eul_wid: daw-aq

Aristophanes of Athens Frogs in Greek

Frogs is a comedy by the Athenian playwright Aristophanes, first performed in 405 BCE at the Lenaean festival, where it won first prize. Written in verse, the play exemplifies the structure and satirical spirit of Old Comedy. Its plot follows the god Dionysus, who, despairing at the state of Athenian tragedy following the death of Euripides, descends to the Underworld to retrieve the poet. His journey, comically undertaken with his cowardly slave Xanthias, features a memorable encounter with a chorus of frogs during the crossing of the infernal lake. The play's central and lengthier portion consists of a formal debate, or agon, between the deceased tragedians Aeschylus and Euripides, who contend for the title of supreme poet and the privilege of returning to the world of the living. After a contest that parodies and critiques their respective literary styles and moral philosophies, Dionysus ultimately selects Aeschylus to accompany him back to Athens.

Produced during the final, desperate year of the Peloponnesian War, Frogs transcends mere literary parody. Its unusual concluding plea for civic reconciliation and its symbolic choice of the traditional, morally robust Aeschylus over the modern, sophistic Euripides are widely interpreted as Aristophanes's direct intervention in Athens's political crisis, advocating for wisdom and unity to save the city. Preserved in full through the medieval manuscript tradition, the play remains a vital historical document and is celebrated as one of the earliest and most influential works of literary criticism in the Western canon.

ΞΑΝΘΙΑΣ
1 Εἴπω τι τῶν εἰωθότων, ὦ δέσποτα, ἐφ’ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
ΔΙΟΝΥΣΟΣ
3 Νὴ τὸν Δί’ ὅ τι βούλει γε, πλὴν «Πιέζομαι.» Τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ’ ἤδη χολή.
ΞΑΝΘΙΑΣ
5 Μηδ’ ἕτερον ἀστεῖόν τι;
ΔΙΟΝΥΣΟΣ
5 Πλήν γ’ «Ὡς θλίβομαι.»
ΞΑΝΘΙΑΣ
5 Τί δαί; Τὸ πάνυ γέλοιον εἴπω;
ΔΙΟΝΥΣΟΣ
6 Νὴ Δία θαρρῶν γε· μόνον ἐκεῖν’ ὅπως μὴ ’ρεῖς—
ΞΑΝΘΙΑΣ
7 Τὸ τί;
ΔΙΟΝΥΣΟΣ
7 μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
ΞΑΝΘΙΑΣ
7 Μηδ’ ὅτι τοσοῦτον ἄχθος ἐπ’ ἐμαυτῷ φέρων,
10 εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
ΔΙΟΝΥΣΟΣ
10 Μὴ δῆθ’, ἱκετεύω, πλήν γ’ ὅταν μέλλω ’ξεμεῖν.
ΞΑΝΘΙΑΣ
10 Τί δῆτ’ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποήσω μηδὲν ὧνπερ Φρυνίχοις εἴωθε ποιεῖν καὶ Λύκισι κἀμειψίαις
15 σκεύη φέρους’ ἑκάστοτ’ ἐν κωμῳδίᾳ;
ΔΙΟΝΥΣΟΣ
15 Μή νυν ποήσῃς· ὡς ἐγὼ θεώμενος, ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ’νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
ΞΑΝΘΙΑΣ
15 Ὦ τρισκακοδαίμων ἄρ’ ὁ τράχηλος οὑτοσί,
20 ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
ΔΙΟΝΥΣΟΣ
20 Εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστὶ καὶ πολλὴ τρυφή, ὅτ’ ἐγὼ μὲν ὢν Διόνυσος, υἱὸς Σταμνίου, αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο μηδ’ ἄχθος φέροι;
ΞΑΝΘΙΑΣ
25 Οὐ γὰρ φέρω ’γώ;
ΔΙΟΝΥΣΟΣ
25 Πῶς φέρεις γὰρ ὅς γ’ ὀχεῖ;
ΞΑΝΘΙΑΣ
25 Φέρων γε ταυτί.
ΔΙΟΝΥΣΟΣ
26 Τίνα τρόπον;
ΞΑΝΘΙΑΣ
26 Βαρέως πάνυ.
ΔΙΟΝΥΣΟΣ
26 Οὔκουν τὸ βάρος τοῦθ’ ὃ σὺ φέρεις ὄνος φέρει;
ΞΑΝΘΙΑΣ
26 Οὐ δῆθ’ ὅ γ’ ἔχω ’γὼ καὶ φέρω, μὰ τὸν Δί’ οὔ.
ΔΙΟΝΥΣΟΣ
26 Πῶς γὰρ φέρεις, ὅς γ’ αὐτὸς ὑφ’ ἑτέρου φέρει;
ΞΑΝΘΙΑΣ
30 Οὐκ οἶδ’· ὁ δ’ ὦμος οὑτοσὶ πιέζεται.
ΔΙΟΝΥΣΟΣ
30 Σὺ δ’ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς ς’ ὠφελεῖν, ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
ΞΑΝΘΙΑΣ
30 Οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν; Ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
ΔΙΟΝΥΣΟΣ
35 Κατάβα, πανοῦργε. Καὶ γὰρ ἐγγὺς τῆς θύρας ἤδη βαδίζων εἰμὶ τῆσδ’, οἷ πρῶτά με ἔδει τραπέσθαι. Παιδίον, παῖ, ἠμί, παῖ.
ΗΡΑΚΛΗΣ
38 Τίς τὴν θύραν ἐπάταξεν; Ὡς κενταυρικῶς
38 ἐνήλαθ’ ὅστις. Εἰπέ μοι, τουτὶ τί ἦν;
ΔΙΟΝΥΣΟΣ
40 Ὁ παῖς.
ΞΑΝΘΙΑΣ
40 Τί ἐστιν;
ΔΙΟΝΥΣΟΣ
40 Οὐκ ἐνεθυμήθης;
ΞΑΝΘΙΑΣ
40 Τὸ τί;
ΔΙΟΝΥΣΟΣ
40 Ὡς σφόδρα μ’ ἔδεισε.
ΞΑΝΘΙΑΣ
41 Νὴ Δία, μὴ μαίνοιό γε.
ΗΡΑΚΛΗΣ
41 Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν. Καίτοι δάκνω γ’ ἐμαυτόν· ἀλλ’ ὅμως γελῶ.
ΔΙΟΝΥΣΟΣ
41 Ὦ δαιμόνιε, πρόσελθε· δέομαι γάρ τί σου.
ΗΡΑΚΛΗΣ
45 Ἀλλ’ οὐχ οἷός τ’ εἴμ’ ἀποσοβῆσαι τὸν γέλων ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. Τίς ὁ νοῦς; Τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην; Ποῖ γῆς ἀπεδήμεις;
ΔΙΟΝΥΣΟΣ
48 Ἐπεβάτευον Κλεισθένει.
ΗΡΑΚΛΗΣ
48 Κἀναυμάχησας;
ΔΙΟΝΥΣΟΣ
49 Καὶ κατεδύσαμέν γε ναῦς
49 τῶν πολεμίων ἢ δώδεκ’ ἢ τρεισκαίδεκα.
ΗΡΑΚΛΗΣ
49 Σφώ;
ΔΙΟΝΥΣΟΣ
51 Νὴ τὸν Ἀπόλλω.
ΞΑΝΘΙΑΣ
51 Κᾆτ’ ἔγωγ’ ἐξηγρόμην.
ΔΙΟΝΥΣΟΣ
51 Καὶ δῆτ’ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
ΗΡΑΚΛΗΣ
55 Πόθος; πόσος τις;
ΔΙΟΝΥΣΟΣ
55 Σμικρός, ἡλίκος Μόλων.
ΗΡΑΚΛΗΣ
55 Γυναικός;
ΔΙΟΝΥΣΟΣ
56 Οὐ δῆτ’.
ΗΡΑΚΛΗΣ
56 Ἀλλὰ παιδός;
ΔΙΟΝΥΣΟΣ
56 Οὐδαμῶς.
ΗΡΑΚΛΗΣ
56 Ἀλλ’ ἀνδρός;
ΔΙΟΝΥΣΟΣ
57 Ἀπαπαῖ.
ΗΡΑΚΛΗΣ
57 Ξυνεγένου τῷ Κλεισθένει;
ΔΙΟΝΥΣΟΣ
57 Μὴ σκῶπτέ μ’, ὦδέλφ’· οὐ γὰρ ἀλλ’ ἔχω κακῶς· τοιοῦτος ἵμερός με διαλυμαίνεται.
ΗΡΑΚΛΗΣ
60 Ποῖός τις, ὦδελφίδιον;
ΔΙΟΝΥΣΟΣ
60 Οὐκ ἔχω φράσαι. Ὅμως γε μέντοι σοι δι’ αἰνιγμῶν ἐρῶ. Ἤδη ποτ’ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
ΗΡΑΚΛΗΣ
60 Ἔτνους; Βαβαιάξ, μυριάκις γ’ ἐν τῷ βίῳ.
ΔΙΟΝΥΣΟΣ
60 Ἆρ’ ἐκδιδάσκω τὸ σαφὲς ἢ πέρα φράσω;
ΗΡΑΚΛΗΣ
65 Μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
ΔΙΟΝΥΣΟΣ
65 Τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος Εὐριπίδου.
ΗΡΑΚΛΗΣ
67 Καὶ ταῦτα τοῦ τεθνηκότος;
ΔΙΟΝΥΣΟΣ
67 Κοὐδείς γέ μ’ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ ἐλθεῖν ἐπ’ ἐκεῖνον.
ΗΡΑΚΛΗΣ
69 Πότερον εἰς Ἅιδου κάτω;
ΔΙΟΝΥΣΟΣ
70 Καὶ νὴ Δί’ εἴ τί γ’ ἔστιν ἔτι κατωτέρω.
ΗΡΑΚΛΗΣ
70 Τί βουλόμενος;
ΔΙΟΝΥΣΟΣ
71 Δέομαι ποητοῦ δεξιοῦ. Οἱ μὲν γὰρ οὐκέτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί.
ΗΡΑΚΛΗΣ
71 Τί δ’; Οὐκ Ἰοφῶν ζῇ;
ΔΙΟΝΥΣΟΣ
73 Τοῦτο γάρ τοι καὶ μόνον ἔτ’ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ’ ἄρα·
75 οὐ γὰρ σάφ’ οἶδ’ οὐδ’ αὐτὸ τοῦθ’ ὅπως ἔχει.
ΗΡΑΚΛΗΣ
75 Εἶτ’ οὐ Σοφοκλέα πρότερον ἀντ’ Εὐριπίδου μέλλεις ἀνάγειν, εἴπερ 〈γ’〉 ἐκεῖθεν δεῖ ς’ ἄγειν;
ΔΙΟΝΥΣΟΣ
75 Οὔ, πρίν γ’ ἂν Ἰοφῶντ’, ἀπολαβὼν αὐτὸν μόνον, ἄνευ Σοφοκλέους ὅ τι ποεῖ κωδωνίσω.
80 Κἄλλως ὁ μέν γ’ Εὐριπίδης πανοῦργος ὢν κἂν ξυναποδρᾶναι δεῦρ’ ἐπιχειρήσειέ μοι· ὁ δ’ εὔκολος μὲν ἐνθάδ’, εὔκολος δ’ ἐκεῖ.
ΗΡΑΚΛΗΣ
80 Ἀγάθων δὲ ποῦ ’στιν;
ΔΙΟΝΥΣΟΣ
83 Ἀπολιπών μ’ ἀποίχεται, ἀγαθὸς ποητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
ΗΡΑΚΛΗΣ
85 Ποῖ γῆς ὁ τλήμων;
ΔΙΟΝΥΣΟΣ
85 Ἐς μακάρων εὐωχίαν.
ΗΡΑΚΛΗΣ
85 Ὁ δὲ Ξενοκλέης;
ΔΙΟΝΥΣΟΣ
86 Ἐξόλοιτο νὴ Δία.
ΗΡΑΚΛΗΣ
86 Πυθάγγελος δέ;
ΞΑΝΘΙΑΣ
87 Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
ΗΡΑΚΛΗΣ
87 Οὔκουν ἕτερ’ ἔστ’ ἐνταῦθα μειρακύλλια
90 τραγῳδίας ποιοῦντα πλεῖν ἢ μυρία, Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα;
ΔΙΟΝΥΣΟΣ
90 Ἐπιφυλλίδες ταῦτ’ ἐστὶ καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης, ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
95 ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ. Γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
ΗΡΑΚΛΗΣ
95 Πῶς γόνιμον;
ΔΙΟΝΥΣΟΣ
98 Ὡδὶ γόνιμον, ὅστις φθέγξεται
98 τοιουτονί τι παρακεκινδυνευμένον,
98 «αἰθέρα Διὸς δωμάτιον,» ἢ «χρόνου πόδα,» ἢ «φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.»
ΗΡΑΚΛΗΣ
98 Σὲ δὲ ταῦτ’ ἀρέσκει;
ΔΙΟΝΥΣΟΣ
103 Μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ΗΡΑΚΛΗΣ
103 Ἦ μὴν κόβαλά γ’ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
ΔΙΟΝΥΣΟΣ
105 Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
ΗΡΑΚΛΗΣ
105 Καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
ΔΙΟΝΥΣΟΣ
105 Δειπνεῖν με δίδασκε.
ΞΑΝΘΙΑΣ
107 Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος.
ΔΙΟΝΥΣΟΣ
107 Ἀλλ’ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
110 τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ ἐχρῶ τόθ’, ἡνίκ’ ἦλθες ἐπὶ τὸν Κέρβερον, τούτους φράσον μοι, λιμένας, ἀρτοπώλια, πορνεῖ’, ἀναπαύλας, ἐκτροπάς, κρήνας, ὁδούς, πόλεις, διαίτας, πανδοκευτρίας, ὅπου
115 κόρεις ὀλίγιστοι.
ΞΑΝΘΙΑΣ
115 Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος.
ΗΡΑΚΛΗΣ
115 Ὦ σχέτλιε, τολμήσεις γὰρ ἰέναι;
ΔΙΟΝΥΣΟΣ
116 Καὶ σύ γε μηδὲν ἔτι πρὸς ταῦτ’, ἀλλὰ φράζε τῶν ὁδῶν ὅπῃ τάχιστ’ ἀφιξόμεθ’ εἰς Ἅιδου κάτω· καὶ μήτε θερμὴν μήτ’ ἄγαν ψυχρὰν φράσῃς.
ΗΡΑΚΛΗΣ
120 Φέρε δή, τίν’ αὐτῶν σοι φράσω πρώτην; τίνα;
120 Μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, κρεμάσαντι σαυτόν.
ΔΙΟΝΥΣΟΣ
122 Παῦε, πνιγηρὰν λέγεις.
ΗΡΑΚΛΗΣ
122 Ἀλλ’ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη, ἡ διὰ θυείας.
ΔΙΟΝΥΣΟΣ
124 Ἆρα κώνειον λέγεις;
ΗΡΑΚΛΗΣ
125 Μάλιστά γε.
ΔΙΟΝΥΣΟΣ
125 Ψυχράν γε καὶ δυσχείμερον· εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
ΗΡΑΚΛΗΣ
125 Βούλει ταχεῖαν καὶ κατάντη σοι φράσω;
ΔΙΟΝΥΣΟΣ
125 Νὴ τὸν Δί’, ὡς ὄντος γε μὴ βαδιστικοῦ.
ΗΡΑΚΛΗΣ
125 Καθέρπυσόν νυν εἰς Κεραμεικόν.
