eul_wid: nbq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Passions, Book 2 by Andronicus of Rhodes

On Passions is a philosophical treatise by Andronicus of Rhodes, a leading Peripatetic scholar of the first century BCE. The work is a systematic handbook that classifies and defines the various states of the psychē, particularly the passions or emotions, within the framework of Aristotelian psychology and ethics. Book 2 of this work continues this project through twenty-eight distinct passages, offering a methodical catalogue of concepts like anger, fear, and pity, as well as dispositions and capacities. The text survives in full and has been transmitted through the centuries as part of the broader corpus of Aristotelian works. This treatise is a product of a period of revival for Aristotle's school. It is thought to have been written primarily for pedagogical use within the Lyceum, aiming to preserve and clarify Peripatetic doctrine in a textbook style. By providing standardized definitions, the work helped shape the technical vocabulary for later ancient and medieval commentators studying emotion and moral character.

ΠΕΡΙ ΠΑΘΩΝ

Ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά· καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δὲ αἰσχρῶν αἱ κακίαι· ὥστε ἐπαινεταὶ μὲν αἱ ἀρεταί, ἐπαινετὰ δέ ἐστι καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα αὐταῖς καὶ τὰ γινόμενα ἀπʼ αὐτῶν ψεκτὰ δὲ τὰ ἐναντία.

Εἴδη ἀρετῆς δʹ· φρόνησις· σωφροσύνη· δικαιοσύνη· ἀνδρεία.

αʹ Φρόνησις μὲν οὖν ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων.

βʹ Σωφροσύνη δὲ ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἱρετῶν καὶ οὐδετέρων.

γʹ Δικαιοσύνη δὲ ἕξις ἀπονεμητικὴ τοῦ κατʼ ἀξίαν ἑκάστῳ.

δʹ Ἀνδρεία δὲ ἐπιστήμη δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων·

Τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα

αʹ τοῦ μὲν λογιστικοῦ ἀρετή ἐστιν ἡ φρόνησις·

βʹ τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία·

γʹ τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια·

ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία.

Κακία δέ ἐστι τοῦ μὲν λογιστικοῦ ἡ ἀφροσύνη· τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία· τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ ἀκρασία·

ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἡ ἀνελευθερία καὶ ἡ μικροψυχία.

Ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ κατασκευαστικὴ τῶν εἰς εὐδαιμονίαν συντεινόντων.

Σύμβωμοι δέ εἰσιν αὐτῆς εὐβουλία· ἀγχίνοια· πρόνοια· βασιλική· στρατηγική· πολιτική· οἰκονομική· διαλεκτική· ῥητορική· φυσική.

αʹ Εὐβουλία μὲν οὖν ἐστιν ἐπιστήμη συμφερόντων.

βʹ Ἀγχίνοια δὲ ἕξις ἐξ ὑπογύου τὸ καθῆκον εὑρίσκουσα.

γʹ Πρόνοια δὲ ἕξις ὁδοποιεῖσθαι δυναμένη εἰς τὸ μέλλον, ὡς ἂν πράττηται ὡς χρή.

δʹ Βασιλικὴ δὲ ἐμπειρία τοῦ ἄρχειν πλήθους ἀνυπευθύνως.

εʹ Στρατηγικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν στρατοπέδῳ συμφερόντων.

…

ζʹ Πολιτικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν πόλει συμφερόντων.

ηʹ Οἰκονομικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν οἴκῳ συμφερόντων.

θʹ.

ιʹ Διαλεκτικὴ δὲ ἐπιστήμη τοῦ εὖ διαλέγεσθαι.

ιαʹ Ῥητορικὴ δὲ ἐπιστήμη τοῦ εὖ λέγειν.

ιβʹ Φυσικὴ δὲ ἐπιστήμη τῶν περὶ φύσιν.

Ἔργα δὲ τῆς φρονήσεως· τὸ εὖ βουλεύσασθαι· τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά· τὸ χρήσασθαι καλῶς πᾶσι τοῖς ὑπάρχουσιν ἀγαθοῖς· τὸ ὁμιλῆσαι ὀρθῶς· τὸ συνιδεῖν τοὺς καιρούς· τὸ ἀγχίνως χρήσασθαι καὶ ἔργῳ καὶ λόγῳ· τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων ἁπάντων.

Μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια καὶ ἐπιδεξιότης καὶ εὐβουλία ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστιν ἢ παρέπεται τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον παραίτια τῆς φρονήσεως καθάπερ καὶ ἡ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη, οἷον ἡ εὐβουλία καὶ ἡ ἀγχίνοια.

Πραότης δέ ἐστιν ἀρετὴ τοῦ θυμοειδοῦς καθʼ ἣν πρὸς ὀργὰς γίνονται δυσκίνητοι. ἔργα δὲ αὐτῆς· τὸ δύνασθαι φέρειν ἐγκλήματα καὶ ὀλιγωρίας μετρίας καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὴν τιμωρίαν· καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς· ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἤρεμον τῆς ψυχῆς καὶ στάσιμον.

Ἀνδρεία δέ ἐστιν ἀρετὴ τοῦ θυμοειδοῦς καθʼ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον.

Οἰκεῖα δὲ αὐτῆς· εὐψυχία· λῆμα· μεγαλοψυχία· ἀρρενότης καρτερία· μεγαλοπρέπεια· ἀνδραγαθία.

αʹ Εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα.

βʹ Λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ.

γʹ Μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις.

δʹ Ἀρρενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατʼ ἀρετὴν πόνοις.

εʹ Καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν καὶ οὐκ ἐμμενετῶν καὶ οὐδετέρων.

… Μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.

ζʹ

Ἔργα δὲ ἀνδρείας· τὸ δυσέκπληκτον εἶναι ὑπὸ φόβου τοῦ περὶ θάνατον· καὶ τὸ εὐθαρσῆ εἶναι ἐν τοῖς δεινοῖς· καὶ τὸ εὔτολμον πρὸς τοὺς κινδύνους· καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι· καὶ τὸ νίκης αἴτιον διὰ παντὸς γίνεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος· ἔτι δὲ ἡ φιλοπονία καὶ ἡ καρτερία.

Σωφροσύνη δέ ἐστιν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ καδʼ ἣν ἀνόρεκτοι γίνονται τῶν περὶ τὰς ἀπολαύσεις φαύλων ἡδονῶν.

Οἰκεῖαι δέ εἰσιν αὐτῆς· αὐστηρία· ἐγκράτεια· εὐτέλεια· λιτότης· κοσμιότης· εὐταξία· αὐτάρκεια.

αʹ Αὐστηρία μὲν οὖν ἐστιν ἕξις καθʼ ἥν οὔτε προσφέρουσιν ἄλλοις τὴν περὶ ἡδονῶν ὁμιλίαν οὔτε παρʼ ἄλλων προσδέχονται.

βʹ Ἐγκράτεια δὲ ἕξις ἀήττητος ὑφʼ ἡδονῶν.

γʹ Εὐτέλεια δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς.

δʹ Λιτότης δὲ ἕξις ἀρκουμένη τοῖς τυχοῦσιν.

εʹ Κοσμιότης δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶ σχέσει.

ϛʹ Εὐταξία δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων.

ζʹ Αὐτάρκεια δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ διʼ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸ ζῆν καθηκόντων.

Ἔργα δὲ σωφροσύνης· τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν· καὶ τὸ εἶναι πάσης ἀπολαυστικῆς αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον· καὶ τὸ φοβεῖσθαι τὴν ἀδοξίαν· καὶ τὸ τετάχθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία· εὐκοσμία· αἰδώς· εὐλάβεια.

Ἐγκράτεια δέ ἐστιν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ καθʼ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἡδονάς. ἔργα δὲ αὐτῆς· τὸ δύνασθαι κατέχειν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἀπολαύσεις ἡδονῶν· καὶ τὸ καρτερεῖν· καὶ τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας τε καὶ λύπης.

Δικαιοσύνη δέ ἐστιν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατʼ ἀξίαν.

