eul_wid: daw-ac

Aristophanes of Athens Acharnians in Greek

Acharnians is a comedy by the Athenian playwright Aristophanes, first performed at the Lenaea festival in 425 BCE, where it won first prize. It is the earliest of his eleven surviving plays. Written in Attic Greek verse, the work centers on an Athenian farmer named Dicaeopolis who, exasperated by the protracted Peloponnesian War, secures a private peace treaty for himself and his household. The narrative contrasts his ensuing prosperity and enjoyment of peace with the comical wartime tribulations of his bellicose neighbor, the general Lamachus. The chorus consists of elderly charcoal-burners from the deme of Acharnae, and the play employs the formal structure of Old Comedy, including a parabasis in which the chorus speaks directly to the audience.

The complete text, approximately 1,320 lines in length, is preserved through medieval Byzantine manuscripts. Composed during a difficult phase of the war, the play is a trenchant satire of Athenian political leadership, particularly targeting the influential demagogue Cleon, while expressing a profound yearning for peace. As a foundational work of Old Comedy, Acharnians utilizes fantastical scenarios and robust humor to interrogate serious themes, including the conflict between individual and state authority and the burdens of war on ordinary citizens.

ΔΙΚΑΙΟΠΟΛΙΣ
1 Ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δ’ ὠδυνήθην, ψαμμακοσιογάργαρα. Φέρ’ ἴδω, τί δ’ ἥσθην ἄξιον χαιρηδόνος;
5 Ἐγᾦδ’ ἐφ’ ᾧ γε τὸ κέαρ εὐφράνθην ἰδών, τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. Ταῦθ’ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. Ἀλλ’ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
10 ὅτε δὴ ’κεχήνη προσδοκῶν τὸν Αἰσχύλον, ὁ δ’ ἀνεῖπεν· «Εἴσαγ’, ὦ Θέογνι, τὸν χορόν». Πῶς τοῦτ’ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; Ἀλλ’ ἕτερον ἥσθην, ἡνίκ’ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθ’ ᾀσόμενος Βοιώτιον.
15 Τῆτες δ’ ἀπέθανον καὶ διεστράφην ἰδών, ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. Ἀλλ’ οὐδεπώποτ’ ἐξ ὅτου ’γὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότ’ οὔσης κυρίας ἐκκλησίας
20 ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, οἱ δ’ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. Οὐδ’ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ’ ἀωρίαν ἥκοντες, εἶτα δ’ ὠστιοῦνται πῶς δοκεῖς
25 ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, ἁθρόοι καταρρέοντες· εἰρήνη δ’ ὅπως ἔσται προτιμῶς’ οὐδέν· ὦ πόλις πόλις. Ἐγὼ δ’ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτ’ ἐπειδὰν ὦ μόνος,
30 στένω, κέχηνα, σκορδινῶμαι, πέρδομαι, ἀπορῶ, γράφω, παρατίλλομαι, λογίζομαι, ἀποβλέπων εἰς τὸν ἀγρόν, εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ, τὸν δ’ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτ’ εἶπεν· «Ἄνθρακας πρίω»,
35 οὐκ ὄξο ς, οὐκ ἔλαιο ν, οὐδ’ ᾔδει πρί ω, ἀλλ’ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. Νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν, ὑποκρούειν, λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
40 Ἀλλ’ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. Οὐκ ἠγόρευον; τοῦτ’ ἐκεῖν’ οὑγὼ ’λεγον· εἰς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
ΚΗΡΥΞ
43 Πάριτ’ εἰς τὸ πρόσθεν, πάριθ’, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
ΑΜΦΙΘΕΟΣ
45 Ἤδη τις εἶπε;
ΚΗΡΥΞ
45 Τίς ἀγορεύειν βούλεται;
ΑΜΦΙΘΕΟΣ
45 Ἐγώ.
ΚΗΡΥΞ
46 Τίς ὤν;
ΑΜΦΙΘΕΟΣ
46 Ἀμφίθεος.
ΚΗΡΥΞ
46 Οὐκ ἄνθρωπος;
ΑΜΦΙΘΕΟΣ
46 Οὔ, ἀλλ’ ἀθάνατος. Ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
46 γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
46 ἐξ ἧς Λυκῖνος ἐγένετ’· ἐκ τούτου δ’ ἐγώ. Ἀθάνατός εἰμ’· ἐμοὶ δ’ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. Ἀλλ’ ἀθάνατος ὤν, ἄνδρες, ἐφόδι’ οὐκ ἔχω· οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.
ΚΗΡΥΞ
54 Οἱ τοξόται.
ΑΜΦΙΘΕΟΣ
55 Ὦ Τριπτόλεμε καὶ Κελεέ, περιόψεσθέ με;
ΔΙΚΑΙΟΠΟΛΙΣ
55 Ὦνδρες πρυτάνεις, ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρ’ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελεν σπονδὰς ποεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
ΚΗΡΥΞ
55 Κάθησο, σῖγα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
59 Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ,
60 ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.
ΚΗΡΥΞ
60 Οἱ πρέσβεις οἱ παρὰ βασιλέως.
ΔΙΚΑΙΟΠΟΛΙΣ
60 Ποίου βασιλέως; Ἄχθομαι ’γὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τ’ ἀλαζονεύμασιν.
ΚΗΡΥΞ
60 Σίγα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
64 Βαβαιάξ. Ὦκβάτανα τοῦ σχήματος.
ΠΡΕΣΒΥΣ
65 Ἐπέμψαθ’ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπ’ Εὐθυμένους ἄρχοντος.
ΔΙΚΑΙΟΠΟΛΙΣ
67 Οἴμοι τῶν δραχμῶν.
ΠΡΕΣΒΥΣ
67 Καὶ δῆτ’ ἐτρυχόμεσθα τῶν Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
70 ἐφ’ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
71 Σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
71 παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.
ΠΡΕΣΒΥΣ
71 Ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
75 ἄκρατον οἶνον ἡδύν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
75 Ὦ Κραναὰ πόλις, ἆρ’ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;
ΠΡΕΣΒΥΣ
75 Οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους φαγεῖν τε καὶ πιεῖν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
75 Ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.
ΠΡΕΣΒΥΣ
80 Ἔτει τετάρτῳ δ’ εἰς τὰ βασίλει’ ἤλθομεν· ἀλλ’ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
80 Πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν; Τῇ πανσελήνῳ;
ΠΡΕΣΒΥΣ
84 Κᾆτ’ ἀπῆλθεν οἴκαδε.
85 Εἶτ’ ἐξένιζε παρετίθει θ’ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς.
ΔΙΚΑΙΟΠΟΛΙΣ
86 Καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; Τῶν ἀλαζονευμάτων.
ΠΡΕΣΒΥΣ
86 Καὶ ναὶ μὰ Δί’ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δ’ ἦν αὐτῷ φέναξ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
90 Ταῦτ’ ἄρ’ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.
ΠΡΕΣΒΥΣ
90 Καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως Ὀφθαλμόν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
92 Ἐκκόψειέ γε κόραξ πατάξας, τόν γε σὸν τοῦ πρέσβεως.
ΚΗΡΥΞ
92 Ὁ βασιλέως Ὀφθαλμός.
ΔΙΚΑΙΟΠΟΛΙΣ
94 Ὦναξ Ἡράκλεις.
95 Πρὸς τῶν θεῶν, ἄνθρωπε, ναύφρακτον βλέπεις, ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς; Ἄσκωμ’ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω;
ΠΡΕΣΒΥΣ
95 Ἄγε δὴ σὺ βασιλεὺς ἅττα ς’ ἀπέπεμψεν φράσον λέξοντ’ Ἀθηναίοισιν, ὦ Ψευδαρτάβα.
ΨΕΥΔΑΡΤΑΒΑΣ
95 Ι αρταμανε Ξαρξας απιαονα σατρα.
ΠΡΕΣΒΥΣ
95 Ξυνῆκας ὃ λέγει;
ΔΙΚΑΙΟΠΟΛΙΣ
101 Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
ΠΡΕΣΒΥΣ
101 Πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. Λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
ΨΕΥΔΑΡΤΑΒΑΣ
101 Οὐ ληψι χρυσο, χαυνόπρωκτ’ Ἰαοναυ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
105 Οἴμοι κακοδαίμων ὡς σαφῶς.
ΠΡΕΣΒΥΣ
105 Τί δαὶ λέγει;
ΔΙΚΑΙΟΠΟΛΙΣ
105 Ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
ΠΡΕΣΒΥΣ
105 Οὔκ, ἀλλ’ ἀχάνας ὅδε γε χρυσίου λέγει.
ΔΙΚΑΙΟΠΟΛΙΣ
105 Ποίας ἀχάνας; Σὺ μὲν ἀλαζὼν εἶ μέγας.
110 Ἀλλ’ ἄπιθ’· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. Ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
110 ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; — Ἄλλως ἄρ’ ἐξαπατώμεθ’ ὑπὸ τῶν πρέσβεων; —
115 Ἑλληνικόν γ’ ἐπένευσαν ἄνδρες οὑτοιί, κοὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθένδ’ αὐτόθεν. Καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδ’ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. Ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε.
120 Τοιόνδε δ’, ὦ πίθηκε, τὸν πώγων’ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; Ὁδὶ δὲ τίς ποτ’ ἐστίν; οὐ δήπου Στράτων;
ΚΗΡΥΞ
120 Σίγα, κάθιζε. Τὸν βασιλέως Ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
125 εἰς τὸ πρυτανεῖον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
125 Ταῦτα δῆτ’ οὐκ ἀγχόνη; Κἄπειτ’ ἐγὼ δῆτ’ ἐνθαδὶ στραγγεύομαι, τοὺς δὲ ξενίζειν οὐδέποτ’ ἴσχει γ’ ἡ θύρα; Ἀλλ’ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. Ἀλλ’ Ἀμφίθεός μοι ποῦ ’στιν;
ΑΜΦΙΘΕΟΣ
129 Οὑτοσὶ πάρα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
130 Ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς πόησαι πρὸς Λακεδαιμονίους μόνῳ καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι· ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
ΚΗΡΥΞ
130 Προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
ΘΕΩΡΟΣ
134 Ὁδί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
135 Ἕτερος ἀλαζὼν οὗτος εἰσκηρύττεται.
ΘΕΩΡΟΣ
135 Χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν, —
ΔΙΚΑΙΟΠΟΛΙΣ
135 Μὰ Δί’ οὐκ ἄν, εἰ μισθόν γε μὴ ’φερες πολύν.
ΘΕΩΡΟΣ
135 εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξ’, —
ΔΙΚΑΙΟΠΟΛΙΣ
139 ὑπ’ αὐτὸν τὸν χρόνον.
140 ὅτ’ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
ΘΕΩΡΟΣ
140 Τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον. Καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς ὑμῶν τ’ ἐραστὴς ὡς ἀληθῶς, ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφ’· «Ἀθηναῖοι καλοί».
145 Ὁ δ’ υἱός, ὃν Ἀθηναῖον ἐπεποήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρ’ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ· ὁ δ’ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστ’ Ἀθηναίους ἐρεῖν·
145 «Ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται».