ΔΙΟΝΥΣΟΣ
129 Κᾆτα τί;
ΗΡΑΚΛΗΣ
130 Ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—
ΔΙΟΝΥΣΟΣ
130 Τί δρῶ;
ΗΡΑΚΛΗΣ
130 ἀφιεμένην τὴν λαμπάδ’ ἐντεῦθεν θεῶ, κἄπειτ’ ἐπειδὰν φῶσιν οἱ θεώμενοι «εἷνται,» τόθ’ εἷναι καὶ σὺ σαυτόν.
ΔΙΟΝΥΣΟΣ
133 Ποῖ;
ΗΡΑΚΛΗΣ
133 Κάτω.
ΔΙΟΝΥΣΟΣ
133 Ἀλλ’ ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο.
135 Οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
ΗΡΑΚΛΗΣ
135 Τί δαί;
ΔΙΟΝΥΣΟΣ
135 Ἥνπερ σὺ τότε κατῆλθες.
ΗΡΑΚΛΗΣ
136 Ἀλλ’ ὁ πλοῦς πολύς. Εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον.
ΔΙΟΝΥΣΟΣ
138 Εἶτα πῶς γε περαιωθήσομαι;
ΗΡΑΚΛΗΣ
138 Ἐν πλοιαρίῳ τυννουτῳί ς’ ἀνὴρ γέρων
140 ναύτης διάξει δύ’ ὀβολὼ μισθὸν λαβών.
ΔΙΟΝΥΣΟΣ
140 Φεῦ.
141 Ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ ὀβολώ. Πῶς ἠλθέτην κἀκεῖσε;
ΗΡΑΚΛΗΣ
142 Θησεὺς ἤγαγεν. Μετὰ ταῦτ’ ὄφεις καὶ θηρί’ ὄψει μυρία δεινότατα.
ΔΙΟΝΥΣΟΣ
144 Μή μ’ ἔκπληττε μηδὲ δειμάτου·
145 οὐ γάρ μ’ ἀποτρέψεις.
ΗΡΑΚΛΗΣ
145 Εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους, εἴ που ξένον τις ἠδίκησε πώποτε, ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο, ἢ μητέρ’ ἠλόησεν, ἢ πατρὸς γνάθον
145 ἐπάταξεν, ἢ ’πίορκον ὅρκον ὤμοσεν.
ΔΙΟΝΥΣΟΣ
152 Νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου,
151 ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
ΗΡΑΚΛΗΣ
154 Ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
155 ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε, καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
ΔΙΟΝΥΣΟΣ
155 Οὗτοι δὲ δὴ τίνες εἰσίν;
ΗΡΑΚΛΗΣ
158 Οἱ μεμυημένοι—
ΞΑΝΘΙΑΣ
158 Νὴ τὸν Δί’ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
160 Ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
ΗΡΑΚΛΗΣ
160 οἵ σοι φράσους’ ἁπαξάπανθ’ ὧν ἂν δέῃ. Οὗτοι γὰρ ἐγγύτατα παρ’ αὐτὴν τὴν ὁδὸν ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις. Καὶ χαῖρε πόλλ’, ὦδελφέ.
ΔΙΟΝΥΣΟΣ
164 Νὴ Δία καὶ σύ γε
165 ὑγίαινε. Σὺ δὲ τὰ στρώματ’ αὖθις λάμβανε.
ΞΑΝΘΙΑΣ
165 Πρὶν καὶ καταθέσθαι;
ΔΙΟΝΥΣΟΣ
166 Καὶ ταχέως μέντοι πάνυ.
ΞΑΝΘΙΑΣ
166 Μὴ δῆθ’, ἱκετεύω ς’, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ’ ἔρχεται.
ΔΙΟΝΥΣΟΣ
166 Ἐὰν δὲ μηὕρω;
ΞΑΝΘΙΑΣ
169 Τότ’ ἔμ’ ἄγειν.
ΔΙΟΝΥΣΟΣ
169 Καλῶς λέγεις.
170 Καὶ γάρ τιν’ ἐκφέρουσι τουτονὶ νεκρόν. Οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα. Ἄνθρωπε, βούλει σκευάρι’ εἰς Ἅιδου φέρειν;
ΝΕΚΡΟΣ
173 Πός’ ἄττα;
ΔΙΟΝΥΣΟΣ
173 Ταυτί.
ΝΕΚΡΟΣ
173 Δύο δραχμὰς μισθὸν τελεῖς;
ΔΙΟΝΥΣΟΣ
173 Μὰ Δί’, ἀλλ’ ἔλαττον.
ΝΕΚΡΟΣ
174 Ὑπάγεθ’ ὑμεῖς τῆς ὁδοῦ.
ΔΙΟΝΥΣΟΣ
175 Ἀνάμεινον, ὦ δαιμόνι’, ἐὰν ξυμβῶ τί σοι.
ΝΕΚΡΟΣ
175 Εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
ΔΙΟΝΥΣΟΣ
175 Λάβ’ ἐννέ’ ὀβολούς.
ΝΕΚΡΟΣ
177 Ἀναβιοίην νυν πάλιν.
ΞΑΝΘΙΑΣ
177 Ὡς σεμνὸς ὁ κατάρατος. Οὐκ οἰμώξεται; Ἐγὼ βαδιοῦμαι.
ΔΙΟΝΥΣΟΣ
179 Χρηστὸς εἶ καὶ γεννάδας.
180 Χωρῶμεν ἐπὶ τὸ πλοῖον.
ΧΑΡΩΝ
180 Ὠόπ, παραβαλοῦ.
ΞΑΝΘΙΑΣ
180 Τουτὶ τί ἐστι;
ΔΙΟΝΥΣΟΣ
181 Τοῦτο; λίμνη νὴ Δία αὕτη ’στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ’ ὁρῶ.
ΞΑΝΘΙΑΣ
181 Νὴ τὸν Ποσειδῶ κἄστι γ’ ὁ Χάρων οὑτοσί.
ΔΙΟΝΥΣΟΣ
181 Χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων.
ΧΑΡΩΝ
185 Τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; Τίς εἰς τὸ Λήθης πεδίον, ἢ ’ς Ὀνουπόκας, ἢ ’ς Κερβερίους, ἢ ’ς κόρακας, ἢ ’πὶ Ταίναρον;
ΔΙΟΝΥΣΟΣ
185 Ἐγώ.
ΧΑΡΩΝ
188 Ταχέως ἔμβαινέ που.
ΔΙΟΝΥΣΟΣ
188 Σχήσειν δοκεῖς ἐς κόρακας ὄντως;
ΧΑΡΩΝ
189 Ναὶ μὰ Δία σοῦ γ’ οὕνεκα.
190 Εἴσβαινε δή.
ΔΙΟΝΥΣΟΣ
190 Παῖ, δεῦρο.
ΧΑΡΩΝ
190 Δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
ΞΑΝΘΙΑΣ
190 Μὰ τὸν Δί’ οὐ γὰρ ἀλλ’ ἔτυχον ὀφθαλμιῶν.
ΧΑΡΩΝ
190 Οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
ΞΑΝΘΙΑΣ
190 Ποῦ δῆτ’ ἀναμενῶ;
ΧΑΡΩΝ
194 Παρὰ τὸν Αὑαίνου λίθον,
195 ἐπὶ ταῖς ἀναπαύλαις.
ΔΙΟΝΥΣΟΣ
195 Μανθάνεις;
ΞΑΝΘΙΑΣ
195 Πάνυ μανθάνω. Οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
ΧΑΡΩΝ
195 Κάθιζ’ ἐπὶ κώπην. Εἴ τις ἔτι πλεῖ, σπευδέτω. Οὗτος, τί ποιεῖς;
ΔΙΟΝΥΣΟΣ
198 Ὅ τι ποιῶ; Τί δ’ ἄλλο γ’ ἢ ἵζω ’πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
ΧΑΡΩΝ
198 Οὔκουν καθεδεῖ δῆτ’ ἐνθαδί, γάστρων;
ΔΙΟΝΥΣΟΣ
198 Ἰδού.
ΧΑΡΩΝ
198 Οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
ΔΙΟΝΥΣΟΣ
201 Ἰδού.
ΧΑΡΩΝ
201 Οὐ μὴ φλυαρήσεις ἔχων, ἀλλ’ ἀντιβὰς ἐλᾷς προθύμως.
ΔΙΟΝΥΣΟΣ
203 Κᾆτα πῶς δυνήσομαι ἄπειρος, ἀθαλάττευτος, ἀσαλαμίνιος
205 ὢν εἶτ’ ἐλαύνειν;
ΧΑΡΩΝ
205 Ῥᾷστ’· ἀκούσει γὰρ μέλη κάλλιστ’, ἐπειδὰν ἐμβάλῃς ἅπαξ.
ΔΙΟΝΥΣΟΣ
206 Τίνων;
ΧΑΡΩΝ
206 Βατράχων κύκνων θαυμαστά.
ΔΙΟΝΥΣΟΣ
207 Κατακέλευε δή.
ΧΑΡΩΝ
207 Ὠοπόπ, ὠοπόπ.
ΒΑΤΡΑΧΟΙ
209 Βρεκεκεκεξ κοαξ κοαξ,
210 βρεκεκεκεξ κοαξ κοαξ. Λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰν φθεγξώμεθ’, εὔγηρυν ἐμὰν ἀοιδάν, κοαξ κοαξ,
215 ἣν ἀμφὶ Νυσήιον Διὸς Διώνυσον ἐν Λίμναισιν ἰαχήσαμεν, ἡνίχ’ ὁ κραιπαλόκωμος
218 τοῖς ἱεροῖσι Χύτροισι χωρεῖ κατ’ ἐμὸν τέμενος λαῶν ὄχλος.
220 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙΟΝΥΣΟΣ
220 Ἐγὼ δέ γ’ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον, ὦ κοαξ κοαξ.
ΒΑΤΡΑΧΟΙ
220 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙΟΝΥΣΟΣ
220 Ὑμῖν δ’ ἴσως οὐδὲν μέλει.
ΒΑΤΡΑΧΟΙ
225 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙΟΝΥΣΟΣ
225 Ἀλλ’ ἐξόλοισθ’ αὐτῷ κοα ξ· οὐδὲν γάρ ἐστ’ ἀλλ’ ἢ κοα ξ.
ΒΑΤΡΑΧΟΙ
225 Εἰκότως γ’, ὦ πολλὰ πράττων. Ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
230 καὶ κεροβάτας Πάν, ὁ καλαμόφθογγα παίζων·
231-232 προσεπιτέρπεται δ’ ὁ φορμικτὰς Ἀπόλλων,
233 ἕνεκα δόνακος, ὃν ὑπολύριον ἔνυδρον ἐν λίμναις τρέφω.
235 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙΟΝΥΣΟΣ
235 Ἐγὼ δὲ φλυκταίνας γ’ ἔχω, χὠ πρωκτὸς ἰδίει πάλαι, κᾆτ’ αὐτίκ’ ἐκκύψας ἐρεῖ—
ΒΑΤΡΑΧΟΙ
235 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙΟΝΥΣΟΣ
240 Ἀλλ’, ὦ φιλῳδὸν γένος, παύσασθε.
ΒΑΤΡΑΧΟΙ
241 Μᾶλλον μὲν οὖν φθεγξόμεσθ’, εἰ δή ποτ’ εὐ‐ ηλίοις ἐν ἁμέραισιν ἡλάμεσθα διὰ κυπείρου
245 καὶ φλέω, χαίροντες ᾠδῆς
245 πολυκολύμβοισι μέλεσιν ἢ Διὸς φεύγοντες ὄμβρον ἔνυδρον ἐν βυθῷ χορείαν αἰόλαν ἐφθεγξάμεσθα πομφολυγοπαφλάσμασιν.
ΔΙΟΝΥΣΟΣ
245 Βρεκεκεκεξ κοαξ κοαξ. Τουτὶ παρ’ ὑμῶν λαμβάνω.
ΒΑΤΡΑΧΟΙ
245 Δεινὰ τἄρα πεισόμεσθα.
ΔΙΟΝΥΣΟΣ
253-254 Δεινότερα δ’ ἔγωγ’, ἐλαύνων
255 εἰ διαρραγήσομαι.
ΒΑΤΡΑΧΟΙ
255 Βρεκεκεκεξ κοαξ κοαξ.
ΔΙΟΝΥΣΟΣ
255 Οἰμώζετ’· οὐ γάρ μοι μέλει.
ΒΑΤΡΑΧΟΙ
255 Ἀλλὰ μὴν κεκραξόμεσθά γ’ ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
260 χανδάνῃ δι’ ἡμέρας—
ΔΙΟΝΥΣΟΣ
260 Βρεκεκεκεξ κοαξ κοαξ. Τούτῳ γὰρ οὐ νικήσετε.
ΒΑΤΡΑΧΟΙ
260 Οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
ΔΙΟΝΥΣΟΣ
260 Οὐδὲ μὴν ὑμεῖς γ’ ἐμέ.
265 Οὐδέποτε· κεκράξομαι γὰρ
265 κἄν με δῇ δι’ ἡμέρας, ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοα ξ, βρεκεκεκεξ κοαξ κοαξ. Ἔμελλον ἄρα παύσειν ποθ’ ὑμᾶς τοῦ κοα ξ.
ΧΑΡΩΝ
265 Ὢ παῦε, παῦε, παραβαλοῦ τὼ κωπίω.
270 Ἔκβαιν’, ἀπόδος τὸν ναῦλον.
ΔΙΟΝΥΣΟΣ
270 Ἔχε δὴ τὠβολώ. Ὁ Ξανθίας. Ποῦ Ξανθίας; Ἤ, Ξανθία.
ΞΑΝΘΙΑΣ
270 Ἰαῦ.
ΔΙΟΝΥΣΟΣ
272 Βάδιζε δεῦρο.
ΞΑΝΘΙΑΣ
272 Χαῖρ’, ὦ δέσποτα.
ΔΙΟΝΥΣΟΣ
272 Τί ἐστι τἀνταυθοῖ;
ΞΑΝΘΙΑΣ
273 Σκότος καὶ βόρβορος.
ΔΙΟΝΥΣΟΣ
273 Κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
275 καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
ΞΑΝΘΙΑΣ
275 Σὺ δ’ οὔ;
ΔΙΟΝΥΣΟΣ
275 Νὴ τὸν Ποσειδῶ ’γωγε, καὶ νυνί γ’ ὁρῶ. Ἄγε δή, τί δρῶμεν;
ΞΑΝΘΙΑΣ
277 Προϊέναι βέλτιστα νῷν, ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία τὰ δείν’ ἔφασκ’ ἐκεῖνος.
ΔΙΟΝΥΣΟΣ
279 Ὡς οἰμώξεται.
280 Ἠλαζονεύεθ’ ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα, φιλοτιμούμενος. Οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ’ ὡς Ἡρακλῆς. Ἐγὼ δέ γ’ εὐξαίμην ἂν ἐντυχεῖν τινι λαβεῖν τ’ ἀγώνισμ’ ἄξιόν τι τῆς ὁδοῦ.
ΞΑΝΘΙΑΣ
285 Νὴ τὸν Δία· καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
ΔΙΟΝΥΣΟΣ
285 Ποῦ ποῦ ’στιν;
ΞΑΝΘΙΑΣ
286 Ἐξόπισθεν.
ΔΙΟΝΥΣΟΣ
286 Ἐξόπισθ’ ἴθι.
ΞΑΝΘΙΑΣ
286 Ἀλλ’ ἔστιν ἐν τῷ πρόσθε.
ΔΙΟΝΥΣΟΣ
287 Πρόσθε νυν ἴθι.
ΞΑΝΘΙΑΣ
287 Καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
ΔΙΟΝΥΣΟΣ
287 Ποῖόν τι;
ΞΑΝΘΙΑΣ
289 Δεινόν. Παντοδαπὸν γοῦν γίγνεται·
290 τοτὲ μέν γε βοῦς, νυνὶ δ’ ὀρεύς, τοτὲ δ’ αὖ γυνὴ ὡραιοτάτη τις.