Οἰκεῖαι δὲ αὐτῆς· ἐλευθεριότης· χρηστότης· δικαστική· εὐγνωμοσύνη· εὐσέβεια· εὐχαριστία· ὁσιότης· εὐσυναλλαξία· νομοθετική.

αʹ Ἐλευθεριότης μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη.

βʹ Χρηστότης δὲ ἕξις ἑκουσίως εὐποιητική.

γʹ Δικαστικὴ δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδικημάτων.

δʹ

εʹ Εὐσέβεια δὲ ἐπιστήμη θεῶν θεραπείας.

… Εὐχαριστία δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν καὶ πῶς καὶ παρὰ τίνων ληπτέον.

ζʹ Ὁσιότης δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας τὰ πρὸς τὸ θεῖον δίκαια.

ηʹ Εὐσυναλλαξία δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ δίκαιον.

θʹ Νομοθετικὴ δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς κοινωνίαν ἀναφερομένων.

Ἔργα δὲ δικαιοσύνης· τὸ διανεμητικὸν εἶναι τοῦ κατʼ ἀξίαν· τὸ σῴζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα· τὸ σῴζειν τοὺς γεγραμμένους νόμους· τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι· τὸ διαφυλάττειν τὰς ὁμολογίας.

Ἔστι δὲ πρῶτα τῶν δικαίων τὰ πρὸς τοὺς θεούς· — εἶτα τὰ πρὸς δαίμονας· — εἶτα τὰ πρὸς πατρίδα καὶ γονεῖς· εἶτα τὰ πρὸς τοὺς κατοιχομένους· ἐν οἷς ἐστι καὶ ἡ εὐσέβεια ἤτοι μέρος οὖσα τῆς δικαιοσύνης ἢ παρακολουθοῦσα· ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ἡ ὁσιότης καὶ ἡ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία.

Ἐλευθεριότης δέ ἐστιν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. ἔργα δὲ αὐτῆς· τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά· καὶ ἐπιδαψιλεύειν ἐπὶ τῷ εἰς δέον τι ἀναλωθῆναι· καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ καὶ φιλάνθρωπον· καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ δεῖ· ἔτι δὲ καὶ τὸ περὶ ἐσθῆτα καθάριον· καὶ κατασκευαστικὸν τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων ἡδείαν· καὶ θρεπτικὸν ζῴων τῶν ἴδιόν τι ἐχόντων καὶ θαυμαστόν. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι ἡ τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον.

Μεγαλοψυχία δέ ἐστιν ἀρετὴ ψυχῆς καθʼ ἣν δύνανται φέρειν εὐτυχίαν καὶ ἀτυχίαν τιμὴν καὶ ἀτιμίαν. ἔργα δὲ αὐτῆς· τὸ καλῶς ἐνεγκεῖν εὐτυχίαν καὶ ἀτυχίαν τιμὴν καὶ ἀτιμίαν· καὶ τὸ μὴ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους· ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ ὁ μεγαλόψυχος οὔτε τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔτε φιλόζωος· ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος καὶ ἀδικεῖσθαι δυνάμενος καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ γενναιότης καὶ ἀλήθεια.

Ἀφροσύνη δέ ἐστι κακία τοῦ λογιστικοῦ αἰτία τοῦ ζῆν κακῶς. ἔργα δὲ αὐτῆς· τὸ κρῖναι κακῶς τὰ πράγματα· τὸ βουλεύσασθαι κακῶς· τὸ ὁμιλῆσαι κακῶς· τὸ χρήσασθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς· τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον ἀγαθῶν καὶ καλῶν. παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀμαθία· ἀπειρία· ἀκρασία· ἐπαριστερότης.

Ὀργιλότης δέ ἐστι κακία τοῦ θυμοειδοῦς καθʼ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. εἴδη δὲ αὐτῆς τρία· ἀκροχολία· πικρία· βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου τὸ μὴ δύνασθαι φέρειν μήτε τὰς μικρὰς ὀλιγωρίας μήτε τὰς ἐλαττώσεις· εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν ὑπὸ λόγου καὶ ἔργου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ τὸ εὐμετάβολον καὶ ἡ μικρολογία καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι· καὶ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν.

