eul_wid: gfy-aa

Ἀποσπάσματα περὶ τῶν Ἰβηρικῶν Μύθων
Fragments on Iberian Myths

Sosthenes of Cnidus Fragments on Iberian Myths PDF

1 (1t) ΙΒΗΡΙΚΑ. E LIBRO TREDECIMO. Plutarchus De fluv. 16, 3: Παράκειται δ’ αὐτῷ (τῷ Νείλῳ) ὄρος, Ἄργιλλον καλούμενον ἀπ’ αἰτίας τοιαύτης. Ζεὺς δι’ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου, πόλεως Κρητικῆς, Ἄργην νύμφην ἁρπάσας, ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασε· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους, ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξε· νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων· ὃς τὴν χώραν ἀπ’ αὐτοῦ Πανίαν μετωνόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν· καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγʹ Ἰβηρικῶν. Id.
2 ib. c. 17, 4: Γεννᾶται δ’ ἐν αὐτῷ (ἐν Εὐρώτᾳ) βοτάνη, καλουμένη Χαρίσιον, ἣν γυναῖκες, ἔαρος ἀρχομένου, τοῖς τραχήλοις περιάπτουσι, καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται· καθὼς ἱστορεῖ Κλεάνθης ἐν αʹ Περὶ ὀρῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Σωσθένης ὁ Κνίδιος, παρ’ οὗ τὴν ὑπόθεσιν εἴληφεν Ἑρμογένης.