ΔΙΟΝΥΣΟΣ
291 Ποῦ ’στι; Φέρ’ ἐπ’ αὐτὴν ἴω.
ΞΑΝΘΙΑΣ
291 Ἀλλ’ οὐκέτ’ αὖ γυνή ’στιν, ἀλλ’ ἤδη κύων.
ΔΙΟΝΥΣΟΣ
291 Ἔμπουσα τοίνυν ἐστί.
ΞΑΝΘΙΑΣ
293 Πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον.
ΔΙΟΝΥΣΟΣ
294 Καὶ σκέλος χαλκοῦν ἔχει;
ΞΑΝΘΙΑΣ
295 Νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θἄτερον, σάφ’ ἴσθι.
ΔΙΟΝΥΣΟΣ
296 Ποῖ δῆτ’ ἂν τραποίμην;
ΞΑΝΘΙΑΣ
296 Ποῖ δ’ ἐγώ;
ΔΙΟΝΥΣΟΣ
296 Ἱερεῦ, διαφύλαξόν μ’, ἵν’ ὦ σοι ξυμπότης.
ΞΑΝΘΙΑΣ
296 Ἀπολούμεθ’, ὦναξ Ἡράκλεις.
ΔΙΟΝΥΣΟΣ
298 Οὐ μὴ καλεῖς μ’, ὦνθρωφ’, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
ΞΑΝΘΙΑΣ
298 Διόνυσε τοίνυν.
ΔΙΟΝΥΣΟΣ
298 Τοῦτ’ ἔθ’ ἧττον θἀτέρου.
ΞΑΝΘΙΑΣ
298 Ἴθ’ ᾗπερ ἔρχει. Δεῦρο δεῦρ’, ὦ δέσποτα.
ΔΙΟΝΥΣΟΣ
298 Τί δ’ ἐστί;
ΞΑΝΘΙΑΣ
302 Θάρρει· πάντ’ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θ’ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν· «Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.»
305 Ἥμπουσα φρούδη.
ΔΙΟΝΥΣΟΣ
305 Κατόμοσον.
ΞΑΝΘΙΑΣ
305 Νὴ τὸν Δία.
ΔΙΟΝΥΣΟΣ
305 Καὖθις κατόμοσον.
ΞΑΝΘΙΑΣ
306 Νὴ Δί’.
ΔΙΟΝΥΣΟΣ
306 Ὄμοσον.
ΞΑΝΘΙΑΣ
306 Νὴ Δία.
ΔΙΟΝΥΣΟΣ
306 Οἴμοι τάλας, ὡς ὠχρίας’ αὐτὴν ἰδών.
ΞΑΝΘΙΑΣ
306 Ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
ΔΙΟΝΥΣΟΣ
306 Οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
310 Τίν’ αἰτιάσομαι θεῶν μ’ ἀπολλύναι; Αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
ΞΑΝΘΙΑΣ
310 Οὗτος.
ΔΙΟΝΥΣΟΣ
312 Τί ἐστιν;
ΞΑΝΘΙΑΣ
312 Οὐ κατήκουσας;
ΔΙΟΝΥΣΟΣ
312 Τίνος;
ΞΑΝΘΙΑΣ
312 Αὐλῶν πνοῆς.
ΔΙΟΝΥΣΟΣ
313 Ἔγωγε, καὶ δᾴδων γέ με αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
315 Ἀλλ’ ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα.
ΧΟΡΟΣ
316 Ἴακχ’, ὦ Ἴακχε. Ἴακχ’, ὦ Ἴακχε.
ΞΑΝΘΙΑΣ
316 Τοῦτ’ ἔστ’ ἐκεῖν’, ὦ δέσποθ’· οἱ μεμυημένοι ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
320 Ἄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ δι’ ἀγορᾶς.
ΔΙΟΝΥΣΟΣ
320 Κἀμοὶ δοκοῦσιν. Ἡσυχίαν τοίνυν ἄγειν βέλτιστόν ἐστιν, ὡς ἂν εἰδῶμεν σαφῶς.
ΧΟΡΟΣ
323-324 Ἴακχ’, ὦ πολυτίμητ’ ἐν ἕδραις ἐνθάδε ναίων,
325 Ἴακχ’, ὦ Ἴακχε, ἐλθὲ τόνδ’ ἀνὰ λειμῶνα χορεύσων ὁσίους εἰς θιασώτας, πολύκαρπον μὲν τινάσσων περὶ κρατὶ σῷ βρύοντα
330 στέφανον μύρτων, θρασεῖ δ’ ἐγκατακρούων ποδὶ τὰν ἀκόλαστον φιλοπαίγμονα τιμάν,
333-335 χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνήν, ἱερὰν
336 ὁσίοις μύσταις χορείαν.
ΞΑΝΘΙΑΣ
336 Ὦ πότνια πολυτίμητε Δήμητρος κόρη, ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
ΔΙΟΝΥΣΟΣ
336 Οὔκουν ἀτρέμ’ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
ΧΟΡΟΣ
340 Ἔγειρε· φλογέας ἐν χερσὶ γὰρ ἥκει τινάσσων, Ἴακχ’, ὦ Ἴακχε,
342-343 νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
344 Φλογὶ φέγγεται δὲ λειμών·
345 γόνυ πάλλεται γερόντων· ἀποσείονται δὲ λύπας
347-348 χρονίους τ’ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
349-350 ἱερᾶς ὑπὸ τιμῆς.
351 Σὺ δὲ λαμπάδι φέγγων προβάδην ἔξαγ’ ἐπ’ ἀνθηρὸν ἕλειον δάπεδον χοροποιόν, μάκαρ, ἥβαν.
353 Εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
355 ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτ’ εἶδεν μήτ’ ἐχόρευσεν, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ’ ἐτελέσθη, ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ’ν καιρῷ τοῦτο ποιοῦσιν, ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ’ εὔκολός ἐστι πολίταις,
360 ἀλλ’ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων, ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
365 ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, ἢ κατατιλᾷ τῶν Ἑκατείων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ’ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου. Τούτοις αὐδῶ καὖθις ἐπαυδῶ καὖθις τὸ τρίτον μάλ’ ἐπαυδῶ
370 ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δ’ ἀνεγείρετε μολπὴν καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
371 Χώρει νυν πᾶς ἀνδρείως εἰς τοὺς εὐανθεῖς κόλπους λειμώνων ἐγκρούων
375 κἀπισκώπτων
375 καὶ παίζων καὶ χλευάζων. Ἠρίστηται δ’ ἐξαρκούντως. — Ἀλλ’ ἔμβα χὤπως ἀρεῖς τὴν Σώτειραν γενναίως τῇ φωνῇ μολπάζων,
380 ἣ τὴν χώραν
380 σῴζειν φής’ εἰς τὰς ὥρας, κἂν Θωρυκίων μὴ βούληται.
381 Ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν, Δήμητρα θεάν, ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
383 Δήμητερ, ἁγνῶν ὀργίων
385 ἄνασσα, συμπαραστάτει, καὶ σῷζε τὸν σαυτῆς χορόν· καί μ’ ἀσφαλῶς πανήμερον παῖσαί τε καὶ χορεῦσαι. —
388 Καὶ πολλὰ μὲν γέλοιά μ’ εἰ‐
390 πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ τῆς σῆς ἑορτῆς ἀξίως παίσαντα καὶ σκώψαντα νι‐ κήσαντα ταινιοῦσθαι.
393 Ἄγ’ εἶά
395 νυν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
397-398 Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
399 ἥδιστον εὑρών, δεῦρο συνακολούθει
399 πρὸς τὴν θεὸν καὶ δεῖξον ὡς ἄνευ πόνου πολλὴν ὁδὸν περαίνεις. Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. — Σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
405 κἀπ’ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον καὶ τὸ ῥάκος, κἀξηῦρες ὥστ’ ἀζημίους
407 παίζειν τε καὶ χορεύειν. Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. — Καὶ γὰρ παραβλέψας τι μειρακίσκης
410 νυνδὴ κατεῖδον καὶ μάλ’ εὐπροσώπου, συμπαιστρίας, χιτωνίου παραρραγέν‐
412 τος τιτθίον προκύψαν. Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με.
ΞΑΝΘΙΑΣ
413 Ἐγὼ δ’ ἀεί πως φιλακόλου‐
414 θός εἰμι καὶ μετ’ αὐτῆς
415 παίζων χορεύειν βούλομαι.
ΔΙΟΝΥΣΟΣ
415 Κἄγωγε πρός.
ΧΟΡΟΣ
415 Βούλεσθε δῆτα κοινῇ σκώψωμεν Ἀρχέδημον, ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας; — Νυνὶ δὲ δημαγωγεῖ
420 ἐν τοῖς ἄνω νεκροῖσι, κἄστιν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. — Τὸν Κλεισθένους δ’ ἀκούω ἐν ταῖς ταφαῖσι πρωκτὸν τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους. —
425 Κἀκόπτετ’ ἐγκεκυφώς, κἄκλαε κἀκεκράγει Σεβῖνον ὅστις ἐστὶν Ἁναφλύστιος. — Καὶ Καλλίαν γέ φασι τοῦτον τὸν Ἱπποκίνου
430 κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
ΔΙΟΝΥΣΟΣ
430 Ἔχοιτ’ ἂν οὖν φράσαι νῷν Πλούτων’ ὅπου ’νθάδ’ οἰκεῖ; Ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
ΧΟΡΟΣ
430 Μηδὲν μακρὰν ἀπέλθῃς,
435 μηδ’ αὖθις ἐπανέρῃ με, ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὴν τὴν θύραν ἀφιγμένος.
ΔΙΟΝΥΣΟΣ
435 Αἴροι’ ἂν αὖθις, ὦ παῖ.
ΞΑΝΘΙΑΣ
435 Τουτὶ τί ἦν τὸ πρᾶγμα; Ἀλλ’ ἦ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν;
ΧΟΡΟΣ
440 Χωρεῖτέ
441-442 νυν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν’ ἄλσος
443 παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς.
444-445 Ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
446-447 οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
448 Χωρῶμεν εἰς πολυρρόδους λειμῶνας ἀνθεμώδεις,
448 τὸν ἡμέτερον τρόπον, τὸν καλλιχορώτατον, παίζοντες, ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν. — Μόνοις γὰρ ἡμῖν ἥλιος
455 καὶ φέγγος ἱλαρόν ἐστιν, ὅσοι μεμυήμεθ’ εὐ‐ σεβῆ τε διήγομεν τρόπον περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας.
ΔΙΟΝΥΣΟΣ
460 Ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; Τίνα; Πῶς ἐνθάδ’ ἄρα κόπτουσιν οὑπιχώριοι;
ΞΑΝΘΙΑΣ
460 Οὐ μὴ διατρίψεις, ἀλλὰ γεῦσαι τῆς θύρας, καθ’ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ’ ἔχων.
ΔΙΟΝΥΣΟΣ
460 Παῖ παῖ.
ΑΙΑΚΟΣ
464 Τίς οὗτος;
ΔΙΟΝΥΣΟΣ
464 Ἡρακλῆς ὁ καρτερός.
ΑΙΑΚΟΣ
465 Ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύν’ ἡμῶν ἐξελάσας τὸν Κέρβερον ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ ’φύλαττον. Ἀλλὰ νῦν ἔχει μέσος·
470 τοία Στυγός σε μελανοκάρδιος πέτρα
470 Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θ’ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει· πλευμόνων τ’ ἀνθάψεται
475 Ταρτησσία μύραινα, τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφ’ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
ΞΑΝΘΙΑΣ
475 Οὗτος, τί δέδρακας;
ΔΙΟΝΥΣΟΣ
479 Ἐγκέχοδα· κάλει θεόν.
ΞΑΝΘΙΑΣ
480 Ὦ καταγέλαστ’, οὔκουν ἀναστήσει ταχὺ πρίν τινά ς’ ἰδεῖν ἀλλότριον;
ΔΙΟΝΥΣΟΣ
481 Ἀλλ’ ὡρακιῶ. Ἀλλ’ οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν.
ΞΑΝΘΙΑΣ
481 Ἰδοὺ λαβέ· προσθοῦ. —Ποῦ ’στιν; Ὦ χρυσοῖ θεοί, ἐνταῦθ’ ἔχεις τὴν καρδίαν;
ΔΙΟΝΥΣΟΣ
484 Δείσασα γὰρ
485 εἰς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
ΞΑΝΘΙΑΣ
485 Ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
ΔΙΟΝΥΣΟΣ
486 Ἐγώ; Πῶς δειλὸς ὅστις σπογγιὰν ᾔτησά σε; Οὐ τἂν ἕτερός γ’ αὔτ’ εἰργάσατ’ ἀνήρ.
ΞΑΝΘΙΑΣ
488 Ἀλλὰ τί;
ΔΙΟΝΥΣΟΣ
488 Κατέκειτ’ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
490 ἐγὼ δ’ ἀνέστην καὶ προσέτ’ ἀπεψησάμην.
ΞΑΝΘΙΑΣ
490 Ἀνδρεῖά γ’, ὦ Πόσειδον.
ΔΙΟΝΥΣΟΣ
491 Οἶμαι νὴ Δία. Σὺ δ’ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων καὶ τὰς ἀπειλάς;
ΞΑΝΘΙΑΣ
493 Οὐ μὰ Δί’ οὐδ’ ἐφρόντισα.
ΔΙΟΝΥΣΟΣ
493 Ἴθι νυν, ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
495 σὺ μὲν γενοῦ ’γὼ τὸ ῥόπαλον τουτὶ λαβών καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ· ἐγὼ δ’ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
ΞΑΝΘΙΑΣ
495 Φέρε δὴ ταχέως αὔτ’· οὐ γὰρ ἀλλὰ πειστέον. Καὶ βλέψον εἰς τὸν Ἡρακλειοξανθίαν,
495 εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ’ ἔχων.
ΔΙΟΝΥΣΟΣ
495 Μὰ Δί’ ἀλλ’ ἀληθῶς οὑκ Μελίτης μαστιγίας. Φέρε νυν, ἐγὼ τὰ στρώματ’ αἴρωμαι ταδί.
ΘΕΡΑΠΑΙΝΑ
503 Ὦ φίλταθ’ ἥκεις Ἡράκλεις; Δεῦρ’ εἴσιθι. Ἡ γὰρ θεός ς’ ὡς ἐπύθεθ’ ἥκοντ’, εὐθέως
505 ἔπεττεν ἄρτους, ἧψε κατερικτῶν χύτρας ἔτνους δύ’ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ’ ὅλον, πλακοῦντας ὤπτα, κολλάβους. Ἀλλ’ εἴσιθι.
ΞΑΝΘΙΑΣ
505 Κάλλιστ’, ἐπαινῶ.
ΘΕΡΑΠΑΙΝΑ
508 Μὰ τὸν Ἀπόλλω οὐ μή ς’ ἐγὼ περιόψομἀπελθόντ’, ἐπεί τοι καὶ κρέα
510 ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
510 ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον. Ἀλλ’ εἴσιθ’ ἅμ’ ἐμοί.
ΞΑΝΘΙΑΣ
512 Πάνυ καλῶς.
ΘΕΡΑΠΑΙΝΑ
512 Ληρεῖς ἔχων· οὐ γάρ ς’ ἀφήσω. Καὶ γὰρ αὐλητρίς τέ σοι ἤδη ’νδον ἔσθ’ ὡραιοτάτη κὠρχηστρίδες
515 ἕτεραι δύ’ ἢ τρεῖς—
ΞΑΝΘΙΑΣ
515 Πῶς λέγεις; Ὀρχηστρίδες;
ΘΕΡΑΠΑΙΝΑ
515 ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. Ἀλλ’ εἴσιθ’, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη ἔμελλ’ ἀφαιρεῖν χἠ τράπεζ’ εἰσῄρετο.