Δειλία δέ ἐστι κακία τοῦ θυμοειδοῦς καθʼ ἣν ἐκπλήττονται ὑπὸ φόβων τῶν περὶ θάνατον. ἔργα δὲ αὐτῆς· τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις· καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία· ἀνανδρία· ἀπόνοια· φιλοψυχία.

Ἀκολασία δέ ἐστι κακία τοῦ ἐπιθυμητικοῦ καθʼ ἣν ὀρεκτικοὶ γίνονται τῶν περὶ τὰς ἀπολαύσεις ἡδονῶν φαύλων. ἔργα δὲ αὐτῆς· τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν βλαβερῶν καὶ αἰσχρῶν ἡδονῶν· καὶ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ζῶντας· καὶ φιλογέλοιον εἶναι καὶ φιλοσκώπτην καὶ φιλευτράπελον καὶ ῥαδιουργὸν ἐν τοῖς λόγοις καὶ ἔργοις. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ· ἀταξία· ἀναίδεια· ἀκοσμία· τρυφή· ῥαθυμία· ἀμέλεια· ὀλιγωρία· ἔκλυσις.

Ἀκρασία δέ ἐστι κακία τοῦ ἐπιθυμητικοῦ καθʼ ἣν αἱροῦνται τὰς φαύλας ἡδονὰς κωλύοντος τοῦ λογισμοῦ. ἔργα δὲ αὐτῆς τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι· καὶ τὸ ὑπολαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν αὐτῶν μετέχειν οὐδὲν ἧττον· καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία· καὶ τὰ πλεῖστα ἃ καὶ τῇ ἀκολασίᾳ.

Ἀδικία δέ ἐστι κακία ψυχῆς καθʼ ἣν πλεονεκτικοὶ γίνονται κέρδους αἰσχροῦ. εἴδη δὲ αὐτῆς τρία· ἀσέβεια· πλεονεξία· ὕβρις. ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας καὶ περὶ κατοιχομένους καὶ περὶ γονεῖς καὶ πατρίδα. πλεονεξία δὲ ἡ περὶ τὰ συμβόλαια παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον. ὕβρις δὲ καθʼ ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν εἰς ὄνειδος ἄγοντες ἑτέρους· ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει· Ἥ τις κερδαίνουσʼ οὐδὲν ὁμῶς ἀδικεῖ.

ἔργα δὲ τῆς ἀδικίας· τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα· τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι· τὸ ψεύδεσθαι· τὸ ἐπιορκεῖν· τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις· ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία· ἀλαζονεία· ἀφιλανθρωπία· κακοήθεια· πανουργία.

Ἀνελευθερία δέ ἐστι κακία ψυχῆς περὶ χρήματα καὶ δαπάνην. εἴδη δὲ αὐτῆς τρία· αἰσχροκέρδεια· φειδωλία· κιμβικία. αἰσχροκέρδεια μὲν καθʼ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται. φειδωλία δὲ καθʼ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον. κιμβικία δὲ καθʼ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς καὶ πλείω βλάπτονται τῷ μὴ κατὰ καιρὸν προέσθαι τὸ διάφορον. ἔργα δὲ τῆς ἀνελευθερίας· τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων κέρδος· καὶ βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρὸς φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθερίᾳ μικρολογία· μικροψυχία· ταπεινότης· ἀγένεια· μισανθρωπία.

Μικροψυχία δέ ἐστι κακία ψυχῆς καθʼ ἣν ἀδύνατοι γίνονται φέρειν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. ἔργα δὲ μικροψυχίας· τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε δυστυχίαν δύνασθαι φέρειν· ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ἐξαίρεσθαι· ἀπότευγμα δὲ ὁτιοῦν ἀτυχίαν κρίνειν μεγάλην· ὀδύρεσθαι δὲ ἐπὶ πᾶσι καὶ δυσφορεῖν· ἔτι δὲ τοιοῦτον εἶναι οἷον ἅπαντα ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν καὶ τὰ διʼ ἄγνοιαν ἢ λήθην γινόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία· μεμψιμοιρία· δυσελπιστία· ταπεινότης.