eul_wid: daw-al

Aristophanes of Athens Wasps in Greek

The Wasps is a comedy by the ancient Athenian playwright Aristophanes, first performed at the Lenaea festival in 422 BCE, where it won second prize. Written in Attic Greek verse, the play is a classic example of Old Comedy and survives complete in its original structure. The plot centers on an elderly citizen, Philocleon, whose obsessive service on Athens's paid juries is viewed as a sickness by his son, Bdelycleon. The son attempts to cure this mania, first by imprisoning his father at home and then by staging a mock trial of the family dog. The chorus consists of fellow elderly jurors, characterized as poor and waspish, which gives the play its name. After being weaned off the courts, Philocleon's attempt to adopt a life of aristocratic leisure culminates in a scene of drunken chaos at a symposium. Modern scholars interpret the work as a sharp political satire targeting the Athenian judicial system and the populist politician Cleon, who dominated Athenian politics after Pericles. The comedy critiques how jury pay could foster a citizenry dependent on demagogues, while also exploring themes of generational conflict and the difficulties of social change. Transmitted through medieval manuscripts dating primarily from the 10th to the 14th centuries CE, the text remains a vital source for understanding Athenian law, politics, and the conventions of comedic theater.

ΣΩΣΙΑΣ
1 Οὗτος, τί πάσχεις, ὦ κακόδαιμον Ξανθία;
ΞΑΝΘΙΑΣ
2 φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
ΣΩΣΙΑΣ
2 κακὸν ἄρα ταῖς πλευραῖς τι προυφείλεις μέγα. ἆρ’ οἶσθά γ’ οἷον κνώδαλον φυλάττομεν;
ΞΑΝΘΙΑΣ
5 οἶδ’, ἀλλ’ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
ΣΩΣΙΑΣ
5 σὺ δ’ οὖν παρακινδύνευ’, ἐπεὶ καὐτοῦ γ’ ἐμοῦ κατὰ τοῖν κόραιν ἤδη τι καταχεῖται γλυκύ.
ΞΑΝΘΙΑΣ
5 ἀλλ’ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
ΣΩΣΙΑΣ
5 οὔκ, ἀλλ’ ὕπνος μ’ ἔχει τις ἐκ Σαβαζίου.
ΞΑΝΘΙΑΣ
10 τὸν αὐτὸν ἄρ’ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος. καὶ δῆτ’ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
ΣΩΣΙΑΣ
10 κἄγωγ’ ἀληθῶς οἷον οὐδεπώποτε.
15 ἀτὰρ σὺ λέξον πρότερος.
ΞΑΝΘΙΑΣ
15 ἐδόκουν αἰετὸν
15 καταπτάμενον εἰς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς εἰς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
ΣΩΣΙΑΣ
20 οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
ΞΑΝΘΙΑΣ
20 πῶς δή;
ΣΩΣΙΑΣ
21 προερεῖ τις τοῖσι συμπόταις, λέγων ὅτι “ταὐτὸν ἐν γῇ τ’ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα.”
ΞΑΝΘΙΑΣ
21 οἴμοι, τί δῆτά μοι κακὸν γενήσεται
25 ἰδόντι τοιοῦτον ἐνύπνιον;
ΣΩΣΙΑΣ
25 μὴ φροντίσῃς· οὐδὲν γὰρ ἔσται δεινόν, οὐ μὰ τοὺς θεούς.
ΞΑΝΘΙΑΣ
25 δεινόν γέ πού ’στ’ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
ΣΩΣΙΑΣ
28 ἀλλ’ ἔστιν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
ΞΑΝΘΙΑΣ
30 λέγε νυν ἁνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
ΣΩΣΙΑΣ
30 ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ Πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια. κἄπειτα τούτοις τοῖσι προβάτοις μοὐδόκει
35 δημηγορεῖν φάλλαινα πανδοκεύτρια,
35 ἔχουσα φωνὴν ἐμπεπρημένης ὑός.
ΞΑΝΘΙΑΣ
35 αἰβοῖ.
ΣΩΣΙΑΣ
37 τί ἐστι;
ΞΑΝΘΙΑΣ
37 παῦε παῦε, μὴ λέγε· ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
ΣΩΣΙΑΣ
37 εἶθ’ ἡ μιαρὰ φάλλαιν’ ἔχουσα τρυτάνην
40 ἵστη βόειον δημόν.
ΞΑΝΘΙΑΣ
40 οἴμοι δείλαιος· τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
ΣΩΣΙΑΣ
40 ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτ’ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας·
45 “ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.”
ΞΑΝΘΙΑΣ
45 ὀρθῶς γε τοῦτ’ Ἀλκιβιάδης ἐτραύλισεν.
ΣΩΣΙΑΣ
45 οὔκουν ἐκεῖν’ ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος;
ΞΑΝΘΙΑΣ
48 ἥκιστ’, ἀλλ’ ἄριστον.
ΣΩΣΙΑΣ
48 πῶς;
ΞΑΝΘΙΑΣ
48 ὅπως; ἄνθρωπος ὢν εἶτ’ ἐγένετ’ ἐξαίφνης κόραξ·
48 οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
48 ἀρθεὶς ἀφ’ ἡμῶν ἐς κόρακας οἰχήσεται;
ΣΩΣΙΑΣ
48 εἶτ’ οὐκ ἐγὼ δοὺς δύ’ ὀβολὼ μισθώσομαι οὕτως ὑποκρινόμενον σαφῶς ὀνείρατα;
ΞΑΝΘΙΑΣ
48 φέρε νυν, κατείπω τοῖς θεαταῖς τὸν λόγον,
55 ὀλίγ’ ἄτθ’ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρ’ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδ’ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον. ἡμῖν γὰρ οὐκ ἔστ’ οὔτε κάρυ’ ἐκ φορμίδος δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
60 οὔθ’ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδ’ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης· οὐδ’ εἰ Κλέων γ’ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν. ἀλλ’ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
65 ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἄνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους. οὗτος φυλάττειν τὸν πατέρ’ ἐπέταξε νῷν,
70 ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ’ξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδ’ ἂν εἷς γνοίη ποτ’ οὐδὲ ξυμβάλοι, εἰ μὴ πύθοιθ’ ἡμῶν· ἐπεὶ τοπάζετε.
ΣΩΣΙΑΣ
70 Ἀμυνίας μὲν ὁ Προνάπους φής’ οὑτοσὶ
75 εἶναι φιλόκυβον αὐτόν.
ΞΑΝΘΙΑΣ
75 ἀλλ’ οὐδὲν λέγει, μὰ Δί’, ἀλλ’ ἀφ’ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
ΣΩΣΙΑΣ
76 . . . . . . . . . .
ΞΑΝΘΙΑΣ
76 οὔκ, ἀλλὰ “φιλο—” μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
ΣΩΣΙΑΣ
76 ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον εἶναι φιλοπότην αὐτόν.
ΞΑΝΘΙΑΣ
79 οὐδαμῶς γ’, ἐπεὶ
80 αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
ΣΩΣΙΑΣ
80 Νικόστρατος δ’ αὖ φησιν ὁ Σκαμβωνίδης εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
ΞΑΝΘΙΑΣ
80 μὰ τὸν κύν’, ὦ Νικόστρατ’, οὐ φιλόξενος, ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
85 ἄλλως φλυαρεῖτ’· οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ ’πιθυμεῖτ’ εἰδέναι, σιγᾶτέ νυν· φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ· ἐρᾷ τε τούτου τοῦ δικάζειν, καὶ στένει
90 ἢν μὴ ’πὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δ’ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην· ἢν δ’ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ’ ἔχειν εἰωθέναι
95 τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δί’ ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον “κημὸς καλός”.
95 τὸν ἀλεκτρυόνα δ’, ὃς ᾖδ’ ἀφ’ ἑσπέρας, ἔφη ὄψ’ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα· εὐθὺς δ’ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτ’ ἐκεῖς’ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
105 ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δ’ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττ’ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
110 ἵν’ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ’ξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
115 καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδ’ ἐξιέναι θύραζ’· ὁ δ’ οὐκ ἐπείθετο. εἶτ’ αὐτὸν ἀπέλου κἀκάθαιρ’· ὁ δ’ οὐ μάλα. μετὰ τοῦτ’ ἐκορυβάντιζ’· ὁ δ’ αὐτῷ τυμπάνῳ
120 ᾄξας ἐδίκαζεν εἰς τὸ Καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν· εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ· ὁ δ’ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
125 ἐντεῦθεν οὐκέτ’ αὐτὸν ἐξεφρίομεν·
125 ὁ δ’ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν· ἡμεῖς δ’ ὅς’ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν· ὁ δ’ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
130 ἐνέκρουεν εἰς τὸν τοῖχον, εἶτ’ ἐξήλλετο· ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δ’ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων, ναὶ μὰ Δία, τῷ δ’ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
135 ἔχων τρόπους φρυαγμοσεμνάκους τινάς.
ΒΔΕΛΥΚΛΕΩΝ
136 ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
ΞΑΝΘΙΑΣ
136 οἴμοι.
ΣΩΣΙΑΣ
137 τί ἐστι;
ΞΑΝΘΙΑΣ
137 Βδελυκλέων ἀνίσταται.
ΒΔΕΛΥΚΛΕΩΝ
137 οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ’ ἅτερος; ὁ γὰρ πατὴρ εἰς τὸν ἰπνὸν ἐξελήλυθεν,
140 καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ’ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμ’ ὅπως μὴ ’κδύσεται. σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
ΞΑΝΘΙΑΣ
142 ταῦτ’, ὦ δέσποτα.
ΒΔΕΛΥΚΛΕΩΝ
142 ἄναξ Πόσειδον, τί ποτ’ ἄρ’ ἡ κάπνη ψοφεῖ; οὗτος, τίς εἶ σύ;
ΦΙΛΟΚΛΕΩΝ
144 καπνὸς ἔγωγ’ ἐξέρχομαι.
ΒΔΕΛΥΚΛΕΩΝ
145 καπνός; φέρ’ ἴδω, ξύλου τίνος σύ;
ΦΙΛΟΚΛΕΩΝ
145 συκίνου.
ΒΔΕΛΥΚΛΕΩΝ
145 νὴ τὸν Δί’, ὅσπερ γ’ ἐστὶ δριμύτατος καπνῶν. ἀτὰρ οὐκ ἐσερρήσεις γε; ποῦ ’σθ’ ἡ τηλία; δύου πάλιν. φέρ’, ἐπαναθῶ σοι καὶ ξύλον. ἐνταῦθά νυν ζήτει τιν’ ἄλλην μηχανήν.
145 ἀτὰρ ἄθλιός γ’ εἴμ’ ὡς ἕτερος οὐδεὶς ἀνήρ, ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
ΦΙΛΟΚΛΕΩΝ
145 παῖ.
ΞΑΝΘΙΑΣ
152 τὴν θύραν ὠθεῖ.
ΒΔΕΛΥΚΛΕΩΝ
152 πίεζέ νυν σφόδρα, εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθ’ ἔρχομαι. καὶ τῆς κατάκλειδος ἐπιμελοῦ καὶ τοῦ μοχλοῦ,
155 φύλαττέ θ’ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
ΦΙΛΟΚΛΕΩΝ
155 τί δράσετ’; οὐκ ἐκφρήσετ’, ὦ μιαρώτατοι, δικάσοντά μ’, ἀλλ’ ἐκφεύξεται Δρακοντίδης;
ΞΑΝΘΙΑΣ
155 σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
ΦΙΛΟΚΛΕΩΝ
158 ὁ γὰρ θεὸς μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτε,
160 ὅταν τις ἐκφύγῃ μ’, ἀποσκλῆναι τότε.
ΞΑΝΘΙΑΣ
160 Ἄπολλον ἀποτρόπαιε, τοῦ μαντεύματος.
ΦΙΛΟΚΛΕΩΝ
160 ἴθ’, ἀντιβολῶ ς’, ἔκφρες με, μὴ διαρραγῶ.
ΞΑΝΘΙΑΣ
160 μὰ τὸν Ποσειδῶ, Φιλοκλέων, οὐδέποτέ γε.
ΦΙΛΟΚΛΕΩΝ
160 διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
ΞΑΝΘΙΑΣ
165 ἀλλ’ οὐκ ἔχεις ὀδόντας.
ΦΙΛΟΚΛΕΩΝ
165 οἴμοι δείλαιος. πῶς ἄν ς’ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος ὅπως τάχιστ’, ἢ πινάκιον τιμητικόν.
ΒΔΕΛΥΚΛΕΩΝ
165 ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
ΦΙΛΟΚΛΕΩΝ
165 μὰ τὸν Δί’ οὐ δῆτ’, ἀλλ’ ἀποδόσθαι βούλομαι
170 τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις· νουμηνία γάρ ἐστιν.
ΒΔΕΛΥΚΛΕΩΝ
171 οὔκουν κἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτ’ ἄν;
ΦΙΛΟΚΛΕΩΝ
172 οὐχ ὥσπερ γ’ ἐγώ.
ΒΔΕΛΥΚΛΕΩΝ
172 μὰ Δί’, ἀλλ’ ἄμεινον.
ΦΙΛΟΚΛΕΩΝ
173 ἀλλὰ τὸν ὄνον ἔξαγε.
ΞΑΝΘΙΑΣ
173 οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175 ἵν’ αὐτὸν ἐκπέμψειας.
ΒΔΕΛΥΚΛΕΩΝ
175 ἀλλ’ οὐκ ἔσπασεν ταύτῃ γ’· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου. ἀλλ’ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ, ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν. κάνθων, τί κλάεις; ὅτι πεπράσει τήμερον;
180 βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις Ὀδυσσέα τιν’;
ΞΑΝΘΙΑΣ
181 ἀλλὰ ναὶ μὰ Δία φέρει κάτω γε τουτονί τιν’ ὑποδεδυκότα.
ΒΔΕΛΥΚΛΕΩΝ
181 ποῖον; φέρ’ ἴδωμαι.
ΞΑΝΘΙΑΣ
183 τουτονί.
ΒΔΕΛΥΚΛΕΩΝ
183 τουτὶ τί ἦν; τίς εἶ ποτ’, ὦ ’νθρωπ’, ἐτεόν;
ΦΙΛΟΚΛΕΩΝ
184 Οὖτις, νὴ Δία.
ΒΔΕΛΥΚΛΕΩΝ
185 Οὖτις σύ; ποδαπός;
ΦΙΛΟΚΛΕΩΝ
185 Ἴθακος Ἀποδρασιππίδου.
ΒΔΕΛΥΚΛΕΩΝ
185 Οὖτις μὰ τὸν Δί’ οὔτι χαιρήσων γε σύ. ὕφελκε θᾶττον αὐτόν. ὢ μιαρώτατος, ἵν’ ὑποδέδυκεν· ὥστ’ ἔμοιγ’ ἰνδάλλεται ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
ΦΙΛΟΚΛΕΩΝ
190 εἰ μή μ’ ἐάσεθ’ ἥσυχον, μαχούμεθα.