ΞΑΝΘΙΑΣ
515 Ἴθι νυν, φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
520 ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. Ὁ παῖς, ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
ΔΙΟΝΥΣΟΣ
520 Ἐπίσχες, οὗτος. Οὔ τί που σπουδὴν ποεῖ, ὁτιή σε παίζων Ἡρακλέα ’νεσκεύασα; Οὐ μὴ φλυαρήσεις ἔχων, ὦ Ξανθία,
525 ἀλλ’ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
ΞΑΝΘΙΑΣ
525 Τί δ’ ἐστίν; Οὔ τί πού μ’ ἀφελέσθαι διανοεῖ ἅδωκας αὐτός;
ΔΙΟΝΥΣΟΣ
527 Οὐ τάχ’, ἀλλ’ ἤδη ποιῶ. Κατάθου τὸ δέρμα.
ΞΑΝΘΙΑΣ
528 Ταῦτ’ ἐγὼ μαρτύρομαι καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
ΔΙΟΝΥΣΟΣ
529 Ποίοις θεοῖς;
530 Τὸ δὲ προσδοκῆσαί ς’ οὐκ ἀνόητον καὶ κενὸν
530 ὡς δοῦλος ὢν καὶ θνητὸς Ἁλκμήνης ἔσει;
ΞΑΝΘΙΑΣ
530 Ἀμέλει, καλῶς· ἔχ’ αὔτ’. Ἴσως γάρ τοί ποτε ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
ΧΟΡΟΣ
533 Ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
535 νοῦν ἔχοντος καὶ φρένας καὶ
535 πολλὰ περιπεπλευκότος, μετακυλίνδειν αὑτὸν ἀεὶ
536 πρὸς τὸν εὖ πράττοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην
537 εἰκόν’ ἑστάναι, λαβόνθ’ ἓν σχῆμα· τὸ δὲ μεταστρέφεσθαι πρὸς τὸ μαλθακώτερον
540 δεξιοῦ πρὸς ἀνδρός ἐστι
540 καὶ φύσει Θηραμένους.
ΔΙΟΝΥΣΟΣ
540 Οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ Ξανθίας μὲν δοῦλος ὢν ἐν
542 στρώμασιν Μιλησίοις ἀνατετραμμένος κυνῶν ὀρ‐
543 χηστρίδ’ εἶτ’ ᾔτησεν ἁμίδ’, ἐ‐ γὼ δὲ πρὸς τοῦτον βλέπων
545 τοὐρεβίνθου ’δραττόμην, οὗ‐
545-546 τος δ’ ἅτ’ ὢν αὐτὸς πανοῦργος
546 εἶδε, κᾆτ’ ἐκ τῆς γνάθου πὺξ πατάξας μοὐξέκοψε τοῦ χοροῦ τοὺς προσθίους;
ΠΑΝΔΟΚΕΥΤΡΙΑ Α
549 Πλαθάνη, Πλαθάνη, δεῦρ’ ἔλθ’. Ὁ πανοῦργος οὑτοσί,
549 ὃς εἰς τὸ πανδοκεῖον εἰσελθών ποτε ἑκκαίδεκ’ ἄρτους κατέφαγ’ ἡμῶν—
ΠΑΝΔΟΚΕΥΤΡΙΑ Β
551 Νὴ Δία, ἐκεῖνος αὐτὸς δῆτα.
ΞΑΝΘΙΑΣ
552 Κακὸν ἥκει τινί.
552 καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ’ εἴκοσιν ἀνημιωβολιαῖα—
554 Δώσει τις δίκην.
555 καὶ τὰ σκόροδα τὰ πολλά.
ΔΙΟΝΥΣΟΣ
555 Ληρεῖς, ὦ γύναι, κοὐκ οἶσθ’ ὅ τι λέγεις.
556 Οὐ μὲν οὖν με προσεδόκας, ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί ς’ ἔτι. Τί δαί; Τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
556 Μὰ Δί’ οὐδὲ τὸν τυρόν γε τὸν χλωρόν, τάλαν,
560 ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν.
560 Κἄπειτ’ ἐπειδὴ τἀργύριον ἐπραττόμην, ἔβλεψεν εἴς με δριμὺ κἀμυκᾶτό γε—
ΞΑΝΘΙΑΣ
560 Τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
560 καὶ τὸ ξίφος γ’ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
565 Νὴ Δία, τάλαινα.
565 Νὼ δὲ δεισάσα γέ πω ἐπὶ τὴν κατήλιφ’ εὐθὺς ἀνεπηδήσαμεν· ὁ δ’ ᾤχετ’ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
565 Καὶ τοῦτο τούτου τοὔργον.
568 Ἀλλ’ ἐχρῆν τι δρᾶν. Ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι—
570 Σὺ δ’ ἔμοιγ’ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον·
570 ἵν’ αὐτὸν ἐπιτρίψωμεν. Ὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους κόπτοιμ’ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
570 Ἐγὼ δέ γ’ εἰς τὸ βάραθρον ἐμβάλοιμί σε.
575 Ἐγὼ δὲ τὸν λάρυγγ’ ἂν ἐκτέμοιμί σου δρέπανον λαβοῦς’, ᾧ τὰς χόλικας κατέσπασας.
575 Ἀλλ’ εἶμ’ ἐπὶ τὸν Κλέων’, ὃς αὐτοῦ τήμερον ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
ΔΙΟΝΥΣΟΣ
575 Κάκιστ’ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
ΞΑΝΘΙΑΣ
580 Οἶδ’ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου. Οὐκ ἂν γενοίμην Ἡρακλῆς αὖ.
ΔΙΟΝΥΣΟΣ
581 Μηδαμῶς, ὦ Ξανθίδιον.
ΞΑΝΘΙΑΣ
582 Καὶ πῶς ἂν Ἁλκμήνης ἐγὼ υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
ΔΙΟΝΥΣΟΣ
582 Οἶδ’ οἶδ’ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
585 κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. Ἀλλ’ ἤν σε τοῦ λοιποῦ ποτ’ ἀφέλωμαι χρόνου, πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία, κάκιστ’ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
ΞΑΝΘΙΑΣ
585 Δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
ΧΟΡΟΣ
590 Νῦν σὸν ἔργον ἔστ’, ἐπειδὴ
590 τὴν στολὴν εἴληφας ἥνπερ εἶχες, ἐξ ἀρχῆς πάλιν ἀνανεάζειν 〈αὖ τὸ λῆμα〉
592 καὶ βλέπειν αὖθις τὸ δεινόν, τοῦ θεοῦ μεμνημένον
593 ᾧπερ εἰκάζεις σεαυτόν. Ἢν δὲ παραληρῶν ἁλῷς ἢ
595 κἀκβάλῃς τι μαλθακόν, αὖθις αἴρεσθαί ς’ ἀνάγκη
596 ’σται πάλιν τὰ στρώματα.
ΞΑΝΘΙΑΣ
596 Οὐ κακῶς, ὦνδρες, παραινεῖτ’, ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ’
598 ἄρτι συννοούμενος. Ὅδε μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
598 ταῦτ’ ἀφαιρεῖσθαι πάλιν πει‐
598 ράσεταί μ’ εὖ οἶδ’ ὅτι. Ἀλλ’ ὅμως ἐγὼ παρέξω ’μαυτὸν ἀνδρεῖον τὸ λῆμα
602 καὶ βλέποντ’ ὀρίγανον. Δεῖν δ’ ἔοικεν, ὡς ἀκούω τῆς θύρας καὶ δὴ ψόφον.
ΑΙΑΚΟΣ
605 Ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, ἵνα δῷ δίκην· ἁνύετον.
ΔΙΟΝΥΣΟΣ
606 Ἥκει τῳ κακόν.
ΞΑΝΘΙΑΣ
606 Οὐκ ἐς κόρακας; Μὴ πρόσιτον.
ΑΙΑΚΟΣ
607 Εἶἑν, καὶ μάχει; Ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας, χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
ΔΙΟΝΥΣΟΣ
610 Εἶτ’ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ κλέπτοντα πρὸς τἀλλότρια;
ΑΙΑΚΟΣ
611 Μἀλλ’ ὑπερφυᾶ.
ΔΙΟΝΥΣΟΣ
611 Σχέτλια μὲν οὖν καὶ δεινά.
ΞΑΝΘΙΑΣ
612 Καὶ μὴν νὴ Δία, εἰ πώποτ’ ἦλθον δεῦρ’, ἐθέλω τεθνηκέναι, ἢ ’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
615 Καί σοι ποήσω πρᾶγμα γενναῖον πάνυ· βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλῃς ἀδικοῦντ’, ἀπόκτεινόν μ’ ἄγων.
ΑΙΑΚΟΣ
615 Καὶ πῶς βασανίσω;
ΞΑΝΘΙΑΣ
618 Πάντα τρόπον· ἐν κλίμακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δέρων,
620 στρεβλῶν, ἔτι δ’ εἰς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
ΑΙΑΚΟΣ
620 Δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σοι τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
ΞΑΝΘΙΑΣ
625 Μὴ δῆτ’ ἔμοιγ’. Οὕτω δὲ βασάνιζ’ ἀπαγαγών.
ΑΙΑΚΟΣ
625 Αὐτοῦ μὲν οὖν, ἵνα σοι κατ’ ὀφθαλμοὺς λέγῃ. Κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς ἐνταῦθα μηδὲν ψεῦδος.
ΔΙΟΝΥΣΟΣ
628 Ἀγορεύω τινὶ ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ’· εἰ δὲ μή,
630 αὐτὸς σεαυτὸν αἰτιῶ.
ΑΙΑΚΟΣ
630 Λέγεις δὲ τί;
ΔΙΟΝΥΣΟΣ
630 Ἀθάνατος εἶναί φημι, Διόνυσος Διός, τοῦτον δὲ δοῦλον.
ΑΙΑΚΟΣ
632 Ταῦτ’ ἀκούεις;
ΞΑΝΘΙΑΣ
632 Φήμ’ ἐγώ. Καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος· εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
ΔΙΟΝΥΣΟΣ
635 Τί δῆτ’, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
ΞΑΝΘΙΑΣ
635 Δίκαιος ὁ λόγος· χὠπότερόν γ’ ἂν νῷν ἴδῃς κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
ΑΙΑΚΟΣ
640 Οὐκ ἔσθ’ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· χωρεῖς γὰρ εἰς τὸ δίκαιον. Ἀποδύεσθε δή.
ΞΑΝΘΙΑΣ
640 Πῶς οὖν βασανιεῖς νὼ δικαίως;
ΑΙΑΚΟΣ
642 Ῥᾳδίως· πληγὴν παρὰ πληγὴν ἑκάτερον.
ΞΑΝΘΙΑΣ
643 Καλῶς λέγεις.
643 Ἰδού· σκόπει νυν ἤν μ’ ὑποκινήσαντ’ ἴδῃς.
ΑΙΑΚΟΣ
645 Ἤδη ’πάταξά ς’;
ΞΑΝΘΙΑΣ
645 Οὐ μὰ Δί’ οὐδαμοῖ δοκεῖς.
ΑΙΑΚΟΣ
645 Ἀλλ’ εἶμ’ ἐπὶ τονδὶ καὶ πατάξω.
ΔΙΟΝΥΣΟΣ
646 Πηνίκα;
ΑΙΑΚΟΣ
646 Καὶ δὴ ’πάταξα.
ΔΙΟΝΥΣΟΣ
647 Κᾆτα πῶς οὐκ ἔπταρον;
ΑΙΑΚΟΣ
647 Οὐκ οἶδα· τουδὶ δ’ αὖθις ἀποπειράσομαι.
ΞΑΝΘΙΑΣ
647 Οὔκουν ἁνύσεις; Ἰατταταῖ.
ΑΙΑΚΟΣ
649 Τί τἀτταταῖ;
649 Μῶν ὠδυνήθης;
ΞΑΝΘΙΑΣ
649 Οὐ μὰ Δί’ ἀλλ’ ἐφρόντισα ὁπόθ’ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
ΑΙΑΚΟΣ
649 Ἅνθρωπος ἱερός. Δεῦρο πάλιν βαδιστέον.
ΔΙΟΝΥΣΟΣ
649 Ἰοὺ ἰού.
ΑΙΑΚΟΣ
653 Τί ἐστιν;
ΔΙΟΝΥΣΟΣ
653 Ἱππέας ὁρῶ.
ΑΙΑΚΟΣ
653 Τί δῆτα κλάεις;
ΔΙΟΝΥΣΟΣ
654 Κρομμύων ὀσφραίνομαι.
ΑΙΑΚΟΣ
655 Ἐπεὶ προτιμᾷς γ’ οὐδέν;
ΔΙΟΝΥΣΟΣ
655 Οὐδέν μοι μέλει.
ΑΙΑΚΟΣ
655 Βαδιστέον τἄρ’ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
ΞΑΝΘΙΑΣ
655 Οἴμοι.
ΑΙΑΚΟΣ
657 Τί ἐστι;
ΞΑΝΘΙΑΣ
657 Τὴν ἄκανθαν ἔξελε.
ΑΙΑΚΟΣ
657 Τί τὸ πρᾶγμα τουτί; Δεῦρο πάλιν βαδιστέον.
ΔΙΟΝΥΣΟΣ
657 Ἄπολλον, —ὅς που Δῆλον ἢ Πυθῶν’ ἔχεις.
ΞΑΝΘΙΑΣ
660 Ἤλγησεν· οὐκ ἤκουσας;
ΔΙΟΝΥΣΟΣ
660 Οὐκ ἔγωγ’, ἐπεὶ ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
ΞΑΝΘΙΑΣ
660 Οὐδὲν ποεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
ΑΙΑΚΟΣ
660 Μὰ τὸν Δί’, ἀλλ’ ἤδη πάρεχε τὴν γαστέρα.
ΔΙΟΝΥΣΟΣ
660 Πόσειδον, —
ΞΑΝΘΙΑΣ
664 Ἤλγησέν τις.
ΔΙΟΝΥΣΟΣ
664 ἁλὸς ἐν βένθεσιν
665-667 ὃς Αἰγαίου πρωνὸς ἢ γλαυκᾶς μέδεις—
ΑΙΑΚΟΣ
668 Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι ’γὼ μαθεῖν ὁπότερος ὑμῶν ἐστι θεός. Ἀλλ’ εἴσιτον·
670 ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται χἠ Φερρέφατθ’, ἅτ’ ὄντε κἀκείνω θεώ.
ΔΙΟΝΥΣΟΣ
670 Ὀρθῶς λέγεις· ἐβουλόμην δ’ ἂν τοῦτό σε πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
ΧΟΡΟΣ
673 Μοῦσα, χορῶν ἱερῶν ἐπίβηθι καὶ ἔλθ’ ἐπὶ τέρψιν
675 ἀοιδᾶς ἐμᾶς, τὸν πολὺν ὀψομένη λαῶν ὄχλον, οὗ σοφίαι μυρίαι κάθηνται
678-679 φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ
680 χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται
680 Θρηικία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον·
683-684 τρύζει δ’ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
685 κἂν ἴσαι γένωνται.
685 Τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει ξυμπαραινεῖν καὶ διδάσκειν. Πρῶτον οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα. Κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
690 ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. Εἶτ’ ἄτιμόν φημι χρῆναι μηδέν’ εἶν’ ἐν τῇ πόλει. Καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
695 Κοὐδὲ ταῦτ’ ἔγωγ’ ἔχοιμ’ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν, ἀλλ’ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ’ ἐδράσατε. Πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ’ ὑμῶν πολλὰ δὴ χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
695 Ἀλλὰ τῆς ὀργῆς ἀνέντες, ὦ σοφώτατοι φύσει, πάντας ἀνθρώπους ἑκόντες ξυγγενεῖς κτησώμεθα κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. Εἰ δὲ ταῦτ’ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, τὴν πόλιν καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
705 ὑστέρῳ χρόνῳ ποτ’ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
705 Εἰ δ’ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτ’ οἰμώξεται,
705 οὐ πολὺν οὐδ’ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρός,
710 ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρα‐
710-711 τοῦσι κυκησίτεφροι ψευδολίτρου τε κονί‐
712 ας καὶ Κιμωλίας γῆς,
713-714 χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδ’ οὐκ
715-716 εἰρηνικὸς ἔσθ’, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄ‐
717 νευ ξύλου βαδίζων.
