ΕΛΛΗΝΙΚΑ.
Ἀθήναιος Θρόνος ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς, ἐν δευτέρῳ Ἑλληνικῶν γράφων οὕτως· «Ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει, καὶ κρέας, καὶ τῷ πρεσβυτάτῳ νέμουσι.»
Ἀθήναιος Νεάνθης δʼ ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν Εὐτέρπης αὐτὸν εἶναί φησιν υἱόν.
Πλούταρχος Φανίας ... τὴν μητέρα Θεμιστοκλέους ... Εὐτέρπην ἀναγράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ τῆς Καρίας Ἁλικαρνασσὸν προστίθησι.
Πλούταρχος Πόλεις δʼ αὐτῷ τρεῖς μὲν οἱ πλεῖστοι δοθῆναι λέγουσιν, εἰς ἄρτον καὶ οἶνον καὶ ὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυοῦντα· δύο δʼ ἄλλας προστίθησιν ὁ Κυζικηνὸς Νεάνθης καὶ Φανίας, Περκώτην καὶ Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἀμπεχόνην.
Ἀριστοφάνους Σχόλια Ὁ βασιλεὺς δωρεῖται αὐτῷ Θεμιστοκλεῖ τρεῖς πόλεις, Μαγνησίαν εἰς σῖτον, Λάμψακον εἰς οἶνον, Μυοῦντα εἰς ὄψα, ὡς δὲ Νεάνθης καὶ Περκώτην εἰς στρωμνὴν καὶ Παλαίσκηψιν εἰς στολήν.
Ἀθήναιος Ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνημονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ, μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάττῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ ἕκτῃ τῶν Ἑλληνικῶν.
ΩΡΟΙ ΚΥΞΙΚΗΝΩΝ.
Ἀθήναιος Τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν πρώτῳ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου, τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον.
Στράβων Οὐδʼ ὁ Σκήψιος δὲ Δημήτριος εὖ, ἀλλὰ καὶ τῷ Ἀπολλοδώρῳ τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη. Πρὸς γὰρ Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων, εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφʼ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν, ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχήν φησι μηδʼ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον.
ΑΙ ΠΕΡΙ ΑΤΤΑΛΟΝ ΙΣΤΟΡΙΑΙ.
Ἀθήναιος Ὁ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην· οὕτω δʼ εἰπεῖν Νεάνθην ἐν πρώτῃ Τῶν περὶ Ἄτταλον ἱστοριῶν.
ΠΕΡΙ ΕΝΔΟΞΩΝ ΑΝΔΡΩΝ.
ΕΠΙΧΑΡΜΟΣ.
Στέφανος ὁ Βυζάντιος Κραστός .. ἐκ ταύτης Κραστοῦ ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαῒς ἡ ἑταίρα, ὡς Νεάνθης ἐν τῷ Περὶ ἐν δόξων ἀνδρῶν.
ΣΟΦΟΚΛΗΣ.
Σοφοκλέους βίος Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον. Καλλιππίδην ὑποκριτὴν ἀπʼ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας, πέμψαι αὐτῷ σταφυλήν· τὸν δὲ Σοφοκλέα λαβόντα εἰς τὸ στόμα ῥᾶγα ἔτι ὀμφακίζουσαν ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τελευτῆσαι.
ΠΕΡΙΑΝΔΡΟΣ.
Λαέρτιος Διογένης Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην· τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνὸς ἀνεψίους τε εἶναι ἀλλήλοις.
ἩΡΑΚΛΕΙΤΟΣ.
Λαέρτιος Διογένης Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς, εἴ τις δύναται τὰ ἔντερα πιέσας ὑγρὸν ἐξεράσαι; ἀπειπόντων δὲ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολβίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ ταφῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δʼ ὁ Κυζικηνός φησι μὴ δυνηθέντʼ αὐτὸν ἀποσπάσαι τὰ βόλβιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.
ΠΛΑΤΩΝ.
Λαέρτιος Διογένης Νεάνθης δέ φησιν αὐτὸν τεττάρων καὶ ὀγδοήκοντα τελευτῆσαι ἐτῶν.