ΒΔΕΛΥΚΛΕΩΝ
190 περὶ τοῦ μαχεῖ νῷν δῆτα;
ΦΙΛΟΚΛΕΩΝ
191 περὶ ὄνου σκιᾶς.
ΒΔΕΛΥΚΛΕΩΝ
191 πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
ΦΙΛΟΚΛΕΩΝ
191 ἐγὼ πονηρός; οὐ μὰ Δί’, ἀλλ’ οὐκ οἶσθα σὺ νῦν μ’ ὄντ’ ἄριστον; ἀλλ’ ἴσως, ὅταν φάγῃς
195 ὑπογάστριον γέροντος ἠλιαστικοῦ.
ΒΔΕΛΥΚΛΕΩΝ
195 ὤθει τὸν ὄνον καὶ σαυτὸν εἰς τὴν οἰκίαν.
ΦΙΛΟΚΛΕΩΝ
195 ὦ ξυνδικασταὶ καὶ Κλέων, ἀμύνατε.
ΒΔΕΛΥΚΛΕΩΝ
195 ἔνδον κέκραχθι τῆς θύρας κεκλεισμένης. ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
195 καὶ τὴν βάλανον ἔμβαλλε πάλιν εἰς τὸν μοχλόν, καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν ἁνύσας τι προσκύλισον.
ΞΑΝΘΙΑΣ
202 οἴμοι δείλαιος· πόθεν ποτ’ ἐμπέπτωκέ μοι τὸ βωλίον;
ΒΔΕΛΥΚΛΕΩΝ
202 ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
ΞΑΝΘΙΑΣ
205 μῦς; οὐ μὰ Δί’, ἀλλ’ ὑποδυόμενός τις οὑτοσὶ ὑπὸ τῶν κεραμίδων ἠλιαστὴς ὀροφίας.
ΒΔΕΛΥΚΛΕΩΝ
205 οἴμοι κακοδαίμων· στροῦθος ἁνὴρ γίγνεται· ἐκπτήσεται. ποῦ ποῦ ’στί μοι τὸ δίκτυον; σοῦ, σοῦ, πάλιν, σοῦ. νὴ Δί’ ἦ μοι κρεῖττον ἦν
210 τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
ΞΑΝΘΙΑΣ
210 ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν, κοὐκ ἔσθ’ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
ΒΔΕΛΥΚΛΕΩΝ
210 ἀλλ’, ὦ πόνηρ’, ἥξουσιν ὀλίγον ὕστερον
215 οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ τὸν πατέρα.
ΞΑΝΘΙΑΣ
216 τί λέγεις; ἀλλὰ νῦν γ’ ὄρθρος βαθύς.
ΒΔΕΛΥΚΛΕΩΝ
216 νὴ τὸν Δί’, ὀψὲ γοῦν ἀνεστήκασι νῦν. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦς’ ἀεί,
216 λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220 ἀρχαιομελισιδωνοφρυνιχήρατα, οἷς ἐκκαλοῦνται τοῦτον.
ΞΑΝΘΙΑΣ
221 οὐκοῦν, ἢν δέῃ, ἤδη ποτ’ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
ΒΔΕΛΥΚΛΕΩΝ
221 ἀλλ’, ὦ πόνηρε, τὸ γένος ἤν τις ὀργίσῃ τὸ τῶν γερόντων, ἔσθ’ ὅμοιον σφηκιᾷ.
225 ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
ΞΑΝΘΙΑΣ
225 μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω, πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
ΧΟΡΟΣ
230 χώρει, πρόβαιν’ ἐρρωμένως. ὦ Κωμία, βραδύνεις. μὰ τὸν Δί’ οὐ μέντοι πρὸ τοῦ γ’, ἀλλ’ ἦσθ’ ἱμὰς κύνειος· νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρ’ ἐστί που ’νταῦθ’, ἢ Χάβης ὁ Φλυεύς;
235 πάρεσθ’ ὃ δὴ λοιπόν γ’ ἔτ’ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης, ἡνίκ’ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντ’ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντ’ ἐκλέψαμεν τὸν ὅλμον· κᾆθ’ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240 ἀλλ’ ἐγκονῶμεν, ὦ ’νδρες, ὡς ἔσται Λάχητι νυνί· σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ’ ἐν ὥρᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπ’ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245 σπεύσωμεν, ὦ ’νδρες ἥλικες, πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν, ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
ΠΑΙΣ
248 ὤ.
248 τὸν πηλόν, ὦ πάτερ πάτερ, τουτονὶ φύλαξαι.
ΧΟΡΟΣ
248 κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόβυσον.
ΠΑΙΣ
248 οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
ΧΟΡΟΣ
248 τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ’ ὠθεῖς, καὶ ταῦτα τοῦ ’λαίου σπανίζοντος, ὦ ’νόητε; οὐ γὰρ δάκνει ς’, ὅταν δέῃ τίμιον πρίασθαι.
ΠΑΙΣ
248 εἰ νὴ Δί’ αὖθις κονδύλοις νουθετήσεθ’ ἡμᾶς,
255 ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ’ αὐτοί. κἄπειτ’ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
ΧΟΡΟΣ
255 ἦ μὴν ἐγώ σου χἀτέρους μείζονας κολάζω. ἀλλ’ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι.
260 κοὐκ ἔσθ’ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες· φιλεῖ δ’, ὅταν τοῦτ’ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ’στι πρῷα
265 ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμ’ ἄρ’ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος; οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
270 φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ’, ὦ ’νδρες, ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας τοῦ ’μοῦ μέλους ὑφ’ ἡδονῆς ἑρπύσῃ θύραζε.
272 τί ποτ’ οὐ πρὸ θυρῶν φαίνετ’ ἄρ’ ἡμῖν ὁ γέρων οὐδ’ ὑπακούει;
275a μῶν ἀπολώλεκε τὰς ἐμβάδας; ἢ προσέκοψ’ ἐν
275b τῷ σκότῳ τὸν δάκτυλόν που,
276a εἶτ’ ἐφλέγμηνεν αὐτοῦ
276b τὸ σφυρὸν γέροντος ὄντος;
277a καὶ τάχ’ ἂν βουβωνιῴη.
277b ἦ μὴν πολὺ δριμύτατός γ’ ἦν τῶν παρ’ ἡμῖν,
278 καὶ μόνος οὐκ ἀνεπείθετ’,
279a ἀλλ’ ὁπότ’ ἀντιβολοίη
279b τις, κάτω κύπτων ἂν οὕτω
280 “λίθον ἕψεις” ἔλεγεν.
281a τάχα δ’ ἂν διὰ τὸν χθεσινὸν ἄνθρω‐
281b πον, ὃς ἡμᾶς διεδύετ’
282 ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ
283a τἀν Σάμῳ πρῶτος κατείποι,
283b διὰ τοῦτ’ ὀδυνηθεὶς
284 εἶτ’ ἴσως κεῖται πυρέττων.
285 ἔστι γὰρ τοιοῦτος ἁνήρ. ἀλλ’, ὦ ’γάθ’, ἀνίστασο, μηδ’ οὕτω σεαυτὸν ἔσθιε, μηδ’ ἀγανάκτει.
288a καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
288b τῶν προδόντων τἀπὶ Θρᾴκης·
289 ὃν ὅπως ἐγχυτριεῖς.
290 ὕπαγ’, ὦ παῖ, ὕπαγε.
ΠΑΙΣ
290 ἐθελήσεις τί μοι οὖν, ὦ πάτερ, ἤν σού τι δεηθῶ;
ΧΟΡΟΣ
290 πάνυ γ’, ὦ παιδίον. ἀλλ’ εἰ‐ πέ, τί βούλει με πρίασθαι
295 καλόν; οἶμαι δέ ς’ ἐρεῖν ἀσ‐ τραγάλους δήπουθεν, ὦ παῖ.
ΠΑΙΣ
295 μὰ Δί’, ἀλλ’ ἰσχάδας, ὦ παπία· ἥδιον γάρ—
ΧΟΡΟΣ
297 οὐκ ἂν μὰ Δί’, εἰ κρέμαισθέ γ’ ὑμεῖς.
ΠΑΙΣ
297 μὰ Δί’ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
ΧΟΡΟΣ
297 ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
297 σὺ δὲ σῦκά μ’ αἰτεῖς.
ΠΑΙΣ
297 ἄγε νυν, ὦ πάτερ, ἢν μὴ τὸ δικαστήριον ἅρχων
305 καθίσῃ νῦν, πόθεν ὠνη‐ σόμεθ’ ἄριστον; ἔχεις ἐλ‐ πίδα χρηστήν τινα νῷν ἢ πόρον Ἕλλας ἱερόν;
ΧΟΡΟΣ
309-310 ἀπαπαῖ φεῦ. μὰ Δί’ οὐκ ἔγωγε νῷν οἶδ’
311 ὁπόθεν γε δεῖπνον ἔσται.
ΠΑΙΣ
311 τί με δῆτ’, ὦ μελέα μῆτερ, ἔτικτες;
ΧΟΡΟΣ
311 ἵν’ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
ΠΑΙΣ
311 ἀνόνητον ἄρα ς’, ὦ θυλάκιον, γ’ εἶχον ἄγαλμα.
315 ἐέ. πάρα νῷν στενάζειν.
ΦΙΛΟΚΛΕΩΝ
317a φίλοι, τήκομαι μὲν
317b πάλαι διὰ τῆς ὀπῆς
318a ὑμῶν ὑπακούων.
318b ἀλλὰ γὰρ οὐχ οἷός τ’ εἴμ’
319a ᾄδειν, τί ποιήσω;
319b τηροῦμαι δ’ ὑπὸ τῶνδ’, ἐπεὶ
320 βούλομαί γε πάλαι μεθ’ ὑ‐ μῶν ἐλθὼν ἐπὶ τοὺς καδίσ‐ κους κακόν τι ποιῆσαι. ἀλλ’, ὦ Ζεῦ μεγαβρόντα,
323 ἤ με ποίησον καπνὸν ἐξαίφνης
325 ἢ Προξενίδην ἢ τὸν Σέλλου
325 τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον, ἄναξ, χαρίσασθαί μοι, πάθος οἰκτίρας· ἤ με κεραυνῷ διατινθαλέῳ σπόδισον ταχέως,
330 κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν· ἢ δῆτα λίθον με ποίησον, ἐφ’ οὗ τὰς χοιρίνας ἀριθμοῦσιν.
ΧΟΡΟΣ
333 τίς γάρ ἐσθ’ ὁ ταῦτά ς’ εἵργων κἀποκλείων
335 τῇ θύρᾳ; λέξον· πρὸς εὔνους γὰρ φράσεις.
ΦΙΛΟΚΛΕΩΝ
335 οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ’ ὕφεσθε τοῦ τόνου.
ΧΟΡΟΣ
335 τοῦ δ’ ἔφεξιν, ὦ μάταιε, ταῦτα δρᾶν σε βούλεται; τίνα πρόφασιν ἔχων;
ΦΙΛΟΚΛΕΩΝ
340 οὐκ ἐᾷ μ’, ὦ ’νδρες, δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν· ἀλλά μ’ εὐωχεῖν ἕτοιμός ἐστ’, ἐγὼ δ’ οὐ βούλομαι.
ΧΟΡΟΣ
342a τοῦτ’ ἐτόλμης’ ὁ μιαρὸς χα‐
342b νεῖν, ὁ Δημολογοκλέων, ὅτι λέγεις τι
343 περὶ τῶν νεῶν ἀληθές;
344a οὐ γὰρ ἄν ποθ’ οὗτος ἁνὴρ
344b τοῦτ’ ἐτόλμησεν λέγειν, εἰ
345 μὴ ξυνωμότης τις ἦν.
345 ἀλλ’ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
345 ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
ΦΙΛΟΚΛΕΩΝ
345 τίς ἂν οὖν εἴη; ζητεῖθ’ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην· οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
ΧΟΡΟΣ
345 ἔστιν ὀπὴ δῆθ’ ἥντιν’ ἂν ἔνδοθεν οἷός τ’ εἴης διορύξαι, εἶτ’ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσ‐
351 σεύς;
ΦΙΛΟΚΛΕΩΝ
351 πάντα πέφρακται κοὐκ ἔστιν ὀπῆς οὐδ’ εἰ σέρφῳ διαδῦναι. ἀλλ’ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δ’ οὐκ ἔστι γενέσθαι.
ΧΟΡΟΣ
351 μέμνησαι δῆθ’ ὅτ’ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελί‐
354 σκους
355 ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω;
ΦΙΛΟΚΛΕΩΝ
355 οἶδ’· ἀλλὰ τί τοῦτ’; οὐδὲν γὰρ τοῦτ’ ἔστιν ἐκείνῳ προσ‐
356 όμοιον. ἥβων γάρ, κἀδυνάμην κλέπτειν, ἴσχυόν τ’ αὐτὸς ἐμαυτοῦ, κοὐδείς μ’ ἐφύλαττ’, ἀλλ’ ἐξῆν μοι φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360 ἄνδρες ὁπλῖται διαταξάμενοι κατὰ τὰς διόδους σκοπιωροῦνται, τὼ δὲ δύ’ αὐτῶν ἐπὶ ταῖσι θύραις ὥσπερ με γαλῆν κρέα κλέψασαν τηροῦσιν ἔχοντ’ ὀβελίσκους.
ΧΟΡΟΣ
365 ἀλλὰ καὶ νῦν ἐκπόριζε μηχανὴν ὅ‐ πως τάχισθ’· ἕως γάρ, ὦ μελίττιον.
ΦΙΛΟΚΛΕΩΝ
365 διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
365 ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
ΧΟΡΟΣ
365 ταῦτα μὲν πρὸς ἀνδρός ἐστ’ ἄνοντος ἐς σωτηρίαν.
370 ἀλλ’ ἔπαγε τὴν γνάθον.
ΦΙΛΟΚΛΕΩΝ
370 διατέτρωκται τοῦτό γ’. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς, ἀλλὰ τηρώμεσθ’ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
ΧΟΡΟΣ
370 μηδέν, ὦ τᾶν, δέδιθι, μηδέν· ὡς ἐγὼ τοῦτόν γ’, ἐὰν γρύξῃ τι, ποιή‐
375 σω δακεῖν τὴν καρδίαν καὶ τὸν περὶ ψυχῆς δρόμον δρα‐ μεῖν, ἵν’ εἰδῇ μὴ πατεῖν τὰ τῶν θεῶν ψηφίσματα.
378 ἀλλ’ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
380 δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
ΦΙΛΟΚΛΕΩΝ
380 ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ’ ἐσκαλαμᾶσθαι κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
ΧΟΡΟΣ
380 ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες ὥστ’ οὐ δυνατόν ς’ εἴργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.