717 Πολλάκις γ’ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι ταὐτὸν εἴς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
720 εἴς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. Οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
725 χρώμεθ’ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. Τῶν πολιτῶν θ’ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
730 προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ’ ἄν.
730 Ἀλλὰ καὶ νῦν, ὦνόητοι, μεταβαλόντες τοὺς τρόπους
735 χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ εὔλογον, κἄν τι σφαλῆτ’, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
ΟΙΚΕΤΗΣ
738 Νὴ τὸν Δία τὸν σωτῆρα, γεννάδας ἀνὴρ ὁ δεσπότης σου.
ΞΑΝΘΙΑΣ
739 Πῶς γὰρ οὐχὶ γεννάδας,
740 ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
ΟΙΚΕΤΗΣ
740 Τὸ δὲ μὴ πατάξαι ς’ ἐξελεγχθέντ’ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
ΞΑΝΘΙΑΣ
740 Ὤιμωξε μέντἄν.
ΟΙΚΕΤΗΣ
743 Τοῦτο μέντοι δουλικὸν εὐθὺς πεπόηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
ΞΑΝΘΙΑΣ
745 Χαίρεις, ἱκετεύω;
ΟΙΚΕΤΗΣ
745 Μἀλλ’ ἐποπτεύειν δοκῶ, ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
ΞΑΝΘΙΑΣ
745 Τί δὲ τονθορύζων, ἡνίκ’ ἂν πληγὰς λαβὼν πολλὰς ἀπίῃς θύραζε;
ΟΙΚΕΤΗΣ
748 Καὶ τοῦθ’ ἥδομαι.
ΞΑΝΘΙΑΣ
748 Τί δὲ πολλὰ πράττων;
ΟΙΚΕΤΗΣ
749 Ὡς μὰ Δί’ οὐδὲν οἶδ’ ἐγώ.
ΞΑΝΘΙΑΣ
749 Ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν ἅττ’ ἂν λαλῶσι;
ΟΙΚΕΤΗΣ
751 Μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ΞΑΝΘΙΑΣ
751 Τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
ΟΙΚΕΤΗΣ
752 Ἐγώ; μὰ Δί’ ἀλλ’ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
ΞΑΝΘΙΑΣ
752 Ὦ Φοῖβ’ Ἄπολλον, ἔμβαλέ μοι τὴν δεξιάν,
755 καὶ δὸς κύσαι καὐτὸς κύσον, —καί μοι φράσον πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας, τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ χὠ λοιδορησμός;
ΟΙΚΕΤΗΣ
758 Αἰσχύλου κεὐριπίδου.
ΞΑΝΘΙΑΣ
758 Ἆ.
ΟΙΚΕΤΗΣ
759 Πρᾶγμα, πρᾶγμα μέγα κεκίνηται, μέγα
760 ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
ΞΑΝΘΙΑΣ
760 Ἐκ τοῦ;
ΟΙΚΕΤΗΣ
761 Νόμος τις ἐνθάδ’ ἐστὶ κείμενος ἀπὸ τῶν τεχνῶν, ὅσαι μεγάλαι καὶ δεξιαί, τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765 θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—
ΞΑΝΘΙΑΣ
765 Μανθάνω.
ΟΙΚΕΤΗΣ
765 ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
ΞΑΝΘΙΑΣ
765 Τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
ΟΙΚΕΤΗΣ
765 Ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770 ὡς ὢν κράτιστος τὴν τέχνην.
ΞΑΝΘΙΑΣ
770 Νυνὶ δὲ τίς;
ΟΙΚΕΤΗΣ
770 Ὅτε δὴ κατῆλθ’ Εὐριπίδης, ἐπεδείκνυτο τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις, ὅπερ ἔστ’ ἐν Ἅιδου πλῆθος, οἱ δ’ ἀκροώμενοι
775 τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον· κἄπειτ’ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, ἵν’ Αἰσχύλος καθῆστο.
ΞΑΝΘΙΑΣ
778 Κοὐκ ἐβάλλετο;
ΟΙΚΕΤΗΣ
778 Μὰ Δί’, ἀλλ’ ὁ δῆμος ἀνεβόα κρίσιν ποεῖν
780 ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
ΞΑΝΘΙΑΣ
780 Ὁ τῶν πανούργων;
ΟΙΚΕΤΗΣ
781 Νὴ Δί’, οὐράνιόν γ’ ὅσον.
ΞΑΝΘΙΑΣ
781 Μετ’ Αἰσχύλου δ’ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
ΟΙΚΕΤΗΣ
781 Ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
ΞΑΝΘΙΑΣ
781 Τί δῆθ’ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
ΟΙΚΕΤΗΣ
785 Ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν κἄλεγχον αὐτοῖν τῆς τέχνης.
ΞΑΝΘΙΑΣ
786 Κἄπειτα πῶς οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
ΟΙΚΕΤΗΣ
786 Μὰ Δί’ οὐκ ἐκεῖνος, ἀλλ’ ἔκυσε μὲν Αἰσχύλον, ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιὰν
790 κἄνεικος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου. Νυνὶ δ’ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
790 ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθ’ ἔφασκε πρός γ’ Εὐριπίδην.
ΞΑΝΘΙΑΣ
795 Τὸ χρῆμ’ ἄρ’ ἔσται;
ΟΙΚΕΤΗΣ
795 Νὴ Δί’ ὀλίγον ὕστερον. Κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται. Καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
ΞΑΝΘΙΑΣ
795 Τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
ΟΙΚΕΤΗΣ
795 καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
795 καὶ πλαίσια ξύμπηκτα—
ΞΑΝΘΙΑΣ
795 Πλινθεύσουσι γάρ;
ΟΙΚΕΤΗΣ
795 καὶ διαμέτρους καὶ σφῆνας. Ὁ γὰρ Εὐριπίδης κατ’ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
ΞΑΝΘΙΑΣ
795 Ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
ΟΙΚΕΤΗΣ
795 Ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
ΞΑΝΘΙΑΣ
805 Κρινεῖ δὲ δὴ τίς ταῦτα;
ΟΙΚΕΤΗΣ
805 Τοῦτ’ ἦν δύσκολον· σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην. Οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν’ Αἰσχύλος—
ΞΑΝΘΙΑΣ
805 Πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
ΟΙΚΕΤΗΣ
805 λῆρόν τε τἄλλ’ ἡγεῖτο τοῦ γνῶναι πέρι
810 φύσεις ποητῶν· εἶτα τῷ σῷ δεσπότῃ ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. Ἀλλ’ εἰσίωμεν· ὡς ὅταν γ’ οἱ δεσπόται ἐσπουδάκωσι, κλαύμαθ’ ἡμῖν γίγνεται.
ΧΟΡΟΣ
813 Ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
815 ἡνίκ’ ἂν ὀξύλαλόν περ ἴδῃ θήγοντος ὀδόντα ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς ὄμματα στροβήσεται. Ἔσται δ’ ἱππολόφων τε λόγων κορυθαίολα νείκη σκινδαλάμων τε παραξόνια σμιλευματοεργοῦ
820 φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς ῥήμαθ’ ἱπποβάμονα. Φρίξας δ’ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν, δεινὸν ἐπισκύνιον ξυνάγων, βρυχώμενος ἥσει ῥήματα γομφοπαγῆ, πινακηδὸν ἀποσπῶν
825 γηγενεῖ φυσήματι. Ἔνθεν δὴ στοματουργός, ἐπῶν βασανίστρια, λίσπη γλῶσς’, ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινούς, ῥήματα δαιομένη καταλεπτολογήσει πλευμόνων πολὺν πόνον.
ΕΥΡΙΠΙΔΗΣ
830 Οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει· κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
ΔΙΟΝΥΣΟΣ
830 Αἰσχύλε, τί σιγᾷς; Αἰσθάνει γὰρ τοῦ λόγου.
ΕΥΡΙΠΙΔΗΣ
830 Ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
ΔΙΟΝΥΣΟΣ
835 Ὦ δαιμόνι’ ἀνδρῶν, μὴ μεγάλα λίαν λέγε.
ΕΥΡΙΠΙΔΗΣ
835 Ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
835 ἄνθρωπον ἀγριοποιόν, αὐθαδόστομον, ἔχοντ’ ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα, ἀπεριλάλητον, κομποφακελορρήμονα.
ΑΙΣΧΥΛΟΣ
840 Ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ; σὺ δὴ ’μὲ ταῦτ’, ὦ στωμυλιοσυλλεκτάδη καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη; Ἀλλ’ οὔ τι χαίρων αὔτ’ ἐρεῖς.
ΔΙΟΝΥΣΟΣ
843 Παῦ’, Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
ΑΙΣΧΥΛΟΣ
845 Οὐ δῆτα, πρίν γ’ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
ΔΙΟΝΥΣΟΣ
845 Ἄρν’ ἄρνα μέλανα, παῖδες, ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
ΑΙΣΧΥΛΟΣ
845 Ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
845 γάμους δ’ ἀνοσίους εἰσφέρων εἰς τὴν τέχνην, —
ΔΙΟΝΥΣΟΣ
845 Ἐπίσχες οὗτος, ὦ πολυτίμητ’ Αἰσχύλε. Ἀπὸ τῶν χαλαζῶν δ’, ὦ πόνηρ’ Εὐριπίδη, ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς, ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
855 θενὼν ὑπ’ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον. Σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλ’, ἀλλὰ πραόνως ἔλεγχ’, ἐλέγχου· λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποητὰς ὥσπερ ἀρτοπώλιδας· σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
ΕΥΡΙΠΙΔΗΣ
860 Ἕτοιμός εἰμ’ ἔγωγε, κοὐκ ἀναδύομαι, δάκνειν, δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
ΔΙΟΝΥΣΟΣ
865 Σὺ δὲ 〈δὴ〉 τί βουλεύει ποεῖν; λέγ’, Αἰσχύλε.
ΑΙΣΧΥΛΟΣ
865 Ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε· οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
ΔΙΟΝΥΣΟΣ
867 Τί δαί;
ΑΙΣΧΥΛΟΣ
867 Ὅτι ἡ πόησις οὐχὶ συντέθνηκέ μοι, τούτῳ δὲ συντέθνηκεν, ὥσθ’ ἕξει λέγειν.
870 Ὅμως δ’ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
ΔΙΟΝΥΣΟΣ
870 Ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω, ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων ἀγῶνα κρῖναι τόνδε μουσικώτατα· ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
ΧΟΡΟΣ
875 Ὦ Διὸς ἐννέα παρθένοι, ἁγναὶ Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, ἔλθετ’ ἐποψόμεναι δύναμιν
880 δεινοτάτοιν στομάτοιν πορίσασθαι ῥήματα καὶ παραπρίσματ’ ἐπῶν.
882-884 Νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
ΔΙΟΝΥΣΟΣ
885 Εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
ΑΙΣΧΥΛΟΣ
885 Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
ΔΙΟΝΥΣΟΣ
885 Ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
ΕΥΡΙΠΙΔΗΣ
888 Καλῶς· ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
ΔΙΟΝΥΣΟΣ
890 Ἴδιοί τινες σου, κόμμα καινόν;
ΕΥΡΙΠΙΔΗΣ
890 Καὶ μάλα.
ΔΙΟΝΥΣΟΣ
890 Ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
ΕΥΡΙΠΙΔΗΣ
890 Αἰθήρ, ἐμὸν βόσκημα, καὶ γλώττης στρόφιγξ καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, ὀρθῶς μ’ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
ΧΟΡΟΣ
895 Καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι, τίνα λόγων ἔπιτε δαΐαν ὁδόν. Γλῶσσα μὲν γὰρ ἠγρίωται, λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν,
899 οὐδ’ ἀκίνητοι φρένες.
899 Προσδοκᾶν οὖν εἰκός ἐστι τὸν μὲν ἀστεῖόν τι λέξειν
901 καὶ κατερρινημένον, τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα
901 συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν.
905 Ἀλλ’ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δ’ ὅπως ἐρεῖτον ἀστεῖα καὶ μήτ’ εἰκόνας μήθ’ οἷ’ ἂν ἄλλος εἴποι.
ΕΥΡΙΠΙΔΗΣ
905 Καὶ μὴν ἐμαυτὸν μέν γε, τὴν πόησιν οἷός εἰμι, ἐν τοῖσιν ὑστάτοις φράσω· τοῦτον δὲ πρῶτ’ ἐλέγξω, ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
910 ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. Πρώτιστα μὲν γὰρ ἕνα τιν’ ἂν καθῖσεν ἐγκαλύψας, Ἀχιλλέα τιν’ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς, πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
ΔΙΟΝΥΣΟΣ
910 Μὰ τὸν Δί’ οὐ δῆθ’.
ΕΥΡΙΠΙΔΗΣ
914 Ὁ δὲ χορός γ’ ἤρειδεν ὁρμαθοὺς ἂν
915 μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δ’ ἐσίγων.
ΔΙΟΝΥΣΟΣ
915 Ἐγὼ δ’ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ’ ἔτερπεν οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
ΕΥΡΙΠΙΔΗΣ
917 Ἠλίθιος γὰρ ἦσθα, σάφ’ ἴσθι.
ΔΙΟΝΥΣΟΣ
918 Κἀμαυτῷ δοκῶ. Τί δὲ ταῦτ’ ἔδρας’ ὁ δεῖνα;
ΕΥΡΙΠΙΔΗΣ
918 Ὑπ’ ἀλαζονείας, ἵν’ ὁ θεατὴς προσδοκῶν καθῇτο,
920 ὁπόθ’ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δ’ ἂν διῄει.
ΔΙΟΝΥΣΟΣ
920 Ὦ παμπόνηρος, οἷ’ ἄρ’ ἐφενακιζόμην ὑπ’ αὐτοῦ. Τί σκορδινᾷ καὶ δυσφορεῖς;
ΕΥΡΙΠΙΔΗΣ
922 Ὅτι αὐτὸν ἐξελέγχω. Κἄπειτ’ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα ἤδη μεσοίη, ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπεν,
925 ὀφρῦς ἔχοντα καὶ λόφους, δείν’ ἄττα μορμορωπά, ἄγνωτα τοῖς θεωμένοις.
ΑΙΣΧΥΛΟΣ
926 Οἴμοι τάλας.
ΔΙΟΝΥΣΟΣ
926 Σιώπα.
ΕΥΡΙΠΙΔΗΣ
926 Σαφὲς δ’ ἂν εἶπεν οὐδὲ ἕν—
ΔΙΟΝΥΣΟΣ
927 Μὴ πρῖε τοὺς ὀδόντας.
ΕΥΡΙΠΙΔΗΣ
927 ἀλλ’ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ’π’ ἀσπίδων ἐπόντας γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ’ ἱππόκρημνα,
930 ἃ ξυμβαλεῖν οὐ ῥᾴδι’ ἦν.
ΔΙΟΝΥΣΟΣ
930 Νὴ τοὺς θεούς, ἐγὼ γοῦν ἤδη ποτ’ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
ΑΙΣΧΥΛΟΣ
930 Σημεῖον ἐν ταῖς ναυσίν, ὦμαθέστατ’, ἐνεγέγραπτο.
ΔΙΟΝΥΣΟΣ
930 Ἐγὼ δὲ τὸν Φιλοξένου γ’ ᾤμην Ἔρυξιν εἶναι.