Λαέρτιος Διογένης Ἔνιοι δὲ διὰ τὴν πλατύτητα τῆς ἑρμηνείας οὕτως ὀνομασθῆναι φασὶ τὸν Πλάτωνα. ἢ ὅτι πλατὺς ἦν τὸ μέτωπον, ὥς φησιν Νεάνθης.
Λαέρτιος Διογένης Τούτου, φησὶ Νεάνθης ὁ Κυζικηνὸς, εἰς Ὀλύμπια ἀνιόντος, τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι πρὸς αὐτόν· ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον.
ΑΝΤΙΣΘΕΝΗΣ.
Λαέρτιος Διογένης Καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα — καθά φησι Διοκλῆς — καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τε ἀνέλαβε καὶ πήραν· πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοιμάτιον.
ΤΙΜΩΝ.
Ἀριστοφάνους Σχόλια Τίμων οὗτος ἦν ὁ λεγόμενος μισάνθρωπος, ὅν φησι Νεάνθης ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι, μὴ προσιέμενον δὲ ἰατροὺς ἀποθανεῖν σαπέντα. Καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα, ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Ζωστῆρα καὶ Σούνιον φερούσῃ.
ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΚΑΙ ΠΥΘΑΓΟΡΙΚΩΝ.
Κλήμης ὁ Ἀλεξανδρεύς ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος.
Πορφύριος Τοὐντεῦθεν δʼ οἱ μέν φασιν ὅτι τῶν ἑταίρων τοῦ Πυθαγόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν — ὡς γὰρ Φερεκύδην τὸν Σύριον αὑτοῦ διδάσκαλον γενόμενον εἰς Δῆλον ἐπεπόρευτο νοσοκομήσων αὐτὸν περιπετῆ γενόμενον τῷ ἱστορουμένῳ φθειριάσεως πάθει καὶ κηδεύσων —, πάντας πανταχῆ ἐνέπρησαν αὐτοῦ τε καὶ κατέλευσαν, δύο ἐκφυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίππου τε καὶ Λύσιδος, ὥς φησι Νεάνθης, ὧν ὁ Λύσις ἐν Ἑλλάδι ᾤκησεν, Ἐπαμινώνδᾳ τε συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονε. Δικαίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶ παρεῖναι τῇ ἐπιβουλῇ.
Ἐπεὶ δὲ ὁ ἀπὸ τοῦ ϛʹ κύβος σιϛʹ γίνεται, ὁ ἐπὶ ἑπταμήνων γονίμων χρόνος, συναριθμουμένων τοῖς ἑπτὰ τῶν ἓξ ἡμερῶν, ἐν αἷς ἀφροῦται καὶ διαφύσεις σπέρματος λαμβάνει τὸ σπέρμα, Ἀνδροκύδης δὲ ὁ Πυθαγορικὸς ὁ περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδης καὶ Νεάνθης, οἱ τὰ κατὰ τὸν ἄνδρα ἀναγράψαντες, σιϛʹ ἔτεσι τὰς μετεμψυχώσεις τὰς αὐτῷ συμβεβηκυίας ἔφασαν γεγονέναι.
ΕΜΠΕΔΟΚΛΗΣ.
Λαέρτιος Διογένης Ἀκοῦσαι δʼ αὐτὸν τὸν Ἐμπεδοκλέα Πυθαγόρου Τιμαῖος διὰ τῆς ἐνάτης ἱστορεῖ, λέγων ὅτι καταγνωσθεὶς ἐπὶ λογοκλοπείᾳ τότε — καθὰ καὶ Πλάτων — τῶν λόγων ἐκωλύθη μετέχειν ... Φησὶ δὲ Νεάνθης ὅτι μέχρι Φιλολάου καὶ Ἐμπεδοκλέους ἐκοινώνουν οἱ Πυθαγορικοὶ τῶν λόγων· ἐπεὶ δʼ αὐτὸς διὰ τῆς ποιήσεως ἐδημοσίωσεν αὐτὰ, νόμον ἔθεντο μηδενὶ μεταδώσειν ἐποποιῷ. Τὸ δʼ αὐτὸ καὶ Πλάτωνά φασι παθεῖν· καὶ γὰρ τοῦτον κωλυθῆναι. Τίνος μέντοι γʼ αὐτῶν ἤκουσεν ὁ Ἐμπεδοκλῆς οὐκ εἶπε· τὴν γὰρ περιφερομένην πρὸς Τηλαυγοῦς ἐπιστολὴν, ὅτι μετέσχεν Ἱππάσου καὶ Βροντίνου, μὴ εἶναι ἀξιόπιστον.