ΔΙΚΑΙΟΠΟΛΙΣ
145 Κάκιστ’ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
ΘΕΩΡΟΣ
145 Καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
154 Τοῦτο μέν γ’ ἤδη σαφές.
ΚΗΡΥΞ
155 Οἱ Θρᾷκες ἴτε δεῦρ’, οὓς Θέωρος ἤγαγεν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
155 Τουτὶ τί ἐστι τὸ κακόν;
ΘΕΩΡΟΣ
156 Ὀδομάντων στρατός.
ΔΙΚΑΙΟΠΟΛΙΣ
156 Ποίων Ὀδομάντων; εἰπέ μοι, τουτὶ τί ἦν; Τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
ΘΕΩΡΟΣ
156 Τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
160 καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
ΔΙΚΑΙΟΠΟΛΙΣ
160 Τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις; Ὑποστένοι μέντἂν ὁ θρανίτης λεώς, ὁ σωσίπολις. Οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
165 Οὐ καταβαλεῖτε τὰ σκόροδ’;
ΘΕΩΡΟΣ
165 Ὦ μόχθηρε σύ, οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
165 Ταυτὶ περιείδεθ’ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθ’ ὑπ’ ἀνδρῶν βαρβάρων; Ἀλλ’ ἀπαγορεύω μὴ ποεῖν ἐκκλησίαν
170 τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δ’ ὑμῖν ὅτι διοσημία ’στὶ καὶ ῥανὶς βέβληκέ με.
ΚΗΡΥΞ
170 Τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ’ εἰς ἕνην· Οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
170 Οἴμοι τάλας, μυττωτὸν ὅσον ἀπώλεσα.
175 Ἀλλ’ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. Χαῖρ’ Ἀμφίθεε.
ΑΜΦΙΘΕΟΣ
176 Μήπω γε πρίν 〈γ’〉 ἂν στῶ τρέχων· δεῖ γάρ με φεύγοντ’ ἐκφυγεῖν Ἀχαρνέας.
ΔΙΚΑΙΟΠΟΛΙΣ
176 Τί δ’ ἐστίν;
ΑΜΦΙΘΕΟΣ
178 Ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον· οἱ δ’ ὤσφροντο πρεσβῦταί τινες
180 Ἀχαρνικοί, στιπτοὶ γέροντες, πρίνινοι, ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι. Ἔπειτ’ ἀνέκραγον πάντες· «Ὦ μιαρώτατε,
180 σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;» Κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
185 ἐγὼ δ’ ἔφευγον· οἱ δ’ ἐδίωκον κἀβόων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
185 Οἱ δ’ οὖν βοώντων. Ἀλλὰ τὰς σπονδὰς φέρεις;
ΑΜΦΙΘΕΟΣ
185 Ἔγωγέ, φημι, τρία γε ταυτὶ γεύματα. Αὗται μέν εἰσι πεντέτεις. Γεῦσαι λαβών.
ΔΙΚΑΙΟΠΟΛΙΣ
185 Αἰβοῖ.
ΑΜΦΙΘΕΟΣ
189 Τί ἐστιν;
ΔΙΚΑΙΟΠΟΛΙΣ
189 Οὐκ ἀρέσκουσίν μ’ ὅτι
190 ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
ΑΜΦΙΘΕΟΣ
190 Σὺ δ’ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
ΔΙΚΑΙΟΠΟΛΙΣ
190 Ὄζουσι χαὖται πρέσβεων εἰς τὰς πόλεις ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.
ΑΜΦΙΘΕΟΣ
190 Ἀλλ’ αὑταιί τοί σοι τριακοντούτιδες
195 κατὰ γῆν τε καὶ θάλατταν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
195 Ὦ Διονύσια, αὗται μὲν ὄζους’ ἀμβροσίας καὶ νέκταρος καὶ μὴ ’πιτηρεῖν σιτί’ ἡμερῶν τριῶν, κἀν τῷ στόματι λέγουσι· «Βαῖν’ ὅπῃ ’θέλεις». Ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
195 χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. Ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς ἄξω τὰ κατ’ ἀγροὺς εἰσιὼν Διονύσια.
ΑΜΦΙΘΕΟΣ
195 Ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
ΧΟΡΟΣ
204 Τῇδε πᾶς ἕπου, δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
205 τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον
205 ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. Ἀλλά μοι μηνύσατε, εἴ τις οἶδ’ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
208-209 Ἐκπέφευγ’, οἴχεται φροῦδος. Οἴ‐
210 μοι τάλας τῶν ἐτῶν τῶν ἐμῶν·
211-212 οὐκ ἂν ἐπ’ ἐμῆς γε νεότητος, ὅτ’ ἐ‐
213-214 γὼ φέρων ἀνθράκων φορτίον
215 ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ
216-217 σπονδοφόρος οὗτος ὑπ’ ἐμοῦ τότε διωκόμενος
218 ἐξέφυγεν οὐδ’ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
218 Νῦν δ’ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον
220 καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, οἴχεται. Διωκτέος δέ· μὴ γὰρ ἐγχάνοι ποτὲ μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας,
223-224 ὅστις, ὦ Ζεῦ πάτερ καὶ θεοί,
225 τοῖσιν ἐχθροῖσιν ἐσπείσατο, οἷσι παρ’ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
230 κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ ὀξύς, ὀδυνηρός, 〈ἐπίω θ’ ἅμ’〉 ἐπίκωπος, ἵνα μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
233-234 Ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν Βαλλήναδε
235 καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ· ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
235 Εὐφημεῖτε, εὐφημεῖτε.
ΧΟΡΟΣ
235 Σῖγα πᾶς. Ἠκούσατ’, ἄνδρες, ἆρα τῆς εὐφημίας;
235 Οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. Ἀλλὰ δεῦρο πᾶς
240 ἐκποδών· θύσων γὰρ ἁνήρ, ὡς ἔοικ’, ἐξέρχεται.
ΔΙΚΑΙΟΠΟΛΙΣ
240 Εὐφημεῖτε, εὐφημεῖτε. Πρόιθ’ εἰς τὸ πρόσθεν ὀλίγον, ἡ κανηφόρος. Ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω. Κατάθου τὸ κανοῦν, ὦ θύγατερ, ἵν’ ἀπαρξώμεθα.
ΘΥΓΑΤΗΡ
245 Ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, ἵν’ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
245 Καὶ μὴν καλόν γ’ ἔστ’. Ὦ Διόνυσε δέσποτα, κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
245 ἀγαγεῖν τυχηρῶς τὰ κατ’ ἀγροὺς Διονύσια, στρατιᾶς ἀπαλλαχθέντα, τὰς σπονδὰς δέ μοι καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας. Ἄγ’, ὦ θύγατερ, ὅπως τὸ κανοῦν καλὴ καλῶς οἴσεις βλέπουσα θυμβροφάγον. Ὡς μακάριος
255 ὅστις ς’ ὀπύσει κἀκποήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ. Πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. Ὦ Ξανθία, σφῷν δ’ ἐστὶν ὀρθὸς ἑκτέος
260 ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δ’ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν· σὺ δ’, ὦ γύναι, θεῶ μ’ ἀπὸ τοῦ τέγους. Πρόβα.
262 Φαλῆς, ἑταῖρε Βακχίου, ξύγκωμε, νυκτοπεριπλάνη‐
265 τε, μοιχέ, παιδεραστά, ἕκτῳ ς’ ἔτει προσεῖπον εἰς τὸν δῆμον ἐλθὼν ἄσμενος, σπονδὰς ποησάμενος ἐμαυ‐ τῷ, πραγμάτων τε καὶ μαχῶν
270 καὶ Λαμάχων ἀπαλλαγείς. Πολλῷ γάρ ἐσθ’ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθ’ ὡρικὴν ὑληφόρον, τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ φελλέως, μέσην λαβόντ’, ἄραντα, κατα‐
275 βαλόντα καταγιγαρτίσαι. Φαλῆς Φαλῆς, ἐὰν μεθ’ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης ἕωθεν εἰρήνης ῥοφήσεις τρύβλιον· ἡ δ’ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
ΧΟΡΟΣ
280 Οὗτος αὐτός ἐστιν, οὗτος· βάλλε, βάλλε, βάλλε, βάλλε, παῖε παῖε τὸν μιαρόν. Οὐ βαλεῖς, οὐ βαλεῖς;
ΔΙΚΑΙΟΠΟΛΙΣ
283 Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
ΧΟΡΟΣ
285 Σὲ μὲν οὖν καταλεύσομεν, ὦ μιαρὰ κεφαλή.
ΔΙΚΑΙΟΠΟΛΙΣ
286-287 Ἀντὶ ποίας αἰτίας, ὦχαρνέων γεραίτατοι;
ΧΟΡΟΣ
288-289 Τοῦτ’ ἐρωτᾷς; Ἀναίσχυντος εἶ καὶ βδελυρός,
290 ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
291-292 σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ’ ἀποβλέπειν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
293-294 Ἀντὶ δ’ ὧν ἐσπεισάμην ἠκούσατ’; Ἀλλ’ ἀκούσατε.
ΧΟΡΟΣ
295 Σοῦ γ’ ἀκούσωμεν; Ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
295 Μηδαμῶς πρὶν ἄν γ’ ἀκούσητ’· ἀλλ’ ἀνάσχεσθ’, ὦγαθοί.
ΧΟΡΟΣ
297-299 Οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
297-299 ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν κατατεμῶ τοῖσιν ἱππεῦσι καττύματα.
302-303 Σοῦ δ’ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
304 ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
305 Ὦγαθοί, τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, τῶν δ’ ἐμῶν σπονδῶν ἀκούσατ’, εἰ καλῶς ἐσπεισάμην.
ΧΟΡΟΣ
305 Πῶς δ’ ἔτ’ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ’ ἅπαξ οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ’ ὅρκος μένει;
ΔΙΚΑΙΟΠΟΛΙΣ
305 Οἶδ’ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
310 οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
ΧΟΡΟΣ
310 Οὐχ ἁπάντων, ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; Εἶτ’ ἐγώ σου φείσομαι;
ΔΙΚΑΙΟΠΟΛΙΣ
310 Οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλ’ ἐγὼ λέγων ὁδὶ πόλλ’ ἂν ἀποφήναιμ’ ἐκείνους ἔσθ’ ἃ κἀδικουμένους.
ΧΟΡΟΣ
315 Τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
315 Κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ, ὑπὲρ ἐπιξήνου ’θελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
ΧΟΡΟΣ
315 Εἰπέ μοι, τί φειδόμεσθα τῶν λίθων, ὦ δημόται,
320 μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον εἰς φοινικίδα;
ΔΙΚΑΙΟΠΟΛΙΣ
320 Οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν. Οὐκ ἀκούσεσθ’, οὐκ ἀκούσεσθ’ ἐτεόν, ὦχαρνηίδαι;
ΧΟΡΟΣ
320 Οὐκ ἀκουσόμεσθα δῆτα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
323 Δεινὰ τἄρα πείσομαι.