ΕΥΡΙΠΙΔΗΣ
935 Εἶτ’ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποῆσαι;
ΑΙΣΧΥΛΟΣ
935 Σὺ δ’, ὦ θεοῖσιν ἐχθρέ, ποῖ’ ἄττ’ ἐστὶν ἅττ’ ἐποίεις;
ΕΥΡΙΠΙΔΗΣ
935 Οὐχ ἱππαλεκτρυόνας μὰ Δί’ οὐδὲ τραγελάφους, ἅπερ σύ, ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν· ἀλλ’ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940 οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν· εἶτ’ ἀνέτρεφον μονῳδίαις Κηφισοφῶντα μειγνύς.
945 Εἶτ’ οὐκ ἐλήρουν ὅ τι τύχοιμ’ οὐδ’ ἐμπεσὼν ἔφυρον, ἀλλ’ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ’ ἂν εὐθὺς τοῦ δράματος.
ΔΙΟΝΥΣΟΣ
947 Κρεῖττον γὰρ ἦν σοι νὴ Δί’ ἢ τὸ σαυτοῦ.
ΕΥΡΙΠΙΔΗΣ
947 Ἔπειτ’ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ’ ἂν ἀργόν, ἀλλ’ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
947 χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
ΑΙΣΧΥΛΟΣ
947 Εἶτα δῆτα οὐκ ἀποθανεῖν σε ταῦτ’ ἐχρῆν τολμῶντα;
ΕΥΡΙΠΙΔΗΣ
951 Μὰ τὸν Ἀπόλλω· δημοκρατικὸν γὰρ αὔτ’ ἔδρων.
ΔΙΟΝΥΣΟΣ
952 Τοῦτο μὲν ἔασον, ὦ τᾶν. Οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
ΕΥΡΙΠΙΔΗΣ
952 Ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
ΑΙΣΧΥΛΟΣ
954 Φημὶ κἀγώ.
955 Ὡς πρὶν διδάξαι γ’ ὤφελες μέσος διαρραγῆναι.
ΕΥΡΙΠΙΔΗΣ
955 λεπτῶν τε κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν, ὁρᾶν, ξυνιέναι, στρέφειν ἐρᾶν, τεχνάζειν, κάχ’ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
ΑΙΣΧΥΛΟΣ
958 Φημὶ κἀγώ.
ΕΥΡΙΠΙΔΗΣ
958 οἰκεῖα πράγματ’ εἰσάγων, οἷς χρώμεθ’, οἷς ξύνεσμεν,
960 ἐξ ὧν γ’ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ’ οὐκ ἐκομπολάκουν ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ’ ἐξέπληττον αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους. Γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
965 Τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ’ ὁ Μανῆς, σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται, οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
ΔΙΟΝΥΣΟΣ
965 Θηραμένης; σοφός γ’ ἀνὴρ καὶ δεινὸς εἰς τὰ πάντα, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
970 πέπτωκεν ἔξω τῶν κακῶν, οὐ χεῖος, ἀλλὰ Κεῖος.
ΕΥΡΙΠΙΔΗΣ
970 Τοιαῦτα μέντοὐγὼ φρονεῖν τούτοισιν εἰσηγησάμην, λογισμὸν ἐνθεὶς τῇ τέχνῃ καὶ σκέψιν, ὥστ’ ἤδη νοεῖν
975 ἅπαντα καὶ διειδέναι τά τ’ ἄλλα καὶ τὰς οἰκίας οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ κἀνασκοπεῖν· «Πῶς τοῦτ’ ἔχει; Ποῦ μοι τοδί; Τίς τοῦτ’ ἔλαβε;»
ΔΙΟΝΥΣΟΣ
980 Νὴ τοὺς θεούς, νῦν γοῦν Ἀθη‐ ναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε· «Ποῦ ’στιν ἡ χύτρα; Τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
985 τῆς μαινίδος; Τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι; Ποῦ τὸ σκόροδον τὸ χθιζινόν; Τίς τῆς ἐλάας παρέτραγεν;»
985 Τέως δ’ ἀβελτερώτατοι
990 κεχηνότες μαμμάκυθοι, μελιτίδαι καθῆντο.
ΧΟΡΟΣ
991 Τάδε μὲν λεύσσεις, φαίδιμ’ Ἀχιλλεῦ· σὺ δὲ τί, φέρε, πρὸς ταῦτα λέξεις; Μόνον ὅπως μή ς’ ὁ θυμὸς ἁρπάσας
995 ἐκτὸς οἴσει τῶν ἐλαῶν· δεινὰ γὰρ κατηγόρηκεν. Ἀλλ’ ὅπως, ὦ γεννάδα, μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας ἄκροισι
995 χρώμενος τοῖς ἱστίοις, εἶτα μᾶλλον μᾶλλον ἄξεις καὶ φυλάξεις, ἡνίκ’ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.
1003 Ἀλλ’ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
1005 καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
ΑΙΣΧΥΛΟΣ
1005 Θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καί μου τὰ σπλάγχν’ ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μ’ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ’ ἀπορεῖν με, — ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποητήν;
ΕΥΡΙΠΙΔΗΣ
1005 Δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
1010 τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
ΑΙΣΧΥΛΟΣ
1010 Ταῦτ’ οὖν εἰ μὴ πεπόηκας, ἀλλ’ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, τί παθεῖν φήσεις ἄξιος εἶναι;
ΔΙΟΝΥΣΟΣ
1012 Τεθνάναι· μὴ τοῦτον ἐρώτα.
ΑΙΣΧΥΛΟΣ
1012 Σκέψαι τοίνυν οἵους αὐτοὺς παρ’ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
1015 μηδ’ ἀγοραίους μηδὲ κοβάλους, ὥσπερ νῦν, μηδὲ πανούργους, ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
ΕΥΡΙΠΙΔΗΣ
1015 Καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μ’ ἐπιτρίψει.
ΔΙΟΝΥΣΟΣ
1015 Καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
1020 Αἰσχύλε, λέξον, μηδ’ αὐθάδως σεμνυνόμενος χαλέπαινε.
ΑΙΣΧΥΛΟΣ
1020 Δρᾶμα ποήσας Ἄρεως μεστόν.
ΔΙΟΝΥΣΟΣ
1021 Ποῖον;
ΑΙΣΧΥΛΟΣ
1021 Τοὺς Ἕπ τ ’ ἐπὶ Θήβα ς· ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
ΔΙΟΝΥΣΟΣ
1021 Τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεπόηκας ἀνδρειοτέρους εἰς τὸν πόλεμον· καὶ τούτου γ’ οὕνεκα τύπτου.
ΑΙΣΧΥΛΟΣ
1025 Ἀλλ’ ὑμῖν αὔτ’ ἐξῆν ἀσκεῖν, ἀλλ’ οὐκ ἐπὶ τοῦτ’ ἐτράπεσθε. Εἶτα διδάξας Πέρσας μετὰ τοῦτ’ ἐπιθυμεῖν ἐξεδίδαξα νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
ΔΙΟΝΥΣΟΣ
1025 Ἐχάρην γοῦν, ἡνίκ’ ἐκώκυσας περὶ Δαρείου τεθνεῶτος, ὁ χορὸς δ’ εὐθὺς τὼ χεῖρ’ ὡδὶ συγκρούσας εἶπεν· «Ἰαυοῖ.»
ΑΙΣΧΥΛΟΣ
1030 Ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. Σκέψαι γὰρ ἀπ’ ἀρχῆς ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. Ὀρφεὺς μὲν γὰρ τελετάς θ’ ἡμῖν κατέδειξε φόνων τ’ ἀπέχεσθαι, Μουσαῖος δ’ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
1030 γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
1035 ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ’ ὅτι χρήστ’ ἐδίδαξεν, τάξεις, ἀρετάς, ὁπλίσεις ἀνδρῶν;
ΔΙΟΝΥΣΟΣ
1036 Καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον. Πρώην γοῦν, ἡνίκ’ ἔπεμπεν, τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ’ ἐπιδήσειν.
ΑΙΣΧΥΛΟΣ
1036 Ἀλλ’ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
1040-1041 ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐπόησεν,
1041 Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν’ ἐπαίροιμ’ ἄνδρα πολίτην ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ. Ἀλλ’ οὐ μὰ Δί’ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, οὐδ’ οἶδ’ οὐδεὶς ἥντιν’ ἐρῶσαν πώποτ’ ἐποίησα γυναῖκα.
ΕΥΡΙΠΙΔΗΣ
1045 Μὰ Δί’, οὐδὲ γὰρ ἦν τῆς Ἀφροδίτης οὐδέν σοι.
ΑΙΣΧΥΛΟΣ
1045 Μηδέ γ’ ἐπείη· ἀλλ’ ἐπὶ σοί τοι καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ’πικαθῆτο, ὥστε γε καὐτόν σε κατ’ οὖν ἔβαλεν.
ΔΙΟΝΥΣΟΣ
1047 Νὴ τὸν Δία τοῦτό γέ τοι δή. Ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐπόεις, αὐτὸς τούτοισιν ἐπλήγης.
ΕΥΡΙΠΙΔΗΣ
1047 Καὶ τί βλάπτους’, ὦ σχέτλι’ ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
ΑΙΣΧΥΛΟΣ
1047 Ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας κώνεια πίνειν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
ΕΥΡΙΠΙΔΗΣ
1047 Πότερον δ’ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
ΑΙΣΧΥΛΟΣ
1047 Μὰ Δί’, ἀλλ’ ὄντ’· ἀλλ’ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. Τοῖς μὲν γὰρ παιδαρίοισιν
1055 ἐστὶ διδάσκαλος ὅστις φράζει, τοῖσιν δ’ ἡβῶσι ποηταί. Πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
ΕΥΡΙΠΙΔΗΣ
1056 Ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ’ ἐστὶ τὸ χρηστὰ διδάσκειν, ὃν χρῆν φράζειν ἀνθρωπείως;
ΑΙΣΧΥΛΟΣ
1058 Ἀλλ’, ὦ κακόδαιμον, ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
1060 Κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι· καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν. Ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
ΕΥΡΙΠΙΔΗΣ
1062 Τί δράσας;
ΑΙΣΧΥΛΟΣ
1062 Πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι’ ἀμπισχών, ἵν’ ἐλεινοὶ τοῖς ἀνθρώποις φαίνοιντ’ εἶναι.
ΕΥΡΙΠΙΔΗΣ
1064 Τοῦτ’ οὖν ἔβλαψα τί δράσας;
ΑΙΣΧΥΛΟΣ
1065 Οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
ΔΙΟΝΥΣΟΣ
1065 Νὴ τὴν Δήμητρα χιτῶνά γ’ ἔχων οὔλων ἐρίων ὑπένερθεν. Κἂν ταῦτα λέγων ἐξαπατήσῃ, περὶ τοὺς ἰχθῦς ἀνέκυψεν.
ΑΙΣΧΥΛΟΣ
1065 Εἶτ’ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
1070 ἣ ’ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν ἀνταγορεύειν τοῖς ἄρχουσιν. Καίτοι τότε γ’, ἡνίκ’ ἐγὼ ’ζων, οὐκ ἠπίσταντ’ ἀλλ’ ἢ μᾶζαν καλέσαι καὶ «Ῥυππαπαῖ» εἰπεῖν.
ΔΙΟΝΥΣΟΣ
1070 Νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ’ εἰς τὸ στόμα τῷ θαλάμακι,
1075 καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
1075 νῦν δ’ ἀντιλέγει κοὐκέτ’ ἐλαύνει· πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
ΑΙΣΧΥΛΟΣ
1075 Ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ’;
1078-1079 Οὐ προαγωγοὺς κατέδειξ’ οὗτος,
1080 καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, καὶ μειγνυμένας τοῖσιν ἀδελφοῖς, καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν; Κᾆτ’ ἐκ τούτων ἡ πόλις ἡμῶν ὑπογραμματέων ἀνεμεστώθη
1085 καὶ βωμολόχων δημοπιθήκων ἐξαπατώντων τὸν δῆμον ἀεί, λαμπάδα δ’ οὐδεὶς οἷός τε φέρειν ὑπ’ ἀγυμνασίας ἔτι νυνί.
ΔΙΟΝΥΣΟΣ
1085 Μὰ Δί’ οὐ δῆθ’, ὥστε γ’ ἀφαυάνθην
1090 Παναθηναίοισι γελῶν, ὅτε δὴ βραδὺς ἄνθρωπός τις ἔθει κύψας λευκός, πίων, ὑπολειπόμενος καὶ δεινὰ ποιῶν· κᾆθ’ οἱ Κεραμῆς ἐν ταῖσι πύλαις παίους’ αὐτοῦ
1095 γαστέρα, πλευράς, λαγόνας, πυγήν, ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις ὑποπερδόμενος φυσῶν τὴν λαμπάδ’ ἔφευγεν.
ΧΟΡΟΣ
1098 Μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
1098 Χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίως, ὁ δ’ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς. Ἀλλὰ μὴ ’ν ταὐτῷ κάθησθον· εἰσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
1105 Ὅ τι περ οὖν ἔχετον ἐρίζειν, λέγετον, ἔπιτον, ἀνὰ 〈δὲ〉 δέρετον τά τε παλαιὰ καὶ τὰ καινά, κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν
1108 Εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
1110 τοῖς θεωμένοισιν, ὡς τὰ λεπτὰ μὴ γνῶναι λεγόντοιν, μηδὲν ὀρρωδεῖτε τοῦθ’· ὡς οὐκέθ’ οὕτω ταῦτ’ ἔχει. Ἐστρατευμένοι γάρ εἰσι, βιβλίον τ’ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
1115 αἱ φύσεις τ’ ἄλλως κράτισται, νῦν δὲ καὶ παρηκόνηνται. Μηδὲν οὖν δείσητον, ἀλλὰ πάντ’ ἐπέξιτον, θεατῶν γ’ οὕνεχ’, ὡς ὄντων σοφῶν.
ΕΥΡΙΠΙΔΗΣ
1118 Καὶ μὴν ἐπ’ αὐτοὺς τοὺς προλόγους σοι τρέψομαι,
1120 ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ. Ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
ΔΙΟΝΥΣΟΣ
1120 Καὶ ποῖον αὐτοῦ βασανιεῖς;
ΕΥΡΙΠΙΔΗΣ
1123 Πολλοὺς πάνυ. Πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
ΔΙΟΝΥΣΟΣ
1125 Ἄγε δὴ σιώπα πᾶς ἀνήρ. Λέγ’, Αἰσχύλε.
ΑΙΣΧΥΛΟΣ
1125 «Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη σωτὴρ γενοῦ μοι σύμμαχός τ’ αἰτουμένῳ. Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι» —
ΔΙΟΝΥΣΟΣ
1125 Τούτων ἔχεις ψέγειν τι;
ΕΥΡΙΠΙΔΗΣ
1129 Πλεῖν ἢ δώδεκα.
ΔΙΟΝΥΣΟΣ
1130 Ἀλλ’ οὐδὲ πάντα ταῦτά γ’ ἔστ’ ἀλλ’ ἢ τρία.
ΕΥΡΙΠΙΔΗΣ
1130 Ἔχει δ’ ἕκαστον εἴκοσίν γ’ ἁμαρτίας.
ΔΙΟΝΥΣΟΣ
1130 Αἰσχύλε, παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
ΑΙΣΧΥΛΟΣ
1130 Ἐγὼ σιωπῶ τῷδ’;
ΔΙΟΝΥΣΟΣ
1134 Ἐὰν πείθῃ γ’ ἐμοί.
ΕΥΡΙΠΙΔΗΣ
1135 Εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιον ὅσον.
ΑΙΣΧΥΛΟΣ
1135 Ὁρᾷς ὅτι ληρεῖς.
ΕΥΡΙΠΙΔΗΣ
1136 Ἀλλ’ ὀλίγον γέ μοι μέλει.
