---
title: Fables of Themistius the Rhetorician
title_greek: Μῦθοι Θεμιστίου τοῦ Ῥήτορος
author: Aesop the Fabulist
eul_wid: aqo-ae
eul_aid: aqo
canonical: "https://eulogikon.org/works/aesop-themistius-fables-aqo-ae"
period: Archaic
dialect: Mixed Dialects
domain: Fiction
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fables of Themistius the Rhetorician

*Μῦθοι Θεμιστίου τοῦ Ῥήτορος*

**Author:** Aesop the Fabulist

**eul_wid:** `aqo-ae` · [HTML page](https://eulogikon.org/works/aesop-themistius-fables-aqo-ae)

## Text

### 1.(t)

ΠΕΙΘΩ ΚΑΙ ΒΙΑ πεποίηται καὶ Αἰσώπῳ τῷ μυθοποιῷ ἅμιλλά τις Πειθοῦς καὶ Βίας καὶ ἀνύει τι μᾶλλον ἡ Πειθὼ τῆς Βίας ἐν τῷ μύθῳ καὶ γυμνοῖ πρόσθεν ὁ ἥλιος τῶν λάβρων πνευμάτων. οὕτως τέ φασι καὶ τοὺς γίγαντας ποιηταὶ ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς θεοὺς τῷ μὲν Ἄρει μέχρι παντὸς ἀντισχεῖν, ὑπὸ δὲ τοῦ Ἑρμοῦ καὶ τῆς ῥάβδου κατακοιμηθῆναι.

### 2.(t)

ΠΗΡΑΙ ΔΥΟ σοφὸς γὰρ ἦν Αἴσωπος ὁ μυθοποιός, ὃς ἔφη τοὺς ἀνθρώπους δύο πήρας ἕκαστον φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν. γέμειν δὲ κακῶν ἑκατέραν, ἀλλὰ τὴν μὲν ἔμπροσθεν τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ φέροντος. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὐτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: aqo-ae`.