ΧΟΡΟΣ
323 Ἐξολοίμην, ἢν ἀκούσω.
ΔΙΚΑΙΟΠΟΛΙΣ
324 Μηδαμῶς, ὦχαρνικοί.
ΧΟΡΟΣ
325 Ὡς τεθνήξων ἴσθι νυνί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
325 Δήξομἄρ’ ὑμᾶς ἐγώ. Ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους· ὡς ἔχω γ’ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
ΧΟΡΟΣ
325 Εἰπέ μοι, τί τοῦτ’ ἀπειλεῖ τοὔπος, ἄνδρες δημόται, τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; Μῶν ἔχει του παιδίον
330 τῶν παρόντων ἔνδον εἵρξας; Ἢ ’πὶ τῷ θρασύνεται;
ΔΙΚΑΙΟΠΟΛΙΣ
330 Βάλλετ’, εἰ βούλεσθ’· ἐγὼ γὰρ τουτονὶ διαφθερῶ. Εἴσομαι δ’ ὑμῶν τάχ’ ὅστις ἀνθράκων τι κήδεται.
ΧΟΡΟΣ
330 Ὡς ἀπωλόμεσθ’· ὁ λάρκος δημότης ὅδ’ ἔστ’ ἐμός. Ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις, μηδαμῶς, ὢ μηδαμῶς.
ΔΙΚΑΙΟΠΟΛΙΣ
335 Ὡς ἀποκτενῶ· κέκραχθ’· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
ΧΟΡΟΣ
335 Ἀπολεῖς ἄρ’ ὁμήλικα τόνδε φιλανθρακέα;
ΔΙΚΑΙΟΠΟΛΙΣ
335 Οὐδ’ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
ΧΟΡΟΣ
335 Ἀλλὰ νυνὶ λέγ’, ὅ τι σοι δοκεῖ, τόν τε Λακε‐ δαιμόνιον αὐτόθεν ὅτῳ τρόπῳ σοὐστὶ φίλος·
340 ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
340 Τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
ΧΟΡΟΣ
340 Οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
ΔΙΚΑΙΟΠΟΛΙΣ
340 Ἀλλ’ ὅπως μὴ ’ν τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
ΧΟΡΟΣ
340 Ἐκσέσεισται χαμᾶζ’. Οὐχ ὁρᾷς σειόμενον;
345 Ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. Ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
ΔΙΚΑΙΟΠΟΛΙΣ
346 Ἐμέλλετ’ ἆρ’ ἅπαντες ἀνασείσειν βοήν, ὀλίγου τ’ ἀπέθανον ἄνθρακες Παρνήσσιοι, καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
346 Ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία. Δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
355 ἐμοῦ ’θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν ὑπὲρ Λακεδαιμονίων ἅπανθ’ ὅς’ ἂν λέγω· καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
ΧΟΡΟΣ
358-359 Τί οὖν 〈οὐ〉 λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζ’,
360 ὅ τι ποτ’, ὦ σχέτλιε, τὸ μέγα τοῦτ’ ἔχεις;
361-362 Πάνυ γὰρ ἐμέ γε πόθος ὅ τι φρονεῖς ἔχει.
363-364 Ἀλλ’ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
365 θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
365 Ἰδοὺ θέασαι, τὸ μὲν ἐπίξηνον τοδί,
365 ὁ δ’ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί. Ἀμέλει μὰ τὸν Δί’ οὐκ ἐνασπιδώσομαι, λέξω δ’ ὑπὲρ Λακεδαιμονίων ἃ ’μοὶ δοκεῖ.
370 Καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· κἀνταῦθα λανθάνους’ ἀπεμπολώμενοι·
375 τῶν τ’ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν. Αὐτός τ’ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν. Εἰσελκύσας γάρ μ’ εἰς τὸ βουλευτήριον
380 διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου κἀκυκλοβόρει κἄπλυνεν, ὥστ’ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος. Νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε ἐνσκευάσασθαί μ’ οἷον ἀθλιώτατον.
ΧΟΡΟΣ
385-386 Τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζει τριβάς;
387-388 Λαβὲ δ’ ἐμοῦ γ’ ἕνεκα παρ’ Ἱερωνύμου
389-390 σκοτοδασυπυκνότριχά τιν’ Ἄιδος κυνῆν,
391 εἶτ’ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου· ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ εἰσδέξεται.
ΔΙΚΑΙΟΠΟΛΙΣ
392 Ὥρα ’στὶν ἆρα καρτερὰν ψυχὴν λαβεῖν· καί μοι βαδιστέ’ ἐστὶν ὡς Εὐριπίδην.
395 Παῖ παῖ.
ΘΕΡΑΠΩΝ
395 Τίς οὗτος;
ΔΙΚΑΙΟΠΟΛΙΣ
395 Ἔνδον ἔστ’ Εὐριπίδης;
ΘΕΩΡΟΣ
395 Οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
395 Πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδον;
ΘΕΩΡΟΣ
397 Ὀρθῶς, ὦ γέρον. Ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δ’ ἔνδον ἀναβάδην ποεῖ
397 τραγῳδίαν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
397 Ὦ τρισμακάρι’ Εὐριπίδη, ὅθ’ ὁ δοῦλος οὑτωσὶ σοφῶς ὑποκρίνεται. Ἐκκάλεσον αὐτόν.
ΘΕΩΡΟΣ
402 Ἀλλ’ ἀδύνατον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
402 Ἀλλ’ ὅμως· οὐ γὰρ ἂν ἀπέλθοιμ’. —Ἀλλὰ κόψω τὴν θύραν. Εὐριπίδη, Εὐριπίδιον,
405 ὑπάκουσον, εἴπερ πώποτ’ ἀνθρώπων τινί· Δικαιόπολις καλῶ ς’ ὁ Χολλῄδης ἐγώ.
ΕΥΡΙΠΙΔΗΣ
407 Ἀλλ’ οὐ σχολή.
ΔΙΚΑΙΟΠΟΛΙΣ
407 Ἀλλ’ ἐκκυκλήθητ’.
ΕΥΡΙΠΙΔΗΣ
408 Ἀλλ’ ἀδύνατον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
408 Ἀλλ’ ὅμως.
ΕΥΡΙΠΙΔΗΣ
408 Ἀλλ’ ἐκκυκλήσομαι· καταβαίνειν δ’ οὐ σχολή.
ΔΙΚΑΙΟΠΟΛΙΣ
410 Εὐριπίδη.
ΕΥΡΙΠΙΔΗΣ
410 Τί λέλακας;
ΔΙΚΑΙΟΠΟΛΙΣ
410 Ἀναβάδην ποεῖς, ἐξὸν καταβάδην. Οὐκ ἐτὸς χωλοὺς ποεῖς. Ἀτὰρ τί τὰ ῥάκι’ ἐκ τραγῳδίας ἔχεις, ἐσθῆτ’ ἐλεινήν; Οὐκ ἐτὸς πτωχοὺς ποεῖς. Ἀλλ’ ἀντιβολῶ πρὸς τῶν γονάτων ς’, Εὐριπίδη,
415 δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. Δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν· αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
ΕΥΡΙΠΙΔΗΣ
415 Τὰ ποῖα τρύχη; Μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
ΔΙΚΑΙΟΠΟΛΙΣ
420 Οὐκ Οἰνέως ἦν, ἀλλ’ ἔτ’ ἀθλιωτέρου.
ΕΥΡΙΠΙΔΗΣ
420 Τὰ τοῦ τυφλοῦ Φοίνικος;
ΔΙΚΑΙΟΠΟΛΙΣ
421 Οὐ Φοίνικος, οὔ· ἀλλ’ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
ΕΥΡΙΠΙΔΗΣ
421 Ποίας ποθ’ ἁνὴρ λακίδας αἰτεῖται πέπλων, Ἀλλ’ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
ΔΙΚΑΙΟΠΟΛΙΣ
425 Οὔκ, ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
ΕΥΡΙΠΙΔΗΣ
425 Ἀλλ’ ἦ τὰ δυσπινῆ θέλεις πεπλώματα, ἃ Βελλεροφόντης εἶχ’ ὁ χωλὸς οὑτοσί;
ΔΙΚΑΙΟΠΟΛΙΣ
425 Οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν χωλός, προσαιτῶν, στωμύλος, δεινὸς λέγειν.
ΕΥΡΙΠΙΔΗΣ
430 Οἶδ’ ἄνδρα, Μυσὸν Τήλεφον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
430 Ναί, Τήλεφον· τούτου δός, ἀντιβολῶ σέ, μοι τὰ σπάργανα.
ΕΥΡΙΠΙΔΗΣ
430 Ὦ παῖ, δὸς αὐτῷ Τηλέφου ῥακώματα. Κεῖται δ’ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
430 μεταξὺ τῶν Ἰνοῦς. Ἰδού, ταυτὶ λαβέ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
435 Ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, ἐνσκευάσασθαί μ’ οἷον ἀθλιώτατον. Εὐριπίδη, ’πειδήπερ ἐχαρίσω ταδί, κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
440 Δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή· τοὺς μὲν θεατὰς εἰδέναι μ’ ὅς εἰμ’ ἐγώ, τοὺς δ’ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
ΕΥΡΙΠΙΔΗΣ
445 Δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
445 Εὐδαιμονοίης—Τηλέφῳ δ’ ἁγὼ φρονῶ. Εὖ γ’· οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι. Ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
ΕΥΡΙΠΙΔΗΣ
445 Τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
445 Ὦ θύμ’, —ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, πολλῶν δεόμενος σκευαρίων, —νῦν δὴ γενοῦ γλίσχρος, προσαιτῶν, λιπαρῶν. Εὐριπίδη, δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
ΕΥΡΙΠΙΔΗΣ
445 Τί δ’, ὦ τάλας, σε τοῦδ’ ἔχει πλέκους χρέος;
ΔΙΚΑΙΟΠΟΛΙΣ
455 Χρέος μὲν οὐδέν, βούλομαι δ’ ὅμως λαβεῖν.
ΕΥΡΙΠΙΔΗΣ
455 Λυπηρὸς ἴσθ’ ὢν κἀποχώρησον δόμων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
455 Φεῦ.
457 Εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
ΕΥΡΙΠΙΔΗΣ
457 Ἄπελθέ νύν μοι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
458 Μἀλλά μοι δὸς ἓν μόνον, κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον.
ΕΥΡΙΠΙΔΗΣ
460 Φθείρου λαβὼν τόδ’· ἴσθ’ ὀχληρὸς ὢν δόμοις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
460 Οὔτοι μὰ Δί’ οἶσθ’ οἷ’ αὐτὸς ἐργάζει κακά. Ἀλλ’, ὦ γλυκύτατ’ Εὐριπίδη, τουτὶ μόνον, δός μοι χυτρίδιον σπογγίῳ βεβυσμένον.
ΕΥΡΙΠΙΔΗΣ
460 Ἄνθρωπ’, ἀφαιρήσει με τὴν τραγῳδίαν.