ΦΙΛΟΚΛΕΩΝ
385 δράσω τοίνυν ὑμῖν πίσυνος. καὶ μανθάνετ’, ἤν τι πάθω
385 ’γώ, ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ’ ὑπὸ τοῖσι δρυφάκ‐
386 τοις.
ΧΟΡΟΣ
386 οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλ’, ὦ βέλτιστε, καθίει σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
ΦΙΛΟΚΛΕΩΝ
386 ὦ Λύκε δέσποτα, γείτων ἥρως (σὺ γὰρ οἷσπερ ἐγὼ
389 κεχάρησαι,
390 τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς· ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ’ ἵνα ταῦτ’ ἀκροῷο, κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι), ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον, κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ’ ἀπο‐
394 πάρδω.
ΒΔΕΛΥΚΛΕΩΝ
395 οὗτος, ἐγείρου.
ΞΑΝΘΙΑΣ
395 τί τὸ πρᾶγμ’;
ΒΔΕΛΥΚΛΕΩΝ
395 ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται. μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
ΞΑΝΘΙΑΣ
396 μὰ Δί’ οὐ δῆτ’, ἀλλὰ καθιμᾷ αὑτὸν δήσας.
ΒΔΕΛΥΚΛΕΩΝ
397 ὦ μιαρώτατε, τί ποιεῖς; οὐ μὴ καταβήσει. ἀνάβαιν’ ἁνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε, ἤν πως πρύμναν ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
ΦΙΛΟΚΛΕΩΝ
397 οὐ ξυλλήψεσθ’, ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε; πότε δ’, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ’ εἴσω μᾶλλον
402 ἄγεσθαι;
ΧΟΡΟΣ
402 εἰπέ μοι, τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ ἡνίκ’ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
405 νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζό‐ μεσθα, κέντρον ἐντέτατ’ ὀξύ. ἀλλὰ θαἰμάτια λαβόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ’ ἀγγέλλετε,
410 καὶ κελεύετ’ αὐτὸν ἥκειν ὡς ἐπ’ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι τόνδε λόγον εἰσφέρει, μὴ δικάζειν δίκας.
ΒΔΕΛΥΚΛΕΩΝ
415 ὦ ’γαθοί, τὸ πρᾶγμ’ ἀκούσατ’, ἀλλὰ μὴ κεκράγατε.
ΧΟΡΟΣ
415 νὴ Δί’, εἰς τὸν οὐρανόν γ’.
ΒΔΕΛΥΚΛΕΩΝ
416 ὡς τόνδ’ ἐγὼ οὐ μεθήσομαι.
ΧΟΡΟΣ
416 ταῦτα δῆτ’ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής; ὦ πόλις καὶ Θεώρου θεοισεχθρία, κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
ΞΑΝΘΙΑΣ
420 Ἡράκλεις, καὶ κέντρ’ ἔχουσιν. οὐχ ὁρᾷς, ὦ δέσποτα;
ΒΔΕΛΥΚΛΕΩΝ
420 οἷς γ’ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
ΧΟΡΟΣ
420 καὶ σέ γ’ αὐτοῖς ἐξολοῦμεν. ἀλλ’ ἅπας ἐπίστρεφε δεῦρο κἀξείρας τὸ κέντρον εἶτ’ ἐπ’ αὐτὸν ἵεσο, ξυσταλείς, εὔτακτος, ὀργῆς καὶ μένους ἐμπλήμενος,
425 ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
ΞΑΝΘΙΑΣ
425 τοῦτο μέντοι δεινὸν ἤδη, νὴ Δί’, εἰ μαχούμεθα.
425 ὡς ἔγωγ’ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
ΧΟΡΟΣ
425 ἀλλ’ ἀφίει τὸν ἄνδρ’· εἰ δὲ μή, φήμ’ ἐγὼ τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
ΦΙΛΟΚΛΕΩΝ
430 εἶά νυν, ὦ ξυνδικασταί, σφῆκες ὀξυκάρδιοι, οἱ μὲν εἰς τὸν πρωκτὸν αὐτῶν εἰσπέτεσθ’ ὠργισμένοι, οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
ΒΔΕΛΥΚΛΕΩΝ
430 ὦ Μίδα καὶ Φρύξ, βοήθει δεῦρο, καὶ Μασυντία, καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
435 εἰ δὲ μή, ’ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε, ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
ΧΟΡΟΣ
435 εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
ΦΙΛΟΚΛΕΩΝ
435 ὦ Κέκροψ ἥρως ἄναξ, τὰ πρὸς ποδῶν Δρακοντίδη, περιορᾷς οὕτω μ’ ὑπ’ ἀνδρῶν βαρβάρων χειρούμενον,
440 οὓς ἐγὼ ’δίδαξα κλάειν τέτταρ’ ἐς τὴν χοίνικα;
ΧΟΡΟΣ
440 εἶτα δῆτ’ οὐ πόλλ’ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά; δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445 καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, ὥστε μὴ ῥιγῶν γ’ ἑκάστοτ’· ἀλλὰ τούτοις γ’ οὐκ ἔνι οὐδὲν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
ΦΙΛΟΚΛΕΩΝ
445 οὐκ ἀφήσεις οὐδὲ νυνί μ’, ὦ κάκιστον θηρίον,
445 οὐδ’ ἀναμνησθεὶς ὅθ’ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
445 προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ’ εὖ κἀνδρικῶς, ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ’ ἀχάριστος ἦσθ’ ἄρα. ἀλλ’ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
ΧΟΡΟΣ
445 ἀλλὰ τούτων μὲν τάχ’ ἡμῖν δώσετον καλὴν δίκην, οὐκέτ’ ἐς μακράν, ἵν’ εἰδῆθ’ οἷός ἐστ’ ἀνδρῶν τρόπος
455 ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
ΒΔΕΛΥΚΛΕΩΝ
455 παῖε, παῖ’, ὦ Ξανθία, τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
ΞΑΝΘΙΑΣ
455 ἀλλὰ δρῶ τοῦτ’.
ΒΔΕΛΥΚΛΕΩΝ
457 ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
ΞΑΝΘΙΑΣ
457 οὐχὶ σοῦσθ’; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε;
ΒΔΕΛΥΚΛΕΩΝ
458 παῖε τῷ ξύλῳ. καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
ΞΑΝΘΙΑΣ
460 ἆρ’ ἐμέλλομέν ποθ’ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
ΒΔΕΛΥΚΛΕΩΝ
460 ἀλλὰ μὰ Δί’ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες, εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
ΧΟΡΟΣ
462 ἆρα δῆτ’ οὐκ αὐτὰ δῆλα τοῖς πένησιν, ἡ τυραννὶς ὡς λάθρᾳ γ’ ἐ‐
465 λάμβαν’ ὑπιοῦσά με, εἰ σύ γ’, ὦ πόνῳ πόνηρε καὶ Κομηταμυνία, τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
465 οὔτε τιν’ ἔχων πρόφασιν οὔτε λόγον εὐτράπελον,
470 αὐτὸς ἄρχων μόνος;
ΒΔΕΛΥΚΛΕΩΝ
470 ἔσθ’ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
ΧΟΡΟΣ
470 σοὶ λόγους, ὦ μισόδημε καὶ μοναρχίας ἐραστὰ
475 καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
476-477 στεμμάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων;
ΒΔΕΛΥΚΛΕΩΝ
478 νὴ Δί’ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
ΧΟΡΟΣ
480 οὐδὲ μὴν οὐδ’ ἐν σελίνῳ σοὐστὶν οὐδ’ ἐν πηγάνῳ· τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν. ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ’ ὅταν ξυνήγορος ταὐτὰ ταῦτά σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
ΒΔΕΛΥΚΛΕΩΝ
480 ἆρ’ ἄν, ὦ πρὸς τῶν θεῶν, ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485 ἢ δέδοκται καὶ δέρεσθαι καὶ δέρειν δι’ ἡμέρας;
ΧΟΡΟΣ
485 οὐδέποτέ γ’, οὔχ, ἕως ἄν τί μου λοιπὸν ᾖ— ὅστις ἡμῶν ἐπὶ τυραννίδ’ ἐξεστάλης.
ΒΔΕΛΥΚΛΕΩΝ
485 ὡς ἅπανθ’ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται, ἤν τε μεῖζον ἤν τ’ ἔλαττον πρᾶγμά τις κατηγορῇ.
490 ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ’ οὐδὲ πεντήκοντ’ ἐτῶν·
490 νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομ’ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται. ἢν μὲν ὠνῆταί τις ὀρφῶς, μεμβράδας δὲ μὴ ’θέλῃ, εὐθέως εἴρηχ’ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
495 “οὗτος ὀψωνεῖν ἔοιχ’ ἅνθρωπος ἐπὶ τυραννίδι.” ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θἀτέρῳ· “εἰπέ μοι· γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι; ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;”
ΞΑΝΘΙΑΣ
495 κἀμέ γ’ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας, ὅτι κελητίσαι ’κέλευον, ὀξυθυμηθεῖσά μοι ἤρετ’ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
ΒΔΕΛΥΚΛΕΩΝ
495 ταῦτα γὰρ τούτοις ἀκούειν ἡδέ’, εἰ καὶ νῦν ἐγώ, τὸν πατέρ’ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505 ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
ΦΙΛΟΚΛΕΩΝ
505 νὴ Δί’, ἐν δίκῃ γ’· ἐγὼ γὰρ οὐδ’ ἂν ὀρνίθων γάλα ἀντὶ τοῦ βίου λάβοιμ’ ἂν οὗ με νῦν ἀποστερεῖς.
510 οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσιν, ἀλλ’ ἥδιον ἂν
510 δικίδιον σμικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον.
ΒΔΕΛΥΚΛΕΩΝ
510 νὴ Δί’, εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν. ἀλλ’ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω, ἀναδιδάξειν οἴομαί ς’ ὡς πάντα ταῦθ’ ἁμαρτάνεις.
ΦΙΛΟΚΛΕΩΝ
515 ἐξαμαρτάνω δικάζων;
ΒΔΕΛΥΚΛΕΩΝ
515 καταγελώμενος μὲν οὖν οὐκ ἐπαΐεις ὑπ’ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς. ἀλλὰ δουλεύων λέληθας.
ΦΙΛΟΚΛΕΩΝ
517 παῦε δουλείαν λέγων— ὅστις ἄρχω τῶν ἁπάντων.
ΒΔΕΛΥΚΛΕΩΝ
518 οὐ σύ γ’, ἀλλ’ ὑπηρετεῖς οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς, ὦ πάτερ,
520 ἥτις ἡ τιμή ’στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
ΦΙΛΟΚΛΕΩΝ
520 πάνυ γε· καὶ τούτοισί γ’ ἐπιτρέψαι ’θέλω.
ΒΔΕΛΥΚΛΕΩΝ
521 καὶ μὴν ἐγώ. ἄφετέ νυν ἅπαντες αὐτόν.
ΦΙΛΟΚΛΕΩΝ
522 καὶ ξίφος γέ μοι δότε· ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
ΒΔΕΛΥΚΛΕΩΝ
522 εἰπέ μοι, τί δ’, ἤν—τὸ δεῖνα—τῇ διαίτῃ μὴ ’μμένῃς;
ΦΙΛΟΚΛΕΩΝ
525 μηδέποτε πίοιμ’ ἄκρατον μισθὸν ἀγαθοῦ δαίμονος.
ΧΟΡΟΣ
525 νῦν δὴ τὸν ἐκ θἠμετέρου
527-528 γυμνασίου λέγειν τι δεῖ καινόν, ὅπως φανήσει—
ΒΔΕΛΥΚΛΕΩΝ
529 ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
530-531 ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
ΧΟΡΟΣ
532 —μὴ κατὰ τὸν νεανίαν
533-534 τόνδε λέγειν. ὁρᾷς γὰρ ὥς σοι μέγας ἐστὶν ἁγὼν
535 καὶ περὶ τῶν ἁπάντων, εἴπερ—ὃ μὴ γένοιτο— νῦν ἐθέλει κρατῆσαι.
ΒΔΕΛΥΚΛΕΩΝ
535 καὶ μὴν ὅς’ ἂν λέξῃ γ’ ἁπλῶς μνημόσυνα γράψομαι ’γώ.
ΦΙΛΟΚΛΕΩΝ
535 τί γάρ φαθ’ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
ΧΟΡΟΣ
540 οὐκέτι πρεσβυτῶν ὄχλος χρήσιμος ἔστ’ οὐδ’ ἀκαρῆ·
542-543 σκωπτόμενοι δ’ ἐν ταῖς ὁδοῖς θαλλοφόροι
544-545 καλούμεθ’, ἀντωμοσιῶν κελύφη.
546 ἀλλ’, ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
ΦΙΛΟΚΛΕΩΝ
547 καὶ μὴν εὐθύς γ’ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
547 τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστι δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος; ὃν πρῶτα μὲν ἕρποντ’ ἐξ εὐνῆς τηροῦς’ ἐπὶ τοῖσι δρυφάκ‐
552 τοις ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτ’ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρ’ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν.
555 ἱκετεύουσίν θ’ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες· “οἴκτιρόν μ’, ὦ πάτερ, αἰτοῦμαί ς’, εἰ καὐτὸς πώποθ’
556 ὑφείλου ἀρχὴν ἄρξας ἢ ’πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων.” ὃς ἔμ’ οὐδ’ ἂν ζῶντ’ ᾔδειν, εἰ μὴ διὰ τὴν προτέραν ἀπό‐
558 φυξιν.
ΒΔΕΛΥΚΛΕΩΝ
558 τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
ΦΙΛΟΚΛΕΩΝ
560 εἶτ’ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλ’ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφευξιν. φέρ’ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ’ ἐνταῦθα
563 δικαστῇ; οἱ μέν γ’ ἀποκλάονται πενίαν αὑτῶν, καὶ προστιθέασιν
565 κακὰ πρὸς τοῖς οὖσιν, ἕως ἂν ἰὼν ἀνισώσῃ τοῖσιν ἐμοῖσιν· οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ’ Αἰσώπου τι γέλοιον· οἱ δὲ σκώπτους’, ἵν’ ἐγὼ γελάσω καὶ τὸν θυμὸν κατα‐
567 θῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι’ εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ’ ἀκροῶμαι,
570 τὰ δὲ συγκύψανθ’ ἅμα βληχᾶται, κἄπειθ’ ὁ πατὴρ ὑπὲρ
570 αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι· “εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·” εἰ δ’ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ’ ἀνεῖμεν.
575 ἆρ’ οὐ μεγάλη τοῦτ’ ἔστ’ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
ΒΔΕΛΥΚΛΕΩΝ
575 δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου
576 καταχήνην. καὶ τἀγαθά μοι μέμνης’ ἅχεις φάσκων τῆς Ἑλλάδος
577 ἄρχειν.