ΑΙΣΧΥΛΟΣ
1136 Πῶς φῄς μ’ ἁμαρτεῖν;
ΕΥΡΙΠΙΔΗΣ
1137 Αὖθις ἐξ ἀρχῆς λέγε.
ΑΙΣΧΥΛΟΣ
1137 «Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη.»
ΕΥΡΙΠΙΔΗΣ
1137 Οὔκουν Ὀρέστης τοῦτ’ ἐπὶ τῷ τύμβῳ λέγει
1140 τῷ τοῦ πατρὸς τεθνεῶτος;
ΑΙΣΧΥΛΟΣ
1140 Οὐκ ἄλλως λέγω.
ΕΥΡΙΠΙΔΗΣ
1140 Πότερ’ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς δόλοις λαθραίοις, ταῦτ’ ἐποπτεύειν ἔφη;
ΑΙΣΧΥΛΟΣ
1140 Οὐ δῆτ’ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145 Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας.
ΕΥΡΙΠΙΔΗΣ
1145 Ἔτι μεῖζον ἐξήμαρτες ἢ ’γὼ ’βουλόμην· εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—
ΔΙΟΝΥΣΟΣ
1145 οὕτω γ’ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
ΑΙΣΧΥΛΟΣ
1145 Διόνυσε, πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
ΔΙΟΝΥΣΟΣ
1145 Λέγ’ ἕτερον αὐτῷ· σὺ δ’ ἐπιτήρει τὸ βλάβος.
ΑΙΣΧΥΛΟΣ
1145 «Σωτὴρ γενοῦ μοι σύμμαχός τ’ αἰτουμένῳ.
1145 Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι» —
ΕΥΡΙΠΙΔΗΣ
1145 Δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
ΔΙΟΝΥΣΟΣ
1155 Πῶς δίς;
ΕΥΡΙΠΙΔΗΣ
1155 Σκόπει τὸ ῥῆμ’· ἐγὼ δέ σοι φράσω. «Ἥκω γὰρ εἰς γῆν,» φησί, «καὶ κατέρχομαι»· ἥκειν δὲ ταὐτόν ἐστι τῷ κατέρχομα ι.
ΔΙΟΝΥΣΟΣ
1155 Νὴ τὸν Δί’, ὥσπερ γ’ εἴ τις εἴποι γείτονι· «Χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.»
ΑΙΣΧΥΛΟΣ
1160 Οὐ δῆτα τοῦτό γ’, ὦ κατεστωμυλμένε ἄνθρωπε, ταὔτ’ ἔστ’, ἀλλ’ ἄριστ’ ἐπῶν ἔχον.
ΕΥΡΙΠΙΔΗΣ
1160 Πῶς δή; Δίδαξον γάρ με καθ’ ὅτι δὴ λέγεις.
ΑΙΣΧΥΛΟΣ
1160 Ἐλθεῖν μὲν εἰς γῆν ἔσθ’ ὅτῳ μετῇ πάτρας· χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
1165 φεύγων δ’ ἀνὴρ ἥκει τε καὶ κατέρχετα ι.
ΔΙΟΝΥΣΟΣ
1165 Εὖ νὴ τὸν Ἀπόλλω. Τί σὺ λέγεις, Εὐριπίδη;
ΕΥΡΙΠΙΔΗΣ
1165 Οὔ φημι τὸν Ὀρέστην κατελθεῖν οἴκαδε· λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
ΔΙΟΝΥΣΟΣ
1165 Εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ’ οὐ μανθάνω.
ΕΥΡΙΠΙΔΗΣ
1170 Πέραινε τοίνυν ἕτερον.
ΔΙΟΝΥΣΟΣ
1170 Ἴθι πέραινε σύ, Αἰσχύλ’, ἁνύσας· σὺ δ’ εἰς τὸ κακὸν ἀπόβλεπε.
ΑΙΣΧΥΛΟΣ
1170 «Τύμβου δ’ ἐπ’ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν, ἀκοῦσαι» —
ΕΥΡΙΠΙΔΗΣ
1173 Τοῦθ’ ἕτερον αὖθις λέγει, κλύει ν , ἀκοῦσα ι, ταὐτὸν ὂν σαφέστατα.
ΑΙΣΧΥΛΟΣ
1175 Τεθνηκόσιν γὰρ ἔλεγεν, ὦ μόχθηρε σύ, οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα. Σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
ΕΥΡΙΠΙΔΗΣ
1177 Ἐγὼ φράσω. Κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
ΔΙΟΝΥΣΟΣ
1180 Ἴθι δὴ λέγ’· οὐ γὰρ μοὐστὶν ἀλλ’ ἀκουστέα τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
ΕΥΡΙΠΙΔΗΣ
1180 «Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ,» —
ΑΙΣΧΥΛΟΣ
1180 Μὰ τὸν Δί’ οὐ δῆτ’, ἀλλὰ κακοδαίμων φύσει. Ὅντινά γε, πρὶν φῦναι μέν, Ἁπόλλων ἔφη
1185 ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι, πῶς οὗτος ἦν τὸ πρῶτον εὐτυχὴς ἀνήρ;
ΕΥΡΙΠΙΔΗΣ
1185 «εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.»
ΑΙΣΧΥΛΟΣ
1185 Μὰ τὸν Δί’ οὐ δῆτ’, οὐ μὲν οὖν ἐπαύσατο. Πῶς γάρ; Ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190 χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ, ἵνα μὴ ’κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς· εἶθ’ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε· ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
1195 εἶτ’ ἐξετύφλωσεν αὑτόν.
ΔΙΟΝΥΣΟΣ
1195 Εὐδαίμων ἄρ’ ἦν, εἰ κἀστρατήγησέν γε μετ’ Ἐρασινίδου.
ΕΥΡΙΠΙΔΗΣ
1195 Ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλῶς ποιῶ.
ΑΙΣΧΥΛΟΣ
1195 Καὶ μὴν μὰ τὸν Δί’ οὐ κατ’ ἔπος γέ σου κνίσω τὸ ῥῆμ’ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1195 ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
ΕΥΡΙΠΙΔΗΣ
1195 Ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
ΑΙΣΧΥΛΟΣ
1201 Ἑνὸς μόνου.
1201 Ποεῖς γὰρ οὕτως ὥστ’ ἐναρμόζειν ἅπαν, καὶ κῳδάριον καὶ ληκύθιον καὶ θυλάκιον, ἐν τοῖς ἰαμβείοισι. Δείξω δ’ αὐτίκα.
ΕΥΡΙΠΙΔΗΣ
1205 Ἰδού, σὺ δείξεις;
ΑΙΣΧΥΛΟΣ
1205 Φημί.
ΔΙΟΝΥΣΟΣ
1205 Καὶ δὴ χρὴ λέγειν.
ΕΥΡΙΠΙΔΗΣ
1205 «Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών» —
ΑΙΣΧΥΛΟΣ
1208 ληκύθιον ἀπώλεσεν.
ΔΙΟΝΥΣΟΣ
1208 Τουτὶ τί ἦν τὸ ληκύθιον; Οὐ κλαύσεται;
1210 Λέγ’ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
ΕΥΡΙΠΙΔΗΣ
1210 «Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκῃσι Παρνασσὸν κάτα πηδᾷ χορεύων» —
ΑΙΣΧΥΛΟΣ
1213 ληκύθιον ἀπώλεσεν.
ΔΙΟΝΥΣΟΣ
1213 Οἴμοι πεπλήγμεθ’ αὖθις ὑπὸ τῆς ληκύθου.
ΕΥΡΙΠΙΔΗΣ
1215 Ἀλλ’ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. «Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὤν» —
ΑΙΣΧΥΛΟΣ
1219 ληκύθιον ἀπώλεσεν.
ΔΙΟΝΥΣΟΣ
1220 Εὐριπίδη, —
ΕΥΡΙΠΙΔΗΣ
1220 Τί ἐστιν;
ΔΙΟΝΥΣΟΣ
1220 Ὑφέσθαι μοι δοκεῖ. Τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
ΕΥΡΙΠΙΔΗΣ
1220 Οὐδ’ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε· νυνὶ γὰρ αὐτοῦ τοῦτό γ’ ἐκκεκόψεται.
ΔΙΟΝΥΣΟΣ
1220 Ἴθι δὴ λέγ’ ἕτερον κἀπέχου τῆς ληκύθου.
ΕΥΡΙΠΙΔΗΣ
1225 «Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπὼν Ἀγήνορος παῖς» —
ΑΙΣΧΥΛΟΣ
1226 ληκύθιον ἀπώλεσεν.
ΔΙΟΝΥΣΟΣ
1226 Ὦ δαιμόνι’ ἀνδρῶν, ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
ΕΥΡΙΠΙΔΗΣ
1228 Τὸ τί; Ἐγὼ πρίωμαι τῷδ’;
ΔΙΟΝΥΣΟΣ
1229 Ἐὰν πείθῃ γ’ ἐμοί.
ΕΥΡΙΠΙΔΗΣ
1230 Οὐ δῆτ’, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν ἵν’ οὗτος οὐχ ἕξει προσάψαι λήκυθον. «Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολὼν θοαῖσιν ἵπποις» —
ΑΙΣΧΥΛΟΣ
1233 ληκύθιον ἀπώλεσεν.
ΔΙΟΝΥΣΟΣ
1233 Ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235 Ἀλλ’, ὦγάθ’, ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ· λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
ΕΥΡΙΠΙΔΗΣ
1235 Μὰ τὸν Δί’ οὔπω γ’· ἔτι γὰρ εἰσί μοι συχνοί. «Οἰνεύς ποτ’ ἐκ γῆς» —
ΑΙΣΧΥΛΟΣ
1238 ληκύθιον ἀπώλεσεν.
ΕΥΡΙΠΙΔΗΣ
1238 Ἔασον εἰπεῖν πρῶθ’ ὅλον με τὸν στίχον.
1240 «Οἰνεύς ποτ’ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν θύων ἀπαρχάς» —
ΑΙΣΧΥΛΟΣ
1241 ληκύθιον ἀπώλεσεν.
ΔΙΟΝΥΣΟΣ
1241 Μεταξὺ θύων; Καὶ τίς αὔθ’ ὑφείλετο;
ΕΥΡΙΠΙΔΗΣ
1241 Ἔασον, ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω. «Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο» —
ΔΙΟΝΥΣΟΣ
1245 Ἀπολεῖς· ἐρεῖ γὰρ «ληκύθιον ἀπώλεσεν.» Τὸ ληκύθιον γὰρ τοῦτ’ ἐπὶ τοῖς προλόγοισί σου ὥσπερ τὰ σῦκ’ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ. Ἀλλ’ εἰς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
ΕΥΡΙΠΙΔΗΣ
1245 Καὶ μὴν ἔχω γ’ οἷς αὐτὸν ἀποδείξω κακὸν
1245 μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ’ ἀεί.
ΧΟΡΟΣ
1245 Τί ποτε πρᾶγμα γενήσεται; Φροντίζειν γὰρ ἔγωγ’ ἔχω, τίν’ ἄρα μέμψιν ἐποίσει ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1255 καὶ κάλλιστα μέλη ποή‐ σαντι τῶν μέχρι νυνί. [Θαυμάζω γὰρ ἔγωγ’ ὅπῃ μέμψεταί ποτε τοῦτον τὸν Βακχεῖον ἄνακτα,
1260 καὶ δέδοιχ’ ὑπὲρ αὐτοῦ.]
ΕΥΡΙΠΙΔΗΣ
1260 Πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα. Εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
ΔΙΟΝΥΣΟΣ
1260 Καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών.
ΕΥΡΙΠΙΔΗΣ
1260 Φθιῶτ’ Ἀχιλλεῦ, τί ποτ’ ἀνδροδάικτον ἀκούων
1265 ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν; Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν. Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν;
ΔΙΟΝΥΣΟΣ
1265 Δύο σοι κόπω, Αἰσχύλε, τούτω.
ΕΥΡΙΠΙΔΗΣ
1269-1270 Κύδιστ’ Ἀχαιῶν, Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
1271 Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν;
ΔΙΟΝΥΣΟΣ
1271 Τρίτος, Αἰσχύλε, σοι κόπος οὗτος.
ΕΥΡΙΠΙΔΗΣ
1273-1274 Εὐφαμεῖτε. Μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
1275 Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν; Κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν. Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν;
ΔΙΟΝΥΣΟΣ
1275 Ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν κόπων ὅσον. Ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι·
1280 ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
ΕΥΡΙΠΙΔΗΣ
1280 Μή, πρίν γ’ ἀκούσῃς χἀτέραν στάσιν μελῶν ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
ΔΙΟΝΥΣΟΣ
1280 Ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
ΕΥΡΙΠΙΔΗΣ
1284-1285 Ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
1286 τοφλαττοθρατ τοφλαττοθρατ, Σφίγγα, δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει, τοφλαττοθρατ τοφλαττοθρατ,
1286 ξὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
1290 τοφλαττοθρατ τοφλαττοθρατ, κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις, τοφλαττοθρατ τοφλαττοθρατ,
1293-1294 τὸ συγκλινές τ’ ἐπ’ Αἴαντι,
1295 τοφλαττοθρατ τοφλαττοθρατ.
ΔΙΟΝΥΣΟΣ
1295 Τί τὸ φλαττοθρατ τοῦτ’ ἐστίν; Ἐκ Μαραθῶνος ἢ πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
ΑΙΣΧΥΛΟΣ
1295 Ἀλλ’ οὖν ἐγὼ μὲν εἰς τὸ καλὸν ἐκ τοῦ καλοῦ ἤνεγκον αὔθ’, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
1295 λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων· οὗτος δ’ ἀπὸ πάντων μὲν φέρει, πορνῳδιῶν, σκολίων Μελήτου, Καρικῶν αὐλημάτων, θρήνων, χορειῶν. Τάχα δὲ δηλωθήσεται. Ἐνεγκάτω τις τὸ λύριον. Καίτοι τί δεῖ
1305 λύρας ἐπὶ τοῦτον; Ποῦ ’στιν ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα; Δεῦρο, Μοῦς’ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια τάδ’ ἔστ’ ᾄδειν μέλη.
ΔΙΟΝΥΣΟΣ
1305 Αὕτη ποθ’ ἡ Μοῦς’ οὐκ ἐλεσβίαζεν, οὔ.
ΑΙΣΧΥΛΟΣ
1305 Ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσης
1310 κύμασι στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν ῥανίσι χρόα δροσιζόμεναι· αἵ θ’ ὑπωρόφιοι κατὰ γωνίας
1310 εἰειειειειειλίσσετε δακτύλοις φάλαγγες
1315 ἱστότονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵν’ ὁ φίλαυλος ἔπαλλε δελ‐ φὶς πρῴραις κυανεμβόλοις μαντεῖα καὶ σταδίους.
1320 Οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλ’, ὦ τέκνον, ὠλένας. Ὁρᾷς τὸν πόδα τοῦτον;
ΕΥΡΙΠΙΔΗΣ
1323 Ὁρῶ.
ΑΙΣΧΥΛΟΣ
1323 Τί δέ; Τοῦτον ὁρᾷς;
ΕΥΡΙΠΙΔΗΣ
1324 Ὁρῶ.
ΑΙΣΧΥΛΟΣ
1325 Τοιαυτὶ μέντοι σὺ ποιῶν τολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης μελοποιῶν; Τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δ’ ἔτι
1330 τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. Ὦ Νυκτὸς κελαινοφαὴς
1331-1332 ὄρφνα, τίνα μοι δύστανον ὄνει‐
1332 ρον πέμπεις ἐξ ἀφανοῦς Ἀίδα προμολῶν, ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας
1335 Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄ‐ ψιν, μελανονεκυείμονα, φόνια φόνια
1335 δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα; Ἀλλά μοι, ἀμφίπολοι, λύχνον ἅψατε κάλπισί τ’ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ’ ὕδωρ,
1340 ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω. Ἰὼ πόντιε δαῖμον,
1341-1342 τοῦτ’ ἐκεῖν’· ἰὼ ξύνοικοι,
1342 τάδε τέρα θεάσασθε. Τὸν ἀλεκτρυόνα μου ξυναρπάσασα
1343 φρούδη Γλύκη. Νύμφαι ὀρεσσίγονοι,
1345 ὦ Μανία, ξύλλαβε. Ἐγὼ δ’ ἁ τάλαινα
1346 προσέχους’ ἔτυχον ἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτον εἰειειλίσσουσα χεροῖν κλωστῆρα ποιοῦς’, ὅπως
1346 κνεφαῖος εἰς ἀγορὰν φέρους’ ἀποδοίμαν. Ὁ δ’ ἀνέπτατ’ ἀνέπτατ’ ἐξ αἰθέρα
1352 κουφοτάταις πτερύγων ἀκμαῖς, ἐμοὶ δ’ ἄχε’ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τ’ ἀπ’ ὀμμάτων
1355 ἔβαλον ἔβαλον ἁ τλάμων. Ἀλλ’, ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ τόξα 〈τε〉 λαβόντες ἐπαμύνατε, τὰ κῶλά τ’ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
1355 Ἅμα δὲ Δίκτυννα παῖς, Ἄρτεμις καλά,
1360 τὰς κυνίσκας ἔχους’ ἐλθέτω διὰ δόμων πανταχῇ. Σὺ δ’, ὦ Διός, διπύρους ἀνέχου‐ σα λαμπάδας ὀξυτάτας χεροῖν,
1362 Ἑκάτα, παράφηνον εἰς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω.
ΔΙΟΝΥΣΟΣ
1362 Παύσασθον ἤδη τῶν μελῶν.
ΑΙΣΧΥΛΟΣ
1364 Κἄμοιγ’ ἅλις.
1365 Ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, ὅπερ ἐξελέγξει τὴν πόησιν νῷν μόνον· τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
ΔΙΟΝΥΣΟΣ
1365 Ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με, ἀνδρῶν ποητῶν τυροπωλῆσαι τέχνην.
ΧΟΡΟΣ
1370 Ἐπίπονοί γ’ οἱ δεξιοί. Τόδε γὰρ ἕτερον αὖ τέρας νεοχμόν, ἀτοπίας πλέων, ὃ τίς ἂν ἐπενόησεν ἄλλος; Μὰ τόν, ἐγὼ μὲν οὐκ ἂν εἴ τις
1375 ἔλεγέ μοι τῶν ἐπιτυχόντων, ἐπιθόμην, ἀλλ’ ᾠόμην ἂν αὐτὸν αὐτὰ ληρεῖν.
ΔΙΟΝΥΣΟΣ
1375 Ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ’.
ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ
1378 Ἰδού.
ΔΙΟΝΥΣΟΣ
1378 Καὶ λαβομένω τὸ ῥῆμ’ ἑκάτερος εἴπατον,
1380 καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ
1380 Ἐχόμεθα.
ΔΙΟΝΥΣΟΣ
1381 Τοὔπος νυν λέγετον εἰς τὸν σταθμόν.
ΕΥΡΙΠΙΔΗΣ
1381 «Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.»
ΑΙΣΧΥΛΟΣ
1381 «Σπερχειὲ ποταμὲ βούνομοί τ’ ἐπιστροφαί.»
ΔΙΟΝΥΣΟΣ
1381 Κόκκυ.
ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ
1384 Μεθεῖται.
ΔΙΟΝΥΣΟΣ
1384 Καὶ πολύ γε κατωτέρω
1385 χωρεῖ τὸ τοῦδε.
ΕΥΡΙΠΙΔΗΣ
1385 Καὶ τί ποτ’ ἐστὶ ταἴτιον;
ΔΙΟΝΥΣΟΣ
1385 Ὅ τι; εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς ὑγρὸν ποήσας τοὔπος ὥσπερ τἄρια, σὺ δ’ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
ΕΥΡΙΠΙΔΗΣ
1385 Ἀλλ’ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
ΔΙΟΝΥΣΟΣ
1390 Λάβεσθε τοίνυν αὖθις.
ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ
1390 Ἢν ἰδού.
ΔΙΟΝΥΣΟΣ
1390 Λέγε.
ΕΥΡΙΠΙΔΗΣ
1390 «Οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν Λόγος.»
ΑΙΣΧΥΛΟΣ
1390 «Μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.»
ΔΙΟΝΥΣΟΣ
1390 Μέθετε.
ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ
1393 Μεθεῖται.
ΔΙΟΝΥΣΟΣ
1393 Καὶ τὸ τοῦδέ γ’ αὖ ῥέπει· θάνατον γὰρ εἰσέθηκε, βαρύτατον κακόν.
ΕΥΡΙΠΙΔΗΣ
1395 Ἐγὼ δὲ πειθώ γ’, ἔπος ἄριστ’ εἰρημένον.
ΔΙΟΝΥΣΟΣ
1395 Πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. Ἀλλ’ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ὅ τι σοι καθέλξει, καρτερόν τι καὶ μέγα.
ΕΥΡΙΠΙΔΗΣ
1395 Φέρε ποῦ τοιοῦτον δῆτα μοὐστί; ποῦ;
ΔΙΟΝΥΣΟΣ
1399 Φράσω·
1399 «Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.» Λέγοιτ’ ἄν, ὡς αὕτη ’στὶ λοιπὴ σφῷν στάσις.
ΕΥΡΙΠΙΔΗΣ
1399 «Σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον.»
ΑΙΣΧΥΛΟΣ
1399 «Ἐφ’ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.»
ΔΙΟΝΥΣΟΣ
1399 Ἐξηπάτηκεν αὖ σε καὶ νῦν.
ΕΥΡΙΠΙΔΗΣ
1404 Τῷ τρόπῳ;
ΔΙΟΝΥΣΟΣ
1405 Δύ’ ἅρματ’ εἰσέθηκε καὶ νεκρὼ δύο, οὓς οὐκ ἂν ἄραιντ’ οὐδ’ ἑκατὸν Αἰγύπτιοι.
ΑΙΣΧΥΛΟΣ
1405 Καὶ μηκέτ’ ἔμοιγε κατ’ ἔπος, ἀλλ’ εἰς τὸν σταθμὸν αὐτός, τὰ παιδί’, ἡ γυνή, Κηφισοφῶν, ἐμβὰς καθήσθω, ξυλλαβὼν τὰ βιβλία·
1410 ἐγὼ δὲ δύ’ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον—
ΔΙΟΝΥΣΟΣ
1410 Ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. Οὐ γὰρ δι’ ἔχθρας οὐδετέρῳ γενήσομαι· τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δ’ ἥδομαι.
ΠΛΟΥΤΩΝ
1414 Οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
ΔΙΟΝΥΣΟΣ
1415 Ἐὰν δὲ κρίνω τὸν ἕτερον;
ΠΛΟΥΤΩΝ
1415 Λαβὼν ἄπει ὁπότερον ἂν κρίνῃς, ἵν’ ἔλθῃς μὴ μάτην.
ΔΙΟΝΥΣΟΣ
1415 Εὐδαιμονοίης. Φέρε, πύθεσθέ μου ταδί. Ἐγὼ κατῆλθον ἐπὶ ποητήν.
ΕΥΡΙΠΙΔΗΣ
1418 Τοῦ χάριν;
ΔΙΟΝΥΣΟΣ
1418 Ἵν’ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
1420 Ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσειν μέλλῃ τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ. Πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν’ ἔχετον γνώμην ἑκάτερος; Ἡ πόλις γὰρ δυστοκεῖ.
ΕΥΡΙΠΙΔΗΣ
1420 Ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
ΔΙΟΝΥΣΟΣ
1424 Τίνα;
1425 Ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. Ἀλλ’ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
ΕΥΡΙΠΙΔΗΣ
1425 Μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.
ΔΙΟΝΥΣΟΣ
1430 Εὖ γ’, ὦ Πόσειδον. Σὺ δὲ τίνα γνώμην ἔχεις;
ΑΙΣΧΥΛΟΣ
1431a [Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν.]
1431b Μάλιστα μὲν λέοντα μὴ ’ν πόλει τρέφειν·
1432 ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
ΔΙΟΝΥΣΟΣ
1432 Νὴ τὸν Δία τὸν σωτῆρα, δυσκρίτως γ’ ἔχω· ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς.
1435 Ἀλλ’ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον περὶ τῆς πόλεως ἥντιν’ ἔχετον σωτηρίαν.
ΕΥΡΙΠΙΔΗΣ
1435 Εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα—
ΔΙΟΝΥΣΟΣ
1435 γέλοιον ἂν φαίνοιτο. Νοῦν δ’ ἔχει τίνα;
ΕΥΡΙΠΙΔΗΣ
1440 εἰ ναυμαχοῖεν, κᾆτ’ ἔχοντες ὀξίδας ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων. Ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
ΔΙΟΝΥΣΟΣ
1442 Λέγε.
ΕΥΡΙΠΙΔΗΣ
1442 Ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα, τὰ δ’ ὄντα πίστ’ ἄπιστα—
ΔΙΟΝΥΣΟΣ
1444 Πῶς; Οὐ μανθάνω.
1445 Ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
ΕΥΡΙΠΙΔΗΣ
1445 Εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα, τούτοισι χρησαίμεσθα, σωθείημεν ἄν. Εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1445 τἀναντί’ 〈ἂν〉 πράττοντες οὐ σῳζοίμεθ’ ἄν;
ΔΙΟΝΥΣΟΣ
1445 Εὖ γ’, ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις. Ταυτὶ πότερ’ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
ΕΥΡΙΠΙΔΗΣ
1445 Ἐγὼ μόνος· τὰς δ’ ὀξίδας Κηφισοφῶν.
ΔΙΟΝΥΣΟΣ
1445 Τί δαὶ σύ; Τί λέγεις;
ΑΙΣΧΥΛΟΣ
1454 Τὴν πόλιν νῦν μοι φράσον
1455 πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
ΔΙΟΝΥΣΟΣ
1455 Πόθεν; Μισεῖ κάκιστα, τοῖς πονηροῖς δ’ ἥδεται.
ΑΙΣΧΥΛΟΣ
1455 Οὐ δῆτ’ ἐκείνη γ’, ἀλλὰ χρῆται πρὸς βίαν. Πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα ξυμφέρει;
ΔΙΟΝΥΣΟΣ
1460 Εὕρισκε νὴ Δί’, εἴπερ ἀναδύσει πάλιν.
ΑΙΣΧΥΛΟΣ
1460 Ἐκεῖ φράσαιμ’ ἄν, ἐνθαδὶ δ’ οὐ βούλομαι.
ΔΙΟΝΥΣΟΣ
1460 Μὴ δῆτα σύ γ’, ἀλλ’ ἐνθένδ’ ἀνίει τἀγαθά.
ΑΙΣΧΥΛΟΣ
1460 Τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465 πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον.
ΔΙΟΝΥΣΟΣ
1465 Εὖ, πλήν γ’ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
ΠΛΟΥΤΩΝ
1465 Κρίνοις ἄν.
ΔΙΟΝΥΣΟΣ
1467 Αὕτη σφῷν κρίσις γενήσεται. Αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
ΕΥΡΙΠΙΔΗΣ
1467 Μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470 ἦ μὴν ἀπάξειν μ’ οἴκαδ’, αἱροῦ τοὺς φίλους.
ΔΙΟΝΥΣΟΣ
1470 Ἡ γλῶττ’ ὀμώμοκ’, Αἰσχύλον δ’ αἱρήσομαι.
ΕΥΡΙΠΙΔΗΣ
1470 Τί δέδρακας, ὦ μιαρώτατ’ ἀνθρώπων;
ΔΙΟΝΥΣΟΣ
1472 Ἐγώ; ἔκρινα νικᾶν Αἰσχύλον. Τιὴ γὰρ οὔ;
ΕΥΡΙΠΙΔΗΣ
1472 Αἴσχιστον ἔργον προσβλέπεις μ’ εἰργασμένος;
ΔΙΟΝΥΣΟΣ
1475 Τί δ’ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
ΕΥΡΙΠΙΔΗΣ
1475 Ὦ σχέτλιε, περιόψει με δὴ τεθνηκότα;
ΔΙΟΝΥΣΟΣ
1475 «Τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν», τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
ΠΛΟΥΤΩΝ
1475 Χωρεῖτε τοίνυν, ὦ Διόνυς’, εἴσω.
ΔΙΟΝΥΣΟΣ
1479 Τί δαί;
ΠΛΟΥΤΩΝ
1480 Ἵνα ξενίσω 〈’γώ〉 σφω πρὶν ἀποπλεῖν.
ΔΙΟΝΥΣΟΣ
1480 Εὖ λέγεις νὴ τὸν Δί’· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
ΧΟΡΟΣ
1481 Μακάριός γ’ ἀνὴρ ἔχων ξύνεσιν ἠκριβωμένην. Πάρα δὲ πολλοῖσιν μαθεῖν.
1485 Ὅδε γὰρ εὖ φρονεῖν δοκήσας πάλιν ἄπεισιν οἴκαδ’ αὖθις, ἐπ’ ἀγαθῷ μὲν τοῖς πολίταις, ἐπ’ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ ξυγγενέσι τε καὶ φίλοισι,
1490 διὰ τὸ συνετὸς εἶναι.
1490 Χαρίεν οὖν μὴ Σωκράτει παρακαθήμενον λαλεῖν, ἀποβαλόντα μουσικὴν τά τε μέγιστα παραλιπόντα
1495 τῆς τραγῳδικῆς τέχνης. Τὸ δ’ ἐπὶ σεμνοῖσιν λόγοισι καὶ σκαριφησμοῖσι λήρων διατριβὴν ἀργὸν ποεῖσθαι, παραφρονοῦντος ἀνδρός.
ΠΛΟΥΤΩΝ
1499 Ἄγε δὴ χαίρων, Αἰσχύλε, χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέραν
1499 γνώμαις ἀγαθαῖς, καὶ παίδευσον τοὺς ἀνοήτους· πολλοὶ δ’ εἰσίν· καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
1505 καὶ τουτὶ τοῖσι πορισταῖς, Μύρμηκί θ’ ὁμοῦ καὶ Νικομάχῳ τόδε δ’ Ἀρχενόμῳ· καὶ φράζ’ αὐτοῖς ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως
1510 ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω
1511-1512 στίξας αὐτοὺς καὶ ξυμποδίσας
1513 μετ’ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω.
ΑΙΣΧΥΛΟΣ
1515 Ταῦτα ποήσω· σὺ δὲ τὸν θᾶκον τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν καὶ διασῴζειν, ἢν ἄρ’ ἐγώ ποτε δεῦρ’ ἀφίκωμαι. Τοῦτον γὰρ ἐγὼ σοφίᾳ κρίνω δεύτερον εἶναι.
1520 Μέμνησο δ’ ὅπως ὁ πανοῦργος ἀνὴρ καὶ ψευδολόγος καὶ βωμολόχος μηδέποτ’ εἰς τὸν θᾶκον τὸν ἐμὸν μηδ’ ἄκων ἐγκαθεδεῖται.
ΠΛΟΥΤΩΝ
1520 Φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525 λαμπάδας ἱεράς, χἄμα προπέμπετε τοῖσιν τούτου τοῦτον μέλεσιν καὶ μολπαῖσιν κελαδοῦντες.
ΧΟΡΟΣ
1527 Πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποητῇ εἰς φάος ὀρνυμένῳ δότε, δαίμονες οἱ κατὰ γαίας,
1530 τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας. Πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ’ ἂν οὕτως ἀργαλέων τ’ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
1530 κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.