465 Ἄπελθε ταυτηνὶ λαβών.
ΔΙΚΑΙΟΠΟΛΙΣ
465 Ἀπέρχομαι. Καίτοι τί δράσω; Δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν ἀπόλωλ’. Ἄκουσον, ὦ γλυκύτατ’ Εὐριπίδη· τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ’ ἔτι· εἰς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
ΕΥΡΙΠΙΔΗΣ
470 Ἀπολεῖς μ’. Ἰδού σοι. Φροῦδά μοι τὰ δράματα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
470 Ἀλλ’ οὐκέτ’, ἀλλ’ ἄπειμι. Καὶ γάρ εἰμ’ ἄγαν ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν. Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’. Ἐπελαθόμην ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
475 Εὐριπίδιον ὦ γλυκύτατον καὶ φίλτατον, κάκιστ’ ἀπολοίμην, εἴ τί ς’ αἰτήσαιμ’ ἔτι,
475 πλὴν ἓν μόνον, τουτὶ μόνον, τουτὶ μόνον, σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
ΕΥΡΙΠΙΔΗΣ
475 Ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
480 Ὦ θύμ’, ἄνευ σκάνδικος ἐμπορευτέα. Ἆρ’ οἶσθ’ ὅσον τὸν ἀγῶν’ ἀγωνιεῖ τάχα, μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν; Πρόβαινέ νυν, ὦ θυμέ· γραμμὴ δ’ αὑτηί. Ἕστηκας; Οὐκ εἶ καταπιὼν Εὐριπίδην;
485 Ἐπῄνες’· ἄγε νυν, ὦ τάλαινα καρδία, ἄπελθ’ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ παράσχες εἰποῦς’ ἅττ’ ἂν αὐτῇ σοὶ δοκῇ. Τόλμησον, ἴθι, χώρησον· ἄγαμαι καρδίας.
ΧΟΡΟΣ
490 Τί δράσεις; Τί φήσεις; 〈Εὖ〉 ἴσθι νυν ἀναίσχυντος ὢν σιδηροῦς τ’ ἀνήρ, ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα ἅπασι μέλλεις εἷς λέγειν τἀναντία. Ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμ’. Εἶά νυν,
495 ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
ΔΙΚΑΙΟΠΟΛΙΣ
497 Μή μοι φθονήσητ’, ἄνδρες οἱ θεώμενοι, εἰ πτωχὸς ὢν ἔπειτ’ ἐν Ἀθηναίοις λέγειν μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
497 Τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. Ἐγὼ δὲ λέξω δεινὰ μέν, δίκαια δέ. Οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγω. Αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τ’ ἀγών,
505 κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι ἥκουσιν οὔτ’ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι· ἀλλ’ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. Ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
510 καὐτοῖς ὁ Ποσειδῶν, οὑπὶ Ταινάρῳ θεός, σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας· κἀμοὶ γάρ ἐστι τἀμπέλια κεκομμένα. Ἀτάρ, φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
515 Ἡμῶν γὰρ ἄνδρες, —οὐχὶ τὴν πόλιν λέγω· μέμνησθε τοῦθ’, ὅτι οὐχὶ τὴν πόλιν λέγω, — ἀλλ’ ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα, ἐσυκοφάντει· «Μεγαρέων τὰ χλανίσκια.»
520 Κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας, ταῦτ’ ἦν Μεγαρικὰ κἀπέπρατ’ αὐθημερόν. Καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
525 νεανίαι ’κκλέπτουσι μεθυσοκότταβοι· κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
530 Ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος ἤστραπτ’, ἐβρόντα, ξυνεκύκα τὴν Ἑλλάδα, ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτ’ ἐν ἀγορᾷ μήτ’ ἐν θαλάττῃ μήτ’ ἐν ἠπείρῳ μένειν.
535 Ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ’πείνων βάδην, Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμ’ ὅπως μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· οὐκ ἠθέλομεν δ’ ἡμεῖς δεομένων πολλάκις. Κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
540 Ἐρεῖ τις· «Οὐ χρῆν·» ἀλλὰ τί ἐχρῆν, εἴπατε. Φέρ’, εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, καθῆσθ’ ἂν ἐν δόμοισιν; Ἦ πολλοῦ γε δεῖ· καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
545 τριακοσίας ναῦς, ἦν δ’ ἂν ἡ πόλις πλέα θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς, μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, στοᾶς στεναχούσης, σιτίων μετρουμένων, ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
545 σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων· τὸ νεώριον δ’ αὖ κωπέων πλατουμένων, τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
555 Ταῦτ’ οἶδ’ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον
555 οὐκ οἰόμεσθα; Νοῦς ἄρ’ ἡμῖν οὐκ ἔνι.
ΗΜΙΧΟΡΙΟΝ Α
557 Ἄληθες, ὦπίτριπτε καὶ μιαρώτατε; ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν, καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
ΗΜΙΧΟΡΙΟΝ Β
560 Νὴ τὸν Ποσειδῶ, καὶ λέγει γ’ ἅπερ λέγει δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
Α
560 Εἶτ’ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτ’ ἐχρῆν; Ἀλλ’ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
Β
560 Οὗτος σύ, ποῖ θεῖς; Οὐ μενεῖς; Ὡς εἰ θενεῖς
565 τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
Α
565 Ἰὼ Λάμαχ’, ὦ βλέπων ἀστραπάς, βοήθησον, ὦ γοργολόφα, φανείς, ἰὼ Λάμαχ’, ὦ φίλ’, ὦ φυλέτα· εἴτ’ ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
570 τειχομάχας ἀνήρ, βοηθησάτω τις ἁνύσας· ἐγὼ γὰρ ἔχομαι μέσος.
ΛΑΜΑΧΟΣ
572 Πόθεν βοῆς ἤκουσα πολεμιστηρίας; Ποῖ χρὴ βοηθεῖν; Ποῖ κυδοιμὸν ἐμβαλεῖν; Τίς Γοργόν’ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
ΔΙΚΑΙΟΠΟΛΙΣ
575 Ὦ Λάμαχ’, ἥρως τῶν λόφων καὶ τῶν λόχων.
ΧΟΡΟΣ
575 Ὦ Λάμαχ’, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
575 ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
ΛΑΜΑΧΟΣ
575 Οὗτος, σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
ΔΙΚΑΙΟΠΟΛΙΣ
575 Ὦ Λάμαχ’ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
579 εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
ΛΑΜΑΧΟΣ
580 Τί δ’ εἶπας ἡμᾶς; Οὐκ ἐρεῖς;
ΔΙΚΑΙΟΠΟΛΙΣ
580 Οὐκ οἶδά πω· ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ. Ἀλλ’, ἀντιβολῶ ς’, ἀπένεγκέ μου τὴν μορμόνα.
ΛΑΜΑΧΟΣ
580 Ἰδού.
ΔΙΚΑΙΟΠΟΛΙΣ
583 Παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
ΛΑΜΑΧΟΣ
583 Κεῖται.
ΔΙΚΑΙΟΠΟΛΙΣ
584 Φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
ΛΑΜΑΧΟΣ
585 Τουτὶ πτίλον σοι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
585 Τῆς κεφαλῆς νύν μου λαβοῦ, ἵν’ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
ΛΑΜΑΧΟΣ
585 Οὗτος, τί δράσεις; Τῷ πτίλῳ μέλλεις ἐμεῖν; Πτίλον γάρ ἐστιν—
ΔΙΚΑΙΟΠΟΛΙΣ
588 Εἰπέ μοι, τίνος ποτὲ ὄρνιθός ἐστιν; Ἆρα κομπολακύθου;
ΛΑΜΑΧΟΣ
590 Οἴμ’ ὡς τεθνήξεις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
590 Μηδαμῶς, ὦ Λάμαχε· οὐ γὰρ κατ’ ἰσχύν ἐστιν· εἰ δ’ ἰσχυρὸς εἶ, τί μ’ οὐκ ἀπεψώλησας; Εὔοπλος γὰρ εἶ.
ΛΑΜΑΧΟΣ
590 Ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν,
ΔΙΚΑΙΟΠΟΛΙΣ
590 Ἐγὼ γάρ εἰμι πτωχός;
ΛΑΜΑΧΟΣ
594 Ἀλλὰ τίς γὰρ εἶ;
ΔΙΚΑΙΟΠΟΛΙΣ
595 Ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης, ἀλλ’ ἐξ ὅτουπερ ὁ πόλεμος, στρατωνίδης, σὺ δ’ ἐξ ὅτουπερ ὁ πόλεμος, μισθαρχίδης.
ΛΑΜΑΧΟΣ
595 Ἐχειροτόνησαν γάρ με—
ΔΙΚΑΙΟΠΟΛΙΣ
598 κόκκυγές γε τρεῖς. Ταῦτ’ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
598 ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, νεανίας δ’ οἵους σὺ διαδεδρακότας, τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς, Τεισαμενοφαινίππους πανουργιππαρχίδας, ἑτέρους δὲ παρὰ Χάρητι, τοὺς δ’ ἐν Χάοσιν,
605 Γερητοθεοδώρους Διομειαλαζόνας, τοὺς δ’ ἐν Καμαρίνῃ κἀν Γέλᾳ κἀν Καταγέλᾳ.
ΛΑΜΑΧΟΣ
605 Ἐχειροτονήθησαν γάρ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
607 Αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδέν’; Ἐτεόν, ὦ Μαριλάδη,
610 ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἕν; Ἤν, ἀνένευσε· καίτοι γ’ ἐστὶ σώφρων κἀργάτης. Τί δ’ Ἀνθράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης; Εἶδέν τις ὑμῶν τἀκβάταν’ ἢ τοὺς Χάονας; Οὔ φασιν. Ἀλλ’ ὁ Κοισύρας καὶ Λάμαχος,
615 οἷς ὑπ’ ἐράνων τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
615 ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
ΛΑΜΑΧΟΣ
615 Ὦ δημοκρατία, ταῦτα δῆτ’ ἀνασχετά;
ΔΙΚΑΙΟΠΟΛΙΣ
615 Οὐ δῆτ’, ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
ΛΑΜΑΧΟΣ
620 Ἀλλ’ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ, καὶ ναυσὶ καὶ πεζοῖσι, κατὰ τὸ καρτερόν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
620 Ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
625 πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
ΧΟΡΟΣ
625 Ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει περὶ τῶν σπονδῶν. Ἀλλ’ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν. Ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
630 διαβαλλόμενος δ’ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει, ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους. Φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν ὁ ποητής, παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
635 μήθ’ ἥδεσθαι θωπευομένους, μήτ’ εἶναι χαυνοπολίτας. Πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι, εὐθὺς διὰ τοὺς στεφάνους ἐπ’ ἄκρων τῶν πυγιδίων ἐκάθησθε. Εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
640 ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
640 Ταῦτα ποήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται, καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται. Τοιγάρτοι νῦν οὑκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
645 ὅστις παρεκινδύνευς’ ἐν Ἀθηναίοις εἰπεῖν τὰ δίκαια. Οὕτω δ’ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει, ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν, εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
645 τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας. Διὰ ταῦθ’ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης οὐ φροντίζους’, ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
655 Ἀλλ’ ὑμεῖς τοι μή ποτ’ ἀφῆσθ’· ὡς κωμῳδήσει τὰ δίκαια. Φησὶν δ’ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ’, ὥστ’ εὐδαίμονας εἶναι, οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων, οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων. Πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
660 καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω. Τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται, κοὐ μή ποθ’ ἁλῶ περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος δειλὸς καὶ λακαταπύγων.