ΦΙΛΟΚΛΕΩΝ
577 παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
580 ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλης’ ἀπιοῦσιν. κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ’ ἐπί‐
583 κληρον, κλαίειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
585 καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτ’ ἀνυπεύθυνοι δρῶμεν· τῶν δ’ ἄλλων οὐδεμί’ ἀρχή.
ΒΔΕΛΥΚΛΕΩΝ
585 τουτὶ γάρ τοι σεμνόν· τούτων ὧν εἴρηκας μακαρίζω. τῆς δ’ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
ΦΙΛΟΚΛΕΩΝ
590 ἔτι δ’ ἡ βουλὴ χὠ δῆμος, ὅταν κρῖναι μέγα πρᾶγμ’
590 ἀπορήσῃ, ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι· εἶτ’ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος, ἁσπιδαπο‐
592 βλής, οὐχὶ προδώσειν ἡμᾶς φασιν, περὶ τοῦ πλήθους δὲ μαχεῖ‐
593 σθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ’ ἐνίκησεν, ἐὰν μὴ
595 εἴπῃ τὰ δικαστήρι’ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας. αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περι‐
596 τρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει· σὺ δὲ τὸν πατέρ’ οὐδ’ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ’
598 ἔδρασας. ἀλλὰ Θέωρος—καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάτ‐
599 των—
599 τὸν σπόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι’ ἡμῶν περι‐
599 κωνεῖ. σκέψαι μ’ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλείεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
ΒΔΕΛΥΚΛΕΩΝ
599 ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτέ, κἀνα‐
603 φανήσει πρωκτὸς λουτροῦ περιγιγνόμενος, τῆς ἀρχῆς τῆς περι‐
604 σέμνου.
ΦΙΛΟΚΛΕΩΝ
605 ὃ δέ γ’ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ’γὼ ’πελελήσ‐
605 μην, ὅταν οἴκαδ’ ἴω τὸν μισθὸν ἔχων, κἄπειθ’ ἥκονθ’ ἅμα
606 πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδ’ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζους’ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
610 καὶ τὸ γύναιόν μ’ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσ‐
610 ενέγκῃ, κἄπειτα καθεζομένη παρ’ ἐμοὶ προσαναγκάζῃ· “φάγε
611 τουτί, ἔντραγε τουτί.” τούτοισιν ἐγὼ γάνυμαι· κοὐ μή με δεήσῃ εἰς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ’ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας, ἀλλ’ ἢν μή μοι ταχὺ
614 μάξῃ,
615 τάδε κέκτημαι πρόβλημα κακῶν, “σκευὴν βελέων ἀλεω‐
615 ρήν”. κἂν οἶνόν μοι μὴ ’γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ’ ἐσκεκό‐
616 μισμαι οἴνου μεστόν, κᾆτ’ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέ‐
618 παρδεν. ἆρ’ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
620 ὅστις ἀκούω ταὔθ’ ἅπερ ὁ Ζεύς; ἢν γοῦν ἡμεῖς θορυβήσωμεν, πᾶς τίς φησιν τῶν παριόντων· “οἷον βροντᾷ τὸ δικαστήριον, ὦ Ζεῦ βασιλεῦ.”
625 κἂν ἀστράψω, ποππύζουσιν κἀγκεχόδασίν μ’ οἱ πλουτοῦντες καὶ πάνυ σεμνοί. καὶ σὺ δέδοικάς με μάλιστ’ αὐτός· νὴ τὴν Δήμητρα, δέδοικας. ἐγὼ δ’
630 ἀπολοίμην εἰ σὲ δέδοικα.
ΧΟΡΟΣ
630 οὐπώποθ’ οὕτω καθαρῶς
632-633 οὐδενὸς ἠκούσαμεν οὐδὲ ξυνετῶς λέγοντος.
ΦΙΛΟΚΛΕΩΝ
634 οὔκ, ἀλλ’ ἐρήμας ᾤεθ’ οὕτω ῥᾳδίως τρυγήσειν·
635 καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
ΧΟΡΟΣ
635 ὡς δὲ πάντ’ ἐπελήλυθεν
637-638 κοὐδὲν παρῆλθεν, ὥστ’ ἔγωγ’ ηὐξανόμην ἀκούων,
639 κἀν μακάρων δικάζειν
640 αὐτὸς ἔδοξα νήσοις, ἡδόμενος λέγοντι.
ΦΙΛΟΚΛΕΩΝ
640 ὥσθ’ οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ. ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
ΧΟΡΟΣ
640 δεῖ δέ σε παντοίας πλέκειν
645 εἰς ἀπόφευξιν παλάμας τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι χαλεπὸν μὴ πρὸς ἐμοῦ λέγοντι.
647 πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον, ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
ΒΔΕΛΥΚΛΕΩΝ
649 χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ’πὶ
649 τρυγῳδοῖς ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν. ἀτάρ, ὦ πάτερ ἡμέτερε Κρονίδη—
ΦΙΛΟΚΛΕΩΝ
652 παῦσαι καὶ μὴ πατέριζε. εἰ μὴ γάρ, ὅπως δουλεύω ’γώ, τουτὶ ταχέως με διδάξεις, οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήσει, κἂν χρῇ σπλάγχνων μ’
654 ἀπέχεσθαι.
ΒΔΕΛΥΚΛΕΩΝ
655 ἀκρόασαί νυν, ὦ παπίδιον, χαλάσας ὀλίγον τὸ μέτωπον. καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ’ ἀπὸ
656 χειρός, τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα, κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς, πρυτανεῖα, μέταλλ’, ἀγοράς, λιμένας, μισθώσεις, δημιό‐
659 πρατα·
660 τούτων πλήρωμα τάλαντ’ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν. ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυ‐
661 τοῦ, ἓξ χιλιάσιν—“κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν”. γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
ΦΙΛΟΚΛΕΩΝ
661 οὐδ’ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ’ ἐγίγνεθ’ ὁ μισθός.
ΒΔΕΛΥΚΛΕΩΝ
665 μὰ Δί’ οὐ μέντοι.
ΦΙΛΟΚΛΕΩΝ
665 καὶ ποῖ τρέπεται δὴ ’πειτα τὰ χρήματα τἄλλα;
ΒΔΕΛΥΚΛΕΩΝ
665 ἐς τούτους τοὺς “οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί”. σὺ γάρ, ὦ πάτερ,
667 αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθ’ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
670 ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες· “δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνα‐
671 τρέψω.” σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περι‐
672 τρώγων. οἱ δὲ ξύμμαχοι, ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν,
675 σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωρο‐
675 φοροῦσιν ὕρχας, οἶνον, δάπιδας, τυρόν, μέλι, σήσαμα, προσκεφάλαια, φιάλας, χλανίδας, στεφάνους, ὅρμους, ἐκπώματα, πλουθυ‐
677 γιείαν. σοὶ δ’, ὧν ἄρχεις “πολλὰ μὲν ἐν γῇ, πολλὰ δ’ ἐφ’ ὑγρᾷ
678 πιτυλεύσας”, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
ΦΙΛΟΚΛΕΩΝ
680 μὰ Δί’, ἀλλὰ παρ’ Εὐχαρίδου καὐτὸς τρεῖς ἄγλιθας
680 μετέπεμψα. ἀλλ’ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
ΒΔΕΛΥΚΛΕΩΝ
680 οὐ γὰρ μεγάλη δουλεία ’στὶν τούτους μὲν ἅπαντας ἐν
682 ἀρχαῖς αὐτούς τ’ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθο‐
683 φοροῦντας; σοὶ δ’ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς, οὓς αὐτὸς
684 ἐλαύνων
685 καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήσας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ’
686 ἀπάγχει,
686 ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβάς, διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ’· “ὡς ὅστις ἂν ὑμῶν
690 ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται.” αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος
691 ἔλθῃ· καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ’ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ’
693 ὄντε ἐσπουδάκατον, κᾆθ’ ὡς πρίονθ’ ὁ μὲν ἕλκει, ὁ δ’ ἀντενέ‐
694 δωκεν·
695 σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε
695 λέληθεν.
ΦΙΛΟΚΛΕΩΝ
695 ταυτί με ποιοῦς’; οἴμοι, τί λέγεις; ὥς μου τὸν θῖνα
696 ταράττεις, καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ’ ὅ τι χρῆμά
697 με ποιεῖς.
ΒΔΕΛΥΚΛΕΩΝ
697 σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ’ ὅπῃ ἐγκεκύκλησαι,
697 ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι
697 Σαρδοῦς οὐκ ἀπολαύεις πλὴν τοῦθ’ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτ’ ἐρίῳ
701 σοι ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ’ ὥσπερ ἔλαιον.
701 βούλονται γάρ σε πένητ’ εἶναι, καὶ τοῦθ’ ὧν εἵνεκ’ ἐρῶ σοι· ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ’ ὅταν οὗτός γ’ ἐπισίξῃ
705 ἐπὶ τῶν ἐχθρῶν τιν’ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν. εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσιν· τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, δύο μυριάδ’ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
710 καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυῷ καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου. νῦν δ’ ὥσπερ ἐλαολόγοι χωρεῖθ’ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
ΦΙΛΟΚΛΕΩΝ
710 οἴμοι, τί ποθ’ ὥσπερ νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖ‐
713 ται; καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ’ ἤδη μαλθακός εἰμι.
ΒΔΕΛΥΚΛΕΩΝ
715 ἀλλ’ ὁπόταν μὲν δείσως’ αὐτοί, τὴν Εὔβοιαν διδόασιν ὑμῖν, καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους ποριεῖν. ἔδοσαν δ’ οὐπώποτέ σοι· πλὴν πρώην πέντε
717 μεδίμνους, καὶ ταῦτα μόλις ξενίας φεύγων, ἔλαβες κατὰ χοίνικα
718 κριθῶν. ὧν εἵνεκ’ ἐγώ ς’ ἀπέκλειον ἀεὶ
720 βόσκειν ἐθέλων καὶ μὴ τούτους ἐγχάσκειν σοι στομφάζοντας. καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν ὅ τι βούλει σοι,
720 πλὴν κωλακρέτου γάλα πίνειν.
ΧΟΡΟΣ
725 ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν· “πρὶν ἂν ἀμφοῖν μῦθον
725 ἀκούσῃς, οὐκ ἂν δικάσαις.” σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ
726 δεδόκησαι· ὥστ’ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω ἀλλ’, ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
728 πιθοῦ πιθοῦ λόγοισι, μηδ’ ἄφρων γένῃ
730 μηδ’ ἀτενὴς ἄγαν ἀτεράμων τ’ ἀνήρ. εἴθ’ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς εἶναί τις ὅστις τοιαῦτ’ ἐνουθέτει.
733a σοὶ δὲ νῦν τις θεῶν
733b παρὼν ἐμφανὴς
734 ξυλλαμβάνει τοῦ πράγματος, καὶ δῆλός ἐστιν εὖ ποιῶν·
735 σὺ δὲ παρὼν δέχου.
ΒΔΕΛΥΚΛΕΩΝ
735 καὶ μὴν θρέψω γ’ αὐτὸν παρέχων ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον λείχειν, χλαῖναν μαλακήν, σισύραν, πόρνην, ἥτις τὸ πέος τρίψει
740 καὶ τὴν ὀσφῦν. ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ’ οὐ δύναταί με προσέσθαι.
ΧΟΡΟΣ
742 νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ’, οἷς τότ’ ἐπεμαίνετ’. ἔγνωκε γὰρ ἀρτίως,
745 λογίζεταί τ’ ἐκεῖνα πάνθ’ ἁμαρτίας ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
747a νῦν δ’ ἴσως τοῖσι σοῖς
747b λόγοις πείθεται,
748 καὶ σωφρονεῖ μέντοι μεθιστὰς ἐς τὸ λοιπὸν τὸν τρόπον πειθόμενός τέ σοι.
ΦΙΛΟΚΛΕΩΝ
749 ἰώ μοί μοι.
ΒΔΕΛΥΚΛΕΩΝ
749 οὗτος, τί βοᾷς;
ΦΙΛΟΚΛΕΩΝ
749 μή μοι τούτων μηδὲν ὑπισχνοῦ. κείνων ἔραμαι, κεῖθι γενοίμαν, ἵν’ ὁ κῆρύξ φησι· “τίς ἀψήφιστος; ἀνιστάσθω.”
755 κἀπισταίην ἐπὶ τοῖς κημοῖς ψηφιζομένων ὁ τελευταῖος. “σπεῦδ’, ὦ ψυχή—”. ποῦ μοι ψυχή; “πάρες, ὦ σκιερά—”. μὰ τὸν Ἡρακλέα μή νυν ἔτ’ ἐγὼ ’ν τοῖσι δικασταῖς κλέπτοντα Κλέωνα λάβοιμι.
ΒΔΕΛΥΚΛΕΩΝ
760 ἴθ’, ὦ πάτερ, πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
ΦΙΛΟΚΛΕΩΝ
760 τί σοι πίθωμαι; λέγ’ ὅ τι βούλει πλὴν ἑνός.
ΒΔΕΛΥΚΛΕΩΝ
760 ποίου; φέρ’ ἴδω.
ΦΙΛΟΚΛΕΩΝ
762 τοῦ μὴ δικάζειν. τοῦτο δὲ Ἅιδης διακρινεῖ πρότερον ἢ ’γὼ πείσομαι.
ΒΔΕΛΥΚΛΕΩΝ
762 σὺ δ’ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765 ἐκεῖσε μὲν μηκέτι βάδιζ’, ἀλλ’ ἐνθάδε αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
ΦΙΛΟΚΛΕΩΝ
765 περὶ τοῦ; τί ληρεῖς;
ΒΔΕΛΥΚΛΕΩΝ
767 ταὔθ’ ἅπερ ἐκεῖ πράττεται. ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην·
770 πάντως δὲ κἀκεῖ ταῦτ’ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ εἴλη κατ’ ὄρθρον, ἠλιάσει πρὸς ἥλιον· ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος· ὕοντος εἴσει· κἂν ἔγρῃ μεσημβρινός,
775 οὐδείς ς’ ἀποκλείσει θεσμοθέτης τῇ κιγκλίδι.
ΦΙΛΟΚΛΕΩΝ
775 τουτί μ’ ἀρέσκει.
ΒΔΕΛΥΚΛΕΩΝ
776 πρὸς δὲ τούτοις γ’, ἢν δίκην λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
ΦΙΛΟΚΛΕΩΝ
776 πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780 ὥσπερ πρότερον τὰ πράγματ’ ἔτι μασώμενος;
ΒΔΕΛΥΚΛΕΩΝ
780 πολλῷ γ’ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμ’ ἔγνωσαν ἀναμασώμενοι.