Λαέρτιος Διογένης Ἡρακλείδης δὲ ὁ τοῦ Σεραπίωνος, ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας, Ἱερώνυμος δὲ τρισὶ καὶ τετταράκοντά φησιν ἐντετυχηκέναι. Νεάνθης δὲ νέον ὄντα γεγραφέναι τὰς τραγῳδίας καὶ αὐτὸς ἔπειτα αὐταῖς ἐντετυχηκέναι.
Λαέρτιος Διογένης Νεάνθης δʼ ὁ Κυζικηνὸς ὁ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπὼν φησὶ Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑποφύεσθαι· εἶτα τὸν Ἐμπεδοκλέα πεῖσαι τοὺς Ἀκραγαντίνους παύσασθαι μὲν τῶν στάσεων, ἰσότητα δὲ πολιτικὴν ἀσκεῖν. Ἔτι δὲ πολλὰς τῶν πολιτίδων ἀπροίκους ὑπαρχούσας αὐτὸν προικίσαι διὰ τὸν παρόντα πλοῦτον, καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ· ἔτι τʼ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. Κόμη τʼ ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφʼ ἑνὸς ἦν σχήματος. Τοιοῦτος δὲ προῄει, τῶν πολιτῶν ἐντυχόντων, καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. Ὕστερον δὲ διά τινα πανήγυριν πορευόμενον ἐφʼ ἁμάξης ὡς εἰς Μεσσήνην, πεσεῖν, καὶ τὸν μηρὸν κλᾶσαι· νοσήσαντα δʼ ἐκ τούτου, τελευτῆσαι ἐτῶν ζʹ καὶ οʹ ὥς φησι Νεάνθης ὁ Κυζικηνός.
Ἰάμβλιχος Καὶ ἐξ ὧν Ἱππόβοτος καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας τῶν Πυθαγορείων ἱστοροῦσι μαθεῖν ἔνεστι τὴν ἐκείνων τῶν ἀνδρῶν σωφροσύνην, καὶ ὅπως αὐτὴν Πυθαγόρας παρέδωκε. Τὸν γὰρ Διονύσιον τὸν τύραννόν φασιν, ὡς πάντα ποιῶν οὐδενὸς αὐτῶν ἐπετύγχανε τῆς φιλίας, φυλαττομένων τὸ μοναρχικὸν αὐτοῦ καὶ παράνομον, λόχον τινὰ τριάκοντα ἀνδρῶν, ἡγουμένου Εὐρυμένους Συρακουσίου, Δίωνος ἀδελφοῦ, ἐπιπέμψαι τοῖς ἀνδράσι λοχήσοντα τὴν μετάβασιν αὐτῶν ἀπὸ Τάραντος εἰς Μεταπόντιον εἰωθυῖαν κατὰ καιρὸν γίνεσθαι· ἡρμόζοντο γὰρ πρὸς τὰς τῶν ὡρῶν μεταβολὰς, καὶ τόπους εἰς τὰ τοιάδε ἐπελέγοντο ἐπιτηδείους. Ἐν δὴ Φάλαις, χωρίῳ τῆς Τάραντος φαραγγώδει, καθʼ ὃ συνέβαινεν αὐτοῖς ἀναγκαίως τὴν ὁδοιπορίαν γενήσεσθαι, ἐλόχα κατακρύψας τὸ πλῆθος ὁ Εὐρυμένης. Ἐπειδὴ δὲ οὐδὲν προειδόμενοι ἀφίκοντο οἱ ἄνδρες περὶ μέσον ἡμέρας εἰς τὸν τόπον, λῃστρικῶς αὐτοῖς ἐπαλαλάξαντες ἐπέθεντο οἱ στρατιῶται. Οἱ δὲ ἐκταραχθέντες μετʼ εὐλαβείας ἅμα τε διὰ τὸ αἰφνίδιον καὶ αὐτὸ τὸ πλῆθος — ἦσαν γὰρ αὐτοὶ σύμπαντες δέκα που τὸν ἀριθμόν —, καὶ ὅτι ἄνοπλοι πρὸς ποικίλως ὡπλισμένους