τῶν δορυφόρων καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμὸν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων. Καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς, ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ’ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν, ἢ βασιλεύς. Ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα· ἐνίοτε δὲ καὶ ἐφ’ ἵππου· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. Εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. Ὁ δὲ θρόνος, ἐφ’ ᾧ ἐχρημάτιζε καθήμενος, χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ’ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν. E LIBRO SECUNDO.
t1-9 (t) Athenaeus IV: Ἡρακλείδης δ’ ὁ Κυμαῖος, ὁ τὰ Περσικὰ συγγράψας, ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν, «Καὶ οἱ θεραπεύοντες (φησὶ) τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες λελουμένοι διακονοῦσιν, ἐσθῆτας καλὰς ἔχοντες, καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. Τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἱ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἱ δὲ εἴσω μετὰ βασιλέως. Καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ’ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται, καὶ ἐν ᾧ οἱ σύνδειπνοι. Καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ τῇ θύρᾳ· ἐκεῖνοι δ’ αὐτὸν οὐχ ὁρῶσιν. Ἐνίοτε μέντοι, ἐπειδὰν ἑορτὴ ᾖ, ἐν ἑνὶ οἰκήματι ἅπαντες δειπνοῦσιν, ἐν ᾧ καὶ ὁ βασιλεὺς, ἐν τῷ μεγάλῳ οἴκῳ. Ὅταν δὲ ὁ βασιλεὺς πότον ποιῆται, (ποιεῖ δὲ πολλάκις,) συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα. Καὶ ὅταν δειπνήσωσιν ὅ τε βασιλεὺς αὐτὸς καθ’ αὑτὸν καὶ οἱ σύνδειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων. Καὶ ὅταν εἰσέλθωσι, συμπίνουσι μετ’ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι· καὶ οἱ μὲν χαμαὶ καθήμενοι, ὁ δ’ ἐπὶ κλίνης χρυσόποδος κατακείμενος· καὶ ὑπερμεθυσθέντες ἀπέρχονται. Τὰ δὲ πλεῖστα ὁ βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ. Ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συνδειπνεῖ, καὶ τῶν υἱῶν ἔνιοι. Καὶ παρὰ τὸ δεῖπνον ᾄδουσί τε καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ· καὶ μία μὲν ἐξάρχει, αἱ δ’ ἄλλαι ἀθρόως ᾄδουσι. Τὸ δὲ δεῖπνον, φησὶ, τοῦ βασιλέως καλούμενον ἀκούσαντι μὲν δόξει μεγαλοπρεπὲς εἶναι, ἐξεταζόμενον δὲ φανεῖται οἰκονομικῶς καὶ ἀκριβῶς συντεταγμένον, καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον. Ἔστι μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα. Τούτων δ’ εἰσὶ καὶ ἵπποι, καὶ κάμηλοι, καὶ βόες, καὶ ὄνοι, καὶ ἔλαφοι, καὶ τὰ πλεῖστα πρόβατα· πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται, οἵ τε στρουθοὶ οἱ Ἀράβιοι, (ἔστι δὲ τὸ ζῷον μέγα,) καὶ χῆνες καὶ ἀλεκτρυόνες. Καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν, ὅ τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. Τὰ δὲ πλεῖστα τούτων τῶν ἱερείων καὶ τῶν σιτίων, οὓς τρέφει βασιλεὺς τῶν τε δορυφόρων καὶ τῶν πελταστῶν, τούτοις ἐκφέρεται εἰς τὴν αὐλήν· οὗ οἱ ἐδέατροι ἅπαντα μερίδας ποιήσαντες τῶν κρεῶν καὶ τῶν ἄρτων ἴσας διαιροῦνται. Ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. Οὕτω δὲ καὶ παρὰ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσιν ἀθρόᾳ πάντα τὰ σιτία ἐπὶ τὴν τράπεζαν παρατίθεται· ἐπειδὰν δὲ οἱ σύνδειπνοι δειπνήσωσι, τῶν ἀπὸ τῆς τραπέζης παραλειπομένων, (καταλείπεται δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοι,) ὁ τῆς τραπέζης ἐπιμελούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν· καὶ ταῦτα λαβὼν, τὴν καθ’ ἡμέραν ἔχει τροφήν.
t1-9 (50) Παρὰ γὰρ τὸν βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ τὸ ἄριστον μόνον, διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς πορεύωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑποδέχωνται.» Etym.
t1-10 M.: Δανάκης, νομίσματός ἐστιν ὄνομα βαρβαρικὸν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν· εἴρηται δὲ δανάκης, ὁ τοῖς δαναοῖς ἐμβαλλόμενος· δαναοὶ γὰρ οἱ νεκροί· τουτέστιν ξηροί, δανὰ γὰρ τὰ ξηρά. Ἡρακλείδης ἐν τῷ δευτέρῳ τῶν Περσικῶν. Athenaeus XII: Ἡρακλείδης δ’ ὁ Κυμαῖος, ὁ τὰ Περσικὰ συγγράψας, ἐν τοῖς ἐπιγραφομένοις Παρασκευαστικοῖς εἰπὼν, ὡς ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα· «Οὗτος δ’ ὑπερβάλλει τῇ τρυφῇ καὶ ῥᾳθυμίᾳ.
t1-11 Διατρίβει τε γὰρ ἀεὶ ἐν τοῖς βασιλείοις, ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων, καὶ πράττει οὐδὲ ἓν πρᾶγμα, οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς αὐτὸς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων, καὶ αὕτη ἁλύσει δέδεται. Ὁ οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως, καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς, ἐπειδὰν αἴσθηται, εἰσκαλεῖ, καὶ αὐτὸς δικάζει. Καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνήσκουσιν· ἐὰν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται.» Τὰ δ’ ἀναλώματα λέγει τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαβυλώνια. Athenaeus II: Πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης, καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν.
t6-7 Ex Historia Regum Persarum. Plutarch.
6 Themist. c. 27: Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτι δ’ ἄλλοι πλείονες ... Plutarch.
7 Artox. c. 23: Ἔνιοι μέντοι λέγουσιν, ὧν ἐστι καὶ Ἡρακλείδης ὁ Κυμαῖος, οὐ μίαν μόνον τῶν θυγατέρων (sc. τὴν Ἄτοσσαν), ἀλλὰ καὶ δευτέραν, Ἄμηστριν, γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧς ὀλίγον ὕστερον ἀπαγγελοῦμεν. Ὁ δὲ (sc. Δαρεῖος) ἤνεγκεν οὐ μετρίως, εἴτ’ ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονὼς, εἴτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός. Αἰσθόμενος δ’ αὐτὸν οὕτως ἔχοντα Τηρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθ’ αὑτόν. Ἦν δὲ τοιαῦτα. Πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησεν Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δ’ Ὀροίτῃ, Τηριβάζῳ δ’ Ἄμηστριν. Καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δ’ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμηστριν· ἀντ’ ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἄτοσσαν ἐνηγγύησεν. Ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ Τηρίβαζος ἔσχεν, οὐδ’ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ’ ἀνώμαλος καὶ παράφορος.