665 Δεῦρο Μοῦς’ ἐλθὲ φλεγυρὰ πυρὸς ἔ‐
665 χουσα μένος ἔντονος Ἀχαρνική. Οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀν‐ ήλατ’ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
670 ἡνίκ’ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα, οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν
673-674 ἐλθὲ μέλος εὔτονον, ἀγροικότονον,
675 ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
675 Οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν γηροβοσκούμεσθ’ ὑφ’ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες εἰς γραφὰς
680 ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία· τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν, οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
685 Ὁ δὲ νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν εἰς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· κᾆτ’ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ’ ἱστὰς ἐπῶν ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. Ὁ δ’ ὑπὸ γήρως μασταρύζει, κᾆτ’ ὀφλὼν ἀπέρχεται·
690 εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους·
690 «Οὗ μ’ ἐχρῆν σορὸν πρίασθαι τοῦτ’ ὀφλὼν ἀπέρχομαι.»
690 Ταῦτα πῶς εἰκότα, γέροντ’ ἀπολέ‐ σαι πολιὸν ἄνδρα περὶ κλεψύδραν, πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο‐
695 μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν, ἄνδρ’ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν; Εἶτα Μαραθῶνι μὲν ὅτ’ ἦμεν, ἐδιώκομεν, νῦν δ’ ὑπ’ ἀνδρῶν πονηρῶν σφόδρα δι‐
695 ωκόμεθα, κᾆτα πρὸς ἁλισκόμεθα.
701-702 Πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
703 Τῷ γὰρ εἰκὸς ἄνδρα κυφόν, ἡλίκον Θουκυδίδην, ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
705 τῷδε τῷ Κηφισοδήμου, τῷ λάλῳ ξυνηγόρῳ; Ὥστ’ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν ἄνδρα πρεσβύτην ὑπ’ ἀνδρὸς τοξότου κυκώμενον ὃς μὰ τὴν Δήμητρ’, ἐκεῖνος ἡνίκ’ ἦν Θουκυδίδης, οὐδ’ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
710 ἀλλὰ κατεπάλαισε μέν 〈γ’〉 ἂν πρῶτον Εὐάθλους δέκα, κατεβόησε δ’ ἂν κεκραγὼς τοξότας τρισχιλίους, περιετόξευσεν δ’ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς. Ἀλλ’ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθ’ ὕπνου τυχεῖν, ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
715 τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, τοῖς νέοισι δ’ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου. Κἀξελαύνειν χρὴ τὸ λοιπόν—κἂν φύγῃ τις ζημιοῦν— τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
718 Ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
720 Ἐνταῦθ’ ἀγοράζειν πᾶσι Πελοποννησίοις ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις, ἐφ’ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. Ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας τούσδ’ ἱμάντας ἐκ Λεπρῶν.
725 Ἐνταῦθα μήτε συκοφάντης εἰσίτω μήτ’ ἄλλος ὅστις Φασιανός ἐστ’ ἀνήρ. Ἐγὼ δὲ τὴν στήλην καθ’ ἣν ἐσπεισάμην μέτειμ’, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
ΜΕΓΑΡΕΥΣ
729 Ἀγορὰ ’ν Ἀθάναις, χαῖρε, Μεγαρεῦσιν φίλα.
730 Ἐπόθουν τυ ναὶ τὸν Φίλιον ᾇπερ ματέρα. Ἀλλ’, ὦ πόνηρα κώρι’ ἀθλίω πατρός, ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ’ εὕρητέ πα. Ἀκούετε δή, ποτέχετ’ ἐμὶν τὰν γαστέρα· πότερα πεπρᾶσθαι χρῄδδετ’ ἢ πεινῆν κακῶς;
ΚΟΡΑ
735 Πεπρᾶσθαι πεπρᾶσθαι.
ΜΕΓΑΡΕΥΣ
735 Ἐγώνγα καὐτός φαμι. Τίς δ’ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο, φανερὰν ζαμίαν; Ἀλλ’ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά· χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
740 Περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων·
740 ὅπως δὲ δοξεῖτ’ εἶμεν ἐξ ἀγαθᾶς ὑός· ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ εἱξεῖτ’ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. Ἀλλ’ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
745 κἤπειτεν εἰς τὸν σάκκον ὧδ’ εἰσβαίνετε. Ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. Ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπα. Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
ΔΙΚΑΙΟΠΟΛΙΣ
745 Τί; Ἀνὴρ Μεγαρικός;
ΜΕΓΑΡΕΥΣ
745 Ἀγορασοῦντες εἵκομες.
ΔΙΚΑΙΟΠΟΛΙΣ
745 Πῶς ἔχετε;
ΜΕΓΑΡΕΥΣ
751 Διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
751 Ἀλλ’ ἡδύ τοι νὴ τὸν Δί’, ἢν αὐλὸς παρῇ. Τί δ’ ἄλλο πράττεθ’ οἱ Μεγαρῆς νῦν;
ΜΕΓΑΡΕΥΣ
753 Οἷα δή. Ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
755 τὤνδρες πρόβουλοι τοῦτ’ ἔπρασσον τᾷ πόλι, ὅπως τάχιστα καὶ κάκιστ’ ἀπολοίμεθα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
755 Αὐτίκ’ ἄρ’ ἀπαλλάξεσθε πραγμάτων.
ΜΕΓΑΡΕΥΣ
757 Σά μάν;
ΔΙΚΑΙΟΠΟΛΙΣ
757 Τί δ’ ἄλλο Μεγαροῖ; Πῶς ὁ σῖτος ὤνιος;
ΜΕΓΑΡΕΥΣ
757 Πὰρ ἁμὲ πολυτίματος ᾇπερ τοὶ θεοί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
760 Ἅλας οὖν φέρεις;
ΜΕΓΑΡΕΥΣ
760 Οὐχ ὑμὲς αὐτῶν ἄρχετε;
ΔΙΚΑΙΟΠΟΛΙΣ
760 Οὐδὲ σκόροδα;
ΜΕΓΑΡΕΥΣ
761 Ποῖα σκόροδ’; Ὑμὲς τῶν ἀεί, ὅκκ’ εἰσβάλητε, τὼς ἀρωραῖοι μύες, πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
ΔΙΚΑΙΟΠΟΛΙΣ
761 Τί δαὶ φέρεις;
ΜΕΓΑΡΕΥΣ
764 Χοίρως ἐγώνγα μυστικάς.
ΔΙΚΑΙΟΠΟΛΙΣ
765 Καλῶς λέγεις· ἐπίδειξον.
ΜΕΓΑΡΕΥΣ
765 Ἀλλὰ μὰν καλαί. Ἄντεινον, αἰ λῇς· ὡς παχεῖα καὶ καλά.
ΔΙΚΑΙΟΠΟΛΙΣ
765 Τουτὶ τί ἦν τὸ πρᾶγμα;
ΜΕΓΑΡΕΥΣ
767 Χοῖρος ναὶ Δία.
ΔΙΚΑΙΟΠΟΛΙΣ
767 Τί λέγεις σύ; ποδαπὴ χοῖρος ἥδε;
ΜΕΓΑΡΕΥΣ
768 Μεγαρικά. Ἢ οὐ χοῖρός ἐσθ’ ἅδ’;
ΔΙΚΑΙΟΠΟΛΙΣ
769 Οὐκ ἔμοιγε φαίνεται.
ΜΕΓΑΡΕΥΣ
770 Οὐ δεινά; Θᾶσθε, τῶδε τᾶς ἀπιστίας· οὔ φατι τάνδε χοῖρον εἶμεν. Ἀλλὰ μάν, αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν, αἰ μή ’στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
770 Ἀλλ’ ἔστιν ἀνθρώπου γε.
ΜΕΓΑΡΕΥΣ
774 Ναὶ τὸν Διοκλέα,
775 ἐμά γα. Τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; Ἦ λῇς ἀκοῦσαι φθεγγομένας;
ΔΙΚΑΙΟΠΟΛΙΣ
776 Νὴ τοὺς θεοὺς ἔγωγε.
ΜΕΓΑΡΕΥΣ
777 Φώνει δὴ ταχέως τι, χοιρίον. Οὐ χρῆσθα; Σιγῇς, ὦ κάκιστ’ ἀπολουμένα; Πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
ΚΟΡΗ
780 Κοῒ κοΐ.
ΜΕΓΑΡΕΥΣ
780 Αὕτα ’στὶ χοῖρος;
ΔΙΚΑΙΟΠΟΛΙΣ
781 Νῦν γε χοῖρος φαίνεται. Ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
ΜΕΓΑΡΕΥΣ
782 Πέντ’ ἐτῶν, σάφ’ ἴσθι, ποττὰν ματέρ’ εἰκασθήσεται.
ΔΙΚΑΙΟΠΟΛΙΣ
782 Ἀλλ’ οὐχὶ θύσιμός ἐστιν αὑτηγί.
ΜΕΓΑΡΕΥΣ
784 Σά μάν;
785 πᾶ δ’ οὐκὶ θύσιμός ἐστι;
ΔΙΚΑΙΟΠΟΛΙΣ
785 Κέρκον οὐκ ἔχει.
ΜΕΓΑΡΕΥΣ
785 Νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν. Ἀλλ’ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
ΔΙΚΑΙΟΠΟΛΙΣ
785 Ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θἀτέρᾳ.
ΜΕΓΑΡΕΥΣ
790 Ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. Αἰ δ’ ἀμπαχυνθῇ κἀναχνοιανθῇ τριχί, κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
790 Ἀλλ’ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται,
ΜΕΓΑΡΕΥΣ
790 Οὐ χοῖρος Ἀφροδίτᾳ; Μόνᾳ γα δαιμόνων.
795 Καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς ἅδιστον ἂν τὸν ὀδελὸν ἀμπεπαρμένον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
795 Ἤδη δ’ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
ΜΕΓΑΡΕΥΣ
795 Ναὶ τὸν Ποτιδᾶ, καί κ’ ἄνις γα τῶ πατρός.
ΔΙΚΑΙΟΠΟΛΙΣ
795 Τί δ’ ἐσθίει μάλιστα;
ΜΕΓΑΡΕΥΣ
799 Πάνθ’ ἅ κα διδῷς.
799 Αὐτὸς δ’ ἐρώτη.
ΔΙΚΑΙΟΠΟΛΙΣ
799 Χύρρε χύρρε.