διαγωνισόμενοι ἔμελλον ἁλίσκεσθαι, δρόμῳ καὶ φυγῇ διασώζειν αὑτοὺς διέγνωσαν, οὐδὲ τοῦτο ἀλλότριον ἀρετῆς τιθέμενοι· τὴν γὰρ ἀνδρείαν ᾔδεσαν φευκτέων καὶ ὑπομενετέων ἐπιστήμην, ὡς ἂν ὁ ὀρθὸς ὑπαγορεύῃ λόγος· καὶ ἐπετύγχανον δὲ ἤδη τούτου· βαρυνόμενοι γὰρ τοῖς ὅπλοις ἀπελείποντο οἱ σὺν Εὐρυμένει τοῦ διωγμοῦ· εἰ μή περιφεύγοντες ἐνέτυχον πεδίῳ τινὶ κυάμοις ἐσπαρμένῳ καὶ τεθηλότι ἱκανῶς· καὶ μὴ βουλόμενοι δόγμα παραβαίνειν τὸ κελεῦον κυάμων μὴ θιγγάνειν, ἔστησαν, καὶ ὑπʼ ἀνάγκης λίθοις καὶ ξύλοις καὶ τοῖς προστυχοῦσιν ἕκαστος μέχρι τοσοῦτον ἠμύνοντο τοὺς διώκοντας, μέχρι τινὰς αὐτῶν μὲν ἀνῃρηκέναι, πολλοὺς δὲ τετραυματικέναι, πάντας μὲν ὑπὸ τῶν δορυφόρων ἀναιρεθῆναι, καὶ μηδένα τοπαράπαν ζωγρηθῆναι, ἀλλὰ πρὸ τούτων θάνατον ἀσμενίσαι κατὰ τὰς τῆς αἱρέσεως ἐντολάς. Ἐν συγχύσει δὲ πολλῇ τὸν μὲν Εὐρυμένην καὶ τοὺς σὺν αὐτῷ καὶ οὐ τῇ τυχούσῃ γενέσθαι, εἰ μηδὲ ἕνα ζῶντα ἀγάγοιεν τῷ πέμψαντι Διονυσίῳ, εἰς αὐτὸ μόνον τοῦτο προτρεψαμένῳ αὐτούς. Γῆς οὖν ἐπαμήσαντες τοῖς πεσοῦσι, καὶ ἡρῷον πολυάνδριον ἐπιχώσαντες αὐτόθι, ὑπέστρεφον. Εἶτα αὐτοῖς ἀπήντησε Μυλλίας Κροτωνιάτης καὶ Τιμύχα Λακεδαιμονία, γυνὴ αὐτοῦ, ἀπολελειμμένοι τοῦ πλήθους, ὅτι ἔγκυος οὖσα ἡ Τιμύχα τὸν δέκατον ἤδη μῆνα εἶχε καὶ σχολαίως διὰ τοῦτο ἐβάδιζε. Τούτους δὲ ζωγρήσαντες ἄσμενοι πρὸς τὸν τύραννον ἤγαγον, μετὰ πάσης κομιδῆς καὶ ἐπιμελείας διασώσαντες. Ὁ δὲ περὶ τῶν γεγονότων διαπυθόμενος καὶ ἀθυμήσας ἔφαινεν, ἀλλʼ ὑμεῖς γε, εἶπεν, ὑπὲρ πάντων τῆς ἀξίας τεύξεσθε παρʼ ἐμοῦ τιμῆς, εἴ μοι συμβουλεῦσαι θελήσετε. Τοῦ δὲ Μυλλίου καὶ τῆς Τιμύχας πρὸς πάντα ἃ ἐπηγγέλλετο ἀνανευόντων, Ἀλλὰ ἕν γέ με, ἔφη, διδάξαντες μετὰ τῆς ἐπιβαλλούσης προπομπῆς διασώζεσθε. Πυθομένου δὲ τοῦ Μυλλίου, καὶ τί ποτʼ ἐστιν ὃ μαθεῖν προθυμεῖται· Ἐκεῖνο, εἶπεν ὁ Διονύσιος, τίς ἡ αἰτία, διʼ ἣν οἱ ἕταιροί σου ἀποθανεῖν μᾶλλον εἵλοντο ἢ κυάμους πατῆσαι. Καὶ ὁ Μυλλίας εὐθὺς, Ἀλλʼ ἐκεῖνοι μὲν, εἶπεν, ὑπέμειναν, ἵνα μὴ κυάμους πατήσωσιν, ἀποθανεῖν, ἐγὼ δὲ αἱροῦμαι, ἵνα τούτου σοι τὴν αἰτίαν μὴ ἐξείπω, κυάμους μᾶλλον πατῆσαι. Καταπλαγέντος δὲ τοῦ Διονυσίου καὶ μεταστῆσαι κελεύσαντος αὐτὸν σὺν βίᾳ, βασάνους δὲ ἐπιφέρειν τῇ Τιμύχᾳ προστάττοντος· ἐνόμιζε γὰρ, ἅτε γυναῖκά τε οὖσαν καὶ ἔπογκον, ἐρήμην δὲ τοῦ ἀνδρὸς, ῥᾳδίως τοῦτο ἐκλαλήσειν φόβῳ τῶν βασάνων· ἡ γενναία δὲ συμβρύξασα ἐπὶ τῆς γλώσσης τοὺς ὀδόντας καὶ ἀποκόψασα αὐτὴν προσέπτυσε τῷ τυράννῳ, ἐμφαίνουσα ὅτι, εἰ καὶ ὑπὸ τῶν βασάνων τὸ θῆλυ αὐτῆς νικηθὲν συναναγκασθείη τῶν ἐχεμυθουμένων τι ἀνακαλύψαι, τὸ μὴν ὑπηρετῆσον ἐκποδὼν ὑπʼ αὐτῆς περικέκοπται. Οὕτως δυσκατάθετοι πρὸς τὰς ἐξωτερικὰς φιλίας ἦσαν, εἰ καὶ βασιλικαὶ τυγχάνοιεν.
ΠΕΡΙ ΤΕΛΕΤΩΝ.
Βαρῖνος Φαβωρῖνος Βριτόμαρτις Νεάνθης ἐν τῷ πρώτῳ Περὶ τελετῶν φησι χρησμὸν Διὶ δοθῆναι, ὅτι ὁ ἐκ τῆς μήτρας τῆς Ἑκάτης γενησόμενος μεταστήσει τῆς βασιλείας αὐτόν· γεννώσης δὲ τῆς Ἑκάτης, τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι βρίτον, τοῦτʼ ἔστιν ἀγαθόν· παρὰ τοῦτο δὲ ἐπίφθεγμα ὠνομάσθαι τὴν θεόν.
Ἀθήναιος Διαβόητα δʼ ἐστὶ καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα· ὃς μειράκιον ὢν εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιὰ, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῶν, ἑκὼν αὑτὸν ἐπέδωκεν ὁ Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης· ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς Ἀριστόδημος, λύσιν τʼ ἔλαβε τὸ δεινόν.
Ἀθήναιος τὰ παραπλήσια, ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῶν.
Οὐαλέριος Ἁρποκρατίων Ἄττης Ὁ Ἄττης παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. Τὰ δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης· μυστικὸς δὲ ὁ λόγος.
Κλήμης ὁ Ἀλεξανδρεύς Συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης, γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα.
ΤΑ ΚΑΤΑ ΠΟΛΙΝ ΜΥΘΙΚΑ.
Παρθένιος ὁ Νικαεύς Περὶ Ἀσσάονος. — Ἱστορεῖ Ξάνθος Λυδιακοῖς καὶ Νεάνθης βʹ καὶ Σιμμίας ὁ Ῥόδιος. — Διαφόρως δὲ καὶ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ τῆς Νιόβης· οὐ γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλʼ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομένην Λητοῖ περὶ καλλιτεκνίας, ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι, τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ σχόμενον αὐτὴν αὑτῷ γήμασθαι· μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι· καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν ῥῖψαι· ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.