ΦΙΛΟΚΛΕΩΝ
780 ἀνά τοί με πείθεις. ἀλλ’ ἐκεῖν’ οὔπω λέγεις,
785 τὸν μισθὸν ὁπόθεν λήψομαι.
ΒΔΕΛΥΚΛΕΩΝ
785 παρ’ ἐμοῦ.
ΦΙΛΟΚΛΕΩΝ
785 καλῶς, ὁτιὴ κατ’ ἐμαυτὸν κοὐ μεθ’ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μ’ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετ’ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετ’ ἐν τοῖς ἰχθύσιν,
790 κἄπειτ’ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων, κἀγὼ ’νέκαψ’· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν. κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα· κᾆθ’ εἷλκον αὐτόν.
ΒΔΕΛΥΚΛΕΩΝ
793 ὁ δὲ τί πρὸς ταῦτ’ εἶφ’;
ΦΙΛΟΚΛΕΩΝ
793 ὅ τι; ἀλεκτρυόνος μ’ ἔφασκε κοιλίαν ἔχειν.
795 “ταχὺ γοῦν καθέψεις τἀργύριον,” ἦ δ’ ὃς λέγων.
ΒΔΕΛΥΚΛΕΩΝ
795 ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
ΦΙΛΟΚΛΕΩΝ
795 οὐ πάνυ τι μικρόν. ἀλλ’ ὅπερ μέλλεις ποίει.
ΒΔΕΛΥΚΛΕΩΝ
795 ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθ’ ἥξω φέρων.
ΦΙΛΟΚΛΕΩΝ
795 ὅρα τὸ χρῆμα, τὰ λόγι’ ὡς περαίνεται.
795 ἠκηκόειν γὰρ ὡς Ἀθηναῖοί ποτε δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
795 κἀν τοῖς προθύροις ἐνοικοδομήσει πᾶς ἀνὴρ αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ, ὥσπερ Ἑκαταῖον πανταχοῦ πρὸ τῶν θυρῶν.
ΒΔΕΛΥΚΛΕΩΝ
805 ἰδού. τί ἔτ’ ἐρεῖς; ὡς ἅπαντ’ ἐγὼ φέρω, ὅσαπέρ γ’ ἔφασκον κἄτι πολλῷ πλείονα. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ παρὰ σοὶ κρεμήσετ’ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
ΦΙΛΟΚΛΕΩΝ
805 σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810 ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
ΒΔΕΛΥΚΛΕΩΝ
810 καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ ῥοφεῖν, ἐὰν δέῃ τι.
ΦΙΛΟΚΛΕΩΝ
812 τοῦτ’ αὖ δεξιόν. κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι· αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815 ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ’ ἐξηνέγκατε;
ΒΔΕΛΥΚΛΕΩΝ
815 ἵνα γ’, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾄδων ἄνωθεν ἐξεγείρῃ ς’ οὑτοσί.
ΦΙΛΟΚΛΕΩΝ
815 ἓν ἔτι ποθῶ, τὰ δ’ ἄλλ’ ἀρέσκει μοι.
ΒΔΕΛΥΚΛΕΩΝ
818 τὸ τί;
ΦΙΛΟΚΛΕΩΝ
818 θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
ΒΔΕΛΥΚΛΕΩΝ
820 πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
ΦΙΛΟΚΛΕΩΝ
820 ὦ δέσποθ’ ἥρως, ὡς χαλεπὸν ἄρ’ ἦν ς’ ἰδεῖν.
ΒΔΕΛΥΚΛΕΩΝ
820 οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
ΦΙΛΟΚΛΕΩΝ
820 οὔκουν ἔχει γ’ οὐδ’ αὐτὸς ἥρως ὢν ὅπλα.
ΒΔΕΛΥΚΛΕΩΝ
820 εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825 ἐκάλουν.
ΦΙΛΟΚΛΕΩΝ
825 κάλει νυν, ὡς κάθημ’ ἐγὼ πάλαι.
ΒΔΕΛΥΚΛΕΩΝ
825 φέρε νυν, τίν’ αὐτῷ πρῶτον εἰσαγάγω δίκην; τί τις κακὸν δέδρακε τῶν ἐν τῇ οἰκίᾳ; ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν—
ΦΙΛΟΚΛΕΩΝ
825 ἐπίσχες, οὗτος· ὡς ὀλίγου μ’ ἀπώλεσας.
830 ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
ΒΔΕΛΥΚΛΕΩΝ
830 μὰ τὸν Δί’ οὐ πάρεστιν.
ΦΙΛΟΚΛΕΩΝ
832 ἀλλ’ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκ’ ἔνδοθεν.
ΒΔΕΛΥΚΛΕΩΝ
832 τί ποτε τὸ χρῆμ’; ὡς δεινὸν ἡ φιλοχωρία.
ΞΑΝΘΙΑΣ
835 βάλλ’ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
ΒΔΕΛΥΚΛΕΩΝ
835 τί δ’ ἐστὶν ἐτεόν;
ΞΑΝΘΙΑΣ
836 οὐ γὰρ ὁ Λάβης ἀρτίως, ὁ κύων, παρᾴξας εἰς τὸν ἰπνὸν ἁρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
ΒΔΕΛΥΚΛΕΩΝ
836 τοῦτ’ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
840 εἰσακτέον μοι. σὺ δὲ κατηγόρει παρών.
ΞΑΝΘΙΑΣ
840 μὰ Δί’ οὐκ ἔγωγ’, ἀλλ’ ἅτερός φησιν κύων
840 κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
ΒΔΕΛΥΚΛΕΩΝ
840 ἴθι νυν, ἄγ’ αὐτὼ δεῦρο.
ΞΑΝΘΙΑΣ
843 ταῦτα χρὴ ποιεῖν.
ΒΔΕΛΥΚΛΕΩΝ
843 τουτὶ τί ἐστι;
ΦΙΛΟΚΛΕΩΝ
844 χοιροκομεῖον Ἑστίας.
ΒΔΕΛΥΚΛΕΩΝ
845 εἶθ’ ἱεροσυλήσας φέρεις;
ΦΙΛΟΚΛΕΩΝ
845 οὔκ, ἀλλ’ ἵνα ἀφ’ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλ’ εἴσαγ’ ἁνύσας, ὡς ἐγὼ τιμᾶν βλέπω.
ΒΔΕΛΥΚΛΕΩΝ
845 φέρε νυν, ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
ΦΙΛΟΚΛΕΩΝ
845 οἴμοι, διατρίβεις κἀπολεῖς τριψημερῶν.
845 ἐγὼ δ’ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
ΒΔΕΛΥΚΛΕΩΝ
845 ἰδού.
ΦΙΛΟΚΛΕΩΝ
851 κάλει νυν.
ΒΔΕΛΥΚΛΕΩΝ
851 ταῦτα δή.
ΦΙΛΟΚΛΕΩΝ
851 τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν;
ΒΔΕΛΥΚΛΕΩΝ
852 ἐς κόρακας. ὡς ἄχθομαι, ὁτιὴ ’πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
ΦΙΛΟΚΛΕΩΝ
852 οὗτος σύ, ποῖ θεῖς;
ΒΔΕΛΥΚΛΕΩΝ
854 ἐπὶ καδίσκους.
ΦΙΛΟΚΛΕΩΝ
854 μηδαμῶς·
855 ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
ΒΔΕΛΥΚΛΕΩΝ
855 κάλλιστα τοίνυν. πάντα γὰρ πάρεστι νῷν ὅσων δεόμεθα—πλήν γε δὴ τῆς κλεψύδρας.
ΦΙΛΟΚΛΕΩΝ
855 ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;
ΒΔΕΛΥΚΛΕΩΝ
855 εὖ γ’ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
860 ἀλλ’ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
ΧΟΡΟΣ
862 καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς καὶ ταῖς εὐχαῖς
865 φήμην ἀγαθὴν λέξομεν ὑμῖν, ὅτι γενναίως ἐκ τοῦ πολέμου καὶ τοῦ νείκους ξυνέβητον.
ΒΔΕΛΥΚΛΕΩΝ
867 εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
ΧΟΡΟΣ
867 ὦ Φοῖβ’ Ἄπολλον Πύθι’, ἐπ’ ἀγαθῇ τύχῃ
870 τὸ πρᾶγμ’, ὃ μηχανᾶται ἔμπροσθεν οὗτος τῶν θυρῶν, ἅπασιν ἡμῖν ἁρμόσαι παυσαμένοις πλάνων.
873 ἰήιε Παιάν.
ΒΔΕΛΥΚΛΕΩΝ
875 ὦ δέσποτ’ ἄναξ γεῖτον Ἀγυιεῦ, τοῦ ’μοῦ προθύρου προ‐
875 πύλαιε, δέξαι τελετὴν καινήν, ὦ ’ναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν. παῦσόν τ’ αὐτοῦ τουτὶ τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, ἀντὶ σιραίου μέλιτος σμικρὸν τῷ θυμιδίῳ παραμείξας. ἤδη δ’ εἶναι τοῖς ἀνθρώποις ἤπιον αὐτόν,
880 τοὺς φεύγοντάς τ’ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων, κἀπιδακρύειν ἀντιβολούντων, καὶ παυσάμενον τῆς δυσκολίας ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι.
ΧΟΡΟΣ
885 ξυνευχόμεσθα ταῦτά σοι κἀπᾴδομεν νέαισιν ἀρχαῖς εἵνεκα τῶν προλελεγμένων.
886 εὖνοι γάρ ἐσμεν ἐξ οὗ τὸν δῆμον ᾐσθόμεσθά σου φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
890 τῶν γε νεωτέρων.
ΒΔΕΛΥΚΛΕΩΝ
890 εἴ τις θύρασιν ἠλιαστής, εἰσίτω· ὡς ἡνίκ’ ἂν λέγωσιν, οὐκ ἐσφρήσομεν.
ΦΙΛΟΚΛΕΩΝ
890 τίς ἆρ’ ὁ φεύγων οὗτος; ὅσον ἁλώσεται.
ΒΔΕΛΥΚΛΕΩΝ
890 ἀκούετ’ ἤδη τῆς γραφῆς. “ἐγράψατο
895 Κύων Κυδαθηναιεὺς Λάβητ’ Αἰξωνέα τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.”
ΦΙΛΟΚΛΕΩΝ
895 θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
ΒΔΕΛΥΚΛΕΩΝ
895 καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
ΦΙΛΟΚΛΕΩΝ
895 ὢ μιαρὸς οὗτος. ὡς δὲ καὶ κλέπτον βλέπει. οἷον σεσηρὼς ἐξαπατήσειν μ’ οἴεται. ποῦ δ’ ὅ γε διώκων, ὁ Κυδαθηναιεὺς κύων;
ΚΥΩΝ
903 αὖ αὖ.
ΒΔΕΛΥΚΛΕΩΝ
903 πάρεστιν.
ΦΙΛΟΚΛΕΩΝ
903 ἕτερος οὗτος αὖ Λάβης, ἀγαθός γ’ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
ΒΔΕΛΥΚΛΕΩΝ
905 σίγα, κάθιζε. σὺ δ’ ἀναβὰς κατηγόρει.
ΦΙΛΟΚΛΕΩΝ
905 φέρε νυν, ἅμα τήνδ’ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
ΚΥΩΝ
905 τῆς μὲν γραφῆς ἠκούσαθ’ ἣν ἐγραψάμην, ἄνδρες δικασταί, τουτονί. δεινότατα γὰρ ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
910 ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν κατεσικέλιζε κἀνέπλητ’ ἐν τῷ σκότῳ.
ΦΙΛΟΚΛΕΩΝ
910 νὴ τὸν Δί’, ἀλλὰ δῆλός ἐστ’· ἔμοιγέ τοι τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
910 ὁ βδελυρὸς οὗτος.
ΚΥΩΝ
914 κοὐ μετέδωκ’ αἰτοῦντί μοι.
915 καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται, ἢν μή τι κἀμοί τις προβάλλῃ, τῷ κυνί;
ΦΙΛΟΚΛΕΩΝ
915 οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ’, ἐμοί. θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
ΒΔΕΛΥΚΛΕΩΝ
915 πρὸς τῶν θεῶν, μὴ προκαταγίγνωσκ’, ὦ πάτερ,
920 πρὶν ἄν γ’ ἀκούσῃς ἀμφοτέρων.
ΦΙΛΟΚΛΕΩΝ
920 ἀλλ’, ὦ ’γαθέ, τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
ΚΥΩΝ
920 μή νυν ἀφῆτέ γ’ αὐτόν, ὡς ὄντ’ αὖ πολὺ κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον, ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925 ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
ΦΙΛΟΚΛΕΩΝ
925 ἐμοὶ δέ γ’ οὐκ ἔστ’ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
ΚΥΩΝ
925 πρὸς ταῦτα τοῦτον κολάσατ’ (οὐ γὰρ ἄν ποτε τρέφειν δύναιτ’ ἂν μία λόχμη κλέπτα δύο), ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
930 ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
ΦΙΛΟΚΛΕΩΝ
930 ἰοὺ ἰού. ὅσας κατηγόρησε τὰς πανουργίας. κλέπτον τὸ χρῆμα τἀνδρός. οὐ καὶ σοὶ δοκεῖ, ὦ ’λεκτρυών; νὴ τὸν Δί’ ἐπιμύει γέ τοι.
935 ὁ θεσμοθέτης· ποῦ ’σθ’ οὗτος; ἀμίδα μοι δότω.
ΒΔΕΛΥΚΛΕΩΝ
935 αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον, δοίδυκα, τυρόκνηστιν, ἐσχάραν, χύτραν, καὶ τἄλλα τὰ σκεύη τὰ προσκεκαυμένα.
940 ἀλλ’ ἔτι σύ γ’ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
ΦΙΛΟΚΛΕΩΝ
940 τοῦτον δέ γ’ οἶμ’ ἐγὼ χεσεῖσθαι τήμερον.
ΒΔΕΛΥΚΛΕΩΝ
940 οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος, καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ’ ὀδὰξ ἔχει; ἀνάβαιν’, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
ΦΙΛΟΚΛΕΩΝ
945 ἀλλ’ οὐκ ἔχειν οὗτός γ’ ἔοικεν ὅ τι λέγῃ.
ΒΔΕΛΥΚΛΕΩΝ
945 οὔκ, ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους. πάρεχ’ ἐκποδών· ἐγὼ γὰρ ἀπολογήσομαι.