ΚΟΡΑ
799 Κοῒ κοΐ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
799 Τρώγοιτ’ ἂν ἐρεβίνθους;
ΚΟΡΑ
801 Κοῒ κοῒ κοΐ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
801 Τί δαί; Φιβάλεως ἰσχάδας;
ΚΟΡΑ
802 Κοῒ κοΐ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
802 [ Τί δαί; Σῦκα τρώγοις ἂν αὐτός; Κοῒ κοΐ]
802 Ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατον.
805 Ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων τοῖς χοιριδίοισιν. Ἆρα τρώξονται; Βαβαί, οἷον ῥοθιάζους’, ὦ πολυτίμηθ’ Ἡράκλεις. Ποδαπὰ τὰ χοιρί’; Ὡς Τραγασαῖα φαίνεται.
ΜΕΓΑΡΕΥΣ
805 Ἀλλ’ οὐκὶ πάσας κατέτραγον τὰς ἰσχάδας.
810 Ἐγὼν γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
810 Νὴ τὸν Δί’, ἀστείω γε τὼ βοσκήματε. Πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
ΜΕΓΑΡΕΥΣ
810 Τὸ μὲν ἅτερον τοῦτο σκορόδων τροπαλίδος, τὸ δ’ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
815 Ὠνήσομαί σοι· περίμεν’ αὐτοῦ.
ΜΕΓΑΡΕΥΣ
815 Ταῦτα δή. Ἑρμᾶ ’μπολαῖε, τὰν γυναῖκα τὰν ἐμὰν οὕτω μ’ ἀποδόσθαι τάν τ’ ἐμωυτῶ ματέρα.
ΣΥΚΟΦΑΝΤΗΣ
818 Ὦνθρωπε, ποδαπός;
ΜΕΓΑΡΕΥΣ
818 Χοιροπώλας Μεγαρικός.
ΣΥΚΟΦΑΝΤΗΣ
818 Τὰ χοιρίδια τοίνυν ἐγὼ φαίνω ταδὶ
820 πολέμια καὶ σέ.
ΜΕΓΑΡΕΥΣ
820 Τοῦτ’ ἐκεῖν’· εἵκει πάλιν ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμὶν ἔφυ.
ΣΥΚΟΦΑΝΤΗΣ
820 Κλάων μεγαριεῖς. Οὐκ ἀφήσεις τὸν σάκον;
ΜΕΓΑΡΕΥΣ
820 Δικαιόπολι Δικαιόπολι, φαντάδδομαι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
820 Ὑπὸ τοῦ; Τίς ὁ φαίνων ς’ ἐστίν; Ἁγορανόμοι,
825 τοὺς συκοφάντας οὐ θύραζ’ ἐξείρξετε; Τί δαὶ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
ΣΥΚΟΦΑΝΤΗΣ
825 Οὐ γὰρ φανῶ τοὺς πολεμίους;
ΔΙΚΑΙΟΠΟΛΙΣ
825 Κλάων γε σύ, εἰ μὴ ’τέρωσε συκοφαντήσεις τρέχων.
ΜΕΓΑΡΕΥΣ
829 Οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ’ ἔνι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
830 Θάρρει, Μεγαρίκ’· ἀλλ’ ἧς τὰ χοιρίδι’ ἀπέδου τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας, καὶ χαῖρε πόλλ’·
ΜΕΓΑΡΕΥΣ
832 Ἀλλ’ ἁμὶν οὐκ ἐπιχώριον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
832 Πολυπραγμοσύνη ’στιν· ἐς κεφαλὴν τράποιτ’ ἐμοί.
ΜΕΓΑΡΕΥΣ
832 Ὦ χοιρίδια, πειρῆσθε κἄνις τῶ πατρὸς
835 παίειν ἐφ’ ἁλὶ τὰν μᾶδδαν, αἴ κά τις διδῷ.
ΧΟΡΟΣ
835 Εὐδαιμονεῖ γ’ ἅνθρωπος. Οὐκ ἤκουσας οἷ προβαίνει τὸ πρᾶγμα τοῦ βουλεύματος;
838 Καρπώσεται γὰρ ἁνὴρ ἐν τἀγορᾷ καθήμενος·
839 κἂν εἰσίῃ τις Κτησίας
840 ἢ συκοφάντης ἄλλος, οἰ‐
840 μώζων καθεδεῖται·
840 οὐδ’ ἄλλος ἀνθρώπων ὑπο‐ ψωνῶν σε πημανεῖ τι, οὐδ’ ἐξομόρξεται Πρέπις
843 τὴν εὐρυπρωκτίαν σοι, οὐδ’ ὠστιεῖ Κλεωνύμῳ·
845 χλαῖναν δ’ ἔχων φανὴν δίει κοὐ ξυντυχών ς’ Ὑπέρβολος
846 δικῶν ἀναπλήσει· οὐδ’ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων Κρατῖνος ἀεὶ κεκαρμένος
849 μοιχὸν μιᾷ μαχαίρᾳ,
849 ὁ περιπόνηρος Ἀρτέμων, ὁ ταχὺς ἄγαν τὴν μουσικήν, ὄζων κακὸν τῶν μασχαλῶν
852 πατρὸς Τραγασαίου· οὐδ’ αὖθις αὖ σε σκώψεται
853 Παύσων ὁ παμπόνηρος Λυσίστρατός τ’ ἐν τἀγορᾷ,
855 Χολαργέων ὄνειδος, ὁ περιαλουργὸς τοῖς κακοῖς, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ τριάκονθ’ ἡμέρας τοῦ μηνὸς ἑκάστου.
ΘΗΒΑΙΟΣ
860 Ἴττω Ἡρακλεῖς, ἔκαμόν γα τὰν τύλαν κακῶς. Κατάθου τὺ τὰν γλάχων’ ἀτρέμας, Ἰσμεινία· ὑμὲς δ’, ὅσοι Θείβαθεν αὐλειταὶ πάρα, τοῖς ὀστίνοις φυσεῖτε τὸν πρωκτὸν κυνός.
ΔΙΚΑΙΟΠΟΛΙΣ
860 Παῦ’· ἐς κόρακας. Οἱ σφῆκες, οὐκ ἀπὸ τῶν θυρῶν;
865 Πόθεν προσέπτονθ’ οἱ κακῶς ἀπολούμενοι ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
ΘΗΒΑΙΟΣ
865 Νεὶ τὸν Ἰόλαν ἐπιχαρίτως 〈τύ〉 γ’, ὦ ξένε· Θείβαθε γὰρ φυσάντες ἐξόπισθέ μου τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
870 Ἀλλ’ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω, τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
870 Ὦ χαῖρε, κολλικοφάγε Βοιωτίδιον. Τί φέρεις;
ΘΗΒΑΙΟΣ
873 Ὅς’ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς, ὀρίγανον, γλαχώ, ψιάθως, θρυαλλίδας,
875 νάσσας, κολοιώς, ἀτταγᾶς, φαλαρίδας, τροχίλως, κολύμβως.
ΔΙΚΑΙΟΠΟΛΙΣ
876 Ὡσπερεὶ χειμὼν ἄρα ὀρνιθίας εἰς τὴν ἀγορὰν ἐλήλυθας.
ΘΗΒΑΙΟΣ
876 Καὶ μὰν φέρω χᾶνας, λαγώς, ἀλώπεκας,
876 σκάλοπας, ἐχίνως, αἰελώρως, πικτίδας,
880 ἰκτίδας, ἐνύδριας, ἐγχέλιας Κωπαΐδας.
ΔΙΚΑΙΟΠΟΛΙΣ
880 Ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων, δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
ΘΗΒΑΙΟΣ
880 Πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν, ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
885 Ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. Δμῶες, ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. Σκέψασθε, παῖδες, τὴν ἀρίστην ἔγχελυν,
890 ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην. Προσείπατ’ αὐτὴν, ὦ τέκν’· ἄνθρακας δ’ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. Ἀλλ’ εἴσφερ’ αὐτήν· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην ἐντετευτλιωμένης.
ΘΗΒΑΙΟΣ
895 Ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾶ γενείσεται;
ΔΙΚΑΙΟΠΟΛΙΣ
895 Ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί. Ἀλλ’ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων, λέγε.
ΘΗΒΑΙΟΣ
895 Ἰώγα ταῦτα πάντα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
898 Φέρε, πόσου λέγεις; Ἢ φορτί’ ἕτερ’ ἐνθένδ’ ἐκεῖς’ ἄξεις ἰών;
ΘΗΒΑΙΟΣ
898 Ὅ τι γ’ ἔστ’ Ἀθάνας’, ἐν Βοιωτοῖσιν δὲ μή.
ΔΙΚΑΙΟΠΟΛΙΣ
898 Ἀφύας ἄρ’ ἄξεις πριάμενος Φαληρικὰς ἢ κέραμον.
ΘΗΒΑΙΟΣ
902 Ἀφύας εἲ κέραμον; Ἀλλ’ ἔντ’ ἐκεῖ· ἀλλ’ ὅ τι πὰρ ἁμὶν μεί ’στι, τᾶδε δ’ αὖ πολύ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
902 Ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
905 ὥσπερ κέραμον ἐνδησάμενος.
ΘΗΒΑΙΟΣ
905 Νεὶ τὼ σιώ, λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ, ἇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
905 Καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
ΘΗΒΑΙΟΣ
905 Μικκός γα μᾶκος οὗτος.
ΔΙΚΑΙΟΠΟΛΙΣ
909 Ἀλλὰ πᾶν κακόν.
ΝΙΚΑΡΧΟΣ
910 Ταυτὶ τίνος τὰ φορτί’ ἐστί;
ΘΗΒΑΙΟΣ
910 Τῶδ’ ἐμὰ Θείβαθεν, ἴττω Δεύς.
ΝΙΚΑΡΧΟΣ
911 Ἐγὼ τοίνυν ὁδὶ φαίνω πολέμια ταῦτα.
ΘΗΒΑΙΟΣ
912 Τί δὲ κακὸν παθὼν ὀρναπετίοισι πόλεμον ἤρα καὶ μάχαν;
ΝΙΚΑΡΧΟΣ
912 Καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
ΘΗΒΑΙΟΣ
914 Τί ἀδικείμενος;
ΝΙΚΑΡΧΟΣ
915 Ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν.
915 Ἐκ τῶν πολεμίων εἰσάγεις θρυαλλίδα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
915 Ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
ΝΙΚΑΡΧΟΣ
915 Αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
915 Νεώριον θρυαλλίς;
ΝΙΚΑΡΧΟΣ
919 Οἶμαι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
919 Τίνι τρόπῳ;
ΝΙΚΑΡΧΟΣ
920 Ἐνθεὶς ἂν εἰς τίφην ἀνὴρ Βοιώτιος ἅψας ἂν εἰσπέμψειεν εἰς τὸ νεώριον δι’ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν. Κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ, σελαγοῖντ’ ἂν εὐθύς.