Ἀμμώνιος ὁ Γραμματικός Ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμοὺς θεῶν φησιν, ἐσχάρας δʼ ἡρώων.
Πορφύριος Οἱ μὲν γὰρ Σάμιον αὐτὸν Πυθαγόραν εἶναι φασί· Κλεάνθης δὲ ἐν πέμπτῳ τῶν Μυθικῶν, Σύρον ἐκ Τύρου τῆς Συρίας. Σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους, προσπλεύσαντα τὸν Μνήσαρχον κατʼ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ, καὶ ἀποδόμενον, τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δʼ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν τούτων ἐπιπλεῖον ποιῆσαι. Ἐπανελθόντα δʼ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι· δεύτερον δʼ Ἑρμοδάμαντι τῷ Κρεοφυλίῳ, ἐν Σάμῳ ἤδη γηράσκοντι. Λέγει δὲ ὁ Κλεάνθης ἄλλους εἶναι, οἳ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται, τῶν τὴν Λῆμνον ἀποικησάντων. Ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι. Πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν, συμπλεύσαντα Πυθαγόραν νέον ὄντα κομιδῇ, σφόδρα οὖσαν εὐδαίμονα … καὶ τόθʼ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. Καταλέγει δʼ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνὸν πρεσβυτέρους.
Πορφύριος Καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων, καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν· ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. Προϊόντος δὲ τοῦ χρόνου, ὥς φησι Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκλεπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα, τὸν γένει μὲν Φοίνικα βασιλεύσαντα δὲ Κυπρίων, τὴν σαρκοφαγίαν παραδεχθῆναι ἐκ τῆς τοιαύτης παρανομίας. Λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ Περὶ Κύπρου καὶ Φοινίκης ταῦτα· «Τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλʼ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται ψυχὴν ἀντὶ ψυχῆς αἰτουμένους, εἶτα τούτου γενομένου ὁλοκαυτίζειν τὸ τυθέν. Ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱερείου πεσεῖν σάρκα εἰς γῆν, ἣν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον, ἀβουλήτως προσαγαγεῖν τῷ στόματι τοὺς δακτύλους ἀκούμενον τὴν κατάκαυσιν· γευσάμενον δὲ τῆς κνίσσης, ἐπιθυμῆσαι καὶ μὴ ἀποσχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μεταδοῦναι. Γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην παραδοῦναι· ὃς οὐ πολλοῦ χρόνου διαλείποντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχεν ποιούμενος, ἐπεὶ δὲ τῶν αὐτῶν κρεῶν ἔφαγε, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέπιπτεν. Ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος, καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτομένων, οὐκ ἀποστῆναι τοῦ κολάζειν. Τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινε.»
Πλούταρχος Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς Κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν χορὸν ἔσχατον. Ὃ μὲν οὖν ἔφη … πρὸς ἀπόδειξιν ἱστορίας ὁ ἀνα … εἰ δὲ τοῦτό γʼ οὐ νοθεύετε, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις ... μηδὲ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησόμεθα πρόφασιν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ὁ μὲν Ἀπολλώνιος νεόγαμον τὸν Κύζικον καὶ ἄπαιδα ἱστορεῖ, Εὐφορίων δὲ ἐν Ἀπολλοδώρῳ μελλόγαμον, τὴν δὲ Κλείτην οὐ Μέροπος λέγει θυγατέρα, Θρῇσσαν δὲ τὴν Πιάσου ... Εὐάνθης δὲ ἐν τοῖς Μυθικοῖς συμφωνεῖ τῷ Ἀπολλωνίῳ.
Ἀθήναιος Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος. Κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ, τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν, ὧν μίαν, κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν, ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν, ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. Τοὺς δʼ αὐτίκα μεθʼ ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς, τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας, Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι.
Σχόλια εἰς Εὐριπίδην Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. Χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. Περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν.