eul_wid: nhu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Mythological Genealogy by Akesandros the Historian

The Fragments on Mythological Genealogy is a lost work attributed to the obscure historian Akesandros. It survives only in eight fragmentary passages, preserved through quotation by later ancient authors and cataloged under the number 469 in Felix Jacoby’s Die Fragmente der griechischen Historiker. The work belongs to the early Greek mythographical tradition, which sought to systematize heroic lineages. The extant fragments indicate the work dealt with core themes of its genre, including heroic genealogy, foundation myths, and the systematization of disparate mythological traditions. The text is transmitted entirely indirectly, with the fragments embedded within the works of later compilers such as the paradoxographer Phlegon of Tralles or the geographer Pausanias; no independent manuscript tradition exists. While its direct influence is untraceable, Akesandros’s work represents a minor but typical example of early Greek historiography. Its preservation in later sources demonstrates how such genealogical compilations served as reference material for the mythological knowledge of the Greco-Roman world.

Πινδαρικὴ ὑπόμνησις φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα ἔμμεναι τοῦτον Ἀπολλώνιος ποτὲ μὲν Εὐρύπυλον προσαγορεύει, ποτὲ δὲ Τρίτωνα. Ἀκέσανδρος δέ φησιν ἀδελφὸν εἶναι τὸν Εὐρύπυλον Τρίτωνος, γράφων οὕτως· «Εὐρύπυλος Ποσειδῶνος καὶ Κελαινοῦς τῆς Ἄτλαντος, Τρίτωνος ἀδελφός. οὗτος γαμεῖ Στερόπην τὴν Ἡλίου, Πασιφάης ἀδελφήν, καὶ γίνονται αὐτῶι παῖδες δύο, Λυκάων καὶ Λεύκιππος».

Πινδαρικὴ ὑπόμνησις Ὑψεύς ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς Ναὶς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρέοισʼ ἔτικτε, Γαίας θυγάτηρ· ὁ δὲ τὰν εὐώλενον θρέψατο παῖδα Κυράναν Ναίδος δὲ καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης, Ἀκέσανδρος δὲ Φιλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντες Εὐρύπυλον Λιβύηι θηροτρόφωι ἐγγεγαῶτα Εὐρύπυλος Ποσειδῶνος υἱὸς καὶ Κελαινοῦς τῆς Ἄτλαντος, βασιλεὺς δὲ Κυρήνης. Φύλαρχος δὲ ἐν ζ Εὔρυτον αὐτὸν καλεῖ, καὶ ἀδελφὸν αὐτοῦ ἀναγράφει Λυκάονα. Ἀκέσανδρος δὲ ἐν α Περὶ Κυρήνης μετʼ αὐτὸν βασιλεῦσαί φησι Λιβύης Κυρήνην τὴν Ὑψέως. μνημονεύει τοῦ Εὐρυπύλου καὶ Καλλίμαχος

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἀκέσανδρος δὲ ἐν τοῖς Περὶ Κυρήνης ἱστορεῖ, ἐπʼ Εὐρυπύλου βασιλεύοντος ἐν Λιβύηι ὡς ὑπὸ Ἀπόλλωνος διακομισθείη ἡ Κυρήνη, λέοντος δὲ τὴν χώραν λυμαινομένου προθείη τὴν βασιλείαν ὁ Εὐρύπυλος ἆθλον τῶι ἀποκτενοῦντι τὸν λέοντα, τὴν δὲ … διαχρήσασθαι αὐτὸν καὶ τὴν βασιλείαν λαβεῖν· παῖδας δὲ αὐτῆς γενέσθαι Αὐτοῦχον καὶ Ἀρισταῖον. φησὶ δὲ αὐτὴν Φύλαρχος ἐλθεῖν μετὰ πλειόνων εἰς Λιβύην, τούτων δὲ ἐκπεμφθέντων ἐπὶ τὴν κυνηγίαν, τούτοις καὶ αὐτὴν συνεξελθεῖν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Εὔφημος ὤικει τὴν Λακωνικὴν παρὰ τὸν αἰγιαλόν· εἷς δέ τις αὐτοῦ τῶν ἀπογόνων Σάμος ὤικισεν Θήραν, οὗ ἀπόγονος γέγονεν Ἀριστοτέλης, ὃς τῆς περὶ Κυρήνην ἀποικίας ἡγήσατο. ἱστορεῖται ταῦτα παρὰ Πινδάρωι ἐν Πυθιονίκαις, ἐπιμελέστερον δὲ παρὰ Θεοχρήστωι ἐν α Λιβυκῶν καὶ παρὰ Ἀκεσάνδρωι ἐν α Περὶ Κυρήνης.

καὶ Πίνδαρος ἐν Πυθιονίκαις ἐν τῆι εἰς Ἀρκεσίλαον ὠιδῆι τὴν τοῦ Τρίτωνος ἐπιφάνειαν λέγει· ἔστι δὲ παρὰ τοῖς γεγραφόσι τὰ Περὶ Κυρήνης καὶ Λιβύης.

Πινδαρικὴ ὑπόμνησις Ἡρόδοτος μὲν οὖν φησιν, ὅτι ἡ Πυθία τὸν πρῶτον Βάττον οὕτω προσηγόρευσεν Ἀριστοτέλην πρότερον λεγόμενον τῆι Λιβύων φωνῆι. Λίβυες γὰρ βάττους τοὺς βασιλεῖς λέγουσιν. οἱ δὲ ὅτι ἰσχνόφωνος ἦν, καὶ περὶ τῆς φωνῆς πυνθανόμενον ἡ Πυθία Βάττον προσηγόρευσεν, ἐπεὶ καὶ τὸ ἐπέχεσθαι τὴν γλῶτταν βατταρίζειν φαμέν. ἔνιοι δὲ Κόκκυγα αὐτὸν καλεῖσθαι διὰ τὸ μὴ γεγωνὸς φθέγγεσθαι. ὁ δὲ Ἀκέσανδρος μὴ ἐκ γενετῆς αὐτόν φησιν ἰσχνόφωνον γεγενῆσθαι, ἀλλʼ ἀπὸ ταὐτομάτου δεθῆναι τὴν γλῶτταν· «ἦν δὲ ὁ ἀνὴρ ῥητορικός» φησί, «καὶ συμβουλεύσασθαι δυνάμενος».

Πλούταρχος ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος παράσχοι, καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῶι Περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. «καὶ τοῦτο μέν» ἔφην «τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσωι ἐστίν, τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου Περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἴμαι πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι ....· ἐκεῖ νῦν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῶι Σικυωνίων θησαυρῶι χρυσοῦν ἀνέκειτο βιβλίον, Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας, ἐπικῶι ποιήματι δὶς Ἴσθμια νενικηκυίας.