945 χαλεπὸν μέν, ὦ ’νδρες, ἐστὶ διαβεβλημένου ὑπεραποκρίνεσθαι κυνός, λέξω δ’ ὅμως. ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
ΦΙΛΟΚΛΕΩΝ
945 κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
ΒΔΕΛΥΚΛΕΩΝ
945 μὰ Δί’, ἀλλ’ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν,
955 οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
ΦΙΛΟΚΛΕΩΝ
955 τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
ΒΔΕΛΥΚΛΕΩΝ
955 ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν, καὶ τἄλλ’ ἄριστός ἐστιν. εἰ δ’ ὑφείλετο,
955 σύγγνωθι· κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
ΦΙΛΟΚΛΕΩΝ
960 ἐγὼ δ’ ἐβουλόμην ἂν οὐδὲ γράμματα, ἵνα μὴ κακουργῶν ἐνέγραφ’ ἡμῖν τὸν λόγον.
ΒΔΕΛΥΚΛΕΩΝ
960 ἄκουσον, ὦ δαιμόνιε, μου τῶν μαρτύρων. ἀνάβηθι, τυρόκνηστι, καὶ λέξον μέγα· σὺ γὰρ ταμιεύους’ ἔτυχες. ἀπόκριναι σαφῶς,
965 εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες. φησὶ κατακνῆσαι.
ΦΙΛΟΚΛΕΩΝ
966 νὴ Δί’, ἀλλὰ ψεύδεται.
ΒΔΕΛΥΚΛΕΩΝ
966 ὦ δαιμόνι’, ἐλέει τοὺς ταλαιπωρουμένους. οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι’ ἐσθίει καὶ τὰς ἀκάνθας, κοὐδέποτ’ ἐν ταὐτῷ μένει.
970 ὁ δ’ ἕτερος οἷός ἐστιν. οἰκουρὸς μόνον· αὐτοῦ μένων γάρ, ἅττ’ ἂν εἴσω τις φέρῃ, τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
ΦΙΛΟΚΛΕΩΝ
970 αἰβοῖ, τί τόδε ποτ’ ἔσθ’ ὅτῳ μαλάττομαι; κακόν τι περιβαίνει με, κἀναπείθομαι.
ΒΔΕΛΥΚΛΕΩΝ
975 ἴθ’, ἀντιβολῶ ς’, οἰκτίρατ’ αὐτόν, ὦ πάτερ, καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία; ἀναβαίνετ’, ὦ πόνηρα, καὶ κνυζούμενα αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
ΦΙΛΟΚΛΕΩΝ
975 κατάβα, κατάβα, κατάβα, κατάβα.
ΒΔΕΛΥΚΛΕΩΝ
979 καταβήσομαι.
980 καίτοι τὸ “κατάβα” τοῦτο πολλοὺς δὴ πάνυ ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
ΦΙΛΟΚΛΕΩΝ
980 ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν. ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν οὐδέν ποτέ γ’ ἀλλ’ ἢ τῆς φακῆς ἐμπλήμενος.
ΒΔΕΛΥΚΛΕΩΝ
985 οὔκουν ἀποφεύγει δῆτα;
ΦΙΛΟΚΛΕΩΝ
985 χαλεπὸν εἰδέναι.
ΒΔΕΛΥΚΛΕΩΝ
985 ἴθ’, ὦ πατρίδιον, ἐπὶ τὰ βελτίω τρέπου. τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον μύσας παρᾷξον κἀπόλυσον, ὦ πάτερ.
ΦΙΛΟΚΛΕΩΝ
985 οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
ΒΔΕΛΥΚΛΕΩΝ
990 φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
ΦΙΛΟΚΛΕΩΝ
990 ὅδ’ ἔσθ’ ὁ πρότερος;
ΒΔΕΛΥΚΛΕΩΝ
991 οὗτος.
ΦΙΛΟΚΛΕΩΝ
991 αὕτη ’ντευθενί.
ΒΔΕΛΥΚΛΕΩΝ
991 ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών. φέρ’ ἐξεράσω.
ΦΙΛΟΚΛΕΩΝ
993 πῶς ἄρ’ ἠγωνίσμεθα;
ΒΔΕΛΥΚΛΕΩΝ
993 δείξειν ἔοικεν. ἐκπέφευγας, ὦ Λάβης.
995 πάτερ πάτερ, τί πέπονθας; οἴμοι. ποῦ ’σθ’ ὕδωρ; ἔπαιρε σαυτόν.
ΦΙΛΟΚΛΕΩΝ
996 εἰπέ νυν ἐκεῖνό μοι· ὄντως ἀπέφυγε;
ΒΔΕΛΥΚΛΕΩΝ
997 νὴ Δί’.
ΦΙΛΟΚΛΕΩΝ
997 οὐδέν εἰμ’ ἄρα.
ΒΔΕΛΥΚΛΕΩΝ
997 μὴ φροντίσῃς, ὦ δαιμόνι’, ἀλλ’ ἀνίστασο.
ΦΙΛΟΚΛΕΩΝ
997 πῶς οὖν ἐμαυτῷ τοῦτ’ ἐγὼ ξυνείσομαι,
997 φεύγοντ’ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι; ἀλλ’, ὦ πολυτίμητοι θεοί, ξύγγνωτέ μοι· ἄκων γὰρ αὔτ’ ἔδρασα κοὐ τοῦ ’μοῦ τρόπου.
ΒΔΕΛΥΚΛΕΩΝ
997 καὶ μηδὲν ἀγανάκτει γ’. ἐγὼ γάρ ς’, ὦ πάτερ, θρέψω καλῶς, ἄγων μετ’ ἐμαυτοῦ πανταχοῖ,
1005 ἐπὶ δεῖπνον, εἰς ξυμπόσιον, ἐπὶ θεωρίαν, ὥσθ’ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον· κοὐκ ἐγχανεῖταί ς’ ἐξαπατῶν Ὑπέρβολος. ἀλλ’ εἰσίωμεν.
ΦΙΛΟΚΛΕΩΝ
1008 ταῦτά νυν, εἴπερ δοκεῖ.
ΧΟΡΟΣ
1008 ἀλλ’ ἴτε χαίροντες ὅποι βούλεσθ’. ὑμεῖς δὲ τέως,
1010 ὦ μυριάδες ἀναρίθμητοι, νῦν μὲν τὰ μέλλοντ’ εὖ λέγεσ‐ θαι μὴ πέσῃ φαύλως χαμᾶζ’, εὐλαβεῖσθε. τοῦτο γὰρ σκαιῶν θεατῶν ἐστι πάσχειν, κοὐ πρὸς ὑμῶν.
1015 νῦν αὖτε, λεῴ, προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι
1015 φιλεῖτε. μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ. ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ’ αὐτοὺς εὖ πεποιη‐
1017 κώς· τὰ μὲν οὐ φανερῶς ἀλλ’ ἐπικουρῶν κρύβδην ἑτέροισι ποι‐
1018 ηταῖς,
1018 μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
1020 εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι, μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ’ ἑαυτόν, οὐκ ἀλλοτρίων ἀλλ’ οἰκείων μουσῶν στόμαθ’ ἡνιοχήσας. ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ’ ἐν ὑμῖν, οὐκ ἐκτελέσαι φησὶν ἐπαρθείς, οὐδ’ ὀγκῶσαι τὸ φρόνημα,
1025 οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδ’, εἴ τις ἐρα‐
1025 στὴς κωμῳδεῖσθαι παιδίχ’ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν’ ἔχων ἐπιεικῆ, ἵνα τὰς μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ· οὐδ’, ὅτε πρῶτόν γ’ ἦρξε διδάσκειν, ἀνθρώποις φής’ ἐπι‐
1029 θέσθαι,
1030 ἀλλ’ Ἡρακλέους ὀργήν τιν’ ἔχων τοῖσι μεγίστοις ἐπι‐
1030 χειρεῖν, θρασέως ξυστὰς εὐθὺς ἀπ’ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ’ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχ‐
1033 μῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ’ εἶχεν χαράδρας ὄλεθρον τε‐
1034 τοκυίας,
1035 φώκης δ’ ὀσμήν, Λαμίας δ’ ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ
1035 καμήλου. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι, ἀλλ’ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ. φησίν τε μετ’ αὐτοῦ
1035 τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τ’ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπ‐
1039 έπνιγον,
1040 κατακλινόμενοί τ’ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν
1040 ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστ’ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. τοιόνδ’ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτὴν πέρυσιν καταπρούδοτε καινοτάτας σπείραντ’ αὐτὸν δια‐
1044 νοίας,
1045 ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ’ ἀναλδεῖς. καίτοι σπένδων πόλλ’ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτ’ ἀμείνον’ ἔπη τούτων κωμῳδικὰ μηδέν’ ἀκοῦ‐
1047 σαι. τοῦτο μὲν οὖν ἐσθ’ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παρα‐
1048 χρῆμα· ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
1048 εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν. ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν, ὦ δαιμόνιοι, τοὺς ζητοῦντας καινόν τι λέγειν κἀξευρίσκειν στέργετε μᾶλλον καὶ θεραπεύετε,
1055 καὶ τὰ νοήματα σῴζεσθ’ αὐτῶν, ἐσβάλλετέ τ’ εἰς τὰς κιβωτοὺς μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ’, ὑμῖν δι’ ἔτους τῶν ἱματίων ὀζήσει δεξιότητος.
1060 ὢ πάλαι ποτ’ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, ἄλκιμοι δ’ ἐν μάχαις, καὶ κατ’ αὐτὸ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι. πρίν ποτ’ ἦν πρὶν ταῦτα, νῦν δ’ οἴχεται, κύκνου τε πολιώτεραι δὴ
1065 αἵδ’ ἐπανθοῦσιν τρίχες. ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην νεανικὴν σχεῖν· ὡς ἐγὼ τοὐμὸν νομίζω
1068-1069 γῆρας εἶναι κρεῖττον ἢ πολλῶν κικίννους
1070 νεανιῶν καὶ σχῆμα κεὐρυπρωκτίαν.
1070 εἴ τις ὑμῶν, ὦ θεαταί, τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μ’ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστιν ἡ ’πίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω “κἂν ἄμουσος ᾖ τὸ πρίν”.
1075 ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον, Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες, ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ’ ἦλθ’ ὁ βάρβαρος, τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
1080 ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια. εὐθέως γὰρ ἐκδραμόντες “ξὺν δορὶ ξὺν ἀσπίδι”
1080 ἐμαχόμεσθ’ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες, στὰς ἀνὴρ παρ’ ἄνδρ’, ὑπ’ ὀργῆς τὴν χελύνην ἐσθίων. ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
1085 ἀλλ’ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν· γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτατο. εἶτα δ’ εἱπόμεσθα θυννάζοντες εἰς τοὺς θυλάκους, οἱ δ’ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι, ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
1090 μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
1090 ἆρα δεινὸς ἦ τόθ’, ὥστε πάντα μὴ δεδοικέναι, καὶ κατεστρεψάμην τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν. οὐ γὰρ ἦν ἡμῖν ὅπως
1095 ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ’ οὐδὲ συκοφαντήσειν τινὰ φροντίς, ἀλλ’ ὅστις ἐρέτης ἔσοιτ’ ἄριστος. τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες
1099-1100 αἰτιώτατοι φέρεσθαι τὸν φόρον δεῦρ’
1101 ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι.
1101 πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ’ εὑρήσετε τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους. πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
1105 μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον. εἶτα τἄλλ’ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
1105 ξυλλεγέντες γὰρ καθ’ ἑσμοὺς ὥσπερ εἰς ἀνθρήνια οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δ’ ἐν Ὠιδείῳ δικάζους’, ὧδε πρὸς τοῖς τειχίοις
1110 ξυμβεβυσμένοι πυκνόν, νεύοντες εἰς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι· πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
1115 οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν γόνον κατεσθίουσιν οὐ ταλαιπωρούμενοι. τοῦτο δ’ ἔστ’ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
1120 ἀλλά μοι δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ ὅστις ἂν μὴ ’χῃ τὸ κέντρον μὴ φέρειν τριώβολον.
ΦΙΛΟΚΛΕΩΝ
1121 οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι, ἐπεὶ μόνος μ’ ἔσωσε παρατεταγμένον, ὅθ’ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
ΒΔΕΛΥΚΛΕΩΝ
1125 ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
ΦΙΛΟΚΛΕΩΝ
1125 μὰ τὸν Δί’, οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον. καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος ἀπέδωκ’ ὀφείλων τῷ γναφεῖ τριώβολον.
ΒΔΕΛΥΚΛΕΩΝ
1125 ἀλλ’ οὖν πεπειράσθω γ’, ἐπειδήπερ γ’ ἅπαξ
1130 ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
ΦΙΛΟΚΛΕΩΝ
1130 τί οὖν κελεύεις δρᾶν με;
ΒΔΕΛΥΚΛΕΩΝ
1131 τὸν τρίβων’ ἄφες, τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
ΦΙΛΟΚΛΕΩΝ
1131 ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν, ὅθ’ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
ΒΔΕΛΥΚΛΕΩΝ
1135 ἔχ’, ἀναβαλοῦ τηνδὶ λαβών, καὶ μὴ λάλει.
ΦΙΛΟΚΛΕΩΝ
1135 τουτὶ τὸ κακὸν τί ἐστι, πρὸς πάντων θεῶν;
ΒΔΕΛΥΚΛΕΩΝ
1135 οἱ μὲν καλοῦσι Περσίδ’, οἱ δὲ καυνάκην.
ΦΙΛΟΚΛΕΩΝ
1135 ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
ΒΔΕΛΥΚΛΕΩΝ
1135 κοὐ θαῦμά γ’· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
1140 ἔγνως γὰρ ἄν· νῦν δ’ οὐχὶ γιγνώσκεις.
ΦΙΛΟΚΛΕΩΝ
1140 ἐγὼ μὰ τὸν Δί’ οὐ τοίνυν, ἀτὰρ δοκεῖ γέ μοι ἐοικέναι μάλιστα Μορύχου σάγματι.
ΒΔΕΛΥΚΛΕΩΝ
1140 οὔκ, ἀλλ’ ἐν Ἐκβατάνοισι ταῦθ’ ὑφαίνεται.
ΦΙΛΟΚΛΕΩΝ
1140 ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
ΒΔΕΛΥΚΛΕΩΝ
1145 πόθεν, ὦ ’γάθ’; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
ΦΙΛΟΚΛΕΩΝ
1145 οὔκουν ἐριώλην δῆτ’ ἐχρῆν αὐτὴν καλεῖν
1145 δικαιότερόν γ’ ἢ καυνάκην;
ΒΔΕΛΥΚΛΕΩΝ
1149 ἔχ’, ὦ ’γαθέ,
1149 καὶ στῆθ’ ἀναμπισχόμενος.
ΦΙΛΟΚΛΕΩΝ
1149 οἴμοι δείλαιος. ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.
ΒΔΕΛΥΚΛΕΩΝ
1149 οὐκ ἀναβαλεῖ;
ΦΙΛΟΚΛΕΩΝ
1152 μὰ Δί’ οὐκ ἔγωγ’.
ΒΔΕΛΥΚΛΕΩΝ
1152 ἀλλ’, ὦ ’γαθέ—
ΦΙΛΟΚΛΕΩΝ
1152 εἴπερ γ’ ἀνάγκη, κρίβανόν μ’ ἀμπίσχετε.
ΒΔΕΛΥΚΛΕΩΝ
1152 φέρ’, ἀλλ’ ἐγώ σε περιβάλω. σὺ δ’ οὖν ἴθι.
ΦΙΛΟΚΛΕΩΝ
1155 παράθου γε μέντοι καὶ κρεάγραν.
ΒΔΕΛΥΚΛΕΩΝ
1155 τιὴ τί δή;
ΦΙΛΟΚΛΕΩΝ
1155 ἵν’ ἐξέλῃς με πρὶν διερρυηκέναι.
ΒΔΕΛΥΚΛΕΩΝ
1155 ἄγε νυν, ὑπολύου τὰς καταράτους ἐμβάδας, τασδὶ δ’ ἁνύσας ὑπόδυθι τὰς Λακωνικάς.
ΦΙΛΟΚΛΕΩΝ
1155 ἐγὼ γὰρ ἂν τλαίην ὑποδύσασθαί ποτε
1160 ἐχθρῶν παρ’ ἀνδρῶν δυσμενῆ καττύματα;
ΒΔΕΛΥΚΛΕΩΝ
1160 ἔνθες ποτ’, ὦ τᾶν, κἀπόβαιν’ ἐρρωμένως ἐς τὴν Λακωνικὴν ἁνύσας.
ΦΙΛΟΚΛΕΩΝ
1162 ἀδικεῖς γέ με εἰς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
ΒΔΕΛΥΚΛΕΩΝ
1162 φέρε, καὶ τὸν ἕτερον.
ΦΙΛΟΚΛΕΩΝ
1164 μηδαμῶς τοῦτόν γ’, ἐπεὶ
1165 πάνυ μισολάκων αὐτοῦ ’στιν εἷς τῶν δακτύλων.
ΒΔΕΛΥΚΛΕΩΝ
1165 οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα.
ΦΙΛΟΚΛΕΩΝ
1166 κακοδαίμων ἐγώ, ὅστις ἐπὶ γήρᾳ χίμετλον οὐδὲν λήψομαι.
ΒΔΕΛΥΚΛΕΩΝ
1166 ἅνυσόν ποθ’ ὑποδυσάμενος. εἶτα πλουσίως ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
ΦΙΛΟΚΛΕΩΝ
1170 ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ’ ὅτῳ μάλιστ’ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
ΒΔΕΛΥΚΛΕΩΝ
1170 ὅτῳ; δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
ΦΙΛΟΚΛΕΩΝ
1170 καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
ΒΔΕΛΥΚΛΕΩΝ
1170 ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
1175 ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
ΦΙΛΟΚΛΕΩΝ
1175 ἔγωγε.
ΒΔΕΛΥΚΛΕΩΝ
1176 τίνα δῆτ’ ἂν λέγοις;
ΦΙΛΟΚΛΕΩΝ
1176 πολλοὺς πάνυ. πρῶτον μὲν ὡς ἡ Λάμι’ ἁλοῦς’ ἐπέρδετο, ἔπειτα δ’ ὡς ὁ Καρδοπίων τὴν μητέρα—
ΒΔΕΛΥΚΛΕΩΝ
1176 μὴ ’μοιγε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
1180 οἵους λέγομεν μάλιστα, τοὺς κατ’ οἰκίαν.
ΦΙΛΟΚΛΕΩΝ
1180 ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ’ οἰκίαν ἐκεῖνον ὡς “οὕτω ποτ’ ἦν μῦς καὶ γαλῆ—”
ΒΔΕΛΥΚΛΕΩΝ
1180 ὦ σκαιὲ κἀπαίδευτε—Θεογένης ἔφη τῷ κοπρολόγῳ, καὶ ταῦτα λοιδορούμενος·
1185 μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
ΦΙΛΟΚΛΕΩΝ
1185 ποίους τινὰς δὲ χρὴ λέγειν;
ΒΔΕΛΥΚΛΕΩΝ
1186 μεγαλοπρεπεῖς· ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
ΦΙΛΟΚΛΕΩΝ
1186 ἐγὼ δὲ τεθεώρηκα πώποτ’; οὐδαμοῖ, πλὴν ἐς Πάρον, καὶ ταῦτα δύ’ ὀβολὼ φέρων.
ΒΔΕΛΥΚΛΕΩΝ
1190 ἀλλ’ οὖν λέγειν χρή ς’ ὡς ἐμάχετό γ’ αὐτίκα Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς, ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ θώρακ’ ἄριστον.
ΦΙΛΟΚΛΕΩΝ
1194 παῦε παῦ’, οὐδὲν λέγεις.
1195 πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ’ ἔχων;
ΒΔΕΛΥΚΛΕΩΝ
1195 οὕτως διηγεῖσθαι νομίζους’ οἱ σοφοί. ἀλλ’ ἕτερον εἰπέ μοι· παρ’ ἀνδράσι ξένοις πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
ΦΙΛΟΚΛΕΩΝ
1195 ἐκεῖν’ ἐκεῖν’ ἀνδρειότατόν γε τῶν ἐμῶν, ὅτ’ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
ΒΔΕΛΥΚΛΕΩΝ
1195 ἀπολεῖς με. ποίας χάρακας; ἀλλ’ ὡς ἢ κάπρον ἐδιώκαθές ποτ’ ἢ λαγών, ἢ λαμπάδα ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
ΦΙΛΟΚΛΕΩΝ
1205 ἐγᾦδα τοίνυν τό γε νεανικώτατον· ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
ΒΔΕΛΥΚΛΕΩΝ
1205 παῦ’· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
ΦΙΛΟΚΛΕΩΝ
1210 πῶς οὖν κατακλινῶ; φράζ’ ἁνύσας.
ΒΔΕΛΥΚΛΕΩΝ
1210 εὐσχημόνως.
ΦΙΛΟΚΛΕΩΝ
1210 ὡδὶ κελεύεις κατακλινῆναι;
ΒΔΕΛΥΚΛΕΩΝ
1211 μηδαμῶς.
ΦΙΛΟΚΛΕΩΝ
1211 πῶς δαί;
ΒΔΕΛΥΚΛΕΩΝ
1212 τὰ γόνατ’ ἔκτεινε, καὶ γυμναστικῶς ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν. ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215 ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον. ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν· δειπνοῦμεν· ἀπονενίμμεθ’· ἤδη σπένδομεν.
ΦΙΛΟΚΛΕΩΝ
1215 πρὸς τῶν θεῶν, ἐνύπνιον ἑστιώμεθα;
ΒΔΕΛΥΚΛΕΩΝ
1215 αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
1220 εἰσὶν Θέωρος, Αἰσχίνης, Φᾶνος, Κλέων, ξένος τις ἕτερος πρὸς κεφαλῆς, Ἁκέστορος. τούτοις ξυνὼν τὰ σκόλι’ ὅπως δέξει καλῶς.
ΦΙΛΟΚΛΕΩΝ
1220 ἄληθες; ὡς οὐδείς γε διακρίων ἐγώ.
ΒΔΕΛΥΚΛΕΩΝ
1220 ἐγὼ εἴσομαι. καὶ δὴ γάρ εἰμ’ ἐγὼ Κλέων,
1225 ᾄδω δὲ πρῶτος Ἁρμοδίου, δέξει δὲ σύ. “οὐδεὶς πώποτ’ ἀνὴρ ἔγεντ’ Ἀθήναις—”
ΦΙΛΟΚΛΕΩΝ
1225 ”—οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.”
ΒΔΕΛΥΚΛΕΩΝ
1225 τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος· φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230 καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
ΦΙΛΟΚΛΕΩΝ
1230 ἐγὼ δέ γε, ἐὰν ἀπειλῇ, νὴ Δί’ ἑτέραν ᾄσομαι.
1232-1233 “ὦ ’νθρωφ’, οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος,
1234-1235 ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δ’ ἔχεται ῥοπᾶς.”
ΒΔΕΛΥΚΛΕΩΝ
1236 τί δ’, ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
1238-1239 “Ἀδμήτου λόγον, ὦ ’ταῖρε, μαθὼν τοὺς ἀγαθοὺς
1238-1239 φίλει—”
1240 τούτῳ τί λέξεις σκόλιον;
ΦΙΛΟΚΛΕΩΝ
1240 ᾠδικῶς ἐγώ. “οὐκ ἔστιν ἀλωπεκίζειν, οὐδ’ ἀμφοτέροισι γίγνεσθαι φίλον.”
ΒΔΕΛΥΚΛΕΩΝ
1240 μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται, ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτ’ ᾄσεται·
1245 “χρήματα καὶ βίαν Κλειταγόρᾳ τε κἀ‐ μοὶ μετὰ Θετταλῶν—”
ΦΙΛΟΚΛΕΩΝ
1245 ”—πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.”
ΒΔΕΛΥΚΛΕΩΝ
1245 τουτὶ μὲν ἐπιεικῶς σύ γ’ ἐξεπίστασαι.
1245 ὅπως δ’ ἐπὶ δεῖπνον εἰς Φιλοκτήμονος ἴμεν. παῖ παῖ· τὸ δεῖπνον, Χρυσέ, συσκεύαζε νῷν —ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
ΦΙΛΟΚΛΕΩΝ
1252 μηδαμῶς. κακὸν τὸ πίνειν. ἀπὸ γὰρ οἴνου γίγνεται καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255 κἄπειτ’ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
ΒΔΕΛΥΚΛΕΩΝ
1255 οὔκ, ἢν ξυνῇς γ’ ἀνδράσι καλοῖς τε κἀγαθοῖς. ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα, ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα, Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
1260 ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτ’ ἐς γέλων τὸ πρᾶγμ’ ἔτρεψας, ὥστ’ ἀφείς ς’ ἀποίχεται.
ΦΙΛΟΚΛΕΩΝ
1260 μαθητέον τἄρ’ ἐστὶ πολλοὺς τῶν λόγων, εἴπερ γ’ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν. ἄγε νυν, ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
ΧΟΡΟΣ
1265a πολλάκις δὴ ’δοξ’ ἐμαυτῷ
1265b δεξιὸς πεφυκέναι καὶ
1266 σκαιὸς οὐδεπώποτε,
1267a ἀλλ’ Ἀμυνίας ὁ Σέλλου
1267b μᾶλλον, οὑκ τῶν Κρωβύλου,
1268a οὗτος ὅν γ’ ἐγώ ποτ’ εἶδον
1268b ἀντὶ μήλου καὶ ῥοᾶς δειπ‐
1269 νοῦντα μετὰ Λεωγόρου· πει‐
1270 νῇ γὰρ ᾗπερ Ἀντιφῶν. ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’· εἶτ’ ἐκεῖ μόνος μόνοισι τοῖς Πενέσταισι ξυνῆν τοῖς
1274a Θετταλῶν, αὐτὸς πενέστης
1274b ὢν ἐλάττων οὐδενός.
1275 ὦ μακάρι’ Αὐτόμενες, ὥς σε μακαρίζομεν. παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους· πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον, τὸν κιθαραοιδότατον, ᾧ χάρις ἐφέσπετο· τὸν δ’ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
1280 εἶτ’ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον, ὅντινά ποτ’ ὤμοσε μαθόντα παρὰ μηδενὸς [ἀλλ’ ἀπὸ σοφῆς φύσεως αὐτόματον ἐκμαθεῖν] γλωττοποιεῖν εἰς τὰ πορνεῖ’ εἰσιόνθ’ ἑκάστοτε.
1283 . . . . . . . . .
1283 εἰσί τινες οἵ μ’ ἔλεγον ὡς καταδιηλλάγην,
1285 ἡνίκα Κλέων μ’ ὑπετάραττεν ἐπικείμενος καί με κακίσας ἔκνισε, κᾆθ’, ὅτ’ ἀπεδειρόμην,
1285 οἱ ’κτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι, οὐδὲν ἄρ’ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι σκωμμάτιον εἴ ποτέ τι θλιβόμενος ἐκβαλῶ.
1290 ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα· εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
ΞΑΝΘΙΑΣ
1291 ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος [καὶ τρισμακάριαι τοῦ ’πὶ ταῖς πλευραῖς]· ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295 κεράμῳ τὸ νῶτον, ὥστε τὰς πλευρὰς στέγειν. ἐγὼ δ’ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
ΧΟΡΟΣ
1295 τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
ΞΑΝΘΙΑΣ
1295 οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ’ ἦν κακὸν
1295 καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος; καίτοι παρῆν Ἵππυλλος, Ἀντιφῶν, Λύκων, Λυσίστρατος, Θούφραστος, οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
1305 ἀνήλατ’, ἐσκίρτα, ’πεπόρδει, κατεγέλα, ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον· κἄτυπτε δή με νεανικῶς “παῖ παῖ” καλῶν.
1305 εἶτ’ αὐτόν, ὡς εἶδ’, ᾔκασεν Λυσίστρατος· “ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγὶ
1310 κλητῆρί τ’ εἰς ἀχυρὸν ἀποδεδρακότι.” ὁ δ’ ἀνακραγὼν ἀντῄκας’ αὐτὸν πάρνοπι τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι, Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ. οἱ δ’ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·
1315 οὗτος δὲ διεμύλλαινεν, ὡς δὴ δεξιός. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ’· “εἰπέ μοι, ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ, κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ’ ἀεί;” τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
1320 σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων ἀμαθέστατ’ οὐδὲν εἰκότας τῷ πράγματι. ἔπειτ’, ἐπειδὴ ’μέθυεν, οἴκαδ’ ἔρχεται τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ. ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
1325 ἀλλ’ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
ΦΙΛΟΚΛΕΩΝ
1325 ἄνεχε, πάρεχε. κλαύσεταί τις τῶν ὄπισθεν ἐπακολουθούντων ἐμοί. οἷον, εἰ μὴ ’ρρήσεθ’, ὑμᾶς,
1330 ὦ πόνηροι, ταυτῃὶ τῇ δᾳδὶ φρυκτοὺς σκευάσω.
ΑΝΗΡ
1332 ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην ἡμῖν ἅπασιν, κεἰ σφόδρ’ εἶ νεανίας. ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
ΦΙΛΟΚΛΕΩΝ
1335 ἰὴ ἰεῦ, “καλούμενοι”. ἀρχαῖά γ’ ὑμῶν. ἆρά γ’ ἴσθ’ ὡς οὐδ’ ἀκούων ἀνέχομαι δικῶν; ἰαιβοῖ αἰβοῖ. τάδε μ’ ἀρέσκει· βάλλε κημούς.
1340 οὐκ ἄπει; ποῦ ’στ’ ἠλιαστής; ἐκποδών. ἀνάβαινε δεῦρο, χρυσομηλολόνθιον, τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου. ἔχου· φυλάττου δ’, ὡς σαπρὸν τὸ σχοινίον· ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
1345 ὁρᾷς ἐγώ ς’ ὡς δεξιῶς ὑφειλόμην μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας· ὧν εἵνεκ’ ἀπόδος τῷ πέει τῳδὶ χάριν. ἀλλ’ οὐκ ἀποδώσεις οὐδ’ ἐφιαλεῖς, οἶδ’ ὅτι, ἀλλ’ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·
1345 πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ’ ἠργάσω. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή, ἐγώ ς’, ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ, λυσάμενος ἕξω παλλακήν, ὦ χοιρίον. νῦν δ’ οὐ κρατῶ ’γὼ τῶν ἐμαυτοῦ χρημάτων·
1355 νέος γάρ εἰμι. καὶ φυλάττομαι σφόδρα· τὸ γὰρ ὑίδιον τηρεῖ με, κἄστι δύσκολον
1355 κἄλλως κυμινοπριστοκαρδαμογλύφον. ταῦτ’ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ· πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
1360 ὁδὶ δὲ καὐτός. ἐπὶ σὲ κἄμ’ ἔοικε θεῖν. ἀλλ’ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς λαβοῦς’, ἵν’ αὐτὸν τωθάσω νεανικῶς, οἵοις ποθ’ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
ΒΔΕΛΥΚΛΕΩΝ
1360 ὦ οὗτος οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ,
1365 ποθεῖν ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ. οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
ΦΙΛΟΚΛΕΩΝ
1365 ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
ΒΔΕΛΥΚΛΕΩΝ
1365 οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα τῶν ξυμποτῶν κλέψαντα;
ΦΙΛΟΚΛΕΩΝ
1369 ποίαν αὐλητρίδα;
1370 τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
ΒΔΕΛΥΚΛΕΩΝ
1370 νὴ τὸν Δί’, αὕτη πού ’στί σοί γ’ ἡ Δαρδανίς.
ΦΙΛΟΚΛΕΩΝ
1370 οὔκ, ἀλλ’ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
ΒΔΕΛΥΚΛΕΩΝ
1370 δᾲς ἥδε;
ΦΙΛΟΚΛΕΩΝ
1373 δᾲς δῆτ’. οὐχ ὁρᾷς ἐσχισμένην;
ΒΔΕΛΥΚΛΕΩΝ
1373 τί δὲ τὸ μέλαν τοῦτ’ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
ΦΙΛΟΚΛΕΩΝ
1375 ἡ πίττα δήπου καομένης ἐξέρχεται.
ΒΔΕΛΥΚΛΕΩΝ
1375 ὁ δ’ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
ΦΙΛΟΚΛΕΩΝ
1375 ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
ΒΔΕΛΥΚΛΕΩΝ
1375 τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
ΦΙΛΟΚΛΕΩΝ
1375 ἆ ἆ, τί μέλλεις δρᾶν;
ΒΔΕΛΥΚΛΕΩΝ
1379 ἄγειν ταύτην λαβὼν
1380 ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν κοὐδὲν δύνασθαι δρᾶν.
ΦΙΛΟΚΛΕΩΝ
1381 ἄκουσόν νυν ἐμοῦ. Ὀλυμπίασιν, ἡνίκ’ ἐθεώρουν ἐγώ, Ἐφουδίων ἐμαχέσατ’ Ἀσκώνδᾳ καλῶς ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
1385 ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον. πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
ΒΔΕΛΥΚΛΕΩΝ
1385 νὴ τὸν Δί’, ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
ΑΡΤΟΠΩΛΙΣ
1388 ἴθι μοι, παράστηθ’, ἀντιβολῶ, πρὸς τῶν θεῶν. ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ’ ἀπώλεσεν
1390 τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ ἄρτους δέκ’ ὀβολῶν κἀπιθήκην τέτταρας.
ΒΔΕΛΥΚΛΕΩΝ
1390 ὁρᾷς ἃ δέδρακας; πράγματ’ αὖ δεῖ καὶ δίκας ἔχειν διὰ τὸν σὸν οἶνον.
ΦΙΛΟΚΛΕΩΝ
1393 οὐδαμῶς γ’, ἐπεὶ λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
1395 ὥστ’ οἶδ’ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
ΑΡΤΟΠΩΛΙΣ
1395 οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
ΦΙΛΟΚΛΕΩΝ
1395 ἄκουσον, ὦ γύναι· λόγον σοι βούλομαι
1395 λέξαι χαρίεντα.
ΑΡΤΟΠΩΛΙΣ
1395 μὰ Δία μὴ ’μοιγ’, ὦ μέλε.
ΦΙΛΟΚΛΕΩΝ
1395 Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν· “ὦ κύον κύον, εἰ νὴ Δί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
1405 πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.”
ΑΡΤΟΠΩΛΙΣ
1405 καὶ καταγελᾷς μου; προσκαλοῦμαί ς’, ὅστις εἶ, πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ’ ἔχουσα Χαιρεφῶντα τουτονί.
ΦΙΛΟΚΛΕΩΝ
1405 μὰ Δί’, ἀλλ’ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
1410 Λᾶσός ποτ’ ἀντεδίδασκε καὶ Σιμωνίδης· ἔπειθ’ ὁ Λᾶσος εἶπεν· “ὀλίγον μοι μέλει.”
ΑΡΤΟΠΩΛΙΣ
1410 ἄληθες, οὗτος;
ΦΙΛΟΚΛΕΩΝ
1412 καὶ σὺ δή μοι, Χαιρεφῶν, γυναικὶ κλητεύεις ἐοικὼς θαψίνῃ
1412 Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου;
ΒΔΕΛΥΚΛΕΩΝ
1415 ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται καλούμενός σε· τόν γέ τοι κλητῆρ’ ἔχει.
ΚΑΤΗΓΟΡΟΣ
1417 οἴμοι κακοδαίμων. προσκαλοῦμαί ς’, ὦ γέρον, ὕβρεως.
ΒΔΕΛΥΚΛΕΩΝ
1418 ὕβρεως; μὴ μὴ καλέσῃς, πρὸς τῶν θεῶν. ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι,
1420 ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
ΦΙΛΟΚΛΕΩΝ
1420 ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν. ἀλλ’ ἐλθὲ δευρί. πότερον ἐπιτρέπεις ἐμοὶ ὅ τι χρή μ’ ἀποτείσαντ’ ἀργύριον τοῦ πράγματος
1425 εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
ΚΑΤΗΓΟΡΟΣ
1425 σὺ λέγε. δικῶν γὰρ οὐ δέομ’ οὐδὲ πραγμάτων.
ΦΙΛΟΚΛΕΩΝ
1425 ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος, καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα· ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
1430 κἄπειτ’ ἐπιστὰς εἶπ’ ἀνὴρ αὐτῷ φίλος· “ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.” οὕτω δὲ καὶ σὺ παράτρεχ’ εἰς τὰ Πιττάλου.
ΒΔΕΛΥΚΛΕΩΝ
1430 ὅμοιά σοι καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
ΚΑΤΗΓΟΡΟΣ
1430 ἀλλ’ οὖν σὺ μέμνης’ αὐτὸς ἁπεκρίνατο.
ΦΙΛΟΚΛΕΩΝ
1435 ἄκουε, μὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε
1435 κατέαξ’ ἐχῖνον.
ΚΑΤΗΓΟΡΟΣ
1436 ταῦτ’ ἐγὼ μαρτύρομαι.
ΦΙΛΟΚΛΕΩΝ
1436 οὑχῖνος οὖν ἔχων τιν’ ἐπεμαρτύρατο. εἶθ’ ἡ Συβαρῖτις εἶπεν· “εἰ ναὶ τὰν Κόραν τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
1440 ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.”
ΚΑΤΗΓΟΡΟΣ
1440 ὕβριζ’, ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
ΒΔΕΛΥΚΛΕΩΝ
1440 οὔτοι μὰ τὴν Δήμητρ’ ἔτ’ ἐνταυθοῖ μενεῖς, ἀλλ’ ἀράμενος οἴσω σε—
ΦΙΛΟΚΛΕΩΝ
1443 τί ποιεῖς;
ΒΔΕΛΥΚΛΕΩΝ
1443 ὅ τι ποιῶ; εἴσω φέρω ς’ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
1445 κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
ΦΙΛΟΚΛΕΩΝ
1445 Αἴσωπον οἱ Δελφοί ποτ’—
ΒΔΕΛΥΚΛΕΩΝ
1446 ὀλίγον μοι μέλει.
ΦΙΛΟΚΛΕΩΝ
1446 —φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ. ὁ δ’ ἔλεξεν αὐτοῖς ὡς ὁ κάνθαρός ποτε—
ΒΔΕΛΥΚΛΕΩΝ
1446 οἴμ’, ὡς ἀπολεῖς αὐτοῖσι τοῖσι κανθάροις.
ΧΟΡΟΣ
1449 ζηλῶ γε τῆς εὐτυχίας τὸν πρέσβυν, οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. ἕτερα δὲ νῦν ἀντιμαθὼν
1449 ἦ μέγα τι μεταπεσεῖται
1455 ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν. τάχα δ’ ἂν ἴσως οὐκ ἐθέλοι· τὸ γὰρ ἀποστῆναι χαλεπὸν φύσεως, ἣν ἔχοι τις, ἀεί. καίτοι πολλοὶ ταῦτ’ ἔπαθον·
1460 ξυνόντες γνώμαις ἑτέρων μετεβάλοντο τοὺς τρόπους.
1461 πολλοῦ δ’ ἐπαίνου παρ’ ἐμοὶ καὶ τοῖσιν εὖ φρονοῦσιν τυχὼν ἄπεισιν διὰ τὴν
1465 φιλοπατρίαν καὶ σοφίαν ὁ παῖς ὁ Φιλοκλέωνος. οὐδενὶ γὰρ οὕτως ἀγανῷ ξυνεγενόμην, οὐδὲ τρόποις ἐπεμάνην οὐδ’ ἐξεχύθην.
1470 τί γὰρ ἐκεῖνος ἀντιλέγων οὐ κρείττων ἦν, βουλόμενος τὸν φύσαντα σεμνοτέροις κατακοσμῆσαι πράγμασιν;
ΞΑΝΘΙΑΣ
1473 νὴ τὸν Διόνυσον, ἄπορά γ’ ἡμῖν πράγματα
1475 δαίμων τις εἰσκεκύκληκεν εἰς τὴν οἰκίαν. ὁ γὰρ γέρων, ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ’ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
1475 ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαῖ’ ἐκεῖν’ οἷς Θέσπις ἠγωνίζετο·
1480 καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
ΦΙΛΟΚΛΕΩΝ
1480 τίς ἐπ’ αὐλείοισι θύραις θάσσει;
ΞΑΝΘΙΑΣ
1480 τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
ΦΙΛΟΚΛΕΩΝ
1480 κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
1485 σχήματος ἀρχὴ—
ΞΑΝΘΙΑΣ
1485 μᾶλλον δέ γ’ ἴσως μανίας ἀρχή.
ΦΙΛΟΚΛΕΩΝ
1485 —πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης. οἷον μυκτὴρ μυκᾶται καὶ σφόνδυλος ἀχεῖ
ΞΑΝΘΙΑΣ
1485 πῖθ’ ἑλλέβορον.
ΦΙΛΟΚΛΕΩΝ
1490 πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
ΞΑΝΘΙΑΣ
1490 τάχα βαλλήσει.
ΦΙΛΟΚΛΕΩΝ
1490 —σκέλος οὐρανίαν ἐκλακτίζων. πρωκτὸς χάσκει· —
ΞΑΝΘΙΑΣ
1493 κατὰ σαυτὸν ὅρα.
ΦΙΛΟΚΛΕΩΝ
1493 —νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
1495 στρέφεται χαλαρὰ κοτυληδών. οὐκ εὖ;
ΞΑΝΘΙΑΣ
1496 μὰ Δί’ οὐ δῆτ’, ἀλλὰ μανικὰ πράγματα.
ΦΙΛΟΚΛΕΩΝ
1496 φέρε νυν, ἀνείπω κἀνταγωνιστὰς καλῶ. εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς, ἐμοὶ διορχησόμενος ἐνθάδ’ εἰσίτω.
1496 φησίν τις, ἢ οὐδείς;
ΞΑΝΘΙΑΣ
1496 εἷς γ’ ἐκεινοσὶ μόνος.
ΦΙΛΟΚΛΕΩΝ
1496 τίς ὁ κακοδαίμων ἐστίν;
ΞΑΝΘΙΑΣ
1501 υἱὸς Καρκίνου ὁ μέσατος.
ΦΙΛΟΚΛΕΩΝ
1502 ἀλλ’ οὗτός γε καταποθήσεται· ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου. ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ’.
ΞΑΝΘΙΑΣ
1504 ἀλλ’, ᾠζυρέ,
1505 ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται, ἀδελφὸς αὐτοῦ.
ΦΙΛΟΚΛΕΩΝ
1506 νὴ Δί’ ὠψώνηκ’ ἄρα.
ΞΑΝΘΙΑΣ
1506 μὰ τὸν Δί’ οὐδέν γ’ ἄλλο πλήν γε καρκίνους. προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
ΦΙΛΟΚΛΕΩΝ
1506 τουτὶ τί ἦν τὸ προσέρπον; ὦτος ἢ σφάλαξ;
ΞΑΝΘΙΑΣ
1510 ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους, ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
ΦΙΛΟΚΛΕΩΝ
1510 ὦ Καρκίν’, ὦ μακάριε τῆς εὐπαιδίας,
1510 ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων. ἀτὰρ καταβατέον γ’ ἐπ’ αὐτούς μοι· σὺ δὲ
1515 ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
ΧΟΡΟΣ
1515 φέρε νυν, ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες, ἵν’ ἐφ’ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
1518-1519 ἄγ’, ὦ μεγαλώνυμα τέκνα τοῦ θαλασσίοιο,
1520 πηδᾶτε παρὰ ψάμαθον
1521-1522 καὶ θῖν’ ἁλὸς ἀτρυγέτοιο, καρίδων ἀδελφοί·
1523-1524 ταχὺν πόδα κυκλοσοβεῖτε, καὶ τὸ Φρυνίχειον
1525 ἐκλακτισάτω τις, ὅπως
1526-1527 ἰδόντες ἄνω σκέλος ὤζωσιν οἱ θεαταί.
1528-1529 στρόβει· παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν·
1530-1531 ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.
1532-1533 καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
1534 ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισί, τοῖς τριόρχοις.
1535 ἀλλ’ ἐξάγετ’, εἴ τι φιλεῖτ’, ὀρχούμενοι θύραζε ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
1535 ὀρχούμενος ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.