ΔΙΚΑΙΟΠΟΛΙΣ
924 Ὦ κάκιστ’ ἀπολούμενε,
925 σελαγοῖντ’ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;
ΝΙΚΑΡΧΟΣ
925 Μαρτύρομαι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
926 Ξυλλάμβαν’ αὐτοῦ τὸ στόμα· δός μοι φορυτόν, ἵν’ αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον, ἵνα μὴ καταγῇ φερόμενος.
ΧΟΡΟΣ
928 Ἔνδησον, ὦ βέλτιστε, τῷ
930 ξένῳ καλῶς τὴν ἐμπολὴν οὕτως ὅπως
931 ἂν μὴ φέρων κατάξῃ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
931 Ἐμοὶ μελήσει ταῦτ’, ἐπεί τοι καὶ ψοφεῖ λάλον τι καὶ πυρορραγὲς
934 κἄλλως θεοῖσιν ἐχθρόν.
ΧΟΡΟΣ
935 Τί χρήσεταί ποτ’ αὐτῷ;
ΔΙΚΑΙΟΠΟΛΙΣ
935 Πάγχρηστον ἄγγος ἔσται,
935 κρατὴρ κακῶν, τριπτὴρ δικῶν, φαίνειν ὑπευθύνους λυχνοῦ‐ χος καὶ κύλιξ
939 τὰ πράγματ’ ἐγκυκᾶσθαι.
ΧΟΡΟΣ
940 Πῶς δ’ ἂν πεποιθοίη τις ἀγ‐ γείῳ τοιούτῳ χρώμενος κατ’ οἰκίαν
942 τοσόνδ’ ἀεὶ ψοφοῦντι;
ΔΙΚΑΙΟΠΟΛΙΣ
942 Ἰσχυρόν ἐστιν, ὦγάθ’, ὥστ’ οὐκ ἂν καταγείη ποτ’, εἴ‐
944 περ ἐκ ποδῶν
945 κατωκάρα κρέμαιτο.
ΧΟΡΟΣ
945 Ἤδη καλῶς ἔχει σοι.
ΘΗΒΑΙΟΣ
945 Μέλλω γά τοι θερίδδειν.
ΧΟΡΟΣ
945 Ἀλλ’, ὦ ξένων βέλτιστε, συν‐ θέριζε καὶ [τοῦτον λαβὼν] πρόσβαλλ’ ὅποι
945 βούλει φέρων πρὸς πάντα συκοφάντην.
ΔΙΚΑΙΟΠΟΛΙΣ
951 Μόλις γ’ ἐνέδησα τὸν κακῶς ἀπολούμενον. Αἴρου λαβὼν τὸν κέραμον, ὦ Βοιώτιε.
ΘΗΒΑΙΟΣ
951 Ὑπόκυπτε τὰν τύλαν ἰών, Ἰσμείνιχε.
ΔΙΚΑΙΟΠΟΛΙΣ
955 Χὤπως κατοίσεις αὐτὸν εὐλαβουμένως.
955 Πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλ’ ὅμως· κἂν τοῦτο κερδάνῃς ἄγων τὸ φορτίον, εὐδαιμονήσεις συκοφαντῶν γ’ οὕνεκα.
ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ
959 Δικαιόπολι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
959 Τί ἐστι; Τί με βωστρεῖς;
ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ
959 Ὅ τι;
960 ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς εἰς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν, τριῶν δραχμῶν δ’ ἐκέλευε Κωπᾷδ’ ἔγχελυν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
960 Ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ
960 Ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
965 πάλλει κραδαίνων τρεῖς κατασκίους λόφους.
ΔΙΚΑΙΟΠΟΛΙΣ
965 Οὐκ ἂν μὰ Δί’, εἰ δοίη γέ μοι τὴν ἀσπίδα· ἀλλ’ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω· ἢν δ’ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ. Ἐγὼ δ’ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
970 εἴσειμ’ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
ΧΟΡΟΣ
971-972 Εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον,
973-974 οἷ’ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
975-976 ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
977 Αὐτόματα πάντ’ ἀγαθὰ τῷδέ γε πορίζεται.
977 Οὐδέποτ’ ἐγὼ Πόλεμον οἴκαδ’ ὑποδέξομαι,
979-980 οὐδὲ παρ’ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
980 ξυγκατακλινείς, ὅτι πάροινος ἁνὴρ ἔφυ, ὅστις ἐπὶ πάντ’ ἀγάθ’ ἔχοντας ἐπικωμάσας ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
983-984 κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου·
985 «Πῖνε, κατάκεισο, λαβὲ τήνδε φιλοτησίαν,»
985 τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἔτι τῷ πυρί, ἐξέχει θ’ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
986 Ἐπτέρωταί τ’ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, τοῦ βίου δ’ ἐξέβαλε δεῖγμα 〈τάδε〉 τὰ πτερὰ πρὸ τῶν θυρῶν. Ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
990 ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ’ ἐλάνθανες. Πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων; Ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ; Ἀλλά σε λαβὼν τρία δοκῶ γ’ ἂν ἔτι προσβαλεῖν·
995 πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων, καὶ τὸ τρίτον ἡμερίδος ὄσχον, ὁ γέρων ὁδί, καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, ὥστ’ ἀλείφεσθαι ς’ ἀπ’ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
ΚΗΡΥΞ
999 Ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ’ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
ΔΙΚΑΙΟΠΟΛΙΣ
999 Ὦ παῖδες, ὦ γυναῖκες, οὐκ ἠκούσατε; Τί δρᾶτε; Τοῦ κήρυκος οὐκ ἀκούετε;
1005 Ἀναβράττετ’, ἐξοπτᾶτε, τρέπετ’, ἀφέλκετε τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε. Φέρε τοὺς ὀβελίσκους, ἵν’ ἀναπείρω τὰς κίχλας.
ΧΟΡΟΣ
1007 Ζηλῶ σε τῆς εὐβουλίας, μᾶλλον δὲ τῆς εὐωχίας,
1010 ἄνθρωπε, τῆς παρούσης.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1010 Τί δῆτ’, ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;
ΧΟΡΟΣ
1010 Οἶμαί σε καὶ τοῦτ’ εὖ λέγειν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1010 Τὸ πῦρ ὑποσκάλευε.
ΧΟΡΟΣ
1015 Ἤκουσας ὡς μαγειρικῶς κομψῶς τε καὶ δειπνητικῶς αὑτῷ διακονεῖται;
ΓΕΩΡΓΟΣ
1018 Οἴμοι τάλας.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1018 Ὦ Ἡράκλεις, τίς οὑτοσί;
ΓΕΩΡΓΟΣ
1018 Ἀνὴρ κακοδαίμων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1019 Κατὰ σεαυτόν νυν τρέπου.
ΓΕΩΡΓΟΣ
1020 Ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, μέτρησον εἰρήνης τί μοι, κἂν πέντ’ ἔτη.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1020 Τί δ’ ἔπαθες;
ΓΕΩΡΓΟΣ
1022 Ἐπετρίβην ἀπολέσας τὼ βόε.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1022 Πόθεν;
ΓΕΩΡΓΟΣ
1023 Ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1023 Ὦ τρισκακόδαιμον, εἶτα λευκὸν ἀμπέχει;
ΓΕΩΡΓΟΣ
1025 Καὶ ταῦτα μέντοι νὴ Δί’ ὥπερ μ’ ἐτρεφέτην ἐν πᾶσι βολίτοις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1026 Εἶτα νυνὶ τοῦ δέει;
ΓΕΩΡΓΟΣ
1026 Ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε. Ἀλλ’ εἴ τι κήδει Δερκέτου Φυλασίου, ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1030 Ἀλλ’, ὦ πόνηρ’, οὐ δημοσιεύων τυγχάνω.
ΓΕΩΡΓΟΣ
1030 Ἴθ’ ἀντιβολῶ ς’, ἤν πως κομίσωμαι τὼ βόε.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1030 Οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
ΓΕΩΡΓΟΣ
1030 Σὺ δ’ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα εἰς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1035 Οὐδ’ ἂν στριβιλικίγξ· ἀλλ’ ἀπιὼν οἴμωζέ ποι.
ΓΕΩΡΓΟΣ
1035 Οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
ΧΟΡΟΣ
1036 Ἁνὴρ ἀνηύρηκέν τι ταῖς σπονδαῖσιν ἡδύ, κοὐκ ἔοι‐ κεν οὐδενὶ μεταδώσειν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1040 Κατάχει σὺ τῆς χορδῆς τὸ μέλι· τὰς σηπίας στάθευε.
ΧΟΡΟΣ
1040 Ἤκουσας ὀρθιασμάτων;
ΔΙΚΑΙΟΠΟΛΙΣ
1040 Ὀπτᾶτε τἀγχέλεια.
ΧΟΡΟΣ
1040 Ἀποκτενεῖς λιμῷ ’μὲ καὶ
1045 τοὺς γείτονας κνίσῃ τε καὶ φωνῇ τοιαῦτα λάσκων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1046 Ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
ΠΑΡΑΝΥΜΦΟΣ
1048 Δικαιόπολι, 〈Δικαιόπολι.〉
ΔΙΚΑΙΟΠΟΛΙΣ
1048 Τίς οὑτοσί;
ΠΑΡΑΝΥΜΦΟΣ
1048 Ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
1048 ἐκ τῶν γάμων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1048 Καλῶς γε ποιῶν ὅστις ἦν.
ΠΑΡΑΝΥΜΦΟΣ
1048 Ἐκέλευε δ’ ἐγχέαι σε τῶν κρεῶν χάριν, ἵνα μὴ στρατεύοιτ’, ἀλλὰ κινοίη μένων, εἰς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1048 Ἀπόφερ’, ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
1055 ὡς οὐκ ἂν ἐγχέαιμι χιλιῶν δραχμῶν. Ἀλλ’ αὑτηὶ τίς ἐστιν;
ΠΑΡΑΝΥΜΦΟΣ
1056 Ἡ νυμφεύτρια δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1056 Φέρε δή, τί σὺ λέγεις; Ὡς γέλοιον, ὦ θεοί, τὸ δέημα τῆς νύμφης, ὃ δεῖταί μου σφόδρα,
1060 ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. Φέρε δεῦρο τὰς σπονδάς, ἵν’ αὐτῇ δῶ μόνῃ, ὁτιὴ γυνή ’στι τοῦ πολέμου τ’ οὐκ αἰτία. Ὕπεχ’ ὧδε δεῦρο τοὐξάλειπτρον, ὦ γύναι. Οἶσθ’ ὡς ποείτω; τοῦτο τῇ νύμφῃ φράσον·
1065 Ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου. Ἀπόφερε τὰς σπονδάς. Φέρε τὴν οἰνήρυσιν, ἵν’ οἶνον ἐγχέω λαβὼν εἰς τοὺς Χοᾶς.
ΧΟΡΟΣ
1065 Καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς
1070 ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
ΚΗΡΥΞ
1070 Ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
ΛΑΜΑΧΟΣ
1070 Τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
ΚΗΡΥΞ
1070 Ἰέναι ς’ ἐκέλευον οἱ στρατηγοὶ τήμερον ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
1075 κἄπειτα τηρεῖν νειφόμενον τὰς εἰσβολάς. Ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1075 Ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
ΛΑΜΑΧΟΣ
1075 Οὐ δεινὰ μὴ ’ξεῖναί με μηδ’ ἑορτάσαι;
ΔΙΚΑΙΟΠΟΛΙΣ
1080 Ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
ΛΑΜΑΧΟΣ
1080 Οἴμοι κακοδαίμων, καταγελᾷς ἤδη σύ μου.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1080 Βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
ΛΑΜΑΧΟΣ
1080 Αἰαῖ,
1083 οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1083 Αἰαῖ, τίνα δ’ αὖ ’μοὶ προστρέχει τις ἀγγελῶν;
ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ
1085 Δικαιόπολι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1085 Τί ἐστιν;
ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ
1085 Ἐπὶ δεῖπνον ταχὺ βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ. Ὁ τοῦ Διονύσου γάρ ς’ ἱερεὺς μεταπέμπεται. Ἀλλ’ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι. Τὰ δ’ ἄλλα πάντ’ ἐστὶν παρεσκευασμένα,
1090 κλῖναι, τράπεζαι, προσκεφάλαια, στρώματα,
1090 στέφανοι, μύρον, τραγήμαθ’, —αἱ πόρναι πάρα, — ἄμυλοι, πλακοῦντες, σησαμοῦντες, ἴτρια, ὀρχηστρίδες, τὸ Φίλτα θ ’ Ἁρμόδ ι ’ ο ὐ, πάλαι. Ἀλλ’ ὡς τάχιστα σπεῦδε.
ΛΑΜΑΧΟΣ
1094 Κακοδαίμων ἐγώ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1095 Καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. Σύγκλειε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
ΛΑΜΑΧΟΣ
1095 Παῖ παῖ, φέρ’ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1095 Παῖ παῖ, φέρ’ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
ΛΑΜΑΧΟΣ
1095 Ἅλας θυμίτας οἶσε, παῖ, καὶ κρόμμυα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1095 Ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.
ΛΑΜΑΧΟΣ
1095 Θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1095 Κἀμοὶ σὺ δή, παῖ, θρῖον· ὀπτήσω δ’ ἐκεῖ.
ΛΑΜΑΧΟΣ
1095 Ἔνεγκε δεῦρο τὼ πτερὼ τὠκ τοῦ κράνους.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1095 Ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
ΛΑΜΑΧΟΣ
1105 Καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1105 Καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
ΛΑΜΑΧΟΣ
1105 Ὦνθρωπε, παῦσαι καταγελῶν μου τῶν ὅπλων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1105 Ὦνθρωπε, βούλει μὴ βλέπειν εἰς τὰς κίχλας;
ΛΑΜΑΧΟΣ
1105 Τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1110 Κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
ΛΑΜΑΧΟΣ
1110 Ἀλλ’ ἦ τριχόβρωτες τοὺς λόφους μου κατέφαγον;
ΔΙΚΑΙΟΠΟΛΙΣ
1110 Ἀλλ’ ἦ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι;
ΛΑΜΑΧΟΣ
1110 Ὦνθρωπε, βούλει μὴ προσαγορεύειν ἐμέ;
ΔΙΚΑΙΟΠΟΛΙΣ
1110 Οὔκ, ἀλλ’ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
1115 Βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, πότερον ἀκρίδες ἥδιόν ἐστιν ἢ κίχλαι;
ΛΑΜΑΧΟΣ
1115 Οἴμ’ ὡς ὑβρίζεις.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1117 Τὰς ἀκρίδας κρίνει πολύ.
ΛΑΜΑΧΟΣ
1117 Παῖ παῖ, καθελών μοι τὸ δόρυ δεῦρ’ ἔξω φέρε.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1117 Παῖ παῖ, σὺ δ’ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
ΛΑΜΑΧΟΣ
1120 Φέρε, τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. Ἔχ’, ἀντέχου, παῖ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1121 Καὶ σύ, παῖ, τοῦδ’ ἀντέχου.
ΛΑΜΑΧΟΣ
1121 Τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1121 Καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
ΛΑΜΑΧΟΣ
1121 Φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1125 Κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
ΛΑΜΑΧΟΣ
1125 Ταῦτ’ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
ΔΙΚΑΙΟΠΟΛΙΣ
1125 Ταῦτ’ οὐ πλακοῦς δῆτ’ ἐστὶν ἀνθρώποις γλυκύς;
ΛΑΜΑΧΟΣ
1125 Κατάχει σύ, παῖ, τοὔλαιον. Ἐν τῷ χαλκίῳ ἐνορῶ γέροντα δειλίας φευξούμενον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1130 Κατάχει σὺ τὸ μέλι. Κἀνθάδ’ εὔδηλος γέρων κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
ΛΑΜΑΧΟΣ
1130 Φέρε δεῦρο, παῖ, θώρακα πολεμιστήριον.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1130 Ἔξαιρε, παῖ, θώρακα κἀμοὶ τὸν χοᾶ.
ΛΑΜΑΧΟΣ
1130 Ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1135 Ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
ΛΑΜΑΧΟΣ
1135 Τὰ στρώματ’, ὦ παῖ, δῆσον ἐκ τῆς ἀσπίδος.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1135 Τὸ δεῖπνον, ὦ παῖ, δῆσον ἐκ τῆς κιστίδος.
ΛΑΜΑΧΟΣ
1135 Ἐγὼ δ’ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1135 Ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
ΛΑΜΑΧΟΣ
1140 Τὴν ἀσπίδ’ αἴρου καὶ βάδιζ’, ὦ παῖ, λαβών. Νείφει. Βαβαιάξ· χειμέρια τὰ πράγματα.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1140 Αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.
ΧΟΡΟΣ
1142 Ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν. Ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
1145 τῷ μὲν πίνειν στεφανωσαμένῳ, σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν, τῷ δὲ καθεύδειν μετὰ παιδίσκης ὡραιοτάτης, ἀνατριβομένῳ γε τὸ δεῖνα.
1149 Ἀντίμαχον τὸν Ψακάδος, τὸν ξυγγραφῆ, τὸν μελέων ποητήν,
1151-1153 ὡς μὲν ἁπλῷ λόγῳ κακῶς ἐξολέσειεν ὁ Ζεύς·
1154-1155 ὅς γ’ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυς’ ἄδειπνον.
1156 Ὃν ἔτ’ ἐπίδοιμι τευθίδος δεόμενον, ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη ὀκέλλοι· κᾆτα μέλλοντος λαβεῖν
1160-1161 αὐτοῦ κύων ἁρπάσασα φεύγοι.
1162-1164 Τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθ’ ἕτερον νυκτερινὸν γένοιτο.
1165 Ἠπιαλῶν γὰρ οἴκαδ’ ἐξ ἱππασίας βαδίζων,
1166-1167 εἶτα πατάξειέ τις αὐτοῦ μεθύων τὴν κεφαλὴν Ὀρέστης
1168 μαινόμενος· ὁ δὲ λίθον λαβεῖν βουλόμενος ἐν σκότῳ λάβοι
1170 τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·
1171-1172 ἐπᾴξειεν δ’ ἔχων τὸν μάρμαρον,
1173 κἄπειθ’ ἁμαρτὼν βάλοι Κρατῖνον.
ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ
1173 Ὦ δμῶες οἳ κατ’ οἶκόν ἐστε Λαμάχου,
1175 ὕδωρ, ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· ὀθόνια, κηρωτὴν παρασκευάζετε, ἔρι’ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν. Ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον, καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
1180 καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, καὶ Γοργόν’ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος· πτίλον δὲ τὸ μέγα κομπολακύθου κλάσας πρὸς ταῖς πέτραισι δεινὸν ἐξηύδα μέλος· «Ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν ς’ ἰδὼν
1185 λείπω φάος τόδ’. Οὐκέτ’ 〈οὐδέν〉 εἰμ’ ἐγώ.» Τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέτας
1185 λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί. Ὁδὶ δὲ καὐτός. Ἀλλ’ ἄνοιγε τὴν θύραν.
ΛΑΜΑΧΟΣ
1190 Ἀτταταῖ ἀτταταῖ,
1191-1192 στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
1193-1194 Διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
1195 Ἐκεῖνο δ’ αἰακτὸν [οἰμωκτὸν] ἂν γένοιτό μοι, Δικαιόπολις εἴ μ’ ἴδοι τετρωμένον κᾆτ’ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1195 Ἀτταταῖ ἀτταταῖ, τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
1195 Φιλήσατόν με μαλθακῶς, ὦ χρυσίω, τὸ περιπεταστὸν κἀπιμανδαλωτόν. Τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
ΛΑΜΑΧΟΣ
1203-1204 Ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
1205 Ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1206-1207 Ἰὴ ἰή, χαῖρε, Λαμαχίππιον.
ΛΑΜΑΧΟΣ
1208 Στυγερὸς ἐγώ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1208 Τί με σὺ κυνεῖς;
ΛΑΜΑΧΟΣ
1208 Μογερὸς ἐγώ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1209 Τί με σὺ δάκνεις;
ΛΑΜΑΧΟΣ
1210 Τάλας ἐγὼ [τῆς ἐν μάχῃ] ξυμβολῆς βαρείας.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1210 Τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
ΛΑΜΑΧΟΣ
1210 Ἰὼ 〈ἰώ,〉 Παιὰν Παιάν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1210 Ἀλλ’ οὐχὶ νυνὶ τήμερον Παιώνια.
ΛΑΜΑΧΟΣ
1210 Λάβεσθέ μου, λάβεσθε τοῦ σκέλους· παπαῖ,
1215 προσλάβεσθ’, ὦ φίλοι.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1215 Ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου προσλάβεσθ’, ὦ φίλαι.
ΛΑΜΑΧΟΣ
1215 Εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος καὶ σκοτοδινιῶ.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1220 Κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι καὶ σκοτοβινιῶ.
ΛΑΜΑΧΟΣ
1220 Θύραζέ μ’ ἐξενέγκατ’ εἰς τοῦ Πιττάλου παιωνίαισι χερσίν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1220 Ὡς τοὺς κριτάς με φέρετε. Ποῦ ’στιν ὁ βασιλεύς;
1225 Ἀπόδοτέ μοι τὸν ἀσκόν.
ΛΑΜΑΧΟΣ
1225 Λόγχη τις ἐμπέπηγέ μοι δι’ ὀστέων ὀδυρτά.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1225 Ὁρᾶτε τουτονὶ κενόν. Τήνελλα καλλίνικος.
ΧΟΡΟΣ
1225 Τήνελλα δῆτ’, εἴπερ καλεῖς γ’, ὦ πρέσβυ, καλλίνικος.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1225 Καὶ πρός γ’ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
ΧΟΡΟΣ
1230 Τήνελλά νυν, ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.
ΔΙΚΑΙΟΠΟΛΙΣ
1230 Ἕπεσθέ νυν ᾄδοντες· Ὦ τήνελλα καλλίνικος.
ΧΟΡΟΣ
1230 Ἀλλ’ ἑψόμεσθα σὴν χάριν τήνελλα καλλίνικον ᾄ‐
1230 δοντες σὲ καὶ τὸν ἀσκόν.